TLG 0007 101 :: PLUTARCHUS :: De garrulitate (502b–515a) PLUTARCHUS Biogr.
Phil. De garrulitate (502b–515a) Source: Pohlenz, M. (ed.), Plutarchi moralia, vol. 3. Leipzig: Teubner, 1929 (repr. 1972): 279–311. Citation: Stephanus page — section — (line) | ||
t1 | ΠΕΡΙ ΑΔΟΛΕΣΧΙΑΣ | |
502B | Δύσκολον μὲν ἀναλαμβάνει θεράπευμα καὶ χαλεπὸν ἡ φιλοσοφία τὴν ἀδολεσχίαν. τὸ γὰρ φάρμακον αὐτῆς, ὁ | |
λόγος, ἀκουόντων ἐστίν, οἱ δ’ ἀδόλεσχοι οὐδενὸς ἀκούου‐ | 279 | |
502C | σιν· ἀεὶ γὰρ λαλοῦσι. καὶ τοῦτ’ ἔχει πρῶτον κακὸν ἡ ἀσιγησία, τὴν ἀνηκοΐαν. κωφότης γὰρ αὐθαίρετός ἐστιν, ἀνθρώπων οἶμαι μεμφομένων τὴν φύσιν, ὅτι μίαν μὲν γλῶτταν δύο δ’ ὦτ’ ἔχουσιν. εἴπερ οὖν ὁ Εὐριπίδης καλῶς | |
5 | εἶπε πρὸς τὸν ἀσύνετον ἀκροατήν (fr. 899) | |
---|---|---|
5 | ‘οὐκ ἂν δυναίμην μὴ στέγοντα πιμπλάναι, σοφοὺς ἐπαντλῶν ἀνδρὶ μὴ σοφῷ λόγους,‘ | |
7 | δικαιότερον ἄν τις εἴποι πρὸς τὸν ἀδόλεσχον [μᾶλλον δὲ περὶ τοῦ ἀδολέσχου] ‘οὐκ ἂν δυναίμην μὴ δεχόμενον πιμ‐ | |
10 | πλάναι, σοφοὺς ἐπαντλῶν‘ μᾶλλον δὲ περιαντλῶν λόγους | |
502D | ἀνθρώπῳ λαλοῦντι μὲν πρὸς τοὺς οὐκ ἀκούοντας, μὴ ἀκούοντι δὲ τῶν λαλούντων. καὶ γὰρ ἂν ἀκούσῃ τι βραχύ, τῆς ἀδολεσχίας ὥσπερ ἄμπωτιν λαβούσης, τοῦτο παρα‐ χρῆμα πολλαπλάσιον ἀνταποδίδωσι. τὴν μὲν γὰρ ἐν Ὀλυμ‐ | |
5 | πίᾳ στοὰν ἀπὸ μιᾶς φωνῆς πολλὰς ἀντανακλάσεις ποιοῦσαν ἑπτάφωνον καλοῦσι· τῆς δ’ ἀδολεσχίας ἂν ἐλάχιστος ἅψη‐ ται λόγος, εὐθὺς ἀντιπεριηχεῖ | |
7 | ‘κινοῦσα χορδὰς τὰς ἀκινήτους φρενῶν‘ (Tr. adesp. 361). | |
8 | μήποτε γὰρ αὐτοῖς οὐκ εἰς τὴν ψυχὴν ἀλλ’ εἰς τὴν γλῶτταν | |
10 | ἡ ἀκοὴ συντέτρηται· διὸ τοῖς μὲν ἄλλοις ἐμμένουσιν οἱ λόγοι, τῶν δ’ ἀδολέσχων διαρρέουσιν· εἶθ’ ὥσπερ ἀγγεῖα | |
502E | κενοὶ φρενῶν ἤχου δὲ μεστοὶ περιίασιν. εἰ δ’ οὖν δοκεῖ πείρας μηδὲν ἐλλελεῖφθαι, εἴπωμεν πρὸς τὸν ἀδόλεσχον ‘ὦ παῖ, σιώπα· πόλλ’ ἔχει σιγὴ καλά‘ (Soph. fr. 78), δύο δὲ τὰ πρῶτα καὶ μέγιστα, τὸ ἀκοῦσαι καὶ ἀκουσθῆναι· | |
5 | ὧν οὐδετέρου τυχεῖν ἐγγίνεται τοῖς ἀδολέσχοις, ἀλλὰ καὶ | |
περὶ αὐτὴν τὴν ἐπιθυμίαν ἀποδυσπετοῦσι. τοῖς μὲν γὰρ ἄλλοις νοσήμασι τῆς ψυχῆς, οἷον φιλαργυρίᾳ φιλοδοξίᾳ φιληδονίᾳ, τὸ γοῦν τυγχάνειν ὧν ἐφίενται περίεστι, τοῖς δ’ ἀδολέσχοις τοῦτο συμβαίνει χαλεπώτατον· ἐπιθυμοῦντες | 280 | |
10 | γὰρ ἀκροατῶν οὐ τυγχάνουσιν, ἀλλὰ πᾶς φεύγει προτρο‐ | |
502F | πάδην· κἂν ἐν ἡμικυκλίῳ τινὶ καθεζόμενοι κἂν περιπα‐ τοῦντες ἐν ξυστῷ θεάσωνται προσφοιτῶντα, ταχέως ἀνά‐ ζευξιν αὑτοῖς παρεγγυῶσι. καὶ καθάπερ ὅταν ἐν συλλόγῳ τινὶ σιωπὴ γένηται, τὸν Ἑρμῆν ἐπεισεληλυθέναι λέγου‐ | |
5 | σιν, οὕτως ὅταν εἰς συμπόσιον ἢ συνέδριον γνωρίμων | |
503A | λάλος εἰσέλθῃ, | πάντες ἀποσιωπῶσι μὴ βουλόμενοι λαβὴν παρασχεῖν· ἂν δ’ αὐτὸς ἄρξηται διαίρειν τὸ στόμα, ‘πρὸ χείματος ὥστ’ ἀνὰ ποντίαν ἄκραν βορρᾶ ζαέντοσ‘ (Lyr. adesp. 100 II p. 163 D) ὑφορώμενοι σάλον καὶ ναυτίαν ἐξ‐ | |
5 | ανέστησαν. ὅθεν αὐτοῖς συμβαίνει μήτε παρὰ δεῖπνον συγ‐ κλιτῶν μήτε συσκήνων τυγχάνειν προθύμων, ὅταν ὁδοι‐ πορῶσιν ἢ πλέωσιν, ἀλλ’ ἀναγκαστῶν· πρόσκειται γὰρ ἁπανταχοῦ, τῶν ἱματίων ἀντιλαμβανόμενος, 〈ἁπτόμενοσ〉 τοῦ γενείου, τὴν πλευρὰν θυροκοπῶν τῇ χειρί. | |
9 | ||
10 | ‘πόδες δὴ κεῖθι τιμιώτατοι‘ | |
10 | κατὰ τὸν Ἀρχίλοχον (fr. 132), καὶ νὴ Δία κατὰ τὸν σο‐ φὸν Ἀριστοτέλην. καὶ γὰρ αὐτὸς ἐνοχλούμενος ὑπ’ ἀδο‐ | |
503B | λέσχου καὶ κοπτόμενος ἀτόποις τισὶ διηγήμασι, πολλάκις αὐτοῦ λέγοντος ‘οὐ θαυμαστόν, Ἀριστότελες;‘ ‘οὐ τοῦτο‘ | |
φησί ‘θαυμαστόν, ἀλλ’ εἴ τις πόδας ἔχων σὲ ὑπομένει.‘ ἑτέρῳ δέ τινι τοιούτῳ μετὰ πολλοὺς λόγους εἰπόντι ‘κατη‐ | 281 | |
5 | δολέσχηκά σου, φιλόσοφε·‘ ‘μὰ Δί’‘ εἶπεν· ‘οὐ γὰρ προσ‐ εῖχον.‘ καὶ γὰρ ἂν βιάσωνται λαλεῖν οἱ ἀδόλεσχοι, παρέ‐ δωκεν αὐτοῖς ἡ ψυχὴ τὰ ὦτα περιαντλεῖν ἔξωθεν, αὐτὴ δ’ ἐντὸς ἑτέρας τινὰς ἀναπτύσσει καὶ διέξεισι πρὸς αὑτὴν φροντίδας. ὅθεν οὔτε προσεχόντων οὔτε πιστευόντων | |
10 | ἀκροατῶν εὐποροῦσι· τῶν μὲν γὰρ πρὸς τὰς συνουσίας εὐκαταφόρων ἄγονον εἶναι τὸ σπέρμα λέγουσι, τῶν δ’ ἀδο‐ | |
503C | λέσχων ὁ λόγος ἀτελὴς καὶ ἄκαρπός ἐστι. Καίτοι γ’ οὐδὲν οὕτως ἡ φύσις εὐερκῶς κεχαράκωκε τῶν ἐν ἡμῖν ὡς τὴν γλῶτταν, βαλομένη φρουρὰν πρὸ αὐτῆς τοὺς ὀδόντας, ἵν’, ἐὰν ἐντὸς κατατείνοντος ‘ἡνία | |
5 | σιγαλόεντα‘ (Ε 226 al.) τοῦ λογισμοῦ μὴ ὑπακούῃ μηδ’ ἀνειλῆται, δήγμασιν αὐτῆς κατέχωμεν τὴν ἀκρασίαν αἱμάτ‐ τοντες. ‘ἀχαλίνων‘ γὰρ οὐ ταμιείων οὐδ’ οἰκημάτων ἀλλὰ ‘στομάτων τὸ τέλος δυστυχίαν‘ ὁ Εὐριπίδης φησίν (Bacch. 386)· οἱ δ’ οἰκημάτων μὲν ἀθύρων καὶ βαλλαν‐ | |
10 | τίων ἀδέσμων μηδὲν ὄφελος οἰόμενοι τοῖς κεκτημένοις εἶναι, στόμασι δ’ ἀκλείστοις καὶ ἀθύροις ὥσπερ τὸ τοῦ | |
503D | Πόντου διὰ παντὸς ἔξω ῥέουσι χρώμενοι πάντων ἀτιμό‐ τατον ἡγεῖσθαι τὸν λόγον ἐοίκασιν. Ὅθεν οὐδὲ πίστιν ἔχουσιν ἧς πᾶς λόγος ἐφίεται· τὸ γὰρ οἰκεῖον αὐτοῦ τέλος τοῦτ’ ἐστί, πίστιν ἐνεργάσασθαι τοῖς | |
5 | ἀκούουσιν· ἀπιστοῦνται δ’ οἱ λάλοι, κἂν ἀληθεύωσιν. | |
ὥσπερ γὰρ ὁ πυρὸς εἰς ἀγγεῖον κατακλεισθεὶς τῷ μὲν μέτρῳ πλείων εὑρίσκεται τῇ δὲ χρείᾳ μοχθηρότερος, οὕτω λόγος εἰς ἀδόλεσχον ἐμπεσὼν ἄνθρωπον πολὺ ποιεῖ τοῦ ψεύδους ἐπίμετρον, ᾧ διαφθείρει τὴν πίστιν. | 282 | |
10 | Ἔτι τοίνυν τὸ μεθύειν πᾶς ἄνθρωπος αἰδήμων καὶ κόσμιος οἶμαι φυλάξαιτ’ ἄν. μανίᾳ γὰρ ὁμότοιχος μὲν ἡ | |
503E | ὀργὴ κατ’ ἐνίους ἡ δὲ μέθη σύνοικος, μᾶλλον δὲ μανία τῷ μὲν χρόνῳ ἥττων τῇ δ’ αἰτίᾳ μείζων, ὅτι τὸ αὐθαίρετον αὐτῇ πρόσεστι. τῆς δὲ μέθης οὐθὲν οὕτω κατηγοροῦσιν ὡς τὸ περὶ τοὺς λόγους ἀκρατὲς καὶ ἀόριστον· ‘οἶνος γάρ‘ | |
5 | φησιν (ξ 463—5) | |
5 | ‘ἐφέηκε πολύφρονά περ μάλ’ ἀεῖσαι, καί θ’ ἁπαλὸν γελάσαι καί τ’ ὀρχήσασθαι ἀνῆκε.‘ | |
