TLG 0007 102 :: PLUTARCHUS :: De curiositate (515b–523b)

PLUTARCHUS Biogr. Phil.
(Chaeronensis: A.D. 1–2)

De curiositate (515b–523b)

Source: Pohlenz, M. (ed.), Plutarchi moralia, vol. 3. Leipzig: Teubner, 1929 (repr. 1972): 311–332.

Citation: Stephanus page — section — (line)

t

1

ΠΕΡΙ ΠΟΛΥΠΡΑΓΜΟΣΥΝΗΣ

515

B

Ἄπνουν ἢ σκοτεινὴν ἢ δυσχείμερον οἰκίαν ἢ νοσώδη φυγεῖν μὲν ἴσως ἄριστον· ἂν δὲ φιλοχωρῇ τις ὑπὸ συνηθείας, ἔστι καὶ φῶτα μεταθέντα καὶ κλίμακα μεταβαλόντα καὶ θύρας τινὰς ἀνοίξαντα τὰς δὲ κλείσαντα λαμπροτέραν
5εὐπνουστέραν ὑγιεινοτέραν μηχανήσασθαι. καὶ πόλεις τινὲς311

515

C

οὕτω μεταθέντες ὠφέλησαν· ὥσπερ τὴν ἐμὴν πατρίδα πρὸς ζέφυρον ἄνεμον κεκλιμένην καὶ τὸν ἥλιον ἐρείδοντα δείλης ἀπὸ τοῦ Παρνασσοῦ δεχομένην ἐπὶ τὰς ἀνατολὰς τραπῆναι λέγουσιν ὑπὸ τοῦ Χαίρωνος. ὁ δὲ φυσικὸς
5Ἐμπεδοκλῆς (A 14) ὄρους τινὰ διασφάγα βαρὺν καὶ νοσώδη κατὰ τῶν πεδίων τὸν νότον ἐμπνέουσαν ἐμφράξας λοιμὸν ἔδοξεν ἐκκλεῖσαι τῆς χώρας. ἐπεὶ τοίνυν ἔστι τινὰ πάθη νοσώδη καὶ βλαβερὰ καὶ χειμῶνα παρέχοντα τῇ ψυχῇ καὶ σκότος, ἄριστον μὲν ἐξωθεῖν ταῦτα καὶ κατα‐
10λύειν εἰς ἔδαφος, αἰθρίαν καὶ φῶς καὶ πνεῦμα καθαρὸν

515

D

διδόντας ἑαυτοῖς· εἰ δὲ μή, μεταλαμβάνειν γε καὶ μεθαρ‐ μόττειν ἁμωσγέπως περιάγοντας ἢ στρέφοντας. Οἷον εὐθὺς ἡ πολυπραγμοσύνη φιλομάθειά τίς ἐστιν ἀλλοτρίων κακῶν, οὔτε φθόνου δοκοῦσα καθαρεύειν νόσος
5οὔτε κακοηθείας·
5
‘τί τἀλλότριον, ἄνθρωπε βασκανώτατε,
κακὸν ὀξυδορκεῖς τὸ δ’ ἴδιον παραβλέπεις;‘
(Com. adesp. 359)
8 μετάθες ἔξωθεν καὶ μετάστρεψον εἴσω τὴν πολυπραγμο‐
10σύνην· εἰ χαίρεις κακῶν μεταχειριζόμενος ἱστορίαν, ἔχεις οἴκοι πολλὴν διατριβήν· ‘ὅσσον ὕδωρ † κατ’ Ἀλιζόνος ἢ δρυὸς ἀμφὶ πέτηλα,‘ τοσοῦτον πλῆθος εὑρήσεις ἁμαρτη‐

515

E

μάτων ἐν τῷ βίῳ καὶ παθῶν ἐν τῇ ψυχῇ καὶ παροραμάτων ἐν τοῖς καθήκουσιν. ὡς γὰρ ὁ Ξενοφῶν (Oecon. 8, 19) λέγει τοῖς οἰκονομικοῖς ἴδιον εἶναι τῶν ἀμφὶ θυσίαν σκευῶν, ἴδιον τῶν ἀμφὶ δεῖπνα τόπον, ἀλλαχοῦ κεῖσθαι τὰ312
5γεωργικά, χωρὶς τὰ πρὸς πόλεμον, οὕτω σοὶ τὰ μέν ἐστιν ἀπὸ φθόνου κακὰ κείμενα τὰ δ’ ἀπὸ ζηλοτυπίας τὰ δ’ ἀπὸ δειλίας τὰ δ’ ἀπὸ μικρολογίας· ταῦτ’ ἔπελθε, ταῦτ’ ἀνα‐ θεώρησον· τὰς εἰς γειτόνων θυρίδας καὶ [τὰς] παρόδους τῆς πολυπραγμοσύνης ἔμφραξον, ἑτέρας δ’ ἄνοιξον εἰς τὴν
10ἀνδρωνῖτιν τὴν σεαυτοῦ φερούσας, εἰς τὴν γυναικωνῖτιν, εἰς τὰς τῶν θεραπόντων διαίτας· ἐνταῦθ’ ἔχει διατριβὰς

515

F

οὐκ ἀχρήστους οὐδὲ κακοήθεις ἀλλ’ ὠφελίμους καὶ σωτηρίους τὸ φιλοπευθὲς τοῦτο καὶ φιλόπραγμον, ἑκά‐ στου πρὸς ἑαυτὸν λέγοντος (Carm. aur. 42)
3 ‘πῆ τραπόμην; τί δ’ ἔρεξα; τί μοι δέον οὐκ ἐτελέσθη;‘
4
5 νῦν δ’ ὥσπερ ἐν τῷ μύθῳ τὴν Λάμιαν λέγουσιν οἴκοι μὲν εὕδειν τυφλήν, ἐν ἀγγείῳ τινὶ τοὺς ὀφθαλμοὺς ἔχουσαν

516

A

ἀποκειμένους, | ἔξω δὲ προϊοῦσαν ἐντίθεσθαι καὶ βλέ‐ πειν, οὕτως ἡμῶν ἕκαστος ἔξω καὶ πρὸς ἑτέρους τῇ κακο‐ νοίᾳ τὴν περιεργίαν ὥσπερ ὀφθαλμὸν ἐντίθησι, τοῖς δ’ ἑαυτῶν ἁμαρτήμασι καὶ κακοῖς πολλάκις περιπταίομεν
5ὑπ’ ἀγνοίας, ὄψιν ἐπ’ αὐτὰ καὶ φῶς οὐ ποριζόμενοι. διὸ καὶ τοῖς ἐχθροῖς ὠφελιμώτερός ἐστιν ὁ πολυπραγμονῶν· τὰ γὰρ ἐκείνων ἐλέγχει καὶ προφέρεται καὶ δείκνυσιν αὐτοῖς ἃ δεῖ φυλάξασθαι καὶ διορθῶσαι, τῶν δ’ οἴκοι τὰ πλεῖστα παρορᾷ διὰ τὴν περὶ τὰ ἔξω πτόησιν. ὁ μὲν γὰρ
10Ὀδυσσεὺς (λ 84 sqq.) οὐδὲ τῇ μητρὶ διαλεχθῆναι πρότε‐ ρον ὑπέμεινεν ἢ πυθέσθαι παρὰ τοῦ μάντεως, ὧν ἕνεκ’313

