TLG 0007 096 :: PLUTARCHUS :: De tranquillitate animi (464e–477f)

PLUTARCHUS Biogr. Phil.
(Chaeronensis: A.D. 1–2)

De tranquillitate animi (464e–477f)

Source: Pohlenz, M. (ed.), Plutarchi moralia, vol. 3. Leipzig: Teubner, 1929 (repr. 1972): 187–220.

Citation: Stephanus page — section — (line)

t

1

ΠΕΡΙ ΕΥΘΥΜΙΑΣ

464

E

Πλούταρχος Πακκίῳ εὖ πράττειν. Ὀψέ σου τὴν ἐπιστολὴν ἐκομισάμην, ἐν ᾗ παρεκάλεις περὶ εὐθυμίας σοί τι γραφῆναι καὶ περὶ τῶν ἐν Τιμαίῳ δεομένων ἐπιμελεστέρας ἐξηγήσεως. ἅμα δέ πως τὸν
5ἑταῖρον ἡμῶν Ἔρωτα κατελάμβανεν αἰτία τοῦ πλεῖν εὐθὺς εἰς Ῥώμην, παρὰ Φουνδάνου τοῦ κρατίστου γράμ‐ ματα δεδεγμένον, οἷος ἐκεῖνος, ἐπιταχύνοντα. μήτε δὲ

464

F

χρόνον ἔχων, ὡς προῃρούμην, γενέσθαι πρὸς οἷς ἐβούλου μήθ’ ὑπομένων κεναῖς παντάπασι τὸν ἄνδρα χερσὶν ὀφθῆ‐ ναί σοι παρ’ ἡμῶν ἀφιγμένον, ἀνελεξάμην περὶ εὐθυμίας ἐκ τῶν ὑπομνημάτων ὧν ἐμαυτῷ πεποιημένος ἐτύγχανον,
5ἡγούμενος καὶ σὲ τὸν λόγον τοῦτον οὐκ ἀκροάσεως ἕνεκα187

465

A

θηρωμένης καλλιγραφίαν | ἀλλὰ χρείας βοηθητικῆς ἐπι‐ ζητεῖν καὶ συνηδόμενος, ὅτι καὶ φιλίας ἔχων ἡγεμονικὰς καὶ δόξαν οὐδενὸς ἐλάττονα τῶν ἐν ἀγορᾷ λεγόντων τὸ τοῦ τραγικοῦ Μέροπος οὐ πέπονθας, οὐδ’ ὡς ἐκεῖνον
5(Eurip. fr. 778) ‘εὐδαιμονίζων ς’ ὄχλος ἐξέπληξε‘ τῶν φυσικῶν παθῶν, ἀλλὰ πολλάκις ἀκηκοὼς μνημονεύεις ὡς οὔτε ποδάγρας ἀπαλλάττει κάλτιος οὔτε δακτύλιος πολυ‐ τελὴς παρωνυχίας οὐδὲ διάδημα κεφαλαλγίας. πόθεν γε δὴ πρὸς ἀλυπίαν ψυχῆς καὶ βίον ἀκύμονα χρημάτων
10ὄφελος ἢ δόξης ἢ δυνάμεως ἐν αὐλαῖς, ἂν μὴ τὸ χρώμενον

465

B

εὐχάριστον ᾖ τοῖς ἔχουσι καὶ τὸ τῶν ἀπόντων μὴ δεόμενον ἀεὶ παρακολουθῇ; τί δὲ τοῦτ’ ἐστὶν ἄλλο ἢ λόγος εἰθισ‐ μένος καὶ μεμελετηκὼς τοῦ παθητικοῦ καὶ ἀλόγου τῆς ψυχῆς ἐξισταμένου πολλάκις ἐπιλαμβάνεσθαι ταχὺ καὶ μὴ
5περιορᾶν ἀπορρέον καὶ καταφερόμενον ἀπὸ τῶν παρόντων; ὥσπερ οὖν ὁ Ξενοφῶν (Cyr. I 6, 3) παρῄνει τῶν θεῶν εὐτυχοῦντας μάλιστα μεμνῆσθαι καὶ τιμᾶν, ὅπως, ὅταν ἐν χρείᾳ γενώμεθα, θαρροῦντες αὐτοὺς παρακαλῶμεν ὡς εὐμενεῖς ὄντας ἤδη καὶ φίλους, οὕτω καὶ τῶν λόγων, ὅσοι
10πρὸς τὰ πάθη βοηθοῦσι, δεῖ πρὸ τῶν παθῶν ἐπιμελεῖ‐ σθαι τοὺς νοῦν ἔχοντας, ἵν’ ἐκ πολλοῦ παρεσκευασμένοι

465

C

μᾶλλον ὠφελῶσιν. ὡς γὰρ οἱ χαλεποὶ κύνες πρὸς πᾶσαν ἐκταραττόμενοι βοὴν ὑπὸ μόνης καταπραΰνονται τῆς
συνήθους, οὕτω καὶ τὰ πάθη τὰ τῆς ψυχῆς διαγριαινόμενα καταπαῦσαι ῥᾳδίως οὐκ ἔστιν, ἂν μὴ λόγοι παρόντες188
5οἰκεῖοι καὶ συνήθεις ἐπιλαμβάνωνται τῶν ταραττομένων. Ὁ μὲν οὖν εἰπὼν (Democrit. B 3) ὅτι ‘δεῖ τὸν εὐθυμεῖσθαι μέλλοντα μὴ πολλὰ πρήσσειν μήτε ἰδίῃ μήτε ξυνῇ,‘ πρῶτον μὲν ἡμῖν πολυτελῆ τὴν εὐθυμίαν καθίστησι, γινομένην ὤνιον ἀπραξίας· οἷον ἀρρώστῳ
10παραινῶν ἑκάστῳ (Eurip. Or. 258)
10
‘μέν’, ὦ ταλαίπωρ’, ἀτρέμα σοῖς ἐν δεμνίοις.‘
11 καίτοι κακὸν μὲν ἀναισθησία σώματι φάρμακον ἀπονίας,

465

D

οὐδὲν δὲ βελτίων ψυχῆς ἰατρὸς ὁ ῥᾳθυμίᾳ καὶ μαλακίᾳ καὶ προδοσίᾳ φίλων καὶ οἰκείων καὶ πατρίδος ἐξαιρῶν τὸ ταραχῶδες αὐτῆς καὶ λυπηρόν. ἔπειτα καὶ ψεῦδός ἐστι τὸ εὐθυμεῖν τοὺς μὴ πολλὰ πράσσοντας. ἔδει γὰρ εὐθυμοτέ‐
5ρας εἶναι γυναῖκας ἀνδρῶν οἰκουρίᾳ τὰ πολλὰ συνούσας· νυνὶ δ’ ὁ μὲν βορέας
6
‘διὰ παρθενικῆς ἁπαλόχροος οὐ διάησιν‘
7 ὥς φησιν Ἡσίοδος (OD 519), λῦπαι δὲ καὶ ταραχαὶ καὶ κακοθυμίαι διὰ ζηλοτυπίας καὶ δεισιδαιμονίας καὶ φιλο‐
10τιμίας καὶ κενῶν δοξῶν, ὅσας οὐκ ἂν εἴποι τις, εἰς τὴν γυναικωνῖτιν ὑπορρέουσιν· ὁ δὲ Λαέρτης εἴκοσιν ἔτη καθ’

465

E

αὑτὸν ἐν ἀγρῷ διαιτώμενος ‘γρηὶ σὺν ἀμφιπόλῳ, ἥ οἱ βρῶσίν τε πόσιν τε παρτίθει‘ (α 191), τὴν μὲν πατρίδα καὶ τὸν οἶκον καὶ τὴν βασιλείαν ἔφυγε, τὴν δὲ λύπην μετ’
ἀπραξίας καὶ κατηφείας ἀεὶ συνοικοῦσαν εἶχεν. ἐνίους δὲ189
5καὶ τὸ μὴ πράσσειν αὐτὸ πολλάκις εἰς ἀθυμίαν καθίστησιν, ὡς τοῦτον (Α 488)·
6
‘αὐτὰρ ὁ μήνιε νηυσὶ παρήμενος ὠκυπόροισι
διογενὴς Πηλέως υἱός, πόδας ὠκὺς Ἀχιλλεύς·
οὔτε ποτ’ εἰς ἀγορὴν πωλέσκετο κυδιάνειραν,
10οὔτε ποτ’ ἐς πόλεμον, ἀλλὰ φθινύθεσκε φίλον κῆρ αὖθι μένων, ποθέεσκε δ’ ἀυτήν τε πτόλεμόν τε·‘
11

465

F

καὶ λέγει περιπαθῶν ἐπὶ τούτῳ καὶ ἀσχάλλων αὐτός (Σ 104)
2
‘ἀλλ’ ἧμαι παρὰ νηυσὶν ἐτώσιον ἄχθος ἀρούρης.‘
3 ὅθεν οὐδ’ Ἐπίκουρος (fr. 555) οἴεται δεῖν ἡσυχάζειν, ἀλλὰ
5τῇ φύσει χρῆσθαι πολιτευομένους καὶ πράσσοντας τὰ κοινὰ τοὺς φιλοτίμους καὶ φιλοδόξους, ὡς μᾶλλον ὑπ’

466

A

ἀπραγμοσύνης | ταράττεσθαι καὶ κακοῦσθαι πεφυκότας, ἂν ὧν ὀρέγονται μὴ τυγχάνωσιν. ἀλλ’ ἐκεῖνος μὲν ἄτοπος οὐ τοὺς δυναμένους τὰ κοινὰ πράσσειν προτρεπόμενος ἀλλὰ τοὺς ἡσυχίαν ἄγειν μὴ δυναμένους· δεῖ δὲ μὴ πλή‐
5θει μηδ’ ὀλιγότητι πραγμάτων, ἀλλὰ τῷ καλῷ καὶ τῷ αἰσχρῷ τὸ εὔθυμον ὁρίζειν καὶ τὸ δύσθυμον· τῶν γὰρ καλῶν ἡ παράλειψις οὐχ ἧττον ἢ τῶν φαύλων ἡ πρᾶξις ἀνιαρόν ἐστι καὶ ταραχῶδες, ὡς εἴρηται. Τοὺς μὲν γὰρ ἀφωρισμένως ἕνα βίον ἄλυπον νομί‐
10ζοντας, ὡς ἔνιοι τὸν τῶν γεωργῶν ἢ τὸν τῶν ἠιθέων ἢ τὸν τῶν βασιλέων, ἱκανῶς ὁ Μένανδρος ὑπομιμνήσκει
λέγων (fr. 281)190

466

B

‘ᾤμην ἐγὼ τοὺς πλουσίους, ὦ Φανία, οἷς μὴ τὸ δανείζεσθαι πρόσεστιν, οὐ στένειν τὰς νύκτας οὐδὲ στρεφομένους ἄνω κάτω ‘οἴμοι‘ λέγειν, ἡδὺν δὲ καὶ πρᾶόν τινα
5ὕπνον καθεύδειν·‘
5 εἶτα προσδιελθὼν ὡς καὶ τοὺς πλουσίους ὁρᾷ ταὐτὰ πά‐ σχοντας τοῖς πένησιν
7
‘ἆρ’ ἐστί‘ φησί ‘συγγενές τι λύπη καὶ βίος;
τρυφερῷ βίῳ σύνεστιν, ἐνδόξῳ βίῳ
10πάρεστιν, ἀπόρῳ συγκαταγηράσκει βίῳ.‘
10 ἀλλ’ ὥσπερ οἱ δειλοὶ καὶ ναυτιῶντες ἐν τῷ πλεῖν, εἶτα ῥᾷον οἰόμενοι διάξειν, ἐὰν εἰς γαῦλον ἐξ ἀκάτου καὶ πάλιν

