TLG 0007 098 :: PLUTARCHUS :: De amore prolis (493a–497e)

PLUTARCHUS Biogr. Phil.
(Chaeronensis: A.D. 1–2)

De amore prolis (493a–497e)

Source: Pohlenz, M. (ed.), Plutarchi moralia, vol. 3. Leipzig: Teubner, 1929 (repr. 1972): 255–267.

Citation: Stephanus page — section — (line)

t

1

ΠΕΡΙ ΤΗΣ ΕΙΣ ΤΑ ΕΓΓΟΝΑ
ΦΙΛΟΣΤΟΡΓΙΑΣ

493

A

Ἔκκλητοι κρίσεις καὶ ξενικῶν δικαστηρίων ἀγωγαὶ τοῖς Ἕλλησι τὸ πρῶτον ἀπιστίᾳ τῇ πρὸς ἀλλήλους ἐπενοή‐

493

B

θησαν, ἀλλοτρίας δικαιοσύνης ὥσπερ ἑτέρου τινὸς τῶν ἀναγκαίων μὴ φυομένου παρ’ αὐτοῖς δεηθεῖσιν. ἆρ’ οὖν καὶ οἱ φιλόσοφοι τῶν προβλημάτων ἔνια διὰ τὰς πρὸς ἀλλήλους διαφορὰς ἐπὶ τὴν τῶν ἀλόγων φύσιν ζῴων
5ὥσπερ ἀλλοδαπὴν πόλιν ἐκκαλοῦνται καὶ τοῖς ἐκείνων πάθεσι καὶ ἤθεσιν ὡς ἀνεντεύκτοις καὶ ἀδεκάστοις ἐφιᾶσι τὴν κρίσιν; ἢ καὶ τοῦτο τῆς ἀνθρωπίνης κακίας ἔγκλημα κοινόν ἐστι, τὸ περὶ τῶν ἀναγκαιοτάτων καὶ μεγίστων ἀμφιδοξοῦντας ἡμᾶς ζητεῖν ἐν ἵπποις καὶ κυσὶ καὶ ὄρνισι,

493

C

πῶς γαμοῦμεν αὐτοὶ καὶ γεννῶμεν καὶ τεκνοτροφοῦμεν, ὡς μηδὲν ἐν ἑαυτοῖς δήλωμα τῆς φύσεως ὄν, τὰ 〈δὲ〉 τῶν θηρίων ἤθη καὶ πάθη προαγορεῦσαι καὶ καταμαρτυρῆσαι τοῦ βίου ἡμῶν πολλὴν τοῦ κατὰ φύσιν ἐκδιαίτησιν καὶ255
5παράβασιν, εὐθὺς ἐν ἀρχῇ καὶ περὶ τὰ πρῶτα συγχεο‐ μένων καὶ ταραττομένων; ἄκρατον γὰρ ἐν ἐκείνοις ἡ φύσις καὶ ἀμιγὲς καὶ ἁπλοῦν φυλάττει τὸ ἴδιον, ἐν δ’ ἀνθρώποις ὑπὸ τοῦ λόγου καὶ τῆς συνηθείας, ὃ τοὔλαιον ὑπὸ τῶν μυρεψῶν πέπονθε, πρὸς πολλὰ μιγνυμένη δό‐
10γματα καὶ κρίσεις ἐπιθέτους ποικίλη γέγονε καὶ ἡδεῖα, τὸ δ’ οἰκεῖον οὐ τετήρηκε. καὶ μὴ θαυμάζωμεν, εἰ τὰ

493

D

ἄλογα ζῷα τῶν λογικῶν μᾶλλον ἕπεται τῇ φύσει· καὶ γὰρ τὰ φυτὰ τῶν ζῴων· οἷς οὔτε φαντασίαν οὔθ’ ὁρμὴν ἔδωκε 〈δι’〉 ἑτέρων ὄρεξιν τοῦ κατὰ φύσιν ἀποσαλεύουσαν, ἀλλ’ ὥσπερ ἐν δεσμῷ συνειργμένα μένει καὶ κεκράτηται, μίαν
5ἀεὶ πορείαν ἣν ἡ φύσις ἄγει πορευόμενα. τοῖς δὲ θηρίοις τὸ μὲν πολύτροπον τοῦ λόγου καὶ περιττὸν καὶ φιλελεύθε‐ ρον ἄγαν οὐκ ἔστιν, ἀλόγους δ’ ὁρμὰς καὶ ὀρέξεις ἔχοντα καὶ χρώμενα πλάναις καὶ περιδρομαῖς πολλάκις ἀλλ’ οὐ μακρὰν ὡς ἐπ’ ἀγκύρας τῆς φύσεως σαλεύει, † καθάπερ
10οὖν ὁδὸν ὑφ’ ἡνίᾳ καὶ χαλινῷ βαδίζοντα δείκνυσιν εὐ‐
θεῖαν ὁ δεσπότης. 〈ὁ δ’ ἀδέσποτοσ〉 ἐν ἀνθρώπῳ καὶ256