7 | καὶ τί τὸ δεινότατον; ᾠδὴ καὶ γέλως καὶ ὄρχησις; οὐδὲν ἄχρι τούτων· | |
9 | ||
10 | ‘καί τι ἔπος προέηκεν, ὅπερ τ’ ἄρρητον ἄμεινον‘— | |
10 | τοῦτ’ ἤδη δεινὸν καὶ ἐπικίνδυνον. καὶ μή ποτε τὸ ζητού‐ μενον παρὰ τοῖς φιλοσόφοις λύων ὁ ποιητὴς οἰνώσεως καὶ | |
503F | μέθης διαφορὰν εἴρηκεν, οἰνώσεως μὲν ἄνεσιν μέθης δὲ φλυαρίαν. τὸ γὰρ ἐν τῇ καρδίᾳ τοῦ νήφοντος ἐπὶ τῆς γλώττης ἐστὶ τοῦ μεθύοντος, ὡς οἱ παροιμιαζόμενοι λέ‐ γουσιν. ὅθεν ὁ μὲν Βίας ἔν τινι πότῳ σιωπῶν καὶ σκωπτό‐ | |
5 | μενος εἰς ἀβελτερίαν ὑπό τινος ἀδολέσχου ‘καὶ τίς ἄν‘ | 283 |
504A | ἔφη ‘δύναιτο μωρὸς ἐν οἴνῳ σιωπᾶν;‘ | Ἀθήνησι δέ τις ἑστιῶν πρέσβεις βασιλικοὺς ἐφιλοτιμήθη σπουδάζουσιν αὐτοῖς συναγαγεῖν εἰς ταὐτὸ τοὺς φιλοσόφους· χρωμένων δὲ τῶν ἄλλων κοινολογίᾳ καὶ τὰς συμβολὰς ἀποδιδόντων | |
5 | τοῦ δὲ Ζήνωνος ἡσυχίαν ἄγοντος, φιλοφρονησάμενοι καὶ προπιόντες οἱ ξένοι ‘περὶ σοῦ δὲ τί χρὴ λέγειν‘ ἔφασαν ‘ὦ Ζήνων τῷ βασιλεῖ;‘ κἀκεῖνος ‘ἄλλο μηθέν‘ εἶπεν ‘ἢ ὅτι πρεσβύτης ἐστὶν ἐν Ἀθήναις παρὰ πότον σιωπᾶν δυνά‐ μενος.‘ οὕτω τι βαθὺ καὶ μυστηριῶδες ἡ σιγὴ καὶ νηφά‐ | |
10 | λιον, ἡ δὲ μέθη λάλον· ἄνουν γὰρ καὶ ὀλιγόφρον, διὰ τοῦτο | |
504B | καὶ πολύφωνον. οἱ δὲ φιλόσοφοι καὶ ὁριζόμενοι τὴν μέθην λέγουσιν εἶναι λήρησιν πάροινον· οὕτως οὐ ψέγεται τὸ πίνειν, εἰ προσείη τῷ πίνειν τὸ σιωπᾶν, ἀλλ’ ἡ μωρο‐ λογία μέθην ποιεῖ τὴν οἴνωσιν. ὁ μὲν οὖν μεθύων ληρεῖ | |
5 | παρ’ οἶνον, ὁ δ’ ἀδόλεσχος πανταχοῦ ληρεῖ, ἐν ἀγορᾷ ἐν θεάτρῳ ἐν περιπάτῳ *** μεθ’ ἡμέραν νύκτωρ· ἔστι δὲ θεραπεύων τῆς νόσου βαρύτερος, συμπλέων τῆς ναυτίας ἀηδέστερος, ἐπαινῶν τοῦ ψέγοντος ἐπαχθέστερος. ἥδιόν γέ τοι πονηροῖς ὁμιλοῦμεν ἐπιδεξίοις ἢ χρηστοῖς ἀδολέ‐ | |
10 | σχαις. ὁ μὲν γὰρ Σοφοκλέους Νέστωρ τὸν Αἴαντα τραχυ‐ νόμενον τῷ λόγῳ πραΰνων ἠθικῶς τοῦτ’ εἴρηκεν (Soph. fr. 771) | |
12 | ||
504C | ‘οὐ μέμφομαί σε· δρῶν γὰρ εὖ κακῶς λέγεις,‘ | |
1 | ||
πρὸς δὲ τὸν ἀδολέσχην οὐχ οὕτως ἔχομεν, ἀλλὰ πᾶσαν ἔργου χάριν ἡ τῶν λόγων ἀκαιρία διαφθείρει καὶ ἀπόλ‐ λυσι. | 284 | |
5 | Λυσίας τινὶ δίκην ἔχοντι λόγον συγγράψας ἔδωκεν· ὁ δὲ πολλάκις ἀναγνοὺς ἧκε πρὸς τὸν Λυσίαν ἀθυμῶν καὶ λέγων τὸ μὲν πρῶτον αὐτῷ διεξιόντι θαυμαστὸν φανῆναι τὸν λόγον, αὖθις δὲ καὶ τρίτον ἀναλαμβάνοντι παντελῶς ἀμβλὺν καὶ ἄπρακτον· ὁ δὲ Λυσίας γελάσας ‘τί οὖν;‘ | |
10 | εἶπεν ‘οὐχ ἅπαξ μέλλεις λέγειν αὐτὸν ἐπὶ τῶν δικαστῶν;‘ καὶ σκόπει τὴν Λυσίου πειθὼ καὶ χάριν· ‘κεῖνον‘ γὰρ ‘ἐγὼ‘ (Lyr. adesp. 53 II p. 162 D) | |
12 | ‘φαμὶ ἰοπλοκάμων Μοισᾶν εὖ λαχεῖν‘. | |
13 | ||
504D | τῶν δὲ περὶ τοῦ ποιητοῦ λεγομένων ἀληθέστατόν ἐστιν, ὅτι μόνος Ὅμηρος τῆς τῶν ἀνθρώπων ἁψικορίας περιγέ‐ γονεν, ἀεὶ καινὸς ὢν καὶ πρὸς χάριν ἀκμάζων· ἀλλ’ ὅμως εἰπὼν καὶ ἀναφωνήσας ἐκεῖνο περὶ αὑτοῦ τὸ (μ 452) | |
4 | ||
5 | ‘ἐχθρὸν δέ μοί ἐστιν αὖθις ἀριζήλως εἰρημένα μυθολογεύειν‘ | |
6 | φεύγει καὶ φοβεῖται τὸν ἐφεδρεύοντα παντὶ λόγῳ κόρον, εἰς ἄλλα ἐξ ἄλλων διηγήματα τὴν ἀκοὴν ἄγων καὶ τῇ καινότητι τὴν πλησμονὴν αὐτῆς παραμυθούμενος. οἱ δ’ | |
10 | ἀποκναίουσι δήπου τὰ ὦτα ταῖς ταυτολογίαις ὥσπερ πα‐ λίψηστα διαμολύνοντες. Τοῦτο τοίνυν πρῶτον ὑπομιμνήσκωμεν αὐτούς, ὅτι, | |
504E | καθάπερ τὸν οἶνον ἡδονῆς ἕνεκα καὶ φιλοφροσύνης εὑρη‐ μένον οἱ προσβιαζόμενοι πολὺν πίνειν καὶ ἄκρατον ἐνίους εἰς ἀηδίαν καὶ παροινίαν τρέπουσιν, οὕτω τὸν λόγον ἥδι‐ στον ὄντα καὶ φιλανθρωπότατον συμβόλαιον οἱ χρώμενοι | 285 |
5 | κακῶς καὶ προχείρως ἀπάνθρωπον ποιοῦσι καὶ ἄμικτον, οἷς οἴονται χαρίζεσθαι λυποῦντες καὶ ἀφ’ ὧν θαυμάζεσθαι καταγελώμενοι καὶ δι’ ὧν φιλεῖσθαι δυσχεραινόμενοι. ὥσπερ οὖν ὁ τῷ κεστῷ τοὺς ὁμιλοῦντας ἀποστρέφων καὶ ἀπελαύνων ἀναφρόδιτος, οὕτως ὁ τῷ λόγῳ λυπῶν καὶ | |
10 | ἀπεχθανόμενος ἄμουσός τις καὶ ἄτεχνός ἐστι. Τῶν δ’ ἄλλων παθῶν καὶ νοσημάτων τὰ μέν ἐστιν | |
504F | ἐπικίνδυνα τὰ δὲ μισητὰ τὰ δὲ καταγέλαστα, τῇ δ’ ἀδολεσχίᾳ πάντα συμβέβηκε· χλευάζονται μὲν γὰρ ἐν ταῖς κοιναῖς διηγήσεσι, μισοῦνται δὲ διὰ τὰς τῶν κακῶν προσ‐ αγγελίας, κινδυνεύουσι δὲ τῶν ἀπορρήτων μὴ κρατοῦν‐ | |
505A | τες. ὅθεν Ἀνάχαρσις ἑστιαθεὶς παρὰ Σόλωνι | καὶ κοιμώ‐ μενος ὤφθη τὴν μὲν ἀριστερὰν χεῖρα τοῖς μορίοις τὴν δὲ δεξιὰν τῷ στόματι προσκειμένην ἔχων· ἐγκρατεστέρου γὰρ ᾤετο χαλινοῦ δεῖσθαι τὴν γλῶτταν, ὀρθῶς οἰόμενος. οὐ | |
5 | γὰρ ἄν τις ἐξαριθμήσαιτο ῥᾳδίως ἄνδρας τοσούτους ἀφρο‐ δισίων ἀκρασίᾳ πεπτωκότας, ὅσας πόλεις καὶ ἡγεμονίας λόγος ἐξενεχθεὶς ἀπόρρητος ἀναστάτους ἐποίησε. Σύλλας ἐπολιόρκει τὰς Ἀθήνας, οὐκ ἔχων σχολὴν ἐνδιατρῖψαι χρόνον πολύν, ‘ἐπεὶ πόνος ἄλλος ἔπειγεν‘ (λ 54), ἡρπακότος | |
10 | μὲν Ἀσίαν Μιθριδάτου τῶν δὲ περὶ Μάριον αὖθις ἐν Ῥώμῃ κρατούντων· ἀλλὰ πρεσβυτῶν τινων ἐπὶ κουρείου | |
505B | διαλεγομένων ὡς οὐ φυλάττεται τὸ Ἑπτάχαλκον καὶ κιν‐ | |
δυνεύει τὸ ἄστυ κατ’ ἐκεῖνο ληφθῆναι τὸ μέρος ἀκούσαν‐ τες οἱ κατάσκοποι πρὸς τὸν Σύλλαν ἐξήγγειλαν. ὁ δ’ εὐθὺς τὴν δύναμιν προσαγαγὼν περὶ μέσας νύκτας εἰσή‐ | 286 | |
5 | γαγε τὸ στράτευμα, καὶ μικροῦ μὲν *** κατέσκαψεν ἐνέ‐ πλησε δὲ φόνου καὶ νεκρῶν, ὥστε τὸν Κεραμεικὸν αἵματι ῥυῆναι. χαλεπῶς δὲ πρὸς τοὺς Ἀθηναίους ἔσχε διὰ τοὺς λόγους μᾶλλον ἢ διὰ τὰ ἔργα· κακῶς γὰρ αὐτὸν ἔλεγον καὶ τὴν Μετέλλαν, ἀναπηδῶντες ἐπὶ τὰ τείχη καὶ σκώπτον‐ | |
10 | τες | |
10 | ‘συκάμινον ἔσθ’ ὁ Σύλλας ἀλφίτῳ πεπασμένον,‘ | |
11 | ||
505C | καὶ τοιαῦτα πολλὰ φλυαροῦντες ἐπεσπάσαντο ‘κουφοτάτου πράγματος, λόγων,‘ ὥς φησιν ὁ Πλάτων ‘βαρυτάτην ζημίαν.‘ τὴν δὲ Ῥωμαίων πόλιν ἐκώλυσεν ἐλευθέραν γενέ‐ σθαι Νέρωνος ἀπαλλαγεῖσαν ἑνὸς ἀνδρὸς ἀδολεσχία. μία | |