466

C

ἐὰν εἰς τριήρη μεταβῶσιν, οὐδὲν περαίνουσι τὴν χολὴν καὶ τὴν δειλίαν συμμεταφέροντες αὑτοῖς, οὕτως αἱ τῶν βίων ἀντιμεταλήψεις οὐκ ἐξαιροῦσι τῆς ψυχῆς τὰ λυ‐ ποῦντα καὶ ταράττοντα· ταῦτα δ’ ἐστὶν ἀπειρία πραγμά‐
5των, ἀλογιστία, τὸ μὴ δύνασθαι μηδ’ ἐπίστασθαι χρῆ‐ σθαι τοῖς παροῦσιν ὀρθῶς. ταῦτα καὶ πλουσίους χειμάζει καὶ πένητας, ταῦτα καὶ γεγαμηκότας ἀνιᾷ καὶ ἀγάμους· διὰ ταῦτα φεύγουσι τὴν ἀγορὰν εἶτα τὴν ἡσυχίαν οὐ φέρουσι, διὰ ταῦτα προαγωγὰς ἐν αὐλαῖς διώκουσι καὶ
10παρελθόντες εὐθὺς βαρύνονται.
10
‘δυσάρεστον οἱ νοσοῦντες ἀπορίας ὕπο‘ (Eur. Or. 232)· καὶ γὰρ ἡ γυνὴ λυπεῖ καὶ τὸν ἰατρὸν αἰτιῶνται καὶ δυσχε‐ ραίνουσι τὸ κλινίδιον,191
13

466

D

‘φίλων δ’ ὅ τ’ ἐλθὼν λυπρὸς ὅ τ’ ἀπιὼν βαρύσ‘
1 ὡς ὁ Ἴων φησίν (fr. 56 N.). εἶτα τῆς νόσου διαλυθείσης καὶ κράσεως ἑτέρας ἐγγενομένης ἦλθεν ἡ ὑγίεια φίλα πάντα ποιοῦσα καὶ προσηνῆ. ὁ γὰρ ἐχθὲς ᾠὰ καὶ ἀμύλια καὶ
5σητάνειον ἄρτον διαπτύων τήμερον αὐτόπυρον ἐπ’ ἐλαίαις ἢ καρδαμίδι σιτεῖται προσφιλῶς καὶ προθύμως. Τοιαύτην ὁ λογισμὸς εὐκολίαν καὶ μεταβολὴν ἐγγενό‐ μενος ποιεῖ πρὸς ἕκαστον βίον. Ἀλέξανδρος Ἀναξάρχου (Vors. 59 A 11) περὶ κόσμων ἀπειρίας ἀκούων ἐδάκρυε,
10καὶ τῶν φίλων ἐρωτώντων ὅ τι πέπονθεν, ‘οὐκ ἄξιον‘ ἔφη ‘δακρύειν, εἰ κόσμων ὄντων ἀπείρων ἑνὸς οὐδέπω

466

E

κύριοι γεγόναμεν;‘ Κράτης δὲ πήραν ἔχων καὶ τριβώνιον παίζων καὶ γελῶν ὥσπερ ἐν ἑορτῇ τῷ βίῳ διετέλεσε. καὶ μὴν καὶ τὸν Ἀγαμέμνονα τὸ πολλῶν βασιλεύειν ἐλύπει (Κ 88)
4
5‘γνώσεαι Ἀτρείδην Ἀγαμέμνονα, τὸν περὶ πάντων Ζεὺς ἐνέηκε πόνοισι διαμπερές·‘
6 Διογένης δὲ πωλούμενος ἔσκωπτε τὸν κήρυκα κατακείμε‐ νος· ἀναστῆναι δ’ οὐκ ἐβούλετο κελεύοντος, ἀλλὰ παίζων καὶ καταγελῶν ἔλεγεν ‘εἰ δ’ ἰχθῦν ἐπίπρασκες, —;‘ καὶ
10Σωκράτης μὲν ἐν δεσμωτηρίῳ φιλοσοφῶν διελέγετο τοῖς
ἑταίροις, ὁ δὲ Φαέθων ἀναβὰς εἰς τὸν οὐρανὸν ἔκλαιεν, εἰ192

466

F

μηδεὶς αὐτῷ τοὺς τοῦ πατρὸς ἵππους καὶ τὰ ἅρματα παρα‐ δίδωσιν. ὥσπερ οὖν τὸ ὑπόδημα τῷ ποδὶ συνδιαστρέφεται καὶ οὐ τοὐναντίον, οὕτω τοὺς βίους αἱ διαθέσεις συνεξο‐ μοιοῦσιν αὑταῖς. οὐ γὰρ ἡ συνήθεια ποιεῖ τοῖς ἑλομένοις
5τὸν ἄριστον βίον ἡδὺν ὥς τις εἶπεν, ἀλλὰ τὸ φρονεῖν ἅμα

467

A

τὸν αὐτὸν βίον ποιεῖ καὶ ἄριστον καὶ ἥδιστον. | διὸ τὴν πηγὴν τῆς εὐθυμίας ἐν αὐτοῖς οὖσαν ἡμῖν ἐκκαθαίρωμεν, ἵνα καὶ τὰ ἐκτὸς ὡς οἰκεῖα καὶ φίλια μὴ χαλεπῶς χρω‐ μένοις συμφέρηται·
4
5‘τοῖς πράγμασιν γὰρ οὐχὶ θυμοῦσθαι χρεών· μέλει γὰρ αὐτοῖς οὐδέν· ἀλλ’ οὑντυγχάνων τὰ πράγματ’ ὀρθῶς ἂν τιθῇ, πράξει καλῶσ‘
(Eurip. Bell. fr. 287).
8 Κυβείᾳ γὰρ ὁ Πλάτων (Resp. 604c) τὸν βίον ἀπεί‐
10κασεν, ἐν ᾧ καὶ βάλλειν δεῖ τὰ πρόσφορα, καὶ βαλόντα χρῆσθαι καλῶς τοῖς πεσοῦσι. τούτων δὲ τὸ μὲν βάλλειν οὐκ ἐφ’ ἡμῖν, τὸ δὲ προσηκόντως δέχεσθαι τὰ γινόμενα

467

B

παρὰ τῆς τύχης καὶ νέμειν ἑκάστῳ τόπον, ἐν ᾧ καὶ τὸ οἰκεῖον ὠφελήσει μάλιστα καὶ τὸ ἀβούλητον ἥκιστα λυπή‐ σει τοὺς ἐπιτυγχάνοντας, ἡμέτερον ἔργον ἐστίν, ἂν εὖ φρονῶμεν. τοὺς μὲν γὰρ ἀτέχνους καὶ ἀνοήτους περὶ τὸν
5βίον, ὥσπερ τοὺς νοσώδεις τοῖς σώμασι μήτε καῦμα φέρειν μήτε κρύος δυναμένους, ἐξίστησι μὲν εὐτυχία συστέλλει δὲ
δυστυχία, ταράττονται δ’ ὑπ’ ἀμφοτέρων, μᾶλλον δ’ ὑφ’ αὑτῶν ἐν ἀμφοτέροις καὶ οὐχ ἧττον ἐν τοῖς λεγομένοις ἀγαθοῖς. Θεόδωρος μὲν γὰρ ὁ κληθεὶς ἄθεος ἔλεγε τῇ193
10δεξιᾷ τοὺς λόγους ὀρέγοντος αὐτοῦ τῇ ἀριστερᾷ δέχεσθαι τοὺς ἀκροωμένους, οἱ δ’ ἀπαίδευτοι πολλάκις τὴν τύχην

467

C

δεξιὰν παρισταμένην ἐπαριστέρως μεταλαμβάνοντες ἀσχη‐ μονοῦσιν. οἱ δὲ φρόνιμοι, καθάπερ ταῖς μελίτταις μέλι φέρει τὸ δριμύτατον καὶ ξηρότατον ὁ θύμος, οὕτως ἀπὸ τῶν δυσχερεστάτων πολλάκις πραγμάτων οἰκεῖόν τι καὶ
5χρήσιμον αὑτοῖς λαμβάνουσι. Τοῦτ’ οὖν δεῖ πρῶτον ἀσκεῖν καὶ μελετᾶν, ὥσπερ ὁ τῆς κυνὸς ἁμαρτὼν τῷ λίθῳ καὶ τὴν μητρυιὰν πατάξας ‘οὐδ’ οὕτωσ‘ ἔφη ‘κακῶς·‘ ἔξεστι γὰρ μεθιστάναι τὴν τύχην ἐκ τῶν ἀβουλήτων. ἐφυγαδεύθη Διογένης· ‘οὐδ’
10οὕτως κακῶσ‘· ἤρξατο γὰρ φιλοσοφεῖν μετὰ τὴν φυγήν.

467

D

Ζήνωνι τῷ Κιτιεῖ μία ναῦς περιῆν φορτηγός· πυθόμενος δὲ ταύτην αὐτόφορτον ἀπολωλέναι συγκλυσθεῖσαν ‘εὖγ’‘ εἶπεν (fr. 277) ‘ὦ τύχη ποιεῖς, εἰς τὸν τρίβωνα καὶ τὴν στοὰν συνελαύνους’ ἡμᾶς.‘ τί οὖν κωλύει μιμεῖσθαι τού‐
5τους; ἀρχὴν παραγγέλλων διήμαρτες; ἐν ἀγρῷ διάξεις ἐπιμελόμενος τῶν ἰδίων. ἀλλὰ φιλίαν μνώμενος ἡγεμόνος ἀπώσθης; ἀκινδύνως καὶ ἀπραγμόνως βιώσῃ. πάλιν ἐν
πράγμασιν ἀσχολίας ἔχουσι καὶ φροντίδας γέγονας; ‘οὐδὲ θερμὸν ὕδωρ τόσον γε τεύξει μαλθακὰ γυῖα‘194
9
10κατὰ Πίνδαρον (Nem. 4, 4), ὡς δόξα ποιεῖ καὶ τὸ τιμᾶσθαι μετά τινος δυνάμεως ‘πόνον ἡδὺν κάματόν τ’ εὐκάματον‘

467

E

(Eur. Bacch. 66). ἀλλά τις ἀπήντηκεν ἐκ διαβολῆς ἢ φθό‐ νου δυσημερία καὶ σκορακισμός; ἐπὶ τὰς Μούσας οὔριον τὸ πνεῦμα καὶ τὴν Ἀκαδήμειαν, ὥσπερ Πλάτωνι χειμα‐ σθέντι περὶ τὴν Διονυσίου φιλίαν.
5 Διὸ καὶ τοῦτο πρὸς εὐθυμίαν μέγα, τὸ τοὺς ἐνδόξους ἀποθεωρεῖν, εἰ μηδὲν ὑπὸ τῶν αὐτῶν πεπόνθασιν. οἷον ἀπαιδία τὸ λυποῦν ἐστι; τοὺς Ῥωμαίων ὅρα βασιλεῖς, ὧν οὐδεὶς υἱῷ τὴν ἀρχὴν ἀπέλιπε. πενίᾳ δυσφορεῖς παρούσῃ; καὶ τίς ἂν ἐβούλου μᾶλλον εἶναι Βοιωτῶν ἢ Ἐπαμεινώνδας;
10τίς δὲ Ῥωμαίων ἢ Φαβρίκιος; ‘ἀλλὰ διέφθαρταί μου τὸ γύναιον.‘ οὐκ ἀνέγνωκας οὖν τὸ ἐπίγραμμα τὸ ἐν Δελφοῖς
11

467

F

‘ὑγρᾶς καὶ τραφερᾶς βασιλεὺς Ἆγίς μ’ ἀνέθηκεν,‘
1 οὐδ’ ἀκήκοας, ὅτι τούτου τὴν γυναῖκα Τιμαίαν Ἀλκιβιάδης διέφθειρε, καὶ τὸ γεννηθὲν Ἀλκιβιάδην ἐκάλει ψιθυρί‐ ζουσα πρὸς τὰς θεραπαινίδας; ἀλλὰ τοῦτ’ Ἆγιν οὐκ ἐκώ‐
5λυσεν ἐνδοξότατον Ἑλλήνων εἶναι καὶ μέγιστον· ὥσπερ

468

A

οὐδὲ Στίλπωνα τῶν κατ’ αὐτὸν φιλοσόφων | ἱλαρώτατα ζῆν ἀκόλαστος οὖς’ ἡ θυγάτηρ· ἀλλὰ καὶ Μητροκλέους ὀνειδίσαντος ‘ἐμὸν οὖν‘ ἔφη ‘ἁμάρτημα τοῦτ’ ἐστὶν ἢ ἐκείνης;‘ εἰπόντος δὲ τοῦ Μητροκλέους ‘ἐκείνης μὲν
5ἁμάρτημα σὸν δ’ ἀτύχημα‘ ‘πῶς λέγεις;‘ εἶπεν ‘οὐχὶ τὰ
ἁμαρτήματα καὶ διαπτώματ’ ἐστί;‘ ‘πάνυ μὲν οὖν‘ ἔφη. ‘τὰ δὲ διαπτώματ’ οὐχ ὧν διαπτώματα, καὶ ἀποτεύγματα;‘ συνωμολόγησεν ὁ Μητροκλῆς. ‘τὰ δ’ ἀποτεύγματ’ οὐχ ὧν ἀποτεύγματ’, ἀτυχήματα;‘ πράῳ λόγῳ καὶ φιλοσόφῳ195
10κενὸν ἀποδείξας ὕλαγμα τὴν τοῦ κυνικοῦ βλασφημίαν.