516

B

ἦλθεν εἰς Ἅιδου, πυθόμενος δὲ οὕτω πρός τε ταύτην ἔτρεψεν αὑτόν, καὶ τὰς ἄλλας γυναῖκας ἀνέκρινε, τίς ἡ Τυρὼ καὶ τίς ἡ καλὴ Χλωρὶς καὶ διὰ τί ἡ Ἐπικάστη ἀπέθανεν (λ 278) ‘ἁψαμένη βρόχον αἰπὺν ἀφ’ ὑψηλοῖο
5μελάθρου‘· ἡμεῖς δὲ τὰ καθ’ αὑτοὺς ἐν πολλῇ ῥᾳθυμίᾳ καὶ ἀγνοίᾳ θέμενοι καὶ ἀμελήσαντες ἑτέρους γενεαλογοῦμεν, ὅτι τοῦ γείτονος ὁ πάππος ἦν Σύρος, Θρᾷττα δ’ ἡ τήθη, ὁ δεῖνα δ’ ὀφείλει τάλαντα τρία καὶ τοὺς τόκους οὐκ ἀποδέ‐ δωκεν· ἐξετάζομεν δὲ καὶ τὰ τοιαῦτα, πόθεν ἡ γυνὴ τοῦ
10δεῖνος ἐπανήρχετο, τί δ’ ὁ δεῖνα καὶ ὁ δεῖνα καθ’ ἑαυτοὺς

516

C

ἐν τῇ γωνίᾳ διελέγοντο. Σωκράτης δὲ περιῄει διαπορῶν, τί Πυθαγόρας λέγων ἔπειθε· καὶ Ἀρίστιππος Ὀλυμπίασιν Ἰσχομάχῳ συμβαλὼν ἠρώτα τί Σωκράτης διαλεγόμενος οὕτω τοὺς νέους διατίθησι, καὶ μίκρ’ ἄττα τῶν λόγων
5αὐτοῦ σπέρματα καὶ δείγματα λαβὼν οὕτως ἐμπαθῶς ἔσχεν, ὥστε τῷ σώματι συμπεσεῖν καὶ γενέσθαι παντά‐ πασιν ὠχρὸς καὶ ἰσχνός· ἄχρις οὗ πλεύσας Ἀθήναζε διψῶν καὶ διακεκαυμένος ἠρύσατο τῆς πηγῆς καὶ τὸν ἄνδρα καὶ τοὺς λόγους αὐτοῦ καὶ τὴν φιλοσοφίαν ἱστόρησεν, ἧς ἦν
10τέλος ἐπιγνῶναι τὰ ἑαυτοῦ κακὰ καὶ ἀπαλλαγῆναι. Ἀλλ’ ἔνιοι τὸν ἴδιον βίον ὡς ἀτερπέστατον θέαμα

516

D

προσιδεῖν οὐχ ὑπομένουσιν οὐδ’ ἀνακλάσαι τὸν λογισμὸν ὡς φῶς ἐφ’ ἑαυτοὺς καὶ περιαγαγεῖν, ἀλλ’ ἡ ψυχὴ γέμουσα κακῶν παντοδαπῶν καὶ φρίττουσα καὶ φοβουμένη τὰ
ἔνδον ἐκπηδᾷ θύραζε καὶ πλανᾶται περὶ τἀλλότρια, βό‐314
5σκουσα καὶ πιαίνουσα τὸ κακόηθες. ὡς γὰρ ὄρνις ἐν οἰκίᾳ πολλάκις τροφῆς παρακειμένης εἰς γωνίαν καταδῦσα σκαλεύει,
7 ‘ἔνθα γέ που διαφαίνεθ’ ἅτ’ ἐν κοπρίῃ μία κριθή,‘
8 παραπλησίως οἱ πολυπράγμονες, ὑπερβάντες τοὺς ἐν μέσῳ
10λόγους καὶ ἱστορίας καὶ ἃ μηδεὶς κωλύει πυνθάνεσθαι μηδ’ ἄχθεται πυνθανομένοις, τὰ κρυπτόμενα καὶ λανθάνοντα

516

E

κακὰ πάσης οἰκίας ἐκλέγουσι. καίτοι τό γε τοῦ Αἰγυπτίου χάριεν πρὸς τὸν ἐρωτῶντα τί φέρει συγκεκαλυμμένον, ‘διὰ τοῦτο συγκεκάλυπται‘· καὶ σὺ δὴ τί πολυπραγμονεῖς τὸ ἀποκρυπτόμενον; εἰ μή τι κακὸν ἦν, οὐκ ἂν ἀπεκρύπτετο.
5καίτοι μὴ κόψαντά γε θύραν εἰς οἰκίαν ἀλλοτρίαν οὐ νομί‐ ζεται παρελθεῖν, ἀλλὰ νῦν μὲν εἰσὶ θυρωροί, πάλαι δὲ ῥόπτρα κρουόμενα πρὸς ταῖς θύραις αἴσθησιν παρεῖχεν, ἵνα μὴ τὴν οἰκοδέσποιναν ἐν μέσῳ καταλάβῃ ὁ ἀλλότριος ἢ τὴν παρθένον ἢ κολαζόμενον οἰκέτην ἢ κεκραγυίας τὰς
10θεραπαινίδας· ὁ δὲ πολυπράγμων ἐπ’ αὐτὰ ταῦτα παρα‐

516

F

δύεται, σώφρονος μὲν οἰκίας καὶ καθεστώσης οὐδ’ ἂν παρακαλῇ τις ἡδέως γινόμενος θεατής, ὧν δ’ ἕνεκα κλεὶς καὶ μοχλὸς καὶ αὔλειος, ταῦτ’ ἀνακαλύπτων καὶ φέρων εἰς τὸ μέσον ἑτέροις. καίτοι καὶ ‘τῶν ἀνέμων μάλιστα
5δυσχεραίνομεν‘ ὡς Ἀρίστων φησίν (St. V. Fr. I 401), ‘ὅσοι τὰς περιβολὰς ἀναστέλλουσιν ἡμῶν·‘ ὁ δὲ πολυπράγ‐ μων οὐ τὰ ἱμάτια τῶν πέλας οὐδὲ τοὺς χιτῶνας, ἀλλὰ τοὺς
τοίχους ἀπαμφιέννυσι, τὰς θύρας ἀναπετάννυσι, καὶ ‘διὰ παρθενικῆς ἁπαλόχροοσ‘ (Hes. OD 519) ὡς πνεῦμα δια‐315

517

A

δύεται καὶ διέρπει, | βακχεῖα καὶ χοροὺς καὶ παννυχίδας ἐξετάζων καὶ συκοφαντῶν. καὶ καθάπερ τοῦ κωμῳ‐ δουμένου Κλέωνος (Arist. Eq. 79)
3
‘τὼ χεῖρ’ ἐν Αἰτωλοῖς, ὁ νοῦς ἐν Κλωπιδῶν,‘
4
5οὕτω τοῦ πολυπράγμονος ὁ νοῦς ἅμ’ ἐν πλουσίων οἴκοις ἐστὶν ἐν δωματίοις πενήτων ἐν αὐλαῖς βασιλέων ἐν θαλά‐ μοις νεογάμων· πάντα πράγματα ζητεῖ, τὰ ξένων τὰ ἡγεμόνων, οὐδ’ ἀκινδύνως ταῦτα ζητῶν, ἀλλ’ οἷον, εἴ τις ἀκονίτου γεύοιτο πολυπραγμονῶν τὴν ποιότητα, φθάσει
10τῆς αἰσθήσεως προανελὼν τὸ αἰσθανόμενον, οὕτως οἱ τὰ τῶν μειζόνων κακὰ ζητοῦντες προαναλίσκουσι τῆς γνώ‐

