TLG 0007 091 :: PLUTARCHUS :: De Pythiae oraculis (394d–409d) PLUTARCHUS Biogr.
Phil. De Pythiae oraculis (394d–409d) Source: Sieveking, W. (ed.), Plutarchi moralia, vol. 3. Leipzig: Teubner, 1929 (repr. 1972): 25–59. Citation: Stephanus page — section — (line) | ||
t1 | ΠΕΡΙ ΤΟΥ ΜΗ ΧΡΑΝ ΕΜΜΕΤΡΑ ΝΥΝ ΤΗΝ ΠΥΘΙΑΝ | |
394D | Β. Ἑσπέραν ἐποιήσατε βαθεῖαν, ὦ Φιλῖνε, διὰ τῶν | |
394E | ἀναθημάτων παραπέμποντες τὸν ξένον· ἐγὼ γὰρ ὑμᾶς ἀναμένων ἀπηγόρευσα. Φ. Βραδέως γὰρ ὡδεύομεν, ὦ Βασιλόκλεις, σπείροντες λόγους καὶ θερίζοντες εὐθὺς μετὰ μάχης ὑπούλους καὶ | |
5 | πολεμικούς, ὥσπερ οἱ Σπαρτοί, βλαστάνοντας ἡμῖν καὶ ὑποφυομένους κατὰ τὴν ὁδόν. Β. Ἕτερον οὖν τινα δεήσει παρακαλεῖν τῶν παραγε‐ γονότων, ἢ σὺ βούλει χαριζόμενος ἡμῖν διελθεῖν, τίνες ἦσαν οἱ λόγοι καὶ τίνες οἱ λέγοντες; | |
---|---|---|
10 | Φ. Ἐμόν, ὡς ἔοικεν, ὦ Βασιλόκλεις, τὸ ἔργον. τῶν γὰρ ἄλλων οὐδενὶ ῥᾳδίως ἂν ἐντύχοις κατὰ πόλιν· τοὺς γὰρ | |
394F | πλείστους ἑώρων αὖθις εἰς τὸ Κωρύκιον τῷ ξένῳ καὶ τὴν Λυκώρειαν συναναβαίνοντας. Β. Ἦ φιλοθεάμων τις ἡμῖν καὶ περιττῶς φιλήκοός ἐστιν ὁ ξένος. | |
5 | Φ. Φιλόλογος δὲ καὶ φιλομαθὴς ἔτι μᾶλλον. οὐ μὴν | |
ταῦτα μάλιστα θαυμάζειν ἄξια, ἀλλὰ πραότης τε πολλὴν | 25 | |
395A | χάριν ἔχουσα, | καὶ τὸ μάχιμον καὶ διαπορητικὸν ὑπὸ συνέσεως, οὔτε δύσκολον οὔτ’ ἀντίτυπον πρὸς τὰς ἀπο‐ κρίσεις· ὥστε καὶ βραχὺ συγγενόμενον εὐθὺς εἰπεῖν † ‘τέκος 〈ἀγαθὸν〉 ἀγαθοῦ πατρός.‘ οἶσθα γὰρ Διογενιανὸν ἀνδρῶν | |
5 | ἄριστον. Β. Αὐτὸς μὲν οὐκ εἶδον, ὦ Φιλῖνε, πολλοῖς δ’ ἐντε‐ τύχηκα καὶ τὸν λόγον καὶ τὸ ἦθος τοῦ ἀνδρὸς ἰσχυρῶς ἀποδεχομένοις, ὅμοια δὲ τούτοις ἕτερα περὶ τοῦ νεανίσκου λέγουσιν. ἀλλὰ τίνα, ὦ ἑταῖρε, ἀρχὴν ἔσχον οἱ λόγοι καὶ | |
10 | πρόφασιν; Φ. Ἐπέραινον οἱ περιηγηταὶ τὰ συντεταγμένα μηδὲν ἡμῶν φροντίσαντες δεηθέντων ἐπιτεμεῖν τὰς ῥήσεις καὶ τὰ πολλὰ τῶν ἐπιγραμμάτων. τὸν δὲ ξένον ἡ μὲν ἰδέα καὶ τὸ τεχνικὸν τῶν ἀνδριάντων μετρίως προσήγετο πολλῶν καὶ | |
395B | καλῶν ἔργων ὡς ἔοικε θεατὴν γεγενημένον· ἐθαύμαζε δὲ τοῦ χαλκοῦ τὸ ἀνθηρὸν ὡς οὐ πίνῳ προσεοικὸς οὐδ’ ἰῷ, βαφῇ δὲ κυάνου στίλβοντος, ὥστε καὶ παῖξαί τι πρὸς τοὺς ναυάρχους (ἀπ’ ἐκείνων γὰρ ἦρκτο τῆς θέας) οἷον ἀτεχ‐ | |
5 | νῶς θαλαττίους τῇ χρόᾳ καὶ βυθίους ἑστῶτας. ‘ἆρ’ οὖν‘ ἔφη ‘κρᾶσίς τις ἦν καὶ φάρμαξις τῶν πάλαι τεχνιτῶν περὶ τὸν χαλκὸν ὥσπερ ἡ λεγομένη τῶν ξιφῶν στόμωσις, ἧς ἐκλαμπούσης ἐκεχειρίαν ἔσχεν ἔργων πολεμικῶν ὁ χαλκός; τὸν μὲν γὰρ Κορίνθιον οὐ τέχνῃ 〈φασὶν〉 ἀλλὰ συντυχίᾳ | |
10 | τῆς χρόας λαβεῖν τὸ κάλλος, ἐπινειμαμένου πυρὸς οἰκίαν ἔχουσάν τι χρυσοῦ καὶ ἀργύρου, πλεῖστον δὲ χαλκὸν ἀπο‐ | |
395C | κείμενον· ὧν συγχυθέντων καὶ συντακέντων ὄνομα τοῦ χαλκοῦ τῷ μείγματι τὸ πλῆθος παρέσχεν‘. ὁ δὲ Θέων ὑπο‐ λαβών ‘ἄλλον‘ ἔφη ‘λόγον ἡμεῖς ἀκηκόαμεν πανουργέστε‐ ρον, ὡς ἀνὴρ ἐν Κορίνθῳ χαλκοτύπος ἐπιτυχὼν θήκῃ χρυ‐ | 26 |
5 | σίον ἐχούσῃ πολὺ καὶ δεδοικὼς φανερὸς γενέσθαι κατὰ μικρὸν ἀποκόπτων καὶ ὑπομιγνὺς ἀτρέμα τῷ χαλκῷ θαυ‐ μαστὴν λαμβάνοντι κρᾶσιν ἐπίπρασκε πολλοῦ διὰ τὴν χρόαν καὶ τὸ κάλλος ἀγαπώμενον. ἀλλὰ καὶ ταῦτα κἀκεῖνα μῦθός ἐστιν· ἦν δέ τις ὡς ἔοικε μῖξις καὶ ἄρτυσις, ὥς που | |
10 | καὶ νῦν ἀνακεραννύντες ἀργύρῳ χρυσὸν ἰδίαν τινὰ καὶ περιττὴν ἐμοὶ δὲ φαινομένην νοσώδη χλωρότητα καὶ | |
395D | φθορὰν ἀκαλλῆ παρέχουσι.‘ ‘Τίν’ οὖν αἰτίαν‘ ἔφη ὁ Διογενιανός ‘οἴει τῆς ἐνταῦθα τοῦ χαλκοῦ χρόας γεγονέναι;‘ καὶ ὁ Θέων ‘ὅταν‘ ἔφη ‘τῶν πρώτων καὶ φυσικωτάτων καὶ λεγομένων καὶ ὄντων, | |
5 | πυρὸς καὶ γῆς καὶ ἀέρος καὶ ὕδατος, [καὶ] μηδὲν ἄλλο τῷ χαλκῷ πλησιάζῃ μηδ’ ὁμιλῇ πλὴν μόνος ὁ ἀήρ, δῆλός ἐστιν ὑπὸ τούτου πεπονθὼς καὶ διὰ τοῦτον ἐσχηκὼς ἣν ἔχει διαφορὰν ἀεὶ συνόντα καὶ προσκείμενον· ἢ | |
8 | ‘τουτὶ μὲν 〈ᾖδον〉 πρὶν Θέογνιν γεγονέναι‘ | |
10 | (Com. adesp. 461) | |
10 | κατὰ τὸν κωμικόν, ἣν δ’ ἔχων φύσιν ὁ ἀὴρ ᾗ τε χρώμενος δυνάμει κατὰ τὰς ἐπιψαύσεις ἐπικέχρωκε τὸν χαλκὸν ἐπι‐ | |
395E | θυμεῖς μαθεῖν;‘ φήσαντος δὲ τοῦ Διογενιανοῦ ‘καὶ γὰρ ἐγώ‘ εἶπεν ‘ὦ παῖ· ζητῶμεν οὖν κοινῇ καὶ πρότερον, εἰ βούλει, δι’ ἣν αἰτίαν μάλιστα τῶν ὑγρῶν ἀναπίμπλη‐ σιν ἰοῦ τοὔλαιον· οὐ γὰρ αὐτό γε δήπου τῷ χαλκῷ προσ‐ | |
5 | τρίβεται τὸν ἰόν, ἅτε δὴ καθαρὸν αὐτῷ καὶ ἀμίαντον πλησιάζον.‘ ‘οὐδαμῶσ‘ εἶπεν ὁ νεανίας, ‘ἄλλο δ’ αὐτῷ μοι δοκεῖ τούτου τὸ αἴτιον ὑπάρχειν· λεπτῷ γὰρ ὄντι καὶ καθαρῷ καὶ διαυγεῖ προσπίπτων ὁ ἰὸς ἐκφανέστατός ἐστιν, ἐν δὲ τοῖς ἄλλοις ὑγροῖς ἀφανίζεται.‘ καὶ ὁ Θέων ‘εὖγε‘ | 27 |