493

E

αὐτοκρατὴς λόγος ἄλλας ἄλλοτε παρεκβάσεις καὶ καινο‐ τομίας ἀνευρίσκων οὐδὲν ἴχνος ἐμφανὲς οὐδ’ ἐναργὲς ἀπο‐ λέλοιπε τῆς φύσεως. Ὅρα περὶ τοὺς γάμους ὅσον ἐστὶν ἐν τοῖς ζῴοις τὸ
5κατὰ φύσιν. πρῶτον οὐκ ἀναμένει νόμους ἀγαμίου καὶ ὀψιγαμίου, καθάπερ οἱ Λυκούργου πολῖται καὶ Σόλωνος, οὐδ’ ἀτιμίας ἀτέκνων δέδοικεν, οὐδὲ τιμὰς διώκει τρι‐ παιδίας, ὡς Ῥωμαίων πολλοὶ γαμοῦσι καὶ γεννῶσιν, οὐχ ἵνα κληρονόμους ἔχωσιν ἀλλ’ ἵνα κληρονομεῖν δύνωνται.
10ἔπειτα μίγνυται τῷ θήλει τὸ ἄρρεν οὐχ ἅπαντα χρόνον· ἡδονὴν γὰρ οὐκ ἔχει τέλος ἀλλὰ γέννησιν καὶ τέκνωσιν·

493

F

διὰ τοῦτ’ ἔτους ὥρᾳ, ἣ πνοάς τε γονίμους ἔχει καὶ πρόσ‐ φορον ὀχευομένοις κρᾶσιν, ἦλθεν εἰς τὸ αὐτὸ τῷ ἄρρενι τὸ θῆλυ χειρόηθες καὶ ποθεινόν, ἡδείᾳ μὲν ὀσμῇ χρωτὸς ἰδίῳ δὲ κόσμῳ σώματος ἀγαλλόμενον, δρόσου καὶ βοτάνης
5ἀνάπλεων καθαρᾶς· αἰσθόμενον δ’ ὅτι κύει καὶ πεπλήρω‐

494

A

ται, κοσμίως ἄπεισι | καὶ προνοεῖ περὶ τὴν κύησιν καὶ σωτηρίαν τοῦ ἀποτεχθέντος. ἀξίως δ’ οὐκ ἔστιν εἰπεῖν τὰ δρώμενα, πλὴν † ὅτι γίνεται ἕκαστον αὐτῶν ἐν τῷ φιλο‐ στόργῳ ταῖς προνοίαις ταῖς καρτερίαις ταῖς ἐγκρατείαις.
5ἀλλὰ τὴν 〈μὲν〉 μέλιτταν ἡμεῖς σοφὴν καλοῦμεν καὶ
νομίζομεν ‘ξανθὸν μέλι μηδομέναν‘ (Simon. fr. 47 B) κολακεύοντες τὸ ἡδὺ καὶ γαργαλίζον ἡμᾶς τῆς γλυκύτητος, τὴν δὲ τῶν ἄλλων περὶ τὰς λοχείας καὶ τὰς ἀνατροφὰς σοφίαν καὶ τέχνην παρορῶμεν. οἷον εὐθύς, ἡ ἁλκυὼν257
10κύουσα τὴν νεοττιὰν συντίθησι συλλαμβάνουσα τὰς ἀκάν‐ θας τῆς θαλαττίας βελόνης καὶ ταύτας δι’ ἀλλήλων ἐγκατα‐

494

B

πλέκουσα καὶ συνείρουσα τὸ μὲν σχῆμα περιαγὲς ὡς ἁλιευ‐ τικοῦ κύρτου καὶ πρόμηκες ἀπεργάζεται, τῇ δ’ ἁρμονίᾳ καὶ πυκνότητι συμφράξασα τὰς ἀκάνθας ἀκριβῶς ὑπέθηκε τῷ κλύσματι τοῦ κύματος, ὡς τυπτόμενον ἡσυχῆ καὶ
5πηγνύμενον τὸ πίλημα τῆς ἐπιφανείας στεγανὸν γένηται· γίγνεται δὲ σιδήρῳ καὶ λίθῳ δυσδιαίρετον. ὃ δ’ ἐστὶ θαυ‐ μασιώτερον, οὕτω τὸ στόμα τῆς νεοττιᾶς συμμέτρως πεπλάσθαι πρὸς τὸ μέγεθος καὶ τὸ μέτρον τῆς ἁλκυόνος, ὥστε μήτε μεῖζον ἄλλο μήτε μικρότερον ἐνδύεσθαι ζῷον,
10ὡς δέ φασι, μηδὲ θαλάττης παραδέχεσθαι μηδὲ τὰ ἐλάχι‐

