TLG 0007 105 :: PLUTARCHUS :: De invidia et odio (536e–538e)

PLUTARCHUS Biogr. Phil.
(Chaeronensis: A.D. 1–2)

De invidia et odio (536e–538e)

Source: Pohlenz, M. (ed.), Plutarchi moralia, vol. 3. Leipzig: Teubner, 1929 (repr. 1972): 365–371.

Citation: Stephanus page — section — (line)

t

1

ΠΕΡΙ ΦΘΟΝΟΥ ΚΑΙ ΜΙΣΟΥΣ

536

E

Οὕτω δὴ καὶ δοκεῖ μηθὲν τοῦ μίσους διαφέρειν ἀλλ’ ὁ αὐτὸς εἶναι. καθόλου μὲν γὰρ ὥσπερ πολυάγκιστρον ἡ κακία τοῖς ἐξηρτημένοις αὐτῆς πάθεσι κινουμένη δεῦρο κἀκεῖσε πολλὰς πρὸς ἄλληλα συναφὰς καὶ περιπλοκὰς
5ἐνδίδωσι, ταῦτα δ’ ὥσπερ νοσήματα συμπαθεῖ ταῖς ἀλλή‐
λων φλεγμοναῖς. ὁ γὰρ εὐτυχῶν ὁμοίως καὶ τὸν μισοῦντα λυπεῖ καὶ τὸν φθονοῦντα. διὸ καὶ τὴν εὔνοιαν ἀμφοτέροις νομίζομεν ἀντικεῖσθαι, βούλησιν οὖσαν ἀγαθῶν τοῖς πλη‐365

536

F

σίον, καὶ τὸ μισεῖν τῷ φθονεῖν ταὐτὸν εἶναι, ὅτι τὴν ἐναντίαν τῷ φιλεῖν ἔχει προαίρεσιν. ἐπεὶ δ’ οὐχ οὕτω ταὐτὸν αἱ ὁμοιότητες ὡς ἕτερον αἱ διαφοραὶ ποιοῦσι, κατὰ ταύτας τὸ ζητούμενον μεταδιώξωμεν, ἀπὸ τῆς γενέσεως
5ἀρξάμενοι τῶν παθῶν. Γεννᾶται τοίνυν τὸ μῖσος ἐκ φαντασίας τοῦ ὅτι

537

A

πονηρὸς ἢ κοινῶς ἢ πρὸς αὐτόν ἐστιν ὁ μισούμενος | (καὶ γὰρ ἀδικεῖσθαι δόξαντες αὐτοὶ πεφύκασι μισεῖν καὶ τοὺς ἄλλως ἀδικητικοὺς ἢ πονηροὺς προβάλλονται καὶ δυσχεραί‐ νουσι)· φθονοῦσι δ’ ἁπλῶς τοῖς εὖ πράττειν δοκοῦσιν.
5ὅθεν ἔοικεν ὁ μὲν φθόνος ἀόριστος εἶναι, καθάπερ ὀφθαλ‐ μία πρὸς ἅπαν τὸ λαμπρὸν ἐκταρασσόμενος, τὸ δὲ μῖσος ὥρισται, καθ’ ὑποκειμένων ἀεί τινων ἀπερειδόμενον προσ‐ ώπων. Δεύτερον δὲ τὸ μισεῖν γίνεται καὶ πρὸς ἄλογα ζῷα
10(καὶ γὰρ γαλᾶς καὶ κανθαρίδας ἔνιοι μισοῦσι καὶ φρύνους καὶ ὄφεις· Γερμανικὸς δ’ ἀλεκτρυόνος οὔτε φωνὴν οὔτ’ ὄψιν ὑπέμεινεν· οἱ δὲ Περσῶν μάγοι τοὺς μῦς ἀπεκτίν‐