468

B

Τοὺς δὲ πολλοὺς οὐ μόνον τὰ τῶν φίλων καὶ οἰκείων ἀλλὰ καὶ τὰ τῶν ἐχθρῶν ἀνιᾷ καὶ παροξύνει κακά. βλασφημίαι γὰρ καὶ ὀργαὶ καὶ φθόνοι καὶ κακοήθειαι καὶ ζηλοτυπίαι μετὰ δυσμενείας αὐτῶν μέν εἰσι τῶν ἐχόντων
5κῆρες, ἐνοχλοῦσι δὲ καὶ παροξύνουσι τοὺς ἀνοήτους· ὥσπερ ἀμέλει καὶ γειτόνων ἀκραχολίαι καὶ συνήθων δυσκολίαι καὶ τῶν περὶ τὰς πράξεις ὑπουργῶν μοχθη‐ ρίαι τινές. ὑφ’ ὧν οὐχ ἥκιστά μοι δοκεῖς καὶ αὐτὸς ἐπιτα‐ ραττόμενος, ὥσπερ οἱ Σοφοκλέους ἰατροί (fr. 770) ‘πικρὰν
10χολὴν κλύζουσι φαρμάκῳ πικρῷ,‘ οὕτως ἀντιχαλεπαί‐ νειν καὶ συνεκπικραίνεσθαι τοῖς ἐκείνων πάθεσι καὶ

468

C

νοσήμασιν, οὐκ εὐλόγως. ἃ γὰρ πράττεις πράγματα πεπιστευμένος, οὐχ ἁπλοῖς ἤθεσιν οὐδὲ χρηστοῖς ὥσπερ εὐφυέσιν ὀργάνοις ἀλλὰ καρχάροις τὰ πολλὰ καὶ σκο‐ λιοῖς διακονεῖται. τὸ μὲν οὖν ἀπευθύνειν ταῦτα μὴ νόμιζε
5σὸν ἔργον εἶναι μηδ’ ἄλλως ῥᾴδιον· ἂν δ’ ὡς τοιούτοις αὐτοῖς πεφυκόσι χρώμενος, ὥσπερ ἰατρὸς ὀδοντάγραις καὶ ἀγκτῆρσιν, ἤπιος φαίνῃ καὶ μέτριος ἐκ τῶν ἐνδεχομένων, εὐφρανεῖ τῇ σῇ διαθέσει μᾶλλον ἢ λυπήσει ταῖς ἑτέρων ἀηδίαις καὶ μοχθηρίαις, ὥσπερ κύνας ἂν ὑλακτῶσι, τὸ
10προσῆκον αὐτοῖς ἐκείνους οἰόμενος περαίνειν † ἐπὶ λήσεις πολλὰ λυπηρὰ συνάγων ὥσπερ εἰς χωρίον κοῖλον καὶ196

468

D

ταπεινὸν ἐπιρρέοντα τὴν μικροψυχίαν ταύτην καὶ τὴν ἀσθένειαν, ἀλλοτρίων ἀναπιμπλάμενος κακῶν. ὅπου γὰρ ἔνιοι τῶν φιλοσόφων καὶ τὸν ἔλεον ψέγουσι πρὸς ἀτυ‐ χοῦντας ἀνθρώπους γιγνόμενον, ὡς καλοῦ τοῦ βοηθεῖν οὐ
5τοῦ συναλγεῖν καὶ συνενδιδόναι τοῖς πλησίον ὄντος, ὃ δὲ μεῖζόν ἐστιν, οὐδ’ αὑτῶν ἁμαρτανόντων καὶ διακειμένων φαύλως τὸ ἦθος αἰσθανομένους ἀθυμεῖν καὶ δυσφορεῖν ἐῶσιν ἀλλὰ θεραπεύειν ἄνευ λύπης τὴν κακίαν ᾗ δεῖ, σκόπει πῶς οὐκ ἄλογόν ἐστι περιορᾶν αὑτούς, ὅτι μὴ
10πάντες εἰσὶν οἱ χρώμενοι καὶ προσιόντες ἡμῖν ἐπιεικεῖς καὶ

468

E

χαρίεντες, ἀχθομένους καὶ δυσκολαίνοντας. ἀλλ’ ὅρα, φίλε Πάκκιε, μὴ λανθάνομεν ἑαυτοὺς οὐ τὸ καθόλου τῆς μοχθηρίας τῶν ἐντυγχανόντων ἀλλὰ τὸ πρὸς ἡμᾶς ὑπὸ φιλαυτίας τινὸς οὐ μισοπονηρίας προβαλλόμενοι καὶ δεδοι‐
5κότες. αἱ γὰρ σφοδραὶ περὶ τὰ πράγματα πτοῖαι καὶ παρ’ ἀξίαν ἐφέσεις καὶ διώξεις ἢ πάλιν ἀποστροφαὶ καὶ δια‐ βολαὶ τὰς πρὸς ἀνθρώπους ἐγγεννῶσιν ὑποψίας καὶ δυσκο‐ λίας, ὑφ’ ὧν τὰ μὲν ἀποστερεῖσθαι τοῖς δὲ περιπίπτειν δοκοῦμεν· ὁ δὲ τοῖς πράγμασιν ἐθισθεὶς ἐλαφρῶς συμπε‐
10ριφέρεσθαι καὶ μετρίως εὐκολώτατος ἀνθρώποις ὁμιλεῖν

468

F

γίγνεται καὶ πραότατος. Ὅθεν ἐκεῖνον αὖθις τὸν περὶ τῶν πραγμάτων λόγον
ἀναλάβωμεν. ὡς γὰρ ἐν τῷ πυρέττειν πικρὰ πάντα καὶ ἀηδῆ φαίνεται γευομένοις, ἀλλ’ ὅταν ἴδωμεν ἑτέρους197
5τὰ αὐτὰ προσφερομένους καὶ μὴ δυσχεραίνοντας, οὐκέτι τὸ σιτίον οὐδὲ τὸ ποτὸν ἀλλ’ αὑτοὺς αἰτιώμεθα καὶ τὴν

469

A

νόσον, οὕτως καὶ | τοῖς πράγμασι παυσόμεθα μεμφόμενοι καὶ δυσχεραίνοντες, ἂν ἑτέρους τὰ αὐτὰ προσδεχομένους ἀλύπως καὶ ἱλαρῶς ὁρῶμεν. ἀγαθὸν τοίνυν ἐν τοῖς ἀβου‐ λήτοις συμπτώμασι πρὸς εὐθυμίαν καὶ τὸ μὴ παρορᾶν
5ὅσα προσφιλῆ καὶ ἀστεῖα πάρεστιν ἡμῖν, ἀλλὰ μιγνύντας ἐξαμαυροῦν τὰ χείρονα τοῖς βελτίοσι. νῦν δὲ τὰς μὲν ὄψεις ὑπὸ τῶν ἄγαν λαμπρῶν τιτρωσκομένας ἀποστρέ‐ φοντες ταῖς ἀνθηραῖς καὶ ποώδεσι χροιαῖς παρηγοροῦ‐ μεν, τὴν δὲ διάνοιαν ἐντείνομεν εἰς τὰ λυπηρὰ καὶ προσβια‐
10ζόμεθα τοῖς τῶν ἀνιαρῶν ἐνδιατρίβειν ἀναλογισμοῖς,

469

B

μονονοὺ βίᾳ τῶν βελτιόνων ἀποσπάσαντες. καίτοι τό γε πρὸς τὸν πολυπράγμονα λελεγμένον οὐκ ἀηδῶς δεῦρ’ ἔστι μετενεγκεῖν (Com. ad. 359)
3
‘τί τἀλλότριον, ἄνθρωπε βασκανώτατε,
5κακὸν ὀξυδορκεῖς, τὸ δ’ ἴδιον παραβλέπεις;‘
5 τί τὸ σεαυτοῦ κακόν, ὦ μακάριε, λίαν καταβλέπεις καὶ ποιεῖς ἐναργὲς ἀεὶ καὶ πρόσφατον ἀγαθοῖς δὲ παροῦσιν οὐ προσάγεις τὴν διάνοιαν, ἀλλ’ ὥσπερ αἱ σικύαι τὸ χείρι‐ στον ἐκ τῆς σαρκὸς ἕλκουσιν, οὕτω τὰ κάκιστα τῶν ἰδίων
10συνάγεις ἐπὶ σαυτόν, οὐδέν τι τοῦ Χίου βελτίων γινόμενος ὃς πολὺν καὶ χρηστὸν οἶνον ἑτέροις πιπράσκων ἑαυτῷ

469

C

πρὸς τὸ ἄριστον ὀξίνην ἐζήτει διαγευόμενος, οἰκέτης δέ τις ἐρωτηθεὶς ὑφ’ ἑτέρου τί ποιοῦντα τὸν δεσπότην κατα‐
λέλοιπεν ‘ἀγαθῶν‘ ἔφη ‘παρόντων κακὸν ζητοῦντα;‘ καὶ γὰρ οἱ πολλοὶ τὰ χρηστὰ καὶ πότιμα τῶν ἰδίων ὑπερβαί‐198
5νοντες ἐπὶ τὰ δυσχερῆ καὶ μοχθηρὰ τρέχουσιν. ὁ δ’ Ἀρίστιππος οὐ τοιοῦτος, ἀλλ’ ἀγαθὸς ὥσπερ ἐπὶ ζυγοῦ πρὸς τὰ βελτίονα τῶν ὑποκειμένων ἐξαναφέρειν καὶ ἀνα‐ κουφίζειν αὑτόν· χωρίον γοῦν ἀπολέσας καλὸν ἠρώτησεν ἕνα τῶν πάνυ προσποιουμένων συνάχθεσθαι καὶ συναγα‐
10νακτεῖν ‘οὐχὶ σοὶ μὲν χωρίδιον ἓν ἔστιν, ἐμοὶ δὲ τρεῖς ἀγροὶ καταλείπονται;‘ συνομολογήσαντος δ’ ἐκείνου, ‘τί

469

D

οὖν‘ εἶπεν ‘οὐ σοὶ μᾶλλον ἡμεῖς συναχθόμεθα;‘ μανικὸν γάρ ἐστι τοῖς ἀπολλυμένοις ἀνιᾶσθαι μὴ χαίρειν δὲ τοῖς σῳζομένοις, ἀλλ’ ὥσπερ τὰ μικρὰ παιδάρια, ἀπὸ πολλῶν παιγνίων ἂν ἕν τις ἀφέληταί τι, καὶ τὰ λοιπὰ πάντα προσ‐
5ρίψαντα κλαίει καὶ βοᾷ, τὸν αὐτὸν τρόπον ἡμᾶς περὶ ἓν ὀχληθέντας ὑπὸ τῆς τύχης καὶ τἄλλα πάντα ποιεῖν ἀνό‐ νητα ἑαυτοῖς ὀδυρομένους καὶ δυσφοροῦντας. ‘Καὶ τί‘ φήσαι τις ἂν ‘ἔχομεν, τί δ’ οὐκ ἔχομεν‘; ὁ μὲν δόξαν ὁ δ’ οἶκον ὁ δὲ γάμον, τῷ δὲ φίλος ἀγαθός
10ἐστιν. Ἀντίπατρος δ’ ὁ Ταρσεὺς (St. V. Fr. III fr. 15) πρὸς τῷ τελευτᾶν ἀναλογιζόμενος ὧν ἔτυχεν ἀγαθῶν, οὐδὲ τὴν εὔπλοιαν παρέλιπε τὴν ἐκ Κιλικίας αὐτῷ γενο‐

