TLG 0007 106 :: PLUTARCHUS :: De laude ipsius (539a–547f) PLUTARCHUS Biogr.
Phil. De laude ipsius (539a–547f) Source: Pohlenz, M. (ed.), Plutarchi moralia, vol. 3. Leipzig: Teubner, 1929 (repr. 1972): 371–393. Citation: Stephanus page — section — (line) | ||
t1 | ΠΕΡΙ ΤΟΥ ΕΑΥΤΟΝ ΕΠΑΙΝΕΙΝ ΑΝΕΠΙΦΘΟΝΩΣ | |
539A | Τὸ περὶ ἑαυτοῦ λέγειν ὥς τι ὄντος ἢ δυναμένου πρὸς ἑτέρους, ὦ Ἥρκλανε, λόγῳ μὲν ἐπαχθὲς ἀποφαίνουσι | |
539B | πάντες καὶ ἀνελεύθερον, ἔργῳ δ’ οὐ πολλοὶ τὴν ἀηδίαν αὐτοῦ διαπεφεύγασιν οὐδὲ τῶν ψεγόντων. ὁ γοῦν Εὐρι‐ πίδης εἰπών (fr. 978) | |
3 | ‘εἰ δ’ ἦσαν ἀνθρώποισιν ὠνητοὶ λόγοι, | |
---|---|---|
5 | οὐδεὶς ἂν αὑτὸν εὖ λέγειν ἐβούλετο· | |
νῦν δ’, ἐκ βαθείας γὰρ πάρεστιν αἰθέρος λαβεῖν ἀμισθί, πᾶς τις ἥδεται λέγων τά τ’ ὄντα καὶ μή· ζημίαν γὰρ οὐκ ἔχει‘ | 371 | |
8 | φορτικωτάτῃ κέχρηται μεγαλαυχίᾳ [καὶ] τῷ συγκατα‐ | |
10 | πλέκειν τοῖς τραγῳδουμένοις πάθεσι καὶ πράγμασι μηδὲν | |
539C | προσήκοντα τὸν περὶ αὑτοῦ λόγον. ὁμοίως ὁ Πίνδαρος φήσας (Ol. 9, 38) ‘καὶ τὸ καυχᾶσθαι παρὰ καιρὸν μα‐ νίαις ὑποκρέκειν‘ οὐ παύεται μεγαληγορῶν περὶ τῆς ἑαυτοῦ δυνάμεως ἀξίας μὲν ἐγκωμίων οὔσης· τίς γὰρ οὔ | |
5 | φησιν; ἀλλὰ καὶ τοὺς στεφανουμένους ἐν τοῖς ἀγῶσιν ἕτεροι νικῶντας ἀναγορεύουσι, τὴν ἀηδίαν τῆς περιαυτο‐ λογίας ἀφαιροῦντες. ᾗ καὶ τὸν Τιμόθεον ἐπὶ τῇ κατὰ Φρύνιδος νίκῃ γράφοντα (fr. 27 W.) | |
8 | ‘μακάριος ἦσθα, Τιμόθεος, εὖτε κᾶρυξ | |
10 | εἶπε· ‘νικᾷ Τιμόθεος Μιλήσιος τὸν Κάμωνος τὸν ἰωνοκάμπταν‘‘ | |
11 | εἰκότως δυσχεραίνομεν ὡς ἀμούσως καὶ παρανόμως ἀνα‐ | |
539D | κηρύττοντα τὴν ἑαυτοῦ νίκην. αὐτῷ μὲν γὰρ ὁ παρ’ ἄλλων ἔπαινος ἥδιστον ἀκουσμάτων ἐστίν, ὥσπερ ὁ Ξενοφῶν εἴρηκεν (Mem. II 1, 31), ἑτέροις δ’ ὁ περὶ αὑτοῦ λυπηρότατον. πρῶτον μὲν γὰρ ἀναισχύντους ἡγού‐ | |
5 | μεθα τοὺς ἑαυτοὺς ἐπαινοῦντας, αἰδεῖσθαι προσῆκον αὐτοῖς κἂν ὑπ’ ἄλλων ἐπαινῶνται· δεύτερον δ’ ἀδίκους, ἃ λαμβάνειν ἔδει παρ’ ἑτέρων, 〈αὐτοὺσ〉 αὑτοῖς διδόντας· | |
τρίτον ἢ σιωπῶντες ἄχθεσθαι καὶ φθονεῖν δοκοῦμεν, ἢ τοῦτο δεδοικότες ἀναγκαζόμεθα συνεφάπτεσθαι παρὰ | 372 | |
10 | γνώμην τῶν ἐπαίνων καὶ συνεπιμαρτυρεῖν, πρᾶγμα κολα‐ κείᾳ μᾶλλον ἀνελευθέρῳ προσῆκον ἢ τιμῇ τὸ ἐπαινεῖν παρόντας ὑπομένοντες. | |
539E | Οὐ μὴν ἀλλὰ καίπερ οὕτω τούτων ἐχόντων ἔστιν ᾗ παρακινδυνεύσειεν ἂν ὁ πολιτικὸς ἀνὴρ ἅψασθαι τῆς καλουμένης περιαυτολογίας πρὸς οὐδεμίαν αὑτοῦ δόξαν ἢ χάριν, ἀλλὰ καιροῦ καὶ πράξεως ἀπαιτούσης ὡς περὶ | |
5 | ἄλλου τι λεχθῆναι καὶ περὶ αὑτοῦ τῶν ἀληθῶν· μάλιστα δ’ ὅταν ᾖ, τὰ πεπραγμένα καὶ προσόντα χρηστὰ [τὸ] μὴ φεισάμενον εἰπεῖν [ἢ] διαπράξασθαί τι τῶν ὁμοίων. κα‐ λὸν γὰρ ὁ τοιοῦτος ἔπαινος ἐκφέρει καρπόν, ὥσπερ ἀπὸ σπέρματος πλειόνων ἑτέρων ἀπ’ αὐτοῦ καὶ κρειττόνων | |
10 | φυομένων ἐπαίνων. καὶ γὰρ τὴν δόξαν ὁ πολιτικὸς ἀνὴρ οὐχ ὥς τινα μισθὸν ἢ παραμυθίαν τῆς ἀρετῆς ἀπαιτεῖ | |
539F | καὶ ἀγαπᾷ ταῖς πράξεσι παροῦσαν, ἀλλ’ ὅτι τὸ πιστεύε‐ σθαι καὶ δοκεῖν χρηστὸν εἶναι πλειόνων καὶ καλλιόνων πράξεων ἀφορμὰς δίδωσι. πειθομένους γὰρ ἅμα καὶ φι‐ λοῦντας ἡδὺ καὶ ῥᾴδιον ὠφελεῖν, πρὸς δ’ ὑποψίαν καὶ δια‐ | |
5 | βολὴν οὐκ ἔστι χρήσασθαι τῇ ἀρετῇ, φεύγοντας εὖ πα‐ θεῖν προσβιαζόμενον. Εἰ δὲ καὶ δι’ ἑτέρας αἰτίας ὁ πολιτικὸς ἂν αὑτὸν ἐπαι‐ | |
540A | νέσειε, | [τίνες εἰσὶν αὗται] σκεπτέον, ὅπως ἐξευλαβούμενοι τὸ κενὸν καὶ δυσχεραινόμενον, εἴ τι χρήσιμον ἔχει, μὴ παραλίπωμεν. | |
Ἔστιν οὖν κενὸς ἔπαινος ὁ τῶν ἑαυτοὺς ἐπαινεῖν, | 373 | |
5 | ὅπως ἐπαινεθῶσι, δοκούντων· καὶ καταφρονεῖται μάλιστα, φιλοτιμίας ἕνεκα γίγνεσθαι καὶ δόξης ἀκαίρου φαινόμενος. ὡς γὰρ οἱ τροφῆς ἀποροῦντες ἐξ αὐτοῦ τοῦ σώματος ἀναγ‐ κάζονται παρὰ φύσιν τρέφεσθαι, καὶ τοῦτο τοῦ λιμοῦ τέλος ἐστίν, οὕτως οἱ πεινῶντες ἐπαίνων, ἂν μὴ τυγχάνω‐ | |
10 | σιν ἑτέρων ἐπαινούντων, αὐτοὶ τῇ φιλοδοξίᾳ παρ’ αὑτῶν ἐπαρκεῖν τι βούλεσθαι καὶ συνεισφέρειν δοκοῦντες ἀσχη‐ | |