10 | εἶπεν ‘ὦ παῖ, καὶ 〈φυσικῶσ〉· σκόπει δ’ εἰ βούλει καὶ τὴν | |
395F | ὑπ’ Ἀριστοτέλους αἰτίαν λεγομένην.‘ ‘ἀλλὰ βούλομαι‘ εἶπε. ‘φησὶ τοίνυν τῶν μὲν ἄλλων ὑγρῶν 〈τὴν λε〉πτότητα δια‐ χεῖν ἀδήλως καὶ διασπείρεσθαι τὸν ἰόν, ἀνωμάλων τῶν 〈μορίων〉 καὶ μανῶν ὄντων· τοῦ δ’ ἐλαίου τῇ πυκνότητι | |
5 | στέγεσθαι καὶ διαμένειν ἀθροιζόμενον. ἂν οὖν καὶ αὐτοί τι τοιοῦτον ὑποθέσθαι δυνηθῶμεν, οὐ παντάπασιν ἀπο‐ ρήσομεν ἐπῳδῆς καὶ παραμυθίας πρὸς τὴν ἀπορίαν.‘ | |
396A | Ὡς οὖν ἐκελεύομεν καὶ συνεχωροῦμεν, ἔφη | τὸν ἀέρα τὸν ἐν Δελφοῖς πυκνὸν ὄντα καὶ συνεχῆ καὶ τόνον ἔχοντα διὰ τὴν ἀπὸ τῶν ὀρῶν ἀνάκλασιν καὶ ἀντέρεισιν ἔτι καὶ λεπτὸν εἶναι καὶ δηκτικόν, ὥς που μαρτυρεῖ καὶ τὰ περὶ | |
5 | τὰς πέψεις τῆς τροφῆς· ἐνδυόμενον οὖν ὑπὸ λεπτότητος καὶ τέμνοντα τὸν χαλκὸν ἀναχαράσσειν πολὺν ἰὸν ἐξ αὐτοῦ καὶ γεώδη, στέγειν δὲ τοῦτον αὖ πάλιν καὶ πιέζειν τῆς πυκνότητος 〈διάχυσιν〉 μὴ διδούσης, τὸν δ’ ὑφιστά‐ μενον αὐτῷ διὰ πλῆθος ἐξανθεῖν καὶ λαμβάνειν αὐγὴν καὶ | |
10 | γάνωμα περὶ τὴν ἐπιφάνειαν. ἀποδεξαμένων δ’ ἡμῶν ὁ ξένος ἔφη τὴν ἑτέραν ἀρκεῖν ὑπόθεσιν πρὸς τὸν λόγον. | |
396B | ‘ἡ δὲ λεπτότησ‘ ἔφη ‘δόξει μὲν ὑπεναντιοῦσθαι καὶ πρὸς | |
τὴν λεγομένην πυκνότητα τοῦ ἀέρος, λαμβάνεται δ’ οὐκ ἀναγκαίως· αὐτὸς γὰρ ὑφ’ ἑαυτοῦ παλαιούμενος ὁ χαλκὸς ἀποπνεῖ καὶ μεθίησι τὸν ἰόν, ὃν ἡ πυκνότης συνέχουσα | 28 | |
5 | καὶ παχνοῦσα ποιεῖ ἐκφανῆ διὰ τὸ πλῆθος.‘ ὑπολαβὼν δ’ ὁ Θέων ‘τί γάρ‘ εἶπεν ‘ὦ ξένε, κωλύει ταὐτὸν εἶναι καὶ λεπτὸν καὶ πυκνόν, ὥσπερ τὰ σηρικὰ καὶ τὰ βύσσινα τῶν ὑφασμάτων, ἐφ’ ὧν καὶ Ὅμηρος (η 107) εἶπε | |
8 | ‘και〈ροσέ〉ων δ’ ὀθονῶν ἀπολείβεται ὑγρὸν ἔλαιον‘, | |
9 | ||
396C | ἐνδεικνύμενος τὴν ἀκρίβειαν καὶ λεπτότητα τοῦ ὕφους τῷ μὴ προσμένειν τὸ ἔλαιον ἀλλ’ ἀπορρεῖν καὶ ἀπολισθάνειν τῆς πυκνότητος οὐ διιείσης; καὶ μὴν οὐ μόνον πρὸς τὴν ἀναχάραξιν τοῦ ἰοῦ χρήσαιτ’ ἄν 〈τισ〉 τῇ λεπτότητι τοῦ | |
5 | ἀέρος, ἀλλὰ καὶ τὴν χρόαν αὐτὴν ποιεῖν ἔοικεν ἡδίονα καὶ γλαυκοτέραν ἀναμιγνύουσα τῷ κυάνῳ φῶς καὶ αὐγήν.‘ Ἐκ τούτου γενομένης σιωπῆς πάλιν οἱ περιηγηταὶ προεχειρίζοντο τὰς ῥήσεις. χρησμοῦ δέ τινος ἐμμέτρου λεχθέντος, οἶμαι, περὶ τῆς Αἴγωνος τοῦ Ἀργείου βασι‐ | |
10 | λείας πολλάκις ἔφη θαυμάσαι τῶν ἐπῶν ὁ Διογενιανός, ἐν οἷς οἱ χρησμοὶ λέγονται, τὴν φαυλότητα καὶ τὴν εὐτέ‐ λειαν. ‘καίτοι μουσηγέτης ὁ θεὸς καὶ τῆς λεγομένης λογιό‐ | |
396D | τητος οὐχ ἧττον αὐτῷ [τὸ] καλὸν ἢ τῆς περὶ μέλη καὶ ᾠδὰς [καὶ] εὐφωνίας μετεῖναι καὶ πολὺ τὸν Ἡσίοδον εὐεπείᾳ καὶ τὸν Ὅμηρον ὑπερφθέγγεσθαι· τοὺς δὲ πολ‐ λοὺς τῶν χρησμῶν ὁρῶμεν καὶ τοῖς μέτροις καὶ τοῖς ὀνό‐ | |
5 | μασι πλημμελείας καὶ φαυλότητος ἀναπεπλησμένους.‘ παρὼν οὖν Ἀθήνηθεν ὁ ποιητὴς Σαραπίων ‘εἶτ’‘ ἔφη ‘ταῦτα τὰ ἔπη τοῦ θεοῦ πιστεύοντες εἶναι τολμῶμεν αὖ | |
πάλιν, ὡς λείπεται κάλλει τῶν Ὁμήρου καὶ Ἡσιόδου, λέγειν; οὐ χρησόμεθα τούτοις ὡς ἄριστα καὶ κάλλιστα | 29 | |
10 | πεποιημένοις, ἐπανορθούμενοι τὴν αὑτῶν κρίσιν προκατει‐ λημμένην ὑπὸ φαύλης συνηθείας;‘ | |
396E | Ὑπολαβὼν οὖν Βόηθος ὁ γεωμέτρης (οἶσθα γὰρ τὸν ἄνδρα μεταταττόμενον ἤδη πρὸς τὸν Ἐπίκουρον), ‘ἆρ’ οὖν‘ ἔφη ‘τὸ τοῦ ζωγράφου Παύσωνος ἀκήκοας;‘ ‘οὐκ ἔγωγε‘ εἶπεν ὁ Σαραπίων. ‘ἀλλὰ μὴν ἄξιον. ἐκλαβὼν γὰρ | |
5 | ὡς ἔοικεν ἵππον ἀλινδούμενον γράψαι τρέχοντα ἔγραψεν· ἀγανακτοῦντος δὲ τοῦ ἀνθρώπου γελάσας ὁ Παύσων κατέ‐ στρεψε τὸν πίνακα, καὶ γενομένων ἄνω τῶν κάτω πάλιν ὁ ἵππος οὐ τρέχων ἀλλ’ ἀλινδούμενος ἐφαίνετο. τοῦτό φησιν ὁ Βίων ἐνίους τῶν λόγων πάσχειν, ὅταν ἀναστραφῶσι. | |
10 | διὸ καὶ τοὺς χρησμοὺς ἔνιοι φήσουσιν οὐ καλῶς ἔχειν, ὅτι τοῦ θεοῦ εἰσιν, ἀλλὰ τοῦ θεοῦ μὴ εἶναι, ὅτι φαύλως ἔχου‐ | |
396F | σιν. ἐκεῖνο μὲν γὰρ ἐν ἀδήλῳ· τὸ δ’ 〈οὐκ εὖ τὰ ἔπη〉 πεποιῆσθαι τὰ περὶ τοὺς χρησμοὺς καὶ σοὶ κριτῇ δήπου‐ θεν, ὦ φίλε Σαραπίων‘, εἶπεν, ‘ἐναργές ἐστι. ποιήματα [μὲν] γὰρ γράφεις τοῖς μὲν πράγμασι φιλοσόφως καὶ | |
5 | αὐστηρῶς, δυνάμει δὲ καὶ χάριτι καὶ κατασκευῇ 〈τῇ〉 περὶ λέξιν ἐοικότα τοῖς Ὁμήρου καὶ Ἡσιόδου μᾶλλον ἢ τοῖς ὑπὸ τῆς Πυθίας ἐκφερομένοις.‘ Καὶ ὁ Σαραπίων ‘νοσοῦμεν γάρ‘ εἶπεν ‘ὦ Βόηθε, καὶ τὰ ὦτα καὶ τὰ ὄμματα, συνειθισμένοι διὰ τρυφὴν καὶ | |
397A | μαλακίαν τὰ ἡδίω καλὰ νομίζειν καὶ ἀποφαίνεσθαι. | τάχα δὴ μεμψόμεθα τὴν Πυθίαν, ὅτι Γλαύκης οὐ φθέγγεται τῆς κιθαρῳδοῦ λιγυρώτερον οὐδὲ χριομένη μύροις οὐδ’ | |
