TLG 0007 099 :: PLUTARCHUS :: An vitiositas ad infelicitatem sufficiat (498a–500a) PLUTARCHUS Biogr.
Phil. An vitiositas ad infelicitatem sufficiat (498a–500a) Source: Pohlenz, M. (ed.), Plutarchi moralia, vol. 3. Leipzig: Teubner, 1929 (repr. 1972): 268–273. Citation: Stephanus page — section — (line) | ||
t1 | ΕΙ ΑΥΤΑΡΚΗΣ Η ΚΑΚΙΑ ΠΡΟΣ ΚΑΚΟΔΑΙΜΟΝΙΑΝ | |
498A | *** ὑπομένει | |
1 | ‘πεπραμένον τὸ σῶμα τῆς φερνῆς ἔχων‘ | |
---|---|---|
2 | ὡς Εὐριπίδης φησίν (Phaeth. 775), βραχέα δεδήλωται | |
498B | καὶ ἀβέβαια· τῷ δ’ οὐ πολλῆς διὰ τέφρας ἀλλὰ πυρκαϊᾶς τινος βασιλικῆς πορευομένῳ καὶ περιφλεγομένῳ, ἄσθμα‐ τος καὶ φόβου μεστῷ καὶ ἱδρῶτος διαπόνου πλοῦτόν τινα προσθεῖσα Ταντάλειον, ἀπολαῦσαι δι’ ἀσχολίαν οὐ δυνα‐ | |
5 | μένῳ. ὁ μὲν γὰρ Σικυώνιος ἐκεῖνος ἱπποτρόφος εὖ φρονῶν ἔδωκε τῷ βασιλεῖ τῶν Ἀχαιῶν θήλειαν ἵππον δρομάδα | |
δῶρον, ‘ἵνα μή οἱ ἕποιθ’ ὑπὸ Ἴλιον ἠνεμόεσσαν ἀλλὰ τέρποιτο μένων‘ (Ψ 297), εἰς βαθεῖαν εὐπορίαν καὶ σχολὴν ἄλυπον ἀνακλίνας ἑαυτόν· οἱ δὲ νῦν αὐλικοί, πρακτι‐ | 268 | |
498C | κοὶ δοκοῦντες εἶναι, μηδενὸς καλοῦντος ὠθοῦνται δι’ αὑτῶν ἐπὶ τράχηλον εἰς αὐλὰς καὶ προπομπὰς καὶ θυραυ‐ λίας ἐπιπόνους, ἵν’ ἵππου τινὸς ἢ πόρπης ἢ τοιαύτης τινὸς εὐημερίας τύχωσι. | |
4 | ||
5 | ‘τοῦ δὲ καὶ ἀμφιδρυφὴς ἄλοχος Φυλάκῃ ἐλέλειπτο, καὶ δόμος ἡμιτελήσ‘ (Β 700), | |
6 | σύρεται δὲ καὶ πλανᾶται τριβόμενος ἔν τισιν ἐλπίσιν καὶ προπηλακιζόμενος, ἂν δὲ καὶ τύχῃ τινὸς ὧν ποθεῖ, περι‐ ενεχθεὶς καὶ σκοτοδινιάσας πρὸς τὸν τῆς τύχης πεταυ‐ | |
10 | ρισμὸν ἀπόβασιν ζητεῖ καὶ μακαρίζει τοὺς ἀδόξως καὶ ἀσφαλῶς ζῶντας· οἱ δ’ ἐκεῖνον πάλιν ἄνω βλέποντες ὑπὲρ αὑτοὺς φερόμενον. Πάντως 〈ἀθλίωσ〉 ἡ κακία διατίθησι πάντας ἀνθρώ‐ | |
498D | πους, αὐτοτελής τις οὖσα τῆς κακοδαιμονίας δημιουργός· οὔτε γὰρ ὀργάνων οὔθ’ ὑπηρετῶν ἔχει χρείαν. ἄλλοι δὲ τύραννοι σπουδάζοντες οὓς ἂν κολάζωσιν ἀθλίους ποιεῖν δημίους τρέφουσι καὶ βασανιστὰς ἢ καυτήρια καὶ σφῆνας | |
5 | ἐπιμηχανῶνται [ἀλόγου ψυχῆς], ἡ δὲ κακία δίχα πάσης παρασκευῆς τῇ ψυχῇ συνελθοῦσα συνέτριψε καὶ κατέβαλε, λύπης ἐνέπλησε θρήνων βαρυθυμίας μεταμελείας τὸν ἄνθρωπον. τεκμήριον δέ· τεμνόμενοι πολλοὶ σιωπῶσι καὶ μαστιγούμενοι καρτεροῦσι καὶ σφηνούμενοι ὑπὸ δεσπο‐ | |
10 | τῶν ἢ τυράννων φωνὴν οὐκ ἀφῆκαν, ὅταν ἡ ψυχὴ μύσασα | 269 |