494

C

στα. μάλιστα δ’ οἱ γαλεοὶ ζῳογονοῦσι μὲν ἐν ἑαυτοῖς, ἐκβαίνειν δὲ παρέχουσιν ἐκτὸς καὶ νέμεσθαι τοῖς σκυ‐ μνίοις, εἶτα πάλιν ἀναλαμβάνουσι καὶ περιπτύσσουσιν ἐγ‐ κοιμώμενα τοῖς σπλάγχνοις. ἡ δ’ ἄρκτος, ἀγριώτατον
5καὶ σκυθρωπότατον θηρίον, ἄμορφα καὶ ἄναρθρα τίκτει, τῇ
δὲ γλώττῃ καθάπερ ἐργαλείῳ διατυποῦσα τοὺς ὑμένας οὐ δοκεῖ γεννᾶν μόνον ἀλλὰ καὶ δημιουργεῖν τὸ τέκνον. ὁ δ’ Ὁμηρικὸς λέων (Ρ 134),258
8 ‘ᾧ ῥά τε νήπι’ ἄγοντι συναντήσωνται ἐν ὕλῃ
10ἄνδρες ἐπακτῆρες, ὁ δέ τε σθένεϊ βλεμεαίνει, πᾶν δέ τ’ ἐπισκύνιον κάτω ἕλκεται ὄσσε καλύπτων,‘
11

494

D

ἆρ’ [οὐχ] ὅμοιός ἐστι διανοουμένῳ πρὸς τοὺς κυνηγοὺς σπένδεσθαι περὶ τῶν τέκνων; καθόλου γὰρ ἡ πρὸς τὰ ἔγγονα φιλοστοργία καὶ τὰ δειλὰ τολμηρὰ ποιεῖ καὶ φιλό‐ πονα τὰ ῥᾴθυμα καὶ φειδωλὰ τὰ γαστρίμαργα· [καὶ]
5ὥσπερ ἡ Ὁμηρικὴ ὄρνις προσφέρουσα τοῖς νεοττοῖς (Ι 324)
6 ‘μάστακ’, ἐπεί κε λάβῃσι, κακῶς δέ τέ οἱ πέλει αὐτῇ·‘
7 τῷ γὰρ αὑτῆς τρέφει λιμῷ τὰ ἔγγονα, καὶ τὴν τροφὴν τῆς γαστρὸς ἁπτομένην ἀποκρατεῖ καὶ πιέζει τῷ στόματι, μὴ
10λάθῃ καταπιοῦσα·
10 ‘ὡς δὲ κύων ἀμαλῇσι περὶ σκυλάκεσσι βεβῶσα ἄνδρ’ ἀγνοιήσας’ ὑλάει μέμονέν τε μάχεσθαι‘ (υ 14),
12

494

E

τὸν περὶ τῶν τέκνων φόβον ὡς δεύτερον προσλαβοῦσα θυμόν. αἱ δὲ πέρδικες ὅταν διώκωνται μετὰ τῶν τέ‐ κνων, ἐκεῖνα μὲν ἐῶσι προπέτεσθαι καὶ φεύγειν, αὑταῖς δὲ μηχανώμεναι προσέχειν τοὺς θηρεύοντας ἐγγὺς κυλιν‐
5δούμεναι καὶ καταλαμβανόμεναι μικρὸν ὑπεκθέουσιν, εἶτα πάλιν ἵστανται καὶ παρέχουσιν ἐν ἐφικτῷ τῆς ἐλπίδος ἑαυτάς, ἄχρι ἂν οὕτω προκινδυνεύουσαι τῶν νεοττῶν τῆς ἀσφαλείας προαγάγωνται πόρρω τοὺς διώκοντας. τὰς δ’ ἀλεκτορίδας ἐν τοῖς ὄμμασι καθ’ ἡμέραν ἔχομεν ὃν τρό‐259
10πον τὰ νεόττια περιέπουσι, τοῖς μὲν ἐνδῦναι χαλῶσαι τὰς