ἁλουργίδας ἀμπεχομένη κάτεισιν εἰς τὸ 〈χρηστήριον〉 | 30 | |
5 | οὐδ’ ἐπιθυμιᾷ κασσίαν ἢ λήδανον ἢ λιβανωτὸν ἀλλὰ δάφνην καὶ κρίθινον ἄλευρον. οὐχ ὁρᾷσ‘, εἶπεν, ‘ὅσην χάριν ἔχει τὰ Σαπφικὰ μέλη κηλοῦντα καὶ καταθέλγοντα τοὺς ἀκροωμένους; ‘Σίβυλλα δὲ μαινομένῳ στόματι‘ καθ’ Ἡράκλειτον (fr. 92) ‘ἀγέλαστα καὶ ἀκαλλώπιστα καὶ | |
10 | ἀμύριστα φθεγγομένη χιλίων ἐτῶν ἐξικνεῖται τῇ φωνῇ διὰ τὸν θεόν.‘ ὁ δὲ Πίνδαρος (fr. 32) ‘ἀκοῦσαι‘ φησὶ ‘τοῦ θεοῦ τὸν Κάδμον [οὐ] μουσικὰν ὀρθάν‘, οὐχ ἡδεῖαν οὐδὲ | |
397B | τρυφερὰν οὐδ’ ἐπικεκλασμένην τοῖς μέλεσιν. Ἡδονὴν γὰρ οὐ προσίεται τὸ ἀπαθὲς καὶ ἁγνόν, ἀλλ’ ἐνταῦθα μετὰ τῆς Ἄτης ἐρρίφη καὶ τὸ πλεῖστον αὐτῆς [καὶ] ὡς ἔοικεν εἰς τὰ ὦτα τῶν ἀνθρώπων συνερρύηκεν.‘ | |
5 | Εἰπόντος δὲ ταῦτα τοῦ Σαραπίωνος ὁ Θέων μειδιάσας ‘ὁ Σαραπίων μέν‘ εἶπε ‘τὸ εἰωθὸς ἀποδέδωκε τῷ τρόπῳ, λόγου περὶ Ἄτης καὶ Ἡδονῆς παραπεσόντος ἀπολαύσας· ἡμεῖς δ’, ὦ Βόηθε, κἂν ᾖ 〈μὴ〉 φαυλότερα τῶν Ὁμήρου ταῦτα τὰ ἔπη, μὴ νομίσωμεν αὐτὰ πεποιηκέναι τὸν θεόν, | |
10 | ἀλλ’ ἐκείνου τὴν ἀρχὴν τῆς κινήσεως ἐνδιδόντος ὡς ἑκάστη | |
397C | πέφυκε κινεῖσθαι τῶν προφητίδων. καὶ γὰρ εἰ γράφειν ἔδει μὴ λέγειν τοὺς χρησμούς, οὐκ ἂν οἶμαι τοῦ θεοῦ τὰ γράμματα νομίζοντες ἐψέγομεν, ὅτι λείπεται καλλιγραφίᾳ τῶν βασιλικῶν. οὐ γὰρ ἔστι θεοῦ 〈γ’〉 ἡ γῆρυς οὐδ’ ὁ | |
5 | φθόγγος οὐδ’ ἡ λέξις οὐδὲ τὸ μέτρον ἀλλὰ τῆς γυναικός· ἐκεῖνος δὲ μόνας τὰς φαντασίας παρίστησι καὶ φῶς ἐν τῇ ψυχῇ ποιεῖ πρὸς τὸ μέλλον· ὁ γὰρ ἐνθουσιασμὸς τοιοῦτόν ἐστι. καθόλου δ’ εἰπεῖν ὑμᾶς τοὺς τοῦ Ἐπικούρου (fr. 395) προφήτας (δῆλος γὰρ εἶ καὶ αὐτὸς ὑποφερόμενος) οὐκ | |
10 | ἔστι διαφυγεῖν, ἀλλὰ κἀκείνας αἰτιᾶσθε τὰς πάλαι προ‐ | 31 |
397D | φήτιδας ὡς φαύλοις ποιήμασι χρωμένας καὶ τὰς νῦν κατα‐ λογάδην καὶ διὰ τῶν ἐπιτυχόντων ὀνομάτων τοὺς χρη‐ σμοὺς λεγούσας, ὅπως ὑμῖν ἀκεφάλων καὶ λαγαρῶν μέτρων καὶ μειούρων εὐθύνας μὴ ὑπέχωσι.‘ καὶ ὁ Διο‐ | |
5 | γενιανός ‘μὴ παῖζ’‘ εἶπεν ‘ὦ πρὸς θεῶν, ἀλλὰ διάλυσον ἡμῖν ταύτην τὴν ἀπορίαν κοινὴν οὖσαν. οὐδεὶς γὰρ ἔστιν ἡμῶν ὃς οὐκ αἰτίαν ἐπιζητεῖ καὶ λόγον, πῶς πέπαυται τὸ μαντεῖον ἔπεσι καὶ ἐλεγείοις χρώμενον.‘ ὑπολαβὼν οὖν ὁ Θέων ‘ἀλλὰ καὶ νῦν‘, εἶπεν, ‘ὦ παῖ, δοκοῦμεν ἐπηρείᾳ τινὶ | |
10 | τοὺς περιηγητὰς ἀφαιρεῖσθαι τὸ οἰκεῖον ἔργον. ἔασον οὖν | |
397E | γενέσθαι τὸ τούτων πρότερον, εἶτα περὶ ὧν βούλει καθ’ ἡσυχίαν διαπορήσεις.‘ Ἤδη δὲ προϊόντες ἦμεν κατὰ τὸν Ἱέρωνος ἀνδριάντα τοῦ τυράννου· καὶ τῶν μὲν ἄλλων ὁ ξένος εἰδὼς ἅπαντα | |
5 | παρεῖχεν ὅμως ὑπ’ εὐκολίας ἀκροατὴν αὑτόν· ἀκούσας δ’ ὅτι κίων τις ἑστὼς ἄνω χαλκοῦς Ἱέρωνος ἔπεσεν αὐτομάτως τῆς ἡμέρας ἐκείνης, ᾗ τὸν Ἱέρωνα συνέβαινεν ἐν Συρακού‐ σαις τελευτᾶν, ἐθαύμασε. κἀγὼ τῶν ὁμοίων ἅμα συνανε‐ μίμνησκον, οἷα δὴ τοῦ Ἕρμωνος μὲν τοῦ Σπαρτιάτου, | |
10 | ὅτι πρὸ τῆς ἐν Λεύκτροις αὐτῷ γενομένης τελευτῆς ἐξέ‐ πεσον οἱ ὀφθαλμοὶ τοῦ ἀνδριάντος, οἱ δ’ ἀστέρες ἠφανί‐ | |
397F | σθησαν οὓς Λύσανδρος ἀνέθηκεν ἀπὸ τῆς ἐν Αἰγὸς ποτα‐ μοῖς ναυμαχίας, ὁ δ’ αὐτοῦ 〈τοῦ〉 Λυσάνδρου λίθινος ἀνδριὰς ἐξήνθησεν ἀγρίαν λόχμην καὶ πόαν τοσαύτην τὸ πλῆθος, ὥστε κατακρύψαι τὸ πρόσωπον, ἐν δὲ τοῖς Σικε‐ | |
5 | λικοῖς τῶν Ἀθηναίων ἀτυχήμασιν αἵ τε χρυσαῖ τοῦ φοίνι‐ κος ἀπέρρεον βάλανοι, καὶ τὴν ἀσπίδα τοῦ Παλλαδίου | |
κόρακες περιέκοπτον, ὁ δὲ Κνιδίων στέφανος, ὃν Φαρσα‐ λίᾳ τῇ ὀρχηστρίδι Φιλόμηλος ὁ Φωκέων τύραννος ἐδωρή‐ σατο, μεταστᾶσαν αὐτὴν ἐκ τῆς Ἑλλάδος εἰς τὴν Ἰταλίαν | 32 | |
10 | ἀπώλεσεν ἐν Μεταποντίῳ παίζουσαν περὶ τὸν νεὼν τοῦ | |
398A | Ἀπόλλωνος· | ὁρμήσαντες γὰρ ἐπὶ τὸν στέφανον οἱ νεα‐ νίσκοι καὶ μαχόμενοι περὶ τοῦ χρυσίου πρὸς ἀλλήλους διέσπασαν τὴν ἄνθρωπον. Ἀριστοτέλης (fr. 130) μὲν οὖν μόνον Ὅμηρον ἔλεγε κινούμενα ποιεῖν ὀνόματα διὰ τὴν | |
5 | ἐνέργειαν, ἐγὼ δὲ φαίην ἂν καὶ τῶν ἀναθημάτων τὰ ἐνταυθοῖ μάλιστα συγκινεῖσθαι καὶ συνεπισημαίνειν τῇ τοῦ θεοῦ προνοίᾳ, καὶ τούτων μέρος μηδὲν εἶναι κενὸν μηδ’ ἀναίσθητον, ἀλλὰ πεπλῆσθαι πάντα θειότητος. καὶ ὁ Βόηθος ‘ναί‘ εἶπεν· ‘οὐ γὰρ ἀρκεῖ τὸν θεὸν εἰς σῶμα | |
10 | καθειργνύναι θνητὸν ἅπαξ ἑκάστου μηνός, ἀλλὰ καὶ λίθῳ παντὶ καὶ χαλκῷ συμφυράσομεν αὐτόν, ὥσπερ οὐκ ἔχοντες | |
398B | ἀξιόχρεων τῶν τοιούτων συμπτωμάτων τὴν τύχην δημιουρ‐ γὸν καὶ ταὐτόματον.‘ ‘εἶτ’‘ ἔφην ἐγώ ‘τύχῃ σοι δοκεῖ καὶ αὐτομάτῳ τῶν τοιούτων ἕκαστον ἐοικέναι, καὶ πιθανόν ἐστι τὰς ἀτόμους ἐξολισθεῖν καὶ διαχυθῆναι καὶ παρεγ‐ | |