540B | μονοῦσιν. ὅταν δὲ μηδ’ ἁπλῶς καὶ καθ’ ἑαυτοὺς ἐπαινεῖ‐ σθαι ζητῶσιν, ἀλλ’ ἁμιλλώμενοι πρὸς ἀλλοτρίους ἐπαί‐ νους ἔργα καὶ πράξεις ἀντιπαραβάλλωσιν αὑτῶν ὡς ἀμαυ‐ ρώσοντες ἑτέρους, πρὸς τῷ κενῷ βάσκανον πρᾶγμα καὶ | |
5 | κακόηθες ποιοῦσι. τὸν μὲν γὰρ ἐν ἀλλοτρίῳ χορῷ πόδα τιθέντα περίεργον ἡ παροιμία καὶ γελοῖον ἀποδείκνυσι, τὴν δ’ ἐν ἀλλοτρίοις ἐπαίνοις εἰς μέσον ὑπὸ φθόνου καὶ ζηλοτυπίας ἐξωθουμένην περιαυτολογίαν εὖ μάλα δεῖ φυ‐ λάττεσθαι, καὶ μηδ’ ἑτέρων ὑπομένειν ἐπαινούντων αὑτόν, | |
10 | ἀλλὰ παραχωρεῖν τοῖς τιμωμένοις ἀξίοις οὖσιν· ἂν δ’ ἀνάξιοι καὶ φαῦλοι δόξωσιν εἶναι, μὴ τοῖς ἰδίοις ἐπαίνοις | |
540C | ἀφαιρώμεθα τοὺς ἐκείνων, ἀλλ’ ἄντικρυς ἐλέγχοντες καὶ δεικνύντες οὐ προσηκόντως εὐδοκιμοῦντας. Ταῦτα μὲν οὖν δῆλον ὅτι φυλακτέον. αὑτὸν δ’ ἐπαινεῖν ἀμέμπτως ἔστι πρῶτον μέν, ἂν ἀπολογούμε‐ | |
5 | νος τοῦτο ποιῇς πρὸς διαβολὴν ἢ κατηγορίαν, ὡς ὁ Περικλῆς (Thuc. II 60, 5)· ‘καίτοι ἐμοὶ τοιούτῳ ἀνδρὶ ὀργίζεσθε, ὃς οὐδενὸς ἥσσων οἴομαι εἶναι γνῶναί | |
τε τὰ δέοντα καὶ ἑρμηνεῦσαι ταῦτα, φιλόπολίς τε καὶ χρημάτων κρείσσων.‘ οὐ γὰρ μόνον ἀλαζονείαν καὶ | 374 | |
10 | κενότητα καὶ φιλοτιμίαν ἐκπέφευγε τὸ λέγειν τι τηνι‐ καῦτα περὶ αὑτοῦ σεμνόν, ἀλλὰ καὶ φρόνημα καὶ μέγεθος ἀρετῆς διαδείκνυσι τῷ μὴ ταπεινοῦσθαι ταπει‐ | |
540D | νούσης καὶ χειρουμένης τὸν φθόνον. οὐδὲ γὰρ κρίνειν ἔτι τοὺς τοιούτους ἀξιοῦσιν, ἀλλ’ ἐπαίρονται καὶ γάνυνται καὶ συνενθουσιῶσι ταῖς μεγαλαυχίαις, ἄνπερ ὦσι βέβαιοι καὶ ἀληθεῖς· ὡς ἐπιμαρτυρεῖ τὰ γινόμενα. Θηβαῖοι γοῦν, ἐγκα‐ | |
5 | λουμένων τῶν στρατηγῶν ὅτι τοῦ χρόνου τῆς βοιωταρ‐ χίας ἐξήκοντος αὐτοῖς οὐκ εὐθὺς ἐπανῆλθον ἀλλ’ εἰς τὴν Λακωνικὴν ἐνέβαλον καὶ τὰ περὶ Μεσσήνην διῴκησαν, Πελοπίδαν μὲν ὑποπίπτοντα καὶ δεόμενον μόλις ἀπέλυσαν, Ἐπαμεινώνδου δὲ πολλὰ περὶ τῶν πεπραγμένων μεγαλη‐ | |
10 | γορήσαντος, τέλος δὲ φήσαντος ὡς ἕτοιμός ἐστιν ἀποθνῄ‐ | |
540E | σκειν, ἂν ὁμολογήσωσιν, ὅτι τὴν Λακωνικὴν διεπόρθησε καὶ Μεσσήνην ᾤκισε καὶ συνέστησεν Ἀρκαδίαν ἀκόντων ἐκείνων, οὐδὲ τὰς ψήφους ἀναλαβεῖν ἐπ’ αὐτὸν ὑπέμειναν, ἀλλὰ θαυμάζοντες τὸν ἄνδρα καὶ χαίροντες ἅμα καὶ γε‐ | |
5 | λῶντες ἀπηλλάγησαν. ὅθεν οὐδὲ τοῦ Ὁμηρικοῦ Σθενέλου παντάπασιν αἰτιατέον τὸ (Δ 405) | |
6 | ‘ἡμεῖς τοι πατέρων μέγ’ ἀμείνονες εὐχόμεθ’ εἶναι‘ | |
7 | ||
μεμνημένους τοῦ (Δ 370) ‘ὤ μοι, Τυδέος υἱὲ δαΐφρονος ἱπποδάμοιο, | 375 | |
10 | τί πτώσσεις; τί δ’ ὀπιπεύεις πολέμοιο γεφύρας;‘ | |
10 | οὐδὲ γὰρ αὐτὸς ἀκούσας κακῶς ἀλλ’ ὑπὲρ τοῦ φίλου λοιδο‐ | |
540F | ρηθέντος ἠμύνατο, τῇ περιαυτολογίᾳ παρρησίαν συγγνώ‐ μονα τῆς αἰτίας διδούσης. ἀλλὰ μὴν καὶ Ῥωμαῖοι Κικέ‐ ρωνι μὲν ἐδυσχέραινον ἐγκωμιάζοντι πολλάκις ἑαυτοῦ τὰς περὶ Κατιλίναν πράξεις, Σκιπίωνι δ’ εἰπόντι μὴ πρέπειν | |
5 | αὐτοῖς κρίνειν περὶ Σκιπίωνος, δι’ ὃν ἔχουσι τὸ κρίνειν πᾶσιν ἀνθρώποις, στεφανωσάμενοι συνανέβησαν εἰς τὸ | |
541A | Καπιτώλιον | καὶ συνέθυσαν. ὁ μὲν γὰρ οὐκ ἀναγκαίως ἀλλ’ ὑπὲρ δόξης ἐχρῆτο τοῖς ἐπαίνοις, τοῦ δ’ ἀφῄρει τὸν φθόνον ὁ κίνδυνος. Οὐ μόνον δὲ κρινομένοις καὶ κινδυνεύουσιν, ἀλλὰ καὶ | |
5 | δυστυχοῦσι μᾶλλον ἁρμόζει μεγαλαυχία καὶ κόμπος ἢ εὐτυ‐ χοῦσιν. οἱ μὲν γὰρ οἷον ἐπιδράττεσθαι τῆς δόξης καὶ ἀπο‐ λαύειν χαριζόμενοι τῷ φιλοτίμῳ δοκοῦσιν, οἱ δὲ πόρρω φιλοτιμίας διὰ τὸν καιρὸν ὄντες ἐξαναφέρειν πρὸς τὴν τύχην καὶ ὑπερείδειν τὸ φρόνημα καὶ φεύγειν ὅλως τὸ | |
10 | ἐλεεινὸν καὶ συνεπιθρηνοῦν τοῖς ἀβουλήτοις καὶ ταπεινού‐ μενον. ὥσπερ οὖν τοὺς ἐν τῷ περιπατεῖν ἐπαιρομένους καὶ | |
541B | ὑψαυχενοῦντας ἀνοήτους ἡγούμεθα καὶ κενούς, ἂν δὲ πυκ‐ τεύοντες ἢ μαχόμενοι διεγείρωσι καὶ ἀνάγωσιν ἑαυτούς, ἐπαινοῦμεν, οὕτως ἀνὴρ ὑπὸ τύχης σφαλλόμενος ἑαυτὸν εἰς ὀρθὸν καθιστὰς καὶ ἀντίπαλον ‘πύκτης ὅπως εἰς χεῖ‐ | |
5 | ρασ‘ (Soph. Tr. 442), ἐκ τοῦ ταπεινοῦ καὶ οἰκτροῦ τῇ μεγαλαυχίᾳ μεταφέρων εἰς τὸ γαῦρον καὶ ὑψηλόν, οὐκ ἐπαχθὴς οὐδὲ θρασὺς ἀλλὰ μέγας εἶναι δοκεῖ καὶ ἀήττη‐ | |