498E | τῷ λόγῳ τὸν πόνον ὥσπερ χειρὶ πιέσῃ καὶ κατάσχῃ· θυμῷ δ’ οὐκ ἂν ἐπιτάξειας ἡσυχίαν οὐδὲ πένθει σιωπήν, οὔτε φοβούμενον στῆναι πείσειας, οὔτε δυσφοροῦντα μετα‐ νοίᾳ μὴ βοῆσαι μηδὲ τῶν τριχῶν λαβέσθαι ἢ τὸν μηρὸν | |
5 | ἀλοῆσαι· οὕτω καὶ πυρός ἐστιν ἡ κακία καὶ σιδήρου βιαιο‐ τέρα. Αἱ πόλεις δήπουθεν, ὅταν ἔκδοσιν ναῶν ἢ κολοσσῶν προγράφωσιν, ἀκροῶνται τῶν τεχνιτῶν ἁμιλλωμένων περὶ τῆς ἐργολαβίας καὶ λόγους καὶ παραδείγματα κομιζόν‐ | |
10 | των, εἶθ’ αἱροῦνται τὸν ἀπ’ ἐλάττονος δαπάνης τὸ αὐτὸ ποιοῦντα καὶ βέλτιον καὶ τάχιον. φέρε δὴ καὶ ἡμᾶς ἔκδοσίν τινα βίου [καὶ ἀνθρώπου] κακοδαίμονος προκη‐ | |
498F | ρύσσειν, εἶτα προσιέναι τῇ ἐργολαβίᾳ τὴν Τύχην καὶ τὴν Κακίαν διαφερομένας, τὴν μὲν ὀργάνων τε παντοδαπῶν κατάπλεω καὶ παρασκευῆς πολυτελοῦς εἰς ἀπεργασίαν κακοδαίμονος ζωῆς καὶ οἰκτρᾶς, λῃστήρια δεινὰ καὶ πο‐ | |
5 | λέμους καὶ τυράννων μιαιφονίας καὶ χειμῶνας ἐκ θαλάτ‐ της καὶ κεραυνὸν ἐξ ἀέρος ἐφελκομένην καὶ κώνεια τρί‐ | |
499A | βουσαν | καὶ ξίφη φέρουσαν καὶ συκοφάντας ξενολογοῦσαν καὶ πυρὰς ἐξάπτουσαν καὶ πέδας περικρούουσαν καὶ περιοικοδομοῦσαν εἱρκτάς· καίτοι τούτων τὰ πλεῖστα τῆς Κακίας μᾶλλον ἢ τῆς Τύχης ἐστίν· ἀλλὰ πάντ’ ἔστω τῆς | |
5 | Τύχης. ἡ δὲ Κακία παρεστῶσα γυμνὴ καὶ μηδενὸς δεο‐ μένη τῶν ἔξωθεν [ἐπὶ τὸν ἄνθρωπον] ἐρωτάτω [καὶ] τὴν Τύχην, πῶς ποιήσει κακοδαίμονα καὶ ἄθυμον τὸν ἄνθρω‐ πον. ‘Τύχη, πενίαν ἀπειλεῖς; καταγελᾷ σου Μητροκλῆς, | |
ὃς χειμῶνος ἐν τοῖς προβάτοις καθεύδων καὶ θέρους ἐν | 270 | |
10 | τοῖς προπυλαίοις τῶν ἱερῶν τὸν ἐν Βαβυλῶνι χειμάζοντα | |
499B | καὶ περὶ Μηδίαν θερίζοντα Περσῶν βασιλέα περὶ εὐδαι‐ μονίας εἰς ἀγῶνα προυκαλεῖτο. δουλείαν καὶ δεσμὰ καὶ πρᾶσιν ἐπάγεις; καταφρονεῖ σου Διογένης, ὃς ὑπὸ τῶν λῃστῶν πωλούμενος ἐκήρυττε ‘τίς ὠνήσασθαι βούλεται | |
5 | 〈δεσπότην〉;‘ κύλικα φαρμάκου ταράττεις; οὐχὶ καὶ Σω‐ κράτει ταύτην προέπιες; ὁ δ’ ἵλεως καὶ πρᾶος, οὐ τρέσας οὐδὲ διαφθείρας οὔτε χρώματος οὐδὲν οὔτε σχήματος μάλ’ εὐκόλως ἐξέπιεν, ἀποθνῄσκοντα δ’ αὐτὸν ἐμακάριζον οἱ ζῶντες, ὡς οὐδ’ ἐν Ἅιδου θείας ἄνευ μοίρας ἐσόμενον. | |
10 | καὶ μὴν τὸ πῦρ σου Δέκιος ὁ Ῥωμαίων στρατηγὸς προέ‐ | |
499C | λαβεν, ὅτε τῶν στρατοπέδων ἐν μέσῳ πυρὰν νήσας τῷ Κρόνῳ κατ’ εὐχὴν αὐτὸς ἑαυτὸν ἐκαλλιέρησεν ὑπὲρ τῆς ἡγεμονίας. Ἰνδῶν δὲ φίλανδροι καὶ σώφρονες γυναῖκες ὑπὲρ τοῦ πυρὸς ἐρίζουσι καὶ μάχονται πρὸς ἀλλήλας, τὴν | |