5 | κλῖναι μήτε πρότερον μήθ’ ὕστερον, ἀλλὰ κατ’ ἐκεῖνον τὸν χρόνον, ἐν ᾧ τῶν ἀναθέντων ἕκαστος ἢ χεῖρον ἔμελλε πράξειν ἢ βέλτιον; καὶ σὲ μὲν Ἐπίκουρος (fr. 383) ὠφε‐ λεῖ νῦν ὡς ἔοικεν ἀφ’ ὧν εἶπεν ἢ ἔγραψε πρὸ ἐτῶν τρια‐ κοσίων· ὁ θεὸς δ’, εἰ μὴ συνείρξειε φέρων ἑαυτὸν εἰς | |
10 | ἅπαντα μηδ’ ἀνακερασθείη πᾶσιν, οὐκ ἄν σοι δοκεῖ κινή‐ | |
398C | σεως ἀρχὴν καὶ πάθους αἰτίαν παρασχεῖν οὐδενὶ τῶν ὄντων;‘ Τοιαῦτα μὲν ἐγὼ πρὸς τὸν Βόηθον ἀπεκρινάμην, ὅμοια δὲ *** περὶ τῶν Σιβυλλείων. ἐπειδὴ γὰρ ἔστημεν | |
κατὰ τὴν πέτραν γενόμενοι τὴν κατὰ τὸ βουλευτήριον, ἐφ’ | 33 | |
5 | ἧς λέγεται καθίζεσθαι τὴν πρώτην Σίβυλλαν ἐκ τοῦ Ἑλικῶνος παραγενομένην ὑπὸ τῶν Μουσῶν τραφεῖσαν (ἔνιοι δέ φασιν ἐκ Μαλιέων ἀφικέσθαι Λαμίας οὖσαν θυγατέρα τῆς Ποσειδῶνος), ὁ μὲν Σαραπίων ἐμνήσθη τῶν ἐπῶν, ἐν οἷς ὕμνησεν ἑαυτήν, ὡς οὐδ’ ἀποθανοῦσα | |
10 | λήξει μαντικῆς, ἀλλ’ αὐτὴ μὲν ἐν τῇ σελήνῃ περίεισι τὸ [καλούμενον] φαινόμενον γενομένη πρόσωπον, τῷ δ’ ἀέρι | |
398D | τὸ πνεῦμα συγκραθὲν ἐν φήμαις ἀεὶ φορήσεται καὶ κλη‐ δόσιν· ἐκ δὲ τοῦ σώματος μεταβαλόντος ἐν τῇ γῇ πόας καὶ ὕλης ἀναφυομένης βοσκήσεται ταύτην ἱερὰ θρέμματα χρόας τε παντοδαπὰς ἴσχοντα καὶ μορφὰς καὶ ποιότητας | |
5 | ἐπὶ τῶν σπλάγχνων ἀφ’ ὧν αἱ προδηλώσεις ἀνθρώποις τοῦ μέλλοντος. ὁ δὲ Βόηθος ἔτι μᾶλλον ἦν φανερὸς καταγελῶν· τοῦ δὲ ξένου *** εἰπόντος, ὡς, εἰ καὶ ταῦτα μύθοις ἔοικεν, ἀλλὰ ταῖς γε μαντείαις ἐπιμαρτυροῦσι πολλαὶ μὲν ἀναστά‐ σεις καὶ μετοικισμοὶ πόλεων Ἑλληνίδων, πολλαὶ δὲ βαρβα‐ | |
10 | ρικῶν στρατιῶν ἐπιφάνειαι καὶ ἀναιρέσεις ἡγεμονιῶν· | |
398E | ‘ταυτὶ δὲ τὰ πρόσφατα καὶ νέα πάθη περί τε Κύμην καὶ Δικαιάρχειαν οὐχ ὑμνούμενα πάλαι καὶ ᾀδόμενα διὰ τῶν Σιβυλλείων ὁ χρόνος ὥσπερ ὀφείλων ἀποδέδωκεν, ἐκρή‐ ξεις πυρὸς ὀρείου καὶ ζέσεις θαλασσίας καὶ πετρῶν καὶ | |
5 | φλογμῶν ὑπὸ πνεύματος ἀναρρίψεις καὶ φθορὰς πόλεων ἅμα τοσούτων καὶ τηλικούτων, ὡς μεθ’ ἡμέραν ἐπελθοῦ‐ σιν ἄγνοιαν εἶναι καὶ ἀσάφειαν ὅπου κατῴκηντο τῆς χώρας συγκεχυμένης; ταῦτα γὰρ εἰ γέγονε πιστεῦσαι χαλε‐ | |
πόν ἐστι, μή τί γε προειπεῖν ἄνευ θειότητος.‘ | 34 | |
10 | Καὶ ὁ Βόηθος ‘ποῖον γάρ‘ εἶπεν ‘ὦ δαιμόνιε, τῇ | |
398F | φύσει πάθος ὁ χρόνος οὐκ ὀφείλει; τί δ’ ἔστι τῶν ἀτόπων καὶ ἀπροσδοκήτων περὶ γῆν ἢ θάλατταν ἢ πόλεις ἢ ἄνδρας, ὅ τις ἂν προειπὼν οὐ τύχοι γενομένου; καίτοι τοῦτό γε σχεδὸν οὐδὲ προειπεῖν ἔστιν ἀλλ’ εἰπεῖν, μᾶλλον | |
5 | δὲ ῥῖψαι καὶ διασπεῖραι λόγους οὐκ ἔχοντας ἀρχὴν εἰς τὸ ἄπειρον· οἷς πλανωμένοις ἀπήντησε πολλάκις ἡ τύχη καὶ συνέπεσεν αὐτομάτως. διαφέρει γὰρ οἶμαι γενέσθαι τὸ ῥηθὲν ἢ ῥηθῆναι τὸ γενησόμενον. ὁ γὰρ εἰπὼν τὰ μὴ ὑπάρχοντα λόγος ἐν ἑαυτῷ τὸ ἡμαρτημένον ἔχων οὐ | |
399A | δικαίως ἀναμένει τὴν ἐκ τοῦ αὐτομάτου πίστιν | οὐδ’ ἀληθεῖ τεκμηρίῳ χρῆται τοῦ προειπεῖν ἐπιστάμενος 〈τῷ〉 μετὰ τὸ εἰπεῖν γενομένῳ, πάντα τῆς ἀπειρίας φερούσης· μᾶλλον δ’ ὁ μὲν ‘εἰκάζων καλῶσ‘, ὃν ‘ἄριστον μάντιν‘ | |
5 | ἀνηγόρευκεν ἡ παροιμία (Eur. fr. 973), ἰχνοσκοποῦντι καὶ στιβεύοντι διὰ τῶν εὐλόγων τὸ μέλλον ὅμοιός ἐστι, Σίβυλλαι δ’ αὗται καὶ Βάκιδες ὥσπερ εἰς πόντον ἀτεκμάρ‐ τως τὸν χρόνον κατέβαλον καὶ διέσπειραν ὡς ἔτυχε παντο‐ δαπῶν ὀνόματα καὶ ῥήματα παθῶν καὶ συμπτωμάτων· | |
10 | 〈ἐν〉 οἷς γιγνομένων ἐνίων ἀπὸ τύχης ὁμοίως ψεῦδός ἐστι τὸ νῦν λεγόμενον, κἂν ὕστερον ἀληθές, εἰ τύχοι, γένη‐ ται.‘ Τοιαῦτα τοῦ Βοήθου διελθόντος ὁ Σαραπίων ‘δί‐ | |
399B | καιον‘ ἔφη ‘τὸ ἀξίωμα περὶ τῶν οὕτως, 〈ὡσ〉 λέγει Βόη‐ θος, ἀορίστως καὶ ἀνυποθέτως λεγομένων, 〈οἷον〉 εἰ νίκη στρατηγῷ προείρηται 〈καὶ〉 νενίκηκεν, εἰ πόλεως ἀναί‐ ρεσις 〈καὶ〉 ἀπόλωλεν· ὅπου δ’ οὐ μόνον λέγεται τὸ γενη‐ | |
5 | σόμενον, ἀλλὰ καὶ πῶς καὶ πότε καὶ μετὰ τί καὶ μετὰ τίνος, οὐκ ἔστιν εἰκασμὸς τῶν τάχα γενησομένων ἀλλὰ τῶν πάντως ἐσομένων προδήλωσις 〈οἷα〉 καὶ ταῦτ’ ἔστιν εἰς τὴν Ἀγησιλάου χωλότητα· | 35 |
8 | ‘φράζεο δή, Σπάρτη, καίπερ μεγάλαυχος ἐοῦσα, | |
10 | μὴ σέθεν ἀρτίποδος βλάστῃ χωλὴ βασιλεία. δηρὸν γὰρ μόχθοι σε κατασχήσουσιν ἄελπτοι, | |
399C | φθισίβροτόν τ’ ἐπὶ κῦμα κυλινδομένου πολέμοιο.‘ | |
1 | καὶ τὰ περὶ τῆς νήσου πάλιν, ἣν ἀνῆκεν ἡ πρὸ Θήρας καὶ Θηρασίας θάλασσα [καὶ] περὶ τὸν Φιλίππου καὶ Ῥωμαίων πόλεμον· | |
4 | ||
5 | ‘ἀλλ’ ὁπότε Τρώων γενεὰ καθύπερθε γένηται Φοινίκων ἐν ἀγῶνι, τότ’ ἔσσεται ἔργα ἄπιστα· πόντος μὲν λάμψει πῦρ ἄσπετον, ἐκ δὲ κεραυνῶν πρηστῆρες μὲν ἄνω διὰ κύματος ἀίξουσιν ἄμμιγα σὺν πέτραις, ἡ δὲ στηρίξεται αὐτοῦ | |
