TLG 0007 104 :: PLUTARCHUS :: De vitioso pudore (528c–536d)

PLUTARCHUS Biogr. Phil.
(Chaeronensis: A.D. 1–2)

De vitioso pudore (528c–536d)

Source: Pohlenz, M. (ed.), Plutarchi moralia, vol. 3. Leipzig: Teubner, 1929 (repr. 1972): 346–365.

Citation: Stephanus page — section — (line)

t

1

ΠΕΡΙ ΔΥΣΩΠΙΑΣ

528

C

Ἔνια τῶν ἐκ τῆς γῆς φυομένων αὐτὰ μέν ἐστιν ἄγρια τῇ φύσει καὶ ἄκαρπα καὶ βλαβερὰν τοῖς ἡμέροις

528

D

σπέρμασι καὶ φυτοῖς τὴν αὔξησιν ἔχοντα, σημεῖα δ’ αὐτὰ ποιοῦνται χώρας οἱ γεωργοῦντες οὐ πονηρᾶς ἀλλὰ γενναίας καὶ πίονος· οὕτω δὴ καὶ πάθη ψυχῆς ἐστιν οὐ χρηστά, χρηστῆς δὲ φύσεως οἷον ἐξανθήματα καὶ λόγῳ
5παρασχεῖν ἐργάσιμον ἑαυτὴν ἐπιεικῶς δυναμένης. ἐν τού‐ τοις τίθεμαι καὶ τὴν λεγομένην δυσωπίαν, σημεῖον μὲν οὐ φαῦλον αἰτίαν δὲ μοχθηρίας οὖσαν. τὰ γὰρ αὐτὰ τοῖς ἀναισχύντοις οἱ αἰσχυνόμενοι πολλάκις ἁμαρτάνουσι, πλὴν ὅτι τὸ λυπεῖσθαι καὶ ἀλγεῖν ἐφ’ οἷς διαμαρτάνουσι τούτοις346
10πρόσεστιν οὐχ ὡς ἐκείνοις τὸ ἥδεσθαι. ἀναλγὴς μὲν γὰρ

528

E

ὁ ἀναιδὴς πρὸς τὸ αἰσχρόν, εὐπαθὴς δὲ καὶ πρὸς τὸ φαινό‐ μενον αἰσχρὸν ὁ εὐδυσώπητος. ὑπερβολὴ γὰρ τοῦ αἰσχύνε‐ σθαι τὸ δυσωπεῖσθαι. διὸ καὶ οὕτως κέκληται, τρόπον τινὰ τοῦ προσώπου τῇ ψυχῇ συνδιατρεπομένου καὶ συνεξ‐
5ατονοῦντος. ὡς γὰρ τὴν κατήφειαν ὁρίζονται λύπην κάτω βλέπειν ποιοῦσαν, οὕτω τὴν αἰσχυντηλίαν μέχρι τοῦ μηδ’ ἀντιβλέπειν τοῖς δεομένοις ὑπείκουσαν δυσωπίαν ὠνόμα‐ σαν. ὅθεν ὁ μὲν ῥήτωρ τὸν ἀναίσχυντον οὐκ ἔφη κόρας ἐν τοῖς ὄμμασιν ἔχειν ἀλλὰ πόρνας· ὁ δ’ εὐδυσώπητος αὖ
10πάλιν ἄγαν τὸ θῆλυ τῆς ψυχῆς καὶ τρυφερὸν ἐμφαίνει διὰ τῆς ὄψεως, τὴν ὑπὸ τῶν ἀναισχύντων ἧτταν αἰσχύνην

528

F

ὑποκοριζόμενος. ὁ μὲν οὖν Κάτων ἔλεγε τῶν νέων μᾶλλον ἀγαπᾶν τοὺς ἐρυθριῶντας ἢ τοὺς ὠχριῶντας, ὀρθῶς ἐθί‐ ζων καὶ διδάσκων τὸν ψόγον μᾶλλον ἢ τὸν πόνον δεδιέναι καὶ τὴν ὑποψίαν μᾶλλον ἢ τὸν κίνδυνον· οὐ μὴν ἀλλὰ καὶ
5τοῦ πρὸς τὸν ψόγον ὑπόπτου καὶ ψοφοδεοῦς τὸ ἄγαν

529

A

ἀφαιρετέον, | ὡς οὐχ ἧττον ἔνιοι πολλάκις ἀκοῦσαι κακῶς ἢ παθεῖν δείσαντες ἀπεδειλίασαν καὶ προήκαντο τὸ καλὸν οὐ δυνηθέντες ὑπομεῖναι τὸ ἄδοξον. οὔτε δὴ τούτους περιοπτέον οὕτως ἀσθενῶς ἔχοντας οὔτ’ αὖ πάλιν ἐκείνην
5ἐπαινετέον τὴν ἄτρεπτον καὶ ἀτενῆ διάθεσιν ‘ἐν δὲ τὸ θαρσαλέον τε καὶ ἐμμενὲς ὅππη ὀρούσαι φαίνετ’ Ἀναξάρχου κύνεον μένοσ‘ (Timon fr. 58 D),347
7 ἀλλ’ ἐμμελῆ τινα μηχανητέον σύγκρασιν ἀμφοῖν, τοῦ μὲν ἀτενοῦς ἄγαν τὴν ἀναίδειαν τοῦ δ’ ἐπιεικοῦς σφόδρα τὴν
10ἀσθένειαν ἀφαιροῦσαν. ᾗ καὶ τὸ θεράπευμα δυσχερὲς καὶ οὐκ ἀκίνδυνος ἡ τῶν τοιούτων πλεονασμῶν κόλουσις. ὡς

529

B

γὰρ ὁ γεωργὸς ἄγριον μὲν ἐκκόπτων βλάστημα καὶ ἀγεν‐ νὲς αὐτόθεν ἀφειδῶς ἐμβαλὼν τὸ σκαφεῖον ἀνέτρεψε τὴν ῥίζαν ἢ πῦρ προσαγαγὼν ἐπέκαυσεν, ἀμπέλῳ δὲ προσιὼν τομῆς δεομένῃ καὶ μηλέας ἤ τινος ἐλαίας ἁπτόμενος
5εὐλαβῶς ἐπιφέρει τὴν χεῖρα, δεδιὼς μή τι τοῦ ὑγιαίνοντος ἀποτυφλώσῃ, οὕτως ὁ φιλόσοφος φθόνον μὲν ἐξαιρῶν νέου ψυχῆς, ἀγεννὲς βλάστημα καὶ δυστιθάσευτον, ἢ φιλαρ‐ γυρίαν ἄωρον ἢ φιληδονίαν ἐπικόπτων ἀκόλαστον αἱμάσ‐ σει καὶ πιέζει καὶ τομὴν ποιεῖ καὶ οὐλὴν βαθεῖαν· ὅταν δὲ
10τρυφερῷ μέρει ψυχῆς καὶ ἁπαλῷ κολούοντα προσαγάγῃ

529

C

λόγον, οἷόν ἐστι τὸ δυσωπούμενον καὶ διατρεπόμενον, εὐλαβεῖται μὴ λάθῃ τούτοις συναποκόψας τὸ αἰδούμενον. καὶ γὰρ αἱ τίτθαι τῶν βρεφῶν ἐκτρίβουσαι πολλάκις τὸν ῥύπον ἑλκοῦσιν ἐνίοτε τὴν σάρκα καὶ βασανίζουσιν. ὅθεν
5οὐ δεῖ τῶν νέων παντάπασιν ἐν χρῷ τὴν δυσωπίαν ἐκτρί‐ βοντας ὀλιγώρους ποιεῖν καὶ λίαν ἀτρέπτους· ἀλλ’ ὥσπερ οἱ καταλύοντες οἰκίας ἱεροῖς γειτνιώσας τά γε συνεχῆ καὶ πλησίον ἐῶσι καὶ διερείδουσιν, οὕτω δεῖ τὴν δυσωπίαν κινεῖν δεδιότας συνεφελκύσασθαι τὰ ὁμοροῦντα τῆς αἰδοῦς
10καὶ τῆς ἐπιεικείας καὶ τῆς ἡμερότητος, οἷς ὑποδέδυκε καὶ348