494

F

πτέρυγας, τὰ δ’ ἐπιβαίνοντα τῶν νώτων καὶ προστρέ‐ χοντα πανταχόθεν ἀναδεχόμεναι μετὰ τοῦ γεγηθός τι καὶ προσφιλὲς ἐπιφθέγγεσθαι· κύνας δὲ καὶ δράκοντας, ἂν περὶ αὑτῶν φοβηθῶσι, φεύγουσιν, ἂν δὲ περὶ τῶν τέκνων,
5ἀμύνονται καὶ διαμάχονται παρὰ δύναμιν. εἶτα ταῦτ’ οἰόμεθα 〈τὰ〉 πάθη τούτοις ἐνειργάσθαι τὴν φύσιν ἀλεκ‐ τορίδων ἐπιγονῆς καὶ κυνῶν καὶ ἄρκτων προνοοῦσαν, ἀλλ’ οὐχ ἡμᾶς δυσωποῦσαν καὶ τιτρώσκουσαν ἐπιλογιζομένους

495

A

ὅτι ταῦτα παραδείγματα τοῖς ἑπομένοις, | τοῖς δ’ ἀναλγή‐ τοις ὀνείδη περίεστι τῆς ἀπαθείας, δι’ ὧν κατηγοροῦσι τῆς ἀνθρωπίνης φύσεως μόνης μὴ προῖκα τὸ στέργειν ἐχούσης μηδ’ ἐπισταμένης φιλεῖν ἄνευ χρείας; θαυμά‐
5ζεται γὰρ ἐν τοῖς θεάτροις ὁ εἰπών
5
‘μισθοῦ γὰρ ἄνθρωπον τίς ἀνθρώπων φιλεῖ;‘
(Com. adesp. 218),
7 〈καίτοι〉 κατ’ Ἐπίκουρον (fr. 527) ὁ πατὴρ τὸν υἱόν, 〈ἡ〉 μήτηρ τὸ τέκνον, οἱ παῖδες τοὺς τεκόντας· ἀλλ’ εἰ λόγου
10γένοιτο τοῖς θηρίοις σύνεσις καὶ τοῦτό τις εἰς κοινὸν θέα‐ τρον συναγαγὼν ἵππους καὶ βόας καὶ κύνας καὶ ὄρνιθας ἀναφθέγξαιτο μεταγράψας, ὡς ‘οὔτε κύνες ἐπὶ μισθῷ σκύ‐ λακας φιλοῦσιν οὔθ’ ἵπποι πώλους οὔτ’ ὄρνιθες νεοττοὺς260

495

B

ἀλλὰ προῖκα καὶ φυσικῶς,‘ ἐπιγνωσθήσεται τοῖς ἁπάντων πάθεσιν ὡς εὖ καὶ ἀληθῶς λεγόμενον. αἰσχρὸν γάρ, ὦ Ζεῦ, τὰς θηρίων γενέσεις καὶ λοχείας καὶ ὠδῖνας καὶ τεκνοτροφίας φύσιν εἶναι καὶ χάριν, τὰς δ’ ἀνθρώπων
5δάνεια καὶ μισθοὺς καὶ ἀρραβῶνας ἐπὶ χρείαις διδομένους. Ἀλλ’ οὔτ’ ἀληθὴς ὁ λόγος οὔτ’ ἄξιος ἀκούειν. ἡ γὰρ φύσις ὥσπερ ἐν φυτοῖς ἀγρίοις οἷον οἰνάνθαις ἐρινεοῖς κοτίνοις ἀρχὰς ἀπέπτους καὶ ἀτελεῖς ἡμέρων καρπῶν ἐνέφυσεν, οὕτω τοῖς μὲν ἀλόγοις τὸ πρὸς τὰ ἔγγονα φιλό‐
10στοργον ἀτελὲς καὶ οὐ διαρκὲς πρὸς δικαιοσύνην οὐδὲ τῆς

495

C

χρείας πορρωτέρω προερχόμενον ἔδωκεν, ἄνθρωπον δέ, λογικὸν καὶ πολιτικὸν ζῷον, ἐπὶ δίκην καὶ νόμον εἰσά‐ γουσα καὶ θεῶν τιμὰς καὶ πόλεων ἱδρύσεις καὶ φιλοφρο‐ σύνην, γενναῖα καὶ καλὰ καὶ φερέκαρπα τούτων σπέρματα
5παρέσχε τὴν πρὸς τὰ ἔγγονα χάριν καὶ ἀγάπησιν, ἀκολου‐ θοῦσαν ταῖς πρώταις ἀρχαῖς· αὗται δ’ ἦσαν ἐν ταῖς τῶν σωμάτων κατασκευαῖς. πανταχοῦ μὲν γὰρ ἡ φύσις ἀκρι‐ βὴς καὶ φιλότεχνος καὶ ἀνελλιπὴς καὶ ἀπέριττος, ‘οὐδέν‘ ὡς ἔφησεν Ἐρασίστρατος ‘ἔχουσα ῥωπικόν‘, τὰ δὲ περὶ
10τὴν γένεσιν ἀξίως οὐκ ἔστιν εἰπεῖν οὐδ’ εὐπρεπὲς ἴσως

