TLG 0007 095 :: PLUTARCHUS :: De cohibenda ira (452f–464d)

PLUTARCHUS Biogr. Phil.
(Chaeronensis: A.D. 1–2)

De cohibenda ira (452f–464d)

Source: Pohlenz, M. (ed.), Plutarchi moralia, vol. 3. Leipzig: Teubner, 1929 (repr. 1972): 157–186.

Citation: Stephanus page — section — (line)

t

1

ΠΕΡΙ ΑΟΡΓΗΣΙΑΣ

452

F

ΣΥΛ. Καλῶς μοι δοκοῦσιν, ὦ Φουνδάνε, ποιεῖν οἱ ζωγράφοι διὰ χρόνου τὰ ἔργα πρὶν ἢ συντελεῖν ἐπι‐ σκοποῦντες· ὅτι τὴν ὄψιν αὐτῶν ἀφιστάντες τῇ πολ‐ λάκις κρίσει ποιοῦσι καινὴν καὶ μᾶλλον ἁπτομένην τῆς
5παρὰ μικρὸν διαφορᾶς, ἣν ἀποκρύπτει τὸ συνεχὲς καὶ τὸ

453

A

σύνηθες. | ἐπεὶ τοίνυν οὐκ ἔστιν αὐτὸν αὑτῷ διὰ χρόνου προσελθεῖν χωρὶς γενόμενον καὶ διαστήσαντα τῆς συν‐ εχείας τὴν αἴσθησιν, ἀλλὰ τοῦτ’ ἐστὶ τὸ μάλιστα ποιοῦν ἕκαστον αὑτοῦ φαυλότερον κριτὴν ἢ ἑτέρων, δεύτερον ἂν
5εἴη τὸ τοὺς φίλους ἐφορᾶν διὰ χρόνου καὶ παρέχειν ὁμοίως
ἐκείνοις ἑαυτόν, οὐκ εἰ γέρων γέγονε ταχὺ καὶ τὸ σῶμα βέλτιον ἢ χεῖρον ἔσχηκεν, ἀλλὰ τὸν τρόπον καὶ τὸ ἦθος ἐπισκοπεῖν, εἴ τι χρηστὸν ὁ χρόνος προστέθεικεν ἢ τῶν φαύλων ἀφῄρηκεν. ἐγὼ γοῦν ἐνιαυτῷ μὲν ἀφιγμένος εἰς157
10Ῥώμην δευτέρῳ, συνὼν δέ σοι μῆνα τουτονὶ πέμπτον τὸ μὲν ἐξ ὑπαρχόντων δι’ εὐφυΐαν ἀγαθῶν ἐπίδοσιν γεγο‐

453

B

νέναι τοσαύτην καὶ αὔξησιν οὐ πάνυ θαυμαστὸν ἡγοῦμαι, τὸ δὲ σφοδρὸν ἐκεῖνο καὶ διάπυρον πρὸς ὀργὴν ὁρῶντί μοι πρᾶον οὕτως καὶ χειρόηθες τῷ λογισμῷ γεγενημένον ἐπέρχεται πρὸς τὸν θυμὸν εἰπεῖν (Χ 373)
4
5‘ὢ πόποι, ἦ μάλα δὴ μαλακώτερος.‘
5 αὕτη δ’ ἡ μαλακότης οὐκ ἀργίαν οὐδ’ ἔκλυσιν, ἀλλ’ ὥσπερ ἡ κατειργασμένη γῆ λειότητα καὶ βάθος ἐνεργὸν ἐπὶ τὰς πράξεις ἔσχηκεν ἀντὶ τῆς φορᾶς ἐκείνης καὶ τῆς ὀξύτητος. διὸ καὶ δῆλόν ἐστιν οὐ παρακμῇ τινι δι’ ἡλικίαν
10τὸ θυμοειδὲς οὐδ’ αὐτομάτως ἀπομαραινόμενον, ἀλλ’ ὑπὸ λόγων τινῶν χρηστῶν θεραπευόμενον. καίτοι (τὸ γὰρ ἀληθὲς εἰρήσεται πρὸς σέ) ταῦθ’ ἡμῖν Ἔρως ὁ ἑταῖρος

453

C

ἀπαγγέλλων ὕποπτος ἦν τὰ μὴ προσόντα πρέποντα δὲ προσεῖναι τοῖς καλοῖς κἀγαθοῖς δι’ εὔνοιαν ἐπιμαρτυρεῖν, καίπερ, ὡς οἶσθα, οὐδαμῇ πιθανὸς ὢν τῷ πρὸς χάριν ὑφίεσθαι τοῦ δοκοῦντος. ἀλλὰ νῦν ἐκεῖνός τε τῶν ψευδο‐
5μαρτυριῶν ἀφεῖται, καὶ σύ, τῆς ὁδοιπορίας σχολὴν διδού‐ σης, ὥσπερ ἰατρείαν τινὰ σεαυτοῦ δίελθ’ ἡμῖν, ᾗ χρησά‐ μενος οὕτως εὐήνιον καὶ ἁπαλὸν καὶ τῷ λόγῳ πρᾶον καὶ ὑπήκοον ἐποιήσω τὸν θυμόν. ΦΟΥΝΔ. Εἶτ’ οὐ σκοπεῖς, ὦ προθυμότατε Σύλλα, μὴ
10καὶ αὐτὸς εὐνοίᾳ καὶ φιλίᾳ τῇ πρὸς ἡμᾶς παρορᾷς τι τῶν
ἡμετέρων; Ἔρωτι μὲν γὰρ οὐδ’ αὐτῷ πολλάκις ἔχοντι158

453

D

κατὰ χώραν ἐν τῇ Ὁμηρικῇ πείσῃ (υ 23) μένοντα τὸν θυμόν, ἀλλὰ τραχύτερον ὑπὸ μισοπονηρίας εἰκός ἐστι πραοτέρους ἡμᾶς φανῆναι, καθάπερ ἐν διαγραμμάτων μεταβολαῖς νῆταί τινες πρὸς ἑτέρας νήτας τάξιν ὑπάτων
5λαμβάνουσιν. ΣΥΛ. Οὐδέτερα τούτων ἔστιν, ὦ Φουνδάνε· ποίει δ’ ὡς λέγω, χαριζόμενος ἡμῖν. ΦΟΥΝΔ. Καὶ μὴν ὧν γε μεμνήμεθα Μουσωνίου (fr. 36) καλῶν ἕν ἐστιν, ὦ Σύλλα, τὸ δεῖν ἀεὶ θεραπευομέ‐
10νους βιοῦν τοὺς σῴζεσθαι μέλλοντας. οὐ γὰρ ὡς ἐλλέβορον, οἶμαι, δεῖ θεραπεύσαντα συνεκφέρεσθαι τῷ νοσήματι τὸν λόγον, ἀλλ’ ἐμμένοντα τῇ ψυχῇ συνέχειν τὰς κρίσεις καὶ

453

E

φυλάσσειν. φαρμάκοις γὰρ οὐκ ἔοικεν ἀλλὰ σιτίοις ὑγιει‐ νοῖς ἡ δύναμις αὐτοῦ, μετ’ εὐτονίας ἕξιν ἐμποιοῦσα χρη‐ στὴν οἷς ἂν γένηται συνήθης· αἱ δὲ πρὸς ἀκμάζοντα τὰ πάθη καὶ οἰδοῦντα παραινέσεις καὶ νουθεσίαι σχολῇ μὲν
5ἀνύτουσι καὶ μόλις, οὐδενὶ δὲ τῶν ὀσφραντῶν διαφέρουσιν, ἃ τοὺς ἐπιληπτικοὺς ἐγείροντα πίπτοντας οὐκ ἀπαλλάττει τοῦ νοσήματος. ὅμως δὲ τὰ μὲν ἄλλα καὶ παρ’ ὃν ἀκμάζει καιρὸν ἁμωσγέπως ὑπείκει καὶ παρίησι βοηθοῦντα λόγον ἔξωθεν εἰς τὴν ψυχήν, ὁ δὲ θυμὸς οὐχ ᾗ φησιν ὁ Μελάν‐
10θιος (Tr. fr. p. 760)
10
‘τὰ δεινὰ πράσσει τὰς φρένας μετοικίσας,‘
11 ἀλλ’ ἐξοικίσας τελείως καὶ ἀποκλείσας, ὥσπερ οἱ συν‐

453

F

εμπιπράντες ἑαυτοὺς ταῖς οἰκίαις, πάντα ταραχῆς καὶ καπνοῦ καὶ ψόφου μεστὰ ποιεῖ τὰ ἐντός, ὥστε μήτ’ ἰδεῖν μήτ’ ἀκοῦσαι τῶν ὠφελούντων. διὸ μᾶλλον ἐν πελάγει καὶ χειμῶνι ναῦς ἔρημος ἀναλήψεται κυβερνήτην ἔξωθεν159

454

A

ἢ | προσδέξεται λόγον ἀλλότριον ἄνθρωπος ἐν θυμῷ καὶ ὀργῇ σαλεύων, ἂν μὴ παρεσκευασμένον ἔχῃ τὸν οἰκεῖον λογισμόν. ἀλλ’ ὥσπερ οἱ πολιορκίαν προσδεχόμενοι συνά‐ γουσι καὶ παρατίθενται τὰ χρήσιμα τὰς ἔξωθεν ἐλπίδας
5ἀπεγνωκότες, οὕτω μάλιστα δεῖ τὰ πρὸς τὸν θυμὸν βοη‐ θήματα πόρρωθεν λαμβάνοντας ἐκ φιλοσοφίας κατακο‐ μίζειν εἰς τὴν ψυχήν, ὡς, ὅταν ὁ τῆς χρείας ἀφίκηται καιρός, μὴ ῥᾳδίως παρεισάγειν δυνησομένους. οὐδὲ γὰρ ἀκούει τῶν ἐκτὸς ἡ ψυχὴ διὰ τὸν θόρυβον, ἐὰν μὴ καθά‐
10περ κελευστὴν ἔνδοθεν ἔχῃ τὸν αὑτῆς λόγον ὀξέως δεχό‐

454

B

μενον καὶ συνιέντα τῶν παραγγελλομένων ἕκαστον· ἀκού‐ σασα δὲ τῶν μὲν ἠρέμα καὶ πράως λεγομένων καταφρο‐ νεῖ, πρὸς δὲ τοὺς ἐνισταμένους τραχύτερον ἐρεθίζεται. καὶ γὰρ ὑπερήφανος καὶ αὐθάδης καὶ ὅλως ὑφ’ ἑτέρου δυσκί‐
5νητος ὁ θυμὸς ὢν ὥσπερ ὀχυρὰ τυραννὶς ἐξ ἑαυτῆς ἔχειν ὀφείλει σύνοικον καὶ συγγενὲς τὸ καταλῦον. Ἡ μὲν οὖν συνέχεια τῆς ὀργῆς καὶ τὸ προσκρούειν πολλάκις ἕξιν ἐμποιεῖ πονηρὰν τῇ ψυχῇ, ἣν ὀργιλότητα καλοῦσιν, εἰς ἀκραχολίαν καὶ πικρίαν καὶ δυσκολίαν τελευ‐
10τῶσαν, ὅταν ἑλκώδης καὶ μικρόλυπος ὁ θυμὸς γένηται