529

D

προσπέπλεκται κολακεύουσα τὸν εὐδυσώπητον ὡς φιλάν‐ θρωπον καὶ πολιτικὸν καὶ κοινὸν ἔχοντα νοῦν καὶ οὐκ ἄτεγκτον οὐδ’ αὐθέκαστον. ὅθεν εὐθὺς οἱ Στωικοὶ καὶ τῷ ῥήματι τὸ αἰσχύνεσθαι καὶ δυσωπεῖσθαι τοῦ αἰδεῖσθαι
5διέστησαν, ἵνα μηδὲ τὴν ὁμωνυμίαν τῷ πάθει πρόφασιν τοῦ βλάπτειν ἀπολίπωσιν. ἀλλ’ ἡμῖν χρῆσθαι τοῖς ὀνό‐ μασιν ἀσυκοφαντήτως δότωσαν, μᾶλλον δ’ Ὁμηρικῶς· καὶ γὰρ ἐκεῖνος εἶπεν (Ω 445) ‘αἰδώς, ἥτ’ ἄνδρας μέγα σίνεται ἠδ’ ὀνίνησι·‘ καὶ οὐ κακῶς τὸ βλάπτον αὐτῆς
10πρότερον εἶπε. γίγνεται γὰρ ὠφέλιμος ὑπὸ τοῦ λόγου τὸ

529

E

πλεονάζον ἀφελόντος καὶ τὸ μέτριον ἀπολιπόντος. Πρῶτον οὖν τοῦτο δεῖ πείθεσθαι τὸν ὑπὸ πολλῆς δυσωπίας βιαζόμενον, ὅτι πάθει βλαβερῷ συνέχεται, κα‐ λὸν δὲ τῶν βλαβερῶν οὐδέν, οὐδὲ δεῖ τοῖς ἐπαίνοις κηλού‐
5μενον ἥδεσθαι κομψὸν καὶ ἱλαρὸν ἀντὶ σεμνοῦ καὶ μεγάλου καὶ δικαίου προσαγορευόμενον μηδ’, ὥσπερ ὁ Εὐριπίδου Πήγασος (fr. 309) ‘ἔπτησς’ ὑπείκων μᾶλλον, ᾗ μᾶλλον θέλοι,‘ τῷ Βελλεροφόντῃ, τοῖς δεομένοις ἑαυτὸν ἐκδιδόναι καὶ συνεκταπεινοῦν, φοβούμενον ἀκοῦσαι τὸ ‘σκληρός γε
10καὶ ἀπηνής.‘ τῷ μὲν γὰρ Αἰγυπτίῳ Βοκχόριδι φύσει χαλεπῷ γενομένῳ τὴν ἀσπίδα λέγουσιν ὑπὸ τῆς Ἴσιδος

529

F

ἐπιπεμφθεῖσαν καὶ τῇ κεφαλῇ περιελιχθεῖσαν ἄνωθεν ἐπισκιάζειν, ἵνα κρίνῃ δικαίως, ἡ δέ τοι δυσωπία τοῖς ἀτόνοις καὶ ἀνάνδροις ἐπικειμένη καὶ πρὸς μηδὲν ἀνανεῦ‐ σαι μηδ’ ἀντειπεῖν ἰσχύουσα καὶ δικάζοντας ἀποτρέπει
5τοῦ δικαίου καὶ συμβουλεύοντας ἐπιστομίζει καὶ λέγειν

530

A

πολλὰ καὶ πράττειν ἀναγκάζει τῶν ἀβουλήτων· | ὁ δ’ ἀγνωμονέστατος ἀεὶ τοῦ τοιούτου δεσπότης ἐστὶ καὶ κρα‐ τεῖ τῷ μὴ αἰδεῖσθαι τὸ αἰδούμενον ἐκβιαζόμενος. ὅθεν ὥσπερ χωρίον ὕπτιον καὶ μαλακὸν ἡ δυσωπία μηδεμίαν349
5ἔντευξιν ἐξῶσαι μηδ’ ἀποστρέψαι δυναμένη τοῖς αἰσχίστοις βάσιμός ἐστι πάθεσι καὶ πράγμασι· κακὴ μὲν γὰρ αὕτη παιδικῆς φρουρὸς ἡλικίας, ὡς ἔλεγε Βροῦτος οὐ δοκεῖν αὐτῷ καλῶς τὴν ὥραν διατεθεῖσθαι τὸν πρὸς μηδὲν ἀρνού‐ μενον· κακὴ δὲ θαλάμου καὶ γυναικωνίτιδος ἐπίτροπος,
10ὥς φησιν ἡ παρὰ τῷ Σοφοκλεῖ μετανοοῦσα πρὸς τὸν μοι‐ χὸν (fr. 773) ‘ἔπεισας, ἐξέθωψας.‘ ὥσθ’ ἡ δυσωπία προδιαφθείρασα 〈τὴν ψυχὴν οὐκ ἀναμένει διεγείρεσθαι〉

530

B

τὸ ἀκόλαστον· αὐτὴ γὰρ ἀνώχυρα πάντα καὶ ἄκλειστα καὶ κατάντη προδίδωσι τοῖς ἐπιτιθεμένοις. καὶ διδόντες μὲν αἱροῦσι τὰς βδελυρωτάτας, τῷ δὲ πείθειν καὶ δυσω‐ πεῖν πολλάκις κατεργάζονται καὶ τὰς ἐπιεικεῖς. ἐῶ δὲ τὰς
5εἰς τὰ χρήματα βλάβας ὑπὸ τοῦ δυσωπεῖσθαι, δανειζόν‐ των οἷς ἀπιστοῦσιν ἐγγυωμένων οὓς οὐ θέλουσιν ἐπαι‐ νούντων μὲν τὸ ‘ἐγγύα πάρα δ’ ἄτα‘ χρῆσθαι δ’ αὐτῷ περὶ τὰ πράγματα μὴ δυναμένων. Ὅσους δ’ ἀνῄρηκε τοῦτο τὸ πάθος, οὐκ ἄν τις ἐξαρι‐
10θμήσαιτο ῥᾳδίως. καὶ γὰρ ὁ Κρέων πρὸς τὴν Μήδειαν
εἰπὼν (Eur. Med. 290)· ‘κρεῖσσον δέ μοι νῦν πρός ς’ ἀπέχθεσθαι, γύναι,350

530

C

ἢ μαλθακισθένθ’ ὕστερον στένειν‘
1 ἄλλοις ἐγνωμολόγησεν, αὐτὸς δὲ τῆς δυσωπίας ἥττων γενόμενος καὶ μίαν ἡμέραν αἰτουμένῃ δοὺς ἀπώλεσε τὸν οἶκον. ἔνιοι δὲ καὶ σφαγὰς ὑφορώμενοι καὶ φαρμακείας
5διετράπησαν. οὕτω παραπώλετο Δίων, οὐκ ἀγνοήσας ἐπι‐ βουλεύοντα Κάλλιππον ἀλλ’ αἰσχυνθεὶς φυλάττεσθαι φί‐ λον ὄντα καὶ ξένον· οὕτως Ἀντίπατρος ὁ Κασάνδρου Δημήτριον καλέσας ἐπὶ δεῖπνον εἶτα κληθεὶς τῇ ὑστεραίᾳ πρὸς αὐτὸν ᾐδέσθη πεπιστευμένος ἀπιστεῖν, καὶ πορευ‐
10θεὶς ἐσφάγη μετὰ τὸ δεῖπνον. Ἡρακλέα δὲ τὸν Ἀλεξάνδρῳ γενόμενον ἐκ Βαρσίνης ὡμολόγησε μὲν Κασάνδρῳ Πολυ‐