537

B

νυσαν, ὡς αὐτοί τε μισοῦντες καὶ τοῦ θεοῦ δυσχεραίνοντος τὸ ζῷον· ὁμοῦ τι γὰρ πάντες Ἄραβες καὶ Αἰθίοπες μυσάττονται)· τὸ μέντοι φθονεῖν πρὸς μόνον ἄνθρωπον
ἀνθρώπῳ γίνεται.366
5 Ἐν τοῖς θηρίοις φθόνον μὲν οὐκ εἰκὸς ἐγγίνεσθαι πρὸς ἄλληλα (τοῦ γὰρ εὖ πράττειν ἢ κακῶς ἕτερον φαντα‐ σίαν οὐ λαμβάνουσιν, οὐδ’ ἅπτεται τὸ ἔνδοξον ἢ ἄδοξον αὐτῶν, οἷς ὁ φθόνος ἐκτραχύνεται μάλιστα)· μισοῦσι δ’ ἄλληλα καὶ ἀπεχθάνονται καὶ πολεμοῦσιν ὥσπερ ἀσπεί‐
10στους τινὰς πολέμους ἀετοὶ καὶ δράκοντες, κορῶναι καὶ γλαῦκες, αἰγιθαλλοὶ καὶ ἀκανθυλλίδες, ὥστε τούτων γέ φασι μηδὲ τὸ αἷμα κίρνασθαι σφαττομένων, ἀλλὰ κἂν

537

C

μίξῃς, ἰδίᾳ πάλιν ἀπορρεῖν διακρινόμενον. εἰκὸς δὲ καὶ τῷ λέοντι πρὸς τὸν ἀλεκτρυόνα καὶ τῷ ἐλέφαντι πρὸς τὴν ὗν μῖσος ἰσχυρὸν γεγεννηκέναι τὸν φόβον· ὃ γὰρ δεδίασι, καὶ μισεῖν πεφύκασιν. ὥστε καὶ ταύτῃ φαίνεσθαι διαφέροντα
5τοῦ μίσους τὸν φθόνον, τὸ μὲν δεχομένης τῆς τῶν θηρίων φύσεως τὸν δὲ μὴ δεχομένης. Ἔτι τοίνυν τὸ μὲν φθονεῖν πρὸς οὐδένα γίνεται δι‐ καίως (οὐδεὶς γὰρ ἀδικεῖ τῷ εὐτυχεῖν, ἐπὶ τούτῳ δὲ φθονοῦνται)· μισοῦνται δὲ πολλοὶ δικαίως, [ὡς] οὓς ἀξιο‐
10μισήτους καλοῦμεν, 〈ὥστε καὶ τοῖς ἄλλοις ἐγκαλοῦ‐ μεν〉, ἂν μὴ φεύγωσι τοὺς τοιούτους μηδὲ βδελύττωνται

537

D

καὶ δυσχεραίνωσι. μέγα δὲ τούτου τεκμήριον, ὅτι μισεῖν μὲν πολλοὺς ὁμολογοῦσιν ἔνιοι, φθονεῖν δ’ οὐδενὶ λέγουσι. καὶ γὰρ ἡ μισοπονηρία τῶν ἐπαινουμένων ἐστί· καὶ τὸν ἀδελφιδοῦν τοῦ Λυκούργου Χάριλλον, βασιλεύοντα τῆς
5Σπάρτης ἐπιεικῆ δ’ ὄντα καὶ πρᾶον, ἐπαινούντων τινῶν
ὁ συνάρχων ‘καὶ πῶσ‘ ἔφη ‘χρηστός ἐστι Χάριλλος, ὃς οὐδὲ τοῖς πονηροῖς χαλεπός ἐστι;‘ καὶ τοῦ Θερσίτου ὁ ποιητὴς τὴν μὲν τοῦ σώματος κακίαν πολυμερῶς καὶ περιωδευμένως ἐξεμόρφησε, τὴν δὲ τοῦ ἤθους μοχθηρίαν367
10συντομώτατα καὶ δι’ ἑνὸς ἔφρασεν·
10 ‘ἔχθιστος δ’ Ἀχιλῆι μάλιστ’ ἦν ἠδ’ Ὀδυσῆι‘ (Β 220).
11

