TLG 0007 100 :: PLUTARCHUS :: Animine an corporis affectiones sint peiores (500b–502a)

PLUTARCHUS Biogr. Phil.
(Chaeronensis: A.D. 1–2)

Animine an corporis affectiones sint peiores (500b–502a)

Source: Pohlenz, M. (ed.), Plutarchi moralia, vol. 3. Leipzig: Teubner, 1929 (repr. 1972): 273–279.

Citation: Stephanus page — section — (line)

t

1

ΠΕΡΙ ΤΟΥ ΠΟΤΕΡΟΝ ΤΑ ΨΥΧΗΣ Η ΤΑ ΣΩΜΑΤΟΣ ΠΑΘΗ ΧΕΙΡΟΝΑ

500

B

Ὅμηρος μὲν ἐπιβλέψας τὰ θνητὰ τῶν ζῴων γένη καὶ πρὸς ἄλληλα συγκρίνας κατὰ τοὺς βίους καὶ τὰς διαιτήσεις
ἐξεφώνησεν ὡς οὐδέν ἐστιν
‘ὀιζυρώτερον ἀνδρός,
273
5πάντων ὅσσα τε γαῖαν ἔπι πνείει τε καὶ ἕρπει‘ (Ρ 446),
5 πρωτεῖον οὐκ εὐτυχὲς εἰς κακῶν ὑπεροχὴν ἀποδιδοὺς τῷ

500

C

ἀνθρώπῳ· ἡμεῖς δ’ ὥσπερ ἤδη νικῶντα κακοδαιμονίᾳ τὸν ἄνθρωπον καὶ τῶν ἄλλων ἀθλιώτατον ζῴων ἀνηγορευ‐ μένον αὐτὸν αὑτῷ συγκρίνωμεν, εἰς ἰδίων κακῶν ἀγῶνα σῶμα καὶ ψυχὴν διαιροῦντες, οὐκ ἀχρήστως ἀλλὰ καὶ
5πάνυ δεόντως, ἵνα μάθωμεν πότερον διὰ τὴν τύχην ἢ δι’ ἑαυτοὺς ἀθλιώτερον ζῶμεν. νόσος μὲν γὰρ ἐν σώματι φύεται διὰ τύχην, κακία δὲ καὶ μοχθηρία περὶ ψυχὴν ἔργον ἐστὶ πρῶτον εἶτα πάθος αὐτῆς. οὐ μικρὸν δὲ πρὸς εὐθυμίαν ὄφελος, ἂν ἰάσιμον ᾖ τὸ χεῖρον *** καὶ κουφότε‐
10ρον καὶ ἄσφυκτον. Ἡ μὲν οὖν Αἰσώπειος ἀλώπηξ (fab. 42) περὶ
ποικιλίας δικαζομένη πρὸς τὴν πάρδαλιν, ὡς ἐκείνη τὸ274

500

D

σῶμα καὶ τὴν ἐπιφάνειαν εὐανθῆ καὶ κατάστικτον ἐπεδεί‐ ξατο, τῆς δ’ ἦν τὸ ξανθὸν αὐχμηρὸν καὶ οὐχ ἡδὺ προσιδεῖν, ‘ἀλλ’ ἐμοῦ τοι τὸ ἐντόσ‘ ἔφη ‘σκοπῶν, ὦ δικαστά, ποικι‐ λωτέραν με τῆσδ’ ὄψει‘, δηλοῦσα τὴν περὶ τὸ ἦθος εὐτρο‐
5πίαν ἐπὶ πολλὰ ταῖς χρείαις ἀμειβομένην· † λέγομεν οὖν ἐν ἡμῖν, ὅτι πολλὰ μέν, ὦ ἄνθρωπε, σοῦ καὶ τὸ σῶμα νοσή‐ ματα καὶ πάθη φύσει τ’ ἀνίησιν ἐξ ἑαυτοῦ καὶ προσπί‐ πτοντα δέχεται θύραθεν· ἂν δὲ σαυτὸν ἀνοίξῃς ἔνδοθεν, ποικίλον τι καὶ πολυπαθὲς κακῶν ταμιεῖον εὑρήσεις καὶ
10θησαύρισμα, ὥς φησι Δημόκριτος (B 149), οὐκ ἔξωθεν