10 | οὐ φατὸς ἀνθρώποις νῆσος· καὶ χείρονες ἄνδρες χερσὶ βιησάμενοι τὸν κρείσσονα νικήσουσι.‘ | |
11 | ||
399D | τὸ γὰρ ἐν ὀλίγῳ χρόνῳ Ῥωμαίους τε Καρχηδονίων περι‐ γενέσθαι καταπολεμήσαντας Ἀννίβαν καὶ Φίλιππον Αἰτω‐ λοῖς συμβαλόντα καὶ Ῥωμαίοις μάχῃ κρατηθῆναι καὶ τέλος ἐκ βυθοῦ νῆσον ἀναδῦναι μετὰ πυρὸς πολλοῦ καὶ | |
5 | κλύδωνος ἐπιζέσαντος οὐκ ἂν εἴποι τις ὡς ἀπήντησεν ἅμα πάντα καὶ συνέπεσε κατὰ τύχην 〈καὶ〉 αὐτομάτως, ἀλλ’ ἡ τάξις ἐμφαίνει τὴν πρόγνωσιν. καὶ τὸ Ῥωμαίοις πρὸ ἐτῶν ὁμοῦ τι πεντακοσίων προειπεῖν τὸν χρόνον, ἐν ᾧ | |
πρὸς ἅπαντα τὰ ἔθνη πολεμήσοιεν ἅμα· τοῦτο δ’ ἦν τὸ | 36 | |
10 | πολεμῆσαι τοῖς οἰκέταις ἀποστᾶσιν. ἐν τούτοις γὰρ οὐθὲν ἀτέκμαρτον οὐδὲ τυφλὸν † ἀμφί τε τύχην ζητεῖν ἐν ἀπει‐ | |
399E | ρίᾳ ὁ λόγος· ἀλλὰ πολλὰ τῆς πείρας ἐνέχυρα δίδωσι καὶ δείκνυσι τὴν ὁδόν, ᾗ βαδίζει τὸ πεπρωμένον. οὐ γὰρ οἶμαί τιν’ ἐρεῖν, ὅτι † μετὰ τούτων ὡς προερρήθη συνέπεσε κατὰ τύχην· ἐπεὶ τί κωλύει λέγειν ἕτερον, ὡς οὐκ ἔγραψε τὰς | |
5 | Κυρίας ὑμῖν Ἐπίκουρος, ὦ Βόηθε, δόξας, ἀλλ’ ἀπὸ τύχης καὶ αὐτομάτως οὕτως πρὸς ἄλληλα τῶν γραμμάτων συν‐ εμπεσόντων ἀπετελέσθη τὸ βιβλίον;‘ Ἅμα δὲ τούτων λεγομένων προῄειμεν. ἐν δὲ τῷ Κορινθίων οἴκῳ τὸν φοίνικα θεωμένοις τὸν χαλκοῦν, | |
10 | ὅσπερ ἔτι λοιπός ἐστι τῶν ἀναθημάτων, οἱ περὶ τὴν ῥίζαν ἐντετορευμένοι βάτραχοι καὶ ὕδροι θαῦμα τῷ Διο‐ | |
399F | γενιανῷ παρεῖχον, ἀμέλει δὲ καὶ ἡμῖν. οὔτε γὰρ φοίνιξ, ὡς ἕτερα δένδρα, λιμναῖόν ἐστι καὶ φίλυδρον φυτὸν οὔτε Κορινθίοις τι βάτραχοι προσήκουσιν, ὥστε σύμβολον ἢ παράσημον εἶναι τῆς πόλεως· ὥσπερ ἀμέλει Σελινούντιοί | |
5 | ποτε χρυσοῦν σέλινον ἀναθεῖναι λέγονται, καὶ Τενέδιοι τὸν πέλεκυν ἀπὸ τῶν καρκίνων τῶν γιγνομένων περὶ τὸ | |
400A | καλούμενον Ἀστέριον παρ’ αὐτοῖς· | μόνοι γὰρ ὡς ἔοικεν ἐν τῷ χελωνίῳ τύπον πελέκεως ἔχουσι. καὶ μὴν αὐτῷ γε τῷ θεῷ κόρακας καὶ κύκνους καὶ λύκους καὶ ἱέρακας καὶ πάντα μᾶλλον ἢ ταῦτ’ εἶναι προσφιλῆ τὰ θηρία νομίζο‐ | |
5 | μεν. εἰπόντος δὲ τοῦ Σαραπίωνος, ὅτι τὴν ἐξ ὑγρῶν ᾐνίξατο τροφὴν τοῦ ἡλίου καὶ γένεσιν καὶ ἀναθυμίασιν ὁ δημιουργός, εἴθ’ Ὁμήρου λέγοντος ἀκηκοώς (γ 1) | |
7 | ||
‘ἠέλιος δ’ ἀπόρουσε λιπὼν περικαλλέα λίμνην‘ εἴτ’ Αἰγυπτίους ἑωρακὼς ἀρχῆς 〈σύμβολον καὶ〉 ἀνατολῆς | 37 | |
10 | παιδίον νεογιλὸν γράφοντας ἐπὶ λωτῷ καθεζόμενον, γελά‐ σας ἐγώ ‘ποῦ σὺ πάλιν‘, εἶπον ‘ὦ χρηστέ, τὴν Στοὰν δευρὶ | |
400B | παρωθεῖς καὶ ὑποβάλλεις ἀτρέμα τῷ λόγῳ τὰς ἀνάψεις καὶ ἀναθυμιάσεις, [οὐχ] ὥσπερ αἱ Θετταλαὶ κατάγων τὴν σελήνην καὶ τὸν ἥλιον ὡς ἐντεῦθεν ἀπὸ γῆς καὶ ὑδάτων βλαστάνοντας καὶ ἀρδομένους; ὁ μὲν γὰρ Πλάτων (Tim. | |
5 | 90a) καὶ τὸν ἄνθρωπον οὐράνιον ὠνόμασε φυτόν, ὥσπερ ἐκ ῥίζης ἄνω τῆς κεφαλῆς ὀρθούμενον· ὑμεῖς δὲ τοῦ μὲν Ἐμπεδοκλέους καταγελᾶτε φάσκοντος (fr. 44) τὸν ἥλιον περὶ γῆν ἀνακλάσει φωτὸς οὐρανίου γενόμενον αὖθις | |
8 | ‘ἀνταυγεῖν πρὸς ὄλυμπον ἀταρβήτοισι προσώποισ‘, | |
9 | ||
10 | αὐτοὶ δὲ γηγενὲς ζῷον ἢ φυτὸν ἕλειον ἀποφαίνετε τὸν ἥλιον εἰς βατράχων πατρίδα ἢ ὕδρων ἐγγράφοντες. ἀλλὰ | |
400C | ταῦτα μὲν εἰς τὴν Στωικὴν ἀναθώμεθα τραγῳδίαν, τὰ δὲ τῶν χειροτεχνῶν πάρεργα παρέργως ἐξετάσωμεν· ἐν πολ‐ λοῖς γάρ εἰσι κομψοί, τὸ δὲ ψυχρὸν οὐ πανταχοῦ καὶ περίερ‐ γον ἐκπεφεύγασιν. ὥσπερ οὖν ὁ τὸν ἀλεκτρυόνα ποιήσας | |
5 | ἐπὶ τῆς χειρὸς τοῦ Ἀπόλλωνος ἑωθινὴν ὑπεδήλωσεν ὥραν καὶ καιρὸν ἐπιούσης ἀνατολῆς, οὕτως ἐνταῦθα τοὺς βατρά‐ χους ἐαρινῆς ὥρας φαίη τις ἂν γεγονέναι σύμβολον ἐν ᾗ κρατεῖν ἄρχεται τοῦ ἀέρος ὁ ἥλιος καὶ τὸν χειμῶνα δια‐ λύειν, εἴ γε δεῖ καθ’ ὑμᾶς τὸν Ἀπόλλωνα καὶ τὸν ἥλιον μὴ | |
400D | δύο θεοὺς ἀλλ’ ἕνα νομίζειν.‘ καὶ ὁ Σαραπίων ‘σὺ γάρ‘ εἶπεν ‘οὐχ οὕτω νομίζεις ἀλλ’ οἴει τὸν ἥλιον διαφέρειν | |
τοῦ Ἀπόλλωνος;‘ ‘ἔγωγ’‘ εἶπον ‘ὡς τοῦ ἡλίου τὴν σελή‐ νην· ἀλλ’ αὕτη μὲν οὐ πολλάκις οὐδὲ πᾶσιν ἀποκρύπτει τὸν | 38 | |
5 | ἥλιον, ὁ δ’ ἥλιος ὁμοῦ τι πάντας ἀγνοεῖν τὸν Ἀπόλλωνα πεποίηκεν ἀποστρέφων τῇ αἰσθήσει τὴν διάνοιαν ἀπὸ τοῦ ὄντος ἐπὶ τὸ φαινόμενον.‘ Ἐκ τούτου τοὺς περιηγητὰς ὁ Σαραπίων ἤρετο τί δὴ τὸν οἶκον οὐ Κυψέλου τοῦ ἀναθέντος ἀλλὰ Κορινθίων | |
10 | ὀνομάζουσιν. ἀπορίᾳ δ’ αἰτίας ἐμοὶ γοῦν δοκεῖ σιωπώντων ἐκείνων ἐπιγελάσας ἐγώ ‘τί δ’‘ εἶπον ‘ἔτι τούτους οἰόμεθα | |