5 | γὰρ ἦν νύξ, μεθ’ ἣν ἔδει τὸν τύραννον ἀπολωλέναι, παρε‐ σκευασμένων ἀπάντων· ὁ δὲ μέλλων αὐτὸν ἀποκτιννύναι πορευόμενος εἰς τὸ θέατρον ἰδών τινα τῶν δεδεμένων ἐπὶ θύραις μέλλοντα προσάγεσθαι τῷ Νέρωνι καὶ τὴν αὑτοῦ τύχην ἀποδυρόμενον ἐγγὺς προσῆλθεν αὐτῷ καὶ προσψι‐ | |
10 | θυρίσας ‘εὔχου‘ φησίν ‘ὦ ἄνθρωπε, τὴν σήμερον ἡμέραν | |
505D | παρελθεῖν μόνον, αὔριον δέ μοι εὐχαριστήσεις.‘ ἁρπάσας οὖν τὸ αἰνιχθὲν ἐκεῖνος καὶ νοήσας, οἶμαι, ὅτι (Hes. fr. 219) | |
3 | ‘νήπιος, ὃς τὰ ἕτοιμα λιπὼν ἀνέτοιμα διώκει,‘ | |
4 | ||
5 | τὴν βεβαιοτέραν εἵλετο σωτηρίαν πρὸ τῆς δικαιοτέρας. ἐμήνυσε γὰρ τῷ Νέρωνι τὴν φωνὴν τοῦ ἀνθρώπου· κἀκεῖνος εὐθὺς ἀνήρπαστο, καὶ βάσανοι καὶ πῦρ καὶ μάστιγες ἐπ’ αὐτόν, ἀρνούμενον πρὸς τὴν ἀνάγκην ἃ χωρὶς ἀνάγκης ἐμήνυσε. Ζήνων δ’ ὁ φιλόσοφος, ἵνα | 287 |
10 | μηδ’ ἄκοντος αὐτοῦ πρόηταί τι τῶν ἀπορρήτων ἐκβιαζόμε‐ νον τὸ σῶμα ταῖς ἀνάγκαις, διαφαγὼν τὴν γλῶτταν προσ‐ έπτυσε τῷ τυράννῳ. καλὸν δὲ καὶ Λέαινα τῆς ἐγκρα‐ | |
505E | τείας ἔχει γέρας. ἑταίρα τῶν περὶ Ἁρμόδιον ἦν καὶ Ἀρι‐ στογείτονα καὶ τῆς ἐπὶ τοὺς τυράννους συνωμοσίας ἐκοι‐ νώνει ταῖς ἐλπίσιν ὡς γυνή· καὶ γὰρ αὕτη περὶ τὸν καλὸν ἐκεῖνον ἐβάκχευσε κρατῆρα τοῦ ἔρωτος καὶ κατωργίαστο | |
5 | [διὰ] τοῦ θεοῦ τοῖς ἀπορρήτοις. ὡς οὖν ἐκεῖνοι πταίσαντες ἀνῃρέθησαν, ἀνακρινομένη καὶ κελευομένη φράσαι τοὺς ἔτι λανθάνοντας οὐκ ἔφρασεν, ἀλλ’ ἐνεκαρτέρησεν, ἐπιδεί‐ ξασα τοὺς ἄνδρας οὐδὲν ἀνάξιον ἑαυτῶν παθόντας, εἰ τοιαύτην ἠγάπησαν. Ἀθηναῖοι δὲ χαλκῆν ποιησάμενοι | |
10 | λέαιναν ἄγλωσσον ἐν πύλαις τῆς ἀκροπόλεως ἀνέθηκαν, τῷ μὲν θυμοειδεῖ τοῦ ζῴου τὸ ἀήττητον αὐτῆς τῷ δ’ | |
505F | ἀγλώσσῳ τὸ σιωπηρὸν καὶ μυστηριῶδες ἐμφαίνοντες. οὐδεὶς γὰρ οὕτω λόγος ὠφέλησε ῥηθεὶς ὡς πολλοὶ σιω‐ πηθέντες· ἔστι γὰρ εἰπεῖν ποτε τὸ σιγηθέν, οὐ μὴν σιωπῆ‐ σαί γε τὸ λεχθέν, ἀλλ’ ἐκκέχυται καὶ διαπεφοίτηκεν. ὅθεν | |
5 | οἶμαι τοῦ μὲν λέγειν ἀνθρώπους τοῦ δὲ σιωπᾶν θεοὺς διδασκάλους ἔχομεν, ἐν τελεταῖς καὶ μυστηρίοις σιωπὴν | |
506A | παραλαμβάνοντες. | ὁ δὲ ποιητὴς τὸν λογιώτατον Ὀδυσσέα σιωπηλότατον πεποίηκε καὶ τὸν υἱὸν αὐτοῦ καὶ τὴν γυναῖκα καὶ τὴν τροφόν· ἀκούεις γὰρ λεγούσης (τ 494) | 288 |
3 | ‘ἕξω δ’ ἠύτε περ κρατερὴ δρῦς ἠὲ σίδηρος.‘ | |
4 | ||
5 | αὐτὸς δὲ τῇ Πηνελόπῃ παρακαθήμενος (τ 210—2) | |
5 | ‘θυμῷ μὲν γοόωσαν ἑὴν ἐλέαιρε γυναῖκα, ὀφθαλμοὶ δ’ ὡς εἰ κέρα ἕστασαν ἠὲ σίδηρος, ἀτρέμας ἐν βλεφάροισιν·‘ | |
8 | οὕτω τὸ σῶμα μεστὸν ἦν αὐτῷ πανταχόθεν ἐγκρατείας, καὶ | |
10 | πάντ’ ἔχων ὁ λόγος εὐπειθῆ καὶ ὑποχείρια προσέταττε | |
506B | τοῖς ὄμμασι μὴ δακρύειν, τῇ γλώττῃ μὴ φθέγγεσθαι, τῇ καρδίᾳ μὴ τρέμειν μηδ’ ὑλακτεῖν (υ 13). | |
2 | ‘τῷ δ’ αὖτ’ ἐν πείσῃ κραδίη μένε τετληυῖα‘ (υ 23), | |
3 | μέχρι τῶν ἀλόγων κινημάτων διήκοντος τοῦ λογισμοῦ καὶ | |
5 | τὸ πνεῦμα καὶ τὸ αἷμα πεποιημένου κατήκοον ἑαυτῷ καὶ χειρόηθες. τοιοῦτοι δὲ καὶ οἱ πολλοὶ τῶν ἑταίρων· τὸ γὰρ ἑλκομένους καὶ προσουδιζομένους (ι 289) ὑπὸ τοῦ Κύκλω‐ πος μὴ κατειπεῖν τοῦ Ὀδυσσέως μηδὲ δεῖξαι τὸ πεπυ‐ ρακτωμένον ἐκεῖνο καὶ παρεσκευασμένον ὄργανον ἐπὶ τὸν | |
10 | ὀφθαλμόν, ἀλλ’ ὠμοὺς ἐσθίεσθαι μᾶλλον ἢ φράσαι τι τῶν ἀπορρήτων ὑπερβολὴν ἐγκρατείας καὶ πίστεως οὐ λέλοι‐ | |
506C | πεν. ὅθεν ὁ Πιττακὸς οὐ κακῶς τοῦ Αἰγυπτίων βασιλέως πέμψαντος ἱερεῖον αὐτῷ καὶ κελεύσαντος τὸ κάλλιστον καὶ | |
χείριστον ἐξελεῖν κρέας ἔπεμψεν ἐξελὼν τὴν γλῶτταν ὡς ὄργανον μὲν ἀγαθῶν ὄργανον δὲ κακῶν τῶν μεγίστων | 289 | |
5 | οὖσαν. ἡ δ’ Εὐριπίδειος Ἰνὼ παρρησίαν ἄγουσα περὶ αὑτῆς εἰδέναι φησί (fr. 413, 2) | |
6 | ‘σιγᾶν θ’ ὅπου δεῖ καὶ λέγειν ἵν’ ἀσφαλές.‘ | |
7 | οἱ γὰρ εὐγενοῦς καὶ βασιλικῆς τῷ ὄντι παιδείας τυχόντες πρῶτον σιγᾶν εἶτα λαλεῖν μανθάνουσιν. Ἀντίγονος γοῦν ὁ | |
10 | βασιλεὺς [ἐκεῖνος] ἐρωτήσαντος αὐτὸν τοῦ υἱοῦ πηνίκα μέλλουσιν ἀναζευγνύειν ‘τί δέδοικας;‘ εἶπε ‘μὴ μόνος οὐκ | |
506D | ἀκούσῃς τῆς σάλπιγγος;‘ οὐκ ἄρα φωνὴν ἐπίστευεν ἀπόρ‐ ρητον ᾧ τὴν βασιλείαν ἀπολείπειν ἔμελλεν; ἐδίδασκε μὲν οὖν αὐτὸν ἐγκρατῶς ἔχειν πρὸς τὰ τοιαῦτα καὶ πεφυ‐ λαγμένως. Μέτελλος δ’ ὁ γέρων ἕτερόν τι τοιοῦτον | |
5 | ἐπερωτώμενος ἐπὶ στρατείας ‘εἰ‘ φησίν ‘ᾤμην τὸν χιτῶνά μοι συνειδέναι τοῦτο [τὸ ἀπόρρητον], ἀποδυσά‐ μενος ἂν αὐτὸν ἐπὶ πῦρ ἔθηκα.‘ Εὐμένης δ’ ἀκούσας ἐπέρχεσθαι Κρατερὸν οὐδενὶ τῶν φίλων ἔφρασεν, ἀλλ’ ἐψεύσατο Νεοπτόλεμον εἶναι· τούτου γὰρ οἱ στρατιῶται | |
10 | κατεφρόνουν, ἐκείνου δὲ καὶ τὴν δόξαν ἐθαύμαζον καὶ τὴν ἀρετὴν ἠγάπων. ἔγνω δ’ οὐδεὶς ἄλλος, ἀλλὰ συμβα‐ | |
506E | λόντες ἐκράτησαν καὶ ἀπέκτειναν αὐτὸν ἀγνοοῦντες καὶ νεκρὸν ἐπέγνωσαν. οὕτως ἐστρατήγησεν ἡ σιωπὴ τὸν ἀγῶνα καὶ τηλικοῦτον ἀνταγωνιστὴν ἀπέκρυψεν· ὥστ’ αὐτὸν τοὺς φίλους μὴ προειπόντα θαυμάζειν μᾶλλον ἢ | |
5 | μέμφεσθαι. κἂν μέμφηται δέ τις, ἐγκαλεῖσθαι βέλτιόν ἐστι σωθέντας δι’ ἀπιστίαν ἢ κατηγορεῖν ἀπολλυμένους διὰ τὸ πιστεῦσαι. Τίς δ’ ὅλως ἑαυτῷ παρρησίαν ἀπολέλοιπε κατὰ τοῦ μὴ σιωπήσαντος; εἰ γὰρ ἀγνοεῖσθαι τὸν λόγον ἔδει, κακῶς | 290 |
10 | ἐλέχθη πρὸς ἄλλον· εἰ δ’ ἀφεὶς ἐκ σεαυτοῦ κατέχεις ἐν ἑτέρῳ τὸ ἀπόρρητον, εἰς ἀλλοτρίαν πίστιν καταπέφευγας | |
506F | τὴν σεαυτοῦ προέμενος· κἂν μὲν ἐκεῖνος ὅμοιός σοι γένη‐ ται, δικαίως ἀπόλωλας, ἂν δὲ βελτίων, σῴζῃ παραλόγως ἕτερον εὑρὼν ὑπὲρ σεαυτοῦ πιστότερον. ‘ἀλλὰ φίλος οὗτος ἐμοί.‘ τούτῳ δ’ ἕτερός τις, ᾧ πιστεύσει καὶ οὗτος ὡς ἐγὼ | |
5 | τούτῳ· κἀκεῖνος ἄλλῳ πάλιν· εἶθ’ οὕτως ἐπιγονὴν λαμ‐ βάνει καὶ πολλαπλασιασμόν, εἰρομένης τῆς ἀκρασίας ὁ | |
507A | λόγος. ὡς γὰρ ἡ μονὰς οὐκ ἐκβαίνει τὸν ἑαυτῆς ὅρον | ἀλλ’ ἅπαξ τὸ ἓν μένει (διὸ κέκληται μονάς), ἡ δὲ δυὰς ἀρχὴ διαφορᾶς ἀόριστος (εὐθὺς γὰρ ἑαυτὴν ἐξίστησι τῷ διπλα‐ σιασμῷ εἰς τὸ πλῆθος τρεπομένη), οὕτω λόγος ἐν τῷ | |