500

E

ἐπιρρεόντων, ἀλλ’ ὥσπερ ἐγγείους καὶ αὐτόχθονας πηγὰς ἐχόντων, ἃς ἀνίησιν ἡ κακία πολύχυτος καὶ δαψιλὴς οὖσα τοῖς πάθεσιν. εἰ δὲ τὰ μὲν ἐν σαρκὶ νοσήματα σφυ‐ γμοῖς καὶ ὤχραις [ἐρυθαινόμενα] φωρᾶται καὶ θερμότητες
5αὐτὰ καὶ πόνοι προπετεῖς ἐλέγχουσι, τὰ δ’ ἐν ψυχῇ λανθά‐ νει τοὺς πολλοὺς κακὰ ὄντα, διὰ τοῦτ’ ἐστι κακίω, προσ‐ αφαιρούμενα τὴν τοῦ πάσχοντος αἴσθησιν. τῶν μὲν γὰρ περὶ τὸ σῶμα νοσημάτων ἐρρωμένος ὁ λογισμὸς αἰσθάνεται, τοῖς δὲ τῆς ψυχῆς συννοσῶν αὐτὸς οὐκ ἔχει
10κρίσιν ἐν οἷς πάσχει, πάσχει γὰρ ᾧ κρίνει· καὶ δεῖ τῶν
ψυχικῶν πρῶτον καὶ μέγιστον ἀριθμεῖν τὴν ἄνοιαν, δι’275

500

F

ἧς ἀνήκεστος ἡ κακία τοῖς πολλοῖς συνοικεῖ καὶ συγκατα‐ βιοῖ καὶ συναποθνῄσκει. ἀρχὴ γὰρ ἀπαλλαγῆς νόσου μὲν αἴσθησις εἰς χρείαν ἄγουσα τοῦ βοηθοῦντος τὸ πάσχον· ὁ δ’ ἀπιστίᾳ τοῦ νοσεῖν οὐκ εἰδὼς ὧν δεῖται, κἂν παρῇ τὸ
5θεραπεῦον, ἀρνεῖται. καὶ γὰρ τῶν περὶ τὸ σῶμα νοσημά‐

501

A

των | τὰ μετ’ ἀναισθησίας χείρονα, λήθαργοι κεφαλαλγίαι ἐπιληψίαι [πυρετοί] αὐτοί τε πυρετοί, 〈οἳ〉 συντείναντες εἰς παρακοπὴν τὸ φλεγμαῖνον καὶ τὴν αἴσθησιν ὥσπερ ἐν ὀργάνῳ διαταράξαντες
4
5‘κινοῦσι χορδὰς τὰς ἀκινήτους φρενῶν‘ (Tr. ad. 361).
5 διὸ παῖδες ἰατρῶν βούλονται μὲν μὴ νοσεῖν τὸν ἄνθρω‐ πον, νοσοῦντα δὲ μὴ ἀγνοεῖν ὅτι νοσεῖ· ὃ τοῖς ψυχικοῖς πάθεσι πᾶσι συμβέβηκεν. οὔτε γὰρ ἀφραίνοντες οὔτ’ ἀσελγαίνοντες οὔτ’ ἀδικοπραγοῦντες ἁμαρτάνειν δοκοῦ‐
10σιν, ἀλλ’ ἔνιοι καὶ κατορθοῦν. πυρετὸν μὲν γὰρ οὐδεὶς ὑγίειαν ὠνόμασεν οὐδὲ φθίσιν εὐεξίαν οὐδὲ ποδάγραν

501

B

ποδώκειαν οὐδ’ ὠχρίασιν ἐρύθημα, θυμὸν δὲ πολλοὶ καλοῦσιν ἀνδρείαν καὶ ἔρωτα φιλίαν καὶ φθόνον ἅμιλλαν καὶ δειλίαν ἀσφάλειαν. εἶθ’ οἱ μὲν καλοῦσι τοὺς ἰατροὺς (αἰσθάνονται γὰρ ὧν δέονται πρὸς ἃ νοσοῦσιν), οἱ δὲ
5φεύγουσι τοὺς φιλοσόφους, οἴονται γὰρ ἐπιτυγχάνειν ἐν οἷς διαμαρτάνουσιν. ἐπεὶ τούτῳ γε τῷ λόγῳ χρώμενοι
λέγομεν, ὅτι κουφότερόν ἐστιν ὀφθαλμία μανίας καὶ ποδά‐ γρα φρενίτιδος· ὁ μὲν αἰσθάνεται καὶ καλεῖ τὸν ἰατρὸν κεκραγώς, καὶ παρόντι τὴν ὄψιν ἀλεῖψαι τὴν φλέβα τεμεῖν276
10[τὴν κεφαλὴν] παραδίδωσιν, τῆς δὲ μαινομένης Ἀγαύης

