TLG 0007 108 :: PLUTARCHUS :: De fato [Sp.] (568b–574f)

PLUTARCHUS Biogr. Phil.
(Chaeronensis: A.D. 1–2)

De fato [Sp.] (568b–574f)

Source: Sieveking, W. (ed.), Plutarchi moralia, vol. 3. Leipzig: Teubner, 1929 (repr. 1972): 445–460.

Citation: Stephanus page — section — (line)

t

1

ΠΕΡΙ ΕΙΜΑΡΜΕΝΗΣ

568

B

Τὰ περὶ τῆς εἱμαρμένης δοκοῦνθ’ ἡμῖν ὡς οἷόν τε σα‐

568

C

φῶς καὶ συντόμως πειράσομαι ἐπιστεῖλαί σοι, φίλτατε Πείσων, ἐπειδὴ σὺ τοῦτ’ ἠξίωσας οὐκ ἀγνοῶν ἣν ἔχω πρὸς τὸ γράφειν εὐλάβειαν. Πρῶτον τοίνυν ἴσθι, ὅτι εἱμαρμένη διχῶς καὶ λέγεται
5καὶ νοεῖται· ἡ μὲν γάρ ἐστιν ἐνέργεια ἡ δ’ οὐσία. πρῶτον μὲν οὖν ἐνέργειαν τύπῳ ὑπέγραψεν ὁ Πλάτων ἔν τε τῷ Φαίδρῳ (248c) λέγων ‘θεσμός τε Ἀδραστείας ὅδε, ἥτις ἂν 〈ψυχὴ〉 θεῷ ξυνοπαδὸς γενομένη ...‘ ἔν τε τῷ Τι‐ μαίῳ (41e) ‘νόμουσ‘ οὓς ἐπὶ τῇ τοῦ παντὸς φύσει ὁ θεὸς
10εἶπε ταῖς ἀθανάτοις ψυχαῖς· ἐν δὲ τῇ Πολιτείᾳ (617d)

568

D

‘Ἀνάγκης θυγατρὸς κόρης Λαχέσεως λόγον‘ φησὶν εἶναι τὴν εἱμαρμένην, οὐ τραγικῶς ἀλλὰ θεολογικῶς τὸ ἀρέσκον αὑτῷ ἀποφαινόμενος. εἰ δὲ κοινότερον ἐθέλοι τις ταῦτα μεταλαβὼν ὑπογράψαι, ὡς μὲν ἐν Φαίδρῳ, λέγοιτ’ ἂν ἡ
5εἱμαρμένη λόγος θεῖος ἀπαράβατος δι’ αἰτίαν ἀνεμπόδιστον,
ὡς δ’ ἐν τῷ Τιμαίῳ, νόμος ἀκόλουθος τῇ τοῦ παντὸς φύσει, καθ’ ὃν διεξάγεται τὰ γινόμενα *** τοῦτο γὰρ ἡ Λάχεσις ἐργάζεται, ἡ τῆς Ἀνάγκης ἀληθῶς θυγάτηρ, ὡς καὶ πρό‐ τερον παρελάβομεν καὶ ὕστερον ἔτι μᾶλλον εἰσόμεθ’ ἐν τοῖς445

568

E

κατὰ σχολὴν λόγοις. ἥδε μὲν οὖν ἡ κατ’ ἐνέργειαν εἱμαρ‐ μένη, ἡ 〈δὲ〉 κατ’ οὐσίαν ἔοικεν εἶναι σύμπας’ ἡ τοῦ κόσμου ψυχὴ τριχῇ διανεμηθεῖσα, εἴς τε τὴν ἀπλανῆ μοῖ‐ ραν καὶ εἰς τὴν πλανᾶσθαι νομιζομένην καὶ τρίτην [εἰς]
5τὴν ὑπουράνιον τὴν περὶ γῆν ὑπάρχουσαν· ὧν ἡ μὲν ἀνω‐ τάτω Κλωθὼ προσαγορεύεται, ἡ δὲ μετ’ αὐτὴν Ἄτροπος, ἡ κατωτάτω δ’ αὖ Λάχεσις, δεχομένη μὲν τὰς οὐρανίας τῶν ἀδελφῶν ἐνεργείας, συμπλέκουσα δὲ καὶ διαδιδοῦσα ταύτας εἰς τὰ ὑπ’ αὐτῇ τεταγμένα τὰ ἐπίγεια. δυνάμει
10μὲν οὖν εἴρηται, ὁποῖα χρὴ λέγεσθαι περὶ τῆς κατ’ οὐσίαν

568

F

εἱμαρμένης· καὶ γὰρ ἥτις ἐστὶ καὶ πόση τις καὶ ὁποία καὶ ὅπως τέτακται καὶ ὅπως ἔχει αὐτή τε πρὸς ἑαυτὴν καὶ δὴ καὶ πρὸς ἡμᾶς, ὡς ἐν ἐπιτομῇ εἴρηται· τὰ δὲ καθ’ ἕκαστα περὶ τούτων ὁ ἕτερος μῦθος ὁ ἐν τῇ Πολιτείᾳ
5μετρίως αἰνίττεται, καὶ ἡμεῖς εἰς δύναμίν σοι ταῦτ’ ἐπειράθημεν ἐξηγήσασθαι. Πάλιν γε μὴν τὴν κατ’ ἐνέργειαν εἱμαρμένην ἀνα‐ λαβόντες λέγωμεν· περὶ γὰρ ταύτην τὰ πολλὰ ζητήματα φυσικά τε καὶ ἠθικὰ καὶ διαλεκτικὰ τυγχάνει ὄντα. τίς
10μὲν οὖν ἐστιν, ἐπιεικῶς ἀφώρισται· ὁποία δ’ ἐστίν, ἑξῆς

569

A

ῥητέον, εἰ καὶ πολλοῖς ἄτοπον φαίνεται. | ἀπείρων γὰρ
ἐξ ἀπείρου καὶ εἰς ἄπειρον 〈ὄντων〉 τῶν γινομένων τὰ πάντα περιβαλοῦς’ ἐν κύκλῳ ἡ εἱμαρμένη οὐκ ἄπειρος ἀλλὰ πεπερασμένη ἐστίν· οὔτε γὰρ νόμος οὔτε λόγος οὔτε446
5τι θεῖον ἄπειρον ἂν εἴη. ἔτι δ’ ἂν μάθοις τὸ λεγόμενον νοήσας τήν τε ὅλην περίοδον καὶ τὸν σύμπαντα χρόνον, ‘ὅταν τῶν ὀκτὼ περιόδων‘ ὥς φησιν ὁ Τίμαιος (39d) ‘τὰ πρὸς ἄλληλα συμπερανθέντα τάχη σχῇ κεφαλήν, τῷ 〈τοῦ〉 ταὐτοῦ καὶ ὁμοίως ἰόντος ἀναμετρηθέντα κύκλῳ.‘ ἐν γὰρ
10τούτῳ τῷ χρόνῳ ὡρισμένῳ τ’ ὄντι καὶ θεωρουμένῳ πάνθ’