5 | πρώτῳ καταμένων ἀπόρρητος ὡς ἀληθῶς ἐστιν· ἂν δ’ εἰς ἕτερον ἐκβῇ, φήμης ἔσχε τάξιν. ‘ἔπεα‘ γὰρ ‘πτερόεντα‘ φησὶν ὁ ποιητής (Hom. passim)· οὔτε γὰρ πτηνὸν ἐκ τῶν χειρῶν ἀφέντα ῥᾴδιόν ἐστιν αὖθις κατασχεῖν, οὔτε λόγον ἐκ τοῦ στόματος προέμενον συλλαβεῖν καὶ κρατῆσαι | |
10 | δυνατόν, ἀλλὰ φέρεται ‘λαιψηρὰ κυκλώσας πτερά‘, δι’ ἄλλων ἐπ’ ἄλλους σκιδνάμενος. νεὼς μὲν γὰρ ἁρπαγείσης | |
507B | ὑπὸ πνεύματος ἐπιλαμβάνονται σπείραις καὶ ἀγκύραις τὸ | |
τάχος ἀμβλύνοντες· λόγου δ’ ὥσπερ ἐκ λιμένων ἐκδρα‐ μόντος οὐκ ἔστιν ὅρμος οὐδ’ ἀγκυροβόλιον, ἀλλὰ ψόφῳ πολλῷ καὶ ἤχῳ φερόμενος προσέρρηξε καὶ κατέδυσεν εἰς | 291 | |
5 | μέγαν τινὰ καὶ δεινὸν τὸν φθεγξάμενον κίνδυνον. | |
5 | ‘μικροῦ γὰρ ἐκ λαμπτῆρος Ἰδαῖον λέπας πρήσειεν ἄν τις· καὶ πρὸς ἄνδρ’ εἰπὼν ἕνα, πύθοιντ’ ἂν ἀστοὶ πάντες.‘ (Eur. Ino 411). | |
8 | ἡ Ῥωμαίων σύγκλητος ἀπόρρητόν τινα βουλὴν | |
10 | ἐβουλεύετο καθ’ αὑτὴν ἐπὶ πολλὰς ἡμέρας· ἀσάφειαν δὲ πολλὴν καὶ ὑπόνοιαν ἔχοντος τοῦ πράγματος γυνὴ τἄλλα σώφρων, γυνὴ δὲ προσέκειτο τῷ ἑαυτῆς ἀνδρί, λιπαρῶς | |
507C | δεομένη πυθέσθαι τὸ ἀπόρρητον· ὅρκοι δὲ καὶ κατάραι περὶ σιωπῆς ἐγίγνοντο καὶ δάκρυα ποτνιωμένης αὐτῆς ὡς πίστιν οὐκ ἐχούσης. ὁ δὲ Ῥωμαῖος ἐξελέγξαι βουλό‐ μενος αὐτῆς τὴν ἀβελτερίαν ‘νικᾷς, ὦ γύναι‘ εἶπεν, ‘ἀλλ’ | |
5 | ἄκουε φοβερὸν πρᾶγμα καὶ τεράστιον. προσήγγελται γὰρ ἡμῖν ὑπὸ τῶν ἱερέων κόρυδον ὦφθαι πετόμενον κράνος ἔχοντα χρυσοῦν καὶ δόρυ· σκεπτόμεθα δὴ τὸ τέρας εἴτε χρηστὸν εἴτε φαῦλόν ἐστι, καὶ συνδιαποροῦμεν τοῖς μάντε‐ σιν. ἀλλὰ σιώπα.‘ ταῦτ’ εἰπὼν ᾤχετ’ εἰς τὴν ἀγοράν· ἡ δὲ | |
10 | τῶν θεραπαινίδων εὐθὺς ἐφελκυσαμένη τὴν πρώτην εἰσελ‐ | |
507D | θοῦσαν ἔπαιε τὸ στῆθος αὑτῆς καὶ τὰς τρίχας ἐσπάραττεν ‘οἴμοι‘ λέγουσα ‘τοῦ ἀνδρὸς καὶ τῆς πατρίδος· τί πεισό‐ μεθα;‘ βουλομένη καὶ διδάσκουσα τὴν θεράπαιναν εἰπεῖν ‘τί γὰρ γέγονεν;‘ ὡς δ’ οὖν πυθομένης διηγήσατο καὶ | |
5 | προσέθηκε τὸν κοινὸν ἁπάσης ἀδολεσχίας ἐπῳδόν, τὸ | |
‘ταῦτα μηδενὶ φράσῃς ἀλλὰ σιώπα‘, οὐ φθάνει τὸ θερα‐ παινίδιον ἀποχωρῆσαν αὐτῆς, καὶ τῶν ὁμοδούλων εὐθὺς ἣν μάλιστ’ εἶδε σχολάζουσαν ἐμβάλλει τὸν λόγον· ἐκείνη δὲ τῷ ἐραστῇ παραγενομένῳ πρὸς αὐτὴν ἔφρασεν. οὕτω | 292 | |
10 | δ’ εἰς ἀγορὰν τοῦ διηγήματος ἐκκυλισθέντος ὥστε προδρα‐ | |
507E | μεῖν τὸν πλασάμενον τὴν φήμην, ἀπαντήσας τις αὐτῷ τῶν γνωρίμων ‘ἀρτίωσ‘ εἶπεν ‘οἴκοθεν εἰς ἀγορὰν καταβαί‐ νεις;‘ ‘ἀρτίωσ‘ εἶπεν ἐκεῖνος. ‘οὐκοῦν οὐδὲν ἀκήκοας;‘ ‘γέγονε γάρ τι καινὸν ἄλλο‘; ‘κόρυδος ὦπται πετόμενος | |
5 | κράνος ἔχων χρυσοῦν καὶ δόρυ, καὶ μέλλουσι περὶ τούτου σύγκλητον ἔχειν οἱ ἄρχοντες.‘ κἀκεῖνος γελάσας ‘εὖ τοῦ τάχουσ‘ εἶπεν ‘ὦ γύναι, τὸ καὶ φθάσαι με τὸν λόγον εἰς ἀγορὰν προελθόντα.‘ τοὺς μὲν οὖν ἄρχοντας ἐντυχὼν ἀπήλλαξε τῆς ταραχῆς, τὴν δὲ γυναῖκα τιμωρούμενος, ὡς | |
10 | οἴκαδ’ εἰσῆλθεν, ‘ἀπώλεσάς μ’‘ εἶπεν ‘ὦ γύναι· τὸ γὰρ ἀπόρρητον ἐκ τῆς ἐμῆς οἰκίας πεφώραται δεδημοσιωμένον· | |
507F | ὥστε μοι φευκτέον ἐστὶ τὴν πατρίδα διὰ τὴν σὴν ἀκρα‐ σίαν.‘ τρεπομένης δὲ πρὸς ἄρνησιν αὐτῆς καὶ λεγούσης ‘οὐ γὰρ ταῦτα μετὰ τριακοσίων ἤκουσας;‘ ‘ποίων‘ ἔφη ‘τριακοσίων; σοῦ βιαζομένης ἐπλασάμην ἀποπειρώμενος.‘ | |
5 | οὗτος μὲν οὖν ἀσφαλῶς πάνυ καὶ μετ’ εὐλαβείας, ὥσπερ εἰς ἀγγεῖον σαθρὸν οὐκ οἶνον οὐκ ἔλαιον ἀλλ’ ὕδωρ ἐγχέας, | |
508A | ἐπείρασε τὴν γυναῖκα· | Φούλβιος δ’ ὁ Καίσαρος ἑταῖρος τοῦ Σεβαστοῦ γέροντος ἤδη γεγονότος ἀκούσας ὀδυρομέ‐ νου τὴν περὶ τὸν οἶκον ἐρημίαν, καὶ ὅτι τῶν μὲν δυεῖν αὐτῷ θυγατριδῶν ἀπολωλότων Ποστουμίου δ’ ὃς ἔτι λοιπός | 293 |
5 | ἐστιν ἐκ διαβολῆς τινος ἐν φυγῇ ὄντος ἀναγκάζεται τὸν τῆς γυναικὸς υἱὸν ἐπεισάγειν τῇ διαδοχῇ τῆς ἡγεμονίας, καίπερ οἰκτείρων καὶ βουλευόμενος ἐκ τῆς ὑπερορίας ἀνακαλεῖσθαι τὸν θυγατριδοῦν· ταῦθ’ ὁ Φούλβιος ἀκούσας ἐξήνεγκε πρὸς τὴν ἑαυτοῦ γυναῖκα, πρὸς δὲ Λιβίαν ἐκείνη, | |
10 | Λιβία δὲ καθήψατο πικρῶς Καίσαρος, εἰ πάλαι ταῦτ’ | |
508B | ἐγνωκὼς οὐ μεταπέμπεται τὸν θυγατριδοῦν, ἀλλ’ εἰς ἔχθραν καὶ πόλεμον αὐτὴν τῷ διαδόχῳ τῆς ἀρχῆς καθί‐ στησιν. ἐλθόντος οὖν ἕωθεν, ὡς εἰώθει, τοῦ Φουλβίου πρὸς αὐτὸν καὶ εἰπόντος ‘χαῖρε, Καῖσαρ‘ ‘ὑγίαιν’‘ εἶπε | |
5 | ‘Φούλβιε.‘ κἀκεῖνος νοήσας ᾤχετ’ εὐθὺς ἀπιὼν οἴκαδε καὶ τὴν γυναῖκα μεταπεμψάμενος ‘ἔγνωκεν‘ ἔφη ‘Καῖσαρ, ὅτι τὸ ἀπόρρητον οὐκ ἐσιώπησα· καὶ διὰ τοῦτο μέλλω ἀναιρεῖν ἐμαυτόν·‘ ἡ δὲ γυνὴ ‘δικαίωσ‘ εἶπεν, ‘ὅτι μοι τοσοῦτον συνοικῶν χρόνον οὐκ ἔγνως οὐδ’ ἐφυλάξω τὴν | |
10 | ἀκρασίαν· ἀλλ’ ἔασον ἐμὲ προτέραν.‘ καὶ λαβοῦσα τὸ ξίφος ἑαυτὴν προανεῖλε τοῦ ἀνδρός. | |
508C | Ὀρθῶς οὖν Φιλιππίδης ὁ κωμῳδιοποιὸς φιλοφρο‐ | |
νουμένου τοῦ βασιλέως αὐτὸν Λυσιμάχου καὶ λέγοντος ‘τίνος σοι μεταδῶ τῶν ἐμῶν;‘ ‘οὗ βούλει‘ φησί, ‘βασιλεῦ, πλὴν τῶν ἀπορρήτων.‘ τῇ δ’ ἀδολεσχίᾳ καὶ ἡ περιεργία | 294 | |
5 | κακὸν οὐκ ἔλαττον πρόσεστι· πολλὰ γὰρ ἀκούειν θέλου‐ σιν, ἵνα πολλὰ λέγειν ἔχωσι. καὶ μάλιστα τοὺς ἀπορρήτους καὶ κεκρυμμένους τῶν λόγων περιιόντες ἐξιχνεύουσι καὶ ἀνερευνῶσιν, ὥσπερ [ὕλην] πυλαίαν τινὰ φορτίων τῇ φλυαρίᾳ παρατιθέμενοι, εἶθ’ ὥσπερ οἱ παῖδες τὸν κρύ‐ | |
10 | σταλλον οὔτε κατέχειν οὔτ’ ἀφεῖναι θέλουσι· μᾶλλον δ’ ὥσπερ ἑρπετὰ τοὺς ἀπορρήτους λόγους ἐγκολπισάμενοι | |
508D | καὶ συλλαβόντες οὐ κρατοῦσιν ἀλλὰ διαβιβρώσκονται ὑπ’ αὐτῶν· τὰς μὲν γὰρ βελόνας φασὶ ῥήγνυσθαι τικτούσας καὶ τὰς ἐχίδνας, οἱ δ’ ἀπόρρητοι λόγοι τοὺς μὴ στέγοντας ἐκπίπτοντες ἀπολλύουσι καὶ διαφθείρουσιν. Σέλευκος ὁ | |
5 | Καλλίνικος ἐν τῇ πρὸς Γαλάτας μάχῃ πᾶν ἀποβαλὼν τὸ στράτευμα καὶ τὴν δύναμιν, αὐτὸς δὲ περισπάσας τὸ διά‐ δημα καὶ φυγὼν ἵππῳ μετὰ τριῶν ἢ τεττάρων ἀνοδίαις καὶ πλάναις πολὺν δρόμον ἤδη, δι’ ἔνδειαν ἀπαγορεύων ἐπαυλίῳ τινὶ προσῆλθε, καὶ τὸν δεσπότην αὐτὸν εὑρὼν | |