τος. ὥς που καὶ τὸν Πάτροκλον ὁ ποιητὴς μέτριον καὶ ἀνεπίφθονον ἐν τῷ κατορθοῦν ἐν δὲ τῷ τελευτᾶν μεγαλή‐ | 376 | |
10 | γορον πεποίηκε λέγοντα (Π 847) | |
10 | ‘τοιοῦτοι δ’ εἴπερ μοι ἐείκοσιν ἀντεβόλησαν.‘ | |
11 | ||
541C | καὶ Φωκίων τἄλλα πρᾶος ἦν, μετὰ δὲ τὴν καταδίκην ἄλλοις τε πολλοῖς διεδείκνυε τὴν μεγαλοφροσύνην, καὶ πρὸς ἕνα τῶν συναποθνῃσκόντων ὀδυρόμενον καὶ δυσανα‐ σχετοῦντα ‘τί λέγεισ‘ εἶπεν ‘οὗτος; οὐκ ἀγαπᾷς ἀποθνῄ‐ | |
5 | σκων μετὰ Φωκίωνος;‘ Ἔτι τοίνυν οὐχ ἧττον ἀλλὰ καὶ μᾶλλον ἀδικουμένῳ τῷ πολιτικῷ δέδοται τὸ λέγειν τι περὶ αὑτοῦ πρὸς τοὺς ἀγνωμονοῦντας. ὥσπερ ὁ Ἀχιλλεὺς ἄλλως μὲν ὑφίετο τῷ θείῳ τῆς δόξης καὶ μέτριος ἦν λέγων (Α 128) | |
9 | ||
10 | ‘αἴ κέ ποθι Ζεύς δῷσι πόλιν Τροίην εὐτείχεον ἐξαλαπάξαι,‘ | |
11 | ὑβρισθεὶς δὲ παρ’ ἀξίαν καὶ προπηλακισθεὶς ἐφίησι τὴν | |
541D | μεγαλαυχίαν τῇ ὀργῇ (Ι 328) | |
1 | ‘δώδεκα γὰρ σὺν νηυσὶ πόλεις ἀλάπαξ’ ἀνθρώπων‘ | |
2 | καί (Π 70) | |
3 | ‘οὐ γὰρ ἐμῆς κόρυθος λεύσουσι μέτωπον | |
5 | ἐγγύθι λαμπομένης.‘ | |
5 | δέχεται γὰρ ἡ παρρησία, μέρος οὖσα τῆς δικαιολογίας, τὴν μεγαληγορίαν. ἀμέλει δὲ καὶ Θεμιστοκλῆς οὐδὲν ἐπὶ τῶν πράξεων εἰπὼν οὐδὲ ποιήσας ἐπαχθές, ὁπηνίκα τοὺς | |
Ἀθηναίους ἑώρα μεστοὺς ὄντας αὐτοῦ καὶ περιορῶντας, | 377 | |
10 | οὐκ ἐφείδετο λέγειν ‘τί, ὦ μακάριοι, κοπιᾶτε πολλάκις ὑπὸ τῶν αὐτῶν εὖ πάσχοντες;‘ καὶ ὅτι ‘χειμαζόμενοι μὲν | |
541E | ὥσπερ ὑπὸ δένδρον ὑποφεύγετε, γενομένης δ’ εὐδίας τίλ‐ λετε παρεξιόντες.‘ Οὗτοι μὲν οὖν ἄλλως ἀδικούμενοι τῶν κατωρθω‐ μένων ἐμέμνηντο πρὸς τοὺς ἀγνωμονοῦντας· ὁ δ’ ἐπ’ | |
5 | αὐτοῖς ψεγόμενος οἷς κατώρθωκε καὶ παντάπασι συγγνω‐ στός ἐστι καὶ ἄμεμπτος ἐγκωμιάζων τὰ πεπραγμένα· δοκεῖ γὰρ οὐκ ὀνειδίζειν ἀλλ’ ἀπολογεῖσθαι. τοῦτο γοῦν λαμπρὰν τῷ Δημοσθένει παρρησίαν ἐδίδου καὶ τὸν κόρον ἀφῄρει τῶν ἐπαίνων, οἷς παρὰ πάντα τὸν λόγον ὁμοῦ τι | |
10 | τὸν ὑπὲρ τοῦ στεφάνου κέχρηται, σεμνυνόμενος οἷς ἐνεκα‐ λεῖτο περὶ τοῦ πολέμου πρεσβεύμασι καὶ ψηφίσμασιν. Οὐ πόρρω δὲ τούτου τεταγμένον ἔχει τινὰ χάριν τὸ | |
541F | τῆς ἀντιθέσεως, ὅταν, ἐφ’ ᾧ τις ἐγκαλεῖται, τούτου τοὐν‐ αντίον αἰσχρὸν ἀποδεικνύῃ καὶ φαῦλον. ὡς ὁ Λυκοῦργος ἐν Ἀθήναις ἐπὶ τῷ πεπεικέναι τὸν συκοφάντην ἀργυρίου λοιδορούμενος ‘εἶτ’‘ ἔφη ‘ποῖός τις ὑμῖν δοκῶ εἶναι πολί‐ | |
5 | της, ὃς τοσοῦτον χρόνον τὰ δημόσια πράττων παρ’ ὑμῖν διδοὺς μᾶλλον ἀδίκως ἢ λαμβάνων εἴλημμαι;‘ καὶ ὁ Κικέ‐ | |
542A | ρων, τοῦ Μετέλλου πρὸς αὐτὸν εἰπόντος | ὅτι πλείονας ἀνῄρηκε καταμαρτυρήσας ἢ συνηγορήσας σέσωκε, ‘τίς δ’‘ εἶπεν ‘οὔ φησιν ἐν ἐμοὶ πλέον εἶναι πίστεως ἢ δεινότητος;‘ | |
καὶ τὰ Δημοσθένους τοιαῦτα (18, 101)· ‘τίς δ’ οὐκ ἂν | 378 | |
5 | ἀπέκτεινέ με δικαίως, εἴ τι τῶν τῇ πόλει καλῶν ὑπαρχόν‐ των λόγῳ μόνον αἰσχύνειν ἐπεχείρησα;‘ καί (18, 240) ‘τί ἂν οἴεσθε λέγειν τοὺς μιαροὺς τούτους ἀνθρώπους, εἰ τότε μου περὶ τούτων ἀκριβολογουμένου ἀπῆλθον αἱ πόλεις;‘ καὶ ὅλως ὁ περὶ τοῦ στεφάνου λόγος εὐφυεστάταις ἀντι‐ | |
10 | θέσεσι ταῖς λύσεσι τῶν αἰτιῶν ἐπεισάγει τοὺς ἐπαίνους. Οὐ μὴν ἀλλὰ καὶ τοῦτο χρήσιμόν ἐστιν ἐν ἐκείνῳ τῷ | |
542B | λόγῳ καταμαθεῖν, ὅτι μιγνύων ἐμμελέστατα τῷ περὶ αὑτοῦ λόγῳ τὸν περὶ τῶν ἀκουόντων ἔπαινον ἀνεπίφθονον ἐποίει καὶ ἀφίλαυτον, οἵους μὲν Εὐβοεῦσιν οἱ Ἀθηναῖοι παρέσχον αὑτοὺς οἵους δὲ Θηβαίοις, ὅσα δὲ Βυζαντίους | |
5 | ἀγαθὰ καὶ Χερρονησίτας ἐποίησαν, αὑτῷ δὲ τῆς διακονίας μετεῖναι φάσκων. λανθάνει γὰρ οὕτως ὁ ἀκροατὴς τοῖς ἰδίοις ἐπαίνοις συνυποδυόμενον τὸν τοῦ λέγοντος ἡδέως προσδεχόμενος, καὶ χαίρει μὲν ἐφ’ οἷς κατώρθωσε λεγο‐ μένοις, τῷ δὲ χαίρειν εὐθὺς ἕπεται τὸ θαυμάζειν καὶ | |
10 | ἀγαπᾶν δι’ ὃν κατώρθωσεν. ὅθεν καὶ Ἐπαμεινώνδας Μενεκλείδου ποτὲ χλευάζοντος αὐτὸν ὡς μεῖζον τοῦ Ἀγα‐ | |