469

E

μένην εἰς Ἀθήνας. δεῖ δὲ καὶ τὰ κοινὰ μὴ παρορᾶν ἀλλ’ ἔν τινι λόγῳ τίθεσθαι καὶ χάριν ἔχειν, ὅτι ζῶμεν ὑγιαίνομεν
τὸν ἥλιον ὁρῶμεν· οὐ πόλεμος οὐ στάσις ἐστίν· ἀλλὰ καὶ ἡ γῆ παρέχει γεωργεῖν καὶ θάλασσα πλεῖν ἀδεῶς τοῖς199
5βουλομένοις· καὶ λέγειν ἔξεστι καὶ πράττειν καὶ σιωπᾶν καὶ σχολάζειν. εὐθυμήσομεν δὲ τούτοις μᾶλλον παροῦσιν, ἂν μὴ παρόντων αὐτῶν φαντασίαν λαμβάνωμεν, ἀνα‐ μιμνήσκοντες αὑτοὺς πολλάκις, ὡς ποθεινόν ἐστιν ὑγεία νοσοῦσι καὶ πολεμουμένοις εἰρήνη καὶ κτήσασθαι δόξαν

469

F

ἐν πόλει τηλικαύτῃ καὶ φίλους ἀγνῶτι καὶ ξένῳ, καὶ τὸ στέρεσθαι γενομένων ὡς ἀνιαρόν. οὐ γὰρ τότε γίνεται μέγα καὶ τίμιον ἕκαστον ἡμῖν, ὅταν ἀπόληται, σῳζόμενον δὲ τὸ μηθέν ἐστιν (οὐδενὶ γὰρ ἀξίαν τὸ μὴ εἶναι προστί‐
5θησιν), οὐδὲ δεῖ κτᾶσθαι μὲν ὡς μεγάλα καὶ τρέμειν ἀεὶ δεδιότας ὡς ὑπὲρ μεγάλων μὴ στερηθῶμεν, ἔχοντας δὲ

470

A

παρορᾶν καὶ καταφρονεῖν ὡς μηδενὸς ἀξίων, | ἀλλὰ χρῆ‐ σθαι μάλιστα ἐπὶ τῷ χαίρειν καὶ ἀπολαύειν αὐτῶν, ἵνα καὶ τὰς ἀποβολάς, ἂν συντυγχάνωσι, πραότερον φέρωμεν. οἱ δὲ πολλοὶ ποιήματα μέν, ὡς ἔλεγεν Ἀρκεσίλαος, ἀλλότρια
5καὶ γραφὰς καὶ ἀνδριάντας οἴονται δεῖν ἀκριβῶς καὶ κατὰ μέρος ἕκαστον ἐπιπορευόμενοι τῇ διανοίᾳ καὶ τῇ ὄψει θεω‐ ρεῖν, τὸν δ’ ἑαυτῶν βίον ἔχοντα πολλὰς οὐκ ἀτερπεῖς ἀνα‐ θεωρήσεις ἐῶσιν, ἔξω βλέποντες ἀεὶ καὶ θαυμάζοντες ἀλλοτρίας δόξας καὶ τύχας ὥσπερ μοιχοὶ τὰς ἑτέρων γυναῖ‐
10κας, αὑτῶν δὲ καὶ τῶν ἰδίων καταφρονοῦντες. Καίτοι καὶ τοῦτο μέγα πρὸς εὐθυμίαν ἐστί, τὸ

470

B

μάλιστα μὲν αὑτὸν ἐπισκοπεῖν καὶ τὰ καθ’ αὑτόν, εἰ δὲ μὴ, τοὺς ὑποδεεστέρους ἀποθεωρεῖν καὶ μή, καθάπερ οἱ πολ‐
λοὶ πρὸς τοὺς ὑπερέχοντας ἀντιπαρεξάγουσιν. οἷον εὐθὺς οἱ δεδεμένοι εὐδαιμονίζουσι τοὺς λελυμένους, ἐκεῖνοι δὲ200
5τοὺς ἐλευθέρους οἱ δ’ ἐλεύθεροι τοὺς πολίτας, οὗτοι δὲ πάλιν αὖ τοὺς πλουσίους, οἱ δὲ πλούσιοι τοὺς σατράπας οἱ δὲ σατράπαι τοὺς βασιλεῖς, οἱ δὲ βασιλεῖς τοὺς θεούς, μονο‐ νουχὶ βροντᾶν καὶ ἀστράπτειν ἐθέλοντες. εἶθ’ οὕτως ἀεὶ τῶν ὑπὲρ ἑαυτοὺς ἐνδεεῖς ὄντες οὐδέποτε τοῖς καθ’
10ἑαυτοὺς χάριν ἔχουσιν.
10
‘οὔ μοι τὰ Γύγεω τοῦ πολυχρύσου μέλει

470

C

οὐδ’ εἷλέ πώ με ζῆλος οὐδ’ ἀγαίομαι θεῶν ἔργα, μεγάλης δ’ οὐκ ἐρῶ τυραννίδος· ἀπόπροθεν γάρ ἐστιν ὀφθαλμῶν ἐμῶν‘
(Archil. fr. 25).
4
5‘Θάσιος γὰρ ἦν ἐκεῖνοσ‘· ἄλλος δέ τις Χῖος, ἄλλος δὲ Γαλά‐ της ἢ Βιθυνὸς οὐκ ἀγαπῶν, εἴ τινος μερίδος ἢ δόξαν ἢ δύναμιν ἐν τοῖς ἑαυτοῦ πολίταις εἴληχεν, ἀλλὰ κλαίων ὅτι μὴ φορεῖ πατρικίους· ἐὰν δὲ καὶ φορῇ, ὅτι μηδέπω στρα‐ τηγεῖ Ῥωμαίων· ἐὰν δὲ καὶ στρατηγῇ, ὅτι μὴ ὑπατεύει·
10καὶ ὑπατεύων, ὅτι μὴ πρῶτος ἀλλ’ ὕστερος ἀνηγορεύθη. τοῦτο δ’ ἐστὶ τί ἄλλο ἢ συλλέγοντα προφάσεις ἀχαριστίας

470

D

ἐπὶ τὴν τύχην αὐτὸν ὑφ’ αὑτοῦ κολάζεσθαι καὶ διδόναι δίκην; ἀλλ’ ὅ γε νοῦν ἔχων σωτήρια φρονοῦντα τοῦ ἡλίου μυριάδας ἀνθρώπων ἐφορῶντος (Simon. fr. 5, 17)201
3
‘εὐρυεδοῦς ὅσοι καρπὸν αἰνύμεθα χθονός,‘
4
5οὐκ εἴ τινων ἧττον ἔνδοξός ἐστι καὶ πλούσιος, ὀδυρόμενος κάθηται καὶ ταπεινούμενος, ἀλλ’ ὅτι μυρίων μυριάκις ἐν τοσούτοις εὐσχημονέστερον ζῇ καὶ βέλτιον, ὑμνῶν τὸν ἑαυτοῦ δαίμονα καὶ τὸν βίον [ἐν] ὁδῷ πρόεισιν. ἐν Ὀλυμ‐ πίᾳ μὲν γὰρ οὐκ ἔστι νικᾶν ἐκλεγόμενον ἀντιπάλους,
10ἐν δὲ τῷ βίῳ τὰ πράγματα δίδωσι περιόντα πολλῶν φρονεῖν καὶ ζηλωτὸν εἶναι μᾶλλον ἢ ζηλοῦν ἑτέρους, ἄν γε

470

E

δὴ μὴ τοῦ Βριάρεω μηδὲ τοῦ Ἡρακλέους ποιήσῃς σεαυ‐ τὸν ἀνταγωνιστήν. ὅταν οὖν πάνυ θαυμάσῃς ὡς κρείττονα τὸν ἐν τῷ φορείῳ κομιζόμενον, ὑποκύψας θέασαι καὶ τοὺς βαστάζοντας· καὶ ὅταν διαβαίνοντα τὴν σχεδίαν μακα‐
5ρίσῃς τὸν Ξέρξην ἐκεῖνον ὡς ὁ Ἑλλησπόντιος (Herod. VII 56), ἴδε καὶ τοὺς ὑπὸ μάστιξι διορύττοντας τὸν Ἄθω καὶ τοὺς περικοπτομένους ὦτα καὶ ῥῖνας ἐπὶ τῷ διαλυ‐ θῆναι τὴν γέφυραν ὑπὸ τοῦ κλύδωνος, ἅμα καὶ τὴν ἐκείνων ἀποθεωρῶν διάνοιαν ὅτι τὸν σὸν βίον καὶ τὰ σὰ
10πράγματα μακαρίζουσιν. ὁ Σωκράτης ἀκούσας τινὸς τῶν

470

F

φίλων λέγοντος ὡς πολυτελὴς ἡ πόλις ‘μνᾶς ὁ Χῖος οἶνος, ἡ πορφύρα τριῶν μνῶν, τοῦ μέλιτος ἡ κοτύλη πέντε δραχμῶν‘ λαβὼν αὐτὸν προσήγαγε τοῖς ἀλφίτοις ‘ὀβολοῦ τὸ ἡμίεκτον, εὐτελὴς ἡ πόλις·‘ εἶτα ταῖς ἐλαίαις ‘δύο
5χαλκῶν ἡ χοῖνιξ‘, εἶτα ταῖς ἐξωμίσι ‘δέκα δραχμῶν, εὐτελὴς ἡ πόλις.‘ οὐκοῦν καὶ ἡμεῖς, ὅταν ἀκούσω‐ μεν ἑτέρου λέγοντος, ὡς μικρὰ τὰ καθ’ ἡμᾶς πράγματα καὶ λυπρὰ δεινῶς, μὴ ὑπατευόντων μηδ’ ἐπιτροπευόντων,202

471

A

ἔξεστιν εἰπεῖν | ‘λαμπρὰ τὰ καθ’ ἡμᾶς πράγματα καὶ ζηλωτὸς ἡμῶν ὁ βίος· οὐ προσαιτοῦμεν οὐκ ἀχθοφοροῦμεν οὐ κολακεύομεν.‘ Οὐ μὴν ἀλλ’ ἐπεὶ πρὸς ἑτέρους μᾶλλον ἢ πρὸς
5αὑτοὺς ὑπ’ ἀβελτερίας εἰθίσμεθα ζῆν, καὶ πολὺ τὸ δύσζη‐ λον ἡ φύσις ἔχουσα καὶ τὸ βάσκανον οὐ χαίρει τοσοῦτον τοῖς ἰδίοις, ὅσον ἀνιᾶται τοῖς ἀλλοτρίοις ἀγαθοῖς, μὴ μόνον ὅρα τὰ λαμπρὰ καὶ τὰ περιβόητα τῶν ζηλουμένων ὑπὸ σοῦ καὶ θαυμαζομένων, ἀλλ’ ἀνακαλύψας καὶ δια‐
10στείλας ὥσπερ ἀνθηρὸν παραπέτασμα τὴν δόξαν αὐτῶν καὶ τὴν ἐπιφάνειαν ἐντὸς γενοῦ, καὶ κατόψει πολλὰ δυσχερῆ

471

B

καὶ πολλὰς ἀηδίας ἐνούσας αὐτοῖς. ὁ γοῦν Πιττακὸς ἐκεῖ‐ νος, οὗ μέγα μὲν ἀνδρείας μέγα δὲ σοφίας καὶ δικαιοσύνης κλέος, εἱστία ξένους· ἐπελθοῦσα δ’ ἡ γυνὴ μετ’ ὀργῆς ἀνέτρεψε τὴν τράπεζαν· τῶν δὲ ξένων διατραπέντων
5‘ἑκάστῳ τι‘ ἔφη ‘ἡμῶν κακὸν ἔστιν· ᾧ δὲ τοὐμόν, ἄριστα πράττει.‘
6
‘οὗτος μακάριος ἐν ἀγορᾷ νομίζεται,
ὅταν δ’ ἀνοίξῃ τὴν θύραν, τρισάθλιος·
γυνὴ κρατεῖ πάντων, ἐπιτάσσει, μάχετ’ ἀεί.
10ἀπὸ πλειόνων ὀδυνᾶτ’, ἐγὼ δ’ ἀπ’ οὐδενόσ‘
(Menand. fr. 302). τοιαῦτα πολλὰ καὶ πλούτῳ καὶ δόξῃ καὶ βασιλείᾳ πρόσε‐ στιν ἄδηλα τοῖς πολλοῖς· ἐπιπροσθεῖ γὰρ ὁ τῦφος.
203
13

471

C

‘ὦ μάκαρ Ἀτρείδη, μοιρηγενές, ὀλβιόδαιμον‘ (Γ 182)—
1 ἔξωθεν οὗτος ὁ μακαρισμός, ὅπλων καὶ ἵππων καὶ στρα‐ τιᾶς περικεχυμένης· αἱ δὲ τῶν παθῶν φωναὶ πρὸς τὴν κενὴν δόξαν ἔνδοθεν ἀντιμαρτυροῦσι
4
5‘Ζεύς με μέγα Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ‘ (Ι 18)
5 καί
6
‘ζηλῶ σε, γέρον,
ζηλῶ δ’ ἀνδρῶν ὃς ἀκίνδυνον
βίον ἐξεπέρας’ ἀγνὼς ἀκλεήσ‘
10(Eur. Iph. Aul. 16).
10 ἔξεστιν οὖν καὶ τούτοις τοῖς ἐπιλογισμοῖς ἀπαρύτειν τοῦ πρὸς τὴν τύχην μεμψιμοίρου καὶ διὰ τὸ θαυμάζειν τὰ τῶν πλησίον ἐκταπεινοῦντος τὰ οἰκεῖα καὶ καταβάλλον‐ τος.