569

B

ὅσα τε κατ’ οὐρανὸν ἅ τ’ ἐπὶ τὴν γῆν ἐξ ἀνάγκης ἄνωθεν συνίσταται, πάλιν μὲν εἰς τὸ αὐτὸ καταστήσεται, πάλιν δ’ ἐξ ἀρχῆς ὅλα κατὰ τὰ αὐτὰ ὡσαύτως ἀποδοθήσεται. μόνη γοῦν ἡ κατ’ οὐρανὸν σχέσις αὐτή τε πρὸς ἑαυτὴν κατὰ
5πάντα τεταγμένη πρός τε τὴν γῆν καὶ πρὸς τὰ ἐπίγεια πάντα διὰ μακρῶν περιόδων πάλιν ἐπανήξει ποτέ· αἵ τε μετ’ αὐτὴν ἐφεξῆς καὶ [ἐχόμεναι ἀλλήλαις] ἐχομένως παρέσονται, ἑκάστη τὰ αὑτῆς ἐξ ἀνάγκης φέρουσαι. ἔστω δὲ πρὸς τὸ σαφὲς τῶν περὶ ἡμᾶς νῦν ὄντων, ὅτι οὐ συμ‐
10βαίνει ἀπὸ τῶν οὐρανίων ὡς πάντων αἰτιῶν ὄντων καὶ

569

C

τὸ ἐμὲ γράφειν νυνὶ τάδε καὶ ὡδὶ σέ τε πράττειν ἅπερ καὶ ὅπως τυγχάνεις πράττων· † πάλιν τοίνυν ἐπειδὰν ἡ αὐτὴ ἀφίκηται αἰτία, τὰ αὐτὰ καὶ ὡσαύτως οἱ αὐτοὶ γε‐ νόμενοι πράξομεν, οὕτω δὲ καὶ πάντες ἄνθρωποι· καὶ τά
5θ’ ἑξῆς κατὰ τὴν ἑξῆς αἰτίαν γενήσεται καὶ πραχθήσεται, καὶ πάνθ’ ὅσα 〈καὶ〉 κατὰ μίαν τὴν ὅλην περίοδον καὶ καθ’ ἑκάστην τῶν ὅλων, ὡσαύτως ἀποδοθήσεται. φανερὸν τοίνυν ἤδη ὅ τι ἔφαμεν, τὴν εἱμαρμένην ἄπειρον τρόπον τινὰ οὖσαν μὴ ἄπειρον εἶναι, καὶ τό γε ῥηθέν, ὅτι κύκλος447
10τίς ἐστι, μετρίως που κατῶπται· ὡς γὰρ καὶ ἡ τοῦ κύκλου κίνησις ὅ τε ταύτην παραμετρῶν χρόνος κύκλος τίς ἐστιν, οὕτω καὶ τῶν κατὰ κύκλον γινομένων ὁ λόγος κύκλος ἂν νομισθείη.

569

D

Σχεδὸν μὲν οὖν καὶ τοῦτο δηλοῖ, ὁποῖόν τι τυγχάνει ἡ εἱμαρμένη, πλὴν οὐχ ἥ γε κατὰ μέρος οὐδ’ ἡ καθ’ ἕκαστα. ποία τις οὖν καὶ ἥδε κατ’ αὐτὸ δὴ τὸ εἶδος τοῦ λόγου; ἔστι τοίνυν, ὡς ἄν τις εἰκάσαι, οἷος ὁ πολιτικὸς
5νόμος, 〈ὃσ〉 πρῶτον μὲν τὰ πλεῖστα, εἰ καὶ μὴ πάντα, ἐξ ὑποθέσεως προστάττει, ἔπειτα μὴν καθόλου τὰ πόλει προσήκοντα εἰς δύναμιν περιλαμβάνει. πάλιν δὴ τούτων ἑκάτερον ὁποῖόν τί ἐστι, σκεπτέον. ἀκολούθως τοίνυν ὁ πολιτικὸς νόμος περί τ’ ἀριστέως καὶ λιποτάκτου δια‐
10λέγεται καὶ περὶ τῶν ἄλλων ὡσαύτως, ἀλλ’ οὐ περὶ τοῦδ’ ἢ τοῦδ’ 〈ᾗ〉 νόμιμόν ἐστιν, ἀλλὰ τὰ μὲν καθόλου προ‐

569

E

ηγουμένως, τὰ δ’ ὑποπίπτοντα τούτοις ἑπομένως. καὶ γὰρ τὸ τιμῆσαι τόνδε τινὰ ἠριστευκότα καὶ τὸ κολάσαι τόνδε τινὰ λιποτακτήσαντα νόμιμον ἂν φήσαιμεν, ὡς δυνά‐ μει καὶ περὶ τούτων διατεταγμένου τοῦ νόμου, ὃν τρόπον
5ὁ ἰατρικὸς καὶ ὁ γυμναστικὸς ὡς εἰπεῖν νόμος δυνάμει τὰ καθ’ ἕκαστα τοῖς ὅλοις συμπεριλαμβάνει· οὕτω δὲ καὶ ὁ τῆς φύσεως νόμος τὰ μὲν καθόλου προηγουμένως, τὰ δὲ καθ’

569

F

ἕκαστα ἑπομένως. ἔστι θ’ εἱμαρμένα τρόπον τινὰ καὶ
ταῦτα, ὄντ’ ἐκείνοις συνειμαρμένα. τάχα δ’ ἄν τις τῶν ἄγαν ἀκριβολογουμένων τὰ τοιαῦτα καὶ τοὐναντίον φαίη προηγούμενα συντετάχθαι τὰ καθ’ ἕκαστα, εἶναί τε τούτων448
5ἕνεκα καὶ τὸ καθόλου, προηγεῖσθαι δὲ τῶν ἕνεκά του τὸ οὗ ἕνεκα. ἀλλὰ περὶ μὲν τούτων ἐν ἄλλοις σκεπτέον· ὅτι δ’ οὐ πάντα καθαρῶς οὐδὲ διαρρήδην ἡ εἱμαρμένη περιέχει ἀλλ’ ὅσα καθόλου, τοῦτο δὴ ἐν τῷ παρόντι ῥηθὲν πρός τε τὸν ἑξῆς λόγον καὶ τὸν ὀλίγον ἔμπροσθεν χώραν ἔχει. |