530

D

πέρχων ἀναιρήσειν ἐπὶ ταλάντοις ἑκατὸν εἶτ’ ἐπὶ δεῖπνον ἐκάλει· τοῦ δὲ μειρακίου τὴν κλῆσιν ὑφορωμένου καὶ δεδοικότος ἄλλως δὲ προφασιζομένου μαλακώτερον ἔχειν ἐλθὼν ὁ Πολυπέρχων ‘πρῶτον‘ εἶπεν ‘ὦ παῖ, μιμοῦ τοῦ
5πατρὸς τὸ εὔκολον καὶ φιλέταιρον, εἰ μὴ νὴ Δία δέδοικας ἡμᾶς ὡς ἐπιβουλεύοντας.‘ αἰδεσθεὶς ἠκολούθησεν ὁ νεα‐ νίσκος, οἱ δὲ δειπνίσαντες αὐτὸν ἐστραγγάλισαν. οὐ γε‐ λοῖον οὖν, ὥς φασί τινες, οὐδ’ ἀβέλτερον ἀλλὰ σοφὸν τὸ τοῦ Ἡσιόδου (OD 342) ‘τὸν φιλέοντ’ ἐπὶ δαῖτα καλεῖν τὸν
10δ’ ἐχθρὸν ἐᾶσαι.‘ μὴ δυσωποῦ τὸν μισοῦντα μηδ’ ὑπαί‐

530

E

καλλε πιστεύειν δοκοῦντα· κληθήσῃ γὰρ καλέσας καὶ δειπνήσεις, ἂν δειπνίσῃς, ὥσπερ βαφὴν τὴν φυλάττουσαν ἀπιστίαν μαλαχθεῖσαν αἰσχύνῃ προέμενος. Ὡς οὖν πολλῶν κακῶν αἴτιον τὸ νόσημα τοῦτ’ ὂν πει‐351
5ρατέον ἀποβιάζεσθαι τῇ ἀσκήσει, πρῶτον ἀρξαμένους, ὥσπερ οἱ τἄλλα μελετῶντες, ἀπὸ τῶν μικρῶν καὶ μὴ σφόδρα δυσαντιβλέπτων. οἷον ἐν δείπνῳ προπίνει τις ἅδην ἔχοντι· μὴ δυσωπηθῇς μηδὲ προσβιάσῃ σαυτόν, ἀλλὰ κατάθου τὸ ποτήριον. αὖθις ἕτερος παρακαλεῖ κυβεύειν
10παρὰ πότον· μὴ δυσωπηθῇς μηδὲ δείσῃς σκωπτόμενος· ἀλλ’

530

F

ὥσπερ Ξενοφάνης (A 16) Λάσου τοῦ Ἑρμιονέως μὴ βου‐ λόμενον αὐτῷ συγκυβεύειν δειλὸν ἀποκαλοῦντος ὁμολόγει καὶ πάνυ δειλὸς εἶναι πρὸς τὰ αἰσχρὰ καὶ ἄτολμος. πάλιν ἀδολέσχῃ συνήντηκας ἐπιλαμβανομένῳ καὶ περιπλεκομέ‐
5νῳ· μὴ δυσωπηθῇς ἀλλὰ διακόψας ἐπείγου καὶ πέραινε τὸ

531

A

προκείμενον. αἱ γὰρ τοιαῦται φυγαὶ καὶ διακρούσεις, | ἐν ἐλαφραῖς μέμψεσι τὴν μελέτην ἔχουσαι τοῦ ἀδυσωπήτου, προεθίζουσιν ἡμᾶς ἐπὶ τὰ μείζονα. καὶ τὸ τοῦ Δημοσθέ‐ νους ἐνταῦθα καλῶς ἔχει διαμνημονεύειν· τῶν γὰρ Ἀθη‐
5ναίων ὡρμημένων Ἁρπάλῳ βοηθεῖν καὶ κορυσσομένων ἐπὶ τὸν Ἀλέξανδρον ἐξαίφνης ἐπεφάνη Φιλόξενος ὁ τῶν ἐπὶ θαλάττῃ πραγμάτων Ἀλεξάνδρου στρατηγός. ἐκπλαγέντος δὲ τοῦ δήμου καὶ σιωπῶντος διὰ τὸν φόβον ὁ Δημοσθένης ‘τί ποιήσουσιν‘ ἔφη ‘τὸν ἥλιον ἰδόντες οἱ μὴ δυνάμενοι
10πρὸς τὸν λύχνον ἀντιβλέπειν;‘ τί γὰρ ποιήσεις ἐν πράγμασι μεγάλοις, βασιλέως ἐντυγχάνοντος ἢ δήμου δυσωποῦντος,

531

B

εἰ ποτήριον ἀπώσασθαι μὴ δύνασαι προπίνοντος συνήθους
μηδ’ ἀδολέσχου λαβὴν διαφυγεῖν, ἀλλὰ παρέχεις ἐμπερι‐ πατεῖν φλυάρῳ σαυτόν, οὐκ εὐτονῶν εἰπεῖν ‘ὄψομαί ς’ αὖθις, νῦν δ’ οὐ σχολάζω‘;352
5 Καὶ μὴν οὐδ’ ἡ πρὸς τοὺς ἐπαίνους τοῦ ἀδυσωπήτου μελέτη καὶ ἄσκησις ἐν μικροῖς καὶ ἐλαφροῖς ἄχρηστός ἐστιν. οἷον ἐν συμποσίῳ φίλου κιθαρῳδὸς ᾄδει κακῶς ἢ πολλοῦ κωμῳδὸς ἐωνημένος ἐπιτρίβει Μένανδρον, οἱ δὲ πολλοὶ κροτοῦσι καὶ θαυμάζουσιν· οὐδὲν οἶμαι χαλεπὸν
10οὐδὲ δύσκολον ἀκούειν σιωπῇ καὶ μὴ παρὰ τὸ φαινόμενον ἀνελευθέρως ἐπαινεῖν. ἐὰν γὰρ ἐν τούτοις μὴ κρατῇς

531

C

σαυτοῦ, τί ποιήσεις φίλου ποίημα φαῦλον ἀναγινώσκοντος ἢ λόγον ἐπιδεικνυμένου γεγραμμένον ἀβελτέρως καὶ γε‐ λοίως; ἐπαινέσεις δηλονότι καὶ συνεπιθορυβήσεις τοῖς κολακεύουσι. πῶς οὖν ἐν πράγμασιν ἁμαρτάνοντος ἐπι‐
5λήψῃ; πῶς δὲ περὶ ἀρχὴν ἢ γάμον ἢ πολιτείαν ἀγνωμο‐ νοῦντα νουθετήσεις; ἐγὼ μὲν γὰρ οὐδὲ τὸ τοῦ Περικλέους ἀποδέχομαι πρὸς τὸν ἀξιοῦντα μαρτυρίαν ψευδῆ μαρτυρῆ‐ σαι φίλον, ᾗ προσῆν καὶ ὅρκος, εἰπόντος ‘μέχρι τοῦ βωμοῦ φίλος εἰμί‘. λίαν γὰρ ἐγγὺς ἦλθεν. ὁ δὲ πόρρωθεν ἑαυτὸν
10ἐθίσας μήτε λέγοντος ἐπαινεῖν παρὰ γνώμην μήτ’ ᾄδοντος