454

C

καὶ φιλαίτιος ὑπὸ τῶν τυχόντων ὡς σίδηρος ἀσθενὴς καὶ λεπτὸς ἀναχαρασσόμενος, ἡ δὲ παραχρῆμα ταῖς ὀργαῖς
ἐνισταμένη καὶ πιέζουσα κρίσις οὐ τὸ παρὸν ἰᾶται μόνον, ἀλλὰ καὶ πρὸς τὸ λοιπὸν εὔτονον ποιεῖ καὶ δυσπαθῆ τὴν160
5ψυχήν. ἐμοὶ γοῦν συνέβη δὶς ἢ τρὶς ἐνστάντι πρὸς ὀργὴν τὸ τῶν Θηβαίων παθεῖν, οἳ τὸ πρῶτον ὠσάμενοι Λακε‐ δαιμονίους ἀηττήτους εἶναι δοκοῦντας οὐδεμίαν ὕστερον ἡττήθησαν ὑπ’ αὐτῶν μάχην· φρόνημα γὰρ ἔσχον ὡς κρατεῖν ἔστι τῷ λογισμῷ. ἑώρων δ’ οὐ μόνον ψυχροῦ
10κατασκεδαννυμένου λήγουσαν ὀργὴν ὡς Ἀριστοτέλης ἱστό‐ ρησεν, ἀλλὰ καὶ φόβου προσαχθέντος ἀποσβεννυμένην·

454

D

καὶ νὴ Δία χαρᾶς ἐπιγενομένης ἄφνω καθ’ Ὅμηρον ‘ἰάνθη‘ (Ψ 598. 600 al.) καὶ διεχύθη πολλοῖς ὁ θυμός. ὥστε μοι παρίστατο μὴ παντελῶς ἀβοήθητον εἶναι τοῖς γε βουλομένοις τὸ πάθος.
5 Οὐδὲ γὰρ ἀρχὰς ἔχει μεγάλας ἀεὶ καὶ ἰσχυράς, ἀλλὰ καὶ σκῶμμα καὶ παιδιὰ καὶ τὸ γελάσαι τινὰ καὶ τὸ διανεῦσαι καὶ πολλὰ τοιαῦτα πολλοὺς εἰς ὀργὴν καθίστησιν, ὥσπερ ἡ Ἑλένη τὴν ἀδελφιδῆν προσαγορεύσασα (Eurip. Or. 72)
8
‘παρθένε μακρὸν δὴ μῆκος Ἠλέκτρα χρόνου‘
9
10παρώξυνεν εἰπεῖν (ib. 99)
10 ‘ὀψέ γε φρονεῖς εὖ, τότε λιποῦς’ αἰσχρῶς δόμους·‘
11 καὶ τὸν Ἀλέξανδρον ὁ Καλλισθένης εἰπὼν τῆς μεγάλης

454

E

κύλικος περιφερομένης ‘οὐ βούλομαι πιὼν Ἀλεξάνδρου Ἀσκληπιοῦ δεῖσθαι.‘ καθάπερ οὖν τὴν φλόγα θριξὶ λαγῴαις ἀναπτομένην καὶ θρυαλλίσι καὶ συρφετῷ ῥᾴδιόν ἐστιν ἐπισχεῖν, ἐὰν δ’ ἐπιλάβηται τῶν στερεῶν καὶ βάθος
5ἐχόντων, ταχὺ διέφθειρε καὶ συνεῖλεν ‘ὑψηλὸν ἡβήσασα τεκτόνων πόνον‘ ὥς φησιν Αἰσχύλος (fr. 357), οὕτως ὁ τῷ θυμῷ προσέχων ἐν ἀρχῇ καὶ κατὰ μικρὸν ἔκ τινος λαλιᾶς καὶ βωμολοχίας συρφετώδους ὁρῶν καπνιῶντα καὶ διακαιόμενον οὐ μεγάλης δεῖται πραγματείας, ἀλλὰ πολ‐161
10λάκις αὐτῷ τῷ σιωπῆσαι καὶ καταμελῆσαι κατέπαυσε.

454

F

καὶ γὰρ τὸ πῦρ ὁ μὴ παρασχὼν ὕλην ἔσβεσε, καὶ ὀργὴν ὁ μὴ θρέψας ἐν ἀρχῇ καὶ μὴ φυσήσας ἑαυτὸν ἐφυλάξατο καὶ καθεῖλεν. οὐκ ἤρεσκεν οὖν μοι, καίπερ ἄλλα χρήσιμα λέγων καὶ παραινῶν, ὁ Ἱερώνυμος (Sat. Saupp. p. 103),
5ἐν οἷς οὔ φησι γινομένης ἀλλὰ γεγενημένης καὶ οὔσης αἴσθησιν ὀργῆς εἶναι διὰ τὸ τάχος. οὐθὲν γὰρ οὕτω τῶν παθῶν συλλεγόμενον καὶ διακινούμενον ἔχει τὴν γένεσιν

455

A

ἐμφανῆ καὶ τὴν αὔξησιν. | ὡς δὴ καὶ Ὅμηρος ἐμπείρως διδάσκει, λυπηθέντα μὲν εὐθὺς ἐξαίφνης ποιῶν τὸν Ἀχιλ‐ λέα τοῦ λόγου προσπεσόντος, ἐν οἷς λέγει (Σ 22)
3 ‘ὣς φάτο· τὸν δ’ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα,‘
4
5θυμούμενον δὲ βραδέως τῷ Ἀγαμέμνονι καὶ διὰ λόγων πολλῶν ἐκκαιόμενον (Α 101 sqq.)· οὓς εἴ τις ὑφεῖλεν αὐτῶν ἐν ἀρχῇ καὶ διεκώλυσεν, οὐκ ἂν ἔσχεν αὔξησιν ἡ διαφορὰ τηλικαύτην καὶ μέγεθος. ὅθεν ὁ Σωκράτης ὁσάκις αἴσθοιτο κινουμένου τραχύτερον αὑτοῦ πρός τινα
10τῶν φίλων (PLG. III 721), ‘πρὸ χείματος ὥστ’ ἀνὰ
ποντίαν ἄκραν‘ στελλόμενος, ἐνεδίδου τε τῇ φωνῇ καὶ162

455

B

διεμειδία τῷ προσώπῳ καὶ τὸ βλέμμα πραότερον παρεῖχε, τῷ ῥέπειν ἐπὶ θάτερα καὶ πρὸς τοὐναντίον ἀντικινεῖσθαι τῷ πάθει διαφυλάττων ἑαυτὸν ἀπτῶτα καὶ ἀήττητον. Ἔστι γάρ τις, ὦ ἑταῖρε, πρώτη καθάπερ τυράννου
5κατάλυσις τοῦ θυμοῦ, μὴ πείθεσθαι μηδ’ ὑπακούειν προσ‐ τάττοντος αὐτοῦ μέγα βοᾶν καὶ δεινὸν βλέπειν καὶ κόπ‐ τειν ἑαυτόν, ἀλλ’ ἡσυχάζειν καὶ μὴ συνεπιτείνειν ὥσπερ νόσημα ῥιπτασμῷ καὶ διαβοήσει τὸ πάθος. αἱ μὲν γὰρ ἐρωτικαὶ πράξεις, οἷον ἐπικωμάσαι καὶ ᾆσαι καὶ στε‐
10φανῶσαι θύραν, ἔχουσιν ἁμωσγέπως κουφισμὸν οὐκ ἄχα‐ ριν οὐδ’ ἄμουσον·
11 ‘ἐλθὼν δ’ οὐκ ἐβόησα τίς ἢ τίνος, ἀλλ’ ἐφίλησα

455

C

τὴν φλιήν. εἰ τοῦτ’ ἔστ’ ἀδίκημ’, ἀδικῶ‘
(Callim. ep. 42, 5. 6),
2 αἵ τε τοῖς πενθοῦσιν ἐφέσεις τοῦ ἀποκλαῦσαι καὶ ἀποδύ‐ ρασθαι πολύ τι τῆς λύπης ἅμα τῷ δακρύῳ συνεξάγουσιν·
5ὁ δὲ θυμὸς ἐκριπίζεται μᾶλλον οἷς πράττουσι καὶ λέγουσιν οἱ ἐν αὐτῷ καθεστῶτες. ἀτρεμεῖν οὖν κράτιστον ἢ φεύγειν καὶ ἀποκρύπτειν καὶ καθορμίζειν ἑαυτὸν εἰς ἡσυχίαν, ὥσπερ ἐπιληψίας ἀρχομένης συναισθανομένους, ἵνα μὴ πέσωμεν μᾶλλον δ’ ἐπιπέσωμεν· ἐπιπίπτομεν δὲ τοῖς φί‐
10λοις μάλιστά γε καὶ πλειστάκις, οὐ γὰρ πάντων ἐρῶμεν οὐδὲ πᾶσι φθονοῦμεν οὐδὲ πάντας φοβούμεθα, θυμῷ δ’ ἄθικτον οὐδὲν οὐδ’ ἀνεπιχείρητον, ἀλλ’ ὀργιζόμεθα καὶ

455

D

πολεμίοις καὶ φίλοις καὶ τέκνοις καὶ γονεῦσι καὶ θεοῖς νὴ Δία καὶ θηρίοις καὶ ἀψύχοις σκεύεσιν, ὡς ὁ Θαμύρας (Soph. fr. 223)163
3
‘ῥηγνὺς χρυσόδετον κέρας,
5ῥηγνὺς ἁρμονίαν χορδοτόνου λύρας,‘
5 καὶ ὁ Πάνδαρος αὑτῷ καταρώμενος, εἰ μὴ τὰ τόξα κατα‐ πρήσειε ‘χερσὶ διακλάσσασ‘ (Ε 215). ὁ δὲ Ξέρξης καὶ τῇ θαλάττῃ στίγματα καὶ πληγὰς ἐνέβαλλε καὶ πρὸς τὸ ὄρος ἐξέπεμπεν ἐπιστολάς ‘Ἄθω δαιμόνιε οὐρανόμηκες, μὴ
10ποιεῖν ἐν ἐμοῖς ἔργοις λίθους μεγάλους καὶ δυσκατεργά‐ στους· εἰ δὲ μή, τεμὼν ῥίψω ς’ αὐτὸν εἰς θάλασσαν.‘ πολλὰ γάρ ἐστι τοῦ θυμοῦ φοβερά, πολλὰ δὲ καὶ γελοῖα·