517

B

σεως ἑαυτούς. καὶ γὰρ οἱ τοῦ ἡλίου τὴν ἄφθονόν γε ταύτην καὶ κατακεχυμένην ἅπασιν ἀκτῖνα παρορῶντες, αὐτὸν δὲ τὸν κύκλον ἀναιδῶς καταβλέπειν καὶ διαστέλλειν τὸ φῶς εἴσω βιαζόμενοι καὶ τολμῶντες ἀποτυφλοῦνται. διὸ καλῶς
5Φιλιππίδης ὁ κωμῳδιοποιὸς εἰπόντος αὐτῷ ποτε Λυσι‐ μάχου τοῦ βασιλέως ‘τίνος σοι τῶν ἐμῶν μεταδῶ;‘ ‘μόνον‘ εἶπεν, ‘ὦ βασιλεῦ, μὴ τῶν ἀπορρήτων.‘ τὰ γὰρ ἥδιστα καὶ κάλλιστα τῶν βασιλέων ἔξω πρόκειται, τὰ δεῖπνα οἱ πλοῦτοι αἱ πανηγύρεις αἱ χάριτες· εἰ δέ τι ἀπόρρητόν ἐστι,
10μὴ προσέλθῃς μηδὲ κινήσῃς. οὐ κρύπτεται χαρὰ βασι‐

517

C

λέως εὐτυχοῦντος οὐδὲ γέλως παίζοντος οὐδὲ φιλανθρω‐ πίας παρασκευὴ καὶ χάριτος· φοβερόν ἐστι τὸ κρυπτό‐ μενον, σκυθρωπὸν ἀγέλαστον δυσπρόσιτον, ὀργῆς τινος ὑπούλου θησαυρὸς ἢ τιμωρίας βαρυθύμου σκέψις ἢ ζηλο‐316
5τυπία γυναικὸς ἢ πρὸς υἱὸν ὑποψία τις ἢ πρὸς φίλον ἀπιστία. φεῦγε τὸ μελαῖνον τοῦτο καὶ συνιστάμενον νέφος· οὐ λήσεταί σε βροντῆσαν οὐδ’ ἀστράψαν, ὅταν ἐκραγῇ τὸ νῦν κρυπτόμενον. Τίς οὖν ἡ φυγή; περισπασμός, ὡς εἴρηται (p. 515d),
10καὶ μεθολκὴ τῆς πολυπραγμοσύνης μάλιστα μὲν ἐπὶ τὰ βελτίω καὶ τὰ ἡδίω τρέψαντι τὴν ψυχήν. τὰ ἐν οὐρανῷ πολυπραγμόνει, τὰ ἐν γῇ τὰ ἐν ἀέρι τὰ ἐν θαλάττῃ. μικρῶν

517

D

πέφυκας ἢ μεγάλων φιλοθεάμων; εἰ μεγάλων, ἥλιον πολυ‐ πραγμόνει ποῦ κάτεισι καὶ πόθεν ἄνεισι· ζήτει τὰς ἐν σελήνῃ καθάπερ ἀνθρώπῳ μεταβολάς, ποῦ τοσοῦτον καταν‐ ήλωσε φῶς πόθεν αὖθις ἐκτήσατο, πῶς (Soph. fr. 787)
4
5
‘ἐξ ἀδήλου πρῶτον ἔρχεται νέα πρόσωπα καλλύνουσα καὶ πληρουμένη, χὤταν περ αὑτῆς εὐγενεστάτη φανῇ, πάλιν διαρρεῖ κἀπὶ μηδὲν ἔρχεται.‘
8 καὶ ταῦτ’ ἀπόρρητ’ ἐστὶ φύσεως, ἀλλ’ οὐκ ἄχθεται τοῖς
10ἐλέγχουσιν. ἀλλὰ τῶν μεγάλων ἀπέγνωκας; πολυπραγμό‐ νει τὰ μικρότερα, πῶς τῶν φυτῶν τὰ μὲν ἀεὶ τέθηλε καὶ χλοάζει καὶ ἀγάλλεται παντὶ καιρῷ τὸν ἑαυτῶν ἐπιδεικνύ‐

517

E

μενα πλοῦτον, τὰ δὲ νῦν μέν ἐστιν ὅμοια τούτοις νῦν δ’ ὥσπερ ἀνοικονόμητος ἄνθρωπος ἀθρόως ἐκχέαντα τὴν περιουσίαν γυμνὰ καὶ πτωχὰ καταλείπεται, διὰ τί δὲ τὰ μὲν προμήκεις τὰ δὲ γωνιώδεις τὰ δὲ στρογγύλους καὶ317
5περιφερεῖς ἐκδίδωσι καρπούς. ἴσως δὲ ταῦτ’ οὐ πολυπραγ‐ μονήσεις, ὅτι τούτοις οὐθὲν κακὸν ἔνεστιν. ἀλλ’ εἰ δεῖ πάντως τὸ περίεργον ἐν φαύλοις τισὶν ὥσπερ ἑρπετὸν ἐν θανασίμοις ὕλαις ἀεὶ νέμεσθαι καὶ διατρίβειν, ἐπὶ τὰς ἱστορίας ἀγάγωμεν αὐτὸ καὶ παραβάλωμεν ἀφθονίαν κα‐
10κῶν καὶ περιουσίαν. ἐνταῦθα γὰρ ἔνεισι
10
‘πεσήματ’ ἀνδρῶν καὶ ἀπολακτισμοὶ βίων‘
(Aesch. Suppl. 937),
12

517

F

φθοραὶ γυναικῶν, ἐπιθέσεις οἰκετῶν, διαβολαὶ φίλων, παρασκευαὶ φαρμάκων, φθόνοι, ζηλοτυπίαι, ναυάγι’ οἴκων, ἐκπτώσεις ἡγεμονιῶν· ἐμπίπλασο καὶ τέρπε σαυτὸν ἐν‐ οχλῶν μηδενὶ τῶν συνόντων μηδὲ λυπῶν.
5 Ἀλλ’ ἔοικεν ἡ πολυπραγμοσύνη μὴ χαίρειν ἑώλοις κακοῖς ἀλλὰ θερμοῖς καὶ προσφάτοις καὶ καινὰς τραγῳ‐

518

A

δίας ἡδέως θεᾶσθαι, | τοῖς δὲ κωμικοῖς καὶ ἱλαρωτέροις πράγμασιν οὐ μάλα προθύμως ὁμιλεῖν. διὸ γάμον μέν τινος ἢ θυσίαν ἢ προπομπὴν διεξιόντος ἀμελὴς ὁ πολυπράγμων καὶ ῥᾴθυμος ἀκροατής ἐστι, καὶ προακηκοέναι τὰ πλεῖστά
5φησι καὶ κελεύει ταῦτα συντέμνειν καὶ παρέρχεσθαι τὸν διηγούμενον· ἂν δ’ ἢ φθοράν τις παρθένου παρακαθήμενος ἢ μοιχείαν γυναικὸς ἢ δίκης παρασκευὴν ἢ στάσιν ἀδελφῶν διηγῆται, οὔτε νυστάζει οὔτ’ ἀσχολεῖται, ‘ἄλλα τε δίζηται
ἐπέων παρά τ’ οὔατα βάλλει.‘ καὶ τὸ (Tr. adesp. 386)318
10‘οἴμοι, τὸ κακὸν τῆς εὐτυχίας ὡς μᾶλλον ἐς οὖς φέρεται θνητῶν‘
11