531

D

κροτεῖν μήτε σκώπτοντος ἀφυῶς ἐπιγελᾶν οὐκ ἐάσει μέχρι τούτου προελθεῖν οὐδ’ εἰπεῖν πρὸς τὸν ἐν ἐκείνοις ἀδυσώπητον ‘ὄμοσον ὑπὲρ ἐμοῦ καὶ τὰ ψευδῆ μαρτύρησον καὶ ἀπόφηναι παρὰ τὸ δίκαιον.‘
5 Οὕτω δὲ δεῖ καὶ πρὸς τοὺς αἰτοῦντας ἀργύριον ἀνταίρειν, προεθιζόμενον ἐν τοῖς μήτε μεγάλοις μήτε δυσπαραιτήτοις. Ἀρχέλαος μὲν γὰρ ὁ τῶν Μακεδόνων βασιλεὺς παρὰ δεῖπνον αἰτηθεὶς ἔκπωμα χρυσοῦν ὑπ’ ἀνθρώπου μηδὲν ἡγουμένου καλὸν ἢ τὸ λαμβάνειν ἐκέλευ‐
10σεν Εὐριπίδῃ τὸν παῖδα δοῦναι, καὶ πρὸς τὸν ἄνθρωπον ἐκεῖνον ἀποβλέψας ‘σὺ μὲν γάρ‘ εἶπεν ‘αἰτεῖν ἐπιτήδειος353

531

E

εἶ καὶ μὴ λαμβάνειν, οὗτος δὲ λαμβάνειν καὶ μὴ αἰτῶν,‘ ἄριστα τοῦ διδόναι καὶ χαρίζεσθαι κύριον ποιῶν τὸ κρῖνον ἀλλὰ μὴ τὸ δυσωπούμενον· ἡμεῖς δὲ πολλάκις ἀνθρώπους ἐπιεικεῖς καὶ οἰκείους καὶ δεομένους περι‐
5ορῶντες ἑτέροις αἰτοῦσιν ἐνδελεχῶς καὶ ἰταμῶς ἐδώκαμεν, οὐ δοῦναι θελήσαντες ἀλλ’ ἀρνήσασθαι μὴ δυνηθέντες. ὥσπερ Ἀντίγονος ὁ γέρων ὑπὸ Βίαντος ἐνοχληθεὶς πολ‐ λάκις ‘δότ’‘ εἶπεν ‘Βίαντι τάλαντον καὶ ἀνάγκῃ‘. καίτοι μάλιστα τῶν βασιλέων ἐμμελὴς ἦν καὶ πιθανὸς ἀποτρίβε‐
10σθαι τὰ τοιαῦτα. κυνικοῦ γάρ ποτε δραχμὴν αἰτήσαντος αὐτόν ‘ἀλλ’ οὐ βασιλικόν‘ ἔφη ‘τὸ δόμα·‘ τοῦ δ’ ὑποτυ‐

531

F

χόντος ‘δὸς οὖν μοι τάλαντον‘ ἀπήντησεν ‘ἀλλ’ οὐ κυνικὸν τὸ λῆμμα‘. Διογένης μὲν οὖν τοὺς ἀνδριάντας ᾔτει περιιὼν ἐν Κεραμεικῷ καὶ πρὸς τοὺς θαυμάζοντας ἔλεγεν ἀπο‐ τυγχάνειν μελετᾶν· ἡμῖν δὲ πρῶτον ἐμμελετητέον ἐστὶ
5τοῖς φαύλοις καὶ γυμναστέον περὶ τὰ μικρὰ πρὸς τὸ

532

A

ἀρνεῖσθαι τοῖς αἰτοῦσιν οὐ προσηκόντως, | 〈ἵνα τοῖς προσ‐ ηκόντωσ〉 ληψομένοις ἐπικουρεῖν ἔχωμεν. οὐδεὶς γάρ, ὡς ὁ Δημοσθένης φησίν (3, 19), ‘εἰς ἃ μὴ δεῖ καταναλώσας τὰ παρόντα τῶν μὴ παρόντων εὐπορήσει πρὸς ἃ δεῖ‘·
5γίνεται δ’ ἡμῖν πολλαπλάσιον τὸ αἰσχρόν, ὅταν ἐλλίπωμεν εἰς τὰ καλὰ πλεονάσαντες τοῖς περιττοῖς. Ἐπεὶ δ’ οὐ χρημάτων μόνον ἡ δυσωπία κακὴ καὶ
ἀγνώμων οἰκονόμος ἐστίν, ἀλλὰ καὶ περὶ τὰ μείζονα παραιρεῖται τὸ συμφέρον τοῦ λογισμοῦ (καὶ γὰρ ἰατρὸν354
10νοσοῦντες οὐ παρακαλοῦμεν τὸν ἔμπειρον αἰσχυνόμενοι τὸν συνήθη, καὶ παισὶ διδασκάλους ἀντὶ τῶν χρηστῶν

532

B

τοὺς παρακαλοῦντας αἱρούμεθα, καὶ δίκην ἔχοντες πολ‐ λάκις οὐκ ἐῶμεν εἰπεῖν τὸν ὠφέλιμον καὶ ἀγοραῖον, ἀλλ’ οἰκείου τινὸς ἢ συγγενοῦς υἱῷ χαριζόμενοι παρεδώκαμεν ἐμπανηγυρίσαι· τέλος δὲ πολλοὺς ἔστιν ἰδεῖν καὶ τῶν φιλο‐
5σοφεῖν λεγομένων Ἐπικουρείους καὶ Στωικοὺς ὄντας, οὐχ ἑλομένους οὐδὲ κρίναντας ἀλλὰ προσθεμένους δυσω‐ ποῦσιν οἰκείοις καὶ φίλοις)· φέρε δὴ καὶ πρὸς ταῦτα πόρ‐ ρωθεν ἐν τοῖς ἐπιτυχοῦσι καὶ μικροῖς γυμνάζωμεν ἑαυ‐ τούς, ἐθίζοντες μήτε κουρεῖ μήτε γναφεῖ κατὰ δυσωπίαν
10χρῆσθαι μηδὲ καταλύειν ἐν φαύλῳ πανδοκείῳ βελτίονος παρόντος, ὅτι πολλάκις ὁ πανδοκεὺς ἠσπάσαθ’ ἡμᾶς, ἀλλ’ ἔθους ἕνεκα, κἂν ᾖ παρὰ μικρόν, αἱρεῖσθαι τὸ βέλτιον·

532

C

ὥσπερ οἱ Πυθαγορικοὶ παρεφύλαττον ἀεὶ μηδέποτε τῷ δεξιῷ μηρῷ τὸν εὐώνυμον ἐπιτιθέναι μηδὲ τὸν ἄρτιον ἀντὶ τοῦ περιττοῦ λαβεῖν τῶν ἄλλων ἐπ’ ἴσης ἐχόντων. ἐθιστέον δὲ καὶ θυσίαν ποιούμενον ἢ γάμον ἤ τιν’ ἄλλην
5τοιαύτην ὑποδοχὴν μὴ τὸν ἀσπασάμενον καλεῖν ἢ προσ‐ δραμόντα μᾶλλον ἢ τὸν εὔνουν καὶ χρηστόν· ὁ γὰρ οὕτως ἐθισθεὶς καὶ ἀσκήσας δυσάλωτος ἔσται, μᾶλλον δ’ ὅλως ἀνεπιχείρητος ἐν τοῖς μείζοσι. Περὶ μὲν οὖν ἀσκήσεως ἱκανὰ καὶ ταῦτα· τῶν δὲ
10χρησίμων ἐπιλογισμῶν πρῶτός ἐστιν ὁ διδάσκων καὶ ὑπομιμνήσκων, ὅτι πᾶσι μὲν τοῖς πάθεσιν ἀκολουθεῖ καὶ