455

E

διὸ καὶ μισεῖται καὶ καταφρονεῖται μάλιστα τῶν παθῶν. ἀμφότερα δ’ ἐσκέφθαι χρήσιμον. Ἐγὼ γοῦν, εἰ μὲν ὀρθῶς, οὐκ οἶδα, ταύτην δὲ τῆς ἰατρείας ἀρχὴν ποιησάμενος, ὥσπερ οἱ Λάκωνες ἐν τοῖς
5εἵλωσι τὸ μεθύειν οἷόν ἐστι, κατεμάνθανον τὴν ὀργὴν ἐν ἑτέροις. καὶ πρῶτον μέν, ᾗ φησιν Ἱπποκράτης (Progn. 2) χαλεπωτάτην εἶναι νόσον ἐν ᾗ τοῦ νοσοῦντος ἀνομοιότατον αὑτῷ γίνεται τὸ πρόσωπον, οὕτως ὁρῶν ὑπ’ ὀργῆς ἐξιστα‐ μένους μάλιστα καὶ μεταβάλλοντας ὄψιν χρόαν βάδισμα
10φωνὴν οἷον εἰκόνα τοῦ πάθους ἀπεματτόμην ἐμαυτῷ, πάνυ δυσχεραίνων εἰ φοβερὸς οὕτως καὶ παρακεκινηκὼς

455

F

ὁρῶμαί ποτε τοῖς φίλοις καὶ τῇ γυναικὶ καὶ τοῖς θυγα‐
τρίοις, οὐ μόνον ἰδεῖν ἄγριος καὶ ἀσυνήθης ἀλλὰ καὶ φωνὴν ἀπηνῆ καὶ τραχεῖαν ἀφιείς· ὥσπερ ἑτέροις τῶν συνήθων ἐνετύγχανον οὐκ ἦθος οὐ μορφὴν οὐ λόγου χάριν164
5οὐ τὸ πιθανὸν καὶ προσηνὲς ἐν ὁμιλίᾳ δυναμένοις ὑπ’

456

A

ὀργῆς διαφυλάττειν. | Γαΐῳ μὲν οὖν Γράκχῳ τῷ ῥήτορι καὶ τὸν τρόπον ὄντι χαλεπῷ καὶ περιπαθέστερον λέγοντι διηρμοσμένον ἦν συρίγγιον, ᾧ τὴν φωνὴν οἱ ἁρμονικοὶ σχέδην ἐπ’ ἀμφότερα διὰ τῶν τόνων ἄγουσι, καὶ τοῦτ’
5ἔχων οἰκέτης αὐτοῦ λέγοντος ὄπισθεν ἑστὼς ἐνεδίδου τόνον ἐπιεικῆ καὶ πρᾶον, ᾧ τὴν κραυγὴν ἀνεκαλεῖτο καὶ τὸ τραχὺ καὶ τὸ θυμικὸν ἀφῄρει τῆς φωνῆς, ὥσπερ ὁ τῶν βουκόλων (Aisch. Prom. 575)
8
‘κηρόπλαστος ὀτοβεῖ δόναξ
10ἀχέτας ὑπνοδόταν νόμον,‘
10 ἐπιθέλγων καὶ καθιστὰς τὴν ὀργὴν τοῦ ῥήτορος· ἐμοὶ δ’ εἴ τις ἐμμελὴς καὶ κομψὸς ἀκόλουθος ἦν, οὐκ ἂν ἠχθόμην

456

B

αὐτοῦ προσφέροντος ἐπὶ ταῖς ὀργαῖς ἔσοπτρον, ὥσπερ ἐνίοις προσφέρουσι λουσαμένοις ἐπ’ οὐδενὶ χρησίμῳ. τὸ γὰρ αὑτὸν ἰδεῖν παρὰ φύσιν ἔχοντα καὶ συντεταραγμένον οὐ μικρόν ἐστιν εἰς διαβολὴν τοῦ πάθους. καὶ γὰρ τὴν
5Ἀθηνᾶν λέγουσιν οἱ παίζοντες αὐλοῦσαν ὑπὸ τοῦ σατύρου
νουθετεῖσθαι καὶ μὴ προσέχειν (Tr. ad. 381)·
‘οὔ τοι πρέπει τὸ σχῆμα· τοὺς αὐλοὺς μέθες
καὶ θὦπλα λάζευ καὶ γνάθους εὐθημόνει,‘
165
8 θεασαμένην δὲ τοῦ προσώπου τὴν ὄψιν ἐν ποταμῷ τινι
10δυσχερᾶναι καὶ προέσθαι τοὺς αὐλούς· καίτοι παραμυθίαν ἡ τέχνη τῆς ἀμορφίας ἔχει τὴν ἐμμέλειαν. καὶ ὁ Μαρ‐ σύας, ὡς ἔοικε, φορβειᾷ τινι καὶ περιστομίοις [βίᾳ] τοῦ

456

C

πνεύματος τὸ ῥαγδαῖον ἐγκαθεῖρξε καὶ τοῦ προσώπου κατεκόσμησε καὶ ἀπέκρυψε τὴν ἀνωμαλίαν,
2 ‘χρυσῷ δ’ αἰγλήεντι συνήρμοσεν ἀμφιδασείας κόρσας καὶ στόμα λάβρον ὀπισθοδέτοισιν ἱμᾶσιν·‘
4
5ἡ δ’ ὀργὴ φυσῶσα καὶ διατείνουσα τὸ πρόσωπον ἀπρεπῶς ἔτι μᾶλλον αἰσχρὰν ἀφίησι καὶ ἀτερπῆ φωνὴν (Tr. ad. 361)
7
‘κινοῦσα χορδὰς τὰς ἀκινήτους φρενῶν.‘
8 τὴν μὲν γὰρ θάλασσαν, ὅταν ἐκταραχθεῖσα τοῖς πνεύ‐
10μασι τὰ βρύα καὶ τὸ φῦκος ἀναβάλλῃ, καθαίρεσθαι λέγου‐ σιν· ἃ δ’ ὁ θυμὸς ἐκβράσσει τῆς ψυχῆς περιτρεπομένης ἀκόλαστα καὶ πικρὰ καὶ σπερμολόγα ῥήματα, τοὺς λέγον‐ τας πρώτους καταρρυπαίνει καὶ καταπίμπλησιν ἀδοξίας,

456

D

ὡς ἀεὶ μὲν ἔχοντας ἐν αὑτοῖς ταῦτα καὶ πλήρεις ὄντας ὑπὸ δὲ τῆς ὀργῆς ἀνακαλυπτομένους. διὸ ‘κουφοτάτου πράγ‐ ματοσ‘ ὥς φησι Πλάτων ‘λόγου βαρυτάτην ζημίαν‘ τίνου‐
σιν, ἐχθροὶ καὶ κακολόγοι καὶ κακοήθεις δοκοῦντες εἶναι.166
5ταῦτ’ οὖν ὁρῶντί μοι καὶ παραφυλάττοντι συμβαίνει τίθεσθαι καὶ διαμνημονεύειν ἐπιεικῶς πρὸς ἐμαυτόν, ὡς ἀγαθὸν μέν ἐστιν ἐν πυρετῷ κρεῖττον δ’ ἐν ὀργῇ τὴν γλῶτ‐ ταν ἁπαλὴν ἔχειν καὶ λείαν. ἡ μὲν γὰρ τῶν πυρεττόντων ἐὰν μὴ κατὰ φύσιν σχῇ, σημεῖόν ἐστι πονηρὸν οὐκ αἴτιον,
10ἡ δὲ τῶν θυμουμένων τραχεῖα καὶ ῥυπαρὰ γενομένη καὶ

456

E

ῥυεῖσα πρὸς λόγους ἀτόπους ἔχθρας ἀνηκέστου δημιουρ‐ γὸν ὕβριν ἐκφέρει καὶ δυσμενείας ὑπούλου κατήγορον. οὐδὲν γὰρ ὁ ἄκρατος ἀκόλαστον οὕτω καὶ δυσχερὲς ὡς ὁ θυμὸς ἀναδίδωσι, κἀκεῖνα μὲν γέλωτι καὶ παιδιᾷ μέλει,
5ταῦτα δὲ χολῇ κέκραται· καὶ παρὰ πότον μὲν ὁ σιωπῶν ἐπαχθὴς τοῖς συνοῦσι καὶ φορτικός, ἐν ὀργῇ δὲ σεμνότε‐ ρον οὐδὲν ἡσυχίας, ὡς ἡ Σαπφὼ παραινεῖ (PLG. III fr. 27) ‘σκιδναμένης ἐν στήθεσιν ὀργῆς πεφυλάχθαι γλῶσ‐ σαν μαψυλάκαν.‘
10 Οὐ ταῦτα δὲ μόνον ἐπιλογίζεσθαι δίδωσι τὸ προσ‐ έχειν ἀεὶ τοῖς ἁλισκομένοις ὑπ’ ὀργῆς, ἀλλὰ καὶ τὴν ἄλλην

456

F

τοῦ θυμοῦ κατανοεῖν φύσιν, ὡς οὐκ εὐγενὴς οὐδ’ ἀνδρώ‐ δης οὐδ’ ἔχουσα φρόνημα καὶ μέγεθός ἐστιν, ἀλλὰ δοκεῖ τοῖς πολλοῖς τὸ ταρακτικὸν αὐτοῦ πρακτικὸν καὶ τὸ ἀπει‐ λητικὸν εὐθαρσὲς εἶναι καὶ τὸ ἀπειθὲς ἰσχυρόν. ἔνιοι δὲ
5καὶ τὴν ὠμότητα μεγαλουργίαν καὶ τὸ δυσπαραίτητον
εὐτονίαν καὶ μισοπονηρίαν τὸ δύσκολον οὐκ ὀρθῶς τίθεν‐ ται· τὰ γὰρ ἔργα καὶ τὰ κινήματα καὶ τὰ σχήματα μικρό‐167

457

A

τητα πολλὴν καὶ ἀσθένειαν κατηγορεῖ, | οὐ μόνον ἐν οἷς παιδάρια σπαράττουσι καὶ πρὸς γύναια διαπικραίνονται καὶ κύνας καὶ ἵππους καὶ ἡμιόνους οἴονται δεῖν κολάζειν, ὡς Κτησιφῶν ὁ παγκρατιαστὴς ἀντιλακτίσαι τὴν ἡμίονον
5ἀξιῶν, ἀλλὰ καὶ περὶ τὰς τυραννικὰς μιαιφονίας τῷ πικρῷ τὸ μικρόψυχον αὐτῶν καὶ τῷ δρῶντι τὸ πεπονθὸς ἐνορώμενον ἔοικε τοῖς δήγμασι τῶν ἑρπετῶν, ὅταν δια‐ καῇ καὶ περιώδυνα γένηται, τὴν φλεγμονὴν ἀπερειδομέ‐ νων σφοδρὰν τοῖς λελυπηκόσιν. ὡς γὰρ οἴδημα μεγάλης
10ἐστὶν ἐν σαρκὶ πληγῆς πάθος, οὕτως ἐν ταῖς μαλακωτάταις