495

D

λίαν ἀκριβῶς τῶν ἀπορρήτων ἐμφύεσθαι τοῖς ὀνόμασι καὶ
τοῖς ῥήμασιν, ἀλλ’ ἀποκειμένων καὶ κεκρυμμένων ἐπι‐ νοεῖν τὴν πρὸς τὸ γεννᾶν καὶ λοχεύεσθαι τῶν μορίων ἐκεί‐ νων εὐφυΐαν. ἀρκεῖ δ’ ἡ τοῦ γάλακτος ἐργασία καὶ οἰκονο‐261
5μία τὴν πρόνοιαν αὐτῆς ἐμφῆναι καὶ ἐπιμέλειαν. τοῦ γὰρ αἵματος ὅσον περίττωμα τῆς χρείας ἐν ταῖς γυναιξὶ δι’ ἀμβλύτητα καὶ μικρότητα τοῦ πνεύματος ἐπιπολάζον ἐμπλανᾶται καὶ βαρύνει, τὸν μὲν ἄλλον χρόνον εἴθισται καὶ μεμελέτηκεν ἐμμήνοις ἡμερῶν περιόδοις ὀχετοὺς καὶ πόρους
10αὐτῷ τῆς φύσεως ἀναστομούσης ἀποχεόμενον τὸ μὲν ἄλλο

495

E

σῶμα κουφίζειν καὶ καθαίρειν, τὴν δ’ ὑστέραν οἷον ἀρότῳ καὶ σπόρῳ γῆν [ἐν φυτοῖς] ὀργῶσαν ἐν καιρῷ παρέχειν. ὅταν δὲ τὴν γονὴν ἀναλάβῃ προσπεσοῦσαν ἡ ὑστέρα καὶ περιστείλῃ ῥιζώσεως γενομένης (‘ὁ γὰρ ὀμφαλὸς πρῶτον
5ἐν μήτρῃσιν‘ ὥς φησι Δημόκριτος (B 148) ‘ἀγκυρηβόλιον σάλου καὶ πλάνης ἐμφύεται, πεῖσμα καὶ κλῆμα‘ τῷ γεννω‐ μένῳ καρπῷ καὶ μέλλοντι), τοὺς μὲν ἐμμήνους καὶ καθαρ‐ σίους ἔκλεισεν ὀχετοὺς ἡ φύσις, τοῦ δ’ αἵματος ἀντιλαμ‐ βανομένη φερομένου τροφῇ χρῆται καὶ κατάρδει τὸ βρέ‐
10φος ἤδη συνιστάμενον καὶ διαπλαττόμενον, ἄχρι οὗ τοὺς προσήκοντας ἀριθμοὺς τῇ ἐντὸς αὐξήσει κυηθὲν ἑτέρας

495

F

ἀνατροφῆς καὶ χώρας δέηται. τότ’ οὖν τὸ αἷμα παντὸς ἐμμελέστερον φυτουργοῦ καὶ ὀχετηγοῦ πρὸς ἑτέραν ἀφ’ ἑτέρας ἐκτρέπουσα καὶ μεταλαμβάνουσα χρείαν ἔχει παρε‐
σκευασμένας οἷον † ἐννέας ἤ τινας κρήνας νάματος ἐπιρ‐262

496

A

ρέοντος, οὐκ ἀργῶς οὐδ’ ἀπαθῶς ὑποδεχομένας | ἀλλὰ καὶ πνεύματος ἠπίῳ θερμότητι καὶ μαλακῇ θηλύτητι ἐκπέψαι καὶ λεᾶναι καὶ μεταβαλεῖν δυναμένας· τοιαύτην γὰρ ὁ μαστὸς ἔχει ἐντὸς διάθεσιν καὶ κρᾶσιν. ἐκροαὶ δὲ τοῦ
5γάλακτος οὐκ εἰσὶν οὐδὲ κρουνοὶ μεθιέντες ἀθρόως, εἰς δὲ σάρκα πιδακώδη καὶ πόροις ἀτρέμα λεπτοῖς διηθοῦσαν ἀπολήγων εὐμενὲς τῷ τοῦ νηπίου στόματι καὶ προσφιλὲς ψαῦσαι καὶ περιλαβεῖν ἐνδίδωσι ταμεῖον. ἀλλὰ τούτων γε τῶν τοσούτων ἐπὶ τὴν γένεσιν ἐργαλείων καὶ τοιούτων
10οἰκονομιῶν καὶ φιλοτιμίας καὶ προνοίας οὐδὲν ἦν ὄφελος, εἰ μὴ τὸ φιλόστοργον ἡ φύσις καὶ κηδεμονικὸν ἐνειργάσατο ταῖς τεκούσαις.
12