537

E

ὑπερβολὴ γάρ τις φαυλότητος τὸ τοῖς κρατίστοις ἐχθρὸν εἶναι. [καὶ] φθονεῖν δ’ ἀρνοῦνται· κἂν ἐλέγχωνται, μυρίας σκήψεις προΐσχονται, ὀργίζεσθαι λέγοντες ἢ φοβεῖσθαι τὸν ἄνθρωπον ἢ μισεῖν ἢ ὅ τι ἂν τύχωσιν ἄλλο [τῷ
5φθόνῳ] τοῦ πάθους ὄνομα περιβάλλοντες καὶ καλύπτον‐ τες ὡς μόνον τοῦτο τῶν τῆς ψυχῆς νοσημάτων ἀπόρ‐ ρητον. Ἀνάγκη τοίνυν τὰ πάθη ταῦτα τοῖς αὐτοῖς ὥσπερ τὰ φυτὰ καὶ τρέφεσθαι καὶ αὔξεσθαι, 〈ὅθεν〉 καὶ ἐπι‐
10τείνεσθαι πέφυκεν † ἀλλήλοις. μισοῦμέν γε μᾶλλον τοὺς μᾶλλον εἰς πονηρίαν ἐπιδιδόντας, φθονοῦσι δὲ μᾶλλον τοῖς μᾶλλον ἐπ’ ἀρετῇ προϊέναι δοκοῦσι. διὸ καὶ Θεμι‐

537

F

στοκλῆς ἔτι μειράκιον ὢν οὐδὲν ἔφη πράττειν λαμπρόν· οὔπω γὰρ φθονεῖσθαι. καθάπερ γὰρ αἱ κανθαρίδες ἐμ‐ φύονται μάλιστα τῷ ἀκμάζοντι σίτῳ καὶ τοῖς εὐθαλέσι
ῥόδοις, οὕτως ὁ φθόνος ἅπτεται μάλιστα τῶν χρηστῶν368
5καὶ αὐξομένων πρὸς ἀρετὴν καὶ δόξαν ἠθῶν καὶ προσώ‐ πων. καὶ τοὐναντίον αὖ πάλιν αἱ μὲν ἄκρατοι πονηρίαι συνεπιτείνουσι τὸ μῖσος. τοὺς γοῦν Σωκράτη συκοφαντή‐

538

A

σαντας | ὡς εἰς ἔσχατον κακίας ἐληλακότας οὕτως ἐμίση‐ σαν οἱ πολῖται καὶ ἀπεστράφησαν, ὡς μήτε πῦρ αὔειν μήτ’ ἀποκρίνεσθαι πυνθανομένοις, μὴ λουομένοις κοινω‐ νεῖν ὕδατος, ἀλλ’ ἀναγκάζειν ἐκχεῖν ἐκεῖνο τοὺς παραχύτας
5ὡς μεμιασμένον, ἕως ἀπήγξαντο μὴ φέροντες τὸ μῖσος. αἱ δὲ τῶν εὐτυχημάτων ὑπεροχαὶ καὶ λαμπρότητες πολ‐ λάκις τὸν φθόνον κατασβεννύουσιν. οὐ γὰρ εἰκὸς Ἀλεξάν‐ δρῳ τινὰ φθονεῖν οὐδὲ Κύρῳ, κρατήσασι καὶ γενομένοις κυρίοις ἁπάντων. ἀλλ’ ὥσπερ ὁ ἥλιος, ὧν ἂν ὑπὲρ κορυ‐
10φῆς γένηται, καταχεόμενος τὸ φῶς ἢ παντάπασι τὴν

538

B

σκιὰν ἀνεῖλεν ἢ μικρὰν ἐποίησεν, οὕτως πολὺ τῶν εὐτυχη‐ μάτων ὕψος λαβόντων καὶ γενομένων κατὰ κεφαλῆς τοῦ φθόνου συστέλλεται καὶ ἀναχωρεῖ καταλαμπόμενος· τὸ μέντοι μῖσος οὐκ ἀνίησιν ἡ τῶν ἐχθρῶν ὑπεροχὴ καὶ
5δύναμις. ὁ γοῦν Ἀλέξανδρος φθονοῦντα μὲν οὐδέν’ εἶχε, μισοῦντας δὲ πολλούς, ὑφ’ ὧν τέλος ἐπιβουλευθεὶς ἀπ‐ έθανεν. ὁμοίως τοίνυν καὶ τὰ δυστυχήματα τοὺς μὲν φθο‐ νοῦντας παύει τὰς δ’ αὖ ἔχθρας οὐκ ἀναιρεῖ. μισοῦσι γὰρ καὶ ταπεινοὺς τοὺς ἐχθροὺς γενομένους, φθονεῖ δ’ οὐδεὶς
10τῷ δυστυχοῦντι, ἀλλὰ καὶ τὸ ῥηθὲν ὑπό τινος τῶν καθ’ ἡμᾶς σοφιστῶν, ὅτι ἥδισθ’ οἱ φθονοῦντες ἐλεοῦσιν, ἀλη‐

