TLG 0007 094 :: PLUTARCHUS :: De virtute morali (440d–452d)

PLUTARCHUS Biogr. Phil.
(Chaeronensis: A.D. 1–2)

De virtute morali (440d–452d)

Source: Pohlenz, M. (ed.), Plutarchi moralia, vol. 3. Leipzig: Teubner, 1929 (repr. 1972): 127–156.

Citation: Stephanus page — section — (line)

t

1

ΠΕΡΙ ΗΘΙΚΗΣ ΑΡΕΤΗΣ

440

D

Περὶ τῆς ἠθικῆς λεγομένης ἀρετῆς καὶ δοκούσης, ᾧ δὴ μάλιστα τῆς θεωρητικῆς διαφέρει, τῷ τὸ μὲν πάθος ὕλην ἔχειν τὸν δὲ λόγον εἶδος, εἰπεῖν πρόκειται τίνα τ’ οὐσίαν ἔχει καὶ πῶς ὑφίστασθαι πέφυκε· καὶ πότερον
5οἰκείῳ λόγῳ κεκόσμηται τὸ δεδεγμένον μόριον αὐτὴν τῆς
ψυχῆς ἢ μετέσχηκεν ἀλλοτρίου· καὶ εἰ μετέσχηκε, πότερον ὡς τὰ μεμιγμένα πρὸς τὸ βέλτιον ἢ μᾶλλον ὡς ἐπιστασίᾳ τινὶ χρώμενον καὶ ἀρχῇ μετέχειν λέγεται τῆς τοῦ ἄρχον‐ τος δυνάμεως. ὅτι μὲν γὰρ δύναται καὶ ἀρετὴ γεγονέναι127

440

E

καὶ μένειν παντάπασιν ἄυλος καὶ ἄκρατος, οἶμαι δῆλον εἶναι. Βέλτιον δὲ βραχέως ἐπιδραμεῖν καὶ τὰ τῶν ἑτέρων, οὐχ ἱστορίας ἕνεκα μᾶλλον ἢ τοῦ σαφέστερα γενέσθαι τὰ
5οἰκεῖα καὶ βεβαιότερα προεκτεθέντων ἐκείνων. Μενέδημος μὲν ὁ ἐξ Ἐρετρίας ἀνῄρει τῶν ἀρετῶν καὶ τὸ πλῆθος καὶ τὰς διαφοράς, ὡς μιᾶς οὔσης καὶ χρωμένης πολλοῖς ὀνόμασι· τὸ γὰρ αὐτὸ σωφροσύνην καὶ ἀνδρείαν καὶ δικαιοσύνην λέγεσθαι, καθάπερ βροτὸν καὶ
10ἄνθρωπον. Ἀρίστων δ’ ὁ Χῖος (fr. 375) τῇ μὲν οὐσίᾳ μίαν

440

F

καὶ αὐτὸς ἀρετὴν ἐποίει καὶ ὑγίειαν ὠνόμαζε· τῷ δὲ πρός τί πως διαφόρους καὶ πλείονας, ὡς εἴ τις ἐθέλοι τὴν ὅρασιν ἡμῶν λευκῶν μὲν ἀντιλαμβανομένην λευκοθέαν καλεῖν, μελάνων δὲ μελανοθέαν ἤ τι τοιοῦτον ἕτερον. καὶ
5γὰρ ἡ ἀρετὴ ποιητέα μὲν ἐπισκοποῦσα καὶ μὴ ποιητέα

441

A

κέκληται φρόνησις, ἐπιθυμίαν δὲ κοσμοῦσα | καὶ τὸ μέ‐ τριον καὶ τὸ εὔκαιρον ἐν ἡδοναῖς ὁρίζουσα σωφροσύνη, κοινωνήμασι δὲ καὶ συμβολαίοις ὁμιλοῦσα τοῖς πρὸς ἑτέ‐ ρους δικαιοσύνη· καθάπερ τὸ μαχαίριον ἓν μέν ἐστιν ἄλ‐
5λοτε δ’ ἄλλο διαιρεῖ, καὶ τὸ πῦρ ἐνεργεῖ περὶ ὕλας διαφό‐ ρους μιᾷ φύσει χρώμενον. ἔοικε δὲ καὶ Ζήνων εἰς τοῦτό πως ὑποφέρεσθαι ὁ Κιτιεύς (fr. 201), ὁριζόμενος τὴν
φρόνησιν ἐν μὲν ἀπονεμητέοις δικαιοσύνην ἐν δ’ αἱρετέοις σωφροσύνην ἐν δ’ ὑπομενετέοις ἀνδρείαν· ἀπολογούμενοι128
10δ’ ἀξιοῦσιν ἐν τούτοις τὴν ἐπιστήμην φρόνησιν ὑπὸ τοῦ Ζήνωνος ὠνομάσθαι. Χρύσιππος δὲ (fr. eth. 255) κατὰ

441

B

τὸν ποιὸν ἀρετὴν ἰδίᾳ ποιότητι συνίστασθαι νομίζων ἔλαθεν αὑτὸν κατὰ τὸν Πλάτωνα (Men. 72a) ‘σμῆνος ἀρετῶν‘ οὐ σύνηθες οὐδὲ γνώριμον ἐγείρας· ὡς γὰρ παρὰ τὸν ἀνδρεῖον ἀνδρείαν καὶ παρὰ τὸν πρᾶον πραότητα καὶ
5δικαιοσύνην παρὰ τὸν δίκαιον, οὕτω παρὰ τὸν χαρίεντα χαριεντότητας καὶ παρὰ τὸν ἐσθλὸν ἐσθλότητας καὶ παρὰ τὸν μέγαν μεγαλότητας καὶ παρὰ τὸν καλὸν καλότητας ἑτέρας τε τοιαύτας ἐπιδεξιότητας εὐαπαντησίας εὐτρα‐ πελίας ἀρετὰς τιθέμενος πολλῶν καὶ ἀτόπων ὀνομάτων
10οὐδὲν δεομένην ἐμπέπληκε 〈τὴν〉 φιλοσοφίαν.

441

C

Κοινῶς δ’ ἅπαντες οὗτοι τὴν ἀρετὴν τοῦ ἡγεμονικοῦ τῆς ψυχῆς διάθεσίν τινα καὶ δύναμιν γεγενημένην ὑπὸ λόγου, μᾶλλον δὲ λόγον οὖσαν αὐτὴν ὁμολογούμενον καὶ βέβαιον καὶ ἀμετάπτωτον ὑποτίθενται· καὶ νομίζουσιν
5οὐκ εἶναι τὸ παθητικὸν καὶ ἄλογον διαφορᾷ τινι καὶ φύσει [ψυχῆς] τοῦ λογικοῦ διακεκριμένον, ἀλλὰ τὸ αὐτὸ τῆς ψυχῆς μέρος, ὃ δὴ καλοῦσι διάνοιαν καὶ ἡγεμονικόν, δι’ ὅλου τρεπόμενον καὶ μεταβάλλον ἔν τε τοῖς πάθεσι καὶ ταῖς καθ’ ἕξιν ἢ διάθεσιν μεταβολαῖς κακίαν τε γίνε‐
10σθαι καὶ ἀρετήν, καὶ μηδὲν ἔχειν ἄλογον ἐν ἑαυτῷ, λέγε‐
σθαι δ’ ἄλογον, ὅταν τῷ πλεονάζοντι τῆς ὁρμῆς ἰσχυρῷ γενομένῳ καὶ κρατήσαντι πρός τι τῶν ἀτόπων παρὰ τὸν129

441

D

αἱροῦντα λόγον ἐκφέρηται· καὶ γὰρ τὸ πάθος εἶναι λόγον πονηρὸν καὶ ἀκόλαστον ἐκ φαύλης καὶ διημαρτημένης κρίσεως σφοδρότητα καὶ ῥώμην προσλαβούσης. ἔοικε δὲ λαθεῖν τούτους ἅπαντας, ᾗ διττὸς ἡμῶν ὡς
5ἀληθῶς ἕκαστός ἐστι καὶ σύνθετος· τὴν γὰρ ἑτέραν διπλόην οὐ κατεῖδον, ἀλλὰ τὴν ψυχῆς καὶ σώματος μῖξιν ἐμφανεστέραν οὖσαν. ὅτι δ’ αὐτῆς ἔστι τῆς ψυχῆς ἐν ἑαυτῇ σύνθετόν τι καὶ διφυὲς καὶ ἀνόμοιον, ὥσπερ ἑτέρου σώματος τοῦ ἀλόγου πρὸς τὸν λόγον ἀνάγκῃ τινὶ καὶ

441

E

φύσει συμμιγέντος καὶ συναρμοσθέντος, εἰκὸς μέν ἐστι μηδὲ Πυθαγόραν ἀγνοῆσαι, τεκμαιρομένοις τῇ περὶ μου‐ σικὴν σπουδῇ τοῦ ἀνδρός, ἣν ἐπηγάγετο τῇ ψυχῇ κηλή‐ σεως ἕνεκα καὶ παραμυθίας, ὡς οὐ πᾶν ἐχούσῃ διδασκα‐
5λίᾳ καὶ μαθήμασιν ὑπήκοον οὐδὲ λόγῳ μεταβλητὸν ἐκ κακίας, ἀλλά τινος ἑτέρας πειθοῦς συνεργοῦ καὶ πλάσεως καὶ τιθασεύσεως δεόμενον, εἰ μὴ παντάπασι μέλλοι φιλο‐ σοφίᾳ δυσμεταχείριστον εἶναι καὶ ἀπειθές· ἐμφανῶς μέν‐ τοι καὶ βεβαίως καὶ ἀναμφιδόξως Πλάτων (Tim. 35)
10συνεῖδεν, ὅτι τούτου τε τοῦ κόσμου τὸ ἔμψυχον οὐχ

441

F

ἁπλοῦν οὐδ’ ἀσύνθετον οὐδὲ μονοειδές ἐστιν, ἀλλ’ ἐκ τῆς ταὐτοῦ καὶ τῆς τοῦ ἑτέρου μεμιγμένον δυνάμεως πῆ μὲν ἀεὶ κατὰ ταὐτὰ κοσμεῖται καὶ περιπολεῖ μιᾷ τάξει κράτος ἐχούσῃ χρώμενον, πῆ δ’ εἴς τε κινήσεις καὶ
5κύκλους σχιζόμενον ὑπεναντίους καὶ πλανητοὺς ἀρχὴν διαφορᾶς καὶ μεταβολῆς καὶ ἀνομοιότητος ἐνδίδωσι ταῖς περὶ γῆν φθοραῖς καὶ γενέσεσιν, ἥ τ’ ἀνθρώπου ψυχὴ (Tim. 69c) μέρος ἢ μίμημα τῆς τοῦ παντὸς οὖσα καὶ συνηρμοσμένη κατὰ λόγους καὶ ἀριθμοὺς ἐοικότας ἐκεί‐130