518

B

ἐπὶ τῶν πολυπραγμόνων ἐστὶν εἰρημένον ἀληθῶς. ὡς γὰρ αἱ σικύαι τὸ χείριστον ἐκ τῆς σαρκὸς ἕλκουσιν, οὕτως τὰ τῶν πολυπραγμόνων ὦτα τοὺς φαυλοτάτους λόγους ἐπι‐ σπᾶται. μᾶλλον δ’, ὥσπερ αἱ πόλεις ἔχουσί τινας πύλας
5ἀποφράδας καὶ σκυθρωπάς, δι’ ὧν ἐξάγουσι τοὺς θανατου‐ μένους καὶ τὰ λύματα καὶ τοὺς καθαρμοὺς ἐκβάλλουσιν, εὐαγὲς δ’ οὐδὲν οὐδ’ ἱερὸν εἴσεισι οὐδ’ ἔξεισι δι’ αὐτῶν, οὕτω καὶ τὰ τῶν πολυπραγμόνων ὦτα χρηστὸν οὐδὲν οὐδ’ ἀστεῖον ἀλλ’ οἱ φονικοὶ λόγοι διέρχονται καὶ τρίβουσιν,
10ἐκθύσιμα καὶ μιαρὰ διηγήματα παρακομίζοντες.
10
‘ἀεὶ δ’ ἀοιδῶν μοῦνος ἐν στέγαις ἐμαῖς
κωκυτὸς ἐμπέπτωκεν‘ (Tr. adesp. 387)·
12

518

C

αὕτη τοῖς πολυπράγμοσι ‘μοῦσα καὶ σειρὴν μία‘, τοῦθ’ ἥδιστον ἀκουσμάτων αὐτοῖς. Ἔστι γὰρ ἡ πολυπραγμοσύνη φιλοπευστία τῶν ἐν ἀποκρύψει καὶ λανθανόντων· οὐδεὶς δ’ ἀγαθὸν ἀποκρύπτει
5κεκτημένος, ὅπου καὶ τὰ μὴ ὄντα προσποιοῦνται. κακῶν οὖν ἱστορίας ὁ πολυπράγμων ὀρεγόμενος ἐπιχαιρεκακίας συνέχεται πάθει, φθόνου καὶ βασκανίας ἀδελφῷ. φθόνος μὲν γάρ ἐστι λύπη ἐπ’ ἀλλοτρίοις ἀγαθοῖς, ἐπιχαιρεκακία δ’ ἡδονὴ ἐπ’ ἀλλοτρίοις κακοῖς· ἀμφότερα δ’ ἐκ πάθους
10ἀνημέρου καὶ θηριώδους γεγένηται τῆς κακοηθείας.
οὕτω δ’ ἑκάστῳ λυπηρόν ἐστιν ἡ τῶν περὶ αὐτὸν319

518

D

κακῶν ἀνακάλυψις, ὥστε πολλοὺς ἀποθανεῖν πρότερον ἢ δεῖξαί τι τῶν ἀπορρήτων νοσημάτων ἰατροῖς. φέρε γὰρ Ἡρόφιλον ἢ Ἐρασίστρατον ἢ τὸν Ἀσκληπιὸν αὐτόν, ὅτ’ ἦν ἄνθρωπος, ἔχοντα τὰ φάρμακα καὶ τὰ ὄργανα κατ’
5οἰκίαν προσιστάμενον ἀνακρίνειν, μή τις ἔχει σύριγγα παρὰ δακτύλιον ἢ γυνὴ καρκίνον ἐν ὑστέρᾳ· καίτοι σωτή‐ ριόν ἐστι τῆς τέχνης ταύτης τὸ πολύπραγμον· ἀλλὰ πᾶς ἄν τις, οἶμαι, τὸν τοιοῦτον ἀπήλασεν, ὅτι τὴν χρείαν οὐ περιμένων ἄκλητος ἐπ’ ἀλλοτρίων κακῶν ἔρχεται κατα‐
10νόησιν. οἱ δὲ πολυπράγμονες αὐτὰ ταῦτα καὶ τὰ τούτων ἔτι

518

E

χείρονα ζητοῦσιν, οὐ θεραπεύοντες ἀλλὰ μόνον ἀνακα‐ λύπτοντες. ὅθεν μισοῦνται δικαίως. καὶ γὰρ τοὺς τελώνας βαρυνόμεθα καὶ δυσχεραίνομεν, οὐχ ὅταν τὰ ἐμφανῆ τῶν εἰσαγομένων ἐκλέγωσιν, ἀλλ’ ὅταν τὰ κεκρυμμένα ζητοῦν‐
5τες ἐν ἀλλοτρίοις σκεύεσι καὶ φορτίοις ἀναστρέφωνται. καίτοι τοῦτο ποιεῖν ὁ νόμος δίδωσιν αὐτοῖς, καὶ βλάπτον‐ ται μὴ ποιοῦντες· οἱ δὲ πολυπράγμονες ἀπολλύουσι καὶ προΐενται τὰ αὑτῶν ἀσχολούμενοι περὶ τὰ ἀλλότρια, καὶ σπανίως μὲν εἰς ἀγρὸν βαδίζουσι τὸ ἥσυχον καὶ σιωπηρὸν
10τῆς ἐρημίας οὐ φέροντες, ἐὰν δὲ καὶ παραβάλωσι διὰ

518

F

χρόνου, ταῖς τῶν γειτόνων ἀμπέλοις μᾶλλον ἐμβλέπουσιν ἢ ταῖς ἰδίαις καὶ πυνθάνονται πόσοι βόες τοῦ γείτονος ἀποτεθνήκασιν ἢ πόσος οἶνος ὀξίνης γέγονε· ταχὺ δὲ τούτων ἐμπλησθέντες ἀποτρέχουσιν. ὁ μὲν γὰρ ἀληθινὸς
5ἐκεῖνος γεωργὸς οὐδὲ τὸν αὐτομάτως ἐρχόμενον ἐκ πόλεως
λόγον ἡδέως προσδέχεται, λέγων (Com. adesp. 347) |320

519

A

‘εἶτά μοι σκάπτων ἐρεῖ, ἐφ’ οἷς γεγόνασιν αἱ διαλύσεις· ταῦτα γὰρ πολυπραγμονῶν νῦν ὁ κατάρατος περιπατεῖ,‘
3 οἱ δὲ πολυπράγμονες ὡς ἕωλόν τι πρᾶγμα καὶ ψυχρὸν
5καὶ ἀτράγῳδον φεύγοντες τὴν ἀγροικίαν εἰς τὸ δεῖγμα καὶ τὴν ἀγορὰν καὶ τοὺς λιμένας ὠθοῦνται· ‘μή τι καινόν;‘ ‘οὐ γὰρ ἦς πρωῒ κατ’ ἀγοράν;‘ ‘τί οὖν; ἐν ὥραις τρισὶν οἴει τὴν πόλιν μετακεκοσμῆσθαι;‘ οὐ μὴν ἀλλ’ ἂν μέν τις ἔχῃ τι τοιοῦτον εἰπεῖν, καταβὰς ἀπὸ τοῦ ἵππου δεξιωσά‐
10μενος καταφιλήσας ἕστηκεν ἀκροώμενος· ἐὰν δ’ ἀπαν‐ τήσας εἴπῃ τις ὅτι οὐθὲν καινόν, ὥσπερ ἀχθόμενος ‘τί

519

B

λέγεις;‘ φησίν ‘οὐ γέγονας κατ’ ἀγοράν; οὐ παρελήλυθας τὸ στρατήγιον; οὐδὲ τοῖς ἐξ Ἰταλίας ἥκουσιν ἐντετύχηκας;‘ διὸ καλῶς οἱ τῶν Λοκρῶν ἄρχοντες· ἐπεὶ γάρ τις ἐξ ἀπο‐ δημίας προσιὼν ἠρώτησε ‘μή τι καινόν;‘ ἐζημίωσαν αὐτόν.
5ὡς γὰρ οἱ μάγειροι φορὰν εὔχονται βοσκημάτων οἱ δ’ ἁλιεῖς ἰχθύων, οὕτως οἱ πολυπράγμονες εὔχονται φορὰν κακῶν καὶ πλῆθος πραγμάτων καὶ καινότητας καὶ μετα‐ βολάς, ἵν’ ἀεί τι θηρεύειν καὶ κατακόπτειν ἔχωσιν. εὖ δὲ καὶ ὁ τῶν Θουρίων νομοθέτης· κωμῳδεῖσθαι γὰρ ἐκώ‐
10λυσε τοὺς πολίτας πλὴν μοιχοὺς καὶ πολυπράγμονας.
ἔοικε γὰρ ἥ τε μοιχεία πολυπραγμοσύνη τις ἀλλοτρίας321