496

B

‘οὐ μὲν γάρ τί πού ἐστιν ὀιζυρώτερον ἀνδρός, πάντων ὅσσα τε γαῖαν ἔπι πνείει τε καὶ ἕρπει (Ρ 446)‘—
2 τοῦτ’ οὐ ψεύδεται λέγων ἐπὶ νηπίου καὶ ἀρτιγενοῦς. οὐδὲν γάρ ἐστιν οὕτως ἀτελὲς οὐδ’ ἄπορον οὐδὲ γυμνὸν
5οὐδ’ ἄμορφον οὐδὲ μιαρὸν ὡς ἄνθρωπος ἐν γοναῖς ὁρώ‐ μενος· ᾧ μόνῳ σχεδὸν οὐδὲ καθαρὰν ἔδωκεν εἰς φῶς ὁδὸν ἡ φύσις, ἀλλ’ αἵματι πεφυρμένος καὶ λύθρου περίπλεως καὶ φονευομένῳ μᾶλλον ἢ γεννωμένῳ ἐοικὼς οὐδενός ἐστιν ἅψασθαι καὶ ἀνελέσθαι καὶ ἀσπάσασθαι καὶ περι‐
10λαβεῖν ἢ τοῦ φύσει φιλοῦντος. διὸ τῶν μὲν ἄλλων ζῴων

496

C

ὑπὸ τὴν γαστέρα τὰ οὔθατα χαλᾷ [τοὺς μαστοὺς], ταῖς δὲ γυναιξὶν ἄνω γεγόνασιν περὶ τὸ στέρνον ἐν ἐφικτῷ τοῦ φιλῆσαι καὶ περιπτύξαι καὶ κατασπάσασθαι τὸ νήπιον, ὡς
τοῦ τεκεῖν καὶ θρέψαι τέλος οὐ χρείαν ἀλλὰ φιλίαν ἔχοντος.263
5 Ἐπὶ τοὺς παλαιοὺς ἀνάγαγε τὸν λόγον, ὧν ταῖς μὲν τεκεῖν πρώταις, τοῖς δ’ ἰδεῖν συνέβη τικτόμενον βρέφος· οὔτε νόμος ἦν ἐκείνοις τεκνοτροφεῖν προστάττων οὔτε προσδοκία χάριτος ἢ τροφείων ‘ἐπὶ νέοις δανειζομένων‘ (Plato Legg. 717c). χαλεπὰς δὲ μᾶλλον εἴποιμ’ ἂν εἶναι
10καὶ μνησικάκους τὰς τεκούσας τοῖς βρέφεσι, κινδύνων τε μεγάλων καὶ πόνων αὐταῖς γινομένων·
11

496

D

‘ὡς δ’ ὅταν ὠδίνουσαν ἔχῃ βέλος ὀξὺ γυναῖκα δριμύ, τό τε προϊᾶσι μογοστόκοι Εἰλείθυιαι, Ἥρης θυγατέρες, πικρὰς ὠδῖνας ἔχουσαι‘ (Λ 269)—
3 ταῦτ’ οὐχ Ὅμηρον αἱ γυναῖκες ἀλλ’ Ὁμηρίδα γράψαι
5λέγουσι τεκοῦσαν ἢ τίκτουσαν ἔτι καὶ τὸ νύγμα τῆς ἀλγη‐ δόνος ὁμοῦ πικρὸν καὶ ὀξὺ γινόμενον ἐν τοῖς σπλάγχνοις ἔχουσαν. ἀλλὰ τὸ φύσει φιλόστοργον ἔκαμπτε καὶ ἦγεν· ἔτι θερμὴ καὶ διαλγὴς καὶ κραδαινομένη τοῖς πόνοις οὐχ ὑπερέβη τὸ νήπιον οὐδ’ ἔφυγεν, ἀλλ’ ἐπεστράφη καὶ προσ‐
10εμειδίασε καὶ ἀνείλετο καὶ ἠσπάσατο, μηδὲν ἡδὺ καρπου‐