501

C

ἀκούεις ὑπὸ τοῦ πάθους τὰ φίλτατ’ ἠγνοηκυίας (Eur. Bacch. 1169)·
2
‘ἄγομεν ἐξ ὄρεος
ἕλικα νεότομον ἐπὶ μέλαθρα,
5μακάριον θήραμα.‘
5 Καὶ γὰρ ὁ μὲν τῷ σώματι νοσῶν εὐθὺς ἐνδοὺς καὶ καθεὶς ἑαυτὸν εἰς τὸ κλινίδιον ἡσυχίαν ἄγει θεραπευόμενος, ἂν δέ που μικρὸν ἐξᾴξῃ καὶ διασκιρτήσῃ τὸ σῶμα φλεγμονῆς προσπεσούσης, εἰπών τις τῶν παρακαθημένων πράως
10(Eur. Or. 258)
10
‘μέν’, ὦ ταλαίπωρ’, ἀτρέμα σοῖς ἐν δεμνίοισ‘
11 ἐπέστησε καὶ κατέσχεν· οἱ δ’ ἐν τοῖς ψυχικοῖς πάθεσιν ὄντες τότε μάλιστα πράττουσι, τόθ’ ἥκισθ’ ἡσυχάζουσιν. αἱ γὰρ ὁρμαὶ τῶν πράξεων ἀρχαί, τὰ δὲ πάθη σφοδρό‐

501

D

τητες ὁρμῶν· διὸ τὴν ψυχὴν ἠρεμεῖν οὐκ ἐῶσιν, ἀλλ’ ὅτε μάλιστα δεῖται μονῆς καὶ σιωπῆς καὶ ὑποστολῆς ὁ ἄνθρω‐ πος, τότ’ αὐτὸν εἰς ὕπαιθρον ἕλκουσι, τότ’ ἀποκαλύπτου‐
σιν οἱ θυμοὶ αἱ φιλονεικίαι οἱ ἔρωτες αἱ λῦπαι, πολλὰ καὶ277
5δρᾶν ἄνομα καὶ λαλεῖν ἀνάρμοστα τοῖς καιροῖς ἀναγκα‐ ζόμενον. ὥσπερ οὖν ἐπισφαλέστερος χειμὼν τοῦ πλεῖν οὐκ ἐῶντος ὁ κωλύων καθορμίσασθαι, οὕτως οἱ κατὰ ψυχὴν χειμῶνες βαρύτεροι στείλασθαι τὸν ἄνθρωπον οὐκ ἐῶντες οὐδ’ ἐπιστῆσαι τεταραγμένον τὸν λογισμόν·
10ἀλλ’ ἀκυβέρνητος καὶ ἀνερμάτιστος ἐν ταραχῇ καὶ πλάνῃ δρόμοις λεχρίοις καὶ παραφόροις διατραχηλιζόμενος εἴς τι

501

E

ναυάγιον φοβερὸν ἐξέπεσε καὶ συνέτριψε τὸν ἑαυτοῦ βίον. ὥστε καὶ ταύτῃ χεῖρον νοσεῖν ταῖς ψυχαῖς ἢ τοῖς σώμασιν· τοῖς μὲν γὰρ πάσχειν μόνον τοῖς δὲ καὶ πάσχειν καὶ ποιεῖν κακῶς συμβέβηκε.
5 Καὶ τί δεῖ τὰ πολλὰ λέγειν τῶν παθῶν; αὐτὸς ὁ καιρὸς ὑπόμνησίς ἐστιν· ὁρᾶτε τὸν πολὺν τοῦτον καὶ παμμιγῆ, τὸν ἐνταῦθα συνηραγμένον καὶ κυκώμενον ὄχλον περὶ τὸ βῆμα καὶ τὴν ἀγοράν; οὐ θύσοντες οὗτοι συνεληλύθασι πατρίοις θεοῖς οὐδ’ ὁμογνίων μεθέξοντες
10ἱερῶν ἀλλήλοις, οὐκ Ἀσκραίῳ Διὶ Λυδίων καρπῶν ἀπαρ‐

501

F

χὰς φέροντες οὐδὲ Διονύσῳ βεβακχευμένον θύσθλον
ἱεραῖς νυξὶ καὶ κοινοῖς ὀργιάσοντες κώμοις· ἀλλ’ ὥσπερ ἐτησίοις περιόδοις ἀκμὴ νοσήματος ἐκτραχύνουσα τὴν Ἀσίαν ἐπὶ δίκας καὶ ἀγῶνας ἐμπροθέσμους ἥκουσαν278

502

A

ἐνταῦθα συμβάλλει καὶ πλῆθος | ὥσπερ ῥευμάτων ἀθρόον εἰς μίαν ἐμπέπτωκεν ἀγορὰν καὶ φλεγμαίνει καὶ συνέρ‐ ρωγεν ‘ὀλλύντων τε καὶ ὀλλυμένων‘ (Δ 451). ποίων ταῦτα πυρετῶν ἔργα, ποίων ἠπιάλων; τίνες ἐνστάσεις ἢ παρεμ‐
5πτώσεις ἢ δυσκρασία θερμῶν ἢ ὑπέρχυσις ὑγρῶν; ἂν ἑκάστην δίκην ὥσπερ ἄνθρωπον ἀνακρίνῃς πόθεν πέφυκε πόθεν ἥκει, τὴν μὲν θυμὸς αὐθάδης γεγέννηκε τὴν δὲ
μανιώδης φιλονεικία τὴν δ’ ἄδικος ἐπιθυμία **279