457

B

ψυχαῖς ἡ πρὸς τὸ λυπῆσαι ἔνδοσις ἐκφέρει μείζονα θυμὸν ἀπὸ μείζονος ἀσθενείας. διὸ καὶ γυναῖκες ἀνδρῶν ὀργι‐ λώτεραι καὶ νοσοῦντες ὑγιαινόντων καὶ γέροντες ἀκμα‐ ζόντων καὶ κακῶς πράττοντες εὐτυχούντων. ὀργιλώτατος
5γὰρ ὁ φιλάργυρος πρὸς τὸν οἰκονόμον, ὁ γαστρίμαργος πρὸς τὸν ὀψοποιόν, ὁ ζηλότυπος πρὸς τὸ γύναιον, ὁ κενόδοξος κακῶς ἀκούσας· χαλεπώτατοι δ’ ‘ἄγαν φιλοτι‐ μίαν μνώμενοι ἐν πόλεσιν ἄνδρες· ἱστᾶσιν ἄλγος ἐμφα‐ νέσ‘ κατὰ Πίνδαρον (fr. 210). οὕτως ἐκ τοῦ λυπουμένου
10μάλιστα τῆς ψυχῆς καὶ πάσχοντος ἀνίσταται μάλιστα δι’ ἀσθένειαν ὁ θυμός, οὐχὶ νεύροις, ὥς τις εἶπε (Plato

457

C

Rep. 411b), τῆς ψυχῆς ἐοικώς, ἀλλ’ ἐπιτάμασι καὶ σπάσμασιν ἐν ταῖς ἀμυντικαῖς ὁρμαῖς σφοδρότερον ἐξανι‐
σταμένης. Τὰ μὲν οὖν φαῦλα παραδείγματα τὴν θέαν οὐκ168
5εὔχαριν ἀλλ’ ἀναγκαίαν μόνον εἶχε· τοὺς δ’ ἠπίως καὶ λείως ὁμιλοῦντας ὀργαῖς κάλλιστα μὲν ἀκούσματα κάλ‐ λιστα δὲ θεάματα ποιούμενος ἄρχομαι καταφρονεῖν τῶν λεγόντων (Tr. ad. 382)·
8
‘ἄνδρ’ ἠδίκησας· ἄνδρ’ ἀνεκτέον τόδε;‘
9
10καί (PLG. III p. 694)
10
‘βαῖνε λάξ, ἐπὶ τραχήλου βαῖνε, καὶ πέλα χθονί,‘
11 καὶ τἄλλα παροξυντικά, δι’ ὧν ἔνιοι τὸν θυμὸν ἐκ τῆς γυναικωνίτιδος εἰς τὴν ἀνδρωνῖτιν οὐκ εὖ μετοικίζουσιν.

457

D

ἡ γὰρ ἀνδρεία κατὰ τἄλλα τῇ δικαιοσύνῃ συμφερομένη περὶ μόνης μοι δοκεῖ διαμάχεσθαι τῆς πραότητος ὡς αὐτῇ μᾶλλον προσηκούσης. ἀνθρώπων μὲν γὰρ κρατῆσαι καὶ χείροσι βελτιόνων ὑπῆρξε, τὸ δ’ ἐν ψυχῇ στῆσαι
5κατὰ θυμοῦ τρόπαιον (ᾧ χαλεπὸν εἶναι μάχεσθαι φησὶν Ἡράκλειτος (fr. 85)· ‘ὅ τι γὰρ ἂν θέλῃ, ψυχῆς ὠνεῖται‘) μεγάλης ἐστὶ καὶ νικητικῆς ἰσχύος, ὥσπερ νεῦρα καὶ τόνους ἀληθῶς ἐπὶ τὰ πάθη τὰς κρίσεις ἐχούσης. διὸ καὶ συνάγειν ἀεὶ πειρῶμαι καὶ ἀναγινώσκειν οὐ ταῦτα δὴ
10νοῦν μόνα τὰ τῶν φιλοσόφων, οὕς φασι χολὴν οὐκ ἔχειν οἱ 〈οὐκ〉 ἔχοντες, ἀλλὰ μᾶλλον τὰ τῶν βασιλέων καὶ τυράν‐

457

E

νων· οἷον Ἀντιγόνου τὸ πρὸς τοὺς στρατιώτας τοὺς παρὰ
τὴν σκηνὴν λοιδοροῦντας αὐτὸν ὡς οὐκ ἀκούοντα· τὴν γὰρ βακτηρίαν ὑποβαλὼν ἔξω ‘παπαί‘ εἶπεν ‘οὐ πορρωτέρω ποι τραπόμενοι κακῶς ἐρεῖθ’ ἡμᾶς;‘ Ἀρκαδίωνος δὲ τοῦ169
5Ἀχαιοῦ τὸν Φίλιππον ἀεὶ κακῶς λέγοντος καὶ φεύγειν παραινοῦντος,
6
‘εἰσόκε τοὺς ἀφίκηται οἳ οὐκ ἴσασι Φίλιππον‘,
7 εἶτά πως ἐν Μακεδονίᾳ φανέντος ᾤοντο δεῖν οἱ φίλοι κολάσαι καὶ μὴ περιιδεῖν· ὁ δὲ Φιλίππος ἐντυχὼν αὐτῷ
10φιλανθρώπως καὶ ξένια καὶ δῶρα πέμψας ἐκέλευσεν ὕστερον πυνθάνεσθαι, τίνας λόγους ἀπαγγέλλοι πρὸς τοὺς

457

F

Ἕλληνας· ὡς δὲ πάντες ἐμαρτύρουν ἐπαινέτην αὐτοῦ γεγο‐ νέναι τὸν ἄνδρα θαυμάσιον, ‘ἐγὼ τοίνυν‘ ἔφη ‘βελτίων ἰατρὸς ὑμῶν.‘ ἐν Ὀλυμπίοις δὲ βλασφημίας περὶ αὐτοῦ γενομένης καί τινων λεγόντων, ὡς οἰμῶξαι προσήκει τοὺς
5Ἕλληνας, ὅτι εὖ πάσχοντες ὑπὸ τοῦ Φιλίππου κακῶς αὐτὸν λέγουσι· ‘τί οὖν‘ ἔφη ‘ποιήσουσιν, ἂν κακῶς πάσχω‐ σι;‘ καλὰ δὲ καὶ Πεισιστράτου τὰ πρὸς Θρασύβουλον καὶ

458

A

Πορσίννα | τὰ πρὸς Μούκιον καὶ Μάγα τὰ πρὸς Φιλή‐ μονα· δημοσίᾳ γὰρ ὑπ’ αὐτοῦ κωμῳδηθεὶς ἐν θεάτρῳ (fr. 144)·
3 ‘παρὰ τοῦ βασιλέως γράμμαθ’ ἥκει σοι, Μάγα—
5Μάγα κακόδαιμον, γράμματ’ οὐκ ἐπίστασαι;‘
5 λαβὼν ὑπὸ χειμῶνος εἰς Παραιτόνιον ἐξενεχθέντα στρα‐ τιώτην μὲν ἐκέλευσε γυμνῇ μαχαίρᾳ θιγεῖν τοῦ τραχήλου
μόνον εἶτα κοσμίως ἀπελθεῖν, ἀστραγάλους δὲ καὶ σφαῖ‐ ραν ὡς παιδαρίῳ νοῦν οὐκ ἔχοντι προσπέμψας ἀφῆκε.170
10Πτολεμαῖος δὲ γραμματικὸν εἰς ἀμαθίαν ἐπισκώπτων ἠρώτησε τίς ὁ τοῦ Πηλέως πατὴρ ἦν· κἀκεῖνος ‘ἂν σὺ

458

B

πρότερον εἴπῃσ‘ ἔφη ‘τίς ὁ τοῦ Λάγου·‘ τὸ δὲ σκῶμμα τῆς δυσγενείας ἥπτετο τοῦ βασιλέως, καὶ πάντες ἠγανάκτη‐ σαν ὡς οὐκ ἐπιτήδειον ὂν καὶ ἄκαιρον· ὁ δὲ Πτολεμαῖος ‘εἰ μὴ τὸ φέρειν‘ ἔφη ‘σκωπτόμενον, οὐδὲ τὸ σκώπτειν βασι‐
5λικόν ἐστιν.‘ Ἀλέξανδρος δὲ πικρότερος αὑτοῦ γέγονεν ἐν τοῖς περὶ Καλλισθένη καὶ Κλεῖτον. ᾗ καὶ Πῶρος ἁλοὺς παρεκάλει χρήσασθαι βασιλικῶς αὐτῷ· καὶ πυθομένου ‘μή τι πλέον;‘ ‘ἐν τῷ βασιλικῶσ‘ ἔφη ‘πάντ’ ἔνεστι.‘ διὸ καὶ τῶν θεῶν τὸν βασιλέα ‘Μειλίχιον‘ Ἀθηναῖοι δέ ‘Μαι‐
10μάκτην‘ οἶμαι καλοῦσι· τὸ δὲ κολαστικὸν ἐρινυῶδες καὶ

458

C

δαιμονικόν, οὐ θεῖον οὐδ’ ὀλύμπιον. Ὥσπερ οὖν ἐπὶ τοῦ Φιλίππου τις εἶπε κατασκά‐ ψαντος Ὄλυνθον ‘ἀλλ’ οὐκ ἂν ἀνοικίσαι γε πόλιν ἐκεῖνος δύναιτο τηλικαύτην,‘ οὕτως ἔστιν εἰπεῖν πρὸς τὸν θυμόν
5‘ἀνατρέψαι μὲν δύνασαι καὶ διαφθεῖραι καὶ καταβαλεῖν, ἀναστῆσαι δὲ καὶ σῶσαι καὶ φείσασθαι καὶ καρτερῆσαι πραότητός ἐστι καὶ συγγνώμης καὶ μετριοπαθείας, καὶ Καμίλλου καὶ Μετέλλου καὶ Ἀριστείδου καὶ Σωκράτους· τὸ δ’ ἐμφῦναι καὶ δακεῖν μυρμηκῶδες καὶ μυῶδεσ‘. οὐ μὴν ἀλλὰ
10καὶ πρὸς ἄμυναν ἅμα σκοπῶν τὸν δι’ ὀργῆς τρόπον ἄπρακτον

458

D

εὑρίσκω τὰ πολλά, δήγμασι χειλῶν καὶ πρίσεσιν ὀδόντων
καὶ κεναῖς ἐπιδρομαῖς καὶ βλασφημίαις ἀπειλὰς ἀνοήτους ἐχούσαις καταναλισκόμενον, εἶθ’ ὥσπερ ἐν τοῖς δρόμοις τὰ παιδία τῷ μὴ κρατεῖν ἑαυτῶν προκαταπίπτοντα τοῦ171
5τέλους ἐφ’ ὃ σπεύδει γελοίως. ὅθεν οὐ φαύλως ὁ Ῥόδιος πρὸς ὑπηρέτην τοῦ Ῥωμαίων στρατηγοῦ βοῶντα καὶ θρασυνόμενον ‘οὐ μέλει μοι τί σὺ λέγεις ἀλλὰ τί τῆνος σιγῇ.‘ καὶ τὸν Νεοπτόλεμον ὁ Σοφοκλῆς καὶ τὸν Εὐρύ‐ πυλον ὁπλίσας (Soph. Euryp. fr. 5, 9) ‘ἄκομπ’ ἀλοιδόρητα‘
10φησίν ‘ἐρρηξάτην ἐς κύκλα χαλκέων ὅπλων.‘ τὸν μὲν γὰρ σίδηρον ἔνιοι τῶν βαρβάρων φαρμάσσουσιν, ἡ δ’ ἀνδρεία