442

A

νοις | οὐχ ἁπλῆ τίς ἐστιν οὐδ’ ὁμοιοπαθής, ἀλλ’ ἕτερον μὲν ἔχει τὸ νοερὸν καὶ λογιστικόν, ᾧ κρατεῖν τοῦ ἀνθρώ‐ που κατὰ φύσιν καὶ ἄρχειν προσῆκόν ἐστιν, ἕτερον δὲ τὸ παθητικὸν καὶ ἄλογον καὶ πολυπλανὲς καὶ ἄτακτον ἐξετα‐
5στοῦ δεόμενον. οὗ πάλιν διχῆ μεριζομένου τὸ μὲν ἀεὶ σώματι βούλεσθαι συνεῖναι καὶ σῶμα θεραπεύειν πεφυ‐ κὸς ἐπιθυμητικὸν κέκληται, τὸ δ’ ἔστι μὲν ᾗ τούτῳ προσ‐ τιθέμενον, ἔστι δ’ ᾗ τῷ λογισμῷ παρέχον ἰσχὺν ἐπὶ τοῦτο καὶ δύναμιν θυμοειδές. ἀποδείκνυσι δὲ (Rep. 434d
10sqq.) τὴν διαφορὰν μάλιστα τῇ τοῦ λογιζομένου καὶ φρο‐ νοῦντος ἀντιβάσει πρὸς τὸ ἐπιθυμοῦν καὶ 〈τὸ〉 θυμού‐

442

B

μενον, ὡς τῷ ἕτερ’ εἶναι πολλάκις ἀπειθοῦντα καὶ δυσμα‐ χοῦντα πρὸς τὸ βέλτιστον. ταύταις ἐχρήσατο ταῖς ἀρχαῖς ἐπὶ πλέον Ἀριστοτέλης, ὡς δῆλόν ἐστιν ἐξ ὧν ἔγραψεν· ὕστερον δὲ τὸ μὲν θυμοειδὲς τῷ ἐπιθυμητικῷ προσένειμεν,
5ὡς ἐπιθυμίαν τινὰ τὸν θυμὸν ὄντα καὶ ὄρεξιν ἀντιλυπή‐ σεως (de an. 403a 30), τῷ μέντοι παθητικῷ καὶ ἀλόγῳ μέχρι παντὸς ὡς διαφέροντι τοῦ λογιστικοῦ χρώμενος διετέλεσεν, οὐχ ὅτι παντελῶς ἄλογόν ἐστιν ὥσπερ τὸ αἰσθητικὸν ἢ τὸ θρεπτικὸν καὶ φυτικὸν τῆς ψυχῆς μέρος·131
10ἀλλὰ ταῦτα μὲν ὅλως ἀνήκοα λόγου καὶ κωφὰ τρόπον τινὰ τῆς σαρκὸς ἐκβεβλάστηκε καὶ περὶ τὸ σῶμα παντελῶς

442

C

καταπέφυκε, τὸ δὲ παθητικὸν οἰκείου λόγου στέρεται καὶ ἄμοιρόν ἐστιν, ἄλλως δὲ τοῦ λογιζομένου καὶ φρονοῦντος εἰσακούειν καὶ τρέπεσθαι πρὸς ἐκεῖνο καὶ ὑπείκειν καὶ κατασχηματίζεσθαι πέφυκεν, ἐὰν μὴ τέλεον ᾖ διεφθαρ‐
5μένον ὑφ’ ἡδονῆς ἀμαθοῦς καὶ ἀκολάστου διαίτης. Οἱ δὲ θαυμάζοντες ὅπως ἄλογον μέν ἐστι λόγου δ’ ὑπήκοον οὔ μοι δοκοῦσι τοῦ λόγου περινοεῖν τὴν δύναμιν ‘ὅση πέφυκε καὶ ἐφ’ ὅσον διέρχεται‘ (Eur. fr. 898, 3) τῷ κρατεῖν καὶ ἄγειν οὐ σκληραῖς οὐδ’ ἀντιτύποις ἀγωγαῖς
10ἀλλὰ τυπικαῖς καὶ τὸ ἐνδόσιμον καὶ πειθήνιον ἁπάσης ἀνάγκης καὶ βίας ἐχούσαις ἀνυσιμώτερον. ἐπεὶ καὶ πνεῦμα

442

D

δήπου καὶ νεῦρα καὶ ὀστᾶ καὶ τὰ λοιπὰ μέρη τοῦ σώματος ἄλογ’ ἐστίν, ἀλλ’ ὅταν ὁρμὴ γένηται, σείσαντος ὥσπερ ἡνίας τοῦ λογισμοῦ πάντα τέταται καὶ συνῆκται καὶ ὑπα‐ κούει· καὶ πόδες τε θεῖν διανοηθέντος εὔτονοι καὶ χεῖρες
5εἰς ἔργον καθίστανται βαλεῖν ἢ λαβεῖν ὁρμήσαντος. ἄριστα δ’ ὁ ποιητὴς τὸ συμπαθοῦν καὶ συγκατασχηματιζόμενον τῷ λόγῳ τοῦ ἀλόγου παρίστησι διὰ τούτων (τ 208 sqq.)·
7 ‘ὣς τῆς τήκετο καλὰ παρήια δακρυχεούσης,
κλαιούσης ἑὸν ἄνδρα παρήμενον· αὐτὰρ Ὀδυσσεὺς132
10θυμῷ μὲν γοόωσαν ἑὴν ἐλέαιρε γυναῖκα,

442

E

ὀφθαλμοὶ δ’ ὡς εἰ κέρα ἕστασαν ἠὲ σίδηρος ἀτρέμας ἐν βλεφάροισι, δόλῳ δ’ ὅ γε δάκρυα κεῦθεν·‘
2 οὕτως κατήκοον εἶχε τῆς κρίσεως καὶ τὸ πνεῦμα καὶ τὸ αἷμα καὶ τὸ δάκρυον. δηλοῦσι δὲ καὶ παρὰ καλαῖς καὶ
5καλοῖς, ὧν οὐκ ἐᾷ λόγος οὐδὲ νόμος θιγεῖν, αἰδοίων φυγαὶ καὶ ἀναχωρήσεις ἡσυχίαν ἀγόντων καὶ ἀτρεμούντων. ὃ μάλιστα συμβαίνει τοῖς ἐρῶσιν εἶτ’ ἀκούσασιν ὡς ἀδελ‐ φῆς ἐρῶντες ἢ θυγατρὸς ἠγνοήκασιν· ἅμα γὰρ ἔπτηξε τὸ ἐπιθυμοῦν ἁψαμένου τοῦ λόγου καὶ τὸ σῶμα τὰ μέρη
10συνευσχημονοῦντα τῇ κρίσει παρέσχε. σιτίοις γε μὴν πολ‐

442

F

λάκις καὶ ὄψοις μάλ’ ἡδέως προσενεχθέντες ἂν αἴσθωνται καὶ μάθωσιν αὑτοὺς τῶν μὴ καθαρῶν τι μηδὲ νομίμων ἐδηδοκότας, οὐ τῇ κρίσει μόνον ἐπιτίθεται τὸ λυποῦν καὶ δάκνον, ἀλλὰ καὶ τὸ σῶμα τῇ δόξῃ συνδιατρεπόμενον καὶ
5ἀναπιμπλάμενον ἔμετοι καὶ διατροπαὶ ναυτιώδεις ἴσχουσι. δέδοικα δὲ μὴ δόξαιμι παντάπασιν ἐπαγωγὰ καὶ νεαρὰ

443

A

τῷ | λόγῳ περαίνειν, ψαλτήρια διεξιὼν καὶ λύρας καὶ πηκτίδας καὶ αὐλοὺς καὶ ὅσα μουσικῆς προσῳδὰ καὶ προσήγορα μηχανησαμένης ἀνθρωπίνοις πάθεσιν ἄψυχα συνήδεται καὶ συνεπιθρηνεῖ καὶ συνᾴδει καὶ συνακο‐
5λασταίνει, τὰς κρίσεις ἀναφέροντα καὶ τὰ πάθη καὶ τὰ
ἤθη τῶν χρωμένων. καίτοι καὶ Ζήνωνά φασιν (fr. 299) εἰς θέατρον ἀνιόντα κιθαρῳδοῦντος Ἀμοιβέως πρὸς τοὺς μαθητάς ‘ἴωμεν‘ εἰπεῖν ‘ὅπως καταμάθωμεν οἵαν ἔντερα καὶ νεῦρα καὶ ξύλα καὶ ὀστᾶ λόγου καὶ ῥυθμοῦ μετα‐133
10σχόντα καὶ τάξεως ἐμμέλειαν καὶ φωνὴν ἀφίησιν.‘ ἀλλὰ

443

B

ταῦτ’ ἐάσας ἡδέως ἂν αὐτῶν πυθοίμην, εἰ κύνας καὶ ἵππους καὶ ὄρνιθας οἰκουροὺς ὁρῶντες ἔθει καὶ τροφῇ καὶ διδασκαλίᾳ φωνάς τε συνετὰς καὶ πρὸς λόγον ὑπη‐ κόους κινήσεις καὶ σχέσεις ἀποδιδόντας καὶ πράξεις τὸ
5μέτριον καὶ τὸ χρήσιμον ἡμῖν ἐχούσας Ὁμήρου τ’ ἀκούον‐ τες τὸν Ἀχιλλέα λέγοντος ‘ὀτρύνειν ἵππους τε καὶ ἀνέρασ‘ (Π 167) ἐπὶ τὴν μάχην ἔτι θαυμάζουσι καὶ διαποροῦσιν εἰ τὸ θυμούμενον ἐν ἡμῖν καὶ ἐπιθυμοῦν καὶ λυπούμενον καὶ ἡδόμενον ὑπακούειν τε τῷ φρονοῦντι καὶ πάσχειν ὑπ’
10αὐτοῦ καὶ συνδιατίθεσθαι πέφυκεν, οὐκ ἀποικοῦν οὐδ’

443

C

ἀπεσχισμένον οὐδὲ πλασσόμενον ἔξωθεν οὐδὲ τυπούμενον ἀνάγκαις τισὶν ἢ πληγαῖς, ἀλλὰ φύσει μὲν ἐξηρτημένον ἀεὶ δ’ ὁμιλοῦν καὶ συντρεφόμενον καὶ ἀναπιμπλάμενον ὑπὸ συνηθείας.
5 Διὸ καὶ καλῶς ὠνόμασται τὸ ἦθος. ἔστι μὲν γάρ, ὡς τύπῳ εἰπεῖν, ποιότης τοῦ ἀλόγου τὸ ἦθος, ὠνό‐ μασται δ’ ὅτι τὴν ποιότητα ταύτην καὶ τὴν διαφορὰν ἔθει λαμβάνει τὸ ἄλογον ὑπὸ τοῦ λόγου πλαττόμενον, οὐ βουλο‐ μένου τὸ πάθος ἐξαιρεῖν παντάπασιν (οὔτε γὰρ δυνατὸν
10οὔτ’ ἄμεινον), ἀλλ’ ὅρον τινὰ καὶ τάξιν ἐπιτιθέντος αὐτῷ καὶ τὰς ἠθικὰς ἀρετάς, οὐκ ἀπαθείας οὔσας ἀλλὰ συμ‐