532

D

τοῖς νοσήμασιν ἃ φεύγειν δι’ αὐτῶν δοκοῦμεν, ἀδοξίαι
φιλοδοξίαις καὶ λῦπαι φιληδονίαις καὶ πόνοι μαλακίαις καὶ φιλονικίαις ἧτται καὶ καταδίκαι, τῇ δὲ δυσωπίᾳ συμβέβη‐ κεν ἀτεχνῶς φευγούσῃ καπνὸν ἀδοξίας εἰς πῦρ ἐμβάλλειν355
5ἑαυτήν. αἰσχυνόμενοι γὰρ ἀντιλέγειν τοῖς ἀγνωμόνως δυσωποῦσιν ὕστερον δυσωποῦνται τοὺς δικαίως ἐγκα‐ λοῦντας, καὶ δεδιότες μέμψιν ἐλαφρὰν πολλάκις αἰσχύνην ὁμολογουμένην ὑπομένουσι· καὶ γὰρ αἰτοῦντος ἀργύριον φίλου δυσωπηθέντες ἀντειπεῖν οὐκ ἔχοντες ἀσχημονοῦσι
10μετ’ ὀλίγον ἐξελεγχόμενοι, καὶ βοηθήσειν ὁμολογήσαντες

532

E

ἐνίοις δίκην ἔχουσιν, εἶτα τοὺς ἑτέρους διατραπέντες ἀπο‐ κρύπτονται καὶ δραπετεύουσι. πολλοὺς δὲ καὶ περὶ γάμου θυγατρὸς ἢ ἀδελφῆς εἰς ὁμολογίαν ἀλυσιτελῆ κατακλεί‐ σασα δυσωπία ψεύδεσθαι πάλιν ἀναγκάζει μετατιθεμέ‐
5νους. Ὁ μὲν γὰρ εἰπών, ὅτι πάντες οἱ τὴν Ἀσίαν κατοι‐ κοῦντες ἑνὶ δουλεύουσιν ἀνθρώπῳ διὰ τὸ μὴ δύνασθαι μίαν εἰπεῖν τὴν ‘οὐ‘ συλλαβήν, οὐκ ἐσπούδασεν ἀλλ’ ἔσκωψεν· τοῖς δὲ δυσωπουμένοις, κἂν μηδὲν εἴπωσιν,
10ἔξεστιν ὀφρῦν ἐπάρασι μόνον ἢ κάτω κύψασι πολλὰς ἀβουλήτους καὶ ἀτόπους ὑπουργίας διαφεύγειν. ‘τὴν γὰρ

532

F

σιωπὴν‘ ὁ μὲν Εὐριπίδης (fr. 977) φησὶ ‘τοῖς σοφοῖς ἀπόκρισιν‘ εἶναι, κινδυνεύομεν δὲ μᾶλλον αὐτῆς δεῖσθαι πρὸς τοὺς ἀγνώμονας, ἐπεὶ τοὺς χαρίεντας ἔστι καὶ παρ‐ ηγορῆσαι· καὶ πρόχειρά γε δεῖ καὶ συχνὰ τῶν ἐπιφανῶν καὶ
5ἀγαθῶν ἀνδρῶν ἔχειν ἀποφθέγματα καὶ μνημονεύειν πρὸς
τοὺς δυσωποῦντας· οἷον τὸ Φωκίωνος πρὸς Ἀντίπατρον |356

533

A

‘οὐ δύνασαί μοι καὶ φίλῳ χρῆσθαι καὶ κόλακι.‘ καὶ πρὸς τοὺς Ἀθηναίους ἐπιδοῦναι κελεύοντας αὐτὸν ἐν ἑορτῇ καὶ κροτοῦντας ‘αἰσχύνομαι‘ εἶπεν ‘ὑμῖν μὲν ἐπιδιδοὺς τούτῳ δὲ μὴ ἀποδιδούσ‘ Καλλικλέα δείξας τὸν δανειστήν. ‘πε‐
5νίαν γὰρ οὐχ ὁμολογεῖν αἰσχρόν‘ ὡς Θουκυδίδης φησίν (II 40, 1) ‘ἀλλ’ ἔργῳ μὴ διαφεύγειν αἴσχιον.‘ ὁ δ’ ἀβελτε‐ ρίᾳ καὶ μαλακίᾳ πρὸς τὸν αἰτοῦντα δυσωπούμενος εἰπεῖν (Tr. adesp. 389)
8
‘οὐκ ἔστ’ ἐν ἄντροις λευκός, ὦ ξέν’, ἄργυρος,‘
9
10εἶθ’ ὥσπερ ἐνέχυρον προέμενος τὴν ἐπαγγελίαν (Eur. vel potius Critiae Pirith. fr. 595) ‘αἰδοῦς ἀχαλκεύτοισιν ἔζευκται πέδαις.‘ ὁ δὲ Περσαῖος ἀργύριόν τινι τῶν γνω‐

533

B

ρίμων δανείζων δι’ ἀγορᾶς καὶ τραπέζης ἐποιεῖτο τὸ συμ‐ βόλαιον μεμνημένος δηλονότι τοῦ Ἡσιόδου λέγοντος (OD 371)
3 ‘καί τε κασιγνήτῳ γελάσας ἐπὶ μάρτυρα θέσθαι‘·
4
5θαυμάσαντος δ’ ἐκείνου καὶ εἰπόντος ‘οὕτως, ὦ Περσαῖε, νομικῶς;‘ ‘ναί‘ εἶπεν ‘ἵνα φιλικῶς ἀπολάβω καὶ μὴ νομι‐ κῶς ἀπαιτήσω‘. πολλοὶ γὰρ ἐν ἀρχῇ διὰ δυσωπίαν προ‐ έμενοι τὸ πιστὸν ὕστερον ἐχρήσαντο τοῖς νομίμοις μετ’ ἔχθρας. πάλιν ὁ Πλάτων (ep. XIII 360c) Ἑλίκωνι
10τῷ Κυζικηνῷ διδοὺς πρὸς Διονύσιον ἐπιστολὴν ἐπῄνεσεν
αὐτὸν ὡς ἐπιεικῆ καὶ μέτριον, εἶτα προσέγραψε τῇ ἐπι‐357

533

C

στολῇ τελευτώσῃ ‘γράφω δέ σοι ταῦτα περὶ ἀνθρώπου, ζῴου φύσει εὐμεταβόλου‘· Ξενοκράτης δὲ καίπερ αὐστη‐ ρὸς ὢν τὸν τρόπον ὅμως ὑπὸ δυσωπίας ἐκάμφθη καὶ συνέστησε Πολυπέρχοντι δι’ ἐπιστολῆς ἄνθρωπον οὐ
5χρηστόν, ὡς τὸ ἔργον ἔδειξε· δεξιωσαμένου δ’ αὐτὸν τοῦ Μακεδόνος καὶ πυθομένου μή τινος ἔχοι χρείαν, ᾔτησε τάλαντον· ὁ δ’ ἐκείνῳ μὲν ἔδωκε Ξενοκράτει δ’ ἔγραψε παραινῶν ἐπιμελέστερον τὸ λοιπὸν ἐξετάζειν οὓς συνίστησιν. Ὁ μὲν οὖν Ξενοκράτης ἠγνόησεν, ἡμεῖς δὲ καὶ πάνυ
10πολλάκις ἐπιστάμενοι τοὺς πονηροὺς καὶ γράμματα προϊέ‐ μεθα καὶ χρήματα, βλάπτοντες ἑαυτούς, οὐ μεθ’ ἡδονῆς