5 | δὲ νικήσασαν τεθνηκότι τῷ ἀνδρὶ συγκαταφλεγῆναι μακα‐ ρίαν ᾄδουσιν αἱ λοιπαί· τῶν δ’ ἐκεῖ σοφῶν οὐδεὶς ζηλωτὸς οὐδὲ μακαριστός ἐστιν, ἂν μὴ ζῶν ἔτι καὶ φρονῶν καὶ ὑγιαίνων τοῦ σώματος τὴν ψυχὴν πυρὶ διαστήσῃ καὶ καθαρὸς ἐκβῇ τῆς σαρκὸς ἐκνιψάμενος τὸ θνητόν. ἀλλ’ | |
10 | ἐξ οὐσίας λαμπρᾶς καὶ οἴκου καὶ τραπέζης καὶ πολυτε‐ λείας εἰς τρίβωνα καὶ πήραν καὶ προσαίτησιν ἐφημέρου | |
499D | τροφῆς κατάξεις; ταῦτ’ εὐδαιμονίας ἀρχαὶ Διογένει, ταῦτ’ ἐλευθερίας Κράτητι καὶ δόξης. ἀλλ’ εἰς σταυρὸν καθηλώ‐ σεις ἢ σκόλοπι πήξεις; καὶ τί Θεοδώρῳ μέλει, πότερον ὑπὲρ γῆς ἢ ὑπὸ γῆς σήπεται; Σκυθῶν εὐδαίμονες αὗται | 271 |
5 | ταφαί· Ὑρκανῶν δὲ κύνες Βακτριανῶν δ’ ὄρνιθες νεκροὺς ἐσθίουσι κατὰ νόμους, ὅταν μακαρίου τέλους τυγχάνωσιν.‘ Τίνας οὖν ταῦτα κακοδαίμονας ποιεῖ; τοὺς ἀνάνδρους καὶ ἀλογίστους, τοὺς ἀτρίπτους καὶ ἀγυμνάστους, τοὺς ἐκ νηπίων ἃς ἔχουσι δόξας φυλάττοντας. οὐκοῦν οὐκ ἔστιν ἡ | |
10 | Τύχη κακοδαιμονίας τελεσιουργός, ἂν μὴ κακίαν ἔχῃ | |
499E | συνεργοῦσαν. ὡς γὰρ ἡ κρόκη τὸ ὀστέον πρίει τέφρᾳ καὶ ὄξει διάβροχον γενόμενον, καὶ τὸν ἐλέφαντα τῷ ζύθει μα‐ λακὸν γενόμενον καὶ χαλῶντα κάμπτουσι καὶ διασχηματί‐ ζουσιν, ἄλλως δ’ οὐ δύνανται, οὕτως ἡ τύχη τὸ πεπονθὸς | |
5 | ἐξ αὑτοῦ καὶ μαλακὸν 〈ἐκ〉 κακίας προσπεσοῦσα κοιλαί‐ νει καὶ τιτρώσκει. καὶ καθάπερ ὁ παρθικὸς 〈ἰὸσ〉 τῶν ἄλλων οὐδενὶ βλαβερὸς ὢν οὐδὲ λυπῶν ἁπτομένους καὶ περιφέροντας, ἐὰν τετρωμένοις ἐπεισενεχθῇ μόνον, εὐθὺς ἀπόλλυσι τῷ προπεπονθότι [καὶ] τὴν ἀπορροὴν δεχομένους, | |
10 | οὕτω τὸν ὑπὸ τῆς τύχης συντριβήσεσθαι μέλλοντα τὴν | |
499F | ψυχὴν ἴδιον ἕλκος ἐν ἑαυτῷ καὶ κακὸν ἔχειν δεῖ [ἐντὸς σαρκός], ὅπως τὰ προσπίπτοντα ἔξωθεν οἰκτρὰ καὶ ὀδυρτὰ | |
ποιήσῃ. Ἆρ’ οὖν ἡ κακία τοιοῦτον ὥστε τῆς τύχης δεῖσθαι | 272 | |
5 | πρὸς κακοδαιμονίας ἀπεργασίαν; πόθεν; οὐ τραχὺ καὶ δυσ‐ χείμερον ἐπαίρει πέλαγος, οὐ λῃστῶν ἐνοδίοις διαζώννυσιν ἐνέδραις ἐρήμους ὑπωρείας, οὐ νέφη χαλαζοβόλα πεδίοις περιρρήγνυσι καρποφόροις, οὐ Μέλητον οὐδ’ Ἄνυτον οὐδὲ Καλλίξενον ἐπάγει συκοφάντην, οὐκ ἀφαιρεῖται πλοῦτον, | |
500A | οὐκ ἀπείργει στρατηγίας, | ἵνα ποιήσῃ κακοδαίμονας· ἀλλὰ πτοεῖ πλουτοῦντας εὐροοῦντας κληρονομοῦντας, ἐν γῇ διὰ θαλάττης ἐνδέδυκε προσπέφυκεν, ἐκτήκουσα ταῖς ἐπιθυμίαις, διακαίουσα τοῖς θυμοῖς, συντρίβουσα ταῖς | |
5 | δεισιδαιμονίαις, διασύρουσα τοῖς ὀφθαλμοῖς *** | 273 |