570

A

τὸ μὲν γὰρ ὡρισμένον οἰκεῖον τῇ θείᾳ φρονήσει ἐν τῷ καθόλου μᾶλλον θεωρεῖται (τοιοῦτος μέντοι γε ὁ θεῖος νόμος καὶ ὁ πολιτικός), τὸ δ’ ἄπειρον ἐν τῷ καθ’ ἕκαστα. μετὰ δὴ ταῦτα, οἷον μέν ἐστι 〈τὸ〉 ἐξ ὑποθέσεως, ὅτι
5δὲ τοιοῦτον καὶ ἡ εἱμαρμένη, ὁριζέσθω. ἐξ ὑποθέσεως δὴ ἔφαμεν τὸ μὴ καθ’ ἑαυτὸ τιθέμενον, ἀλλά πως ἑτέρῳ τινὶ ὡς ἀληθῶς ὑποτεθέν, ὁπόσα ἀκολουθίαν σημαίνει. ‘θεσμός τε Ἀδραστείας ὅδε· ἥτις ἂν ψυχὴ συνοπαδὸς γενομένη κατίδῃ τι τῶν ἀληθῶν, μέχρι τῆς ἑτέρας περι‐
10όδου εἶναι ἀπήμονα· κἂν ἀεὶ δύνηται τοῦτο ποιεῖν, 〈ἀεὶ〉

570

B

ἀβλαβῆ εἶναι‘ (Plat. Phaedr. 248c). τοιοῦτον μὲν δὴ τὸ ἐξ ὑποθέσεως ἅμα καὶ καθόλου. ὅτι δὲ καὶ ἡ εἱμαρ‐ μένη τοιοῦτον τυγχάνει ὄν, ἔκ τε τῆς οὐσίας αὐτῆς καὶ ἐκ τῆς προσηγορίας δῆλον. εἱμαρμένη τε γὰρ προσαγο‐
5ρεύεται ὡς ἂν εἰρομένη τις· θεσμὸς δὲ καὶ νόμος ὑπάρχει τῷ τὰ ἀκόλουθα τοῖς γινομένοις πολιτικῶς διατετάχθαι. Ἑξῆς δὲ σκεπτέον καὶ τὰ κατὰ τὸ πρός τι, πῶς μὲν πρὸς τὴν πρόνοιαν ἡ εἱμαρμένη ἔχει, πῶς δὲ πρὸς τὴν τύχην καὶ τό γ’ ἐφ’ ἡμῖν καὶ τὸ ἐνδεχόμενον καὶ ὅσα τοιαῦτα·

570

C

πρὸς δὲ τούτῳ διωρίσθω, πῆ μὲν ἀληθὲς πῆ δὲ ψεῦδος τό ‘πάντα καθ’ εἱμαρμένην.‘ εἰ μὲν οὖν τὸ ἐν τῇ εἱμαρμένῃ πάντα περιέχεσθαι δηλοῖ, συγχωρητέον εἶναι ἀληθές· εἴ θ’ ὅσα περὶ ἀνθρώπους εἴτε κατὰ γῆν ἅπαντα εἴτε κατ’449
5οὐρανὸν γινόμενα βούλεταί τις ἐν τῇ εἱμαρμένῃ τίθεσθαι, καὶ ταῦθ’ ὡς πρὸς τὸ παρὸν συγκεχωρήσθω· εἰ δ’, ὅπερ καὶ μᾶλλον ἐμφαίνει, τὸ καθ’ εἱμαρμένην οὐχ ἅπαντα, ἀλλ’ αὐτὸ μόνον τὸ ἑπόμενον αὐτῇ σημαίνει, οὐ πάντα ῥητέον καθ’ εἱμαρμένην, οὐδ’ εἰ καθ’ εἱμαρμένην πάντα.
10οὐδὲ γὰρ νόμιμα οὐδὲ κατὰ νόμον πάνθ’ ὁπόσα περιείλη‐ φεν ὁ νόμος· καὶ γὰρ προδοσίαν καὶ λιποταξίαν καὶ μοι‐

570

D

χείαν καὶ πολλὰ ἕτερα τοιαῦτα περιλαμβάνει, ὧν οὐδὲν ἄν τις εἴποι νόμιμον, ὁπότ’ οὐδὲ τὸ ἀριστεῦσαι ἢ τυραν‐ νοκτονῆσαι ἤ τι ἄλλο κατορθῶσαι φαίην ἂν ἔγωγε νόμι‐ μον. τὸ μὲν γὰρ δὴ νόμιμον πρόσταγμα νόμου ἐστί· τὰ
5δ’ εἴπερ ὁ νόμος προστάττει, πῶς οὐκ ἂν ἀπειθοῖεν καὶ παρανομοῖεν οἵ γε μὴ ἀριστεύοντες καὶ τυραννοκτονοῦντες καὶ ὅσοι τὰ τοιαῦτα μὴ κατορθοῦσιν; ἢ πῶς, εἰ παρά‐ νομοι οἵδε, οὐ δίκαιον κολάζειν τοὺς τοιούτους; εἴ γε μὴν ταῦτα λόγον οὐκ ἔχει, μόνα ῥητέον νόμιμά τε καὶ κατὰ
10νόμον τὰ ὑπὸ τοῦ νόμου ὁρισθέντ’ ἐπὶ τοῖς ὁπωσοῦν πρατ‐

570

E

τομένοις· μόνα δ’ εἱμαρμένα καὶ καθ’ εἱμαρμένην τὰ ἀκό‐ λουθα τοῖς ἐν τῇ θείᾳ διατάξει προηγησαμένοις. ὥστε πάντα μὲν τὰ γινόμεν’ ἡ εἱμαρμένη περιλαμβάνει, πολλὰ δὲ τῶν ἐν αὐτῇ καὶ σχεδὸν ὅσα προηγεῖται οὐκ ὀρθὸν
5λέγειν καθ’ εἱμαρμένην. Τούτων δ’ οὕτως ἐχόντων ἑξῆς ῥητέον, ὡς τό γ’ ἐφ’
ἡμῖν καὶ ἡ τύχη τό τε δυνατὸν καὶ τὸ ἐνδεχόμενον καὶ τὰ τούτων συγγενῆ ταχθέντα ἐν τοῖς προηγουμένοις αὐτά τε σῴζοιτ’ ἂν καὶ τὴν εἱμαρμένην σῴζοι. ἡ μὲν γὰρ εἱμαρ‐450
10μένη πάντα περιέχει καθάπερ καὶ δοκεῖ· τὰ δ’ οὐκ ἐξ