542C | μέμνονος φρονοῦντα ‘δι’ ὑμᾶς γ’,‘ εἶπεν ‘ὦ ἄνδρες Θη‐ βαῖοι, μεθ’ ὧν μόνων ἐν ἡμέρᾳ μιᾷ κατέλυσα τὴν Λακεδαι‐ μονίων ἀρχήν.‘ Ἐπεὶ δὲ τῷ μὲν ἑαυτὸν ἐπαινοῦντι πολεμοῦσιν οἱ | 379 |
5 | πολλοὶ σφόδρα καὶ ἄχθονται, τῷ δ’ ἕτερον οὐχ ὁμοίως, ἀλλὰ καὶ χαίρουσι πολλάκις καὶ συνεπιμαρτυροῦσι προθύ‐ μως, εἰώθασιν ἔνιοι τοὺς ταὐτὰ προαιρουμένους καὶ πράτ‐ τοντας αὐτοῖς καὶ ὅλως ὁμοιοτρόπους ἐπαινοῦντες ἐν καιρῷ συνοικειοῦν καὶ συνεπιστρέφειν πρὸς ἑαυτοὺς τὸν | |
10 | ἀκροατήν· ἐπιγινώσκει γὰρ εὐθὺς ἐν τῷ λέγοντι, κἂν περὶ ἄλλου λέγηται, δι’ ὁμοιότητα τὴν ἀρετὴν τῶν αὐτῶν ἀξίαν | |
542D | ἐπαίνων οὖσαν. ὡς γὰρ ὁ λοιδορῶν ἕτερον οἷς αὐτὸς ἔνοχός ἐστιν οὐ λανθάνει λοιδορῶν μᾶλλον ἑαυτὸν ἢ ἐκεῖνον, οὕτως οἱ ἀγαθοὶ τοὺς ἀγαθοὺς τιμῶντες ἀναμιμνήσκουσιν αὑτῶν τοὺς συνειδότας· ὥστ’ εὐθὺς ἐπιφωνεῖν ‘σὺ γὰρ οὐ | |
5 | τοιοῦτος;‘ Ἀλέξανδρος μὲν οὖν Ἡρακλέα τιμῶν καὶ πάλιν Ἀλέξανδρον Ἀνδρόκοττος ἑαυτοὺς εἰς τὸ τιμᾶσθαι προ‐ ῆγον ἀπὸ τῶν ὁμοίων, Διονύσιος δὲ τὸν Γέλωνα διασύρων καὶ γέλωτα τῆς Σικελίας ἀποκαλῶν ἐλάνθανεν ὑπὸ φθό‐ νου καθαιρῶν τὸ μέγεθος καὶ τὸ ἀξίωμα τῆς περὶ αὑτὸν | |
10 | δυνάμεως. Ταῦτα μὲν οὖν καὶ ἄλλως ἐπίστασθαι καὶ παραφυ‐ λάττειν τῷ πολιτικῷ προσήκει. τοὺς δ’ ἀναγκασθέντας | |
542E | ἐπαινεῖν αὑτοὺς ἐλαφροτέρους παρέχει καὶ τὸ μὴ πάντα | |
προσποιεῖν ἑαυτοῖς, ἀλλ’ ὥσπερ φορτίου τῆς δόξης τὸ μὲν εἰς τὴν τύχην τὸ δ’ εἰς τὸν θεὸν ἀποτίθεσθαι. διὸ καλῶς μὲν ὁ Ἀχιλλεύς (Χ 379) | 380 | |
4 | ||
5 | ‘ἐπεὶ δὴ τόνδ’ ἄνδρα θεοὶ δαμάσασθαι ἔδωκαν,‘ | |
5 | καλῶς δὲ Τιμολέων, ἐν Συρακούσαις Αὐτοματίας βωμὸν ἱδρυσάμενος ἐπὶ ταῖς πράξεσι καὶ τὴν οἰκίαν Ἀγαθῷ Δαίμονι καθιερώσας· ἄριστα δὲ Πύθων ὁ Αἴνιος, ἐπειδὴ Κότυν ἀποκτείνας ἧκεν εἰς Ἀθήνας καὶ τῶν δημαγωγῶν | |
10 | διαμιλλωμένων τοῖς ἐγκωμίοις αὐτοῦ πρὸς τὸν δῆμον ᾔσθετο βασκαίνοντας ἐνίους καὶ βαρυνομένους, παρελθών | |
542F | ‘ταῦτ’,‘ εἶπεν ‘ἄνδρες Ἀθηναῖοι, θεός τις ἔπραξεν, ἡμεῖς δὲ τὰς χεῖρας ἐχρήσαμεν.‘ ἀφῄρει δὲ καὶ Σύλλας τὸν φθόνον ἀεὶ τὴν Τύχην ἐπαινῶν, καὶ τέλος Ἐπαφρόδιτον ἑαυτὸν ἀνηγόρευσε. μᾶλλον γὰρ εὐτυχίας ἢ ἀρετῆς ἡττᾶ‐ | |
5 | σθαι βούλονται, τὸ μὲν ἀλλότριον ἀγαθὸν ἡγούμενοι τὸ δ’ | |
543A | οἰκεῖον ἔλλειμμα καὶ παρ’ αὑτοὺς γενόμενον. | οὐχ ἥκιστα γοῦν λέγουσιν ἀρέσαι Λοκροῖς τὴν Ζαλεύκου νομοθεσίαν, ὅτι τὴν Ἀθηνᾶν ἔφασκεν αὑτῷ φοιτῶσαν εἰς ὄψιν ἑκάστοτε τοὺς νόμους ὑφηγεῖσθαι καὶ διδάσκειν αὑτοῦ δὲ μηδὲν εἶναι | |
5 | διανόημα μηδὲ βούλευμα τῶν εἰσφερομένων. Ἀλλὰ ταῦτα μὲν ἴσως πρὸς τοὺς παντάπασι χαλε‐ ποὺς καὶ βασκάνους ἀνάγκη τὰ φάρμακα καὶ τὰ παρηγο‐ ρήματα μηχανᾶσθαι· πρὸς δὲ τοὺς μετρίους οὐκ ἄτοπόν | |
ἐστι χρῆσθαι καὶ ταῖς ἐπανορθώσεσι τῶν ἐπαίνων, εἴ τις | 381 | |
10 | ὡς λόγιον ἢ πλούσιον ἢ δυνατὸν ἐπαινοίη, κελεύοντα μὴ ταῦτα περὶ αὐτοῦ λέγειν, ἀλλὰ μᾶλλον, εἰ χρηστὸς καὶ | |
543B | ἀβλαβὴς καὶ ὠφέλιμος. οὐ γὰρ εἰσφέρει τὸν ἔπαινον ὁ τοῦτο ποιῶν ἀλλὰ μετατίθησιν, οὐδὲ χαίρειν δοκεῖ τοῖς ἐγκωμιάζουσιν αὐτὸν ἀλλὰ μᾶλλον, ὅτι μὴ προσηκόντως μηδ’ ἐφ’ οἷς δεῖ, δυσχεραίνειν καὶ ἀποκρύπτειν τὰ φαυλό‐ | |
5 | τερα τοῖς βελτίοσιν, οὐκ ἐπαινεῖσθαι βουλόμενος ἀλλ’ ἐπαινεῖν ὡς χρὴ διδάσκων. τὸ γὰρ (Dem. 18, 299) ‘οὐ λίθοις ἐτείχισα τὴν πόλιν οὐδὲ πλίνθοις ἐγώ· ἀλλ’ ἐὰν τὸν ἐμὸν τειχισμὸν βούλῃ σκοπεῖν, εὑρήσεις ὅπλα καὶ ἵππους καὶ συμμάχουσ‘ τοιούτου τινὸς ἔοικεν ἅπτεσθαι. καὶ τὸ | |
10 | τοῦ Περικλέους ἔτι μᾶλλον· ὀλοφυρόμενοι γάρ, ὡς ἔοικεν, ἤδη καταστρέφοντος αὐτοῦ καὶ δυσφοροῦντες οἱ ἐπιτήδειοι | |
543C | τῶν στρατηγιῶν ἐμέμνηντο καὶ τῆς δυνάμεως καὶ ὅσα δὴ τρόπαια καὶ νίκας καὶ πόλεις Ἀθηναίοις κτησάμενος ἀπο‐ λέλοιπεν· ὁ δὲ μικρὸν ἐπαναστὰς ἐμέμψατ’ αὐτούς, ὡς κοινὰ πολλῶν καὶ τῆς τύχης ἔνια μᾶλλον ἢ τῆς ἀρετῆς | |
5 | ἐγκώμια λέγοντας, τὸ δὲ κάλλιστον καὶ μέγιστον καὶ ἴδιον αὐτοῦ παραλείποντας, ὅτι δι’ αὐτὸν οὐδεὶς Ἀθηναίων μέλαν ἱμάτιον ἀνείληφε. τοῦτο δὴ τὸ παράδειγμα καὶ ῥήτορι δίδωσιν, ἄνπερ ᾖ χρηστός, ἐπαινουμένῳ περὶ λόγου δεινότητα μεταθεῖναι τὸν ἔπαινον ἐπὶ τὸν βίον καὶ τὸ ἦθος· | |