10 | κατὰ τύχην ἄρτον καὶ ὕδωρ ᾔτησεν. ὁ δὲ καὶ ταῦτα καὶ | |
508E | τῶν ἄλλων ὅσα παρῆν ἐν ἀγρῷ δαψιλῶς ἐπιδιδοὺς καὶ φιλοφρονούμενος ἐγνώρισε τὸ πρόσωπον τοῦ βασιλέως, καὶ περιχαρὴς γενόμενος τῇ συντυχίᾳ τῆς χρείας οὐ κατ‐ | |
έσχεν οὐδὲ συνεψεύσατο βουλομένῳ λανθάνειν, ἀλλ’ ἄχρι | 295 | |
5 | τῆς ὁδοῦ προπέμψας καὶ ἀπολυόμενος ‘ὑγίαιν’‘ εἶπεν ‘ὦ βασιλεῦ Σέλευκε.‘ κἀκεῖνος ἐκτείνας τὴν δεξιὰν αὐτῷ καὶ προσελκόμενος ὡς φιλήσων, ἔνευσεν ἑνὶ τῶν μετ’ αὐτοῦ ξίφει τὸν τράχηλον ἀποκόψαι τοῦ ἀνθρώπου· | |
8 | ‘φθεγγομένου δ’ ἄρα τοῦ γε κάρη κονίῃσιν ἐμίχθη‘ (Κ 457). | |
9 | ||
10 | εἰ δ’ ἐσίγησε τότε καρτερήσας ὀλίγον χρόνον, εὐτυχήσαντος | |
508F | ὕστερον τοῦ βασιλέως καὶ μεγάλου γενομένου μείζονας οἶμαι χάριτας ἐκομίσατ’ ἂν τῆς σιωπῆς ἢ τῆς φιλοξενίας. Οὗτος μὲν οὖν ἁμωσγέπως ἔσχε πρόφασιν τῆς ἀκρασίας τὴν ἐλπίδα καὶ τὴν φιλοφροσύνην, οἱ δὲ πλεῖστοι | |
5 | τῶν ἀδολέσχων οὐδ’ αἰτίαν ἔχοντες ἀπολλύουσιν αὑτούς. οἷον ἐν κουρείῳ τινὶ γινομένων λόγων περὶ τῆς Διονυσίου τυραννίδος ὡς ἀδαμαντίνη καὶ ἄρρηκτός ἐστι, γελάσας ὁ κουρεύς ‘ταῦθ’ ὑμᾶσ‘ ἔφη ‘περὶ Διονυσίου λέγειν, οὗ ἐγὼ | |
509A | παρ’ ἡμέρας ὀλίγας ἐπὶ τοῦ τραχήλου τὸ ξυρὸν ἔχω.‘ | ταῦτ’ ἀκούσας ὁ Διονύσιος ἀνεσταύρωσεν αὐτόν. ἐπιεικῶς δὲ λάλον ἐστὶ τὸ τῶν κουρέων γένος· οἱ γὰρ ἀδολεσχότατοι προσρέουσι καὶ προσκαθίζουσιν, ὥστ’ αὐτοὺς ἀναπίμπλα‐ | |
5 | σθαι τῆς συνηθείας. χαριέντως γοῦν ὁ βασιλεὺς Ἀρχέλαος ἀδολέσχου κουρέως περιβαλόντος αὐτῷ τὸ ὠμόλινον καὶ πυθομένου ‘πῶς σε κείρω, βασιλεῦ;‘ ‘σιωπῶν‘ ἔφη. κου‐ ρεὺς δὲ καὶ τὴν ἐν Σικελίᾳ τῶν Ἀθηναίων μεγάλην κακο‐ πραγίαν ἀπήγγειλε πρῶτος, ἐν Πειραιεῖ πυθόμενος οἰκέτου | |
10 | τινὸς τῶν ἀποδεδρακότων ἐκεῖθεν· εἶτ’ ἀφεὶς τὸ ἐργα‐ στήριον εἰς ἄστυ συνέτεινε δρόμῳ ‘μή τις κῦδος ἄροιτο‘ | |
509B | τὸν λόγον εἰς τὴν πόλιν ἐμβαλών, ‘ὁ δὲ δεύτερος ἔλθοι‘ (Χ 207). γενομένης δὲ ταραχῆς οἷον εἰκὸς εἰς ἐκκλησίαν ἀθροισθεὶς ὁ δῆμος ἐπὶ τὴν ἀρχὴν ἐβάδιζε τῆς φήμης. ἤγετ’ οὖν ὁ κουρεὺς καὶ ἀνεκρίνετο, μηδὲ τοὔνομα τοῦ | 296 |
5 | φράσαντος εἰδὼς ἀλλ’ εἰς ἀνώνυμον καὶ ἄγνωστον ἀνα‐ φέρων τὴν ἀρχὴν πρόσωπον. ὀργὴ δὴ καὶ βοὴ τοῦ θεά‐ τρου· ‘βασάνιζε καὶ στρέβλου τὸν ἀλάστορα· πέπλασται ταῦτα καὶ συντέθεικε· τίς δ’ ἄλλος ἤκουσε; τίς δ’ ἐπί‐ στευσεν;‘ ἐκομίσθη τροχός, κατετάθη ὁ ἄνθρωπος. ἐν | |
10 | τούτῳ παρῆσαν οἱ τὴν συμφορὰν ἀπαγγέλλοντες, ἐξ | |
509C | αὐτοῦ τοῦ ἔργου διαπεφευγότες. ἐσκεδάσθησαν οὖν πάντες ἐπὶ τὰ οἰκεῖα πένθη, καταλιπόντες ἐν τῷ τροχῷ τὸν ἄθλιον ἐνδεδεμένον. ὀψὲ δὲ λυθεὶς ἤδη πρὸς ἑσπέραν ἠρώτα τὸν δήμιον, εἰ καὶ περὶ Νικίου τοῦ στρατηγοῦ, ὃν | |
5 | τρόπον ἀπόλωλεν, ἀκηκόασιν. οὕτως ἄμαχόν τι κακὸν καὶ ἀνουθέτητον ἡ συνήθεια ποιεῖ τὴν ἀδολεσχίαν. Καίτοι γ’ ὥσπερ οἱ τὰ πικρὰ καὶ τὰ δυσώδη φάρ‐ μακα πιόντες δυσχεραίνουσι καὶ τὰς κύλικας, οὕτως οἱ τὰ κακὰ προσαγγέλλοντες ὑπὸ τῶν ἀκουόντων δυσχεραίνον‐ | |
10 | ται καὶ μισοῦνται. ὅθεν χαριέντως ὁ Σοφοκλῆς διηπόρηκεν (Ant. 317)· | |
11 | ‘ἐν τοῖσιν ὠσὶν ἢ ’πὶ τῇ ψυχῇ δάκνῃ;‘ | |
509D | ‘τί δὲ ῥυθμίζεις τὴν ἐμὴν λύπην ὅπου;‘ | |
‘ὁ δρῶν ς’ ἀνιᾷ τὰς φρένας, τὰ δ’ ὦτ’ ἐγώ.‘ λυποῦσι δ’ οὖν ὥσπερ οἱ δρῶντες καὶ οἱ λέγοντες, ἀλλ’ ὅμως οὐκ ἔστι γλώσσης ῥεούσης ἐπίσχεσις οὐδὲ κολασμός. | 297 | |
5 | ἐν Λακεδαίμονι τῆς Χαλκιοίκου τὸ ἱερὸν ὤφθη σεσυλημέ‐ νον, καὶ κειμένη ἔνδον κενὴ λάγυνος. ἦν οὖν ἀπορία πολλῶν συνδεδραμηκότων, καί τις τῶν παρόντων ‘εἰ βούλεσθ’, ἐγὼ φράσω ὑμῖν ὅ μοι παρίσταται περὶ τῆς λαγύνου· νομίζω γάρ‘ ἔφη ‘τοὺς ἱεροσύλους ἐπὶ τηλικοῦτον ἐλθεῖν | |
10 | κίνδυνον κώνειον ἐμπιόντας καὶ κομίζοντας οἶνον, ἵν’, εἰ | |
509E | μὲν αὐτοῖς λαθεῖν ἐγγένοιτο, τῷ ἀκράτῳ ποθέντι σβέσαν‐ τες καὶ διαλύσαντες τὸ φάρμακον ἀπέλθοιεν ἀσφαλῶς· εἰ δ’ ἁλίσκοιντο, πρὸ τῶν βασάνων ὑπὸ τοῦ φαρμάκου ῥᾳδίως καὶ ἀνωδύνως ἀποθάνοιεν.‘ ταῦτ’ εἰπόντος αὐτοῦ | |
5 | τὸ πρᾶγμα πλοκὴν ἔχον καὶ περινόησιν τοσαύτην οὐχ ὑπονοοῦντος ἀλλ’ εἰδότος ἐφαίνετο· καὶ περιστάντες αὐτὸν ἀνέκριναν ἀλλαχόθεν ἄλλος ‘τίς εἶ;‘ καί ‘τίς ς’ οἶδε;‘ καί ‘πόθεν ἐπίστασαι ταῦτα;‘ καὶ τὸ πέρας ἐλεγχόμενος οὕτως ὡμολόγησεν εἷς εἶναι τῶν ἱεροσύλων. οἱ δ’ Ἴβυκον ἀπο‐ | |
10 | κτείναντες οὐχ οὕτως ἑάλωσαν, ἐν θεάτρῳ καθεζόμενοι καὶ | |
509F | γεράνων παραφανεισῶν πρὸς ἀλλήλους ἅμα γέλωτι ψιθυ‐ ρίζοντες, ὡς αἱ Ἰβύκου ἔκδικοι πάρεισιν; ἀκούσαντες γὰρ οἱ καθεζόμενοι πλησίον, ἤδη τοῦ Ἰβύκου πολὺν χρόνον ὄντος ἀφανοῦς καὶ ζητουμένου, ἐπελάβοντο τῆς φωνῆς καὶ | |
5 | προσήγγειλαν τοῖς ἄρχουσιν. ἐλεγχθέντες δ’ οὕτως ἀπήχ‐ θησαν, οὐχ ὑπὸ τῶν γεράνων κολασθέντες ἀλλ’ ὑπὸ τῆς | |
510A | αὑτῶν | γλωσσαλγίας ὥσπερ Ἐρινύος ἢ Ποινῆς βιασθέν‐ τες ἐξαγορεῦσαι τὸν φόνον. ὡς γὰρ ἐν τῷ σώματι πρὸς τὰ πεπονθότα μέρη καὶ ἀλγοῦντα γίνεται φορὰ καὶ ὁλκὴ τῶν πλησίον, οὕτως ἡ γλῶττα τῶν ἀδολέσχων ἀεὶ φλεγμονὴν | 298 |
5 | ἔχουσα καὶ σφυγμὸν ἕλκει τι καὶ συνάγει τῶν ἀπορρήτων καὶ κεκρυμμένων ἐφ’ ἑαυτήν. διὸ δεῖ πεφράχθαι, καὶ τὸν λογισμὸν ὡς πρόβολον ἐμποδὼν ἀεὶ τῇ γλώττῃ κείμενον ἐπισχεῖν τὸ ῥεῦμα καὶ τὸν ὄλισθον αὐτῆς, ἵνα μὴ τῶν χηνῶν ἀφρονέστεροι εἶναι δοκῶμεν, οὕς φασιν, ὅταν ὑπερ‐ | |
10 | βάλλωσιν ἐκ Κιλικίας τὸν Ταῦρον ἀετῶν ὄντα μεστόν, εἰς | |
510B | τὸ στόμα λαμβάνειν εὐμεγέθη λίθον ὥσπερ κλεῖθρον ἢ χαλινὸν ἐμβάλλοντας τῇ φωνῇ καὶ νυκτὸς οὕτως ὑπερφέρε‐ σθαι λανθάνοντας. Εἰ τοίνυν ἔροιτό τις (Com. adesp. 774) | |
4 | ||
5 | ‘τὸν κάκιστον ὅστις ἐστὶ καὶ τὸν ἐξωλέστατον‘, | |