471

D

Οὐχ ἥκιστα τοίνυν εὐθυμίαν κολούει τὸ μὴ συμμέ‐ τροις χρῆσθαι πρὸς τὴν ὑποκειμένην δύναμιν ὁρμαῖς ὥσπερ ἱστίοις, ἀλλὰ μειζόνων ἐφιεμένους ταῖς ἐλπίσιν εἶτ’ ἀποτυγχάνοντας αἰτιᾶσθαι δαίμονα καὶ τύχην ἀλλὰ
5μὴ τὴν αὑτῶν ἀβελτερίαν. οὐδὲ γὰρ ὁ τοξεύειν τῷ ἀρότρῳ βουλόμενος καὶ τῷ βοῒ τὸν λαγῶ κυνηγετεῖν δυσ‐ τυχής ἐστιν οὐδὲ τῷ γρίφοις καὶ σαγήναις ἐλάφους μὴ λαμβάνοντι μηδὲ ὗς δαίμων ἐναντιοῦται μοχθηρός, ἀλλ’ ἀβελτερίᾳ καὶ μωρίᾳ τοῖς ἀδυνάτοις ἐπιχειροῦσιν.
10αἴτιον δ’ ἡ φιλαυτία μάλιστα, φιλοπρώτους ποιοῦσα καὶ φιλονίκους ἐν πᾶσι καὶ πάντων ἐπιδραττομένους ἀπλή‐204

471

E

στως. οὐ γὰρ πλούσιοι μόνον ὁμοῦ καὶ λόγιοι καὶ ἰσχυροὶ καὶ συμποτικοὶ καὶ ἡδεῖς εἶναι καὶ φίλοι βασι‐ λέων καὶ πόλεων ἄρχοντες ἀξιοῦσιν, ἀλλ’ εἰ μὴ καὶ κύνας ἕξουσι πρωτεύοντας ἀρετῇ καὶ ἵππους καὶ ὄρτυγας καὶ
5ἀλεκτρυόνας ἀθυμοῦσι. Διονύσιος ὁ πρεσβύτερος οὐκ ἠγάπα μέγιστος ὢν τῶν τότε τυράννων, ἀλλ’ ὅτι Φιλοξένου τοῦ ποιητοῦ μὴ βέλτιον ᾖδε μηδὲ περιῆν ἐν τῷ διαλέγεσθαι Πλάτωνος, ὀργισθεὶς καὶ παροξυνθεὶς τὸν μὲν εἰς τὰς λατομίας ἐνέβαλε τὸν δ’ ἀπέδοτο πέμψας εἰς Αἴγιναν. οὐ
10τοιοῦτος ὁ Ἀλέξανδρος, ἀλλ’ ἐπεὶ Κρίσων ὁ σταδιοδρόμος ἁμιλλώμενος αὐτῷ περὶ τάχους ἔδοξεν ἑκὼν παρεῖναι,

471

F

σφόδρα διηγανάκτησεν. εὖ δὲ καὶ ὁ ποιητικὸς Ἀχιλλεὺς ὑπειπὼν ‘τοῖος ἐὼν οἷος οὔ τις Ἀχαιῶν χαλκοχιτώνων‘ ἐπήνεγκεν ‘ἐν πολέμῳ· ἀγορῇ δέ τ’ ἀμείνονές εἰσι καὶ ἄλλοι‘ (Σ 105. 6). Μεγάβυζον δὲ τὸν Πέρσην εἰς τὸ

472

A

ζωγραφεῖον ἀναβάντα τὸ Ἀπελλοῦ | καὶ λαλεῖν ἐπιχειρή‐ σαντα περὶ τῆς τέχνης ἐπεστόμισεν ὁ Ἀπελλῆς εἰπών ‘ἕως μὲν ἡσυχίαν ἦγες, ἐδόκεις τις εἶναι διὰ τὰ χρυσία καὶ τὴν πορφύραν, νυνὶ δὲ καὶ ταυτὶ τὰ τρίβοντα τὴν ὤχραν
5παιδάρια καταγελᾷ σου φλυαροῦντος.‘ ἀλλ’ ἔνιοι τοὺς μὲν Στωικοὺς οἴονται παίζειν, ὅταν ἀκούσωσι τὸν σοφὸν παρ’ αὐτοῖς μὴ μόνον φρόνιμον καὶ δίκαιον καὶ ἀνδρεῖον, ἀλλὰ καὶ ῥήτορα καὶ ποιητὴν καὶ στρατηγὸν καὶ πλούσιον καὶ βασιλέα προσαγορευόμενον (St. V. Fr. III 655), αὑτοὺς
10δὲ πάντων ἀξιοῦσι τούτων, κἂν μὴ τυγχάνωσιν, ἀνιῶνται. καίτοι καὶ τῶν θεῶν ἄλλος ἄλλην ἔχων δύναμιν ὁ μὲν

472

B

ἐνυάλιος ὁ δὲ μαντεῖος ὁ δὲ κερδῷος ἐπονομάζεται· καὶ τὴν Ἀφροδίτην ὁ Ζεύς, ὡς οὐ μετὸν αὐτῇ πολεμικῶν ἔργων, ἐπὶ γάμους ἀποστέλλει καὶ θαλάμους (Ε 428). Τινὰ γὰρ οὐδὲ συνυπάρχειν ἀλλὰ μᾶλλον ὑπεναν‐205
5τιοῦσθαι πέφυκεν ἀλλήλοις τῶν σπουδαζομένων. οἷον ἄσκησις λόγων καὶ μαθημάτων ἀνάληψις ἀπραγμοσύνης δεῖται καὶ σχολῆς, δυνάμεις δὲ πολιτικαὶ καὶ φιλίαι βασι‐ λέων οὐκ ἄνευ πραγμάτων οὐδ’ ἀσχολιῶν περιγίγνονται. καὶ μήν ‘οἶνός τε καὶ σαρκῶν ἐμφορήσεις σῶμα μὲν ἰσχυ‐
10ρὸν ποιοῦσι καὶ ῥωμαλέον, ψυχὴν δ’ ἀσθενῆ·‘ καὶ χρημά‐ των ἐπιμέλεια μὲν συνεχὴς καὶ τήρησις αὔξει πλοῦτον,

472

C

ὑπεροψία δὲ καὶ περιφρόνησις μέγα πρὸς φιλοσοφίαν ἐφόδιον. ὅθεν οὐ πάντα πάντων ἐστίν, ἀλλὰ δεῖ τῷ Πυ‐ θικῷ γράμματι πειθόμενον αὑτὸν καταμαθεῖν, εἶτα χρῆ‐ σθαι πρὸς ἓν ὃ πέφυκε, καὶ μὴ πρὸς ἄλλον ἄλλοτε βίου
5ζῆλον ἕλκειν καὶ παραβιάζεσθαι τὴν φύσιν·
5 ‘ἐν ἅρμασιν ἵππος, ἐν δ’ ἀρότρῳ βοῦς, παρὰ ναῦν δ’ ἰθύει τάχιστα δελφίς, κάπρῳ δὲ βουλεύοντα φόνον κύνα χρὴ τλάθυμον ἐξευρεῖν‘
(Pind. fr. 234).
9
10ὁ δ’ ἀσχάλλων καὶ λυπούμενος, ὅτι μὴ καὶ λέων ἐστίν ‘ὀρεσίτροφος ἀλκὶ πεποιθώσ‘ (ζ 130) ἅμα καὶ κυνίδιον Μελιταῖον ἐν κόλπῳ χήρας γυναικὸς τιθηνούμενον, ἀπό‐

472

D

πληκτός ἐστι. τούτου δ’ οὐδέν τι βελτίων ὁ βουλόμενος ἅμα μὲν Ἐμπεδοκλῆς ἢ Πλάτων ἢ Δημόκριτος εἶναι περὶ κόσμου γράφων καὶ τῆς τῶν ὄντων ἀληθείας, ἅμα δὲ πλουσίᾳ γραῒ συγκαθεύδειν ὡς Εὐφορίων, ἢ206
5τῶν ἐπικώμων 〈ὢν〉 Ἀλεξάνδρῳ συμπίνειν ὡς Μήδειος, ἀγανακτῶν δὲ καὶ λυπούμενος, εἰ μὴ θαυμάζεται διὰ πλοῦτον ὡς Ἰσμηνίας καὶ δι’ ἀρετὴν ὡς Ἐπαμεινώνδας. οὐδὲ γὰρ οἱ δρομεῖς, ὅτι μὴ τοὺς τῶν παλαιστῶν φέρονται στεφάνους, ἀθυμοῦσιν ἀλλὰ τοῖς αὑτῶν ἀγάλλονται καὶ
10χαίρουσι. ‘Σπάρταν ἔλαχες, ταύταν κόσμει.‘ καὶ γὰρ ὁ Σόλων (fr. 15)
11
‘ἀλλ’ ἡμεῖς αὐτοῖς οὐ διαμειψόμεθα

472

E

τῆς ἀρετῆς τὸν πλοῦτον· ἐπεὶ τὸ μὲν ἔμπεδόν ἐστιν,
χρήματα δ’ ἀνθρώπων ἄλλοτε ἄλλος ἔχει.‘
2 καὶ Στράτων ὁ φυσικός, ἀκούσας ὅτι πολλαπλασίους ἔχει Μενέδημος μαθητάς, ‘τί οὖν‘ ἔφη ‘θαυμαστόν, εἰ πλείονές
5εἰσιν οἱ λούεσθαι τῶν ἀλείφεσθαι βουλομένων;‘ Ἀριστοτέ‐ λης δὲ πρὸς Ἀντίπατρον γράφων (fr. 664) ‘οὐκ Ἀλεξάν‐ δρῳ μόνον‘ ἔφη ‘προσήκει μέγα φρονεῖν, ὅτι κρατεῖ πολ‐ λῶν ἀνθρώπων, ἀλλ’ οὐχ ἧττον οἷς ὑπάρχει περὶ θεῶν ἃ δεῖ δοξάζειν.‘ τοὺς γὰρ οὕτω τὰ οἰκεῖα σεμνύνοντας οὐκ
10ἐνοχλήσει τὰ τῶν πλησίον. νῦν δὲ τὴν μὲν ἄμπελον σῦκα

472

F

φέρειν οὐκ ἀξιοῦμεν οὐδὲ τὴν ἐλαίαν βότρυς, αὐτοὶ δ’ ἑαυ‐ τούς, ἐὰν μὴ καὶ τὰ τῶν πλουσίων ἅμα καὶ τὰ τῶν λογίων καὶ τὰ τῶν στρατευομένων καὶ τὰ τῶν φιλοσοφούντων καὶ
τὰ τῶν κολακευόντων καὶ τὰ τῶν παρρησιαζομένων καὶ207
5τὰ τῶν φειδομένων καὶ τὰ τῶν δαπανώντων ἔχωμεν προτερήματα, συκοφαντοῦμεν καὶ ἀχαριστοῦμεν αὑτοῖς καὶ καταφρονοῦμεν ὡς ἐνδεῶς καὶ εὐτελῶς βιούντων. |