10 | καὶ στρατηγῷ θαυμαζομένῳ δι’ ἐμπειρίαν πολεμικὴν ἢ | |
543D | δι’ εὐτυχίαν περὶ πραότητός τι καὶ δικαιοσύνης αὐτοῦ παρ‐ ρησιάσασθαι· καὶ τοὐναντίον αὖ πάλιν, ὑπερφυῶν τινων λεγομένων ἐπαίνων, οἷα πολλοὶ κολακεύοντες ἐπίφθονα | |
λέγουσιν, εἰπεῖν (π 187) | 382 | |
5 | ‘οὔ τίς τοι θεός εἰμι· τί μ’ ἀθανάτοισιν ἐίσκεις; | |
5 | ἀλλ’ εἴ με γινώσκεις ἀληθῶς, ἐπαίνει τὸ ἀδωροδόκητον ἢ τὸ σῶφρον ἢ τὸ εὔγνωμον ἢ τὸ φιλάνθρωπον.‘ ὁ γὰρ φθό‐ νος οὐκ ἀηδῶς τῷ τὰ μείζονα παραιτουμένῳ τὰ μετριώ‐ τερα δίδωσι, καὶ τὸ ἀληθὲς ἐγκώμιον οὐκ ἀφαιρεῖται τῶν τὰ | |
10 | ψευδῆ καὶ κενὰ μὴ προσδεχομένων. διὸ καὶ τῶν βασιλέων τοὺς μὴ θεοὺς μηδὲ παῖδας θεῶν ἀναγορεύεσθαι θέλοντας | |
543E | ἀλλὰ Φιλαδέλφους ἢ Φιλομήτορας ἢ Εὐεργέτας ἢ Θεο‐ φιλεῖς οὐκ ἤχθοντο ταῖς καλαῖς μὲν ἀνθρωπικαῖς δὲ ταύ‐ ταις προσηγορίαις τιμῶντες. ὥσπερ αὖ καὶ τῶν γραφόν‐ των καὶ λεγόντων βαρυνόμενοι τοὺς τῆς σοφίας ἐπιγρα‐ | |
5 | φομένους τοὔνομα χαίρουσι τοῖς φιλοσοφεῖν ἢ προκόπτειν ἤ τι τοιοῦτο περὶ αὑτῶν ἀνεπίφθονον καὶ μέτριον λέγου‐ σιν. οἱ δὲ ῥητορικοὶ σοφισταὶ τὸ ‘θείωσ‘ καὶ τὸ ‘δαιμονίωσ‘ ἐν ταῖς ἐπιδείξεσι προσδεχόμενοι καὶ τὸ ‘μετρίωσ‘ καὶ τὸ ‘ἀνθρωπίνωσ‘ προσαπολλύουσι. | |
10 | Καὶ μὴν ὥσπερ οἱ τοὺς ὀφθαλμιῶντας ἐνοχλεῖν φυ‐ | |
543F | λαττόμενοι τοῖς ἄγαν λαμπροῖς σκιάν τινα παραμιγνύουσιν, οὕτως ἔνιοι τοὺς αὑτῶν ἐπαίνους μὴ παντελῶς λαμπροὺς μηδ’ ἀκράτους προσφέροντες, ἀλλά τινας ἐλλείψεις ἢ ἀποτεύ‐ ξεις ἢ ἁμαρτίας ἐλαφρὰς ἐμβάλλοντες ἀφαιροῦσι τὸ ἐπ‐ | |
5 | αχθὲς αὐτῶν καὶ νεμεσητόν. ὥσπερ ὁ Ἐπειός, οὐ μέτρια περὶ τῆς πυκτικῆς εἰπὼν καὶ θρασυνάμενος ὡς ‘ἀντικρὺ χρόα τε ῥήξει—‘ ‘ἢ οὐχ ἅλισ‘ φησίν ‘ὅττι μάχης ἐπιδεύο‐ | |
544A | μαι;‘ (Ψ 673. 670) | ἀλλ’ οὗτος μὲν ἴσως γελοῖος, ἀθλη‐ τικὴν ἀλαζονείαν δειλίας καὶ ἀνανδρίας ἐξομολογήσει | |
παραμυθούμενος· ἐμμελὴς δὲ καὶ χαρίεις ὁ λήθην τινὰ καθ’ αὑτοῦ λέγων ἢ ἄγνοιαν ἢ φιλοτιμίαν ἢ πρός τινα μαθή‐ | 383 | |
5 | ματα καὶ λόγους ἀκρασίαν ὡς ὁ Ὀδυσσεύς (μ 192) | |
5 | ‘αὐτὰρ ἐμὸν κῆρ ἤθελ’ ἀκουέμεναι, λῦσαι δ’ ἐκέλευον ἑταίρους ὀφρύσι νευστάζων,‘ | |
8 | καὶ πάλιν (ι 228) | |
9 | ||
10 | ‘ἀλλ’ ἐγὼ οὐ πιθόμην—ἦ τ’ ἂν πολὺ κέρδιον ἦεν—, | |
544B | ὄφρ’ αὐτόν τε ἴδοιμι, καὶ εἴ μοι ξείνια δοίη.‘ | |
1 | καὶ ὅλως ὅσαι μὴ παντάπασιν αἰσχραὶ μηδ’ ἀγεννεῖς ἁμαρ‐ τίαι, παρατιθέμεναι τοῖς ἐπαίνοις τὸν φθόνον ἀφαιροῦσι. πολλοὶ δὲ καὶ πενίας καὶ ἀπορίας καὶ νὴ Δία δυσγενείας | |
5 | ἐξομολόγησιν ἔστιν ὅτε τοῖς ἐγκωμίοις παρεμβάλλοντες ἀμβλυτέρῳ τῷ φθόνῳ χρῶνται. καθάπερ Ἀγαθοκλῆς χρυσᾶ ποτήρια καὶ τορευτὰ τοῖς νέοις προπίνων ἐκέλευσε καὶ κεραμεᾶ κομισθῆναι, καί ‘τοιοῦτόν ἐστιν‘ ἔφη ‘τὸ ἐνδελεχὲς καὶ φιλόπονον καὶ ἀνδρεῖον· ἡμεῖς πάλαι ταῦτα, | |
10 | νῦν δ’ ἐκεῖνα ποιοῦμεν.‘ ἐδόκει γὰρ ἐν κεραμείῳ τεθράφ‐ | |
544C | θαι διὰ δυσγένειαν καὶ πενίαν ὁ Ἀγαθοκλῆς, εἶτα συμ‐ πάσης ὀλίγου δεῖν ἐβασίλευσε Σικελίας. Καὶ ταῦτα μὲν ἔξωθεν ἔστιν ἐπεισάγεσθαι φάρμακα τῆς περιαυτολογίας. ἕτερα δ’ αὐτοῖς τρόπον τινὰ τοῖς | |
5 | ἐπαινουμένοις ἔνεστιν· οἷς καὶ Κάτων ἐχρῆτο φθονεῖσθαι λέγων, ὅτι τῶν ἰδίων ἀμελεῖ καὶ τὰς νύκτας ἀγρυπνεῖ διὰ | |
τὴν πατρίδα· καὶ τὸ (Eurip. Philoct. fr. 787) ‘πῶς δ’ ἂν φρονοίην, ᾧ παρῆν ἀπραγμόνως ἐν τοῖσι πολλοῖς ἠριθμημένῳ στρατοῦ | 384 | |
10 | ἴσον μετασχεῖν τῷ σοφωτάτῳ τύχης;‘ | |
10 | καὶ τὸ (ibid. 789) | |
11 | ‘ὀκνῶν δὲ μόχθων τῶν πρὶν ἐκχέαι χάριν καὶ τοὺς παρόντας οὐκ ἀπωθοῦμαι πόνους.‘ | |
13 | ||
544D | ὡς γὰρ οἰκίαν καὶ χωρίον, οὕτως καὶ δόξαν οἱ πολλοὶ καὶ ἀρετὴν τοῖς προῖκα καὶ ῥᾳδίως ἔχειν δοκοῦσιν οὐ τοῖς πρια‐ μένοις πόνων πολλῶν καὶ κινδύνων φθονοῦσιν. Ἐπεὶ δ’ οὐ μόνον ἀλύπως καὶ ἀνεπιφθόνως ἀλλὰ καὶ | |