5 | οὐδεὶς ἂν ἄλλον εἴποι τὸν προδότην παρελθών. Εὐθυκρά‐ της μὲν οὖν ‘ἤρεψε τὴν οἰκίαν τοῖς ἐκ Μακεδονίας ξύλοισ‘ ὥς φησι Δημοσθένης (19, 265), Φιλοκράτης δὲ χρυσίον πολὺ λαβὼν ‘πόρνας καὶ ἰχθῦς ἠγόραζεν‘ (ib. 229), | |
10 | Εὐφόρβῳ δὲ καὶ Φιλάγρῳ τοῖς Ἐρέτριαν προδοῦσι χώραν ὁ βασιλεὺς ἔδωκεν· ὁ δ’ ἀδόλεσχος ἄμισθός ἐστι προδότης καὶ αὐτεπάγγελτος, οὐχ ἵππους οὐδὲ τείχη προδιδούς, | |
510C | ἀλλὰ λόγους ἐκφέρων ἀπορρήτους ἐν δίκαις ἐν στάσεσιν ἐν διαπολιτείαις, μηδενὸς αὐτῷ χάριν ἔχοντος, ἀλλ’ αὐτός, | |
ἂν ἀκούηται, προσοφείλων χάριν. ὥστε τὸ λελεγμένον πρὸς τὸν εἰκῆ καὶ ἀκρίτως ἐκχέοντα τὰ ἑαυτοῦ καὶ κατα‐ | 299 | |
5 | χαριζόμενον | |
5 | ‘οὐ φιλάνθρωπος σύ γ’ ἐσς’· ἔχεις νόσον, χαίρεις διδούσ‘ (Epich. 274) | |
7 | ἐναρμόττει καὶ πρὸς τὸν φλύαρον· ‘οὐ φίλος εἶ σὺ ταῦτα μηνύων οὐδ’ εὔνους· ἔχεις νόσον, χαίρεις λαλῶν καὶ | |
10 | φλυαρῶν.‘ Ταῦτα δ’ οὐ κατηγορίαν ἡγητέον ἀλλ’ ἰατρείαν τῆς ἀδολεσχίας· τῶν γὰρ παθῶν κρίσει καὶ ἀσκήσει περιγινό‐ μεθα, προτέρα δ’ ἡ κρίσις ἐστίν. οὐδεὶς γὰρ ἐθίζεται | |
510D | φεύγειν καὶ ἀποτρίβεσθαι τῆς ψυχῆς ὃ μὴ δυσχεραίνει· δυσχεραίνομεν δὲ τὰ πάθη, ὅταν τὰς βλάβας καὶ τὰς αἰσχύνας τὰς ἀπ’ αὐτῶν τῷ λόγῳ κατανοήσωμεν. ὥσπερ νῦν κατανοοῦμεν ἐπὶ τῶν ἀδολέσχων, ὅτι φιλεῖσθαι βου‐ | |
5 | λόμενοι μισοῦνται, χαρίζεσθαι θέλοντες ἐνοχλοῦσι, θαυ‐ μάζεσθαι δοκοῦντες καταγελῶνται, κερδαίνοντες οὐδὲν ἀναλίσκουσιν, ἀδικοῦσι τοὺς φίλους, ὠφελοῦσι τοὺς ἐχθρούς, ἑαυτοὺς ἀπολλύουσιν. ὥστε τοῦτο πρῶτον ἴαμα καὶ φάρμακόν ἐστι τοῦ πάθους, ὁ τῶν ἀπ’ αὐτοῦ γινομέ‐ | |
10 | νων αἰσχρῶν καὶ ὀδυνηρῶν ἐπιλογισμός. Δευτέρῳ δὲ χρηστέον ἐπιλογισμῷ τῷ τῶν ἐναντίων, | |
510E | ἀκούοντας ἀεὶ καὶ μεμνημένους καὶ πρόχειρ’ ἔχοντας τὰ τῆς ἐχεμυθίας ἐγκώμια καὶ τὸ σεμνὸν καὶ τὸ ἅγιον καὶ τὸ μυστηριῶδες τῆς σιωπῆς, καὶ ὅτι θαυμάζονται μᾶλλον καὶ ἀγαπῶνται καὶ σοφώτεροι δοκοῦσι τῶν ἐξηνίων τούτων | |
5 | καὶ ἐκφερομένων οἱ στρογγύλοι καὶ βραχυλόγοι, καὶ ὧν πολὺς νοῦς ἐν ὀλίγῃ λέξει συνέσταλται. καὶ γὰρ Πλάτων τοὺς τοιούτους ἐπαινεῖ, δεινοῖς ἀκοντισταῖς ἐοικέναι λέ‐ γων, οὖλα καὶ πυκνὰ καὶ συνεστραμμένα φθεγγομένους (Prot. 342e). καὶ ὁ Λυκοῦργος εἰς ταύτην τὴν δεινότητα | 300 |
10 | τοὺς πολίτας εὐθὺς ἐκ παίδων τῇ σιωπῇ πιέζων συνῆγε καὶ | |
510F | κατεπύκνου. καθάπερ γὰρ οἱ Κελτίβηρες ἐπὶ τοῦ σιδήρου τὸ στόμωμα ποιοῦσιν, ὅταν κατορύξαντες εἰς τὴν γῆν τὸ πολὺ καὶ γεῶδες ἀποκαθάρωσιν, οὕτως ὁ Λακωνικὸς λόγος οὐκ ἔχει φλοιόν, ἀλλ’ εἰς αὐτὸ τὸ δραστήριον ἀφαι‐ | |
5 | ρέσει τοῦ περιττοῦ διακονώμενος στομοῦται· τὸ γὰρ ἀπο‐ φθεγματικὸν αὐτοῖς τοῦτο καὶ μετ’ εὐστροφίας ὀξὺ πρὸς | |
511A | τὰς ἀπαντήσεις | ἐκ τῆς πολλῆς περιγίγνεται σιωπῆς. καὶ δεῖ τὰ τοιαῦτα μάλιστα τοῖς ἀδολέσχοις προβάλλειν ὅσην χάριν ἔχει καὶ δύναμιν, οἷόν ἐστι τὸ ‘Λακεδαιμόνιοι Φι‐ λίππῳ· Διονύσιος ἐν Κορίνθῳ‘. καὶ πάλιν γράψαντος | |
5 | αὐτοῖς τοῦ Φιλίππου ‘ἂν ἐμβάλω εἰς τὴν Λακωνικήν, ἀνα‐ στάτους ὑμᾶς ποιήσω‘, ἀντέγραψαν ‘αἴκα.‘ Δημητρίου δὲ τοῦ βασιλέως ἀγανακτοῦντος καὶ βοῶντος ‘ἕνα πρὸς ἐμὲ Λακεδαιμόνιοι πρεσβευτὴν ἔπεμψαν,‘ οὐ καταπλαγεὶς ὁ πρεσβευτής ‘ἕν’‘ εἶπε ‘ποτὶ ἕνα.‘ θαυμάζονται δὲ καὶ τῶν | |
10 | παλαιῶν οἱ βραχυλόγοι, καὶ τῷ ἱερῷ τοῦ Πυθίου Ἀπόλ‐ | |
511B | λωνος οὐ τὴν Ἰλιάδα καὶ τὴν Ὀδύσσειαν οὐδὲ τοὺς Πινδά‐ ρου παιᾶνας ἐπέγραψαν οἱ Ἀμφικτύονες, ἀλλὰ τὸ ‘γνῶθι | |
σαυτόν‘ καὶ τὸ ‘μηδὲν ἄγαν‘ καὶ τὸ ‘ἐγγύα πάρα δ’ ἄτα,‘ θαυμάσαντες τῆς λέξεως τὸ εὔογκον καὶ τὸ λιτόν, ἐν βρα‐ | 301 | |
5 | χεῖ σφυρήλατον νοῦν περιεχούσης. αὐτὸς δ’ ὁ θεὸς οὐ φιλο‐ σύντομός ἐστι καὶ βραχυλόγος ἐν τοῖς χρησμοῖς, καὶ Λοξίας καλεῖται διὰ τὸ φεύγειν τὴν ἀδολεσχίαν μᾶλλον ἢ τὴν ἀσάφειαν; οἱ δὲ συμβολικῶς ἄνευ φωνῆς ἃ δεῖ φρά‐ ζοντες οὐκ ἐπαινοῦνται καὶ θαυμάζονται διαφερόντως; ὡς | |
10 | Ἡράκλειτος (A 3b), ἀξιούντων αὐτὸν τῶν πολιτῶν γνώ‐ | |
511C | μην τιν’ εἰπεῖν περὶ ὁμονοίας, ἀναβὰς ἐπὶ τὸ βῆμα καὶ λαβὼν ψυχροῦ κύλικα καὶ τῶν ἀλφίτων ἐπιπάσας καὶ τῷ γλήχωνι κινήσας ἐκπιὼν ἀπῆλθεν, ἐνδειξάμενος αὐτοῖς ὅτι τὸ τοῖς τυχοῦσιν ἀρκεῖσθαι καὶ μὴ δεῖσθαι τῶν πολυ‐ | |
5 | τελῶν ἐν εἰρήνῃ καὶ ὁμονοίᾳ διατηρεῖ τὰς πόλεις. Σκι‐ λοῦρος δὲ καταλιπὼν ὀγδοήκοντα παῖδας, ὁ Σκυθῶν βασιλεύς, ᾔτησε δέσμην δορατίων, ὅτ’ ἀπέθνῃσκε, καὶ λαβόντας ἐκέλευσε καταθραῦσαι καὶ κατᾶξαι συνδεδεμέ‐ νην καὶ ἀθρόαν, ὡς δ’ ἀπεῖπον, αὐτὸς ἕλκων ἓν καθ’ ἓν | |
10 | ἅπαντα ῥᾳδίως διέκλασε, τὴν συμφωνίαν αὐτῶν καὶ τὴν ὁμόνοιαν ἰσχυρὸν ἀποφαίνων καὶ δυσκαθαίρετον, ἀσθενὲς | |
511D | δὲ τὴν διάλυσιν καὶ οὐ μόνιμον. εἰ δὴ ταῦτα καὶ τὰ τοιαῦτα συνεχῶς τις ἐπίοι καὶ ἀναλαμβάνοι, παύσαιτ’ ἂν ἴσως ἡδόμενος τῷ φλυαρεῖν. ἐμὲ δὲ κἀκεῖνος ὁ οἰκέτης εὖ μάλα δυσωπεῖ, τὸ προσέχειν τῷ λόγῳ καὶ κρατεῖν προ‐ | |
5 | αιρέσεως ἡλίκον ἐστὶν ἐνθυμούμενον. Πούπιος Πείσων ὁ ῥήτωρ μὴ βουλόμενος ἐνοχλεῖσθαι προσέταξε τοῖς οἰκέ‐ | |
ταις πρὸς τὰ ἐρωτώμενα λαλεῖν καὶ μηδὲν πλέον. εἶτα Κλώδιον ἄρχοντα δεξιώσασθαι βουλόμενος ἐκέλευσε κλη‐ θῆναι καὶ παρεσκευάσατο λαμπρὰν ὡς εἰκὸς ἑστίασιν. | 302 | |
10 | ἐνστάσης δὲ τῆς ὥρας οἱ μὲν ἄλλοι παρῆσαν ὁ δὲ Κλώ‐ | |
511E | διος προσεδοκᾶτο· καὶ πολλάκις ἔπεμπε τὸν εἰωθότα καλεῖν οἰκέτην ἐποψόμενον εἰ πρόσεισιν. ὡς δ’ ἦν ἑσπέρα καὶ ἀπέγνωστο ‘τί δ’;‘ ἔφη πρὸς τὸν οἰκέτην ‘ἐκάλεσας αὐτόν;‘ ‘ἔγωγ’‘ εἶπε. ‘διὰ τί οὖν οὐκ ἀφῖκται;‘ κἀκεῖνος | |
5 | ‘ὅτι ἠρνήσατο.‘ ‘πῶς οὖν οὐκ εὐθὺς ἔφρασας;‘ ‘ὅτι τοῦτό μ’ οὐκ ἠρώτησας.‘ οὕτως μὲν Ῥωμαϊκὸς οἰκέτης, ὁ δ’ Ἀττικὸς ἐρεῖ τῷ δεσπότῃ σκάπτων (Com. ad. 347) ‘ἐφ’ οἷς γεγόνασιν αἱ διαλύσεις.‘ οὕτως μέγα πρὸς πάνθ’ ὁ ἐθισμός ἐστι, καὶ περὶ τούτου γ’ ἤδη λέγωμεν. | |