519

C

ἡδονῆς εἶναι καὶ ζήτησις καὶ ἔρευνα τῶν φυλαττομένων καὶ λανθανόντων τοὺς πολλούς, ἥ τε πολυπραγμοσύνη παράδυσίς ἐστι καὶ φθορὰ καὶ ἀπογύμνωσις τῶν ἀπορ‐ ρήτων.
5 Τῇ μὲν οὖν πολυμαθείᾳ τὴν πολυλογίαν ἕπεσθαι συμβαίνει (διὸ καὶ Πυθαγόρας ἔταξε τοῖς νέοις πενταετῆ σιωπήν, ἐχεμυθίαν προσαγορεύσας), τῇ δὲ περιεργίᾳ τὴν κακολογίαν ἀνάγκη συνακολουθεῖν· ἃ γὰρ ἡδέως ἀκούου‐ σιν ἡδέως λαλοῦσι, καὶ ἃ παρ’ ἄλλων σπουδῇ συλλέγουσι
10πρὸς ἑτέρους μετὰ χαρᾶς ἐκφέρουσιν. ὅθεν αὐτοῖς μετὰ τῶν ἄλλων κακῶν τὸ νόσημα καὶ πρὸς τὴν ἐπιθυμίαν

519

D

ἐμποδών ἐστι. πάντες γὰρ αὐτοὺς φυλάττονται καὶ ἀπο‐ κρύπτονται, καὶ οὔτε πρᾶξαί τι πολυπράγμονος ὁρῶντος οὔτ’ εἰπεῖν ἀκούοντος ἡδέως ἔχουσιν, ἀλλὰ καὶ βουλὰς ἀνατίθενται καὶ σκέψεις πραγμάτων ὑπερβάλλονται, μέ‐
5χρις ἂν ἐκποδὼν ὁ τοιοῦτος γένηται· κἂν ἢ λόγου τινὸς ἀπορρήτου παρόντος ἢ πράξεως σπουδαίας περαινομένης ἀνὴρ πολυπράγμων ἐπιφανῇ, καθάπερ ὄψον γαλῆς παρα‐ δραμούσης αἴρουσιν ἐκ μέσου καὶ ἀποκρύπτουσιν· ὥστε πολλάκις τὰ τοῖς ἄλλοις ῥητὰ καὶ θεατὰ τούτοις μόνοις
10ἄρρητα καὶ ἀθέατα γίνεσθαι. Διὸ καὶ πίστεως πάσης ἔρημος ὁ πολυπράγμων ἐστίν·

519

E

οἰκέταις γοῦν καὶ ξένοις πιστεύομεν μᾶλλον ἐπιστολὰς καὶ γράμματα καὶ σφραγῖδας ἢ φίλοις καὶ οἰκείοις πολυπράγμοσιν. ὁ δὲ Βελλεροφόντης ἐκεῖνος (Ζ 155 sqq.)
οὐδὲ καθ’ ἑαυτοῦ γράμματα κομίζων ἔλυσεν, ἀλλ’ ἀπ‐322
5έσχετο τῆς ἐπιστολῆς τοῦ βασιλέως ὡς τῆς γυναικὸς διὰ τὴν αὐτὴν ἐγκράτειαν. ἀκρασίας γὰρ τὸ πολυπραγ‐ μονεῖν ὡς καὶ τὸ μοιχεύειν, καὶ πρὸς τῇ ἀκρασίᾳ δεινῆς ἀνοίας καὶ ἀφροσύνης· τὸ γὰρ τοσαύτας παρελθόντα κοινὰς καὶ δεδημοσιωμένας γυναῖκας ἐπὶ τὴν κατά‐
10κλειστον ὠθεῖσθαι καὶ πολυτελῆ, πολλάκις ἂν οὕτω τύχῃ καὶ ἄμορφον οὖσαν, ὑπερβολὴ μανίας καὶ παραφρο‐

519

F

σύνης. ταὐτὸν δ’ οἱ πολυπράγμονες ποιοῦσι· πολλὰ καὶ καλὰ θεάματα καὶ ἀκούσματα καὶ σχολὰς καὶ διατριβὰς παρελθόντες ἐπιστόλια διορύττουσιν ἀλλότρια καὶ παρα‐ βάλλουσι γειτόνων τοίχοις τὰ ὦτα καὶ συμψιθυρίζουσιν
5οἰκέταις καὶ γυναίοις, πολλάκις μὲν οὐδ’ ἀκινδύνως ἀεὶ δ’ ἀδόξως. Διὸ καὶ χρήσιμον ὡς ἔνι μάλιστα πρὸς τὴν ἀποτρο‐ πὴν τοῖς πολυπράγμοσιν ἡ τῶν προεγνωσμένων ἀνάμνη‐

520

A

σις. | ἂν γάρ, ὥσπερ ὁ Σιμωνίδης ἔλεγε τὰς κιβωτοὺς ἀνοίγων διὰ χρόνου τὴν μὲν τῶν μισθῶν ἀεὶ μεστὴν τὴν δὲ τῶν χαρίτων εὑρίσκειν κενήν, οὕτως τῆς πολυπραγμο‐ σύνης τὴν ἀποθήκην ἀνοίγῃ διὰ χρόνου καὶ κατασκέπτη‐
5ται πολλῶν ἀχρήστων καὶ ματαίων καὶ ἀτερπῶν γέμουσαν, ἴσως ἂν αὐτῷ τὸ πρᾶγμα προσταίη, φανὲν ἀηδὲς παντά‐ πασι καὶ φλυαρῶδες. φέρε γάρ, εἴ τις ἐπιὼν τὰ συγγράμ‐
ματα τῶν παλαιῶν ἐκλαμβάνοι τὰ κάκιστα τῶν ἐν αὐτοῖς καὶ βιβλίον ἔχοι συντεταγμένον οἷον Ὁμηρικῶν στίχων323
10ἀκεφάλων καὶ τραγικῶν σολοικισμῶν καὶ τῶν ὑπ’ Ἀρχι‐

520

B

λόχου πρὸς τὰς γυναῖκας ἀπρεπῶς καὶ ἀκολάστως εἰρη‐ μένων, ἑαυτὸν παραδειγματίζοντος, ἆρ’ οὐκ ἔστι τῆς τρα‐ γικῆς κατάρας ἄξιος (Tr. adesp. 388)
3
‘ὄλοιο θνητῶν ἐκλέγων τὰς συμφοράσ‘;
4
5καὶ ἄνευ δὲ τῆς κατάρας ἀπρεπὴς καὶ ἀνωφελὴς ὁ θησαυ‐ ρισμὸς αὐτοῦ τῶν ἀλλοτρίων ἁμαρτημάτων· ὥσπερ ἡ πόλις, ἣν ἐκ τῶν κακίστων καὶ ἀναγωγοτάτων κτίσας ὁ Φίλιπ‐ πος Πονηρόπολιν προσηγόρευσεν. οἱ τοίνυν πολυπράγ‐ μονες οὐ στίχων οὐδὲ ποιημάτων, ἀλλὰ βίων ἀστοχήματα
10καὶ πλημμελήματα καὶ σολοικισμοὺς ἀναλεγόμενοι καὶ συνάγοντες ἀμουσότατον καὶ ἀτερπέστατον κακῶν γραμ‐ ματοφυλακεῖον τὴν ἑαυτῶν μνήμην περιφέρουσιν. ὥσπερ