5 | χρησίμως καὶ ὠφελίμως προσοιστέον ἐστὶ τοὺς ἐπαίνους, ἵνα μὴ τοῦτο πράττειν ἀλλ’ ἕτερόν τι διὰ τούτου δοκῶμεν, ὅρα πρῶτον, εἰ προτροπῆς ἕνεκα καὶ ζήλου καὶ φιλοτιμίας τῶν ἀκουόντων αὑτὸν ἄν τις ἐπαινέσειεν, ὡς ὁ Νέστωρ τὰς ἑαυτοῦ διηγούμενος ἀριστείας καὶ μάχας τόν τε Πάτρο‐ | |
10 | κλον παρώρμησε καὶ τοὺς ἐννέα πρὸς τὴν μονομαχίαν ἀνέστησεν (Λ 655 sqq. Η 123 sqq.). ἡ γὰρ ἔργον ὁμοῦ | |
544E | καὶ λόγον ἔχουσα προτροπὴ καὶ παράδειγμα καὶ ζῆλον οἰκεῖον ἔμψυχός ἐστι καὶ κινεῖ καὶ παροξύνει καὶ μεθ’ ὁρμῆς καὶ προαιρέσεως ἐλπίδας ὡς ἐφικτῶν καὶ οὐκ ἀδυ‐ νάτων παρίστησι. διὸ καὶ τῶν ἐν Λακεδαίμονι χορῶν ᾄδου‐ | |
5 | σιν οἱ μὲν τῶν γερόντων (Carm. pop. 17 II 197 D) | |
5 | ||
‘ἁμές ποτ’ ἦμες ἄλκιμοι νεανίαι,‘ οἱ δὲ τῶν παίδων | 385 | |
7 | ‘ἁμὲς δέ γ’ ἐσσόμεσθα πολλῷ κάρρονες,‘ | |
8 | οἱ δὲ τῶν νεανίσκων | |
9 | ||
10 | ‘ἁμὲς δέ γ’ εἰμές· αἰ δὲ λῇς, αὐγάσδεο,‘ | |
10 | καλῶς καὶ πολιτικῶς τοῦ νομοθέτου τὰ πλησίον καὶ οἰκεῖα παραδείγματα τοῖς νέοις δι’ αὐτῶν τῶν εἰργασμέ‐ νων ἐκτιθέντος. Οὐ μὴν ἀλλὰ καὶ καταπλήξεως ἐνιαχοῦ καὶ συστο‐ | |
544F | λῆς ἕνεκα καὶ τοῦ ταπεινῶσαι καὶ λαβεῖν ὑποχείριον τὸν αὐθάδη καὶ ἰταμὸν οὐ χεῖρόν ἐστι κομπάσαι τι περὶ αὑτοῦ καὶ μεγαληγορῆσαι· καθάπερ αὖ πάλιν ὁ Νέστωρ (Α 260) | |
4 | ||
5 | ‘ἤδη γάρ ποτ’ ἐγὼ καὶ ἀρείοσιν ἠέπερ ὑμῖν ἀνδράσιν ὡμίλησα, καὶ οὔ ποτέ μ’ οἵ γ’ ἀθέριζον.‘ | | |
6 | ||
545A | οὕτω δὴ καὶ πρὸς Ἀλέξανδρον ὁ Ἀριστοτέλης (fr. 664) οὐ μόνον ἔφη τοῖς πολλῶν κρατοῦσιν ἐξεῖναι μέγα φρονεῖν, ἀλλὰ καὶ τοῖς περὶ θεῶν δόξας ἀληθεῖς ἔχουσι. χρήσιμα δὲ καὶ πρὸς πολεμίους καὶ πρὸς ἐχθροὺς τὰ τοιαῦτα (Ζ 127) | |
4 | ||
5 | ‘δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσι.‘ | |
5 | καὶ περὶ τοῦ Περσῶν βασιλέως μεγάλου δὲ καλουμένου ὁ Ἀγησίλαος ‘τί δ’ ἐμοῦ γε μείζων ἐκεῖνος, εἰ μὴ καὶ | |
δικαιότερος;‘ καὶ πρὸς τοὺς Λακεδαιμονίους τῶν Θη‐ βαίων κατηγοροῦντας ὁ Ἐπαμεινώνδας ‘ἡμεῖς μέντοι ὑμᾶς | 386 | |
10 | βραχυλογοῦντας ἐπαύσαμεν.‘ ἀλλὰ ταῦτα μὲν πρὸς ἐχθροὺς | |
545B | καὶ πολεμίους· τῶν δὲ φίλων καὶ πολιτῶν οὐ μόνον ἔστι τοὺς θρασυνομένους καταστορέσαι καὶ ποιῆσαι ταπεινοτέ‐ ρους, ἀλλὰ καὶ τοὺς περιφόβους καὶ καταπλῆγας ἐξᾶραι πάλιν καὶ παρορμῆσαι χρησάμενον ἐν δέοντι μεγαλαυχίᾳ. | |
5 | καὶ γὰρ ὁ Κῦρος παρὰ τὰ δεινὰ καὶ τὰς μάχας ‘ἐμεγαλη‐ γόρει ἄλλοτε δ’ οὐ μεγαλήγορος ἦν‘ (Xen. Cyr. VII 1, 17)· καὶ Ἀντίγονος ὁ δεύτερος τἄλλα μὲν ἦν ἄτυφος καὶ μέτριος, ἐν δὲ τῇ περὶ Κῶ ναυμαχίᾳ τῶν φίλων τινὸς εἰπόντος ‘οὐχ ὁρᾷς, ὅσῳ πλείους εἰσὶν αἱ πολέμιαι νῆες;‘ ‘ἐμὲ δέ γ’ | |
10 | αὐτόν‘ εἶπε ‘πρὸς πόσας ἀντιτάττετε;‘ καὶ τοῦτο δ’ ἔοικε συνιδεῖν Ὅμηρος· τὸν γὰρ Ὀδυσσέα πεποίηκεν ἀποδει‐ | |
545C | λιώντων τῶν ἑταίρων πρὸς τὸν ψόφον καὶ κλύδωνα τὸν περὶ τὴν Χάρυβδιν ἀναμιμνήσκοντα τῆς αὑτοῦ δεινότητος καὶ ἀνδρείας (μ 209)· ‘οὐ μὴν τόδε μεῖζον [οἱ] κακὸν ἢ ὅτε Κύκλωψ | |
4 | ||
5 | εἴλει ἐνὶ σπῆι γλαφυρῷ κρατερῇ γε βίῃφι· ἀλλὰ καὶ ἔνθεν ἐμῇ ἀρετῇ βουλῇ τε νόῳ τε ἐκφύγομεν.‘ | |
7 | ||
οὐ γάρ ἐστι δημαγωγοῦντος οὐδὲ σοφιστιῶντος ὁ τοιοῦτος ἔπαινος οὐδὲ κρότον οὐδὲ ποππυσμὸν αἰτοῦντος, ἀλλὰ τὴν | 387 | |
10 | ἀρετὴν καὶ τὴν ἐπιστήμην ἐνέχυρον τοῦ θαρρεῖν τοῖς φί‐ λοις διδόντος. μέγα γὰρ ἐν καιροῖς ἐπισφαλέσι πρὸς σωτη‐ | |
545D | ρίαν δόξα καὶ πίστις ἀνδρὸς ἡγεμονικὴν ἐμπειρίαν καὶ δύναμιν ἔχοντος. Ὅτι μὲν οὖν τὸ πρὸς ἔπαινον ἀλλότριον καὶ δόξαν ἀντιπαραβάλλειν ἑαυτὸν ἥκιστα πολιτικόν, εἴρηται πρότε‐ | |
5 | ρον (c. 3)· οὐ μὴν ἀλλ’ ὅπου βλάπτει καὶ διαφθείρει ζῆλον ἐμποιῶν πρὸς τὰ φαῦλα καὶ προαίρεσιν πονηρὰν ἐν πράγ‐ μασι μεγάλοις ἡμαρτημένος ἔπαινος, οὐκ ἄχρηστόν ἐστιν ἐκκροῦσαι μᾶλλον δ’ ἀποστρέψαι τὸν ἀκροατὴν ἐπὶ τὰ κρείττω τὴν διαφορὰν ἐνδεικνύμενον. ἀγαπήσειε γὰρ ἄν τις | |
10 | οἶμαι λοιδορουμένης κακίας καὶ ψεγομένης ἐθέλοντας ἀπ‐ έχεσθαι τοὺς πολλοὺς ὁρῶν· εἰ δὲ προσλάβοι δόξαν ἡ κακία | |