10 | Οὐ γὰρ ἔστιν ὡς χαλινῶν ἐφαψαμένους ἐπισχεῖν τὸν ἀδολέσχην, ἀλλ’ ἔθει δεῖ κρατῆσαι τοῦ νοσήματος. πρῶτον μὲν οὖν ἐν ταῖς τῶν πέλας ἐρωτήσεσιν ἑαυτὸν | |
511F | ἐθιζέτω σιωπᾶν, μέχρις οὗ πάντες ἀπείπωνται τὴν ἀπό‐ κρισιν· | |
2 | ‘οὐ γάρ τι βουλῆς ταὐτὸ καὶ δρόμου τέλοσ‘ | |
3 | ὥς φησιν ὁ Σοφοκλῆς (fr. 772), οὐδέ γε φωνῆς καὶ ἀπο‐ | |
5 | κρίσεως· ἀλλ’ ἐκεῖ μὲν ἡ νίκη τοῦ φθάσαντός ἐστιν, ἐν‐ ταῦθα δέ, ἐὰν μὲν ἱκανῶς ἕτερος ἀποκρίνηται, καλῶς ἔχει συνεπαινέσαντα καὶ συνεπιφήσαντα δόξαν εὐμενοῦς ἀν‐ | |
512A | θρώπου λαβεῖν· | ἐὰν δὲ μή, τότε καὶ διδάξαι τὸ ἠγνοη‐ μένον καὶ ἀναπληρῶσαι τὸ ἐλλεῖπον ἀνεπίφθονον καὶ οὐκ | |
ἄκαιρόν ἐστι. μάλιστα δὲ φυλάττωμεν ἑαυτούς, ὅπως μὴ ἑτέρου τινὸς ἐρωτηθέντος αὐτοὶ προλαμβάνωμεν ὑποφθά‐ | 303 | |
5 | νοντες τὴν ἀπόκρισιν. ἴσως μὲν γὰρ οὐδ’ ἄλλοτε καλῶς ἔχον ἐστὶν αἰτηθέντος ἑτέρου παρωσαμένους ἐκεῖνον αὐτοὺς ἐπαγγέλλεσθαι (δόξομεν γὰρ ἅμα καὶ τοῦτον ὡς παρασχεῖν ὃ αἰτεῖται μὴ δυνάμενον, κἀκεῖνον ὡς αἰτεῖν παρ’ ὧν δύναται λαβεῖν οὐκ ἐπιστάμενον ὀνειδίζειν)· μά‐ | |
10 | λιστα δ’ ὕβριν φέρει περὶ τὰς ἀποκρίσεις ἡ τοιαύτη προ‐ πέτεια καὶ θρασύτης. συνεμφαίνει γὰρ ὁ φθάνων ἐν τῷ | |
512B | ἀποκρίνασθαι τὸν ἐρωτώμενον τὸ ‘τί τούτου δέῃ;‘ καί ‘τί οὗτος οἶδεν;‘ καὶ ‘ἐμοῦ παρόντος περὶ τούτων οὐδένα δεῖ ἄλλον ἐρωτᾶν.‘ καίτοι πολλάκις τινὰς ἐρωτῶμεν οὐ τοῦ λόγου δεόμενοι, φωνὴν δέ τινα καὶ φιλοφροσύνην ἐκκα‐ | |
5 | λούμενοι παρ’ αὐτῶν καὶ προαγαγεῖν εἰς ὁμιλίαν ἐθέλον‐ τες, ὡς Σωκράτης Θεαίτητον καὶ Χαρμίδην. ὅμοιον οὖν τῷ τὸν ὑφ’ ἑτέρου βουλόμενον φιληθῆναι προσδραμόντα φιλεῖν αὐτὸν ἢ τὸν ἑτέρῳ προσβλέποντα μεταστρέφειν εἰς ἑαυτὸν τὸ προλαμβάνειν τὰς ἀποκρίσεις καὶ τὰ ὦτα μετάγ‐ | |
10 | ειν καὶ τὴν διάνοιαν ἕλκειν καὶ ἀποστρέφειν πρὸς ἑαυτόν· | |
512C | ὅπου, κἂν ἀπείπηται τὸν λόγον ὁ αἰτηθείς, ἐπισχόντα καλῶς ἔχει καὶ πρὸς τὸ βουλόμενον τοῦ ἐρωτῶντος ἁρμο‐ σάμενον ὡς ἐπὶ κλῆσιν ἀλλοτρίαν [τὴν ἀπόκρισιν] αἰδη‐ μόνως καὶ κοσμίως ἀπαντᾶν. καὶ γὰρ οἱ μὲν ἐρωτηθέντες, | |
5 | ἂν σφαλῶσιν ἐν τῷ ἀποκρίνασθαι, συγγνώμης δικαίας τυγχάνουσιν, ὁ δ’ αὐθαιρέτως ὑφιστάμενος καὶ προλαμ‐ βάνων τὸν λόγον ἀηδὴς μέν ἐστι καὶ κατορθῶν, δια‐ μαρτάνων δὲ παντάπασιν ἐπίχαρτος γίνεται καὶ καταγέ‐ | |
λαστος. | 304 | |
10 | Δεύτερον τοίνυν ἄσκημα πρὸς τὰς ἰδίας ἀποκρίσεις ἐστίν, αἷς οὐχ ἥκιστα δεῖ προσέχειν τὸν ἀδόλεσχον. πρῶ‐ | |
512D | τον μέν, ἵνα μὴ λάθῃ τοῖς ἐπὶ γέλωτι καὶ ὕβρει προκα‐ λουμένοις εἰς λόγους αὐτὸν ἀποκρινόμενος μετὰ σπουδῆς. ἔνιοι γὰρ οὐδὲν δεόμενοι, διατριβῆς δὲ καὶ παιδιᾶς ἕνεκα συνθέντες τινὰς ἐρωτήσεις προβάλλουσι τοῖς τοιούτοις καὶ | |
5 | ἀνακινοῦσιν αὐτῶν τὸν λῆρον· ὃ δεῖ φυλάττεσθαι καὶ μὴ ταχὺ τῷ λόγῳ μηδ’ ὥσπερ χάριν ἔχοντας ἐπιπηδᾶν, ἀλλὰ καὶ τὸν τρόπον τοῦ πυνθανομένου σκοπεῖν καὶ τὴν χρείαν. ὅταν δὲ φαίνηται τῷ ὄντι βουλόμενος μαθεῖν, ἐθιστέον ἐφιστάναι καὶ ποιεῖν τι διάλειμμα μεταξὺ τῆς ἐρωτήσεως | |
10 | καὶ τῆς ἀποκρίσεως, ἐν ᾧ προσθεῖναι μὲν ὁ ἐρωτῶν, εἴ τι βούλεται, δύναται, σκέψασθαι δ’ αὐτὸς περὶ ὧν ἀποκρι‐ | |
512E | νεῖται, καὶ μὴ κατατρέχειν μηδὲ καταχωννύναι τὴν ἐρώ‐ τησιν, ἔτι πυνθανομένοις πολλάκις ὑπὸ σπουδῆς ἄλλας ἀντ’ ἄλλων ἀποκρίσεις διδόντα. ἡ μὲν γὰρ Πυθία καὶ πρὸ ἐρωτήσεως αὐθωρὶ χρησμοὺς εἴωθέ τινας ἐκφέρειν· ὁ γὰρ | |
5 | θεός, ᾧ λατρεύει, | |
5 | ‘καὶ κωφοῦ ξυνίησι καὶ οὐ λαλέοντος ἀκούει,‘ | |
6 | τὸν δὲ βουλόμενον ἐμμελῶς ἀποκρίνασθαι δεῖ τὴν διά‐ νοιαν ἀναμεῖναι καὶ τὴν προαίρεσιν ἀκριβῶς καταμαθεῖν τοῦ πυνθανομένου, μὴ γένηται τὸ κατὰ τὴν παροιμίαν | |
10 | ‘ἄμας ἀπῄτουν ...‘. ἄλλως δὲ τὸ λάβρον τοῦτο καὶ πρὸς | |
512F | τοὺς λόγους ὀξύπεινον ἀνακρουστέον, ἵνα μὴ δοκῇ καθάπερ ῥεῦμα τῇ γλώττῃ πάλαι προσιστάμενον ἀσμένως ὑπὸ τῆς ἐρωτήσεως ἐξερᾶσθαι. καὶ γὰρ ὁ Σωκράτης οὕτως ἐκό‐ λουε τὴν δίψαν, οὐκ ἐφιεὶς ἑαυτῷ πιεῖν μετὰ γυμνάσιον, | 305 |
5 | εἰ μὴ τὸν πρῶτον ἐκχέαι κάδον ἀνιμήσας, ὅπως ἐθίζηται τὸν τοῦ λόγου καιρὸν ἀναμένειν τὸ ἄλογον. | | |
513A | Ἔστι τοίνυν τρία γένη τῶν πρὸς τὰς ἐρωτήσεις ἀποκρίσεων, τὸ μὲν ἀναγκαῖον τὸ δὲ φιλάνθρωπον τὸ δὲ περισσόν. οἷον πυθομένου τινὸς εἰ Σωκράτης ἔνδον, ὁ μὲν ὥσπερ ἄκων καὶ ἀπροθύμως ἀποκρίνεται τὸ ‘οὐκ ἔνδον‘, | |
5 | ἐὰν δὲ βούληται λακωνίζειν, καὶ τὸ ‘ἔνδον‘ ἀφελὼν αὐτὴν μόνην φθέγξεται τὴν ἀπόφασιν· ὡς ἐκεῖνοι, Φιλίππου γράψαντος εἰ δέχονται τῇ πόλει αὐτόν, εἰς χάρτην ‘οὐ‘ μέγα γράψαντες ἀπέστειλαν. ὁ δὲ φιλανθρωπότερον ἀπο‐ κρίνεται ‘οὐκ ἔνδον ἀλλ’ ἐπὶ ταῖς τραπέζαισ‘, κἂν βούληται | |
10 | προσεπιμετρῆσαι, ‘ξένους τινὰς ἐκεῖ περιμένων.‘ ὁ δὲ | |
513B | περιττὸς καὶ ἀδολέσχης, ἄν γε δὴ τύχῃ καὶ τὸν Κολοφώ‐ νιον ἀνεγνωκὼς Ἀντίμαχον, ‘οὐκ ἔνδον‘ φησίν ‘ἀλλ’ ἐπὶ ταῖς τραπέζαις, ξένους ἀναμένων Ἴωνας, ὑπὲρ ὧν αὐτῷ γέγραφεν Ἀλκιβιάδης περὶ Μίλητον ὢν καὶ παρὰ Τισσα‐ | |
5 | φέρνῃ διατρίβων, τῷ τοῦ μεγάλου σατράπῃ βασιλέως, ὃς πάλαι μὲν ἐβοήθει Λακεδαιμονίοις, νῦν δὲ προστίθεται δι’ Ἀλκιβιάδην Ἀθηναίοις· ὁ γὰρ Ἀλκιβιάδης ἐπιθυμῶν κατ‐ ελθεῖν εἰς τὴν πατρίδα τὸν Τισσαφέρνην μετατίθησι‘, καὶ ὅλως τὴν ὀγδόην Θουκυδίδου κατατεινάμενος ἐρεῖ καὶ | |
10 | κατακλύσει τὸν ἄνθρωπον, ἕως φθάσει καὶ Μίλητος | |
513C | ἐκπολεμωθεῖσα καὶ φυγαδευθεὶς τὸ δεύτερον Ἀλκιβιάδης. μάλιστα δὴ περὶ τοῦτο δεῖ τὴν ἀδολεσχίαν συνέχειν ὥσπερ εἰς ἴχνος ἐμβιβάζοντα τὴν ἐρώτησιν καὶ κέντρῳ καὶ δια‐ στήματι τῇ χρείᾳ τοῦ πυνθανομένου περιγράψαντα τὴν | 306 |
5 | ἀπόκρισιν. Καρνεάδην μὲν γὰρ οὔπω μεγάλην ἔχοντα δόξαν ἐν τῷ γυμνασίῳ διαλεγόμενον πέμψας ὁ γυμνα‐ σίαρχος ἐκέλευσεν ὑφεῖναι τὸ μέγεθος τῆς φωνῆς (ἦν γὰρ μεγαλοφωνότατος)· εἰπόντος δ’ ἐκείνου ‘δός μοι μέτρον φωνῆσ‘ οὐ φαύλως ὑπέτυχε ‘δίδωμι τὸν προσδιαλεγό‐ | |