473

A

πρὸς δὲ τούτοις καὶ τὴν φύσιν ὁρῶμεν ὑπομιμνήσκουσαν ἡμᾶς. ὡς γὰρ τῶν θηρίων ἑτέροις ἀφ’ ἑτέρων παρεσκεύασε τὴν τροφὴν εἶναι καὶ οὐ πάντα σαρκοφαγεῖν ἢ σπερμολο‐ γεῖν ἢ ῥιζωρυχεῖν ἐποίησεν, οὕτω τοῖς ἀνθρώποις ποικίλας
5πρὸς τὸν βίον ἀφορμὰς ἔδωκε,
5 ‘μηλοβότᾳ τ’ ἀρότᾳ τ’ ὀρνιθολόχῳ τε καὶ ὃν πόντος τρέφει‘ (Pind. I. 1, 48).
7 δεῖ δὴ τὸ πρόσφορον ἑαυτοῖς ἑλομένους καὶ διαπονοῦντας ἐᾶν τὰ τῶν ἄλλων, καὶ μὴ τὸν Ἡσίοδον ἐλέγχειν ἐν‐
10δεέστερον εἰπόντα (OD 25)
10 ‘καὶ κεραμεὺς κεραμεῖ κοτέει καὶ τέκτονι τέκτων.‘
11 οὐ γὰρ μόνον τοὺς ὁμοτέχνους καὶ τοὺς ὁμοτρόπους

473

B

ζηλοτυποῦντες, ἀλλὰ καὶ λογίους πλούσιοι καὶ πλουσίους ἔνδοξοι καὶ δικολόγοι σοφιστάς, καὶ ναὶ μὰ Δία κωμῳδοὺς εὐημεροῦντας ἐν θεάτροις καὶ ὀρχηστὰς καὶ θεράποντας ἐν αὐλαῖς βασιλέων ἐλεύθεροι καὶ εὐπατρίδαι κατατε‐
5θαμβημένοι καὶ μακαρίζοντες οὐ μετρίως λυποῦσιν αὑτοὺς καὶ ταράττουσιν. Ὅτι δ’ ἕκαστος ἐν ἑαυτῷ τὰ τῆς εὐθυμίας καὶ δυσθυμίας ἔχει ταμιεῖα, καὶ τοὺς τῶν ἀγαθῶν καὶ κακῶν
πίθους οὐκ ‘ἐν Διὸς οὔδει κατακειμένουσ‘ (Ω 527) ἀλλ’ ἐν208
10τῇ ψυχῇ κειμένους αἱ διαφοραὶ τῶν παθῶν δηλοῦσιν. οἱ μὲν γὰρ ἀνόητοι καὶ παρόντα τὰ χρηστὰ παρορῶσι καὶ

473

C

ἀμελοῦσιν ὑπὸ τοῦ συντετάσθαι πρὸς τὸ μέλλον ἀεὶ ταῖς φροντίσιν, οἱ δὲ φρόνιμοι καὶ τὰ μηκέτ’ ὄντα τῷ μνημο‐ νεύειν ἐναργῶς ὄντα ποιοῦσιν ἑαυτοῖς. τὸ γὰρ παρὸν τῷ ἐλαχίστῳ τοῦ χρόνου μορίῳ θιγεῖν παρασχὸν εἶτα τὴν
5αἴσθησιν ἐκφυγὸν οὐκέτι δοκεῖ πρὸς ἡμᾶς οὐδ’ ἡμέτερον εἶναι τοῖς ἀνοήτοις· ἀλλ’ ὥσπερ ὁ ζωγραφούμενος ἐν Ἅιδου σχοινοστρόφος ὄνῳ τινὶ παρίησιν ἐπιβοσκομένῳ καταναλίσκειν τὸ πλεκόμενον, οὕτω τῶν πολλῶν ἀναί‐ σθητος καὶ ἀχάριστος ὑπολαμβάνουσα λήθη καὶ κατανε‐
10μομένη πρᾶξίν τε πᾶσαν ἀφανίζουσα καὶ κατόρθωμα καὶ

473

D

σχολὴν ἐπίχαριν καὶ συμπεριφορὰν καὶ ἀπόλαυσιν οὐκ ἐᾷ τὸν βίον ἕνα γενέσθαι συμπλεκομένων τοῖς παροῦσι τῶν παρῳχημένων, ἀλλ’ ὥσπερ ἕτερον τὸν ἐχθὲς ὄντα τοῦ σήμερον καὶ τὸν αὔριον ὁμοίως οὐ τὸν αὐτὸν τῷ σήμερον
5διαιροῦσα πᾶν τὸ γιγνόμενον εὐθὺς εἰς τὸ ἀγένητον τῷ ἀμνημονεύτῳ καθίστησιν. οἱ μὲν γὰρ ἐν ταῖς σχολαῖς τὰς αὐξήσεις ἀναιροῦντες, ὡς τῆς οὐσίας ἐνδελεχῶς ῥεούσης, λόγῳ ποιοῦσιν ἡμῶν ἕκαστον ἄλλον ἑαυτοῦ καὶ ἄλλον, οἱ δὲ τῇ μνήμῃ τὰ πρότερον μὴ στέγοντες μηδ’ ἀναλαμβά‐
10νοντες ἀλλ’ ὑπεκρεῖν ἐῶντες ἔργῳ ποιοῦσιν ἑαυτοὺς καθ’ ἡμέραν ἀποδεεῖς καὶ κενοὺς καὶ τῆς αὔριον ἐκκρεμαμέ‐

473

E

νους, ὡς τῶν πέρυσι καὶ πρῴην καὶ χθὲς οὐ πρὸς αὐτοὺς
ὄντων οὐδ’ ὅλως αὐτοῖς γενομένων. Καὶ τοῦτ’ οὖν τὴν εὐθυμίαν ἐπιταράσσει κἀκεῖνο μᾶλλον, ὅταν, ὥσπερ αἱ μυῖαι τῶν λείων τόπων ἐν τοῖς209
5κατόπτροις ἀπολισθάνουσι ταῖς δὲ τραχύτησι προσέχονται καὶ ταῖς ἀμυχαῖς, οὕτως ἄνθρωποι τῶν ἱλαρῶν καὶ προση‐ νῶν ἀπορρέοντες ἐμπλέκωνται ταῖς τῶν ἀηδῶν ἀναμνή‐ σεσι, μᾶλλον δ’ ὥσπερ ἐν Ὀλύνθῳ τοὺς κανθάρους λέγου‐ σιν εἴς τι χωρίον ἐμβαλόντας ὃ καλεῖται ‘κανθαρώλεθρον‘,
10ἐκβῆναι μὴ δυναμένους ἀλλ’ ἐκεῖ στρεφομένους καὶ κυ‐

473

F

κλοῦντας ἐναποθνῄσκειν, οὕτως εἰς τὴν τῶν κακῶν μνήμην ὑπορρυέντες ἀνενεγκεῖν μὴ θέλωσι μηδ’ ἀναπνεῦσαι. δεῖ δ’ ὥσπερ ἐν πινακίῳ χρωμάτων ἐν τῇ ψυχῇ τῶν πραγμά‐ των τὰ λαμπρὰ καὶ φαιδρὰ προβάλλοντας ἀποκρύπτειν τὰ
5σκυθρωπὰ καὶ πιέζειν. ἐξαλεῖψαι γὰρ οὐκ ἔστι παντάπασιν οὐδ’ ἀπαλλαγῆναι· ‘παλίντροπος γὰρ ἁρμονίη κόσμου,

474

A

ὅκωσπερ λύρης καὶ τόξου‘ (Heracl. B 51), | καὶ τῶν ἀνθρωπίνων καθαρὸν οὐδὲν οὐδ’ ἀμιγές. ἀλλ’ ὥσπερ ἐν μουσικῇ βαρεῖς φθόγγοι καὶ ὀξεῖς ἐν δὲ γραμματικῇ φωνήεντα καὶ ἄφωνα γράμματα, μουσικὸς δὲ καὶ γραμ‐
5ματικὸς οὐχ ὁ θάτερα δυσχεραίνων καὶ ὑποφεύγων ἀλλ’ ὁ πᾶσι χρῆσθαι καὶ μειγνύναι πρὸς τὸ οἰκεῖον ἐπιστάμενος, οὕτω καὶ τῶν πραγμάτων ἀντιστοιχίας ἐχόντων (ἐπεὶ κατὰ τὸν Εὐριπίδην (fr. 21)
8
‘οὐκ ἂν γένοιτο χωρὶς ἐσθλὰ καὶ κακά,
10
ἀλλ’ ἔστι τις σύγκρασις, ὥστ’ ἔχειν καλῶσ‘), οὐ δεῖ τοῖς ἑτέροις ἐξαθυμεῖν οὐδ’ ἀπαγορεύειν, ἀλλ’
210

474

B

ὥσπερ ἁρμονικοὺς ἀμβλύνοντας ἀεὶ τοῖς κρείττοσι τὰ χείρονα καὶ τὰ φαῦλα τοῖς χρηστοῖς ἐμπεριλαμβάνοντας ἐμμελὲς τὸ τοῦ βίου μῖγμα ποιεῖν καὶ οἰκεῖον αὑτοῖς. Οὐ γάρ, ὡς ὁ Μένανδρός φησιν (fr. 551),
4
5‘ἅπαντι δαίμων ἀνδρὶ συμπαρίσταται εὐθὺς γενομένῳ, μυσταγωγὸς τοῦ βίου ἀγαθός,‘
7 ἀλλὰ μᾶλλον, ὡς Ἐμπεδοκλῆς (B 122), διτταί τινες ἕκαστον ἡμῶν γινόμενον παραλαμβάνουσι καὶ κατάρχονται
10μοῖραι καὶ δαίμονες·
10
‘ἔνθ’ ἦσαν Χθονίη τε καὶ Ἡλιόπη ταναῶπις,
Δῆρίς θ’ αἱματόεσσα καὶ Ἁρμονίη θεμερῶπις,
Καλλιστώ τ’ Αἴσχρη τε Θόωσά τε Δηναίη τε,

474

C

Νημερτής τ’ ἐρόεσσα μελάγκαρπός τ’ Ἀσάφεια.‘
1 ὥστε τούτων ἑκάστου σπέρματα τῶν παθῶν ἀνα‐ κεκραμένα δεδεγμένης ἡμῶν τῆς γενέσεως καὶ διὰ τοῦτο πολλὴν ἀνωμαλίαν ἐχούσης, εὔχεται μὲν ὁ νοῦν ἔχων τὰ
5βελτίονα προσδοκᾷ δὲ καὶ θάτερα, χρῆται δ’ ἀμφοτέροις τὸ ἄγαν ἀφαιρῶν. οὐ γὰρ μόνον ‘ὁ τῆς αὔριον ἥκιστα δεόμενοσ‘ ὥς φησιν Ἐπίκουρος (fr. 490) ‘ἥδιστα πρόσεισι πρὸς τὴν αὔριον,‘ ἀλλὰ καὶ πλοῦτος εὐφραίνει καὶ δόξα καὶ δύναμις καὶ ἀρχὴ [καὶ] μάλιστα τοὺς ἥκιστα τἀναντία
10ταρβοῦντας. ἡ γὰρ σφοδρὰ περὶ ἕκαστον ἐπιθυμία σφοδρό‐211

474

D

τατον φόβον ἐμποιοῦσα τοῦ μὴ παραμένειν ἀσθενῆ τὴν χάριν ποιεῖ καὶ ἀβέβαιον ὥσπερ φλόγα καταπνεομένην· ᾧ δὲ δίδωσι πρὸς τὴν τύχην ἀδεῶς καὶ ἀτρόμως εἰπεῖν ὁ λογισμός
4
5‘ἡδὺ μὲν ἄν τι φέρῃς, ὀλίγον δ’ ἄχος ἂν ἀπολείπῃς,‘
5 τοῦτον ἥδιστα ποιεῖ χρῆσθαι τοῖς παροῦσι τὸ θαρραλέον καὶ μὴ δεδιὸς αὐτῶν τὴν ἀποβολὴν ὡς ἀφόρητον. ἔξεστι γὰρ τὴν Ἀναξαγόρου διάθεσιν, ἀφ’ ἧς ἐπὶ τῇ τελευτῇ τοῦ παιδὸς ἀνεφώνησεν ‘ᾔδειν θνητὸν γεννήσασ‘ (A 33), μὴ
10θαυμάζοντας μόνον ἀλλὰ καὶ μιμουμένους ἐπιλέγειν ἑκά‐ στῳ τῶν τυχηρῶν ‘οἶδα τὸν πλοῦτον ἐφήμερον ἔχων καὶ