458

E

χολῆς οὐ δεῖται· βέβαπται γὰρ ὑπὸ τοῦ λόγου· τὸ δὲ θυμικὸν καὶ μανικὸν εὐπερίθραυστόν ἐστι καὶ σαθρόν. ἀφαιροῦσι γοῦν αὐλοῖς τὸν θυμὸν οἱ Λακεδαιμόνιοι τῶν μαχομένων, καὶ Μούσαις πρὸ πολέμου θύουσιν ὅπως ὁ
5λόγος ἐμμένῃ· καὶ τρεψάμενοι τοὺς πολεμίους οὐ διώκουσιν, ἀλλ’ ἀνακαλοῦνται τὸν θυμόν, ὥσπερ τὰ σύμμετρα τῶν ἐγχειριδίων εὐανακόμιστον ὄντα καὶ ῥᾴδιον. ὀργὴ δὲ μυ‐ ρίους προανεῖλε τῆς ἀμύνης, ὡς Κῦρον καὶ Πελοπίδαν τὸν Θηβαῖον. Ἀγαθοκλῆς δὲ πράως ἔφερε λοιδορούμενος ὑπὸ
10τῶν πολιορκουμένων, καί τινος εἰπόντος ‘κεραμεῦ, πόθεν

458

F

ἀποδώσεις τοῖς ξένοις τὸν μισθόν;‘ ἐπιγελάσας ‘αἴκα ταύταν ἐξέλω.‘ καὶ τὸν Ἀντίγονον ἀπὸ τοῦ τείχους τινὲς εἰς ἀμορφίαν ἔσκωπτον· ὁ δὲ πρὸς αὐτούς ‘καὶ μὴν
ἐδόκουν εὐπρόσωπος εἶναι‘· λαβὼν δὲ τὴν πόλιν ἐπίπρασκε172
5τοὺς σκώπτοντας, μαρτυράμενος ὅτι πρὸς τοὺς δεσπότας ἕξει τὸν λόγον, ἂν πάλιν αὐτὸν λοιδορῶσιν. ὁρῶ δὲ καὶ κυνηγοὺς σφαλλομένους ὑπ’ ὀργῆς μεγάλα καὶ ῥήτορας. Ἀριστοτέλης δ’ ἱστορεῖ (875a 34) Σατύρου τοῦ Σαμίου

459

A

τοὺς φίλους | ἐμφράξαι τὰ ὦτα κηρῷ δίκην ἔχοντος, ὅπως μὴ συγχέῃ τὸ πρᾶγμα διὰ θυμὸν ὑπὸ τῶν ἐχθρῶν λοιδορού‐ μενος. αὐτοὺς δ’ ἡμᾶς οὐ πολλάκις ἐκφεύγει τὸ κολάσαι πλημμελήσαντα δοῦλον; ἀποδιδράσκουσι γὰρ τὰς ἀπειλὰς
5καὶ τοὺς λόγους δείσαντες. ὅπερ οὖν αἱ τίτθαι πρὸς τὰ παιδία λέγουσι ‘μὴ κλαῖε, καὶ λήψῃ,‘ τοῦτο πρὸς τὸν θυμὸν οὐκ ἀχρήστως λεκτέον ‘μὴ σπεῦδε μηδὲ βόα μηδ’ ἐπείγου, καὶ μᾶλλον ἃ θέλεις γενήσεται καὶ βέλτιον.‘ καὶ γὰρ παῖδα πατὴρ ἰδὼν ἐπιχειροῦντά τι σιδηρίῳ διελεῖν ἢ
10περιτεμεῖν αὐτὸς λαβὼν τὸ σιδήριον ἐποίησε, καὶ τοῦ θυμοῦ τὴν τιμωρίαν παρελόμενος ὁ λογισμὸς αὐτὸς

459

B

ἀσφαλῶς καὶ ἀβλαβῶς καὶ ὠφελίμως ἐκόλασε τὸν ἄξιον οὐχ ἑαυτὸν ὥσπερ ὁ θυμὸς ἀντ’ ἐκείνου πολλάκις. Πάντων δὲ τῶν παθῶν ἐθισμοῦ δεομένων οἷον δαμάζοντος καὶ καταθλοῦντος ἀσκήσει τὸ ἄλογον καὶ
5δυσπειθὲς οὐ πρὸς ἄλλο μᾶλλον ἔστιν ἐγγυμνάσασθαι τοῖς οἰκέταις ἢ πρὸς τὸν θυμόν. οὔτε γὰρ φθόνος οὔτε φόβος οὔτε φιλοτιμία τις ἐγγίνεται πρὸς αὐτούς, ὀργαὶ δὲ συνε‐ χεῖς πολλὰ ποιοῦσαι προσκρούματα καὶ σφάλματα, διὰ τὴν
ἐξουσίαν ὥσπερ ἐν ὀλισθηρῷ χωρίῳ μηδενὸς ἐνισταμένου173
10μηδὲ κωλύοντος ὑποφέρουσαι. οὐ γὰρ ἔστιν ἀναμάρτητον ἐν πάθει τὸ ἀνυπεύθυνον κατασχεῖν μὴ πολλῇ τὴν ἐξου‐

459

C

σίαν ἐμπεριλαβόντα πραότητι μηδὲ πολλὰς ὑπομείναντα φωνὰς γυναικὸς καὶ φίλων ἐγκαλούντων ἀτονίαν καὶ ῥᾳθυμίαν. οἷς μάλιστα παρωξυνόμην καὶ αὐτὸς ἐπὶ τοὺς οἰκέτας ὡς τῷ μὴ κολάζεσθαι διαφθειρομένους. ὀψὲ
5μέντοι συνεῖδον, ὅτι πρῶτον μὲν ἐκείνους ἀνεξικακίᾳ χείρονας ποιεῖν βέλτιόν ἐστιν ἢ πικρίᾳ καὶ θυμῷ δια‐ στρέφειν ἑαυτὸν εἰς ἑτέρων ἐπανόρθωσιν· ἔπειτα πολλοὺς ὁρῶν αὐτῷ τῷ μὴ κολάζεσθαι πολλάκις αἰδουμένους κακοὺς εἶναι καὶ μεταβολῆς ἀρχὴν τὴν συγγνώμην μᾶλλον
10ἢ τὴν τιμωρίαν λαμβάνοντας, καὶ νὴ Δία δουλεύοντας ἑτέροις ἀπὸ νεύματος σιωπῇ καὶ προθυμότερον ἢ μετὰ

459

D

πληγῶν καὶ στιγμάτων ἑτέροις, ἐπειθόμην ἡγεμονικώτερον εἶναι τοῦ θυμοῦ τὸν λογισμόν. οὐ γάρ, ὡς ὁ ποιητὴς εἶπεν (Cypr. fr. 23 All.) ‘ἵνα γὰρ δέος, ἔνθα καὶ αἰδώσ‘, ἀλλὰ τοὐναντίον αἰδουμένοις ὁ σωφρονίζων ἐγγίνεται φόβος· ἡ
5δὲ συνεχὴς πληγὴ καὶ ἀπαραίτητος οὐ μετάνοιαν ἐμποιεῖ τοῦ κακουργεῖν ἀλλὰ τοῦ λανθάνειν πρόνοιαν μᾶλλον. τρίτον ἀεὶ μνημονεύων καὶ διανοούμενος πρὸς ἐμαυτόν, ὡς οὔθ’ ὁ τοξεύειν ἡμᾶς διδάξας ἐκώλυσε βάλλειν ἀλλὰ μὴ διαμαρτάνειν οὔτε τῷ κολάζειν ἐμποδὼν ἔσται τὸ διδά‐
10σκειν εὐκαίρως τοῦτο ποιεῖν καὶ μετρίως καὶ ὠφελίμως καὶ πρεπόντως, πειρῶμαι τὴν ὀργὴν ἀφαιρεῖν μάλιστα τῷ

459

E

μὴ παραιρεῖσθαι τῶν κολαζομένων τὴν δικαιολογίαν ἀλλ’ ἀκούειν. ὅ τε γὰρ χρόνος ἐμποιεῖ τῷ πάθει διατριβὴν καὶ μέλλησιν ἐκλύουσαν ἥ τε κρίσις εὑρίσκει καὶ τρόπον πρέποντα καὶ μέγεθος ἁρμόττον κολάσεως· ἔτι δ’ οὐχ174
5ὑπολείπεται πρόφασις τῷ διδόντι δίκην ἀντιτείνειν πρὸς τὴν ἐπανόρθωσιν, ἂν μὴ κατ’ ὀργὴν ἀλλ’ ἐξελεγχθεὶς κολάζηται· τό τ’ αἴσχιστον οὐ πρόσεστι, φαίνεσθαι δικαιό‐ τερα τοῦ δεσπότου λέγοντα τὸν οἰκέτην. ὥσπερ οὖν ὁ Φωκίων μετὰ τὴν Ἀλεξάνδρου τελευτὴν οὐκ ἐῶν προεξαν‐
10ίστασθαι τοὺς Ἀθηναίους οὐδὲ ταχὺ πιστεύειν, ‘εἰ σήμε‐

459

F

ρον‘ εἶπεν, ‘ἄνδρες Ἀθηναῖοι, τέθνηκε, καὶ αὔριον ἔσται καὶ εἰς τρίτην τεθνηκώς,‘ οὕτως οἶμαι δεῖν ὑποβάλλειν ἑαυτῷ τὸν σπεύδοντα δι’ ὀργὴν ἐπὶ τὴν τιμωρίαν, ‘εἰ σήμερον οὗτος ἠδίκηκε, καὶ αὔριον ἔσται καὶ εἰς τρίτην ἠδικηκώς·
5καὶ δεινὸν οὐδέν, εἰ δώσει δίκην βράδιον, ἀλλ’ εἰ ταχὺ παθὼν ἀεὶ φανεῖται μὴ ἀδικῶν‘· ὅπερ ἤδη συμβέβηκε πολλάκις. τίς γὰρ ἡμῶν οὕτω δεινός ἐστιν, ὥστε μαστι‐ γοῦν καὶ κολάζειν δοῦλον, ὅτι πέμπτην ἢ δεκάτην ἡμέραν |

460

A

προσέκαυσε τοὖψον ἢ κατέβαλε τὴν τράπεζαν ἢ βράδιον ὑπήκουσε; καὶ μὴν ταῦτ’ ἐστὶν ἐφ’ οἷς εὐθὺς γενομένοις καὶ προσφάτοις οὖσι ταραττόμεθα καὶ πικρῶς καὶ ἀπαραι‐ τήτως ἔχομεν. ὡς γὰρ δι’ ὁμίχλης τὰ σώματα, καὶ δι’
5ὀργῆς τὰ πράγματα μείζονα φαίνεται. διὸ δεῖ ταχὺ συμ‐ μνημονεύειν τῶν ὁμοίων καὶ τοῦ πάθους ἔξωθεν ὄντας ἀνυπόπτως, ἂν καθαρῷ τῷ λογισμῷ καὶ καθεστῶτι φαί‐ νηται μοχθηρόν, ἐπιστραφῆναι καὶ μὴ προέσθαι τότε μηδ’ ἀφεῖναι τὴν κόλασιν ὥσπερ σιτίων ἀνορέκτους γεγο‐
10νότας. οὐδὲν γὰρ οὕτως αἴτιόν ἐστι τοῦ παρούσης ὀργῆς175