443

D

μετρίας παθῶν καὶ μεσότητας, ἐμποιοῦντος· ἐμποιεῖ δὲ
τῇ φρονήσει τὴν τοῦ παθητικοῦ δύναμιν εἰς ἕξιν ἀστείαν καθιστάς. τρία γὰρ δὴ ταῦτά φασι περὶ τὴν ψυχὴν ὑπάρ‐ χειν, δύναμιν πάθος ἕξιν. ἡ μὲν οὖν δύναμις ἀρχὴ καὶ134
5ὕλη τοῦ πάθους, οἷον ὀργιλότης αἰσχυντηλία θαρραλεό‐ της· τὸ δὲ πάθος κίνησίς τις ἤδη τῆς δυνάμεως, οἷον ὀργὴ θάρσος αἰδώς [θράσος]· ἡ δ’ ἕξις ἰσχὺς καὶ κατα‐ σκευὴ τῆς περὶ τὸ ἄλογον δυνάμεως ἐξ ἔθους ἐγγενομένη, κακία μέν, ἂν φαύλως, ἀρετὴ δ’, ἂν καλῶς ὑπὸ τοῦ λόγου
10παιδαγωγηθῇ τὸ πάθος. Ἐπεὶ δ’ οὐ πᾶσαν ἀρετὴν μεσότητα ποιοῦσιν οὐδ’

443

E

ἠθικὴν καλοῦσι, λεκτέον ἂν εἴη περὶ τῆς διαφορᾶς ἀρξα‐ μένοις ἄνωθεν. ἔστι τοίνυν τῶν πραγμάτων τὰ μὲν ἁπλῶς ἔχοντα τὰ δὲ πῶς ἔχοντα πρὸς ἡμᾶς· ἁπλῶς μὲν οὖν ἔχοντα γῆ οὐρανὸς ἄστρα θάλασσα, πῶς δ’ ἔχοντα πρὸς
5ἡμᾶς ἀγαθὸν κακόν, αἱρετὸν φευκτόν, ἡδὺ ἀλγεινόν. ἀμφοῖν δὲ τοῦ λόγου θεωρητικοῦ ὄντος τὸ μὲν περὶ τὰ ἁπλῶς ἔχοντα μόνον ἐπιστημονικὸν καὶ θεωρητικόν ἐστι, τὸ δ’ ἐν τοῖς πῶς ἔχουσι πρὸς ἡμᾶς βουλευτικὸν καὶ πρακτι‐ κόν· ἀρετὴ δὲ τούτου μὲν ἡ φρόνησις ἐκείνου δ’ ἡ σοφία.
10διαφέρει δὲ σοφίας φρόνησις, ᾗ τοῦ θεωρητικοῦ πρὸς τὸ

443

F

πρακτικὸν καὶ παθητικὸν ἐπιστροφῆς καὶ σχέσεώς τινος γενομένης ὑφίσταται κατὰ λόγον ἡ φρόνησις. διὸ φρόνησις μὲν τύχης δεῖται σοφία δ’ οὐ δεῖται πρὸς τὸ οἰκεῖον τέλος
οὐδὲ βουλῆς· ἔστι γὰρ περὶ τὰ ἀεὶ κατὰ ταὐτὰ καὶ ὡσαύ‐135
5τως ἔχοντα. καὶ καθάπερ ὁ γεωμέτρης οὐ βουλεύεται περὶ

444

A

τοῦ τριγώνου, | εἰ δυεῖν ὀρθαῖς ἴσας ἔχει τὰς ἐντὸς γωνίας ἀλλ’ οἶδεν (αἱ γὰρ βουλαὶ περὶ τῶν ἄλλοτ’ ἄλλως ἐχόντων, οὐ περὶ τῶν βεβαίων καὶ ἀμεταπτώτων), οὕτως ὁ θεωρη‐ τικὸς νοῦς περὶ τὰ πρῶτα καὶ μόνιμα καὶ μίαν ἀεὶ φύσιν
5ἔχοντα μὴ δεχομένην μεταβολὰς ἐνεργῶν ἀπήλλακται τοῦ βουλεύεσθαι· τὴν δὲ φρόνησιν εἰς πράγματα πλάνης μεστὰ καὶ ταραχῆς καθιεῖσαν ἐπιμίγνυσθαι τοῖς τυχηροῖς πολ‐ λάκις ἀναγκαῖόν ἐστι καὶ τῷ βουλευτικῷ χρῆσθαι περὶ τῶν ἀδηλοτέρων, τῷ δὲ πρακτικῷ τὸ βουλευτικὸν ἐκδεχο‐
10μένην ἐνεργεῖν ἤδη καὶ τοῦ ἀλόγου συμπαρόντος καὶ συνε‐

444

B

φελκομένου ταῖς κρίσεσιν. ὁρμῆς γὰρ δέονται· τὴν δ’ ὁρμὴν τῷ πάθει ποιεῖ τὸ ἦθος, λόγου δεομένην ὁρίζοντος, ὅπως μετρία παρῇ καὶ μήθ’ ὑπερβάλλῃ μήτ’ ἐγκαταλείπῃ τὸν καιρόν. τὸ γὰρ δὴ παθητικὸν καὶ ἄλογον κινήσεσι
5χρῆται ταῖς μὲν ἄγαν σφοδραῖς καὶ ὀξείαις ταῖς δὲ μαλα‐ κωτέραις ἢ προσήκει καὶ ἀργοτέραις. ὅθεν ἕκαστον ὧν πράττομεν ἀεὶ μοναχῶς μὲν κατορθοῦται πλεοναχῶς δ’ ἁμαρτάνεται· τὸ γὰρ βαλεῖν τὸν σκοπὸν ἕν ἐστι καὶ ἁπλοῦν, ἀστοχοῦσι δ’ ἄλλοτ’ ἄλλως, ὑπερβάλλοντες τὸ μέτριον ἢ
10προαπολείποντες. τοῦτ’ οὖν τοῦ πρακτικοῦ λόγου κατὰ

444

C

φύσιν ἔργον ἐστί, τὸ ἐξαιρεῖν τὰς ἀμετρίας τῶν παθῶν καὶ πλημμελείας. ὅπου μὲν γὰρ ὑπ’ ἀρρωστίας καὶ μαλα‐ κίας ἢ δέους καὶ ὄκνου προενδίδωσιν ἡ ὁρμὴ καὶ προαπο‐ λείπει τὸ καλόν, ἐνταῦθα πάρεστιν ἐξεγείρων καὶ ἀναρ‐
5ριπίζων, ὅπου δὲ πάλιν ἐκφέρεται ῥυεῖσα πολλὴ καὶ ἄτακτος, ἐκεῖ τὸ σφοδρὸν ἀφαιρεῖ καὶ ἵστησιν. οὕτως δ’
ὁρίζων τὴν παθητικὴν κίνησιν ἐμποιεῖ τὰς ἠθικὰς ἀρετὰς περὶ τὸ ἄλογον, ἐλλείψεως καὶ ὑπερβολῆς μεσότητας οὔσας. οὐ γὰρ ἅπασαν ἀρετὴν μεσότητι γίνεσθαι ῥητέον·136
10ἀλλ’ ἡ μὲν ἀπροσδεὴς τοῦ ἀλόγου καὶ περὶ τὸν εἰλικρινῆ

444

D

καὶ ἀπαθῆ νοῦν συνισταμένη σοφία καὶ φρόνησις αὐτο‐ τελής τίς ἐστιν ἀκρότης τοῦ λόγου καὶ δύναμις, ᾗ τὸ θειότατον ἐγγίνεται τῆς ἐπιστήμης καὶ μακαριώτατον, ἡ δ’ ἀναγκαία διὰ τὸ σῶμα καὶ δεομένη τῆς παθητικῆς
5ὥσπερ ὀργανικῆς ὑπηρεσίας ἐπὶ τὸ πρακτικόν, οὐκ οὖσα φθορὰ τοῦ ἀλόγου τῆς ψυχῆς οὐδ’ ἀναίρεσις ἀλλὰ τάξις καὶ διακόσμησις, ἀκρότης μέν ἐστι τῇ δυνάμει καὶ τῇ ποιότητι, τῷ ποσῷ δὲ μεσότης γίνεται τὸ ὑπερβάλλον ἐξαιροῦσα καὶ τὸ ἐλλεῖπον.
10 Ἐπεὶ δὲ πολλαχῶς τὸ μέσον (καὶ γὰρ τὸ κεκρα‐ μένον τῶν ἀκράτων μέσον, ὡς λευκοῦ καὶ μέλανος τὸ

444

E

φαιόν· καὶ τὸ περιέχον καὶ περιεχόμενον τοῦ περιεχο‐ μένου καὶ περιέχοντος, ὡς τῶν δώδεκα καὶ τεττάρων τὰ ὀκτώ· καὶ τὸ μηδετέρου τῶν ἄκρων μετέχον, ὡς ἀγαθοῦ καὶ κακοῦ τὸ ἀδιάφορον), τούτων μὲν οὐδενὶ τῶν τρόπων
5ἡ ἀρετὴ προσρητέα μεσότης. οὔτε γὰρ μῖγμα τῶν κακιῶν ἐστιν, οὔτ’ ἐμπεριέχουσα τοὔλαττον ἐμπεριέχεται τῷ πλεονάζοντι τοῦ προσήκοντος, οὔτ’ ἀπήλλακται παντά‐ πασι τῶν παθητικῶν ὁρμῶν, ἐν αἷς τὸ μᾶλλον καὶ τὸ ἧττόν ἐστι. γίνεται δὲ μεσότης καὶ λέγεται μάλιστα τῇ
10περὶ φθόγγους καὶ ἁρμονίας ὁμοίως· ἐκείνη τε γὰρ
ἐμμελὴς οὖσα φωνὴ καθάπερ ἡ νήτη καὶ ὑπάτη τῆς137

444

F

μὲν τὴν ὀξύτητα τῆς δὲ τὴν βαρύτητα τὴν ἄγαν διαπέ‐ φευγεν· αὕτη τε κίνησις οὖσα καὶ δύναμις περὶ τὸ ἄλογον, τὰς ἐκλύσεις καὶ τὰς ἐπιτάσεις καὶ ὅλως τὸ μᾶλλον καὶ τὸ

445

A

ἧττον ἐξαιρεῖ τῆς ὁρμῆς, | εἰς τὸ μέτριον καὶ ἀναμάρτητον καθιστᾶσα τῶν παθῶν ἕκαστον. αὐτίκα τὴν μὲν ἀνδρείαν μεσότητά φασιν εἶναι δειλίας καὶ θρασύτητος, ὧν ἡ μὲν ἔλλειψις ἡ δ’ ὑπερβολὴ τοῦ θυμοειδοῦς ἐστι· τὴν δ’ ἐλευ‐
5θεριότητα μικρολογίας καὶ ἀσωτίας, πραότητα δ’ ἀναλ‐ γησίας καὶ ὠμότητος· αὐτήν τε σωφροσύνην καὶ δικαιο‐ σύνην, τὴν μὲν περὶ τὰ συμβόλαια μήτε πλέον νέμουσαν αὑτῇ τοῦ προσήκοντος μήτ’ ἔλαττον, τὴν δ’ εἰς τὸ μέσον [ἀπαθείας] ἀναισθησίας καὶ ἀκολασίας ἀεὶ τὰς ἐπιθυμίας
10καθιστᾶσαν. Ἐν ᾧ δὴ καὶ μάλιστα δοκεῖ τὸ ἄλογον τῆς πρὸς τὸ