496

E

μένη μηδὲ χρήσιμον ἀλλ’ ἐπιπόνως καὶ ταλαιπώρως ἀναδε‐ χομένη, τῶν σπαργάνων ‘ἐρειπίοις
2 θάλπουσα καὶ ψήχουσα, καὶ πόνῳ πόνον ἐκ νυκτὸς ἀλλάσσουσα τὸν μεθ’ ἡμέραν‘ (Tr. adesp. 7).
4
5τίνων ταῦτα μισθῶν ἢ χρειῶν ἐκείνοις; ἀλλ’ οὐδὲ τοῖς νῦν·
αἱ γὰρ ἐλπίδες ἄδηλοι καὶ μακραί. ἀμπελῶν’ ἰσημερίας ἐαρινῆς σκάψας μετοπωρινῆς ἐτρύγησε, πυρὸν ἔσπειρε δυομένης Πλειάδος εἶτ’ ἀνατελλούσης θερίζει, βόες καὶ ἵπποι καὶ ὄρνιθες ἕτοιμα τίκτουσιν ἐπὶ τὰς χρείας· ἀνθρώ‐264
10που δ’ ἡ μὲν ἐκτροφὴ πολύπονος ἡ δ’ αὔξησις βραδεῖα, τῆς δ’ ἀρετῆς μακρὰν οὔσης προαποθνῄσκουσιν οἱ πλεῖστοι

496

F

πατέρες. οὐκ ἐπεῖδε τὴν Σαλαμῖνα Νεοκλῆς τὴν Θεμι‐ στοκλέους οὐδὲ τὸν Εὐρυμέδοντα Μιλτιάδης τὸν Κίμωνος, οὐδ’ ἤκουσε Περικλέους Ξάνθιππος δημηγοροῦντος οὐδ’ Ἀρίστων Πλάτωνος φιλοσοφοῦντος, οὐδ’ Εὐριπίδου καὶ
5Σοφοκλέους νίκας οἱ πατέρες ἔγνωσαν· ψελλιζόντων καὶ συλλαβιζόντων ἠκροῶντο καὶ κώμους καὶ πότους καὶ ἔρω‐

497

A

τας αὐτῶν οἷα νέοι πλημμελούντων ἐπεῖδον· | ὥστ’ ἐπαι‐ νεῖσθαι καὶ μνημονεύεσθαι τοῦ Εὐήνου τοῦτο μόνον, ὡς ἐπέγραψεν
3
‘ἢ δέος ἢ λύπη παῖς πατρὶ πάντα χρόνον·‘
5(PL. II 270).
5 ἀλλ’ ὅμως οὐ παύονται παῖδας τρέφοντες μάλιστα δ’ οἱ παίδων ἥκιστα δεόμενοι. γελοῖον γάρ, εἴ τις οἴεται τοὺς πλουσίους θύειν καὶ χαίρειν γενομένων αὐτοῖς τέκνων, ὅτι τοὺς θρέψοντας ἕξουσι καὶ τοὺς θάψοντας· εἰ μὴ νὴ
10Δία κληρονόμων ἀπορίᾳ παῖδας τρέφουσιν· οὐ γὰρ ἔστιν εὑρεῖν οὐδ’ ἐπιτυχεῖν τοῦ τἀλλότρια βουλομένου λαμβάνειν.
11 ‘〈οὐ〉 ψάμμος ἢ κόνις ἢ πτερὰ ποικιλοθρόων οἰωνῶν
τόσσον ἂν χεύαιτ’ ἀριθμόν‘ (Lyr. adesp. II p. 162 D), ὅσος ἐστὶν ὁ τῶν κληρονομούντων.265
14
15‘Δαναὸς ὁ πεντήκοντα θυγατέρων πατήρ‘
(Eur. fr. 228),
16

497

B

εἰ δ’ ἄτεκνος ἦν, πλείονας ἂν εἶχε κληρονομοῦντας, καὶ οὐχ ὁμοίους. οἱ μὲν γὰρ παῖδες χάριν οὐδεμίαν ἔχουσιν οὐδ’ ἕνεκα τούτου θεραπεύουσιν οὐδὲ τιμῶσιν, ὡς ὀφείλημα τὸν κλῆρον ἐκδεχόμενοι· τῶν δ’ ἀλλοτρίων περὶ τὸν
5ἄτεκνον φωνὰς ἀκούεις ταῖς κωμικαῖς ἐκείναις ὁμοίας,
5 ‘ὦ Δῆμε, λοῦσαι πρῶτον ἐκδικάσας μίαν, ἔνθου ῥόφησον ἔντραγ’ ἔχε τριώβολον‘ (Arist. Eq. 50)
7 τὸ δ’ ὑπὸ τοῦ Εὐριπίδου λεγόμενον (Phoen. 439 sq.), ‘τὰ χρήματ’ ἀνθρώποισιν εὑρίσκειν φίλους δύναμίν τε πλεί‐
10στην τῶν ἐν ἀνθρώποις ἔχειν,‘ οὐχ ἁπλῶς ἀληθές, ἀλλ’