474

E

οὐ βέβαιον·‘ ‘οἶδα τὴν ἀρχὴν ἀφελέσθαι δυναμένους τοὺς δεδωκότας·‘ ‘οἶδα τὴν γυναῖκα χρηστὴν γυναῖκα δ’ οὖσαν· καὶ τὸν φίλον ἄνθρωπον ὄντα‘, ‘ζῷον φύσει εὐμετάβολον‘ ὡς ὁ Πλάτων εἶπεν (ep. XIII 360d). αἱ γὰρ τοιαῦται
5παρασκευαὶ καὶ διαθέσεις, ἐάν τι συμβῇ τῶν ἀβουλήτων μὲν οὐκ ἀπροσδοκήτων δέ, μὴ δεχόμεναι τὸ ‘οὐκ ἂν ᾤμην‘ καὶ τὸ ‘ἄλλ’ ἤλπιζον‘ καὶ τὸ ‘ταῦτ’ οὐ προσεδόκων,‘ οἷον πηδήματα καρδίας καὶ σφυγμοὺς ἀφαιροῦσι καὶ ταχὺ πάλιν τὸ μανιῶδες καὶ ταραττόμενον ἱδρύουσιν. ὁ μὲν οὖν
10Καρνεάδης ἐπὶ πραγμάτων μεγάλων ὑπεμίμνησκεν, ὅτι

474

F

πᾶν καὶ ὅλον ἐστὶν εἰς λύπην καὶ ἀθυμίαν τὸ ἀπροσδόκη‐ τον. ἡ γὰρ Μακεδόνων βασιλεία τῆς Ῥωμαίων ἡγεμονίας πολλοστημόριον ἦν· ἀλλὰ Περσεὺς μὲν ἀποβαλὼν Μακε‐
δονίαν αὐτός τε κατεθρήνει τὸν ἑαυτοῦ δαίμονα καὶ πᾶσιν212
5ἐδόκει δυστυχέστατος ἀνθρώπων γεγονέναι καὶ βαρυ‐

475

A

ποτμότατος, ὁ δὲ τούτου κρατήσας Αἰμίλιος | ἑτέρῳ παρα‐ διδοὺς τὴν ὁμοῦ τι γῆς καὶ θαλάττης ἄρχουσαν δύναμιν ἐστεφανοῦτο καὶ ἔθυεν εὐδαιμονιζόμενος, εἰκότως. οὗτος μὲν γὰρ ᾔδει λαμβάνων ἀρχὴν ἀποδοθησομένην, ἐκεῖνος
5δ’ ἀπέβαλε μὴ προσδοκήσας. εὖ δὲ καὶ ὁ ποιητὴς οἷόν ἐστι τὸ παρὰ προσδοκίαν ἐδίδαξεν· ὁ γὰρ Ὀδυσσεὺς τοῦ μὲν κυνὸς σαίνοντος ἐξεδάκρυσε (ρ 302. 304), τῇ δὲ γυναικὶ κλαιούσῃ παρακαθήμενος οὐδὲν ἔπαθε τοιοῦτον (τ 211)· ἐνταῦθα μὲν γὰρ ἀφῖκτο τῷ λογισμῷ τὸ πάθος ὑποχείριον
10ἔχων καὶ προκατειλημμένον, εἰς δ’ ἐκεῖνον μὴ προσδοκή‐ σας ἀλλ’ ἐξαίφνης *** διὰ τὸ παράδοξον ἐνέπεσε.

475

B

Καθόλου δ’ ἐπεὶ τῶν ἀβουλήτων τὰ μὲν φύσει τὸ λυποῦν καὶ βαρῦνον ἐπιφέρει, τὰ δὲ πλεῖστα δόξῃ δυσχε‐ ραίνειν ἐθιζόμεθα καὶ μανθάνομεν, [καὶ] οὐκ ἄχρηστόν ἐστι πρὸς ταῦτα μὲν ἔχειν ἀεὶ τὸ τοῦ Μενάνδρου πρόχει‐
5ρον (Epitr. fr. 179)
5
‘οὐδὲν πέπονθας δεινὸν ἂν μὴ προσποιῇ‘
6 (τί γὰρ πρὸς σέ ἐστι, φησίν, ἂν μήτε σαρκὸς ἅπτηται μήτε ψυχῆς, οἷόν ἐστι δυσγένεια πατρὸς ἢ μοιχεία γυναι‐ κὸς ἢ στεφάνου τινὸς ἢ προεδρίας ἀφαίρεσις, ὧν οὐ
10κωλύεται παρόντων ἄνθρωπος καὶ τὸ σῶμα βέλτιστα δια‐
κείμενον ἔχειν καὶ τὴν ψυχήν;), πρὸς δὲ τὰ φύσει δοκοῦντα λυπεῖν, οἷα νόσοι καὶ πόνοι καὶ θάνατοι φίλων καὶ τέκνων,213

475

C

ἐκεῖνο τὸ Εὐριπίδειον (Beller. fr. 300)
1
‘οἴμοι· τί δ’ οἴμοι; θνητά τοι πεπόνθαμεν.‘
2 οὐδεὶς γὰρ οὕτω τοῦ παθητικοῦ καταφερομένου καὶ ὀλισθά‐ νοντος ἀντιλαμβάνεται λόγος ὡς ὁ τῆς κοινῆς καὶ φυσικῆς
5ἀνάμνησιν ποιῶν ἀνάγκης, ᾗ διὰ τὸ σῶμα μεμειγμένος ὁ ἄνθρωπος μόνην ταύτην τῇ τύχῃ λαβὴν δίδωσιν, ἐν δὲ τοῖς κυριωτάτοις καὶ μεγίστοις ἀσφαλὴς ἕστηκεν. ὁ Δημήτριος τὴν Μεγαρέων πόλιν καταλαβὼν ἠρώτησε τὸν Στίλπωνα, μή τι τῶν ἐκείνου διήρπασται· καὶ ὁ Στίλπων
10ἔφη μηδέν’ ἰδεῖν ‘τἀμά‘ φέροντα. καὶ τοίνυν τῆς τύχης πάντα τἄλλα λεηλατούσης καὶ περιαιρουμένης, ἔχομέν τι

475

D

τοιοῦτον ἐν ἑαυτοῖς ( Ε 484)
1
‘οἷόν κ’ οὔτε φέροιεν Ἀχαιοὶ οὔτ’ ἂν ἄγοιεν.‘
2 ὅθεν οὐ δεῖ παντάπασιν ἐκταπεινοῦν οὐδὲ καταβάλλειν τὴν φύσιν ὡς μηδὲν ἰσχυρὸν μηδὲ μόνιμον μηδ’ ὑπὲρ τὴν
5τύχην ἔχουσαν, ἀλλὰ τοὐναντίον εἰδότας, ὅτι μικρόν ἐστι μέρος τοῦ ἀνθρώπου τὸ σαθρὸν καὶ τὸ ἐπίκηρον, ᾧ δέχεται τὴν τύχην, τῆς δὲ βελτίονος μερίδος αὐτοὶ κρατοῦμεν, ἐν ᾗ τὰ μέγιστα τῶν ἀγαθῶν ἱδρυθέντα, δόξαι τε χρησταὶ καὶ μαθήματα καὶ λόγοι τελευτῶντες εἰς ἀρετήν, ἀναφαί‐
10ρετον ἔχουσι τὴν οὐσίαν καὶ ἀδιάφθορον, ἀνεκπλήκτους πρὸς τὸ μέλλον εἶναι καὶ θαρραλέους, πρὸς τὴν τύχην214

475

E

λέγοντας, ἃ Σωκράτης δοκῶν πρὸς τοὺς κατηγόρους [Ἄνυτον καὶ Μέλητον] λέγειν πρὸς τοὺς δικαστὰς ἔλεγεν, ὡς ἀποκτεῖναι μὲν Ἄνυτος καὶ Μέλητος δύνανται, βλάψαι δ’ οὐ δύνανται (Plato Apol. 30c). καὶ γὰρ ἡ τύχη δύναται
5νόσῳ περιβαλεῖν, ἀφελέσθαι χρήματα, διαβαλεῖν πρὸς δῆμον ἢ τύραννον· κακὸν δὲ καὶ δειλὸν καὶ ταπεινόφρονα καὶ ἀγεννῆ καὶ φθονερὸν οὐ δύναται ποιῆσαι τὸν ἀγαθὸν καὶ ἀνδρώδη καὶ μεγαλόψυχον οὐδὲ παρελέσθαι τὴν διά‐ θεσιν, ἧς ἀεὶ παρούσης πλέον ἢ κυβερνήτου πρὸς θάλατ‐
10ταν ὄφελός ἐστι πρὸς τὸν βίον. κυβερνήτῃ γὰρ οὔτε

475

F

κῦμα πραῧναι τραχὺ καὶ πνεῦμα δυνατόν ἐστιν, οὔθ’ ὅποι βούλεται δεομένῳ λιμένος τυχεῖν οὔτε θαρραλέως καὶ ἀτρόμως ὑπομεῖναι τὸ συμβαῖνον· ἀλλ’ ἕως οὐκ ἀπέγνωκε τῇ τέχνῃ χρώμενος,
4
5‘φεύγει μέγα λαῖφος ὑποστολίσας ἐς ἐνέρτερον ἰστὸν ἐρεβώδεος ἐκ θαλάσσησ‘ (PL. III p. 730),
6 〈ἐπειδὰν δὲ τὸ πέλαγοσ〉 ὑπέρσχῃ, τρέμων κάθηται καὶ

476

A

παλλόμενος. | ἡ δὲ τοῦ φρονίμου διάθεσις τοῖς τε σωματικοῖς παρέχει γαλήνην ἐπὶ πλεῖστον, ἐκλύουσα τὰς τῶν νόσων κατασκευὰς ἐγκρατείᾳ καὶ διαίτῃ σώφρονι καὶ μετρίοις
πόνοις, κἄν τις ἔξωθεν ἀρχὴ πάθους ὥσπερ διαδρομὴ215
5γένηται σπιλάδος, ‘εὐσταλεῖ καὶ κούφῃ κεραίᾳ παρήνεγ‐ κεν‘ ὥς φησιν Ἀσκληπιάδης· παραλόγου δέ τινος καὶ μεγάλου καταλαβόντος καὶ κρατήσαντος, ἐγγὺς ὁ λιμὴν καὶ πάρεστιν ἀπονήξασθαι τοῦ σώματος ὥσπερ ἐφολκίου μὴ στέγοντος.
10 Τὸν μὲν γὰρ ἀνόητον ὁ τοῦ θανάτου φόβος οὐχ ὁ τοῦ ζῆν πόθος ἐκκρέμασθαι τοῦ σώματος ποιεῖ, περι‐

476

B

πεπλεγμένον ὥσπερ τὸν Ὀδυσσέα τῷ ἐρινεῷ (μ 432), δε‐ δοικότα τὴν Χάρυβδιν ὑποκειμένην,
2 ‘ἔνθ’ οὔτε μίμνειν ἄνεμος οὔτε πλεῖν ἐᾷ‘ (Aisch. fr. 250),
3 καὶ πρὸς ταῦτα δυσαρέστως καὶ πρὸς ἐκεῖνα περιδεῶς
5ἔχοντα. ὁ δὲ τὴν τῆς ψυχῆς φύσιν ἁμωσγέπως ὑπονοῶν καὶ τὴν εἰς τὸ βέλτιον αὐτῆς ἢ μηθὲν κάκιον ἐν τῇ τελευτῇ μεταβολὴν ἐπιλογιζόμενος οὐ μικρὸν ἔχει τῆς πρὸς τὸν βίον εὐθυμίας ἐφόδιον τὴν πρὸς τὸν θάνατον ἀφοβίαν. ᾧ γὰρ ἔξεστι τῆς μὲν ἀρεστῆς καὶ οἰκείας μερίδος ἐπικρα‐
10τούσης ἡδέως ζῆν, τῶν δ’ ἀλλοτρίων καὶ παρὰ φύσιν ὑπερβαλλόντων ἀδεῶς ἀπελθεῖν εἰπόντα (Eur. Bacch. 498)
11
‘λύσει μ’ ὁ δαίμων αὐτός, ὅταν ἐγὼ θέλω,‘
12