445

B

λογικὸν διαφορᾶς αὐτοῦ παρέχειν κατανόησιν, καὶ δει‐ κνύειν τὸ πάθος ὡς ἕτερόν τι κομιδῇ τοῦ λόγου ἐστίν. οὐ γὰρ ἂν διέφερε σωφροσύνης ἐγκράτεια, καὶ ἀκο‐ λασίας ἀκρασία περὶ τὰς ἡδονὰς καὶ τὰς ἐπιθυμίας, εἰ
5ταὐτὸν ἦν τῆς ψυχῆς ᾧ ἐπιθυμεῖν ᾧ τε κρίνειν πέφυκε. νῦν δὲ σωφροσύνη μέν ἐστιν, οὗ τὸ παθητικὸν ὥσπερ εὐήνιον θρέμμα καὶ πρᾶον ὁ λογισμὸς ἡνιοχεῖ καὶ μετα‐ χειρίζεται, περὶ τὰς ἐπιθυμίας χρώμενος ὑπείκοντι καὶ δεχομένῳ τὸ μέτριον καὶ τὸ εὔσχημον ἑκουσίως, ὁ δ’
10ἐγκρατὴς ἄγει μὲν ἐρρωμένῳ τῷ λογισμῷ καὶ κρατοῦντι τὴν ἐπιθυμίαν, ἄγει δ’ οὐκ ἀλύπως οὐδὲ πειθομένην ἀλλὰ

445

C

πλαγίαν καὶ ἀντιτείνουσαν, οἷον ὑπὸ πληγῆς καὶ χαλινοῦ καταβιαζόμενος καὶ ἀνακρούων, ἀγῶνος ὢν ἐν ἑαυτῷ καὶ θορύβου μεστός· οἷον ὁ Πλάτων (Phaedr. 254 sqq.) ἐξεικονίζει περὶ τὰ τῆς ψυχῆς ὑποζύγια, τοῦ χείρονος138
5πρὸς τὸ βέλτιον ζυγομαχοῦντος ἅμα καὶ τὸν ἡνίοχον διαταράττοντος ἀντέχειν ὀπίσω καὶ κατατείνειν ὑπὸ σπουδῆς ἀναγκαζόμενον ἀεί, ‘μὴ βάλῃ φοίνικας ἐκ χειρῶν ἱμάντασ‘ κατὰ Σιμωνίδην (fr. 17). ὅθεν οὐδ’ ἀρετὴν ἀξιοῦσιν αὐτοτελῆ τὴν ἐγκράτειαν ἀλλ’ ἔλαττον ἀρετῆς
10εἶναι· μεσότης γὰρ οὐ γέγονεν ἐκ συμφωνίας τοῦ χείρονος πρὸς τὸ βέλτιον οὐδ’ ἀνῄρηται τοῦ πάθους τὸ ὑπερβάλλον,

445

D

οὐδὲ πειθόμενον οὐδ’ ὁμολογοῦν τῷ φρονοῦντι τῆς ψυχῆς τὸ ἐπιθυμοῦν ἀλλὰ λυποῦν καὶ λυπούμενον καὶ καθειργό‐ μενον ὑπ’ ἀνάγκης ὥσπερ ἐν στάσει δυσμενὲς καὶ πολέ‐ μιον συνοικεῖ·
4
5‘πόλις δ’ ὁμοῦ μὲν θυμιαμάτων γέμει ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων‘ (Soph. O. R. 3),
6 ἡ τοῦ ἐγκρατοῦς ψυχὴ διὰ τὴν ἀνωμαλίαν καὶ τὴν δια‐ φοράν. κατὰ ταὐτὰ δ’ οἴονται καὶ τὴν ἀκρασίαν ἔλαττόν τι κακίας εἶναι παντελῆ δὲ κακίαν τὴν ἀκολασίαν. αὕτη μὲν
10γὰρ ἔχουσα καὶ πάθος φαῦλον καὶ λόγον ὑφ’ οὗ μὲν ἐξάγεται τῷ ἐπιθυμεῖν πρὸς τὸ αἰσχρόν, ὑφ’ οὗ δὲ τῷ κακῶς κρίνειν προστιθεμένου ταῖς ἐπιθυμίαις καὶ τὴν

445

E

αἴσθησιν ἀποβάλλει τῶν ἁμαρτανομένων· ἡ δ’ ἀκρασία τῷ μὲν λόγῳ σῴζει τὴν κρίσιν ὀρθὴν οὖσαν, τῷ δὲ πάθει φέρεται παρὰ τὴν κρίσιν ἰσχύοντι τοῦ λόγου μᾶλλον. ὅθεν διαφέρει τῆς ἀκολασίας· ὅπου μὲν γὰρ ἡττᾶται τοῦ πά‐
5θους ὁ λογισμὸς ὅπου δ’ οὐδὲ μάχεται, καὶ ὅπου μὲν ἀντι‐
λέγων ἕπεται ταῖς ἐπιθυμίαις ὅπου δ’ ὑφηγεῖται συναγο‐ ρεύων, καὶ ὅπου μὲν ἡδομένῳ κοινωνεῖν ὑπάρχει τῶν ἁμαρτανομένων ὅπου δ’ ἀχθομένῳ, καὶ ὅπου μὲν ἑκὼν φέρεται πρὸς τὸ αἰσχρὸν ὅπου δὲ προδίδωσιν ἄκων τὸ139
10καλόν· ὡς τοῖς πραττομένοις ὑπ’ αὐτῶν οὐχ ἧττον δὲ καὶ τοῖς λεγομένοις ἔνεστιν ἡ διαφορὰ κατάδηλος. ἀκολάστων

445

F

μὲν γὰρ αἵδε φωναί·
1 ‘τίς δὲ χάρις, τί δὲ τερπνὸν ἄνευ χρυσῆς Ἀφροδίτης; τεθναίην, ὅτε μοι μηκέτι ταῦτα μέλοι‘ (Mimn. fr. 1)·
3 καὶ ἕτερος (Alexis fr. 271, 4. 5)
4
5‘τὸ πιεῖν τὸ φαγεῖν τὸ τῆς Ἀφροδίτης τυγχάνειν, τὰ δ’ ἄλλα προσθήκας ἅπαντ’ ἐγὼ καλῶ‘
6

446

A

φησίν, | ὥσπερ ἐξ ὅλης τῆς συνεπινεύων ταῖς ἡδο‐ ναῖς καὶ ὑπερειπόμενος. οὐχ ἧττον δὲ τούτων ὁ εἰπών (Com. adesp. 217)
3 ‘ἔα μ’ ἀπολέσθαι· τοῦτο γάρ μοι συμφέρει‘
4
5τὴν κρίσιν ἔχει τῷ πάθει συννοσοῦσαν. αἱ δὲ τῆς ἀκρασίας ἕτεραι καὶ διαφέρουσαι
6 ‘γνώμην ἔχοντά μ’ ἡ φύσις βιάζεται‘ (Eur. fr. 840)
7 καί
8 ‘αἰαῖ, τόδ’ ἤδη θεῖον ἀνθρώποις κακόν,
10ὅταν τις εἰδῇ τἀγαθὸν χρῆται δὲ μή‘ (Eur. fr. 841)
10
καί ‘εἴκει γὰρ ἤδη θυμὸς οὐδ’ ἔτ’ ἀντέχει, θινῶδες ὡς ἄγκιστρον ἀγκύρας σάλῳ‘ (Tr. ad. 379),140
13 θινῶδες ἄγκιστρον οὐ φαύλως λέγων τὸ μὴ κάτοχον τοῦ
15λογισμοῦ μηδ’ ἀραρός, ἀλλὰ μανότητι τῆς ψυχῆς καὶ μαλακίᾳ προϊέμενον τὴν κρίσιν. οὐ πόρρω δὲ τῆς εἰκόνος

446

B

ταύτης κἀκεῖνα εἴρηται
1 ‘ναῦς ὥς τις ἐκ μὲν γῆς ἀνήρτημαι βρόχοις, πνεῖ δ’ οὖρος, ἡμῖν δ’ οὐ κρατεῖ τὰ πείσματα·‘
(Trag. ad. 380)
4
5πείσματα γὰρ λέγει τὰς ἀντεχούσας κρίσεις πρὸς τὸ αἰσχρόν, εἶθ’ ὥσπερ ὑπὸ πνεύματος πολλοῦ ῥηγνυμένας τοῦ πάθους. τῷ γὰρ ὄντι πλησίστιος μὲν ἐπὶ τὰς ἡδονὰς ὁ ἀκόλαστος ὑπὸ τῶν ἐπιθυμιῶν φέρεται καὶ δίδωσιν ἑαυτὸν καὶ συγκατευθύνει· πλάγιος δ’ ὁ ἀκρατής, οἷον
10ἐξαναφέρειν γλιχόμενος καὶ διωθεῖσθαι τὸ πάθος, ὑπο‐ σύρεται καὶ περιπίπτει περὶ τὸ αἰσχρόν· ὡς Ἀνάξαρχον ἐσίλλαινε Τίμων (fr. 58 D)
12 ‘ἐν δὲ τὸ θαρσαλέον τε καὶ ἐμμενὲς ὅππη ὀρούσαι φαίνετ’ Ἀναξάρχου κύνεον μένος· ὅς ῥα καὶ εἰδώς,

446

C

ὡς φάσαν, ἄθλιος ἔσκε, φύσις δέ μιν ἔμπαλιν ἦγεν
ἡδονοπλήξ, ἣν πλεῖστοι ὑποτρείουσι σοφιστῶν.‘ οὔτε γὰρ ὁ σοφὸς ἐγκρατὴς ἀλλὰ σώφρων, οὔθ’ ὁ ἀμαθὴς ἀκρατὴς ἀλλ’ ἀκόλαστος· ὁ μὲν γὰρ ἥδεται τοῖς καλοῖς ὁ141
5δ’ οὐκ ἄχθεται τοῖς αἰσχροῖς. σοφιστικῆς οὖν ψυχῆς ἡ ἀκρασία λόγον ἐχούσης οἷς ἔγνωκεν ὀρθῶς ἐμμένειν μὴ δυνάμενον. Ἡ μὲν οὖν ἀκρασία τοιαύτας ἔχει διαφορὰς πρὸς τὴν ἀκολασίαν, ἡ δ’ ἐγκράτεια πρὸς τὴν σωφροσύνην
10αὖθις αὖ τὰς ἀντιστρόφους ἀναλόγως. τὸ γὰρ δάκνον καὶ τὸ λυποῦν καὶ τὸ ἀγανακτοῦν οὔπω τὴν ἐγκράτειαν ἀπο‐

446

D

λέλοιπε· τῆς δὲ σώφρονος ψυχῆς τὸ πανταχόθεν ὁμαλὲς καὶ ἄσφυκτον καὶ ὑγιαῖνον, ᾧ συνήρμοσται καὶ συγκέ‐ κραται τὸ ἄλογον πρὸς τὸν λογισμὸν εὐπειθείᾳ καὶ πραό‐ τητι θαυμαστῇ κεκοσμημένον, εἴποις ἂν ἐπιβλέψας
4
5‘δὴ τότ’ ἔπειτ’ ἄνεμος μὲν ἐπαύσατο, ἡ δὲ γαλήνη ἔπλετο νηνεμίη, κοίμησε δὲ κύματα δαίμων‘ (μ 168),
6 τὰ σφοδρὰ καὶ περιμανῆ καὶ οἰστρώδη κινήματα τῶν ἐπιθυμιῶν τοῦ λόγου κατασβέσαντος, ὧν δ’ ἡ φύσις ἀναγ‐ καίως δεῖται, ταῦθ’ ὁμοπαθῆ καὶ ὑπήκοα καὶ φίλα καὶ
10συνεργὰ πεποιημένου ταῖς πρακτικαῖς προαιρέσεσιν, ὥστε μὴ προεκθεῖν τοῦ λογισμοῦ μηδ’ ὑπενδιδόναι μηδ’ ἀτακ‐