460

B

κολάζειν, ὡς τὸ παυσαμένης μὴ κολάζειν ἀλλ’ ἐκλελύ‐ σθαι καὶ ταὐτὸν πεπονθέναι τοῖς ἀργοῖς κωπηλάταις, οἳ γαλήνης ὁρμοῦσιν εἶτα κινδυνεύουσιν ἀνέμῳ πλέοντες. καὶ γὰρ ἡμεῖς τοῦ λογισμοῦ κατεγνωκότες ἀτονίαν καὶ
5μαλακίαν ἐν τῷ κολάζειν σπεύδομεν παρόντι τῷ θυμῷ καθάπερ πνεύματι παραβόλως. τροφῇ μὲν γὰρ ὁ πεινῶν κατὰ φύσιν χρῆται τιμωρίᾳ δ’ ὁ μὴ πεινῶν μηδὲ διψῶν αὐτῆς μηδ’ ὥσπερ ὄψου πρὸς τὸ κολάσαι τοῦ θυμοῦ δεό‐ μενος, ἀλλ’ ὅταν πορρωτάτω τοῦ ὀρέγεσθαι γένηται προσ‐
10άγων τὸν λογισμὸν ἀναγκαίως. οὐ γάρ, ὡς Ἀριστοτέλης

460

C

ἱστορεῖ (fr. 608) κατ’ αὐτὸν ἐν Τυρρηνίᾳ μαστιγοῦσθαι τοὺς οἰκέτας πρὸς αὐλόν, οὕτω πρὸς ἡδονὴν δεῖ καθάπερ ἀπολαύσματος ὀρέξει τῆς τιμωρίας ἐμφορεῖσθαι καὶ χαί‐ ρειν κολάζοντας 〈κολάσαντας δὲ〉 μετανοεῖν ὧν τὸ μὲν
5θηριῶδες τὸ δὲ γυναικῶδες· ἀλλὰ καὶ λύπης καὶ ἡδονῆς χωρὶς ἐν τῷ τοῦ λογισμοῦ χρόνῳ τὴν δίκην κομίζεσθαι μὴ ὑπολείποντας τῷ θυμῷ πρόφασιν. Αὕτη μὲν οὖν ἴσως οὐκ ὀργῆς ἰατρεία φανεῖται, διά‐ κρουσις δὲ καὶ φυλακὴ τῶν ἐν ὀργῇ τινος ἁμαρτημάτων.
10καίτοι καὶ σπληνὸς οἴδημα σύμπτωμα μέν ἐστι πυρετοῦ πραϋνόμενον δὲ κουφίζει τὸν πυρετόν, ὥς φησιν Ἱερώ‐

460

D

νυμος (Sat. Saupp. p. 103). ἀλλ’ αὐτῆς γε τῆς ὀργῆς ἀναθεωρῶν τὴν γένεσιν ἄλλους ὑπ’ ἄλλων αἰτιῶν ἐμπί‐
πτοντας εἰς αὐτὴν ἑώρων, οἷς ἐπιεικῶς ἅπασι δόξα τοῦ καταφρονεῖσθαι καὶ ἀμελεῖσθαι παραγίνεται. διὸ καὶ τοῖς176
5παραιτουμένοις ὀργὴν δεῖ βοηθεῖν πορρωτάτω τὴν πρᾶξιν ὀλιγωρίας ἀπάγοντας καὶ θρασύτητος, εἰς ἄγνοιαν ἢ ἀνάγ‐ κην ἢ πάθος ἢ δυστυχίαν τιθεμένους· ὡς Σοφοκλῆς (Ant. 563)
8
‘ἀλλ’ οὐ γάρ, ὦναξ, οὐδ’ ὃς ἂν βλάστῃ μένει
10νοῦς τοῖς κακῶς πράξασιν, ἀλλ’ ἐξίσταται.‘
10 καὶ τῆς Βρισηΐδος τὴν ἀφαίρεσιν εἰς τὴν Ἄτην ἀναφέ‐

460

E

ρων ὁ Ἀγαμέμνων ὅμως (Τ 138) ‘ἂψ ἐθέλει ἀρέσαι, δόμεναί τ’ ἀπερείσι’ ἄποινα·‘ καὶ γὰρ τὸ δεῖσθαι τοῦ μὴ καταφρονοῦντός ἐστι, καὶ ταπεινὸς φανεὶς ὁ ἀδικήσας ἔλυσε τὴν τῆς ὀλιγωρίας δόξαν. οὐ δεῖ δὲ ταῦτα περιμέ‐
5νειν τὸν ὀργιζόμενον, ἀλλὰ τὸ τοῦ Διογένους ‘οὗτοί σου καταγελῶσιν ὦ Διόγενες·‘ ‘ἐγὼ δ’ οὐ καταγελῶμαι‘ λαμ‐ βάνειν ἑαυτῷ, καὶ καταφρονεῖσθαι μὴ νομίζειν ἀλλὰ μᾶλ‐ λον ἐκείνου καταφρονεῖν ὡς δι’ ἀσθένειαν [ἢ πλημμέ‐ λειαν] ἢ προπέτειαν ἢ ῥᾳθυμίαν ἢ ἀνελευθερίαν ἢ γῆρας
10ἢ νεότητα πλημμελοῦντος. οἰκέταις δὲ καὶ φίλοις ἀφε‐ τέον τὸ τοιοῦτο παντάπασιν· οὐ γὰρ ὡς ἀδυνάτων οὐδ’

460

F

ὡς ἀπράκτων, ἀλλὰ δι’ ἐπιείκειαν ἢ δι’ εὔνοιαν οἱ μὲν ὡς χρηστῶν οἱ δ’ ὡς φιλούντων καταφρονοῦσι. νυνὶ δ’ οὐ μόνον πρὸς γυναῖκα καὶ δούλους καὶ φίλους ὡς καταφρο‐ νούμενοι τραχέως ἔχομεν, ἀλλὰ καὶ πανδοκεῦσι καὶ ναύ‐
5ταις καὶ ὀρεωκόμοις μεθύουσι πολλάκις ὑπ’ ὀργῆς συμπί‐ πτομεν οἰόμενοι καταφρονεῖσθαι, καὶ κυσὶν ὑλακτοῦσι |177

461

A

καὶ ὄνοις ἐμβάλλουσι χαλεπαίνομεν· ὡς ἐκεῖνος ὁ βουλό‐ μενος τύπτειν τὸν ὀνηλάτην, εἶτ’ ἀνακραγόντος ὅτι ‘Ἀθηναῖός εἰμι,‘ ‘σὺ μὲν 〈οὖν〉 οὐκ εἶ Ἀθηναῖοσ‘ τὸν ὄνον λέγων ἔτυπτε καὶ πολλὰς ἐνεφόρει πληγάς.
5 Καὶ μὴν τάς γε συνεχεῖς καὶ πυκνὰς καὶ κατὰ μικρὸν ἐν τῇ ψυχῇ συλλεγομένας ὀργὰς μάλιστα φιλαυτία καὶ δυσκολία μετὰ τρυφῆς καὶ μαλακίας οἷον σμῆνος ἢ σφηκιὰν ἡμῖν ἐντίκτουσι. διὸ μεῖζον οὐδὲν εὐκολίας καὶ ἀφελείας ἐφόδιον εἰς πραότητα πρὸς οἰκέτας καὶ γυναῖκα
10καὶ φίλους τῷ δυναμένῳ συμφέρεσθαι τοῖς παροῦσι καὶ μὴ δεομένῳ πολλῶν καὶ περιττῶν.
11

461

B

‘ὁ δ’ οὔτ’ ἄγαν ὀπτοῖσιν οὔθ’ ἑφθοῖς ἄγαν οὔθ’ ἧττον οὔτε μᾶλλον οὔτε διὰ μέσου ἠρτυμένοισι χαίρων ὥστ’ ἐπαινέσαι‘ (Com. ad. 343),
3 χιόνος δὲ μὴ παρούσης οὐκ ἂν πιὼν οὐδ’ ἄρτον ἐξ ἀγορᾶς
5φαγὼν οὐδ’ ὄψου γευσάμενος ἐν λιτοῖς ἢ κεραμεοῖς σκεύεσιν οὐδὲ κοιμηθεὶς ἐπὶ στρωμνῆς μὴ οἰδούσης ὥσπερ θαλάττης διὰ βάθους κεκινημένης, ῥάβδοις δὲ καὶ πληγαῖς τοὺς περὶ τράπεζαν ὑπηρέτας ἐπιταχύνων μετὰ δρόμου καὶ βοῆς καὶ ἱδρῶτος ὥσπερ φλεγμαίνοντι κατα‐
10πλάσματα κομίζοντας, ἀσθενεῖ καὶ φιλαιτίῳ καὶ μεμψι‐
μοίρῳ δουλεύων διαίτῃ καθάπερ ὑπὸ βηχὸς ἐνδελεχοῦς178

461

C

[ἢ] προσκρουμάτων πολλῶν ἔλαθεν ἑλκώδη καὶ καταρ‐ ροϊκὴν διάθεσιν περὶ τὸ θυμοειδὲς ἀπεργασάμενος. ἐθι‐ στέον οὖν τὸ σῶμα δι’ εὐτελείας πρὸς εὐκολίαν αὔταρκες ἑαυτῷ γινόμενον· οἱ γὰρ ὀλίγων δεόμενοι πολλῶν οὐκ
5ἀποτυγχάνουσι. Καὶ δεινὸν οὐδὲν ἀρξαμένους ἀπὸ τῆς τροφῆς σιωπῇ χρήσασθαι τοῖς παρατυγχάνουσι, καὶ μὴ πολλὰ χολου‐ μένους καὶ δυσκολαίνοντας ἀτερπέστατον ὄψον ἐμβαλεῖν ἑαυτοῖς καὶ φίλοις τὴν ὀργήν·
9
10‘δόρπου δ’ οὐκ ἄν πως ἀχαρίστερον ἄλλο γένοιτο‘ (υ 392),
10 διὰ πρόσκαυσιν ἢ καπνὸν ἢ ἁλῶν ἔνδειαν ἢ ψυχρότερον ἄρτον οἰκετῶν τυπτομένων καὶ λοιδορουμένης γυναικός.