476

C

τί ἂν τούτῳ χαλεπὸν ἢ δύσκολον ἢ ταραχῶδες ἐμπίπτον ἐπινοήσαιμεν; ὁ γὰρ εἰπών ‘προκατείλημμαί ς’, ὦ τύχη, καὶ πᾶσαν τὴν σὴν ἀφῄρημαι παρείσδυσιν‘ (Metrodorus Ep. fr. 49) οὐ μοχλοῖς οὐδὲ κλεισὶν οὐδὲ τείχεσιν ἐθάρρυ‐
5νεν ἑαυτόν, ἀλλὰ δόγμασι καὶ λόγοις ὧν πᾶσι μέτεστι τοῖς βουλομένοις. καὶ δεῖ μηδὲν ἀπογινώσκειν μηδ’ ἀπιστεῖν τῶν οὕτω λεγομένων, ἀλλὰ θαυμάζοντα καὶ ζηλοῦντα καὶ
συνενθουσιῶντα πεῖραν ἅμα λαμβάνειν ἑαυτοῦ καὶ κατα‐ νόησιν ἐν τοῖς ἐλάττοσι πρὸς τὰ μείζονα, μὴ φεύγοντα μηδ’216
10ἀπωθοῦντα τῆς ψυχῆς τὴν ἐπιμέλειαν αὐτῶν μηδὲ δια‐

476

D

διδράσκοντ’ 〈εἰς τὸ〉 ‘τάχα δ’ οὐδὲν ἔσται δυσχερέστερον.‘ ἀτονίαν γὰρ ἐμποιεῖ καὶ μαλακίαν ἀγύμναστον ἡ περὶ τὸ ῥᾷστον ἀεὶ διατρίβουσα καὶ πρὸς τὸ ἥδιστον ἐκ τῶν ἀβουλήτων ἀναχωροῦσα γλυκυθυμία τῆς ψυχῆς· ἡ δὲ καὶ
5νόσου καὶ πόνου καὶ φυγῆς μελετῶσα φαντασίαν ὑφίστα‐ σθαι καὶ προσβιαζομένη τῷ λογισμῷ πρὸς ἕκαστον εὑρή‐ σει πολὺ τὸ κατεψευσμένον καὶ διάκενον καὶ σαθρὸν ἐν τοῖς δοκοῦσι χαλεποῖς καὶ φοβεροῖς, ὡς ὁ καθ’ ἕκαστον ἀποδείκνυσι λόγος.
10 Καίτοι πολλοὶ καὶ τὸ τοῦ Μενάνδρου πεφρίκασιν (fr. 355, 4)
11
‘οὐκ ἔστιν εἰπεῖν ζῶντα Τοῦτ’ οὐ πείσομαι,‘
12 ἀγνοοῦντες ὅσον ἐστὶ πρὸς ἀλυπίαν ἀγαθὸν τὸ μελετᾶν

476

E

καὶ δύνασθαι πρὸς τὴν τύχην ἀνεῳγόσι τοῖς ὄμμασιν ἀντιβλέπειν καὶ μὴ ποιεῖν ἐν αὑτῷ τὰς φαντασίας ἀτρίπ‐ τους καὶ ἁπαλὰς ὥσπερ ἐνσκιατραφούμενον πολλαῖς ἐλπί‐ σιν ὑπεικούσαις ἀεὶ καὶ πρὸς μηθὲν ἀντιτεινούσαις. ἐκεῖνο
5μέντοι καὶ πρὸς τὸν Μένανδρον ἔχομεν εἰπεῖν· ‘οὐκ ἔστιν εἰπεῖν ζῶντα ‘τοῦτ’ οὐ πείσομαι,‘‘ ἀλλ’ ἔστιν εἰπεῖν ζῶντα ‘τοῦτ’ οὐ ποιήσω. οὐ ψεύσομαι, οὐ ῥᾳδιουργήσω, οὐκ ἀποστερήσω, οὐκ ἐπιβουλεύσω.‘ τοῦτο γὰρ ἐφ’ ἡμῖν κεί‐ μενον οὐ μικρὸν ἀλλὰ μέγα πρὸς εὐθυμίαν πάρεστιν.
10ὥσπερ αὖ τοὐναντίον
‘ἡ σύνεσις, ὅτι σύνοιδα δείν’ εἰργασμένοσ‘
(Eur. Or. 396),
217
12

476

F

οἷον ἕλκος ἐν σαρκὶ τῇ ψυχῇ τὴν μεταμέλειαν αἱμάσσουσαν ἀεὶ καὶ νύσσουσαν ἐναπολείπει. τὰς μὲν γὰρ ἄλλας ἀναιρεῖ λύπας ὁ λόγος, τὴν δὲ μετάνοιαν αὐτὸς ἐνεργάζεται δακνο‐ μένην σὺν αἰσχύνῃ καὶ κολαζομένην ὑφ’ αὑτῆς. ὡς γὰρ οἱ

477

A

ῥιγοῦντες ἠπιάλοις καὶ πυρετοῖς διακαόμενοι | τῶν ταῦτα πασχόντων ἔξωθεν ὑπὸ καύματος ἢ κρύους μᾶλλον ἐνο‐ χλοῦνται καὶ κάκιον ἔχουσιν, οὕτως ἐλαφροτέρας ἔχει τὰ τυχηρὰ τὰς λύπας ὥσπερ ἔξωθεν ἐπιφερομένας, τὸ δέ
4
5‘οὔ τις ἐμοὶ τῶνδ’ ἄλλος ἐπαίτιος, ἀλλ’ ἐγὼ αὐτόσ‘
5 ἐπιθρηνούμενον τοῖς ἁμαρτανομένοις ἔνδοθεν ἐξ αὐτοῦ βαρύτερον ποιεῖ τῷ αἰσχρῷ τὸ ἀλγεινόν. ὅθεν οὔτ’ οἰκία πολυτελὴς οὔτε χρυσίου πλῆθος οὔτ’ ἀξίωμα γένους οὔτε μέγεθος ἀρχῆς, οὐ λόγου χάρις ἢ δεινότης εὐδίαν παρέχει
10βίῳ καὶ γαλήνην τοσαύτην, ὅσην ψυχὴ καθαρεύουσα πραγμάτων καὶ βουλευμάτων πονηρῶν καὶ τὴν τοῦ βίου

477

B

πηγὴν τὸ ἦθος ἀτάραχον ἔχουσα καὶ ἀμίαντον· ἀφ’ ἧς αἱ καλαὶ πράξεις ῥέουσαι καὶ τὴν ἐνέργειαν ἐνθουσιώδη καὶ
ἱλαρὰν μετὰ τοῦ μέγα φρονεῖν ἔχουσι καὶ τὴν μνήμην ἡδίονα καὶ βεβαιοτέραν τῆς Πινδαρικῆς (fr. 214) γηροτρό‐218
5φου ἐλπίδος. οὐ γάρ ‘αἱ μὲν λιβανωτρίδεσ‘ ὡς ἔλεγε Καρ‐ νεάδης ‘κἂν ἀποκενωθῶσι, τὴν εὐωδίαν ἐπὶ πολὺν χρόνον ἀναφέρουσιν,‘ ἐν δὲ τῇ ψυχῇ τοῦ νοῦν ἔχοντος αἱ καλαὶ πράξεις οὐκ ἀεὶ κεχαρισμένην καὶ πρόσφατον ἐναπολεί‐ πουσι τὴν ἐπίνοιαν, ὑφ’ ἧς τὸ χαῖρον ἄρδεται καὶ τέθηλε
10καὶ καταφρονεῖ τῶν ὀδυρομένων καὶ λοιδορούντων τὸν

477

C

βίον, ὥς τινα κακῶν χώραν ἢ φυγαδικὸν τόπον ἐνταῦθα ταῖς ψυχαῖς ἀποδεδειγμένον. Ἄγαμαι δὲ τοῦ Διογένους, ὃς τὸν ἐν Λακεδαίμονι ξένον ὁρῶν παρασκευαζόμενον εἰς ἑορτήν τινα καὶ φιλο‐
5τιμούμενον ‘ἀνὴρ δ’‘ εἶπεν ‘ἀγαθὸς οὐ πᾶσαν ἡμέραν ἑορτὴν ἡγεῖται;‘ καὶ πάνυ γε λαμπράν, εἰ σωφρονοῦμεν. ἱερὸν μὲν γὰρ ἁγιώτατον ὁ κόσμος ἐστὶ καὶ θεοπρεπέστα‐ τον· εἰς δὲ τοῦτον ὁ ἄνθρωπος εἰσάγεται διὰ τῆς γενέσεως οὐ χειροκμήτων οὐδ’ ἀκινήτων ἀγαλμάτων θεστής, ἀλλ’
10οἷα νοῦς θεῖος αἰσθητὰ μιμήματα νοητῶν, φησὶν ὁ Πλά‐ των, ἔμφυτον ἀρχὴν ζωῆς ἔχοντα καὶ κινήσεως ἔφηνεν,

477

D

ἥλιον καὶ σελήνην καὶ ἄστρα καὶ ποταμοὺς νέον ὕδωρ ἐξιέντας ἀεὶ καὶ γῆν φυτοῖς τε καὶ ζῴοις τροφὰς ἀναπέμ‐ πουσαν. ὧν τὸν βίον μύησιν ὄντα καὶ τελετὴν τελειοτά‐ την εὐθυμίας δεῖ μεστὸν εἶναι καὶ γήθους· οὐχ ὥσπερ οἱ
5πολλοὶ Κρόνια καὶ Διάσια καὶ Παναθήναια καὶ τοιαύτας ἄλλας ἡμέρας περιμένουσιν, ἵν’ ἡσθῶσι καὶ ἀναπνεύσωσιν, ὠνητὸν 〈γελῶντεσ〉 γέλωτα μίμοις καὶ ὀρχησταῖς μισθοὺς τελέσαντες. εἶτ’ ἐκεῖ μὲν εὔφημοι καθήμεθα κοσμίως (οὐδεὶς γὰρ ὀδύρεται μυούμενος οὐδὲ θρηνεῖ Πύθια219
10θεώμενος ἢ πίνων ἐν Κρονίοις), ἃς δ’ ὁ θεὸς ἡμῖν ἑορτὰς

477

E

χορηγεῖ καὶ μυσταγωγεῖ καταισχύνουσιν, ἐν ὀδυρμοῖς τὰ πολλὰ καὶ βαρυθυμίαις καὶ μερίμναις ἐπιπόνοις διατρί‐ βοντες. καὶ τῶν μὲν ὀργάνων χαίρουσι τοῖς ἐπιτερπὲς ἠχοῦσι καὶ τῶν ὀρνέων τοῖς ᾄδουσι, καὶ τὰ παίζοντα καὶ
5σκιρτῶντα τῶν ζῴων ἡδέως ὁρῶσι, καὶ τοὐναντίον ὠρυο‐ μένοις καὶ βρυχωμένοις καὶ σκυθρωπάζουσιν ἀνιῶνται, τὸν δ’ ἑαυτῶν βίον ἀμειδῆ καὶ κατηφῆ καὶ τοῖς ἀτερπεστά‐ τοις πάθεσι καὶ πράγμασι καὶ φροντίσι μηδὲν πέρας ἐχούσαις πιεζόμενον ἀεὶ καὶ συνθλιβόμενον ὁρῶντες αὐτοὶ

477

F

μὲν αὑτοῖς ἀναπνοήν τινα καὶ ῥᾳστώνην πορίζειν ποθὲν 〈οὐκ ἐθέλουσιν〉, ἀλλ’ οὐδ’ ἑτέρων παρακαλούντων προσ‐ δέχονται λόγον, ᾧ χρώμενοι καὶ τοῖς παροῦσιν ἀμέμπτως συνοίσονται καὶ τῶν γεγονότων εὐχαρίστως μνημονεύ‐
5σουσι καὶ πρὸς τὸ λοιπὸν ἵλεω τὴν ἐλπίδα καὶ φαιδρὰν
ἔχοντες ἀδεῶς καὶ ἀνυπόπτως προσάξουσιν.220