538

C

θές ἐστιν. ὥστε καὶ ταύτῃ μεγάλην εἶναι τῶν παθῶν δια‐ φοράν, ὡς τὸ μὲν μῖσος οὔτ’ εὐτυχούντων οὔτε δυστυχούν‐ των ἀφίστασθαι πέφυκεν, ὁ δὲ φθόνος πρὸς τὴν ἀμφοῖν ὑπερβολὴν ἀπαγορεύει. ἔτι τοίνυν μᾶλλον ἢ οὕτως369
5ἀπὸ τῶν ἐναντίων τὸ αὐτὸ σκοπῶμεν. λύουσι γὰρ ἔχθρας καὶ μῖσος ἢ πεισθέντες μηδὲν ἀδικεῖσθαι ἢ δόξαν ὡς χρηστῶν, οὓς ἐμίσουν ὡς πονηρούς, λαβόντες ἢ τρίτον εὖ παθόντες· ‘ἡ γὰρ τελευταία χάρισ‘, ὡς Θουκυδίδης φησί (I 42, 3), ‘κἂν ἐλάττων ᾖ, καιρὸν ἔχουσα δύναται μεῖζον
10ἔγκλημα λῦσαι.‘ τούτων δὲ τὸ μὲν πρῶτον οὐ λύει τὸν φθόνον (πεπεισμένοι γὰρ ἐξ ἀρχῆς μηδὲν ἀδικεῖσθαι φθο‐

538

D

νοῦσι), τὰ δὲ λοιπὰ καὶ παροξύνει· τοῖς τε γὰρ δοκοῦσι χρηστοῖς βασκαίνουσι μᾶλλον ὡς δὴ τὸ μέγιστον ἀγαθὸν τὴν ἀρετὴν ἔχουσι, κἂν εὖ πάσχωσιν ὑπὸ τῶν εὐτυχούντων, ἀνιῶνται φθονοῦντες αὐτοῖς καὶ τῆς προαιρέσεως καὶ
5τῆς δυνάμεως· τὸ μὲν γὰρ ἀρετῆς ἐστι τὸ δ’ εὐτυχίας, ἀγαθὰ δ’ ἀμφότερα. διὸ παντελῶς ἕτερόν ἐστι τοῦ μίσους πάθος ὁ φθόνος, εἰ, δι’ ὧν ἐκεῖνο πραΰνεται, τοῦτο λυπεῖ‐ ται καὶ παροξύνεται. Ἤδη τοίνυν καὶ τὴν προαίρεσιν αὐτὴν ἑκατέρου
10πάθους σκοπῶμεν. ἔστι δὲ μισοῦντος μὲν προαίρεσις

538

E

κακῶς ποιῆσαι κατὰ δύναμιν (*** οὕτως ὁρίζονται, διά‐ θεσίν τινα καὶ προαίρεσιν ἐπιτηρητικὴν τοῦ κακῶς ποιῆ‐ σαι), τῷ φθόνῳ δὲ τοῦτο γοῦν ἄπεστι. πολλοὺς 〈γὰρ〉 οἱ φθονοῦντες τῶν συνήθων καὶ οἰκείων ἀπολέσθαι μὲν οὐκ
5ἂν ἐθέλοιεν οὐδὲ δυστυχῆσαι, βαρύνονται δ’ εὐτυχοῦντας·
καὶ κολούουσι μέν, εἰ δύνανται, τὴν δόξαν αὐτῶν καὶ λαμπρότητα, συμφορὰς δ’ ἀνηκέστους οὐκ ἂν προσβά‐ λοιεν, ἀλλ’ ὥσπερ οἰκίας ὑπερεχούσης τὸ ἐπισκοτοῦν370
αὐτοῖς καθελόντες ἀρκοῦνται.371