400E | γιγνώσκειν ἢ μνημονεύειν ἐκπεπληγμένους παντάπασιν ἡμῶν μετεωρολεσχούντων; ἐπεὶ πρότερόν γ’ αὐτῶν ἠκούο‐ μεν λεγόντων, ὅτι τῆς τυραννίδος καταλυθείσης ἐβού‐ λοντο Κορίνθιοι καὶ τὸν ἐν Πίσῃ χρυσοῦν ἀνδριάντα καὶ | |
5 | τὸν ἐνταῦθα τουτονὶ θησαυρὸν ἐπιγράψαι τῆς πόλεως. Δελφοὶ μὲν οὖν ἔδοσαν ὡς δίκαιον καὶ συνεχώρησαν, Ἠλείους δὲ φθονήσαντας ἐψηφίσαντο μὴ μετέχειν Ἰσθ‐ μίων· ὅθεν οὐδεὶς ἐξ ἐκείνου γέγονεν Ἰσθμίων ἀγωνιστὴς Ἠλεῖος. ὁ δὲ Μολιονιδῶν φόνος ὑφ’ Ἡρακλέους περὶ | |
10 | Κλεωνὰς οὐδέν ἐστι μεταίτιος, ὡς ἔνιοι νομίζουσιν, Ἠλείοις τοῦ εἴργεσθαι· τοὐναντίον γὰρ ἦν αὐτοῖς προσῆ‐ | |
400F | κον εἴργειν, εἰ διὰ τοῦτο Κορινθίοις προσεκεκρούκεσαν.‘ ἐγὼ μὲν οὖν ταῦτ’ εἶπον. Ἐπεὶ δὲ τὸν Ἀκανθίων καὶ Βρασίδου παρελθοῦσιν οἶκον 〈ἔρημον〉 ἡμῖν ἔδειξεν ὁ περιηγητὴς χωρίον, ἐν ᾧ | |
5 | Ῥοδώπιδος ἔκειντό ποτε τῆς ἑταίρας ὀβελίσκοι σιδηροῖ, δυσχεράνας ὁ Διογενιανός ‘ἦν ἄρα τῆς αὐτῆσ‘ ἔφη ‘πόλεως Ῥοδώπιδι μὲν χώραν παρασχεῖν, ὅπου τὰς δεκάτας φέ‐ | |
401A | ρουσα καταθήσεται τῶν μισθῶν, | Αἴσωπον δ’ ἀπολέσαι | |
τὸν ὁμόδουλον αὐτῆς.‘ καὶ ὁ Σαραπίων ‘τί δὲ ταῦτ’‘ ἔφη ‘μακάριε, δυσχεραίνεις; ἐκεῖ βλέψον ἄνω καὶ τὴν χρυσῆν ἐν τοῖς στρατηγοῖς καὶ βασιλεῦσι θέασαι Μνησαρέτην, ἣν | 39 | |
5 | Κράτης εἶπε τῆς τῶν Ἑλλήνων ἀκρασίας ἀνακεῖσθαι τρό‐ παιον.‘ ἰδὼν οὖν ὁ νεανίας ‘εἶτ’ οὐ περὶ Φρύνησ‘ ἔφη ‘τοῦτ’ ἦν εἰρημένον τῷ Κράτητι;‘ ‘ναί‘ εἶπεν ὁ Σαραπίων· ‘Μνη‐ σαρέτη γὰρ ἐκαλεῖτο, τὴν δὲ Φρύνην ἐπίκλησιν ἔσχε διὰ τὴν ὠχρότητα. πολλὰ δ’ ὡς ἔοικε τῶν ὀνομάτων ἀποκρύ‐ | |
10 | πτουσιν αἱ παρωνυμίαι. τὴν γοῦν Ἀλεξάνδρου μητέρα | |
401B | Πολυξένην εἶτα Μυρτάλην Ὀλυμπιάδα τε καὶ Στρατονίκην κληθῆναι λέγουσι, τὴν δὲ Ῥοδίαν Εὔμητιν ἄχρι νῦν Κλεο‐ βουλίνην πατρόθεν οἱ πλεῖστοι καλοῦσιν, Ἡροφίλην δὲ τὴν Ἐρυθραίαν μαντικὴν γενομένην Σίβυλλαν προσηγόρευσαν. | |
5 | τῶν δὲ γραμματικῶν ἀκούσῃ καὶ τὴν Λήδαν Μνησινόην καὶ τὸν Ὀρέστην Ἀχαιὸν .... ὠνομάσθαι φασκόντων. ἀλλὰ πῶσ‘ ἔφη ‘διανοῇ σὺ (βλέψας πρὸς τὸν Θέωνα) τουτὶ δια‐ λῦσαι τὸ περὶ Φρύνης αἰτίαμα;‘ κἀκεῖνος ἡσυχῆ διαμειδιάσας ‘οὕτωσ‘ εἶπεν ‘ὥστε καὶ σοὶ προσεγκαλεῖν τὰ | |
10 | μικρότατα τῶν Ἑλληνικῶν πλημμελημάτων ἐλέγχοντι. | |
401C | καθάπερ γὰρ ὁ Σωκράτης (Xen. Conv. II, 3) ἑστιώμενος ἐν Καλλίου τῷ μύρῳ πολεμεῖ μόνον, ὀρχήσεις δὲ παίδων καὶ κυβιστήσεις καὶ φιλήματα καὶ γελωτοποιοὺς ὁρῶν ἀνέχεται, καὶ σύ μοι δοκεῖς ὁμοίως γύναιον εἴργειν τοῦ | |
5 | ἱεροῦ χρησάμενον ὥρᾳ σώματος οὐκ ἐλευθερίως, φόνων δὲ καὶ πολέμων καὶ λεηλασιῶν ἀπαρχαῖς καὶ δεκάταις κύκλῳ περιεχόμενον τὸν θεὸν ὁρῶν καὶ τὸν νεὼν σκύλων Ἑλλη‐ νικῶν ἀνάπλεων καὶ λαφύρων οὐ δυσχεραίνεις οὐδ’ οἰκτί‐ | |
ρεις τοὺς Ἕλληνας ἐπὶ τῶν καλῶν ἀναθημάτων αἰσχίστας | 40 | |
10 | ἀναγιγνώσκων ἐπιγραφάς ‘Βρασίδας καὶ Ἀκάνθιοι ἀπ’ | |
401D | Ἀθηναίων‘ καὶ ‘Ἀθηναῖοι ἀπὸ Κορινθίων‘ καὶ ‘Φωκεῖς ἀπὸ Θεσσαλῶν‘, ‘Ὀρνεᾶται δ’ ἀπὸ Σικυωνίων‘, ‘Ἀμφικτύο‐ νες δ’ ἀπὸ Φωκέων.‘ ἀλλὰ Πραξιτέλης ὡς ἔοικε μόνος ἠνίασε Κράτητα τῇ ἐρωμένῃ τυχὼν αὐτόθι χώρας, ὃν | |
5 | ἐπαινεῖν ὤφειλε Κράτης, ὅτι τοῖς χρυσοῖς βασιλεῦσι τού‐ τοις παρέστησε χρυσῆν ἑταίραν, ἐξονειδίζων τὸν πλοῦτον ὡς οὐδὲν ἔχοντα θαυμάσιον οὐδὲ σεμνόν. δικαιοσύνης γὰρ ἀναθήματα καὶ σωφροσύνης καὶ μεγαλονοίας καλῶς ἔχει τίθεσθαι παρὰ τῷ θεῷ τοὺς βασιλεῖς καὶ τοὺς ἄρχοντας, | |
10 | οὐ χρυσῆς καὶ τρυφώσης εὐπορίας ἧς μέτεστι καὶ τοῖς αἴσχιστα βεβιωκόσιν.‘ | |
401E | ‘Ἐκεῖνο δ’ οὐ λέγεισ‘ εἶπεν ἅτερος τῶν περιηγητῶν, ‘ὅτι Κροῖσος ἐνταῦθα καὶ τῆς ἀρτοποιοῦ χρυσῆν εἰκόνα ποιησάμενος ἀνέθηκε.‘ 〈καὶ ὁ Θέων ‘ναί‘ ἔφη〉 ‘πλὴν οὐκ ἐντρυφῶν τῷ ἱερῷ, καλὴν δὲ λαβὼν αἰτίαν καὶ δικαίαν. | |
5 | λέγεται γὰρ Ἀλυάττην τὸν πατέρα τοῦ Κροίσου δευτέραν ἀγαγέσθαι γυναῖκα καὶ παῖδας ἑτέρους τρέφειν· ἐπιβου‐ λεύουσαν οὖν τῷ Κροίσῳ τὴν ἄνθρωπον φάρμακον δοῦναι τῇ ἀρτοποιῷ καὶ κελεῦσαι διαπλάσασαν ἄρτον ἐξ αὐτοῦ τῷ Κροίσῳ παραδοῦναι· τὴν δ’ ἀρτοποιὸν κρύφα τῷ | |
10 | Κροίσῳ φράσαι, παραθεῖναι δὲ τοῖς ἐκείνης παισὶ τὸν | |
401F | ἄρτον. ἀνθ’ ὧν βασιλεύσαντα τὸν Κροῖσον οἷον ἐπὶ μάρ‐ τυρι τῷ θεῷ τὴν χάριν ἀμείψασθαι τῆς γυναικὸς εὖ γε ποιοῦντ’ ἐκεῖνον. ὅθεν‘ εἶπεν ‘ἄξιον δὴ καὶ τῶν πόλεων εἴ τι τοιοῦτόν ἐστιν ἀνάθημα τιμᾶν καὶ ἀγαπᾶν, οἷον τὸ | |
5 | Ὀπουντίων. ἐπεὶ γὰρ οἱ Φωκέων τύραννοι πολλὰ τῶν | |
χρυσῶν καὶ ἀργυρῶν ἀναθημάτων συγχέαντες ἔκοψαν νόμισμα καὶ διέσπειραν εἰς τὰς πόλεις, Ὀπούντιοι συν‐ αγαγόντες ὅσον 〈ἔσχον〉 ἀργυρίου 〈Φωκικοῦ καὶ ποι‐ ήσαντεσ〉 ὑδρίαν ἀνέπεμψαν ἐνθάδε τῷ θεῷ καὶ καθιέ‐ | 41 | |