446

E

τεῖν μηδ’ ἀπειθεῖν, ἀλλὰ πᾶσαν ὁρμὴν εὐάγωγον οὖσαν ‘ἄθηλον ἵππῳ πῶλον ὣς ἅμα τρέχειν‘ (Semon. fr. 5), ἐπιβεβαιοῦσαν τὸν Ξενοκράτους (fr. 3) λόγον, ὃν ἐκεῖνος
εἶπε περὶ τῶν ἀληθῶς φιλοσοφούντων, ὅτι μόνοι ποιοῦσιν142
5ἑκουσίως ἃ ποιοῦσιν ἄκοντες οἱ λοιποὶ διὰ τὸν νόμον, ὥσπερ ὑπὸ πληγῆς κύνες ἢ γαλαῖ ψόφῳ τῶν ἡδονῶν ἀπο‐ τρεπόμενοι καὶ πρὸς τὸ δεινὸν ὑποβλέποντες. Ὅτι μὲν οὖν γίνεταί τις ἐν τῇ ψυχῇ τοιαύτης ἑτερό‐ τητος αἴσθησις καὶ διαφορᾶς περὶ τὰς ἐπιθυμίας, ὥς
10τινος μαχομένου καὶ τἀναντία λέγοντος αὐταῖς, οὐκ ἄδη‐

446

F

λόν ἐστιν. ἔνιοι δέ φασιν (St. V. Fr. III 459) οὐχ ἕτερον εἶναι τοῦ λόγου τὸ πάθος οὐδὲ δυεῖν διαφορὰν καὶ στάσιν, ἀλλ’ ἑνὸς λόγου τροπὴν ἐπ’ ἀμφότερα, λανθάνουσαν ἡμᾶς

447

A

ὀξύτητι καὶ τάχει μεταβολῆς, | οὐ συνορῶντας ὅτι ταὐτόν ἐστι τῆς ψυχῆς ᾧ πέφυκεν ἐπιθυμεῖν καὶ μετανοεῖν, ὀργίζεσθαι καὶ δεδιέναι, φέρεσθαι πρὸς τὸ αἰσχρὸν ὑφ’ ἡδονῆς καὶ φερομένης πάλιν αὑτῆς ἐπιλαμβάνεσθαι· καὶ
5γὰρ ἐπιθυμίαν καὶ ὀργὴν καὶ φόβον καὶ τὰ τοιαῦτα πάντα δόξας εἶναι καὶ κρίσεις πονηράς, οὐ περὶ ἕν τι γινομένας τῆς ψυχῆς μέρος, ἀλλ’ ὅλου τοῦ ἡγεμονικοῦ ῥοπὰς καὶ εἴξεις καὶ συγκαταθέσεις καὶ ὁρμὰς καὶ ὅλως ἐνεργείας τινὰς οὔσας ἐν ὀλίγῳ μεταπτωτάς, ὥσπερ αἱ τῶν παίδων
10ἐπιδρομαὶ τὸ ῥαγδαῖον καὶ τὸ σφοδρὸν ἐπισφαλὲς ὑπ’ ἀσθενείας καὶ ἀβέβαιον ἔχουσι. Ταῦτα δὲ πρῶτον μὲν παρὰ τὴν ἐνάργειάν ἐστι καὶ τὴν

447

B

αἴσθησιν. οὐδεὶς γὰρ ἐν ἑαυτῷ τοῦ ἐπιθυμοῦντος αἰσθά‐ νεται μεταβολὴν εἰς τὸ κρῖνον οὐδὲ τοῦ κρίνοντος αὖ
πάλιν εἰς τὸ ἐπιθυμοῦν, οὐδὲ παύεται μὲν ἐρῶν, ὅτε λογί‐ ζεται καθεκτέον εἶναι τὸν ἔρωτα καὶ διαμαχετέον πρὸς143
5αὐτόν, ἐξίσταται δὲ πάλιν τοῦ λογίζεσθαι καὶ κρίνειν, ὅταν ἐνδιδῷ μαλασσόμενος ὑπὸ τῆς ἐπιθυμίας· ἀλλὰ καὶ τῷ λόγῳ πρὸς τὸ πάθος ἀντιβαίνων ἐν τῷ πάθει ἐστὶν ἔτι καὶ πάλιν κρατούμενος ὑπὸ τοῦ πάθους διορᾷ τῷ λογισμῷ τὸ ἁμαρτανόμενον, καὶ οὔτε τῷ πάθει τὸν λόγον
10ἀνῄρηκεν οὔτε τῷ λογίζεσθαι τοῦ πάθους ἀπήλλακται, φερόμενος δ’ ἑκατέρωσε μέσος ἀμφοῖν καὶ κοινός ἐστιν.

447

C

οἱ δὲ νῦν μὲν ἐπιθυμίαν γίνεσθαι τὸ ἡγεμονικὸν νῦν δὲ τὸν ἀντιταττόμενον τῇ ἐπιθυμίᾳ λογισμὸν ὑπολαμβάνοντες οὐδὲν ἀπέχουσι τῶν μὴ δύο τὸν κυνηγὸν εἶναι καὶ τὸ θηρίον ὑπολαμβανόντων, ἀλλὰ ταὐτὸ σῶμα χρώμενον
5μεταβολῇ νῦν μὲν εἶναι θηρίον νῦν δὲ γίνεσθαι κυνηγόν· ἐκεῖνοί τε γὰρ ἐμφανές τι παρορῶσιν οὗτοί τε πρὸς τὴν αἴσθησιν ἀντιμαρτυροῦσιν, οὐχ ἑνός τινος μεταβολῆς ἀλλὰ δυεῖν ἅμα μάχης καὶ διαφορᾶς ἐν αὐτοῖς αἰσθανομένην. ‘Τί οὖν;‘ φασίν, ‘οὐχὶ καὶ τὸ βουλευόμενον τοῦ ἀνθρώ‐
10που πολλάκις διχοφορεῖ καὶ πρὸς ἐναντίας ἀνθέλκεται

447

D

δόξας περὶ τοῦ συμφέροντος ἀλλ’ ἕν ἐστι‘; ‘πάνυ μὲν οὖν‘ φήσομεν, ‘ἀλλὰ τὸ συμβαῖνον οὐχ ὅμοιον.‘ οὐ γὰρ μάχεται πρὸς ἑαυτὸ τῆς ψυχῆς τὸ φρονοῦν, ἀλλὰ μιᾷ χρώμενον δυνάμει διαφόρων ἐφάπτεται λογισμῶν· μᾶλλον δ’ εἷς
5λογισμὸς ἔστιν ἐν πράγμασι γινόμενος ἑτέροις ὥσπερ ὕλαις διαφερούσαις. ὅθεν οὔτε λύπη τοῖς ἄνευ πάθους λογισμοῖς ἔνεστιν, οὔθ’ ὥσπερ ἐκβιαζόμενοι παρὰ γνώ‐ μην αἱροῦνται θάτερον, ἂν μὴ νὴ Δία λανθάνῃ πάθος τι
προσηρτημένον ὥσπερ ἐπὶ ζυγοῦ. καὶ γὰρ τοῦτο συμβαίνει144
10πολλάκις, οὐ λογισμοῦ τινος πρὸς λογισμὸν ἀλλὰ φιλοτι‐ μίας ἢ φιλονεικίας ἢ χάριτος ἢ ζηλοτυπίας ἢ δέους

447

E

ἀντιβαίνοντος οἴεσθαι λόγων εἶναι δυεῖν διαφοράν· ὥσπερ ἐν τούτοις (Η 93)·
2
‘αἴδεσθεν μὲν ἀνήνασθαι, δεῖσαν δ’ ὑποδέχθαι·‘
3 καί (Eur. fr. 854)
4
5‘τὸ μὲν σφαγῆναι δεινὸν εὔκλειαν δ’ ἔχει, τὸ μὴ θανεῖν δὲ δειλὸν ἡδονὴ δ’ ἔνι‘·
6 καὶ περὶ τὰς κρίσεις τῶν συμβολαίων ὑποτρέχοντα τὰ πάθη τὴν πλείστην ἐμποιεῖ διατριβήν· καὶ περὶ τὰ συμβού‐ λια τῶν βασιλέων οἱ πρὸς χάριν λέγοντες οὐ δυεῖν κρί‐
10σεων τῇ ἑτέρᾳ συναγορεύουσιν, ἀλλὰ πάθει τινὶ προστί‐ θενται παρὰ τὸν τοῦ συμφέροντος λογισμόν. διὸ τοὺς ῥήτορας ἐν ταῖς ἀριστοκρατίαις οἱ ἄρχοντες οὐκ ἐῶσι

447

F

παθαίνεσθαι· ῥέπει γὰρ εὐθεῖαν ῥοπὴν ὁ ἀπαθὴς λογισμὸς ἐπὶ τὸ δίκαιον, ἂν δὲ πάθος ἐγγένηται, μάχην ποιεῖ καὶ διαφορὰν τὸ ἡδόμενον καὶ τὸ ἀλγοῦν πρὸς τὸ κρῖνον καὶ τὸ βουλευόμενον. ἐπεὶ διὰ τί τοῖς ἐν φιλοσοφίᾳ σκέμμασιν
5οὐ πρόσεστι τὸ μετὰ λύπης ὑπὸ τῶν ἑτέρων ἄγεσθαι καὶ

448

A

μετατίθεσθαι πολλάκις, ἀλλ’ αὐτός τ’ | Ἀριστοτέλης Δημόκριτός τε καὶ Χρύσιππος ἔνια τῶν πρόσθεν αὐτοῖς ἀρεσκόντων ἀθορύβως καὶ ἀδήκτως καὶ μεθ’ ἡδονῆς ἀφεῖσαν; ὅτι τῷ θεωρητικῷ καὶ μαθηματικῷ τῆς ψυχῆς
5πάθος οὐδὲν ἀνθέστηκεν ἀλλ’ ἀτρεμεῖ καὶ οὐ πολυπραγ‐ μονεῖ τὸ ἄλογον ἐν τούτοις· διὸ πρὸς τὸ ἀληθὲς ὁ λογι‐
σμός, ὅταν φανῇ, προέμενος τὸ ψεῦδος ἀσμένως ἀπέκλι‐ νεν· ἐν αὐτῷ γὰρ ἔστιν οὐκ ἐν ἑτέρῳ τὸ πειθόμενον καὶ μεταπειθόμενον. αἱ δὲ πραγματικαὶ βουλαὶ καὶ κρίσεις145
10καὶ δίαιται τῶν πολλῶν ἐμπαθεῖς οὖσαι δυσοδίαν τῷ λόγῳ παρέχουσι καὶ δυσκολίαν, ἐνισχομένῳ καὶ ταρατ‐