570

F

ἀνάγκης γενήσεται, ἀλλ’ ἕκαστον αὐτῶν οἷον καὶ πέφυκεν εἶναι. πέφυκε δὲ τὸ δυνατὸν ὡς γένος προϋφεστάναι τοῦ ἐνδεχομένου, τὸ 〈δ’〉 ἐνδεχόμενον ὡς ὕλη τῶν ἐφ’ ἡμῖν προϋποκεῖσθαι, τὸ δ’ ἐφ’ ἡμῖν ὡς κύριον χρῆσθαι τῷ
5ἐνδεχομένῳ· ἡ δὲ τύχη παρεμπίπτει τῷ ἐφ’ ἡμῖν διὰ τὴν ἐφ’ ἑκάτερα ῥοπὴν τοῦ ἐνδεχομένου. μάθοις δ’ ἂν τὸ λεγό‐ μενον σαφῶς ἐννοήσας, ὡς τὸ γινόμενον ἅπαν καὶ ἡ γέ‐

571

A

νεσις αὐτὴ οὐ δίχα δυνά|μεως, ἡ δὲ δύναμις οὐκ ἄνευ οὐσίας. οἷον 〈ἀνθρώπου〉 εἴτε γένεσις εἴτε γενητὸν οὐκ ἄνευ τῆς δυνάμεως, αὕτη δὲ περὶ ἄνθρωπον, οὐσία δ’ ὁ ἄνθρωπος. ἀπὸ δὲ τῆς δυνάμεως μεταξὺ οὔσης ἡ μὲν
5οὐσία δυνάμενον, ἡ δὲ γένεσις καὶ τὸ γινόμενον ἄμφω δυ‐ νατά. τριῶν τοίνυν τούτων, δυνάμεως καὶ δυναμένου καὶ δυνατοῦ, δυνάμεως μὲν ὡς τὸ εἶναι προϋπόκειται τὸ δυνά‐ μενον, δυνατοῦ δ’ ἡ δύναμις προϋφίσταται. σαφὲς μὲν οὖν καὶ οὕτως τὸ δυνατόν· τύπῳ δ’ ἂν ἀφορισθείη κοι‐
10νότερον μὲν τὸ κατὰ δύναμιν πεφυκὸς γίνεσθαι, κυριώτε‐ ρον δὲ ταὐτὸ τοῦτο, ὁπόταν μηδὲν ἔξωθεν ἔχῃ πρὸς τὸ

571

B

γίνεσθαι ἐμποδών. τῶν δὲ δυνατῶν τὰ μὲν οὐκ ἂν κωλυ‐ θείη ποτέ, ὥσπερ τὰ κατ’ οὐρανόν, ἀνατολαὶ καὶ δύσεις καὶ τὰ τούτοις παραπλήσια· τὰ δ’ οἷά τε κωλυθῆναί ἐστιν, ὡς πολλὰ μὲν τῶν ἀνθρωπίνων πολλὰ δὲ καὶ τῶν μετ‐
5αρσίων. τὰ μὲν οὖν πρότερ’ ὡς ἐξ ἀνάγκης γινόμεν’ ἀναγκαῖα προσαγορεύεται, ἃ δέ πως τοὐναντίον ἐπιδέχεται
ἐνδεχόμενα. ἀφορίζοιτο δ’ ἂν κατὰ ταῦτα· τὸ μὲν ἀναγ‐ καῖον δυνατὸν τὸ ἀντικείμενον ἀδυνάτῳ, τὸ δ’ ἐνδεχόμενον δυνατόν, οὗ καὶ τὸ ἀντικείμενον δυνατόν. τὸ μὲν γὰρ451

571

C

καταδῦναι τὸν ἥλιον ἀναγκαῖόν θ’ ἅμα καὶ δυνατόν, ἀντί‐ κειται 〈γὰρ〉 ἀδύνατον τὸ μὴ καταδῦναι· τὸ δὲ κατα‐ δύντος ἡλίου ὄμβρον γενέσθαι 〈καὶ μὴ γενέσθαι〉, ἀμ‐ φότερα δυνατὰ καὶ ἐνδεχόμενα. πάλιν δὲ καὶ ἐπὶ τοῦ ἐν‐
5δεχομένου, τὸ μὲν ὡς ἐπὶ τὸ πολύ, τὸ δ’ ὡς ἐπ’ ἔλαττον, τὸ δ’ ὡς ἐπίσης καὶ ὁπότερον ἔτυχε· τοῦτο μὲν φανερὸν ὡς αὐτὸ αὑτῷ ἀντιτέτακται, τὸ δὲ ὡς ἐπὶ τὸ πολὺ καὶ ἐπ’ ἔλαττον ἀλλήλοις· καὶ ταῦτα μὲν ἐπὶ τῇ φύσει τὸ πλεῖστον, ἐφ’ ἡμῖν δὲ τὸ ἐπίσης. τὸ μὲν γὰρ ὑπὸ κύνα
10καῦμ’ ἢ ψῦχος, 〈ὧν τὸ μὲν〉 ὡς ἐπὶ τὸ πολὺ τὸ δ’ ὡς ἐπ’ ἔλαττον, τῇ φύσει ἄμφω ὑποτέτακται· τὸ δὲ περιπατεῖν