10 | ρωσαν. ἐγὼ δὲ καὶ Μυριναίους ἐπαινῶ καὶ Ἀπολλω‐ | |
402A | νιάτας | θέρη χρυσᾶ δεῦρο πέμψαντας, ἔτι δὲ μᾶλλον Ἐρετριεῖς καὶ Μάγνητας ἀνθρώπων ἀπαρχαῖς δωρησα‐ μένους τὸν θεὸν ὡς καρπῶν δοτῆρα καὶ πατρῷον καὶ γενέ‐ σιον καὶ φιλάνθρωπον· αἰτιῶμαι δὲ Μεγαρεῖς, ὅτι μόνοι | |
5 | σχεδὸν ἐνταῦθα λόγχην ἔχοντα τὸν θεὸν ἔστησαν ἀπὸ τῆς μάχης, ἣν Ἀθηναίους μετὰ τὰ Περσικὰ τὴν πόλιν ἔχοντας αὐτῶν νικήσαντες ἐξέβαλον. ὕστερον μέντοι πλῆκτρον ἀνέ‐ θηκαν τῷ θεῷ χρυσοῦν ἐπιστήσαντες ὡς ἔοικε Σκυθίνῳ λέγοντι (fr. 1) περὶ τῆς λύρας | |
9 | ||
10 | ‘ἣν ἁρμόζεται Ζηνὸς εὐειδὴς Ἀπόλλων πᾶσαν, ἀρχὴν καὶ τέλος | |
402B | συλλαβών, ἔχει δὲ λαμπρὸν πλῆκτρον ἡλίου φάος.‘‘ | |
1 | Ἐπιβάλλοντος δὲ τοῦ Σαραπίωνος εἰπεῖν τι περὶ τούτων ὁ ξένος ‘ἡδὺ μέν‘ ἔφη ‘τὸ τοιούτων ἀκροᾶσθαι λόγων, ἐμοὶ δ’ ἀναγκαῖόν ἐστι τὴν πρώτην ὑπόσχεσιν | |
5 | ἀπαιτῆσαι περὶ τῆς αἰτίας, ἣ πέπαυκε τὴν Πυθίαν ἐν ἔπεσι καὶ μέτροις ἄλλοις θεσπίζουσαν· ὥστ’, εἰ δοκεῖ, τὰ λειπόμενα τῆς θέας ὑπερθέμενοι περὶ τούτων ἀκούσωμεν ἐνταῦθα καθίσαντες. οὗτος γάρ ἐστιν ὁ μάλιστα πρὸς τὴν τοῦ χρηστηρίου πίστιν ἀντιβαίνων λόγος, ὡς δυεῖν θά‐ | |
10 | τερον, ἢ τῆς Πυθίας τῷ χωρίῳ μὴ πελαζούσης ἐν ᾧ τὸ θεῖόν ἐστιν, ἢ τοῦ πνεύματος παντάπασιν ἀπεσβεσμένου καὶ τῆς δυνάμεως ἐκλελοιπυίας.‘ | |
402C | Περιελθόντες οὖν ἐπὶ τῶν μεσημβρινῶν καθεζόμεθα κρηπίδων 〈τοῦ〉 νεὼ πρὸς τὸ τῆς Γῆς ἱερὸν τό θ’ ὕδωρ ... ἀποβλέποντες· ὥστ’ εὐθὺς εἰπεῖν τὸν Βόηθον, ὅτι ‘καὶ ὁ τόπος τῆς ἀπορίας συνεπιλαμβάνεται τῷ ξένῳ. | 42 |
5 | Μουσῶν γὰρ ἦν ἱερὸν ἐνταῦθα περὶ τὴν ἀναπνοὴν τοῦ νάματος, ὅθεν ἐχρῶντο πρός τε τὰς λοιβὰς 〈καὶ τὰς χέρ‐ νιβασ〉 τῷ ὕδατι τούτῳ, ὥς φησι Σιμωνίδης (fr. 44), | |
7 | ‘ἔνθα χερνίβεσσιν ἀρύεται [τε] Μουσᾶν καλλικόμων ὑπένερθεν ἁγνὸν ὕδωρ.‘ | |
9 | ||
10 | μικρῷ δὲ περιεργότερον αὖθις ὁ Σιμωνίδης τὴν Κλειὼ προσειπών (fr. 45) ‘ἁγνᾶν ἐπίσκοπον χερνίβων‘ φησί | |
402D | ‘πολύλιστον ἀρυόντεσσιν ἀχρυσόπεπλον .... εὐῶδες ἀμ‐ βροσίων ἐκ μυχῶν ἐρανὸν ὕδωρ λαβόν.‘ οὐκ ὀρθῶς οὖν Εὔδοξος ἐπίστευσε τοῖς Στυγὸς ὕδωρ τοῦτο καλεῖσθαι πεφήνασι. τὰς δὲ Μούσας ἱδρύσαντο παρέδρους τῆς | |
5 | μαντικῆς καὶ φύλακας αὐτοῦ παρὰ τὸ νᾶμα καὶ τὸ τῆς Γῆς ἱερόν, ἧς λέγεται τὸ μαντεῖον γενέσθαι, 〈διὰ〉 τὴν ἐν μέτροις καὶ μέλεσι χρησμῳδίαν. ἔνιοι δὲ καὶ πρῶτον ἐνταῦθά φασιν ἡρῷον μέτρον ἀκουσθῆναι, | |
8 | ‘συμφέρετε πτερά 〈τ’〉, οἰωνοί, κηρόν τε, μέλισσαι·‘ | |
9 | ||
10 | ὅτε τῷ θεῷ *** ἐπιδεᾶ γενομένην ἀποβαλεῖν τὸ σεμνόν.‘ | |
402E | Ὁ Σαραπίων ‘ἐπιεικέστερα ταῦτ’‘ εἶπεν ‘ὦ Βόηθε, καὶ μουσικώτερα· δεῖ γὰρ μὴ μάχεσθαι πρὸς τὸν θεὸν μηδ’ ἀναιρεῖν μετὰ τῆς μαντικῆς ἅμα τὴν πρόνοιαν καὶ τὸ θεῖον, ἀλλὰ τῶν ὑπεναντιοῦσθαι δοκούντων λύσεις ἐπιζη‐ | |
5 | τεῖν τὴν δ’ εὐσεβῆ καὶ πάτριον μὴ προΐεσθαι πίστιν.‘ ‘ὀρθῶσ‘ ἔφην ἐγώ ‘λέγεις, ἄριστε Σαραπίων· οὐδὲ γὰρ φιλοσοφίαν ἀπογιγνώσκομεν ὡς ἀνῃρημένην παντάπασι καὶ διεφθορυῖαν, ὅτι πρότερον μὲν ἐν ποιήμασιν ἐξέφερον οἱ φιλόσοφοι τὰ δόγματα καὶ τοὺς λόγους, ὥσπερ Ὀρφεὺς | 43 |
10 | καὶ Ἡσίοδος καὶ Παρμενίδης καὶ Ξενοφάνης καὶ Ἐμπε‐ δοκλῆς [καὶ Θαλῆς], ὕστερον δ’ ἐπαύσαντο καὶ πέπαυνται | |
402F | χρώμενοι μέτροις πλὴν σοῦ· διὰ σοῦ δ’ αὖθις εἰς φιλο‐ σοφίαν ποιητικὴ κάτεισιν ὄρθιον καὶ γενναῖον ἐγκελευομένη τοῖς νέοις. οὐδ’ ἀστρολογίαν ἀδοξοτέραν ἐποίησαν οἱ περὶ Ἀρίσταρχον καὶ Τιμόχαριν καὶ Ἀρίστυλλον καὶ Ἵππαρχον | |
5 | καταλογάδην γράφοντες, ἐν μέτροις πρότερον Εὐδόξου | |
403A | καὶ Ἡσιόδου καὶ Θαλοῦ γραφόντων, | εἴ γε Θαλῆς ἐποίη‐ σεν ὡς ἀληθῶς εἰπεῖν 〈τὴν〉 εἰς αὐτὸν ἀναφερομένην Ἀστρολογίαν. Πίνδαρος δὲ καὶ περὶ τρόπου μελῳδίας ἀμελουμένου καθ’ αὑτὸν ἀπορεῖν ὁμολογεῖ, καὶ θαυμάζειν | |
5 | ὅτι .... οὐδὲν γάρ ἐστι δεινὸν οὐδ’ ἄτοπον αἰτίας ζητεῖν τῶν τοιούτων μεταβολῶν· ἀναιρεῖν δὲ τὰς τέχνας καὶ τὰς δυνάμεις, ἄν τι κινηθῇ καὶ παραλλάξῃ τῶν κατὰ ταύτας, οὐ δίκαιον.‘ Ὑπολαβὼν δ’ ὁ Θέων ‘ἀλλὰ ταῦτα μέν‘ εἶπε | |
10 | ‘μεγάλας ἔσχηκε τῷ ὄντι παραλλαγὰς καὶ καινοτομίας· τῶν δ’ ἐνταῦθα 〈χρησμῶν οἶσθα〉 πολλοὺς καὶ τότε κατα‐ λογάδην ἐκφερομένους καὶ περὶ πραγμάτων οὐ τῶν τυχόν‐ | |
403B | των· Λακεδαιμονίοις τε γάρ, ὡς Θουκυδίδης ἱστόρηκε, περὶ τοῦ πρὸς Ἀθηναίους πολέμου χρωμένοις ἀνεῖλε νίκην καὶ κράτος, καὶ βοηθήσειν αὐτὸς καὶ παρακαλούμενος καὶ ἀπαράκλητος· καὶ Παυσανίαν εἰ μὴ καταγάγοιεν ‘ἀργυρέᾳ | |