448

B

τομένῳ περὶ τὸ ἄλογον, ἀνταῖρον αὐτῷ μεθ’ ἡδονῆς τινος ἢ δέους ἢ λύπης ἢ ἐπιθυμίας. καὶ τούτων κριτήριον ἡ αἴσθησίς ἐστιν ἀμφοτέρων ἐφαπτομένη· καὶ γὰρ ἂν περιγένηται θάτερον, οὐκ ἀνῄρηκε θάτερον, ἀλλ’ ἐφέλ‐
5κεται καταβιαζόμενον καὶ ἀντιτεῖνον. ὁ γὰρ νουθετῶν αὑτὸν ἐρῶντα χρῆται τῷ λογισμῷ πρὸς τὸ πάθος, ὡς ἀμφοτέρων ἐνόντων ἅμα τῇ ψυχῇ, καθάπερ χειρὶ φλε‐ γμαῖνον ἕτερον μέρος πιέζων καὶ δυεῖν ὄντων καὶ διαφε‐ ρόντων ἐπαισθανόμενος. ἐν μέντοι ταῖς ἀπαθέσι βουλαῖς
10καὶ σκέψεσιν, οἵας ἔχει μάλιστα τὸ θεωρητικόν, ἂν μὲν

448

C

ἴσαι μένωσιν, οὐ γέγονε κρίσις ἀλλ’ ἀπορία, στάσις οὖσα καὶ μονὴ διανοίας ὑπ’ ἐναντίων πιθανῶν· ἂν δὲ ῥοπὴ γένηται πρὸς θάτερον, ἡ κρατήσασα τὴν ἑτέραν λέλυκεν, ὥστε μὴ λυπεῖν μηδ’ ὑπεναντιοῦσθαι πρὸς τὴν δόξαν.
5ὅλως δὲ λογισμοῦ μὲν ἀντικεῖσθαι λογισμῷ δοκοῦντος οὐ γίνεται δυεῖν καὶ ἑτέρων αἴσθησις ἀλλ’ ἑνός τινος ἐν δια‐ φόροις γινομένου φαντασίαις· ὅταν δὲ τὸ ἄλογον μάχηται τῷ λογισμῷ, μήτε κρατεῖν ἀλύπως μήτε κρατεῖσθαι πεφυκὸς εὐθὺς εἰς δύο διίστησι τῇ μάχῃ τὴν ψυχὴν καὶ
10ποιεῖ τὴν διαφορὰν πρόδηλον.

448

D

Οὐ μόνον τοίνυν ἀπὸ τῆς μάχης ἀλλ’ οὐδὲν ἧττον ἀπὸ τῆς ἀκολουθίας κατίδοι τις ἂν τὴν παθητικὴν ἀρχὴν
τῆς λογιστικῆς ἑτέραν οὖσαν. ἐπεὶ γὰρ ἔστι μὲν ἐρᾶν εὐφυοῦς πρὸς ἀρετὴν καὶ γενναίου παιδὸς ἔστι δὲ φαύλου146
5καὶ ἀκολάστου, συμβαίνει δὲ θυμῷ χρῆσθαι μὲν ἀλόγως πρὸς παῖδας αὑτοῦ καὶ γονεῖς χρῆσθαι δ’ ὑπὲρ γονέων καὶ παίδων δικαίως πρὸς πολεμίους καὶ τυράννους, ὥσπερ ἐκεῖ μάχης καὶ διαφορᾶς τοῦ πάθους πρὸς τὸν λογισμὸν αἴσθησις ἔστιν, οὕτως ἐνταῦθα πειθοῦς καὶ ἀκολουθίας,
10οἷον ἐπιρρέποντος καὶ συνεπιδιδόντος. ἔτι τοίνυν καὶ

448

E

γυναῖκα γήμας κατὰ νόμους ἀνὴρ ἐπιεικὴς διανοεῖται περιέπειν καὶ συνεῖναι δικαίως καὶ σωφρόνως, χρόνῳ δὲ τῆς συνηθείας ἐντεκούσης πάθος αἰσθάνεται τῷ λογισμῷ τὸ φιλεῖν καὶ τὸ ἀγαπᾶν ἐπιτεινόμενον. ὥσπερ αὖ καὶ
5νέοι διδασκάλοις ἐπιτυχόντες ἀστείοις ὑπὸ χρείας τὸ πρῶτον ἕπονται καὶ ζηλοῦσιν, ὕστερον δὲ καὶ φιλοῦσιν, ἀντὶ γνωρίμων καὶ μαθητῶν ἐρασταὶ καλούμενοι καὶ ὄντες. τὸ δ’ αὐτὸ συμβαίνει καὶ πρὸς ἄρχοντας ἐν πόλεσι χρηστοὺς καὶ γείτονας καὶ κηδεστάς· ἀρξάμενοι γὰρ ὑπὸ
10χρείας τινὸς καθηκόντως ἀλλήλοις ὁμιλεῖν, ἔπειτα λαν‐

448

F

θάνουσιν εἰς τὸ φιλεῖν ὑποφερόμενοι συνεπισπασαμένου τοῦ λογισμοῦ καὶ συναναπείσαντος τὸ παθητικόν. ὁ δ’ εἰπών
3
‘αἰδώς τε· δισσαὶ δ’ εἰσίν, ἡ μὲν οὐ κακὴ
5ἡ δ’ ἄχθος οἴκων‘ (Eur. Hipp. 385).
5 ἆρ’ οὐ δῆλός ἐστι συνῃσθημένος ἐν ἑαυτῷ τοῦτο τὸ πάθος πολλάκις μὲν ἀκολουθοῦν τῷ λόγῳ καὶ συγκατακοσμού‐ μενον, πολλάκις δὲ παρὰ τὸν λόγον ὄκνοις καὶ μελλήσεσι |

449

A

καιροὺς καὶ πράγματα λυμαινόμενον;
Οἷς καὶ αὐτοὶ τρόπον τινὰ διὰ τὴν ἐνάργειαν ὑπεί‐ κοντες αἰδεῖσθαι τὸ αἰσχύνεσθαι καλοῦσι (St. V. Fr. III 439) καὶ τὸ ἥδεσθαι χαίρειν καὶ τοὺς φόβους εὐλα‐147
5βείας, ταύτην μὲν οὐδενὸς ἂν αἰτιασαμένου τὴν εὐφημίαν, εἰ τὰ αὐτὰ πάθη προστιθέμενα μὲν τῷ λογισμῷ τούτοις καλοῦσι τοῖς ὀνόμασι, μαχόμενα δὲ καὶ βιαζόμενα τὸν λογισμὸν ἐκείνοις· ὅταν δὲ δακρύοις ἐλεγχόμενοι καὶ τρόμοις καὶ χρόας μεταβολαῖς ἀντὶ λύπης καὶ φόβου
10δηγμούς τινας καὶ συνθροήσεις λέγωσι καὶ προθυμίας τὰς ἐπιθυμίας ὑποκορίζωνται, σοφιστικὰς δοκοῦσιν οὐ

449

B

φιλοσόφους διακρούσεις καὶ ἀποδράσεις ἐκ τῶν πραγμά‐ των μηχανᾶσθαι διὰ τῶν ὀνομάτων. καίτοι πάλιν αὐτοὶ τάς τε χαρὰς ἐκείνας καὶ τὰς βουλήσεις καὶ τὰς εὐλαβείας εὐπαθείας καλοῦσιν οὐκ ἀπαθείας, ὀρθῶς ἐνταῦθα χρώ‐
5μενοι τοῖς ὀνόμασι· γίνεται γὰρ εὐπάθεια τοῦ λογισμοῦ τὸ πάθος οὐκ ἀναιροῦντος ἀλλὰ κοσμοῦντος καὶ τάττοντος ἐν τοῖς σωφρονοῦσιν. οἱ δὲ φαῦλοι καὶ ἀκρατεῖς τί πάσχου‐ σιν, ὅταν τὸν πατέρα καὶ τὴν μητέρα κρίναντες φιλεῖν ἀντὶ τοῦ ἐρωμένου καὶ τῆς ἐρωμένης μὴ δύνωνται, τὴν
10δ’ ἑταίραν καὶ τὸν κόλακα κρίναντες εὐθὺς καὶ φιλῶσιν; εἰ γὰρ τὸ πάθος ἦν κρίσις, ἔδει τῇ τοῦ φιλεῖν χρῆναι καὶ

449

C

μισεῖν κρίσει τὸ φιλεῖν ἕπεσθαι καὶ τὸ μισεῖν· νυνὶ δὲ συμβαίνει τἀναντία, ταῖς μὲν προστιθεμένου τοῦ πάθους κρίσεσι ταῖς δ’ ἀπειθοῦντος. ᾗ καί φασιν αὐτοί (St. V. Fr. III 384), τῶν πραγμάτων ἐκβιαζομένων, οὐ πᾶσαν
5εἶναι κρίσιν πάθος ἀλλὰ τὴν κινητικὴν ὁρμῆς βιαίου καὶ πλεοναζούσης, ὁμολογοῦντες ἕτερον εἶναι τὸ κρῖνον καὶ τὸ
πάσχον ἐν ἡμῖν ὥσπερ τὸ κινοῦν καὶ τὸ κινούμενον. αὐτός τε Χρύσιππος ἐν πολλοῖς ὁριζόμενος τὴν καρτε‐ ρίαν καὶ τὴν ἐγκράτειαν ἕξεις ἀκολουθητικὰς τῷ αἱροῦντι148
10λόγῳ, δῆλός ἐστιν ὑπὸ τῶν πραγμάτων ὁμολογεῖν ἀναγκα‐ ζόμενος, ὡς ἕτερόν ἐστι τὸ ἀκολουθοῦν ἐν ἡμῖν τοῦ

449

D

ᾧ ἀκολουθεῖ πειθόμενον ἢ πάλιν μάχεται μὴ πειθό‐ μενον. Ἴσα τοίνυν τὰ ἁμαρτήματα πάντα καὶ πάσας τιθέμενοι τὰς ἁμαρτίας (St. V. Fr. III 468), εἰ μὲν ἄλλῃ
5πη παρορῶσι τὸ ἀληθές, οὐκ ἔστι καιρὸς ἐν τῷ παρόντι διελέγχειν, ἐν δὲ τοῖς πάθεσι φαίνονται κομιδῇ παρὰ τὴν ἐνάργειαν ἐνιστάμενοι τῷ λόγῳ. πᾶν μὲν γὰρ πάθος ἁμαρτία κατ’ αὐτούς ἐστι, καὶ πᾶς ὁ λυπούμενος ἢ φοβού‐ μενος ἢ ἐπιθυμῶν ἁμαρτάνει· μεγάλαι δὲ τῶν παθῶν
10διαφοραὶ κατὰ τὸ μᾶλλον καὶ τὸ ἧττον ὁρῶνται. τίς γὰρ ἂν φαίη τὸν Δόλωνος φόβον ἴσον εἶναι τῷ Αἴαντος ‘ἐντροπαλιζομένου‘ καὶ βάδην ἀπιόντος ἐκ τῶν πολε‐ μίων ‘ὀλίγον γόνυ γουνὸς ἀμείβοντοσ‘ (Λ 547); ἢ τῇ