533

D

ὥσπερ οἱ ταῖς ἑταίραις χαριζόμενοι καὶ τοῖς κόλαξιν, ἀλλὰ δυσχεραίνοντες καὶ βαρυνόμενοι τὴν ἀναίδειαν ἀνατρέπου‐ σαν ἡμῶν καὶ καταβιαζομένην τὸν λογισμόν. εἰ γὰρ πρὸς ἄλλο τι, καὶ πρὸς τοὺς δυσωποῦντας ἔξεστιν εἰπεῖν τὸ
5(Eur. Med. 1078) ‘μανθάνω μὲν οἷα δρᾶν μέλλω κακά‘ τὰ ψευδῆ μαρτυρῶν ἢ τὰ μὴ δίκαια κρίνων ἢ τὰ μὴ συμφέ‐ ροντα χειροτονῶν ἢ δανειζόμενος ὑπὲρ τοῦ μὴ ἀποδώσον‐ τος. διὸ τῶν παθῶν μάλιστα τῷ δυσωπεῖσθαι τὸ μετανοεῖν οὐχ ὕστερον, ἀλλ’ εὐθὺς ἐν οἷς πράττει πάρεστι·
10καὶ γὰρ διδόντες ἀχθόμεθα καὶ μαρτυροῦντες αἰσχυνόμεθα

533

E

καὶ συνεργοῦντες ἀδοξοῦμεν καὶ μὴ παρέχοντες ἐλεγχό‐ μεθα. πολλὰ γὰρ ὑπ’ ἀσθενείας τοῦ ἀντιλέγειν καὶ τῶν ἀδυνάτων ἡμῖν ὑπισχνούμεθα τοῖς λιπαροῦσιν, ὡς συστά‐ σεις ἐν αὐλαῖς καὶ πρὸς ἡγεμόνας ἐντεύξεις, μὴ βουλό‐
5μενοι μηδ’ εὐτονοῦντες εἰπεῖν ‘οὐκ οἶδεν ἡμᾶς ὁ βασιλεύς, ἀλλ’ ἑτέρους ὅρα μᾶλλον‘, ὡς Λύσανδρος Ἀγησιλάῳ προσ‐ κεκρουκὼς ἀξιούμενος δὲ μέγιστον δύνασθαι παρ’ αὐτῷ διὰ τὴν δόξαν οὐκ ᾐσχύνετο παραιτεῖσθαι τοὺς ἐντυγχά‐ νοντας, ἀπιέναι πρὸς ἑτέρους κελεύων καὶ πειρᾶσθαι τῶν358
10μᾶλλον αὐτοῦ παρὰ τῷ βασιλεῖ δυναμένων. οὐ γὰρ αἰσχρὸν τὸ μὴ πάντα δύνασθαι· τὸ δὲ μὴ δυναμένους ἢ μὴ πε‐

533

F

φυκότας ἀναδέχεσθαι τὰ τοιαῦτα καὶ παραβιάζεσθαι πρὸς τῷ αἰσχρῷ καὶ λυπηρότατόν ἐστιν. Ἀπ’ ἄλλης δ’ ἀρχῆς· τὰ μὲν μέτρια καὶ πρέποντα

534

A

δεῖ προθύμως ὑπουργεῖν τοῖς ἀξιοῦσι | μὴ δυσωπουμέ‐ νους ἀλλ’ ἑκόντας, ἐν δὲ τοῖς βλαβεροῖς καὶ ἀτόποις τὸ τοῦ Ζήνωνος (St. V. Fr. I 313) ἀεὶ πρόχειρον ἔχειν, ὃς ἀπαντήσας νεανίσκῳ τινὶ τῶν συνήθων παρὰ τὸ τεῖχος
5ἡσυχῆ βαδίζοντι καὶ πυθόμενος ὅτι φεύγει φίλον ἀξιοῦντα μαρτυρεῖν αὐτῷ τὰ ψευδῆ ‘τί λέγεισ‘ φησίν ‘ἀβέλτερε; σὲ μὲν ἐκεῖνος ἀγνωμονῶν καὶ ἀδικῶν οὐ δέδιεν οὐδ’ αἰσχύ‐ νεται, σὺ δ’ ἐκεῖνον ὑπὲρ τῶν δικαίων οὐ θαρρεῖς ὑποστῆ‐ ναι;‘ ὁ μὲν γὰρ εἰπὼν (Epich. 275) ‘ποτὶ πονηρὸν οὐκ
10ἄχρηστον ὅπλον ἁ πονηρία‘ κακῶς ἐθίζει μιμούμενον ἀμύνεσθαι τὴν κακίαν, τὸ δὲ τοὺς ἀναιδῶς καὶ ἀδυσω‐

534

B

πήτως ἐνοχλοῦντας ἀποτρίβεσθαι τῷ ἀδυσωπήτῳ καὶ μὴ χαρίζεσθαι τὰ αἰσχρὰ τοῖς ἀναισχύντοις αἰσχυνόμενον ὀρθῶς καὶ δικαίως γινόμενόν ἐστιν ὑπὸ τῶν νοῦν ἐχόν‐ των.
5 Ἔτι τοίνυν τῶν δυσωπούντων τοῖς μὲν ἀδόξοις καὶ ταπεινοῖς καὶ μηδενὸς ἀξίοις οὐ μέγ’ ἔργον ἀντισχεῖν,
ἀλλὰ καὶ μετὰ γέλωτος ἔνιοι καὶ σκώμματος ἐκκλίνουσι τοὺς τοιούτους· ὡς Θεόκριτος, δυεῖν [αὐτὸν] ἐν βαλανείῳ στλεγγίδα κιχραμένων, τοῦ μὲν ξένου τοῦ δὲ γνωρίμου359
10κλέπτου, μετὰ παιδιᾶς ἀμφοτέρους διεκρούσατ’ εἴπας ‘σὲ μὲν οὐκ οἶδα σὲ δ’ οἶδα.‘ Λυσιμάχη δ’ Ἀθήνησιν, ἡ τῆς Πολιάδος ἱέρεια τῶν τὰ ἱερὰ προσαγαγόντων ὀρεωκό‐

534

C

μων ἐγχέαι κελευόντων ‘ἀλλ’ ὀκνῶ‘ εἶπε ‘μὴ καὶ τοῦτο πάτριον γένηται.‘ καὶ Ἀντίγονος πρός τινα νεανίσκον, γεγονότα μὲν ἐκ λοχαγοῦ χαρίεντος αὐτὸν δ’ ἄτολμον ὄντα καὶ μαλακὸν ἀξιοῦντα δὲ προαχθῆναι, ‘παρ’ ἐμοί‘
5φησίν ‘ὦ μειράκιον, ἀνδραγαθίας εἰσὶν οὐ πατραγαθίας τιμαί.‘ Καὶ μὴν ἐάνπερ ὁ δυσωπῶν ἔνδοξος ᾖ καὶ δυνατός (οἳ δὴ μάλιστα καὶ δυσπαραίτητοι καὶ δυσαπότριπτοι περὶ τὰς κρίσεις καὶ τὰς χειροτονίας ἐντυγχάνοντές εἰσιν), ὃ
10μὲν ἔπραξεν ὁ Κάτων νέος ὢν ἔτι πρὸς Κάτλον, οὐκ ἄν τινι φανείη ῥᾴδιον ἴσως οὐδ’ ἀναγκαῖον. ὁ γὰρ Κάτλος ἦν