545E | καὶ τῷ καθ’ ἡδονὰς αὐτῆς ἢ πλεονεξίας ἄγοντι προσγέ‐ νοιτο τιμὴ καὶ τὸ εὐδοκιμεῖν, οὐκ ἔστιν εὐτυχὴς οὕτως οὐδ’ ἰσχυρὰ φύσις, ἧς οὐκ ἂν κρατήσειε. διὸ δεῖ μὴ τοῖς τῶν ἀνθρώπων ἐπαίνοις, ἀλλὰ τοῖς τῶν πραγμάτων, ἄνπερ | |
5 | ᾖ φαῦλα, πολεμεῖν τὸν πολιτικόν· οὗτοι γὰρ διαστρέφουσι καὶ τούτοις τὸ μιμεῖσθαι τὰ αἰσχρὰ καὶ ζηλοῦν ὡς καλὰ συνεισέρχεται. μάλιστα δ’ ἐξελέγχονται τοῖς ἀληθινοῖς παρατιθεμένοις· οἷον ὁ τῶν τραγῳδιῶν ὑποκριτὴς Θεόδω‐ ρος εἰπεῖν ποτε πρὸς τὸν κωμικὸν λέγεται Σάτυρον, ὡς | |
10 | οὐ θαυμαστόν ἐστι τὸ γελᾶν ποιεῖν τοὺς θεατὰς ἀλλὰ τὸ | |
545F | δακρύειν καὶ κλαίειν· ἂν δέ γ’ οἶμαι πρὸς τοῦτον αὐτὸν εἴπῃ φιλόσοφος ἀνήρ ‘ἀλλ’ οὐ τὸ ποιεῖν, ὦ βέλτιστε, κλαίειν καὶ δακρύειν, τὸ δὲ παύειν λυπουμένους καὶ κλαίοντας σεμνόν ἐστιν,‘ ἐπαινῶν ἑαυτὸν ὠφελεῖ τὸν ἀκούοντα καὶ | |
5 | μετατίθησι τὴν κρίσιν. οὕτως καὶ ὁ Ζήνων (St. V. Fr. I 280) πρὸς τὸ πλῆθος τῶν Θεοφράστου μαθητῶν ‘ὁ | 388 |
546A | ἐκείνου χορόσ‘ ἔφη ‘μείζων, οὑμὸς δὲ συμφωνότερος.‘ | καὶ ὁ Φωκίων ἔτι τοῦ Λεωσθένους εὐημεροῦντος ὑπὸ τῶν ῥητόρων ἐρωτώμενος τί τὴν πόλιν αὐτὸς ἀγαθὸν πεποίη‐ κεν ‘οὐδέν‘ εἶπεν ‘ἀλλ’ ἢ τὸ ὑμᾶς ἐμοῦ στρατηγοῦντος | |
5 | ἐπιτάφιον λόγον μὴ εἰπεῖν ἀλλὰ πάντας ἐν τοῖς πατρῴοις μνήμασι θάπτεσθαι τοὺς ἀποθνῄσκοντας.‘ πάνυ δὲ χα‐ ριέντως καὶ ὁ Κράτης (fr. 8 Diels) πρὸς τό | |
7 | ‘ταῦτ’ ἔχω, ὅσς’ ἔφαγον καὶ ἐφύβρισα καὶ μετ’ ἔρωτος τέρπν’ ἔπαθον‘ | |
9 | ||
10 | ἀντέγραψε τό | |
10 | ‘ταῦτ’ ἔχω, ὅσς’ ἔμαθον καὶ ἐφρόντισα καὶ μετὰ Μουσῶν σέμν’ ἐδάην.‘ | |
12 | ||
546B | καλὸς γὰρ ὁ τοιοῦτος ἔπαινος καὶ ὠφέλιμος καὶ διδάσκων τὰ χρήσιμα καὶ τὰ συμφέροντα θαυμάζειν καὶ ἀγαπᾶν ἀντὶ τῶν κενῶν καὶ περιττῶν. διὸ τοῦτο μὲν συγκατατε‐ τάχθω τοῖς εἰρημένοις εἰς τὸ πρόβλημα. | |
5 | Λείπεται δ’ ἡμῖν, τοῦ λόγου τὸ ἐφεξῆς ἀπαιτοῦντος καὶ παρακαλοῦντος, εἰπεῖν ὅπως ἂν ἕκαστος ἐκφύγοι τὸ ἐπαινεῖν ἀκαίρως ἑαυτόν. μέγα γὰρ ἡ περιαυτολογία τὴν φιλαυτίαν ὁρμητήριον ἔχουσα καὶ τοῖς πάνυ δοκοῦσι με‐ | |
τρίως ἔχειν πρὸς δόξαν ἐμφαίνεται πολλάκις ἐπιτιθε‐ | 389 | |
10 | μένη. καθάπερ γὰρ τῶν ὑγιεινῶν ἕν ἐστι παραγγελμάτων τὸ τὰ νοσώδη χωρία φυλάττεσθαι παντάπασιν ἢ προσέχειν μᾶλλον αὑτῷ γινόμενον ἐν αὐτοῖς, οὕτως ἔχει τινὰς ἡ περι‐ | |
546C | αυτολογία καιροὺς καὶ τόπους ὀλισθηροὺς καὶ περιφέρον‐ τας εἰς αὐτὴν ἐκ πάσης προφάσεως. πρῶτον μὲν γὰρ ἐν τοῖς ἀλλοτρίοις ἐπαίνοις, ὥσπερ εἴρηται (c. 3), τὸ φιλό‐ τιμον ἐξανθεῖ τὴν περιαυτολογίαν· καί τις αὐτὸ καταλαμ‐ | |
5 | βάνει δακνόμενον καὶ γαργαλιζόμενον οἷον ὑπὸ κνησμοῦ δυσκαρτέρητος ἐπιθυμία καὶ ὁρμὴ πρὸς δόξαν, ἄλλως τε κἂν ἐπὶ τοῖς ἴσοις ἕτερος ἢ τοῖς ἐλάττοσιν ἐπαινῆται. καθάπερ γὰρ οἱ πεινῶντες ἑτέρων ἐσθιόντων ἐν ὄψει μᾶλλον ἐρεθίζονται καὶ παροξύνονται τὴν ὄρεξιν, οὕτως ὁ τῶν | |
10 | πλησίον ἔπαινος ἐκκαίει τῇ ζηλοτυπίᾳ τοὺς πρὸς δόξαν | |
546D | ἀκρατῶς ἔχοντας. δεύτερον αἱ τῶν εὐτυχῶς καὶ κατὰ νοῦν πεπραγμένων διηγήσεις λανθάνουσι πολλοὺς εἰς με‐ γαλαυχίαν ὑπὸ χαρᾶς ἐκφέρουσαι καὶ κόμπον· ἐμπεσόντες γὰρ εἰς τὸ λέγειν νίκας τινὰς ἑαυτῶν ἢ κατορθώσεις ἐν | |
5 | πολιτεύμασιν ἢ παρ’ ἡγεμόσι πράξεις καὶ λόγους εὐδοκιμή‐ σαντας οὐ κρατοῦσιν οὐδὲ μετριάζουσιν. ᾧ γένει μάλιστα τῆς περιαυτολογίας τὸ αὐλικὸν ἰδεῖν ἔστι καὶ στρατιωτικὸν ἁλισκόμενον. συμβαίνει δὲ καὶ τοῖς ἐκ πότων ἡγεμονικῶν καὶ πραγμάτων μεγάλων ἐπανήκουσι τοῦτο πάσχειν ἐπι‐ | |
10 | εικῶς· μεμνημένοι γὰρ ἀνδρῶν ἐπιφανῶν καὶ βασιλικῶν | |
546E | συγκαταπλέκουσι περὶ αὑτῶν εὐφημίας τινὰς ὑπ’ ἐκείνων εἰρημένας, καὶ νομίζουσιν οὐχ αὑτοὺς ἐπαινεῖν ἀλλ’ ἑτέρων ἐπαίνους διηγεῖσθαι περὶ αὑτῶν γενομένους. οἱ δ’ ὅλως οἴονται λανθάνειν τοὺς ἀκούοντας, ὅταν βασιλέων καὶ | 390 |
5 | αὐτοκρατόρων δεξιώσεις καὶ προσαγορεύσεις καὶ φιλο‐ φροσύνας ἀπαγγέλλωσιν, ὡς οὐχ αὑτῶν ἐπαίνους ἀποδεί‐ ξεις δὲ τῆς ἐκείνων ἐπιεικείας καὶ φιλανθρωπίας δι‐ εξιόντες. ὅθεν εὖ μάλα δεῖ προσέχειν ἑαυτοῖς περὶ τοὺς ἑτέρων ἐπαίνους, ὅπως καθαροὶ καὶ ἀνύποπτοι φιλαυτίας | |