461

D

Ἀρκεσιλάου δὲ μετὰ ξένων τινῶν ἑστιῶντος τοὺς φίλους παρετέθη τὸ δεῖπνον, ἄρτοι δ’ οὐκ ἦσαν ἀμελησάντων πρίασθαι τῶν παίδων· ἐφ’ ᾧ τίς οὐκ ἂν ἡμῶν διέστησε τοὺς τοίχους κεκραγώς; ὁ δὲ μειδιάσας ‘οἷόν ἐστιν‘ ἔφη
5‘τὸ συμποτικὸν εἶναι τὸν σοφόν.‘ τοῦ δὲ Σωκράτους ἐκ παλαίστρας παραλαβόντος τὸν Εὐθύδημον ἡ Ξανθίππη μετ’ ὀργῆς ἐπιστᾶσα καὶ λοιδορηθεῖσα τέλος ἀνέτρεψε τὴν τράπεζαν, ὁ δ’ Εὐθύδημος ἐξαναστὰς ἀπῄει περίλυ‐ πος γενόμενος· καὶ ὁ Σωκράτης ‘παρὰ σοὶ δ’‘ εἶπεν ‘οὐ
10πρῴην ὄρνις τις εἰσπτᾶσα ταὐτὸ τοῦτ’ ἐποίησεν, ἡμεῖς δ’ οὐκ ἠγανακτήσαμεν‘; δεῖ γὰρ σὺν εὐκολίᾳ καὶ γέλωτι καὶ

461

E

φιλοφροσύνῃ τοὺς φίλους δέχεσθαι, μὴ τὰς ὀφρῦς συνά‐ γοντας μηδὲ φρίκην καὶ τρόμον ἐμβάλλοντας τοῖς ὑπηρε‐
τοῦσιν. ἐθιστέον δὲ καὶ σκεύεσιν εὐκόλως ὁμιλεῖν ἅπασι καὶ μὴ τῷδε μᾶλλον ἢ τῷδε χρῆσθαι· καθάπερ ἔνιοι179
5πολλῶν παρόντων ἓν ἐξελόμενοι κανθάριον, ὡς Μάριον ἱστοροῦσιν, ἢ ῥυτὸν οὐκ ἂν ἑτέρῳ πίοιεν. οὕτω δὲ καὶ πρὸς ληκύθους ἔχουσι καὶ πρὸς στλεγγίδας, ἀγαπῶντες ἐκ πασῶν μίαν, εἶθ’ ὅταν συντριβῇ τι τούτων ἢ ἀπόληται, βαρέως φέρουσι καὶ κολάζουσιν. ἀφεκτέον οὖν τῷ πρὸς
10ὀργὴν φαύλως ἔχοντι καὶ τῶν σπανίων καὶ περιτ‐ τῶν, οἷον ἐκπωμάτων καὶ σφραγίδων καὶ λίθων πολυτε‐

461

F

λῶν· ἐξίστησι γὰρ ἀπολλύμενα μᾶλλον τῶν εὐπορίστων καὶ συνήθων. διὸ καὶ τοῦ Νέρωνος ὀκτάγωνόν τινα σκηνὴν ὑπερφυὲς κάλλει καὶ πολυτελείᾳ θέαμα κατα‐ σκευάσαντος, ‘ἤλεγξασ‘ ἔφη ὁ Σενέκας ‘πένητα σεαυτόν·
5ἐὰν γὰρ ταύτην ἀπολέσῃς, ἑτέραν οὐ κτήσῃ τοιαύτην.‘ |

462

A

καὶ μέντοι καὶ συνέπεσε τοῦ πλοίου καταδύντος ἀπολέ‐ σθαι τὴν σκηνήν· ὁ δὲ Νέρων ἀναμνησθεὶς τοῦ Σενέκα μετριώτερον ἤνεγκεν. ἡ δὲ πρὸς τὰ πράγματ’ εὐκολία καὶ πρὸς οἰκέτας εὔκολον ποιεῖ καὶ πρᾶον, εἰ δὲ πρὸς οἰκέ‐
5τας, δῆλον ὅτι καὶ πρὸς φίλους καὶ πρὸς ἀρχομένους. ὁρῶμεν δὲ καὶ δούλους νεωνήτους περὶ τοῦ πριαμένου πυνθανομένους, οὐκ εἰ δεισιδαίμων οὐδ’ εἰ φθονερὸς ἀλλ’ εἰ θυμώδης, καὶ ὅλως σὺν ὀργῇ μηδὲ σωφροσύνην ἄνδρας γυναικῶν μηδ’ ἔρωτα γυναῖκας ἀνδρῶν ὑπομένειν δυνα‐
10μένας μηδὲ συνήθειαν ἀλλήλων φίλους· οὕτως οὔτε γάμος

462

B

οὔτε φιλία μετ’ ὀργῆς ἀνεκτόν. ἀλλὰ χωρὶς ὀργῆς καὶ μέθη κοῦφόν ἐστιν· ὁ γὰρ τοῦ θεοῦ νάρθηξ ἱκανὸς κολα‐ στὴς τοῦ μεθύοντος, ἂν μὴ προσγενόμενος ὁ θυμὸς
ὠμηστὴν καὶ μαινόλην ἀντὶ λυαίου καὶ χορείου ποιήσῃ180
5τὸν ἄκρατον. καὶ τὴν μανίαν αὐτὴν καθ’ αὑτὴν ἡ Ἀντίκυρα θεραπεύει, μιχθεῖσα δ’ ὀργῇ τραγῳδίας ποιεῖ καὶ μύθους. Δεῖ δὲ μήτε παίζοντας αὐτῇ διδόναι τόπον (ἔχθραν γὰρ ἐπάγει τῇ φιλοφροσύνῃ) μήτε κοινολογουμένους (φιλονεικίαν γὰρ ἐκ φιλολογίας ἀπεργάζεται) μήτε δικά‐
10ζοντας (ὕβριν γὰρ τῇ ἐξουσίᾳ προστίθησι) μήτε παιδεύ‐ οντας (ἀθυμίαν γὰρ ἐμποιεῖ καὶ μισολογίαν) μήτ’ εὐτυ‐

462

C

χοῦντας (αὔξει γὰρ τὸν φθόνον) μήτε δυστυχοῦντας· ἀφαιρεῖ γὰρ τὸν ἔλεον, ὅταν δυσκολαίνωσι καὶ μάχωνται τοῖς συναχθομένοις· ὡς Πρίαμος (Ω 239)
3
‘ἔρρετε, λωβητῆρες, ἐλεγχέες· οὔ νυ καὶ ὑμῖν
5οἴκοι ἔστι γόος, ὅτι μ’ ἤλθετε κηδήσοντες;‘
5 ἡ δ’ εὐκολία τοῖς μὲν βοηθεῖ τὰ δ’ ἐπικοσμεῖ τὰ δὲ συνη‐ δύνει, περιγίνεται δὲ τῇ πραότητι καὶ θυμοῦ καὶ δυσκο‐ λίας ἁπάσης. ὥσπερ Εὐκλείδης τοῦ ἀδελφοῦ πρὸς αὐτὸν ἐκ διαφορᾶς εἰπόντος ‘ἀπολοίμην, εἰ μή σε τιμωρησαίμην‘
10‘ἐγὼ δέ‘ φήσας ‘ἀπολοίμην, εἰ μή σε πείσαιμι‘ διέτρεψε

462

D

παραχρῆμα καὶ μετέθηκε. Πολέμων δὲ λοιδοροῦντος αὐτὸν ἀνθρώπου φιλολίθου καὶ περὶ σφραγίδια πολυτελῆ νοσοῦντος ἀπεκρίνατο μὲν οὐδὲν τῶν σφραγιδίων δ’ ἑνὶ προσεῖχε τὸν νοῦν καὶ κατεμάνθανεν· ἡσθεὶς οὖν ὁ ἄνθρω‐
5πος ‘μὴ οὕτωσ‘ εἶπεν ‘ὦ Πολέμων, ἀλλ’ ὑπ’ αὐγὰς θεῶ, καὶ πολύ σοι βέλτιον φανεῖται.‘ ὁ δ’ Ἀρίστιππος ὀργῆς αὐτῷ πρὸς Αἰσχίνην γενομένης καί τινος εἰπόντος ‘ὦ Ἀρίστιππε, ποῦ ὑμῶν ἡ φιλία;‘ ‘καθεύδει‘ φησίν ‘ἐγὼ δ’ αὐτὴν ἐγερῶ,‘ καὶ τῷ Αἰσχίνῃ προσελθὼν εἶπεν ‘οὕτω σοι
10δοκῶ παντάπασιν ἀτυχής τις εἶναι καὶ ἀνήκεστος, ὥστε181

462

E

μὴ νουθεσίας τυχεῖν;‘ ὁ δ’ Αἰσχίνης ‘οὐδέν‘ ἔφη ‘θαυ‐ μαστόν, εἰ πρὸς πάντα μου τῇ φύσει διαφέρων κἀνταῦθα τὸ δέον πρότερος συνεῖδες.‘
3 ‘καὶ γὰρ κάπρον φριξαύχεν’ οὐ μόνον γυνή,
5παῖς δ’ ἂν νεογνὸς χειρὶ προσκνήθων νέᾳ κλίνοι παλαιστοῦ παντὸς εὐμαρέστερον‘ (Tr. ad. 383)·
6 ἀλλ’ ἡμεῖς ἀγριαίνοντα τιθασεύομεν ζῷα καὶ πραΰνομεν, λυκιδεῖς καὶ σκύμνους λεόντων ἐν ταῖς ἀγκάλαις περι‐ φέροντες, εἶτα τέκνα καὶ φίλους καὶ συνήθεις ἐκβάλλομεν
10ὑπ’ ὀργῆς, οἰκέταις δὲ καὶ πολίταις τὸν θυμὸν ὥσπερ θηρίον ἐφίεμεν, οὐ καλῶς ὑποκοριζόμενοι μισοπονηρίαν,

462

F

ἀλλ’ ὥσπερ, οἶμαι, τῶν ἄλλων παθῶν τῆς ψυχῆς καὶ νοσημάτων τὸ μὲν πρόνοιαν τὸ δ’ ἐλευθεριότητα τὸ δ’ εὐσέβειαν καλοῦντες οὐδενὸς ἀπαλλαγῆναι δυνάμεθα. Καίτοι, καθάπερ ὁ Ζήνων (fr. 128) ἔλεγε τὸ
5σπέρμα σύμμιγμα καὶ κέρασμα τῶν τῆς ψυχῆς δυνάμεων ὑπάρχειν ἀπεσπασμένον, οὕτως ἔοικε τῶν παθῶν παν‐

463

A

σπερμία | τις ὁ θυμὸς εἶναι. καὶ γὰρ λύπης ἀπέσπασται καὶ ἡδονῆς καὶ ὕβρεως, καὶ φθόνου μὲν ἔχει τὴν ἐπιχαιρε‐ κακίαν, φόβου δὲ καὶ χείρων ἐστίν· ἀγωνίζεται γὰρ οὐχὶ μὴ παθεῖν αὐτὸς ἀλλὰ παθεῖν κακῶς ἐπιτρίψας ἕτερον·
5ἐπιθυμίας δ’ αὐτῷ τὸ ἀτερπέστατον ἐμπέφυκεν, εἴ γε δὴ τοῦ λυπεῖν ἕτερον ὄρεξίς ἐστι. διὸ τῶν μὲν ἀσώτων ταῖς οἰκίαις προσιόντες αὐλητρίδος ἀκούομεν ἑωθινῆς, καί ‘πηλόν‘, ὥς τις εἶπεν, οἴνου καὶ σπαράγματα στεφάνων καὶ κραιπαλῶντας ὁρῶμεν ἐπὶ θύραις ἀκολούθους· τὰ δὲ182
10τῶν πικρῶν ἐκκλύσματα καὶ δυσκόλων ἐν τοῖς προσώποις