534

D

μὲν ἐν ἀξιώματι τῶν Ῥωμαίων μεγίστῳ καὶ τότε τὴν τιμητικὴν ἀρχὴν εἶχεν· ἀνέβη δὲ πρὸς τὸν Κάτωνα τεταγ‐ μένον ἐπὶ τοῦ δημοσίου ταμιείου παραιτησόμενός τινα τῶν ἐζημιωμένων ὑπ’ αὐτοῦ καὶ λιπαρὴς ἐγίνετο ταῖς
5δεήσεσι προσβιαζόμενος· ἄχρι οὗ δυσανασχετήσας ἐκεῖνος ‘αἰσχρόν ἐστιν‘ ἔφη ‘Κάτλε, σὲ τὸν τιμητὴν ἀπαλλαγῆναι μὴ βουλόμενον ἐντεῦθεν ὑπὸ τῶν ἐμῶν ὑπηρετῶν ἕλκε‐
σθαι,‘ καὶ ὁ Κάτλος αἰσχυνθεὶς πρὸς ὀργὴν ἀπῆλθε. σκόπει δὲ μὴ τὸ τοῦ Ἀγησιλάου καὶ τὸ τοῦ Θεμιστοκλέους360
10ἐπιεικέστερόν ἐστι καὶ μετριώτερον. ὁ μὲν γὰρ Ἀγησίλαος ὑπὸ τοῦ πατρὸς κελευόμενος κρῖναί τινα δίκην παρὰ τὸν

534

E

νόμον ‘ἀλλ’ ὑπὸ σοῦ‘, ἔφη ‘πάτερ, πείθεσθαι τοῖς νόμοις ἐδιδασκόμην ἀπ’ ἀρχῆς· διὸ καὶ νῦν σοι πείθομαι μηδὲν ποιεῖν παράνομον.‘ ὁ δὲ Θεμιστοκλῆς πρὸς τὸν Σιμωνίδην ἀξιοῦντά τι τῶν μὴ δικαίων ‘οὔτ’ ἂν σὺ ποιητὴς ἀγαθὸς
5εἴησ‘ ἔφη ‘παρὰ μέλος ᾄδων, οὔτ’ ἂν ἐγὼ χρηστὸς ἄρχων παρὰ νόμον κρίνων.‘ καίτοι οὐ διὰ τὴν τοῦ ποδὸς πρὸς τὴν λύραν ἀμετρίαν, ὡς Πλάτων ἔλεγε (Clitoph. 407c), καὶ πόλεις πόλεσι καὶ φίλοι φίλοις διαφερόμενοι τὰ αἴσχιστα δρῶσί τε καὶ πάσχουσιν, ἀλλὰ διὰ τὴν περὶ τὰ
10νόμιμα καὶ δίκαια πλημμέλειαν. ἀλλ’ ὅμως ἔνιοι τὴν ἐν μέλεσι καὶ γράμμασι καὶ μέτροις ἀκρίβειαν αὐτοὶ φυλάτ‐

534

F

τοντες ἑτέρους ἐν ἀρχαῖς καὶ κρίσεσι καὶ πράξεσιν ἀξιοῦ‐ σιν ὀλιγωρεῖν τοῦ καλῶς ἔχοντος. διὸ καὶ τούτῳ μάλιστα χρηστέον πρὸς αὐτούς. ἐντυγχάνει σοι δικάζοντι ῥήτωρ ἢ βουλεύοντι δημαγωγός· ὁμολόγησον, ἐὰν ἐκεῖνος σολοι‐
5κίσῃ προοιμιαζόμενος ἢ βαρβαρίσῃ διηγούμενος· οὐ γὰρ ἐθελήσει διὰ τὸ φαινόμενον αἰσχρόν· ἐνίους γοῦν ὁρῶμεν οὐδὲ φωνήεντι συγκροῦσαι φωνῆεν ἐν τῷ λέγειν ὑπομέ‐

535

A

νοντας. | ἕτερον πάλιν δυσωποῦντα τῶν ἐπιφανῶν καὶ ἐνδόξων κέλευσον ὀρχούμενον δι’ ἀγορᾶς διεξελθεῖν ἢ
διαστρέψαντα τὸ πρόσωπον· ἐὰν δ’ ἀρνῆται, σός ἐστιν ὁ καιρὸς εἰπεῖν καὶ πυθέσθαι, τί αἰσχρόν ἐστι, τὸ σολοικίσαι361
5καὶ διαστρέψαι τὸ πρόσωπον ἢ τὸ λῦσαι τὸν νόμον καὶ παραβῆναι τὸν ὅρκον καὶ πλέον νεῖμαι τῷ πονηρῷ τοῦ ἀγαθοῦ παρὰ τὸ δίκαιον. ἔτι τοίνυν, ὥσπερ Νικόστρατος ὁ Ἀργεῖος Ἀρχιδάμου παρακαλοῦντος αὐτὸν ἐπὶ χρήμασι πολλοῖς καὶ γάμῳ γυναικὸς ᾧ βούλεται Λακαίνης προδοῦ‐
10ναι Κρῶμνον οὐκ ἔφη γεγονέναι τὸν Ἀρχίδαμον ἀφ’

535

B

Ἡρακλέους· ἐκεῖνον μὲν γὰρ ἀποκτιννύναι περιιόντα τοὺς πονηρούς, τοῦτον δὲ τοὺς χρηστοὺς ποιεῖν πονηρούς· οὕτω καὶ ἡμῖν πρὸς ἄνθρωπον ἀξιοῦντα καλὸν κἀγαθὸν λέγεσθαι ῥητέον, ἂν βιάζηται καὶ δυσωπῇ, μὴ πρέποντα
5ποιεῖν μηδ’ ἄξια τῆς περὶ αὐτὸν εὐγενείας καὶ ἀρετῆς. Ἐπὶ δὲ τῶν φαύλων ὁρᾶν χρὴ καὶ διανοεῖσθαι, τὸν φιλάργυρον εἰ δυσωπήσεις ἄνευ συμβολαίου δανεῖσαι τάλαντον ἢ τὸν φιλότιμον ἐκστῆναι τῆς προεδρίας ἢ τὸν φίλαρχον τῆς παραγγελίας ἐπίδοξον ὄντα κρατήσειν. δεινὸν
10γὰρ ἂν ἀληθῶς φανείη τούτους μὲν ἐν νοσήμασι καὶ παθή‐ μασιν ἀκάμπτους διαμένειν καὶ ἐχυροὺς καὶ δυσμεταθέ‐

535

C

τους, ἡμᾶς δὲ βουλομένους καὶ φάσκοντας εἶναι φιλοκά‐ λους καὶ φιλοδικαίους μὴ κρατεῖν ἑαυτῶν ἀλλ’ ἀνατρέπε‐ σθαι καὶ προΐεσθαι τὴν ἀρετήν. καὶ γάρ, εἰ μὲν οἱ δυσ‐ ωποῦντες ἐπὶ δόξῃ καὶ δυναστείᾳ τοῦτο ποιοῦσιν, ἄτοπόν
5ἐστι κοσμοῦντας ἑτέρους καὶ αὔξοντας ἀσχημονεῖν αὐτοὺς καὶ κακῶς ἀκούειν (ὥσπερ οἱ παραβραβεύοντες ἐν τοῖς ἀγῶσι καὶ περὶ τὰς χειροτονίας ἐξ οὐ προσηκόντων
ἀρχεῖα καὶ στεφάνους ἄλλοις χαριζόμενοι καὶ δόξαν ἀφαιροῦνται τὸ ἔνδοξον αὑτῶν καὶ τὸ καλόν)· εἰ δὲ χρημά‐362
10των ἕνεκα προσκείμενον ὁρῶμεν τὸν δυσωποῦντα, πῶς