571

D

καὶ μὴ καὶ ὅσα τοιαῦτα, ὧν ἑκάτερον ἐπί〈σησ〉, τῇ ἀνθρωπίνῃ ὁρμῇ ὑποτέτακται, ὃ δὴ ἐφ’ ἡμῖν καὶ κατὰ προαίρεσιν λέγεται. γενικώτερον δὲ μᾶλλον τὸ ἐφ’ ἡμῖν· δύο γὰρ ἔχει εἴδη, τό τ’ ἐκ πάθους καὶ θυμοῦ ἢ ἐπιθυμίας
5τό τ’ ἐξ ἐπιλογισμοῦ ἢ διανοίας, ὅπερ ἤδη κατὰ προαί‐ ρεσιν 〈ἄν〉 τις εἴποι. ἔχει δὲ λόγον μὴ τὸ δυνατὸν καὶ ἐνδε‐ χόμενον τοῦτο, ὅπερ καθ’ ὁρμὴν καὶ ἐφ’ ἡμῖν εἴρηται, [μὴ] τὸ αὐτὸ κατ’ ἄλλο λέγεται· κατὰ μὲν γὰρ τὸ μέλλον δυνατόν τε καὶ ἐνδεχόμενον, κατὰ δὲ τὸ παρὸν ἐφ’ ἡμῖν
10τε καὶ καθ’ ὁρμήν. ἀφορίζοιτο δ’ ἂν ὧδε· τὸ μὲν ἐνδεχό‐ μενον ὅπερ αὐτό τε καὶ τὸ ἀντικείμενον, τὸ δ’ ἐφ’ ἡμῖν θά‐

571

E

τερον μέρος τοῦ ἐνδεχομένου τὸ κατὰ τὴν ἡμετέραν ὁρμὴν
ἤδη γινόμενον. ὅτι μὲν οὖν τὸ δυνατὸν τοῦ ἐνδεχομένου πρότερον τῇ φύσει τὸ δ’ ἐνδεχόμενον τοῦ ἐφ’ ἡμῖν προ‐ ϋφίσταται, καὶ οἷον αὐτῶν τυγχάνει ὂν ἕκαστον καὶ πόθεν452
5ὀνομάζεται καὶ τά γε παρακείμενα αὐτοῖς, σχεδὸν εἴ‐ ρηται. Περὶ δὲ τῆς τύχης καὶ τοῦ αὐτομάτου καὶ εἴ τι παρὰ ταῦτα θεωρεῖται, νῦν ἡμῖν λεκτέον. αἴτιον μὲν δή τι ἡ τύχη. τῶν δ’ αἰτίων τὰ μὲν καθ’ αὑτά, τὰ δὲ κατὰ συμ‐
10βεβηκός· οἷον οἰκίας ἢ νεὼς καθ’ αὑτὸ μὲν αἴτιον τὸ οἰκοδομικὸν καὶ τὸ ναυπηγικόν, κατὰ συμβεβηκὸς δὲ τὸ

571

F

μουσικὸν ἢ γεωμετρικόν, καὶ πᾶν ὅ τι ἂν τῷ οἰκοδομικῷ ἢ ναυπηγικῷ εἴδει συμβεβήκῃ, εἴτε κατὰ σῶμα εἴτε κατὰ ψυχὴν εἴτε κατὰ τὰ ἐκτός. ὅθεν καὶ δῆλον, ὡς τὸ καθ’ αὑτὸ ὡρισμένον καὶ ἕν, τὸ δὲ κατὰ συμ‐

572

A

βεβηκὸς οὐχ ἕν τε καὶ ἀόριστον· | πολλὰ γὰρ καὶ ἄπειρα τῷ ἑνὶ ὑπάρχει παντάπασιν ἀλλήλων διαφέροντα. τὸ μέντοι κατὰ συμβεβηκός, ὅταν μὴ μόνον ἐν τοῖς ἕνεκά του γίγνηται, ἀλλὰ καὶ ἐν οἷς ἡ προαίρεσις, τότε δὴ
5καὶ [τὸ] ἀπὸ τύχης προσαγορεύεται· οἷον τὸ εὑρεῖν χρυ‐ σίον σκάπτονθ’ ἵνα φυτεύσῃ, ἢ παθεῖν τι ἢ δρᾶσαι τῶν παρὰ τὸ ἔθος φεύγοντ’ ἢ διώκοντ’ ἢ ἄλλως βαδί‐ ζοντ’ ἢ αὐτὸ μόνον ἐπιστραφέντ’ οὐ τούτου ἕνεκα, ὅπερ συνέπεσεν, ἀλλ’ ἑτέρου τινὸς χάριν. διὸ καὶ ἀπρονόητον
10αἰτίαν καὶ ἄδηλον ἀνθρωπίνῳ λογισμῷ τὴν τύχην ἀπ‐ έδοσαν τῶν παλαιῶν ἔνιοι. κατὰ δὲ τοὺς ἀπὸ Πλάτωνος

572

B

ἔγγιον ἔτι προσιόντας αὐτῆς τῷ λόγῳ οὕτως ἀφώρισται ἡ τύχη, αἰτία κατὰ συμβεβηκὸς τῶν ἕνεκά του ἐν τοῖς κατὰ προαίρεσιν· ἔπειτ’ ἤδη καὶ τὸ ἀπρονόητον καὶ τὸ ἄδηλον ἀνθρωπίνῳ λογισμῷ προστιθέασιν. καίτοι γε κατὰ
5τὰ αὐτὰ καὶ τὸ σπάνιον καὶ παράλογον ἐμφαίνεται τῷ κατὰ συμβεβηκός· οἷον δ’ ἐστὶ τοῦτο, εἰ καὶ μὴ ἐκ τῶν ἄρτι ῥηθέντων, ἀλλ’ ἔκ γε τῶν ἐν τῷ Φαίδωνι γεγραμμένων σαφέστατα προσπίπτει. γέγραπται δ’ ὧδε (58a)· ‘οὐδὲ τὰ περὶ τῆς δίκης ἆρα ἐπύθοντο ὃν τρόπον ἐγένετο; Ναί·453
10ταῦτα μὲν ἡμῖν ἤγγειλέ τις· καὶ ἐθαυμάζομέν γε, ὅτι πάλαι

572

C

αὐτῆς γενομένης ὕστερον φαίνεται ἀποθανών· τί ἦν τοῦτο, ὦ Φαίδων; Τύχη τις αὐτῷ, ὦ Ἐχέκρατες, συνέβη· ἔτυχε γὰρ τῇ προτεραίᾳ τῆς δίκης ἡ πρύμνα ἐστεμμένη τοῦ πλοίου, ὃ εἰς Δῆλον Ἀθηναῖοι πέμπουσιν.‘ ἐν γὰρ τούτοις τό
5‘συνέβη‘ οὐκ ἀντὶ τοῦ ‘γέγονεν‘ ἀκουστέον, ἀλλὰ πολὺ μᾶλλον ἐκ συνδρομῆς τινος αἰτίων ἀπέβη ἄλλου πρὸς ἄλλο γεγονότος. ὁ μὲν γὰρ ἱερεὺς ἔστεφε τὸ πλοῖον ἄλλου χάριν ἀλλ’ οὐ Σωκράτους· οἱ δὲ δι’ ἕτερον κατεψηφίσαντ’ αὐτοῦ· αὐτὸ δὲ τὸ ἀποβὰν παράλογον καὶ τοιοῦτο ἀπέβη, οἷον
10κἂν ἐκ προνοίας ἐγεγόνει ἤτοι ἀνθρωπίνου τινὸς ἢ τῶν