449

E

Πλάτωνος ἐπὶ Σωκράτει τελευτήσαντι λύπῃ τὴν Ἀλε‐ ξάνδρου διὰ Κλεῖτον αὑτὸν ἀνελεῖν ὁρμήσαντος; ἐπιτεί‐ νονται γὰρ οὐ μετρίως καὶ τῷ παρὰ λόγον αἱ λῦπαι, καὶ τὸ παρ’ ἐλπίδα σύμπτωμα τοῦ κατὰ λόγον ὀδυνηρότερον·
5εἰ προσδοκῶν εὐημεροῦντα καὶ θαυμαζόμενον ὄψεσθαι πύθοιτο κατεστρεβλωμένον, ὡς Φιλώταν Παρμενίων. θυμῷ δὲ τίς ἂν εἴποι πρὸς Ἀνάξαρχον ἴσῳ κεχρῆσθαι Νικοκρέοντα καὶ πρὸς Φιλήμονα Μάγαν, ἀμφοτέρους
λοιδορηθέντας ὑπ’ αὐτῶν; ὁ μὲν γὰρ ὑπέροις σιδηροῖς149
10κατέπτισε καὶ κατέκοψεν ἐκεῖνον· ὁ δὲ τῷ Φιλήμονι τὸν

449

F

δήμιον ἐκέλευσεν ἐπὶ τὸν τράχηλον ἐπιθεῖναι γυμνὴν τὴν μάχαιραν εἶτ’ ἀφεῖναι. διὸ καὶ νεῦρα τῆς ψυχῆς τὸν θυμὸν ὁ Πλάτων προσεῖπεν (Rep. 411b) ὡς ἐπιτεινόμε‐ νόν τε πικρίᾳ καὶ πραότητι χαλώμενον.
5 Ταῦτα τοίνυν καὶ τὰ τοιαῦτα διακρουόμενοι τὰς ἐπιτάσεις τῶν παθῶν καὶ τὰς σφοδρότητας οὔ φασι γίνεσθαι (St. V. Fr.

450

A

III 468) κατὰ τὴν κρίσιν | ἐν ᾗ τὸ ἁμαρτητικόν, ἀλλὰ τὰς δή‐ ξεις καὶ τὰς συστολὰς καὶ τὰς διαχύσεις εἶναι τὰς τὸ μᾶλλον καὶ τὸ ἧττον τῷ ἀλόγῳ δεχομένας. καίτοι καὶ περὶ τὰς κρίσεις φαίνονται γινόμεναι διαφοραί. τήν τε γὰρ πενίαν
5οἱ μὲν οὐ κακὸν οἱ δὲ καὶ μέγα κρίνουσι κακόν, οἱ δέ γε καὶ μέγιστον, ὥστε καὶ κατὰ τῶν πετρῶν καὶ κατὰ τῆς θαλάττης ὠθεῖν ἑαυτούς· τόν τε θάνατον οἱ μὲν ἀγαθῶν στερήσει μόνον οἱ δὲ καὶ τιμωρίαις αἰωνίοις ὑπὸ γῆν καὶ κολασμοῖς φρικώδεσι κακὸν εἶναι νομίζουσιν· ἥ τε τοῦ
10σώματος ὑγίεια τοῖς μὲν ὡς κατὰ φύσιν καὶ χρήσιμον ἀγαπᾶται, τοῖς δὲ τῶν ὄντων δοκεῖ μέγιστον ἀγαθόν·

450

B

οὔτε γάρ ‘πλούτου χάρις ἢ τεκέων‘ οὔτε ‘τᾶς ἰσοδαίμονος ἀνθρώποις βασιληίδος ἀρχᾶσ‘ (Ariphronis paean PLG. III p. 597 v. 4), τελευτῶντες δὲ καὶ τὴν ἀρετὴν ἀνωφελῆ καὶ ἀνόνητον ἡγοῦνται τοῦ ὑγιαίνειν μὴ παρόντος· ὥστε
5φαίνεσθαι καὶ περὶ τὰς κρίσεις αὐτὰς τοὺς μὲν μᾶλλον τοὺς δ’ ἧττον ἁμαρτάνοντας. ἀλλ’ οὐ τοῦτο νῦν διελεγ‐
κτέον, ἐκεῖνο δ’ ἐκ τούτου ληπτέον, ὅτι συγχωροῦσι καὶ αὐτοὶ τῆς κρίσεως ἕτερον εἶναι τὸ ἄλογον, καθ’ ὅ φασι γίνεσθαι τὸ πάθος σφοδρότερον καὶ μεῖζον, ἐρίζοντες150
10πρὸς τοὔνομα καὶ τὸ ῥῆμα, τὰ δὲ πράγματα διδόντες τοῖς διαφέρειν τὸ παθητικὸν καὶ ἄλογον τοῦ λογιζομένου καὶ

450

C

κρίνοντος ἀποφαινομένοις. ἐν δὲ τοῖς περὶ Ἀνομολογίας ὁ Χρύσιππος εἰπών (fr. eth. 390), ὅτι ‘τυφλόν ἐστιν ἡ ὀργὴ καὶ πολλάκις μὲν οὐκ ἐᾷ ὁρᾶν τὰ ἐκφανῆ πολλάκις δὲ τοῖς καταλαμβανομένοις ἐπιπροσθεῖ,‘ μικρὸν προελ‐
5θών ‘τὰ γὰρ ἐπιγινόμενα‘ φησί ‘πάθη ἐκκρούει τοὺς λογισμοὺς καὶ τὰ ὡς ἑτέρως φαινόμενα, βιαίως προω‐ θοῦντα ἐπὶ τὰς ἐναντίας πράξεισ‘· εἶτα χρῆται μάρτυρι τῷ Μενάνδρῳ λέγοντι (fr. 567)
8
‘οἴμοι τάλας ἔγωγε, ποῦ ποθ’ αἱ φρένες
10ἡμῶν ἐκεῖνον ἦσαν ἐν τῷ σώματι τὸν χρόνον, 〈ὃν〉 οὐ ταῦτ’ ἀλλ’ ἐκεῖν’ ᾑρούμεθα;‘
11

450

D

καὶ πάλιν ὁ Χρύσιππος προελθὼν τοῦ λογικοῦ φησι ζῴου φύσιν ἔχοντος προσχρῆσθαι εἰς ἕκαστα τῷ λόγῳ καὶ ὑπὸ τούτου κυβερνᾶσθαι πολλάκις ἀποστρέφεσθαι αὐτὸν ἡμᾶς ἄλλῃ βιαιοτέρᾳ φορᾷ χρωμένους, ὁμολογῶν
5τὸ συμβαῖνον ἐκ τῆς πρὸς τὸν λόγον τοῦ πάθους διαφορᾶς. Ἐπεὶ καὶ γελοῖόν ἐστιν, ᾗ Πλάτων φησίν (Resp. 430e), αὐτόν τινα λέγειν αὑτοῦ κρείττονα καὶ πάλιν χείρονα, καὶ τὸν μὲν κρατοῦνθ’ ἑαυτοῦ τὸν δὲ μὴ κρατοῦντα. πῶς γὰρ οἷόν τε τὸν αὐτὸν αὑτοῦ κρείττον’
10εἶναι καὶ χείρονα ἢ κρατεῖν ἅμα καὶ κρατεῖσθαι, μὴ τρόπον τινὰ διττοῦ πεφυκότος ἑκάστου καὶ τὸ μὲν χεῖρον

450

E

ἐν ἑαυτῷ τὸ δὲ βέλτιον ἔχοντος; οὕτως γὰρ ὁ μὲν τοῦ
βελτίονος ὑπηκόῳ τῷ χείρονι χρώμενος ἐγκρατὴς ἑαυτοῦ καὶ κρείττων ἐστίν, ὁ δὲ τῷ ἀκολάστῳ καὶ ἀλόγῳ τῆς ψυχῆς ἑπόμενον περιορῶν καὶ ὑπηρετοῦν τὸ κρεῖττον ἥττων151
5ἑαυτοῦ καὶ ἀκρατὴς λέγεται καὶ παρὰ φύσιν διακείμενος. Φύσει γὰρ προσήκει θεῖον ὄντα τὸν λογισμὸν ἡγεῖσθαι καὶ ἄρχειν τοῦ ἀλόγου [καὶ] τὴν γένεσιν αὐτόθεν ἔχοντος ἐκ τοῦ σώματος, ᾧ καὶ συνεξομοιοῦσθαι καὶ κοινωνεῖν παθῶν καὶ ἀναπίμπλασθαι πέφυκεν, ἐνδεδυκὸς αὐτῷ καὶ
10καταμεμιγμένον, ὡς δηλοῦσιν αἱ ὁρμαὶ πρὸς τὰ σωμα‐ τικὰ κινούμεναι καὶ ἱστάμεναι καὶ σφοδρότητας ἐν ταῖς

450

F

τοῦ σώματος μεταβολαῖς καὶ ἀνέσεις λαμβάνουσαι. δι’ ὃ νέοι μὲν [καὶ] ὀξεῖς καὶ ἰταμοὶ περί τε τὰς ὀρέξεις διά‐ πυροι καὶ οἰστρώδεις αἵματος πλήθει καὶ θερμότητι, τῶν δὲ πρεσβυτῶν ἡ περὶ τὸ ἧπαρ ἀρχὴ τοῦ ἐπιθυμητικοῦ
5κατασβέννυται καὶ γίνεται μικρὰ καὶ ἀσθενής, ἰσχύει δὲ μᾶλλον ὁ λόγος τοῦ παθητικοῦ τῷ σώματι συναπομα‐ ραινομένου. τοῦτο δ’ ἀμέλει καὶ τὰς τῶν θηρίων ἠθοποιεῖ

451

A

πρὸς τὰ πάθη φύσεις. | οὐ γὰρ ὀρθότητι δοξῶν οὐδὲ φαυλότητι δήπου τοῖς μὲν ἀλκαὶ καὶ ὁρμαὶ πρὸς τὰ φαι‐ νόμενα δεινὰ παρίστανται, τοῖς δ’ ἀμήχανοι πτοῖαι καὶ φυγαὶ τῆς ψυχῆς· ἀλλ’ αἱ περὶ τὸ αἷμα καὶ τὸ πνεῦμα καὶ
5τὸ σῶμα δυνάμεις τὰς τῶν παθῶν διαφορὰς ποιοῦσιν, ὥσπερ ἐκ ῥίζης τοῦ παθητικοῦ τῆς σαρκὸς ἀναβλαστά‐ νοντος καὶ συναναφέροντος τὴν ποιότητα καὶ τὴν κρᾶσιν. τοῦ δ’ ἀνθρώπου ταῖς μὲν παθητικαῖς ὁρμαῖς τὸ σῶμα συμπαθοῦν καὶ συγκινούμενον ἐλέγχουσιν ὠχρότητες ἐρυ‐
10θήματα τρόμοι πηδήσεις καρδίας, διαχύσεις αὖ πάλιν ἐν152