497

C

ἐπὶ τῶν ἀτέκνων· τούτους οἱ πλούσιοι δειπνίζουσιν, οἱ ἡγεμόνες θεραπεύουσιν, οἱ ῥήτορες μόνοις τούτοις προῖκα συνηγοροῦσιν. ‘ἰσχυρόν ἐστι πλούσιος ἀγνοούμενον ἔχων κληρονόμον‘ (Com. adesp. 404). πολλοὺς γοῦν πολυφίλους
5καὶ πολυτιμήτους ὄντας ἓν παιδίον γενόμενον ἀφίλους καὶ ἀδυνάτους ἐποίησεν. ὅθεν οὐδὲ πρὸς δύναμιν οὐδέν ἐστιν ὠφέλιμον ἀπὸ τῶν τέκνων, ἀλλὰ τῆς φύσεως τὸ πᾶν κρά‐ τος οὐχ ἧττον ἐν ἀνθρώποις ἢ θηρίοις. Ἐξαμαυροῦται γὰρ καὶ ταῦτα καὶ πολλὰ τῶν ἄλλων
10ὑπὸ τῆς κακίας, ὥσπερ λόχμης ἡμέροις σπέρμασι παρα‐ βλαστανούσης· ἢ μηδ’ ἑαυτὸν φύσει στέργειν τὸν ἄνθρω‐266

497

D

πον λέγωμεν, ὅτι πολλοὶ σφάττουσιν ἑαυτοὺς καὶ κατακρη‐ μνίζουσιν. ὁ δ’ Οἰδίπους
2
‘ἤρασς’ ἐπαίρων βλέφαρα· φοίνιαι δ’ ὁμοῦ
γλῆναι γένει’ ἔτεγγον‘ (Soph. O. R. 1276),
4
5Ἡγησίας 〈δὲ〉 διαλεγόμενος πολλοὺς ἔπεισεν ἀποκαρ‐ τερῆσαι τῶν ἀκροωμένων. ‘πολλαὶ μορφαὶ τῶν δαιμο‐ νίων‘ (Eur. in fine Alc. al.)· ταῦτα δ’ ἐστὶν ὥσπερ ἐκεῖνα νοσήματα καὶ πάθη ψυχῆς τοῦ κατὰ φύσιν ἐξι‐ στάντα τὸν ἄνθρωπον, ὡς αὐτοὶ καταμαρτυροῦσιν ἑαυτῶν.
10ἂν γὰρ ὗς τεκοῦσα δελφάκιον ἢ κύων διασπαράξῃ σκυλά‐ κιον, ἀθυμοῦσι καὶ ταράττονται καὶ θεοῖς ἀποτρόπαια θύουσι καὶ τέρας νομίζουσιν, ὡς πᾶσι καὶ παρὰ φύσιν στέργειν τὰ τικτόμενα καὶ τρέφειν οὐκ ἀναιρεῖν προσῆκον.

497

E

οὐ μὴν ἀλλ’ ὥσπερ ἐν τοῖς μετάλλοις πολλῇ συμπεφυρ‐ μένον γῇ καὶ κατακεχωσμένον ὅμως διαστίλβει τὸ χρυ‐ σίον, οὕτως ἡ φύσις ἐν αὐτοῖς τοῖς ἡμαρτημένοις ἤθεσι καὶ πάθεσιν ἐκφαίνει τὸ πρὸς τὰ ἔγγονα φιλόστοργον. οἱ μὲν
5γὰρ πένητες οὐ τρέφουσι τέκνα, φοβούμενοι μὴ χεῖρον ἢ προσήκει τραφέντα δουλοπρεπῆ καὶ ἀπαίδευτα καὶ τῶν καλῶν πάντων ἐνδεᾶ γένηται· τὴν γὰρ πενίαν ἔσχατον ἡγούμενοι κακὸν οὐχ ὑπομένουσι μεταδοῦναι τέκνοις ὥσπερ
τινὸς χαλεποῦ καὶ μεγάλου νοσήματος **267