572

D

ἔτι κρειττόνων. καὶ περὶ μὲν τῆς τύχης ταῦθ’ ἱκανά· 〈ἑξῆς δὲ σκεπτέον〉 οἷς συνυφίστασθαι 〈αὐτὴν〉 ἀνάγκη. † τὸ μὲν ἀπ’ αὐτοῦ παρωνύμως καὶ τοῦ ἐφ’ ἡμῖν προϋποκεῖσθαι ἐλέχθη, τὸ δ’ αὐτόματον ἐπὶ πλεῖον τῆς τύχης· εἰ γὰρ
5καὶ αὐτὴν περιλαβὸν ἔχει καὶ πολλὰ τῶν ἄλλοτ’ ἄλλως συμπίπτειν πεφυκότων. ἔστι δὲ κατ’ ὄνομα, ὅπερ αὐτό‐ ματον λέγεται, τὸ πεφυκὸς ἄλλου ἕνεκα, ὅταν μὴ ἐκεῖνο παρ.... ἐπεφύκει· οἷον δοκεῖ τὸ ὑπὸ κύνα ψῦχος. ποτὲ
γὰρ ψῦχος οὐ μάτην, οὐδὲ .... τὸ δ’ ὅλον, ὡς τὸ ἐφ’454
10ἡμῖν μέρος τοῦ ἐνδεχομένου, οὕτως ἡ τύχη τοῦ αὐτο‐

572

E

μάτου. ἔστι δ’ ἑκατέρου ἑκάτερον σύμπτωμα, τὸ μὲν αὐτόματον τοῦ ἐνδεχομένου, ἡ δὲ τύχη τοῦ ἐφ’ ἡμῖν, καὶ τούτου οὐχ ἅπαντος, ἀλλ’ ὅπερ ἂν καὶ κατὰ προαίρεσιν ᾖ, ὡς προείρηται (571d). διὸ καὶ τὸ μὲν αὐτόματον κοινὸν
5ἐμψύχων τε καὶ ἀψύχων, ἡ δὲ τύχη ἀνθρώπου ἴδιον ἤδη πράττειν δυναμένου. τεκμήριον δέ, ὅτι τὸ εὐτυχεῖν καὶ εὐδαιμονεῖν ταὐτὰ εἶναι δοξάζεται· ἡ δὲ εὐδαιμονία εὐπραξία τις ἡ δ’ εὐπραξία περὶ μόνον καὶ τέλειον ἄν‐ θρωπον.
10 Καὶ τὰ μὲν ἐντὸς τῆς εἱμαρμένης τοιαῦτα, τό τ’ ἐν‐ δεχόμενον καὶ 〈τὸ〉 δυνατόν, ἥ τε προαίρεσις καὶ τὸ ἐφ’ ἡμῖν, ἥ τε τύχη καὶ τὸ αὐτόματον, τά τε παρακείμεν’ αὐτοῖς

572

F

ὧν καὶ τὸ τάχα καὶ τὸ ἴσως· ἃ δὴ πάντα περιέχει μὲν ἡ εἱμαρμένη, οὐδὲν δ’ αὐτῶν ἐστι καθ’ εἱμαρμένην. λοιπὸν δ’ ἂν εἴη καὶ περὶ προνοίας εἰπεῖν, ὡς αὐτή γε περιείληφε τὴν εἱμαρμένην.
5 Ἔστιν οὖν πρόνοια ἡ μὲν ἀνωτάτω καὶ πρώτη τοῦ πρώτου θεοῦ νόησις εἴτε καὶ βούλησις οὖσα εὐεργέτις ἁπάντων, καθ’ ἣν πρώτως ἕκαστα τῶν θείων διὰ παντὸς ἄριστά τε καὶ κάλλιστα κεκόσμηται, ἡ δὲ δευτέρα δευ‐

573

A

τέρων θεῶν τῶν κατ’ οὐρανὸν ἰόντων, | καθ’ ἣν τά τε θνητὰ γίνεται τεταγμένως καὶ ὅσα πρὸς διαμονὴν καὶ σωτηρίαν ἑκάστων τῶν γενῶν, τρίτη δ’ ἂν εἰκότως ῥηθείη πρόνοιά τε καὶ προμήθεια τῶν ὅσοι περὶ γῆν δαίμονες
5τεταγμένοι τῶν ἀνθρωπίνων πράξεων φύλακές τε καὶ ἐπίσκοποί εἰσι. τριττῆς τοίνυν τῆς προνοίας θεωρου‐ μένης, κυριώτατα δὲ καὶ μάλιστα τῆς πρώτης λεγομένης,
οὐκ ἂν ὀκνήσαιμεν εἰπεῖν, εἰ καὶ φιλοσόφοις ἀνδράσι τἀναντία λέγειν δόξαιμεν, ὡς πάντα μὲν καθ’ εἱμαρμένην455
10καὶ κατὰ πρόνοιαν, οὐ μὴν καὶ κατὰ φύσιν· ἀλλ’ ἔνια μὲν

573

B

κατὰ πρόνοιαν καὶ ἄλλα γε κατ’ ἄλλην, ἔνια δὲ καθ’ εἱμαρ‐ μένην. καὶ ἡ μὲν εἱμαρμένη πάντως κατὰ πρόνοιαν, ἡ δὲ πρόνοια οὐδαμῶς καθ’ εἱμαρμένην (ἔστω δ’ ὁ λόγος τὰ νῦν περὶ τῆς πρώτης καὶ ἀνωτάτω)· τὸ μὲν 〈γὰρ〉 κατά
5τι ὕστερον ἐκείνου, καθ’ ὅ τι ἂν καὶ λέγηται, οἷον τὸ κατὰ νόμον τοῦ νόμου καὶ τὸ κατὰ φύσιν τῆς φύσεως· οὕτω δὲ καὶ τὸ καθ’ εἱμαρμένην τῆς εἱμαρμένης νεώτερον ἂν εἴη· ἡ δ’ ἀνωτάτω πρόνοια πρεσβύτατον ἁπάντων, πλὴν οὗπέρ ἐστιν εἴτε βούλησις εἴτε νόησις εἴτε καὶ
10ἑκάτερον. ἔστι δ’ ὡς πρότερον εἴρηται τοῦ πάντων πατρός τε καὶ δημιουργοῦ. ‘λέγωμεν γὰρ δή‘ φησὶν ὁ Τίμαιος