520

C

οὖν ἐν Ῥώμῃ τινὲς τὰς γραφὰς καὶ τοὺς ἀνδριάντας καὶ νὴ Δία τὰ κάλλη τῶν ὠνίων παίδων καὶ γυναικῶν ἐν μηδενὶ λόγῳ τιθέμενοι περὶ τὴν τῶν τεράτων ἀγορὰν ἀναστρέφονται, τοὺς ἀκνήμους καὶ τοὺς γαλεάγκωνας καὶ
5τοὺς τριοφθάλμους καὶ τοὺς στρουθοκεφάλους καταμαν‐ θάνοντες καὶ ζητοῦντες εἴ τι γεγένηται ‘σύμμικτον εἶδος καὶ ἀποφώλιον τέρασ‘ (Eur. fr. 996), ἀλλ’ ἐὰν συνεχῶς τις ἐπαγάγῃ τοῖς τοιούτοις αὐτοὺς θεάμασι, ταχὺ πλησμο‐ νὴν καὶ ναυτίαν παρέξει, οὕτως οἱ τὰ περὶ τὸν βίον ἀστο‐
10χήματα καὶ γενῶν αἴσχη καὶ διαστροφάς τινας ἐν οἴκοις ἀλλοτρίοις καὶ πλημμελείας πολυπραγμονοῦντες τῶν πρώ‐324

520

D

των ἀναμιμνησκέτωσαν ἑαυτοὺς ὅτι χάριν καὶ ὄνησιν οὐδεμίαν ἤνεγκε. Μέγιστον μέντοι πρὸς τὴν τοῦ πάθους ἀποτροπὴν ὁ ἐθισμός, ἐὰν πόρρωθεν ἀρξάμενοι γυμνάζωμεν ἑαυτοὺς
5καὶ διδάσκωμεν ἐπὶ ταύτην τὴν ἐγκράτειαν· καὶ γὰρ ἡ αὔξησις ἔθει γέγονε τοῦ νοσήματος κατὰ μικρὸν εἰς τὸ πρόσω χωροῦντος. ὃν δὲ τρόπον, εἰσόμεθα περὶ τῆς ἀσκή‐ σεως ὁμοῦ διαλεγόμενοι. πρῶτον μὲν οὖν ἀπὸ τῶν βραχυ‐ τάτων καὶ φαυλοτάτων ἀρξώμεθα. τί γὰρ χαλεπόν ἐστιν
10ἐν ταῖς ὁδοῖς τὰς ἐπὶ τῶν τάφων ἐπιγραφὰς μὴ ἀναγινώ‐ σκειν, ἢ τί δυσχερὲς ἐν τοῖς περιπάτοις τὰ κατὰ τῶν τοίχων

520

E

γράμματα τῇ ὄψει παρατρέχειν, ὑποβάλλοντας αὑτοῖς ὅτι χρήσιμον οὐθὲν οὐδ’ ἐπιτερπὲς ἐν τούτοις γέγραπται, ἀλλ’ ‘ἐμνήσθη‘ ὁ δεῖνα τοῦ δεῖνος ‘ἐπ’ ἀγαθῷ‘ καὶ ‘φίλων ἄριστοσ‘ ὅδε τις, καὶ πολλὰ τοιαύτης γέμοντα φλυαρίας;
5ἃ δοκεῖ μὲν οὐ βλάπτειν ἀναγινωσκόμενα, βλάπτει δὲ λεληθότως τῷ μελέτην παρεμποιεῖν τοῦ ζητεῖν τὰ μὴ προσήκοντα. καὶ καθάπερ οἱ κυνηγοὶ τοὺς σκύλακας οὐκ ἐῶσιν ἐκτρέπεσθαι καὶ διώκειν πᾶσαν ὀδμήν, ἀλλὰ τοῖς ῥυτῆρσιν ἕλκουσι καὶ ἀνακρούουσι καθαρὸν αὐτῶν καὶ
10ἄκρατον φυλάττοντες τὸ αἰσθητήριον ἐπὶ τὸ οἰκεῖον ἔργον, ἵν’ εὐτονώτερον ἐμφύηται τοῖς ἴχνεσι
11

520

F

‘πέλματα θηρείων μελέων μυκτῆρσιν ἐρευνῶν,‘ οὕτω δεῖ τὰς ἐπὶ πᾶν θέαμα καὶ πᾶν ἄκουσμα τοῦ πολυ‐ πράγμονος ἐκδρομὰς καὶ περιπλανήσεις ἀφαιρεῖν καὶ ἀν‐ τισπᾶν ἐπὶ τὰ χρήσιμα φυλάττοντας. ὥσπερ γὰρ οἱ
325
5† ἀετοὶ καὶ οἱ λέοντες ἐν τῷ περιπατεῖν συστρέφουσιν εἴσω τοὺς ὄνυχας, ἵνα μὴ τὴν ἀκμὴν αὐτῶν καὶ τὴν ὀξύτητα

521

A

κατατρίβωσιν, οὕτω τὸ πολύπραγμον | τοῦ φιλομαθοῦς ἀκμήν τινα καὶ στόμωμα νομίζοντες ἔχειν μὴ καταναλί‐ σκωμεν μηδ’ ἀπαμβλύνωμεν ἐν τοῖς ἀχρήστοις. Δεύτερον τοίνυν ἐθιζώμεθα θύραν παριόντες ἀλλο‐
5τρίαν μὴ βλέπειν εἴσω μηδὲ τῶν ἐντὸς ἐπιδράττεσθαι [τῇ ὄψει] καθάπερ χειρὶ τῇ περιεργίᾳ, ἀλλὰ τὸ τοῦ Ξενοκρά‐ τους ἔχωμεν πρόχειρον, ὃς ἔφη μηδὲν διαφέρειν, ἢ τοὺς πόδας ἢ τοὺς ὀφθαλμοὺς εἰς ἀλλοτρίαν οἰκίαν τιθέναι· οὔτε γὰρ δίκαιον οὔτε καλόν, ἀλλ’ οὐδ’ ἡδὺ τὸ θέαμα·
9
10‘δύσμορφα μέντοι τἄνδον εἰσιδεῖν, ξένε·‘ (Eur. fr. 790)
10 τὰ πολλὰ τοιαῦτα τῶν ἐν ταῖς οἰκίαις, σκευάρια κείμενα

521

B

καὶ θεραπαινίδια καθεζόμενα, καὶ σπουδαῖον οὐδὲν οὐδ’ ἐπιτερπές. ἡ δὲ συνδιαστρέφουσα τὴν ψυχὴν παράβλεψις αὕτη καὶ παρατόξευσις αἰσχρὰ καὶ τὸ ἔθος μοχθηρόν. ὁ μὲν γὰρ Διογένης θεασάμενος εἰσελαύνοντα τὸν ὀλυμπιο‐
5νίκην Διώξιππον ἐφ’ ἅρματος καὶ γυναικὸς εὐμόρφου θεω‐ μένης τὴν πομπὴν ἀποσπάσαι τὰς ὄψεις μὴ δυνάμενον ἀλλ’
ὑποβλέποντα καὶ παρεπιστρεφόμενον ‘ὁρᾶτ’‘ εἶπε ‘τὸν ἀθλητὴν ὑπὸ παιδισκαρίου τραχηλιζόμενον;‘ τοὺς δὲ πολυ‐ πράγμονας ἴδοις ἂν ὑπὸ παντὸς ὁμοίως θεάματος τραχη‐326
10λιζομένους καὶ περιαγομένους, ὅταν ἔθος καὶ μελέτη