463

B

τῶν οἰκετῶν ὄψει καὶ τοῖς στίγμασι καὶ ταῖς πέδαις· ‘ἀεὶ δ’ ἀοιδῶν μοῦνος ἐν στέγαισ‘ ὀργίλου ἀνδρός ‘κωκυτὸς ἐμπέπτωκε‘ (Tr. ad. 387), μαστιγουμένων ἔνδον οἰκο‐ νόμων καὶ στρεβλουμένων θεραπαινίδων, ὥστε τοῦ θυμοῦ
5τὰς λύπας ἐν ταῖς ἐπιθυμίαις καὶ ταῖς ἡδοναῖς οἰκτείρειν ὁρῶντας. Οὐ μὴν ἀλλ’ ὅσοις γε συμβαίνει διὰ μισοπονηρίαν ἀληθῶς ἁλίσκεσθαι πολλάκις ὑπ’ ὀργῆς, τὸ ἄγαν ἀφαιρε‐ τέον αὐτῆς καὶ τὸ ἄκρατον ἅμα τῇ σφοδρᾷ πίστει περὶ
10τῶν συνόντων. αὕτη γὰρ αὔξει μάλιστα τῶν αἰτιῶν τὸν θυμόν, ὅταν ἢ χρηστὸς ὑποληφθεὶς ἀναφανῇ μοχθηρὸς ἢ

463

C

φιλεῖν δόξας ἐν διαφορᾷ τινι καὶ μέμψει γένηται. τὸ δ’ ἐμὸν ἦθος οἶσθα δήπουθεν ἡλίκαις ῥοπαῖς φέρεται πρὸς εὔνοιαν ἀνθρώπων καὶ πίστιν. ὥσπερ οὖν οἱ κατὰ κενοῦ βαίνοντες, ὅσῳ μᾶλλον ἐπερείδω τῷ φιλεῖν ἐμαυτόν,
5ἁμαρτάνω μᾶλλον καὶ σφαλλόμενος ἀνιῶμαι· καὶ τοῦ μὲν φιλεῖν ἀπαρύσαι τὸ ἐμπαθὲς ἄγαν καὶ πρόθυμον οὐκ ἂν ἔτι δυνηθείην, τοῦ δὲ πιστεύειν σφόδρα χρησαίμην ἂν
ἴσως χαλινῷ τῇ Πλάτωνος εὐλαβείᾳ· καὶ γὰρ Ἑλίκωνα τὸν μαθηματικὸν οὕτως ἐπαινεῖν φησιν, ὡς φύσει εὐμετά‐183
10βολον ζῷον (ep. XIII 360d), καὶ τοὺς τεθραμμένους ἐν τῇ πόλει καλῶς δεδιέναι, μὴ ἄνθρωποι καὶ σπέρματα

463

D

ἀνθρώπων ὄντες ἐκφήνωσί που τῆς φύσεως τὴν ἀσθέ‐ νειαν (Legg. 853c). ὁ δὲ Σοφοκλῆς λέγων ὅτι (fr. 769)
2
‘τὰ πλεῖστα φωρῶν αἰσχρὰ φωράσεις βροτῶν‘
3 ἄγαν ἔοικεν ἡμῖν ἐπεμβαίνειν καὶ κολούειν. οὐ μὴν
5ἀλλὰ τὸ δύσκολον τοῦτο τῆς κρίσεως καὶ φιλαίτιον εὐκολωτέρους ποιεῖ ταῖς ὀργαῖς· ἐκστατικὸν γάρ ἐστι τὸ ἄφνω καὶ τὸ ἀπροσδόκητον· δεῖ δ’, ὥς που καὶ Παναίτιος ἔφη, χρῆσθαι τῷ Ἀναξαγόρου (A 33), καὶ καθάπερ ἐκεῖνος ἐπὶ τῇ τελευτῇ τοῦ παιδὸς εἶπεν
10‘ᾔδειν ὅτι θνητὸν ἐγέννησα,‘ τοῦτο τοῖς παροξύνουσιν ἑκάστοτ’ ἐπιφωνεῖν ἁμαρτήμασιν ‘ᾔδειν ὅτι σοφὸν οὐκ ἐπριάμην δοῦλον‘ ‘ᾔδειν ὅτι † καὶ τὸν ἄφιλον οὐκ

463

E

ἐκτησάμην‘ ‘ᾔδειν ὅτι τὴν γυναῖκα γυναῖκ’ εἶχον.‘ ἂν δὲ κἀκεῖνό τις ἐπιφθεγγόμενος ἀεὶ τὸ τοῦ Πλάτωνος ‘ἦ που ἄρ’ ἐγὼ τοιοῦτος;‘ ἔξωθεν εἴσω τὸν λογισμὸν ἀναστρέφῃ καὶ παρεμβάλλῃ ταῖς μέμψεσι τὴν εὐλάβειαν,
5οὐ πολλῇ χρήσεται μισοπονηρίᾳ πρὸς ἑτέρους πολλῆς ὁρῶν ἑαυτὸν συγγνώμης δεόμενον. νῦν δ’ ἕκαστος ἡμῶν ὀργιζόμενος καὶ κολάζων Ἀριστείδου φωνὰς ἐπιφέρει καὶ
Κάτωνος ‘μὴ κλέπτε‘ ‘μὴ ψεύδου,‘ ‘διὰ τί ῥᾳθυμεῖς;‘ καὶ ὃ δὴ πάντων αἴσχιστόν ἐστιν, ὀργιζομένοις ἐπιτιμῶμεν184
10μετ’ ὀργῆς καὶ τὰ διὰ θυμὸν ἡμαρτημένα θυμῷ κολά‐

463

F

ζομεν, οὐχ ὥσπερ ἰατροί ‘πικρῷ πικρὰν κλύζουσι φαρ‐ μάκῳ χολήν‘ (Soph. fr. 770), ἀλλὰ μᾶλλον ἐπιτείνοντες καὶ προσεκταράττοντες. ὅταν οὖν ἐν τούτοις γένωμαι τοῖς ἐπιλογισμοῖς, ἅμα τι πειρῶμαι καὶ τοῦ πολυπράγμονος

464

A

ἀφαιρεῖν. | τὸ γὰρ ἐξακριβοῦν ἅπαντα καὶ φωρᾶν καὶ πᾶσαν ἕλκειν εἰς μέσον ἀσχολίαν οἰκέτου καὶ πρᾶξιν φίλου καὶ διατριβὴν υἱοῦ καὶ ψιθυρισμὸν γυναικὸς ὀργὰς φέρει πολλὰς καὶ συνεχεῖς καὶ καθημερινάς, ὧν δυσκολία
5τρόπου καὶ χαλεπότης τὸ κεφάλαιόν ἐστιν. ὁ μὲν οὖν θεός, ὡς Εὐριπίδης φησί (fr. 974), ‘τῶν ἄγαν ἅπτεται, τὰ μικρὰ δ’ εἰς τύχην ἀφεὶς ἐᾷ·‘ ἐγὼ δὲ τῇ τύχῃ μὲν οὐδὲν οἶμαι δεῖν ἐπιτρέπειν οὐδὲ παρορᾶν τὸν νοῦν ἔχοντα, πιστεύ‐ ειν δὲ καὶ χρῆσθαι τὰ μὲν γυναικὶ τὰ δ’ οἰκέταις τὰ δὲ
10φίλοις οἷον ἄρχοντ’ ἐπιτρόποις τισὶ καὶ λογισταῖς καὶ διοικηταῖς, αὐτὸν ἐπὶ τῶν κυριωτάτων ὄντα τῷ λογισμῷ

464

B

καὶ μεγίστων. ὡς γὰρ τὰ λεπτὰ γράμματα τὴν ὄψιν, οὕτω τὰ μικρὰ πράγματα μᾶλλον ἐντείνοντα νύττει καὶ ταράττει τὴν ὀργήν, ἔθος πονηρὸν ἐπὶ τὰ μείζονα λαμ‐ βάνουσαν.
5 Ἐπὶ πᾶσι τοίνυν τὸ μὲν τοῦ Ἐμπεδοκλέους μέγα καὶ θεῖον ἡγούμην, τὸ ‘νηστεῦσαι κακότητοσ‘ (B 144), ἐπῄνουν δὲ κἀκείνας ὡς οὐκ ἀχαρίστους οὐδ’ ἀφιλοσόφους ἐν εὐχαῖς
ὁμολογίας, ἀφροδισίων ἐνιαυτὸν ἁγνεῦσαι καὶ οἴνου, τιμῶν‐ τας ἐγκρατείᾳ τὸν θεόν, ἢ ψευδολογίας πάλιν ἀπέχεσθαι185
10χρόνον ὡρισμένον, αὑτοῖς προσέχοντας πῶς ἀληθεύσομεν

464

C

ἔν τε παιδιᾷ καὶ μετὰ σπουδῆς ἁπάσης· εἶτα ταύταις τὴν ἐμαυτοῦ παρέβαλλον εὐχὴν ὡς οὐχ ἧττον θεοφιλῆ καὶ ἱεράν, ἡμέρας πρῶτον ὀλίγας ἀοργήτους οἷον ἀμεθύστους καὶ ἀοίνους διαγαγεῖν, ὥσπερ νηφάλια καὶ μελίσπονδα
5θύοντα, εἶτα μῆν’ ἕνα καὶ δύο, καὶ πειρώμενος ἐμαυτοῦ κατὰ μικρὸν οὕτως τῷ χρόνῳ προύβαινον εἰς τὸ πρόσθεν τῆς ἀνεξικακίας, ἐγκρατῶς προσέχων καὶ διαφυλάττων μετ’ εὐφημίας ἵλεω καὶ ἀμήνιτον ἐμαυτόν, ἁγνεύοντα καὶ λόγων πονηρῶν καὶ πράξεων ἀτόπων καὶ πάθους ἐφ’
10ἡδονῇ μικρᾷ καὶ ἀχαρίστῳ ταραχάς τε μεγάλας καὶ μεταμέλειαν αἰσχίστην φέροντος. ὅθεν, οἶμαι, καὶ θεοῦ

464

D

τι συλλαμβάνοντος, ἐσαφήνιζεν ἡ πεῖρα τὴν κρίσιν ἐκείνην, ὅτι τὸ ἵλεων τοῦτο καὶ πρᾶον καὶ φιλάνθρωπον οὐδενὶ τῶν συνόντων εὐμενές ἐστιν οὕτω καὶ φίλον καὶ ἄλυπον ὡς
αὐτοῖς τοῖς ἔχουσιν.186