10 | μενον.‘ τῷ δ’ ἀποκρινομένῳ μέτρον [ἔστω] ἡ τοῦ ἐρω‐ τῶντος βούλησις. Καὶ μὴν ὥσπερ ὁ Σωκράτης (Xen. Mem. I 3, 6) | |
513D | ἐκέλευε φυλάττεσθαι τῶν σιτίων ὅσα μὴ πεινῶντας ἐσθίειν ἀναπείθει καὶ τῶν πομάτων ὅσα πίνειν μὴ διψῶντας, οὕτω χρὴ καὶ τῶν λόγων τὸν ἀδολέσχην, οἷς ἥδεται μά‐ λιστα καὶ κέχρηται κατακόρως, τούτους φοβεῖσθαι καὶ | |
5 | πρὸς τούτους ἐπιρρέοντας ἀντιβαίνειν. οἷον οἱ στρατιω‐ τικοὶ πολέμων εἰσὶ διηγητικοί, καὶ τὸν Νέστορα τοιοῦτον ὁ ποιητὴς εἰσάγει, τὰς αὑτοῦ πολλάκις ἀριστείας καὶ πράξεις διηγούμενον. ἐπιεικῶς δὲ καὶ τοῖς περὶ δίκας εὐστοχήσασιν ἢ παρ’ ἡγεμόσι καὶ βασιλεῦσιν ἀπροσδο‐ | |
10 | κήτως εὐημερήσασιν ὥσπερ νόσημά τι προσπίπτει καὶ | |
513E | παρακολουθεῖ τὸ μεμνῆσθαι καὶ διηγεῖσθαι πολλάκις, ὃν | |
τρόπον εἰσῆλθον προσήχθησαν ἠγωνίσαντο διελέχθησαν, ἐξήλεγξαν ἀντιδίκους τινὰς ἢ κατηγόρους, ἐπῃνέθησαν. πολλῷ γάρ ἐστιν ἡ χαρὰ τῆς κωμικῆς ἐκείνης ἀγρυπνίας | 307 | |
5 | λαλίστερον (Men. fr. 164), ἀναρριπίζουσα πολλάκις ἑαυτὴν καὶ πρόσφατον ποιοῦσα τοῖς διηγήμασιν. ὅθεν ὀλισθηροὶ πρὸς τοὺς τοιούτους τῶν λόγων εἰσὶν ἐκ πάσης προφάσεως· οὐ γὰρ μόνον ‘ὅπου τις ἀλγεῖ, κεῖθι καὶ τὴν χεῖρ’ ἔχει,‘ ἀλλὰ καὶ τὸ ἡδόμενον ἕλκει τὴν φωνὴν ἐφ’ ἑαυτὸ καὶ | |
10 | περιάγει τὴν γλῶτταν ἐπερείδειν ἀεὶ τῇ μνήμῃ βουλό‐ μενον. οὕτω καὶ τοῖς ἐρωτικοῖς ἡ πλείστη διατριβὴ περὶ | |
513F | λόγους μνήμην τινὰ τῶν ἐρωμένων ἀναδιδόντας· οἵ γε κἂν μὴ πρὸς ἀνθρώπους, πρὸς ἄψυχα περὶ αὐτῶν διαλέγονται· | |
2 | ‘ὦ φιλτάτη κλίνη‘ | |
3 | καὶ | |
4 | ||
5 | ‘Βακχὶς θεόν ς’ ἐνόμισεν, εὔδαιμον λύχνε· καὶ τῶν θεῶν μέγιστος, εἰ ταύτῃ δοκεῖσ‘ (Com. adesp. 151. 2). | |
7 | ἔστι μὲν οὖν ἀτεχνῶς ἡ λευκὴ στάθμη πρὸς τοὺς λόγους | |
514A | ὁ ἀδόλεσχος, | οὐ μὴν ἀλλ’ 〈ὁ〉 μᾶλλον ἑτέρων ἑτέροις προσπεπονθὼς ὀφείλει τούτους φυλάττεσθαι καὶ ἀνέχειν ἑαυτὸν ἀπὸ τούτων καὶ ἀνακρούειν ὡς πορρωτάτω, προαγ‐ αγεῖν καὶ ἀπομηκῦναι δι’ ἡδονὴν ἀεὶ δυναμένων. τὸ δ’ | |
5 | αὐτὸ τοῦτο καὶ πρὸς τοὺς λόγους ἐκείνους πεπόνθασιν, ἐν | |
οἷς κατ’ ἐμπειρίαν ἢ ἕξιν τινὰ τῶν ἄλλων διαφέρειν νομί‐ ζουσι. φίλαυτος γὰρ ὢν καὶ φιλόδοξος ὁ τοιοῦτος (Eur. fr. 183) | 308 | |
8 | ‘νέμει τὸ πλεῖστον ἡμέρας τούτῳ μέρος, | |
10 | ἵν’ αὐτὸς αὑτοῦ τυγχάνει κράτιστος ὤν,‘ | |
10 | ἐν ἱστορίαις ὁ ἀναγνωστικός, ἐν τεχνολογίαις ὁ γραμ‐ | |
514B | ματικός, ἐν διηγήμασι ξενικοῖς ὁ πολλὴν χώραν ἐπεληλυ‐ θὼς καὶ πεπλανημένος. ὥστε καὶ ταῦτα δεῖ φυλάττεσθαι· δελεαζομένη γὰρ ὑπ’ αὐτῶν ἡ ἀδολεσχία καθάπερ ζῷον ἐπὶ νομὰς συνήθεις πρόεισι. θαυμαστὸς δ’ ὁ Κῦρος | |
5 | (Xen. Cyr. I 4, 4), ὅτι καὶ τὰς ἁμίλλας ἐποιεῖτο πρὸς τοὺς ἥλικας, οὐκ ἐν οἷς κρείττων ἀλλ’ ἐν οἷς ἀπειρότερος ἦν ἐκείνων, εἰς ταῦτα προκαλούμενος, ἵνα μήτε λυπῇ παρευδοκιμῶν καὶ μανθάνων ὠφελῆται. ὁ δ’ ἀδολέσχης τοὐναντίον, ἂν μέν τις ἐμπέσῃ λόγος, ἐξ οὗ μαθεῖν τι | |
10 | δύναται καὶ πυθέσθαι τῶν ἀγνοουμένων, τοῦτον ἐξωθεῖ καὶ ἐκκρούει, μισθὸν οὕτω βραχὺν δοῦναι τὸ σιωπῆσαι μὴ | |
514C | δυνάμενος· εἰς δὲ τὰς ἑώλους καὶ πολυπατήτους κύκλῳ περιιὼν εἰσελαύνει ῥαψῳδίας τὸν λόγον. ὡς τῶν παρ’ ἡμῖν τις κατὰ τύχην ἀνεγνωκὼς δύο τῶν Ἐφόρου βιβλίων ἢ τρία πάντας ἀνθρώπους κατέτριβε καὶ πᾶν ἀνάστατον | |
5 | ἐποίει συμπόσιον, ἀεὶ τὴν ἐν Λεύκτροις μάχην καὶ τὰ συνεχῆ διηγούμενος· ὅθεν Ἐπαμεινώνδας παρωνύμιον ἔσχεν. Οὐ μὴν ἀλλὰ τοῦτό γε τῶν κακῶν ἐλάχιστόν ἐστι, καὶ δεῖ παρατρέπειν εἰς ταῦτα τὴν ἀδολεσχίαν· ἧττον γὰρ | |
10 | ἀηδὲς ἔσται τὸ λάλον ἐν τῷ φιλολόγῳ πλεονάζον. ἐθιστέον δὲ καὶ γράφειν τι τοὺς τοιούτους καὶ διαλέγεσθαι κατ’ ἰδίαν. | 309 |
514D | ὁ μὲν γὰρ Στωικὸς Ἀντίπατρος (fr. 5), ὡς ἔοικε, μὴ δυνάμενος μηδὲ βουλόμενος ὁμόσε χωρεῖν τῷ Καρνεάδῃ μετὰ πολλοῦ ῥεύματος εἰς τὴν Στοὰν φερομένῳ, γράφων δὲ καὶ πληρῶν τὰ βιβλία τῶν πρὸς αὐτὸν ἀντιλογιῶν ‘κα‐ | |
5 | λαμοβόασ‘ ἐπεκλήθη· τὸν δ’ ἀδολέσχην ἴσως ἂν ἡ πρὸς τὸ γραφεῖον σκιαμαχία καὶ βοὴ τοῦ πλήθους ἀπερύκουσα καθ’ ἡμέραν ἐλαφρότερον παρασκευάσειε τοῖς συνοῦσιν, ὥσπερ οἱ κύνες εἰς λίθους καὶ ξύλα τὸν θυμὸν ἀφέντες ἧττόν εἰσι χαλεποὶ τοῖς ἀνθρώποις. ἁρμόσει δ’ αὐτοῖς | |
10 | σφόδρα καὶ τὸ μετὰ κρειττόνων ἀεὶ καὶ πρεσβυτέρων | |
514E | ὁμιλεῖν· αἰσχυνόμενοι γὰρ αὐτῶν τὴν δόξαν ἐν ἔθει γενή‐ σονται τοῦ σιωπᾶν. Τούτοις δ’ ἀεὶ δεῖ καταμεμῖχθαι καὶ συμπεπλέχθαι τοῖς ἐθισμοῖς τὴν προσοχὴν ἐκείνην καὶ τὸν ἐπιλογισμόν, | |
5 | ὅταν τι μέλλωμεν λαλεῖν καὶ τὰ ῥήματα τῷ στόματι προστρέχῃ, ‘τίς οὗτος ὁ λόγος ὁ ἐφεστὼς καὶ κατα‐ βιαζόμενος; ἐπὶ τί δ’ ἡ γλῶσς’ ἀσπαίρει; τί δ’ εἰπόντι περιγίγνεται καλὸν ἢ τί σιωπήσαντι δυσχερές;‘ οὐ γὰρ ὡς βάρος τι δεῖ πιέζον ἀποθέσθαι τὸν λόγον (ἐπεὶ παραμένει | |
10 | γε καὶ ῥηθεὶς ὁμοίως), ἀλλ’ ἢ δι’ αὑτοὺς ἅνθρωποι δεόμενοί τινος λαλοῦσιν ἢ τοὺς ἀκούοντας ὠφελοῦντες ἢ χάριν τινὰ παρασκευάζοντες ἀλλήλοις ὥσπερ ἁλσὶ τοῖς | |
514F | λόγοις ἐφηδύνουσι τὴν διατριβὴν καὶ τὴν πρᾶξιν, ἐν ᾗ τυγχάνουσιν ὄντες. εἰ δὲ μήτε τῷ λέγοντι χρήσιμον μήτ’ | |
ἀναγκαῖον τοῖς ἀκούουσι τὸ λεγόμενον ἡδονὴ δὲ καὶ χάρις οὐ πρόσεστι, διὰ τί λέγεται; τὸ γὰρ μάτην καὶ διακενῆς | 310 | |
5 | οὐχ ἧττον ἐν τοῖς λόγοις ἢ τοῖς ἔργοις ἐστίν. ἐπὶ πᾶσι δὲ καὶ παρὰ ταῦτα πάντα δεῖ πρόχειρον ἔχειν καὶ μνημονεύειν | |
515A | τὸ Σιμωνίδειον, | ὅτι λαλήσας μὲν πολλάκις μετενόησε σιωπήσας δ’ οὐδέποτε, καὶ τὴν ἄσκησιν, ὅτι πάντων ἐπικρατεῖ καὶ ἰσχυρότερόν ἐστιν· ὅπου καὶ λυγμὸν καὶ βῆχ’ ἄνθρωποι τῷ προσέχειν ἀποβιαζόμενοι μετὰ | |
5 | πόνου καὶ ἀλγηδόνος ἐξεκρούσαντο. σιγὴ δ’ οὐ μόνον ἄδιψον, ὥς φησιν Ἱπποκράτης (ubi?), ἀλλὰ καὶ ἄλυπον | |
καὶ ἀνώδυνον. | 311 |