573

C

(29d) ‘δι’ ἥντινα αἰτίαν γένεσιν καὶ τὸ πᾶν τόδε ὁ ξυν‐ ιστὰς συνέστησεν. ἀγαθὸς ἦν· ἀγαθῷ δὲ οὐδεὶς οὐδέποτε περὶ οὐδενὸς ἐγγίγνεται φθόνος· τούτου δ’ ἐκτὸς ὢν πάντα ὅτι μάλιστα ἐβουλήθη γενέσθαι παραπλήσια ἑαυτῷ. ταύ‐
5την δὴ γενέσεως καὶ κόσμου μάλιστ’ ἄν τις ἀρχὴν κυριω‐ τάτην παρ’ ἀνδρῶν φρονίμων ἀποδεχόμενος ὀρθότατ’ ἀπο‐ δέχοιτ’ ἄν. βουληθεὶς γὰρ ὁ θεὸς ἀγαθὰ μὲν πάντα, φαῦλον δὲ μηδὲν εἶναι κατὰ δύναμιν, οὕτω δὴ πᾶν ὅσον ἦν ὁρατὸν παραλαβών, οὐχ ἡσυχίαν ἄγον ἀλλὰ κινούμενον
10πλημμελῶς καὶ ἀτάκτως, εἰς τάξιν αὐτὸ ἦγεν ἐκ τῆς ἀτα‐
ξίας, ἡγησάμενος ἐκεῖνο τοῦδε πάντως ἄμεινον. θέμις δὲ οὔτ’ ἦν οὔτ’ ἔστι τῷ ἀρίστῳ δρᾶν ἄλλο πλὴν τὸ κάλ‐456

573

D

λιστον.‘ ταῦτα μὲν οὖν καὶ τὰ τούτων ἐχόμενα μέχρι ψυ‐ χῶν ἀνθρωπίνων κατὰ πρόνοιαν νομιστέον τήν γε πρώτην συνεστηκέναι· τὰ δ’ ἐντεῦθεν οὕτω λεγόμενα (41d) ‘συ‐ στήσας δὲ τὸ πᾶν ἰσαρίθμους τοῖς ἄστροις ἔταξεν ....
5διεῖλέ τε ψυχὰς ἑκάστην πρὸς ἕκαστον, καὶ ἐμβιβάσας ὡς εἰς ὄχημα τὴν τοῦ παντὸς φύσιν ἔδειξε νόμους τε τοὺς εἱμαρμένους 〈εἶπεν αὐταῖσ〉·‘ ταῦτα δὲ τίς οὐκ ἂν διαρρήδην καὶ σαφέστατ’ οἰηθείη τὴν εἱμαρμένην δηλοῦν, ὥσπερ τινὰ βάσιν καὶ πολιτικὴν νομοθεσίαν ταῖς ἀνθρω‐
10πίναις ψυχαῖς προσήκουσαν, ἧς δὴ καὶ τὴν αἰτίαν ἑξῆς ἐπιφέρει; τὴν δὲ δευτέραν πρόνοιαν ὧδέ πως ἐπισημαίνεται

573

E

λέγων (42d) ‘διαθεσμοθετήσας πάντα αὐτοῖς, ἵνα τοῖς ἔπειτα εἴη κακίας ἑκάστων ἀναίτιος, ἔσπειρε τοὺς μὲν εἰς τὴν γῆν, τοὺς δ’ εἰς τὴν σελήνην, τοὺς δ’ εἰς τὰ ἄλλα 〈ὅσα〉 ὄργανα χρόνου. τὸ δὲ μετὰ τὸν σπόρον τοῖς νέοις παρέδωκε
5θεοῖς σώματα πλάττειν θνητά, τό τ’ ἐπίλοιπον, ὅσον ἐστὶ ψυχῆς ἀνθρωπίνης δέον προσγενέσθαι, τοῦτο καὶ πάνθ’ ὅσα ἀκόλουθα ἐκείνοις ἀπεργασαμένους ἄρχειν καὶ κατὰ

573

F

δύναμιν ὅτι κάλλιστα καὶ ἄριστα τὸ θνητὸν διακυβερνᾶν ζῷον, ὅ τι μὴ κακῶν αὐτὸ αὑτῷ γίνοιτο αἴτιον.‘ ἐν γὰρ τούτοις τὸ μέν ‘ἵνα τοῖς ἔπειτα εἴη κακίας ἀναίτιος ἑκά‐ στῳ‘ σαφεστάτην αἰτίαν σημαίνει τῆς εἱμαρμένης, ἡ δὲ
5τῶν νέων θεῶν τάξις καὶ δημιουργία τὴν δευτέραν πρό‐ νοιαν δηλοῖ· καί πως καὶ τρίτης παρεφάπτεσθαι ἔοικεν, εἴ γε δὴ τούτου χάριν ἡ θεσμοθεσία, ‘ἵνα τῆς ἔπειτα εἴη κακίας ἑκάστῳ ἀναίτιος·‘ θεὸς δὲ κακίας ἄμοιρος οὔτε
νόμων οὔθ’ εἱμαρμένης ἐπιδέοιτ’ ἄν, ἀλλὰ τῇ προνοίᾳ τοῦ457
10γεννήσαντος συνεπισπώμενος ἕκαστος αὐτῶν πράττει τὰ

574

A

αὑτοῦ· | ταῦτα δ’ ἀληθῆ καὶ ἀρέσκοντα τῷ Πλάτωνι εἶναι φανερά μοι δοκεῖ μαρτύρια τὰ πρὸς τοῦ νομοθέτου ἐν τοῖς Νόμοις οὕτω λεγόμενα (875c sqq.)· ‘ἐπεὶ ταῦτα εἴ ποτέ τις ἀνθρώπων φύσει ἱκανός, θείᾳ μοίρᾳ γεννηθείς, παρα‐
5λαβεῖν δυνατὸς εἴη, νόμων οὐδὲν ἂν δέοιτο αὑτοῦ ἀρξόν‐ των· ἐπιστήμης γὰρ οὔτε νόμος οὔτε τάξις οὐδεμία κρείτ‐ των, οὐδὲ θέμις ἐστὶ 〈νοῦν〉 οὐδενὸς ὑπήκοον οὐδὲ δοῦλον ἀλλὰ πάντων ἄρχοντα εἶναι, ἐάνπερ ἀληθινὸς ἐλεύθερός τε ὄντως ᾖ κατὰ φύσιν.‘
10Ἐγὼ μὲν οὖν τὰ [πρὸς] τοῦ Πλάτωνος † ταύτῃ τῇ