521

C

γένηται τῆς ὄψεως αὐτοῖς πανταχοῦ διαφορουμένης. δεῖ δ’, ὡς οἶμαι, μὴ καθάπερ θεράπαιναν ἀνάγωγον ἔξω ῥέμβεσθαι τὴν αἴσθησιν, ἀλλ’ ἀποπεμπομένην ὑπὸ τῆς ψυχῆς ἐπὶ τὰ πράγματα συντυγχάνειν αὐτοῖς ταχὺ καὶ
5διαγγέλλειν, εἶτα πάλιν κοσμίως ἐντὸς εἶναι τοῦ λογι‐ σμοῦ καὶ προσέχειν αὐτῷ. νῦν δὲ συμβαίνει τὸ τοῦ Σοφοκλέους (El. 724)
7
‘ἔπειτα δ’ Αἰνιᾶνος ἀνδρὸς ἄστομοι
πῶλοι βίᾳ φοροῦσιν·‘
9
10αἱ μὴ τυχοῦσαι παιδαγωγίας ὥσπερ λέγομεν ὀρθῆς μηδ’ ἀσκήσεως αἰσθήσεις προεκτρέχουσαι καὶ συνεφελκόμεναι πολλάκις εἰς ἃ μὴ δεῖ καταβάλλουσι τὴν διάνοιαν. ὅθεν ἐκεῖνο μὲν ψεῦδός ἐστι, τὸ Δημόκριτον (A 27) ἑκουσίως

521

D

σβέσαι τὰς ὄψεις ἀπερεισάμενον εἰς ἔσοπτρα πυρωθέντα καὶ τὴν ἀπ’ αὐτῶν ἀνάκλασιν δεξάμενον, ὅπως μὴ παρ‐ έχωσι θόρυβον τὴν διάνοιαν ἔξω καλοῦσαι πολλάκις, ἀλλ’ ἐῶσιν ἔνδον οἰκουρεῖν καὶ διατρίβειν πρὸς τοῖς νοητοῖς,
5ὥσπερ παρόδιοι θυρίδες ἐμφραγεῖσαι· τοῦτο μέντοι παν‐ τὸς μᾶλλον ἀληθές ἐστιν, ὅτι τὴν αἴσθησιν ὀλίγα κινοῦσιν οἱ πλεῖστα τῇ διανοίᾳ χρώμενοι. καὶ γὰρ τὰ μουσεῖα πορ‐
ρωτάτω τῶν πόλεων ἱδρύσαντο, καὶ τὴν νύκτα προσεῖπον ‘εὐφρόνην‘, μέγα πρὸς εὕρεσιν τῶν ζητουμένων καὶ σκέψιν327
10ἡγούμενοι τὴν ἡσυχίαν καὶ τὸ ἀπερίσπαστον.

521

E

Ἀλλὰ μὴν οὐδ’ ἐκεῖνο χαλεπὸν καὶ δύσκολον, ἀν‐ θρώπων λοιδορουμένων ἐν ἀγορᾷ καὶ κακῶς λεγόντων ἀλλήλους μὴ προσελθεῖν ἢ συνδρομῆς ἐπί τι πλειόνων γενομένης μεῖναι καθήμενον, ἐὰν δ’ ἀκρατῶς ἔχῃς, ἀπελ‐
5θεῖν ἀναστάντα. χρηστοῦ μὲν γὰρ οὐδενὸς τοῖς πολυπραγ‐ μονοῦσιν ἀναμίξας σεαυτὸν ἀπολαύσεις, μεγάλα δ’ ὠφε‐ ληθήσῃ τὸ πολύπραγμον ἀποστρέψας βίᾳ καὶ κολούσας, ὑπακούειν τῷ λογισμῷ συνεθιζόμενον. ἐκ δὲ τούτου μᾶλ‐ λον ἐπιτείνοντα τὴν ἄσκησιν ὀρθῶς ἔχει καὶ θέατρον
10ἀκροάματος εὐημεροῦντος παρελθεῖν, καὶ φίλους ἐπ’ ὀρχηστοῦ τινος ἢ κωμῳδοῦ θέαν παραλαμβάνοντας διώ‐

521

F

σασθαι καὶ βοῆς ἐν σταδίῳ γινομένης ἢ ἱπποδρόμῳ μὴ ἐπιστραφῆναι. καθάπερ γὰρ ὁ Σωκράτης (Xen. Mem. I 3, 6) παρῄνει φυλάττεσθαι τῶν βρωμάτων ὅσα μὴ πει‐ νῶντας ἐσθίειν ἀναπείθει καὶ τῶν πομάτων ὅσα πίνειν μὴ
5διψῶντας, οὕτω χρὴ καὶ ἡμᾶς τῶν θεαμάτων καὶ ἀκουσ‐ μάτων φυλάττεσθαι καὶ φεύγειν ὅσα κρατεῖ καὶ προσ‐ άγεται τοὺς μηδὲν δεομένους. ὁ γοῦν Κῦρος (Xen. Cyrup. V 1, 8) οὐκ ἐβούλετο τὴν Πάνθειαν ἰδεῖν, ἀλλὰ τοῦ Ἀρά‐ σπου λέγοντος ὡς ἄξιον θέας εἴη τὸ τῆς γυναικὸς εἶδος

522

A

‘οὐκοῦν‘ ἔφη ‘διὰ τοῦτο μᾶλλον | αὐτῆς ἀφεκτέον· εἰ γὰρ ὑπὸ σοῦ πεισθεὶς ἀφικοίμην πρὸς αὐτήν, ἴσως ἄν με πάλιν ἀναπείσειεν αὐτὴ καὶ μὴ σχολάζοντα φοιτᾶν καὶ
θεᾶσθαι καὶ παρακαθῆσθαι προέμενον πολλὰ τῶν σπου‐328
5δῆς ἀξίων.‘ ὁμοίως οὐδ’ ὁ Ἀλέξανδρος εἰς ὄψιν ἦλθε τῆς Δαρείου γυναικὸς ἐκπρεπεστάτης εἶναι λεγομένης, ἀλλὰ πρὸς τὴν μητέρα φοιτῶν αὐτῆς πρεσβῦτιν οὖσαν οὐχ ὑπ‐ έμεινε τὴν νέαν καὶ καλὴν ἰδεῖν. ἡμεῖς δὲ τοῖς φορείοις τῶν γυναικῶν ὑποβάλλοντες τὰ ὄμματα καὶ τῶν θυρίδων
10ἐκκρεμαννύντες οὐδὲν ἁμαρτάνειν δοκοῦμεν οὕτως ὀλι‐

522

B

σθηρὰν καὶ ῥευστὴν εἰς ἅπαντα τὴν πολυπραγμοσύνην ποιοῦντες. Ἔστι τοίνυν 〈οὐκ ἄχρηστον〉 καὶ πρὸς δικαιοσύνης ἄσκησιν ὑπερβῆναί ποτε λῆμμα δίκαιον, ἵνα πόρρω
5τῶν ἀδίκων ἐθίσῃς σεαυτὸν εἶναι, καὶ πρὸς σωφροσύνης ὁμοίως ἀποσχέσθαι ποτὲ γυναικὸς ἰδίας, ἵνα μηδέποτε κινηθῇς ὑπ’ ἀλλοτρίας. τοῦτο δὴ τὸ ἔθος ἐπάγων τῇ πολυπραγμοσύνῃ πειρῶ καὶ τῶν ἰδίων ἔνια παρακοῦσαί ποτε καὶ παριδεῖν καὶ βουλομένου τινὸς ἀγγεῖλαί τι τῶν
10ἐπὶ τῆς οἰκίας ὑπερβαλέσθαι καὶ λόγους περὶ σοῦ λελέ‐ χθαι δοκοῦντας ἀπώσασθαι. καὶ γὰρ τὸν Οἰδίποδα τοῖς μεγίστοις κακοῖς ἡ περιεργία περιέβαλε. ζητῶν γὰρ ἑαυτὸν