451

B

ἐλπίσιν ἡδονῶν καὶ προσδοκίαις· ὅταν δὲ μὴ μετὰ πάθους ἀλλ’ αὐτὸ καθ’ αὑτὸ κινῆται τὸ διανοητικόν, ἡσυχίαν ἄγει τὸ σῶμα καὶ καθέστηκεν οὔτε κοινωνοῦν οὔτε μετέχον αὐτὸ τῆς ἐνεργείας τοῦ φρονοῦντος, εἰ τοῦ παθητικοῦ
5μὴ συνεφάπτοιτο μηδὲ συμπαραλαμβάνοι τὸ ἄλογον· ὥστε καὶ τούτῳ δύ’ ὄντα δηλοῦσθαι καὶ διαφέροντα ταῖς δυνάμεσιν ἀλλήλων. Καθόλου δὲ τῶν ὄντων αὐτοί τέ φασι (St. V. Fr. II 460) καὶ δῆλόν ἐστιν ὅτι τὰ μὲν ἕξει διοικεῖται τὰ δὲ
10φύσει τὰ δ’ ἀλόγῳ ψυχῇ τὰ δὲ καὶ λόγον ἐχούσῃ καὶ διά‐ νοιαν, ὧν ὁμοῦ τι πάντων ὁ ἄνθρωπος μετέσχηκε καὶ γέγονεν ἐν πάσαις ταῖς εἰρημέναις διαφοραῖς· καὶ γὰρ

451

C

ἕξει συνέχεται καὶ φύσει τρέφεται καὶ λόγῳ χρῆται καὶ διανοίᾳ. μέτεστιν οὖν αὐτῷ καὶ τοῦ ἀλόγου, καὶ σύμφυτον ἔχει τὴν τοῦ πάθους ἀρχήν, οὐκ ἐπεισόδιον ἀλλ’ ἀναγ‐ καίαν οὖσαν, οὐδ’ ἀναιρετέαν παντάπασιν ἀλλὰ θεραπείας
5καὶ παιδαγωγίας δεομένην. ὅθεν οὐ Θρᾴκιον οὐδὲ Λυκούρ‐ γειον τοῦ λόγου τὸ ἔργον ἐστί, συνεκκόπτειν καὶ συνδια‐ φθείρειν τὰ ὠφέλιμα τοῖς βλαβεροῖς τοῦ πάθους, ἀλλ’ ᾗπερ ὁ φυτάλμιος θεὸς καὶ ἡμερίδης, τὸ ἄγριον κολοῦσαι καὶ ἀφελεῖν τὴν ἀμετρίαν, εἶτα τιθασεύειν καὶ παριστάναι
10τὸ χρήσιμον. οὔτε γὰρ οἶνον οἱ φοβούμενοι τὸ μεθύειν

451

D

ἐκχέουσιν οὔτε πάθος οἱ δεδιότες τὸ ταρακτικὸν ἀναιροῦ‐ σιν ἀλλὰ κεραννύουσι. καὶ γὰρ βοῶν καὶ ἵππων τὰ πηδή‐ ματα καὶ τοὺς ἀφηνιασμοὺς οὐ τὰς κινήσεις οὐδὲ τὰς ἐνεργείας ἀφαιροῦσι, καὶ τοῖς πάθεσι δεδαμασμένοις153
5χρῆται καὶ χειροήθεσιν ὁ λογισμός, οὐκ ἐκνευρίσας οὐδ’ ἐκτεμὼν παντάπασι τῆς ψυχῆς τὸ ὑπηρετικόν. ‘ὑφ’ ἅρμασι‘ γὰρ ‘ἵπποσ‘ ὥς φησι Πίνδαρος (fr. 234) ‘ἐν δ’ ἀρότρῳ βοῦς·
8 κάπρῳ δὲ βουλεύοντα φόνον κύνα χρὴ τλάθυμον ἐξευρεῖν‘·
9
10ὧν πολὺ χρησιμώτερα τὰ τῶν παθῶν θρέμματα τῷ λογι‐ σμῷ συμπαρόντα καὶ συνεντείνοντα ταῖς ἀρεταῖς, ὁ θυμὸς

451

E

τῇ ἀνδρείᾳ, μέτριος ὤν, ἡ μισοπονηρία τῇ δικαιοσύνῃ καὶ ἡ νέμεσις ἐπὶ τοὺς παρ’ ἀξίαν εὐτυχοῦντας, ὅταν ἅμ’ ἀνοίᾳ καὶ ὕβρει φλεγόμενοι τὴν ψυχὴν ἐπισχέσεως δέων‐ ται. φιλίας δὲ φιλοστοργίαν ἢ φιλανθρωπίας ἔλεον ἢ τὸ
5συγχαίρειν καὶ συναλγεῖν εὐνοίας ἀληθινῆς οὐδὲ βουλό‐ μενος ἄν τις ἀποσπάσειεν οὐδ’ ἀποτήξειεν. εἰ δ’ οἱ τὸν ἔρωτα τῇ ἐρωτομανίᾳ συνεκβάλλοντες ἁμαρτάνουσιν, οὐδ’ οἱ τὴν ἐπιθυμίαν διὰ τὴν φιλαργυρίαν ψέγοντες κατορ‐ θοῦσιν, ἀλλ’ ὅμοιόν τι πράττουσι τοῖς τὸ τρέχειν διὰ τὸ
10προσπταίειν καὶ τὸ βάλλειν διὰ τὸ ὑπερβάλλειν ἀναιροῦσι

451

F

καὶ πρὸς τὸ ᾄδειν τὸ παράπαν διὰ τὸ ἀπᾴδειν ἀπεχθῶς ἔχουσιν. οἷον γὰρ ἐν φθόγγοις μουσικὴ τὸ ἐμμελὲς οὐκ ἀναιρέσει βαρύτητος καὶ ὀξύτητος, ἐν δὲ σώμασιν ἰατρικὴ τὸ ὑγιεινὸν οὐ φθορᾷ θερμότητος καὶ ψυχρότητος, ἀλλὰ
5συμμετρίαις καὶ ποσότησι κραθεισῶν ἀπεργάζεται, τοιοῦ‐ τον ἐν ψυχῇ τὸ ἠθικὸν ἐγγενομένης ὑπὸ λόγου ταῖς παθητι‐ καῖς δυνάμεσι καὶ κινήσεσιν ἐπιεικείας καὶ μετριότη‐154

452

A

τος. | οἰδοῦντι γὰρ ἔοικε καὶ φλεγμαίνοντι σώματι τὸ περι‐ αλγοῦν καὶ περιχαρὲς καὶ περίφοβον τῆς ψυχῆς, οὐ τὸ χαῖρον οὐδὲ τὸ λυπούμενον οὐδὲ τὸ φοβούμενον· καὶ καλῶς Ὅμηρος εἰπών (Ν 284)
4
5‘τοῦ δ’ ἀγαθοῦ οὔτ’ ἂρ τρέπεται χρὼς οὔτε τι λίην ταρβεῖ‘
6 τὸν φόβον οὐκ ἀφεῖλεν ἀλλὰ τὸν ἄγαν φόβον, ὅπως ἀνδρεία μὴ ἀπόνοια καὶ θαρραλεότης μὴ θρασύτης γένηται. διὸ καὶ περὶ τὰς ἡδονὰς τὴν ἄγαν ἀφαιρετέον ἐπιθυμίαν καὶ
10περὶ τὰς ἀμύνας τὴν ἄγαν μισοπονηρίαν. οὕτω γὰρ ὁ μὲν οὐκ ἀνάλγητος ἀλλὰ σώφρων, ὁ δὲ δίκαιος, οὐκ ὠμὸς

452

B

οὐδὲ πικρὸς ἔσται· τῶν δὲ παθῶν παντάπασιν ἀναιρε‐ θέντων, εἰ καὶ δυνατόν ἐστιν, ἐν πολλοῖς ἀργότερος ὁ λόγος καὶ ἀμβλύτερος, ὥσπερ κυβερνήτης πνεύματος ἐπι‐ λείποντος. ταῦτα δ’ ἀμέλει καὶ οἱ νομοθέται συνιδόντες
5ἐμβάλλουσιν εἰς τὰς πολιτείας [καὶ] φιλοτιμίαν καὶ ζῆλον πρὸς ἀλλήλους, πρὸς δὲ τοὺς πολεμίους καὶ σάλπιγξι καὶ αὐλοῖς ἐπεγείρουσι καὶ αὔξουσι τὸ θυμοειδὲς καὶ μάχιμον. οὐ γὰρ μόνον ἐν ποιήμασιν, ᾗ φησιν ὁ Πλάτων (Phaedr. 245a), τὸν τεχνίτην καὶ διηκριβωμένον ὁ μουσόληπτος
10καὶ κατάσχετος ἀποδείκνυσι γελοῖον, ἀλλὰ καὶ περὶ τὰς μάχας τὸ παθητικὸν καὶ τὸ ἐνθουσιῶδες ἀνυπόστατόν

452

C

ἐστι καὶ ἀήττητον· ὃ καὶ τοὺς θεοὺς Ὅμηρος ἐμποιεῖν
φησι τοῖς ἀνθρώποις (Ο 262)
‘ὣς εἰπὼν ἔμπνευσε μένος μέγα ποιμένι λαῶν·‘
155
3 καί (Ε 185)
4
5‘οὐχ ὅ γ’ ἄνευθε θεοῦ τάδε μαίνεται‘,
5 καθάπερ ὅρμημα τῷ λογισμῷ καὶ ὄχημα τὸ πάθος προσ‐ τιθέντας. αὐτούς γε μὴν τούτους ὁρᾶν ἔστι πολλάκις μὲν ἐπαίνοις τοὺς νέους παρορμῶντας πολλάκις δὲ νουθεσίαις κολάζοντας, ὧν τῷ μὲν ἕπεται τὸ ἥδεσθαι τῷ δὲ τὸ λυ‐
10πεῖσθαι (καὶ γὰρ ἡ νουθεσία καὶ ὁ ψόγος ἐμποιεῖ μετά‐ νοιαν καὶ αἰσχύνην, ὧν τὸ μὲν λύπη τῷ γένει τὸ δὲ φόβος ἐστί), καὶ τούτοις μάλιστα χρῶνται πρὸς τὰς ἐπανορθώ‐

452

D

σεις. ᾗ καὶ Διογένης ἐπαινουμένου Πλάτωνος ‘τί δ’ ἐκεῖνοσ‘ εἶπεν ‘ἔχει σεμνόν, ὃς τοσοῦτον χρόνον φιλοσοφῶν οὐδένα λελύπηκεν;‘ οὐ γὰρ οὕτως τὰ μαθήματα φαίη τις ἄν, ὡς ἔλεγε Ξενοκράτης (fr. 2), λαβὰς εἶναι φιλοσοφίας,
5ὡς τὰ πάθη τῶν νέων, αἰσχύνην ἐπιθυμίαν μετάνοιαν ἡδονὴν λύπην φιλοτιμίαν· ὧν ἐμμελῆ καὶ σωτήριον ἁφὴν ἁπτόμενος ὁ λόγος καὶ ὁ νόμος εἰς τὴν προσήκουσαν ὁδὸν ἀνυσίμως καθίστησι τὸν νέον. ὥστε μὴ κακῶς εἰπεῖν τὸν Λάκωνα παιδαγωγόν, ὅτι ποιήσει τὸν παῖδα τοῖς καλοῖς
10ἥδεσθαι καὶ ἄχθεσθαι τοῖς αἰσχροῖς, οὗ μεῖζον οὐδέν ἐστιν οὐδὲ κάλλιον ἀποφῆναι τέλος ἐλευθέρῳ προσηκού‐
σης παιδείας.156