10 | καὶ περιαυτολογίας ὦσι καὶ μὴ δοκῶμεν ‘Πάτροκλον πρό‐ | |
546F | φασιν‘ σφᾶς δ’ αὐτοὺς δι’ ἐκείνων ἐπαινεῖν. Ἀλλὰ μὴν καὶ τὸ περὶ τοὺς ψόγους καὶ τὰς καταιτιά‐ σεις γένος ἐπισφαλές ἐστι καὶ παρέχον ἐκτροπὰς τοῖς περὶ δόξαν νοσοῦσιν. ᾧ μάλιστα περιπίπτουσιν οἱ γέροντες, | |
5 | ὅταν εἰς τὸ νουθετεῖν ἑτέρους καὶ κακίζειν ἔθη φαῦλα καὶ πράξεις ἡμαρτημένας προαχθῶσι, μεγαλύνοντες αὑτοὺς | |
547A | ὡς περὶ ταὐτὰ θαυμασίους δή τινας γενομένους. | τούτοις μὲν οὖν, ἂν μὴ μόνον ἔχωσιν ἡλικίαν ἀλλὰ καὶ δόξαν καὶ ἀρετήν, δοτέον (οὐ γὰρ ἀνωφελὲς ἀλλὰ μέγα, ζῆλον ἐμ‐ ποιοῦν ἅμα καὶ φιλοτιμίαν τινὰ τοῖς οὕτω κολαζομένοις)· | |
5 | οἱ δ’ ἄλλοι σφόδρα φυλάττεσθαι καὶ δεδιέναι τὴν ἐκτροπὴν ταύτην ὀφείλομεν. ἀνιαροῦ γὰρ ὄντος ἄλλως καὶ μόλις ἀνεκτοῦ τοῦ τῶν πλησίον ἐλέγχου καὶ δεομένου πολλῆς εὐλαβείας ὁ μιγνύων ἔπαινον ἴδιον ἀλλοτρίῳ ψόγῳ καὶ δι’ ἀδοξίας ἑτέρου δόξαν αὑτῷ θηρώμενος ἐπαχθὴς παντά‐ | |
10 | πασι καὶ φορτικός ἐστιν, ὡς ἐνευδοκιμεῖν ἀσχημονοῦσιν | |
ἄλλοις βουλόμενος. Ἔτι τοίνυν τοῖς μὲν πρὸς τοὺς γέλωτας εὐκαταφό‐ | 391 | |
547B | ροις φύσει καὶ προχείροις μάλιστα φεύγειν προσήκει καὶ φυλάττεσθαι τοὺς γαργαλισμοὺς καὶ τὰς ψηλαφήσεις, ἐν αἷς τὰ λειότατα τοῦ σώματος ὀλισθάνοντα καὶ συρρέοντα κινεῖ καὶ συνεξορμᾷ τὸ πάθος· ὅσοι δὲ πρὸς δόξαν ἐμπα‐ | |
5 | θέστερον ἐρρυήκασι, τούτοις ἄν τις οὐχ ἥκιστα παραινέ‐ σειεν ἀπέχεσθαι τοῦ σφᾶς αὐτοὺς ἐπαινεῖν, ὅταν ὑπ’ ἄλλων ἐπαινῶνται. δεῖ γὰρ ἐρυθριᾶν ἐπαινούμενον οὐκ ἀπερυθριᾶν, καὶ καταστέλλειν τοὺς μέγα τι περὶ αὑτῶν λέγοντας οὐκ ἐλέγχειν ὡς ἐνδεέστερον ἐπαινοῦν‐ | |
10 | τας· ὅπερ οἱ πολλοὶ ποιοῦσιν, ὑπομιμνήσκοντες αὐτοὶ καὶ | |
547C | προσεμφοροῦντες ἄλλας τινὰς πράξεις καὶ ἀνδραγαθίας, ἄχρι οὗ τῷ παρ’ αὑτῶν καὶ τὸν παρ’ ἑτέρων ἔπαινον δια‐ φθείρωσιν. ἔνιοι μὲν οὖν κολακεύοντες αὐτοὺς ὥσπερ γαρ‐ γαλίζουσι καὶ φυσῶσιν, ἔνιοι δὲ κακοήθως οἷόν τι δέλεαρ | |
5 | μικρὸν εὐλογίας ὑποβάλλοντες ἐκκαλοῦνται τὴν περιαυτο‐ λογίαν, οἱ δὲ προσπυνθάνονται καὶ διερωτῶσιν, ὡς παρὰ τῷ Μενάνδρῳ (fr. 562) τὸν στρατιώτην, ἵνα γελάσωσι· | |
7 | ‘πῶς τὸ τραῦμα τοῦτ’ ἔχεις;‘ ‘μεσαγκύλῳ.‘ ‘πῶς πρὸς θεῶν‘; ‘ἐπὶ κλίμακα | |
10 | πρὸς τεῖχος ἀναβαίνων.‘ ‘ἐγὼ μὲν δεικνύω ἐσπουδακώς, οἱ δὲ πάλιν ἐπεμυκτήρισαν.‘ | |
11 | Ἐν ἅπασιν οὖν τούτοις εὐλαβητέον ὡς ἔνι μάλιστα, μήτε συνεκπίπτοντα τοῖς ἐπαίνοις μήτε ταῖς | |
547D | ἐρωτήσεσιν ἑαυτὸν προϊέμενον. ἐντελεστάτη δὲ τούτων | |
εὐλάβεια καὶ φυλακὴ τὸ προσέχειν ἑτέροις ἑαυτοὺς ἐπαινοῦσι καὶ μνημονεύειν, ὡς ἀηδὲς τὸ πρᾶγμα καὶ λυπη‐ ρὸν ἅπασι καὶ λόγος ἄλλος οὐδεὶς οὕτως ἐπαχθὴς οὐδὲ | 392 | |
5 | βαρύς. οὐδὲ γὰρ ἔχοντες εἰπεῖν ὅ τι πάσχομεν ἄλλο κακὸν ὑπὸ τῶν αὑτοὺς ἐπαινούντων ὥσπερ φύσει βαρυνόμενοι τὸ πρᾶγμα καὶ φεύγοντες ἀπαλλαγῆναι καὶ ἀναπνεῦσαι σπεύδομεν· ὅπου καὶ κόλακι καὶ παρασίτῳ καὶ δεομένῳ δύσοιστον ἐν χρείᾳ καὶ δυσεγκαρτέρητον ἑαυτὸν ἐγκω‐ | |
10 | μιάζων πλούσιός τις ἢ σατράπης ἢ βασιλεύς, καὶ ‘συμβο‐ | |
547E | λὰς ταύτας ἀποτίνειν μεγίστασ‘ λέγουσιν, ὡς ὁ παρὰ Με‐ νάνδρῳ (fr. 563)· | |
2 | ‘σφάττει με, λεπτὸς γίνομ’ εὐωχούμενος· τὰ σκώμμαθ’ οἷα τὰ σοφὰ καὶ στρατηγικά· | |
5 | οἷος δ’ ἀλαζών ἐστιν ἁλιτήριος.‘ | |
5 | ταῦτα γὰρ οὐ πρὸς στρατιώτας μόνον οὐδὲ νεοπλούτους εὐπάρυφα καὶ σοβαρὰ διηγήματα περαίνοντας, ἀλλὰ καὶ πρὸς σοφιστὰς καὶ φιλοσόφους καὶ στρατηγοὺς ὀγκουμέ‐ νους ἐφ’ ἑαυτοῖς καὶ μεγαληγοροῦντας εἰωθότες πάσχειν | |
10 | καὶ λέγειν, ἂν μνημονεύωμεν, ὅτι τοῖς ἰδίοις ἐπαίνοις ἀλ‐ λότριος ἕπεται ψόγος ἀεὶ καὶ γίνεται τέλος ἀδοξία τῆς κενοδοξίας ταύτης καὶ τὸ λυπεῖν τοὺς ἀκούοντας, ὡς ὁ | |
547F | Δημοσθένης φησί (18, 128), περίεστιν οὐ τὸ δοκεῖν εἶναι τοιούτους, ἀφεξόμεθα τοῦ λέγειν περὶ αὑτῶν, ἂν μή τι | |
μεγάλα μέλλωμεν ὠφελεῖν ἑαυτοὺς ἢ τοὺς ἀκούοντας. | 393 |