574

B

παροιμίᾳ λαμβάνω. τριττῆς γὰρ οὔσης τῆς προνοίας ἡ μὲν ἅτε γεννήσασα τὴν εἱμαρμένην τρόπον τινὰ αὐτὴν περιλαμβάνει, ἡ δὲ συγγεννηθεῖσα τῇ εἱμαρμένῃ πάντως αὐτῇ συμπεριλαμβάνεται, ἡ δ’ ὡς ὕστερον τῆς εἱμαρ‐
5μένης γενομένη κατὰ τὰ αὐτὰ δὴ ἐμπεριέχεται ὑπ’ αὐτῆς, καθ’ ἃ καὶ τὸ ἐφ’ ἡμῖν καὶ ἡ τύχη εἴρηται. ‘οἷς γὰρ ἂν συλλάβηται τῆς συνουσίας ἡ τοῦ δαιμονίου δύναμισ‘, ὥς φησι Σωκράτης μονονουχὶ θεσμόν τινα καίτοι οὐ τὸν Ἀδραστείας διεξιὼν πρὸς τὸν Θεάγην, (129e) ‘οὗτοί
10εἰσιν, ὧν καὶ σὺ ᾔσθησαι· ταχὺ γὰρ παραχρῆμα ἐπι‐ διδόασιν.‘ οὐκοῦν ἐν τούτῳ τὸ μέν ‘συλλαμβάνειν τισὶ τὸ

574

C

δαιμόνιον‘ κατὰ τὴν τρίτην πρόνοιαν [ἀνα]θετέον, τὸ δέ ‘ταχὺ παραχρῆμα ἐπιδιδόναι‘ καθ’ εἱμαρμένην, τὸ δ’ ὅλον οὐκ ἄδηλον, ὡς αὐτὸ τοῦθ’ εἱμαρμένη τίς ἐστιν. τάχα δ’ ἂν αὖ τῳ πολὺ πιθανώτερον δόξειε καὶ τὴν δευτέραν πρό‐
5νοιαν ὑπὸ τῆς εἱμαρμένης περιέχεσθαι καὶ πάνθ’ ἁπλῶς τὰ γινόμενα, εἴ γε καὶ ἡ κατ’ οὐσίαν εἱμαρμένη ὀρθῶς ἡμῖν εἰς τὰς τρεῖς μοίρας διανενέμηται καὶ ὁ τῆς ἁλύσεως λόγος τὰς περὶ οὐρανὸν περιόδους τοῖς ἐξ ὑποθέσεως ἀπο‐ βαίνουσι συγκαταλέγει. ἀλλὰ περὶ μὲν τούτων οὐκ 〈ἂν〉458

574

D

ἔγωγ’ ἐπὶ πλέον διενεχθείην πότερον ἐξ ὑποθέσεως † λεγό‐ μενα ἢ ὡς μᾶλλον σὺν εἱμαρμένῃ προκατάρχοντος αὐτῆς τῆς εἱμαρμένης εἱμαρμένου. Ὁ 〈μὲν〉 οὖν ἡμέτερος λόγος ἐπὶ κεφαλαίων εἰπεῖν
5τοιοῦτός τις ἂν εἴη, ὁ δὲ τούτων ἐναντίος οὐ μόνον ἐν εἱμαρμένῃ ἀλλὰ καὶ καθ’ εἱμαρμένην πάντα τίθεται, πάντα δὲ θατέρῳ συνᾴδει· τὰ δὲ τῷ ἑτέρῳ συνῳδὰ δῆλον ὅτι καὶ θατέρῳ. κατὰ μὲν οὖν τόνδε τὸν λόγον τὸ ἐνδεχόμενον 〈πρῶτον〉 εἴρηται καὶ τό γ’ ἐφ’ ἡμῖν δεύτερον καὶ τρίτον
10ἥ τε τύχη καὶ τὸ αὐτόματον καὶ ὅσα κατ’ αὐτά· ἔπαινος

574

E

δὲ καὶ ψόγος καὶ τὰ τούτων συγγενῆ τέταρτα, πέμπτον δὲ καὶ ἐπὶ πᾶσιν εὐχαὶ θεῶν καὶ θεραπεῖαι λεγέσθω· ἀργοὶ δὲ καὶ θερίζοντες λόγοι καὶ ὁ παρὰ τὴν εἱμαρμένην ὀνο‐ μαζόμενος σοφίσμαθ’ ὡς ἀληθῶς κατὰ τοῦτον τὸν λόγον
5τυγχάνει ὄντα. κατὰ δὲ τὸν ἐναντίον μάλιστα μὲν καὶ πρῶτον 〈ἂν〉 εἶναι δόξειε τὸ μηδὲν ἀναιτίως γίγνεσθαι ἀλλὰ κατὰ προηγουμένας αἰτίας, δεύτερον δὲ τὸ φύσει διοικεῖσθαι τόνδε τὸν κόσμον σύμπνουν καὶ συμπαθῆ αὐτὸν αὑτῷ ὄντα, τρίτον δέ, ἃ πρὸς τούτοις μαρτύρια
10μᾶλλον ἔοικεν εἶναι· μαντικὴ μὲν ἅπασιν ἀνθρώποις εὐ‐ δόκιμος ὡς ἀληθῶς θεῷ 〈συν〉υπάρχουσα, ἡ δὲ τῶν σοφῶν459

574

F

πρὸς τὰ συμβαίνοντα εὐαρέστησις, ὡς πάντα κατὰ μοῖραν γιγνόμενα, δευτέρα, τρίτον δὲ τὸ πολυθρύλητον τοῦτο, ὅτι πᾶν ἀξίωμα ἢ ἀληθές ἐστιν ἢ ψευδές. τούτων γε μὴν ἐπὶ τοσοῦτον ἐμνήσθημεν, ἵνα ὡς ἐπὶ βραχὺ τὰ τῆς εἱμαρ‐
5μένης 〈κεφάλαια δηλωθείη〉· ἃ χρὴ διερευνήσασθαι κατὰ τὴν ἀκριβῆ βάσανον ἑκατέρου τῶν λόγων, τὰ δὲ καθ’
ἕκαστα τούτων ἐσαῦθις μέτιμεν.460