522

C

ὡς οὐκ ὄντα Κορίνθιον ἀλλὰ ξένον ἀπήντησε τῷ Λαΐῳ, καὶ τοῦτον ἀνελὼν καὶ τὴν μητέρα λαβὼν ἐπὶ τῇ βασιλείᾳ γυναῖκα καὶ δοκῶν εἶναι μακάριος πάλιν ἑαυτὸν ἐζήτει· καὶ τῆς γυναικὸς οὐκ ἐώσης ἔτι μᾶλλον ἤλεγχε τὸν συνει‐
5δότα γέροντα, πᾶσαν προσφέρων ἀνάγκην· τέλος δὲ τοῦ πράγματος ἤδη περιφέροντος αὐτὸν τῇ ὑπονοίᾳ καὶ τοῦ γέροντος ἀναβοήσαντος
7
‘οἴμοι, πρὸς αὐτῷ γ’ εἰμὶ τῷ δεινῷ λέγειν‘
(Soph. O. R. 1169)329
10ὅμως ἐξημμένος ὑπὸ τοῦ πάθους καὶ σφαδᾴζων ἀποκρί‐ νεται
11 ‘κἄγωγ’ ἀκούειν· ἀλλ’ ὅμως ἀκουστέον·‘ (ib. 1170).
12 οὕτω τίς ἐστι γλυκύπικρος καὶ ἀκατάσχετος ὁ τῆς πολυ‐ πραγμοσύνης γαργαλισμός, ὥσπερ ἕλκος αἱμάσσων ἑαυτόν,

522

D

ὅταν ἀμύσσηται. ὁ δ’ ἀπηλλαγμένος τῆς νόσου ταύτης καὶ φύσει πρᾶος ἀγνοήσας τι τῶν δυσχερῶν εἴποι ἄν (Eur. Or. 213) ‘ὦ πότνια λήθη τῶν κακῶν, ὡς εἶ σοφή.‘ διὸ καὶ πρὸς ταῦτα συνεθιστέον αὑτούς, ἐπιστολὴν
5κομισθεῖσαν μὴ ταχὺ μηδὲ κατεσπευσμένως λῦσαι, καθά‐ περ οἱ πολλοὶ ποιοῦσιν, ἂν αἱ χεῖρες βραδύνωσι, τοῖς ὀδοῦσι τοὺς δεσμοὺς διαβιβρώσκοντες, ἀγγέλου ποθὲν ἥκοντος μὴ προσδραμεῖν μηδ’ ἐξαναστῆναι, φίλου τινὸς εἰπόντος ‘ἔχω σοί τι καινὸν εἰπεῖν πρᾶγμα‘ ‘μᾶλλον, εἴ τι
10χρήσιμον ἔχεις ἢ ὠφέλιμον.‘ ἐμοῦ ποτ’ ἐν Ῥώμῃ διαλεγο‐ μένου Ῥουστικὸς ἐκεῖνος, ὃν ὕστερον ἀπέκτεινε Δομετια‐

522

E

νὸς τῇ δόξῃ φθονήσας, ἠκροᾶτο, καὶ διὰ μέσου στρατιώ‐ της παρελθὼν ἐπιστολὴν αὐτῷ Καίσαρος ἀπέδωκε· γενο‐ μένης δὲ σιωπῆς κἀμοῦ διαλιπόντος, ὅπως ἀναγνῷ τὴν ἐπιστολήν, οὐκ ἠθέλησεν οὐδ’ ἔλυσε πρότερον ἢ διεξελθεῖν
5ἐμὲ τὸν λόγον καὶ διαλυθῆναι τὸ ἀκροατήριον· ἐφ’ ᾧ πάν‐ τες ἐθαύμασαν τὸ βάρος τοῦ ἀνδρός. ὅταν δέ τις οἷς ἔξεστι τρέφων τὸ πολύπραγμον ἰσχυρὸν ἀπεργάσηται καὶ βίαιον, οὐκέτι ῥᾳδίως πρὸς ἃ κεκώλυται φερομένου διὰ συνήθειαν κρατεῖν δυνατός ἐστιν· ἀλλ’ ἐπιστόλια παρα‐
10λύουσιν οὗτοι φίλων, συνεδρίοις ἀπορρήτοις ἑαυτοὺς330

522

F

παρεμβάλλουσιν, ἱερῶν ἃ μὴ θέμις ὁρᾶν γίνονται θεαταί, τόπους ἀβάτους πατοῦσι, πράγματα καὶ λόγους βασιλι‐ κοὺς ἀνερευνῶσι. Καίτοι τούς γε τυράννους, οἷς ἀνάγκη πάντα γινώ‐
5σκειν, ἐπαχθεστάτους ποιεῖ τὸ τῶν λεγομένων ὤτων καὶ προσαγωγέων γένος. ὠτακουστὰς μὲν οὖν πρῶτος ἔσχεν ὁ νόθος Δαρεῖος ἀπιστῶν ἑαυτῷ καὶ πάντας ὑφορώμενος

523

A

καὶ δεδοικώς, τοὺς δὲ προσαγωγίδας | οἱ Διονύσιοι τοῖς Συρακοσίοις κατέμιξαν· ὅθεν ἐν τῇ μεταβολῇ τῶν πραγμά‐ των τούτους πρώτους οἱ Συρακόσιοι συλλαμβάνοντες ἀπε‐ τυμπάνιζον. καὶ γὰρ τὸ τῶν συκοφαντῶν γένος ἐκ τῆς τῶν
5πολυπραγμόνων φατρίας καὶ ἑστίας ἐστίν· ἀλλ’ οἱ μὲν συκοφάνται ζητοῦσιν, εἴ τις ἢ βεβούλευται κακὸν ἢ πε‐ ποίηκεν, οἱ δὲ πολυπράγμονες καὶ τὰς ἀβουλήτους ἀτυχίας τῶν πέλας ἐλέγχοντες εἰς μέσον ἐκφέρουσι. λέγεται δὲ καὶ τὸν ἀλιτήριον ἐκ φιλοπραγμοσύνης κατονομασθῆναι
10τὸ πρῶτον. λιμοῦ γὰρ ὡς ἔοικεν Ἀθηναίοις ἰσχυροῦ γενο‐

523

B

μένου καὶ τῶν ἐχόντων πυρὸν εἰς μέσον οὐ φερόντων ἀλλὰ κρύφα καὶ νύκτωρ ἐν ταῖς οἰκίαις ἀλούντων, περιιόντες ἐτήρουν τῶν μύλων τὸν ψόφον, εἶτ’ ‘ἀλιτήριοι‘ προσηγο‐ ρεύθησαν. ὁμοίως δὲ καὶ τῷ συκοφάντῃ τοὔνομα γενέ‐
5σθαι· κεκωλυμένου γὰρ ἐκφέρειν τὰ σῦκα μηνύοντες καὶ
φαίνοντες τοὺς ἐξάγοντας ἐκλήθησαν ‘συκοφάνται.‘ καὶ τοῦτ’ οὖν οὐκ ἄχρηστόν ἐστιν ἐννοεῖν τοὺς πολυπράγμονας, ὅπως αἰσχύνωνται τὴν πρὸς τοὺς μισουμένους μάλιστα καὶ δυσχεραινομένους ὁμοιότητα καὶ συγγένειαν τοῦ ἐπι‐331
10τηδεύματος.332