535

D

οὐ παρίσταται δεινὸν εἶναι τὸ τῆς ἰδίας δόξης καὶ ἀρετῆς ἀφειδεῖν, ἵνα τὸ τοῦ δεῖνος βαλλάντιον βαρύτερον γένηται; Καίτοι παρίσταταί γε τοῖς πολλοῖς τὰ τοιαῦτα καὶ οὐ λανθάνουσιν ἑαυτοὺς ἐξαμαρτάνοντες, ὥσπερ οἱ τὰς μεγά‐
5λας κύλικας ἐκπίνειν ἀναγκαζόμενοι μόλις καὶ στένοντες καὶ τὰ πρόσωπα διαστρέψαντες ἐκτελοῦσι τὸ προστεταγ‐ μένον. ἀλλ’ ἔοικεν ἡ τῆς ψυχῆς ἀτονία σώματος κράσει καὶ πρὸς ἀλέαν κακῶς πεφυκυίᾳ καὶ πρὸς κρύος· ἐπαινούμενοί τε γὰρ ὑπὸ τῶν δυσωπούντων παντάπασι
10θρύπτονται καὶ χαλῶνται πρός τε τὰς μέμψεις καὶ ὑφοράσεις τῶν ἀποτυγχανόντων ψοφοδεῶς καὶ δειλῶς

535

E

ἔχουσι. δεῖ δ’ ἀντισχυρίζεσθαι πρὸς ἀμφότερα, μήτε τοῖς δεδιττομένοις μήτε τοῖς κολακεύουσιν ἐνδιδόντας. ὁ μὲν οὖν Θουκυδίδης (II 64, 5), ὡς ἀναγκαίως ἑπομένου τῷ δύνασθαι τοῦ φθονεῖσθαι, ‘καλῶσ‘ φησί ‘βουλεύεσθαι τὸν
5ἐπὶ μεγίστοις λαμβάνοντα τὸ ἐπίφθονον·‘ ἡμεῖς δὲ τὸν μὲν φθόνον διαφεύγειν [οὐ] χαλεπὸν ἡγούμενοι, τὸ δὲ μέμψει μὴ περιπεσεῖν μηδὲ λυπηρόν τινι γενέσθαι τῶν χρωμένων ἀδύνατον παντάπασιν ὁρῶντες ὀρθῶς βου‐ λευσόμεθα τὰς τῶν ἀγνωμόνων ἀπεχθείας ἐκδεχόμενοι
10μᾶλλον ἢ τὰς τῶν δικαίως ἐγκαλούντων, ἐὰν ἐκείνοις μὴ δικαίως ὑπουργῶμεν. καὶ μὴν ἔπαινόν γε τὸν παρὰ τῶν

535

F

δυσωπούντων κίβδηλον ὄντα παντάπασι δεῖ φυλάττεσθαι καὶ μὴ πάθος πάσχειν ὑῶδες, ὑπὸ κνησμοῦ καὶ γαργα‐ λισμοῦ παρέχοντα χρῆσθαι ῥᾷστα τῷ δεομένῳ καὶ κατα‐
βάλλειν ἑαυτὸν ὑποκατακλινόμενον. οὐδὲν γὰρ διαφέ‐363
5ρουσι τῶν τὰ σκέλη τοῖς ὑποσπῶσι παρεχόντων οἱ τὰ ὦτα τοῖς κολακεύουσι παραδιδόντες, ἀλλ’ αἴσχιον ἀνατρέ‐

536

A

πονται καὶ πίπτουσιν, | οἱ μὲν ἔχθρας καὶ κολάσεις ἀνιέν‐ τες ἀνθρώποις πονηροῖς, ἵν’ ἐλεήμονες καὶ φιλάνθρωποι καὶ συμπαθεῖς κληθῶσιν, οἱ δὲ τοὐναντίον ἀπεχθείας καὶ κατηγορίας οὐκ ἀναγκαίας οὐδ’ ἀκινδύνους ἀναδέξασθαι
5πεισθέντες ὑπὸ τῶν ἐπαινούντων ὡς μόνους ἄνδρας καὶ μόνους ἀκολακεύτους καὶ νὴ Δία στόματα καὶ φωνὰς προσαγορευόντων. διὸ καὶ Βίων ἀπείκαζε τοὺς τοιούτους ἀμφορεῦσιν ἀπὸ τῶν ὤτων ῥᾳδίως μεταφερομένοις. ὥσπερ Ἀλεξῖνον ἱστοροῦσι τὸν σοφιστὴν πολλὰ φαῦλα λέ‐
10γειν ἐν τῷ περιπάτῳ περὶ Στίλπωνος τοῦ Μεγαρέως,

536

B

εἰπόντος δέ τινος τῶν παρόντων ‘ἀλλὰ μὴν ἐκεῖνός σε πρῴην ἐπῄνει‘ ‘νὴ Δία‘ φάναι· ‘βέλτιστος γὰρ ἀνδρῶν ἐστι καὶ γενναιότατος.‘ ἀλλὰ Μενέδημος τοὐναντίον, ἀκούσας ὡς Ἀλεξῖνος αὐτὸν ἐπαινεῖ πολλάκις ‘ἐγὼ δ’‘
5εἶπεν ‘ἀεὶ ψέγω Ἀλεξῖνον· ὥστε κακός ἐστιν ἄνθρωπος ἢ κακὸν ἐπαινῶν ἢ ὑπὸ χρηστοῦ ψεγόμενος.‘ οὕτως ἄτρεπ‐ τος ἦν καὶ ἀνάλωτος ὑπὸ τῶν τοιούτων καὶ κρατῶν ἐκείνης τῆς παραινέσεως, ἣν ὁ Ἀντισθένειος Ἡρακλῆς παρῄνει, τοῖς παισὶ διακελευόμενος μηδενὶ χάριν ἔχειν
10ἐπαινοῦντι [αὐτούς]· τοῦτο δ’ ἦν οὐδὲν ἄλλο ἢ μὴ δυσωπεῖ‐ σθαι μηδ’ ἀντικολακεύειν τοὺς ἐπαινοῦντας. ἀρκεῖ γὰρ

536

C

οἶμαι τὸ τοῦ Πινδάρου πρὸς τὸν λέγοντα πανταχοῦ καὶ πρὸς πάντας ἐπαινεῖν αὐτὸν εἰπόντος ‘κἀγώ σοι χάριν ἀπο‐ δίδωμι· ποιῶ γάρ ς’ ἀληθεύειν.‘
Ὃ τοίνυν πρὸς πάντα τὰ πάθη χρήσιμόν ἐστι, τού‐364
5του δεῖ μάλιστα τοῖς εὐδυσωπήτοις, ὅταν ἐκβιασθέντες ὑπὸ τοῦ πάθους παρὰ γνώμην ἁμάρτωσι καὶ διατραπῶσιν, ἰσχυρῶς μνημονεύειν καὶ τὰ σημεῖα τοῦ δηγμοῦ καὶ τῆς μεταμελείας θεμένους ἐν ἑαυτοῖς ἀναλαμβάνειν καὶ φυ‐ λάττειν ἐπὶ πλεῖστον χρόνον. ὡς γὰρ οἱ λίθῳ προσπταί‐
10σαντες ὁδοιπόροι ἢ περὶ ἄκραν ἀνατραπέντες κυβερνῆται, ἂν μνημονεύωσιν, οὐκ ἐκεῖνα μόνον ἀλλὰ καὶ τὰ προσ‐

536

D

όμοια φρίττοντες καὶ φυλαττόμενοι διατελοῦσιν, οὕτως οἱ τὰ τῆς δυσωπίας αἰσχρὰ καὶ βλαβερὰ συνεχῶς τῷ μετα‐ νοοῦντι καὶ δακνομένῳ προβάλλοντες ἀντιλήψονται πάλιν ἑαυτῶν ἐν τοῖς ὁμοίοις καὶ οὐ προήσονται ῥᾳδίως ὑπο‐
5φερομένους.365