5 | 〈εὐλάκᾳ〉 εὐλάξειν‘. Ἀθηναίοις δὲ περὶ τῆς ἐν Σικελίᾳ μαντευομένοις στρατιᾶς προσέταξε τὴν ἐξ Ἐρυθρῶν ἱέρειαν ἄγειν τῆς Ἀθηνᾶς· ἐκαλεῖτο δ’ Ἡσυχία τὸ γύναιον. Δεινο‐ μένους δὲ τοῦ Σικελιώτου μαντευομένου περὶ τῶν υἱέων ἀνεῖλεν ὡς οἱ τρεῖς τυραννήσοιεν· ὑποτυχόντος δὲ τοῦ | 44 |
403C | Δεινομένους ‘οἰμωξόμενοί γ’ ὦ δέσποτ’ Ἄπολλον‘, καὶ τοῦτο [σοι] ἔφη διδόναι καὶ προσαναιρεῖν. ἴστε τοίνυν, ὅτι Γέλων μὲν ὑδρωπιῶν Ἱέρων δὲ λιθιῶν ἐτυράννησεν· ὁ δὲ τρίτος Θρασύβουλος ἐν στάσεσι καὶ πολέμοις γενόμενος | |
5 | χρόνον οὐ πολὺν ἐξέπεσε τῆς ἀρχῆς. Προκλῆς τοίνυν ὁ Ἐπιδαύρου τύραννος ἄλλους τε πολλοὺς ὠμῶς καὶ παρανό‐ μως ἀνεῖλε καὶ Τίμαρχον ἀπ’ Ἀθηνῶν παραγενόμενον μετὰ χρημάτων πρὸς αὐτὸν ὑποδεξάμενος καὶ φιλοφρονηθεὶς ἀπέκτεινε καὶ τὸ σῶμα κατεπόντισεν ἐμβαλὼν εἰς φορμόν· | |
10 | ἔπραξε δὲ ταῦτα διὰ Κλεάνδρου τοῦ Αἰγινήτου τῶν ἄλλων | |
403D | ἀγνοούντων. ὕστερον δὲ τῶν πραγμάτων αὐτῷ ταραττο‐ μένων ἔπεμψεν ἐνταῦθα Κλεότιμον τὸν ἀδελφὸν ἐν ἀπορ‐ ρήτῳ μαντευσόμενον περὶ φυγῆς αὐτοῦ καὶ μεταστάσεως. ἀνεῖλεν οὖν ὁ θεὸς διδόναι Προκλεῖ φυγὴν καὶ μετάστασιν, | |
5 | ὅπου τὸν φορμὸν ἐκέλευσε καταθέσθαι τὸν Αἰγινήτην ξένον ἢ ὅπου τὸ κέρας ἀποβάλλει ὁ ἔλαφος. συνεὶς οὖν ὁ τύραννος, ὅτι κελεύει καταποντίζειν αὑτὸν ἢ κατορύττειν ὁ θεός (οἱ γὰρ ἔλαφοι κατορύττουσι καὶ ἀφανίζουσι κατὰ τῆς γῆς ὅταν ἐκπέσῃ τὸ κέρας), ἐπέσχεν ὀλίγον χρόνον, | |
10 | εἶτα τῶν πραγμάτων παντάπασι μοχθηρῶν γενομένων ἐξέπεσε· λαβόντες δ’ αὐτὸν οἱ τοῦ Τιμάρχου φίλοι καὶ | |
403E | διαφθείραντες ἐξέβαλον τὸν νεκρὸν εἰς τὴν θάλασσαν. ὃ δ’ ἐστὶ μέγιστον, αἱ ῥῆτραι, δι’ ὧν ἐκόσμησε τὴν Λακεδαιμο‐ | |
νίων πολιτείαν Λυκοῦργος, ἐδόθησαν αὐτῷ καταλογάδην. μυρίους τοίνυν καὶ Ἡροδότου καὶ Φιλοχόρου καὶ Ἴστρου, | 45 | |
5 | τῶν μάλιστα τὰς ἐμμέτρους μαντείας φιλοτιμηθέντων συναγαγεῖν, ἄνευ μέτρου χρησμοὺς 〈ἀνα〉γεγραφότων Θεόπομπος οὐδενὸς ἧττον ἀνθρώπων ἐσπουδακὼς περὶ τὸ χρηστήριον ἰσχυρῶς ἐπιτετίμηκε τοῖς μὴ νομίζουσι κατὰ τὸν τότε χρόνον ἔμμετρα τὴν Πυθίαν θεσπίζειν· | |
10 | εἶτα τοῦτο βουλόμενος ἀποδεῖξαι παντάπασιν ὀλίγων χρη‐ | |
403F | σμῶν ηὐπόρηκεν, ὡς τῶν πολλῶν καὶ τότ’ ἤδη καταλο‐ γάδην ἐκφερομένων.‘ ‘Ἔνιοι δὲ καὶ νῦν μετὰ μέτρων ἐκτρέχουσιν, ὧν ἕν[εκ]α καὶ 〈τὸ〉 πρᾶγμα περιβόητον πεποίηκε. μισο‐ | |
5 | γύνου γὰρ Ἡρακλέους ἱερόν ἐστιν ἐν τῇ Φωκίδι, καὶ νομίζεται τὸν ἱερώμενον ἐν τῷ ἐνιαυτῷ γυναικὶ μὴ ὁμι‐ λεῖν· διὸ καὶ πρεσβύτας ἐπιεικῶς ἱερεῖς ἀποδεικνύουσι. πλὴν ἔμπροσθεν ὀλίγῳ χρόνῳ νεανίας οὐ πονηρὸς ἀλλὰ | |
404A | φιλότιμος, ἐρῶν παιδίσκης, ἔλαβε τὴν ἱερωσύνην. | καὶ τὸ πρῶτον ἦν ἐγκρατὴς ἑαυτοῦ καὶ ἔφευγε τὴν ἄνθρωπον· ἀναπαυομένῳ δ’ αὐτῷ ποτε μετὰ πότον καὶ χορείαν προσ‐ πεσοῦσα διεπράξατο. φοβούμενος οὖν καὶ ταραττόμενος | |
5 | ἐπὶ τὸ μαντεῖον κατέφυγε καὶ περὶ τῆς ἁμαρτίας ἠρώτα τὸν θεὸν εἴ τις εἴη παραίτησις ἢ λύσις· ἔλαβε δὲ τόνδε τὸν χρησμόν | |
7 | ‘ἅπαντα τἀναγκαῖα συγχωρεῖ θεός.‘ | |
8 | οὐ μὴν ἀλλὰ δοὺς ἄν τις, ὡς οὐδὲν ἄνευ μέτρου θεσπίζεται | |
10 | καθ’ ἡμᾶς, μᾶλλον διαπορήσειε περὶ τῶν παλαιῶν ποτὲ μὲν 〈ἐν〉 μέτροις ποτὲ δ’ ἄνευ μέτρων διδόντων τὰς ἀπο‐ | |
404B | κρίσεις. ἔστι δ’ οὐδέτερον, ὦ παῖ, παράλογον, μόνον [ἂν] | |
ὀρθὰς καὶ καθαρὰς περὶ τοῦ θεοῦ δόξας ἔχωμεν καὶ μὴ νομίζωμεν αὐτὸν ἐκεῖνον εἶναι τὸν τὰ ἔπη συντιθέντα πρότερον καὶ νῦν ὑποβάλλοντα τῇ Πυθίᾳ τοὺς χρησμούς, | 46 | |
5 | ὥσπερ ἐκ προσωπείων φθεγγόμενον.‘ ‘Ἀλλ’ αὖθις ἄξιον μέν ἐστι διὰ μακροτέρων εἰπεῖν τι καὶ πυθέσθαι περὶ τούτων, τὰ δὲ νῦν ἐν βραχεῖ μαθόντες διαμνημονεύωμεν, ὡς σῶμα μὲν ὀργάνοις χρῆται πολλοῖς αὐτῷ δὲ σώματι ψυχὴ καὶ μέρεσι τοῖς σώματος· ψυχὴ δ’ | |
10 | ὄργανον θεοῦ γέγονεν, ὀργάνου δ’ ἀρετὴ μάλιστα μιμεῖ‐ σθαι τὸ χρώμενον ᾗ πέφυκε δυνάμει καὶ παρέχειν τὸ | |
404C | ἔργον αὐτοῦ τοῦ νοήματος ἐν αὐτῷ διαφαινομένου, δεικνύ‐ ναι δ’ οὐχ οἷον ἦν ἐν τῷ δημιουργῷ καθαρὸν καὶ ἀπαθὲς καὶ ἀναμάρτητον, ἀλλὰ μεμιγμένον 〈πολλῷ τῷ ἀλλοτρίῳ〉· καθ’ ἑαυτὸ γὰρ ἄδηλον ἡμῖν, ἐν ἑτέρῳ δὲ καὶ δι’ ἑτέρου | |
5 | φαινόμενον ἀναπίμπλαται τῆς ἐκείνου φύσεως. καὶ κηρὸν μὲν ἐῶ καὶ χρυσὸν ἄργυρόν τε καὶ χαλκὸν ὅσα τ’ ἄλλα πλαττομένης οὐσίας εἴδη δέχεται μὲν ἰδέαν μίαν ἐκτυ‐ πουμένης ὁμοιότητος, ἄλλο δ’ ἄλλην ἀφ’ ἑαυτοῦ τῷ μιμή‐ ματι διαφορὰν προστίθησι· καὶ τὰς ἐν κατόπτροις ἐπιπέ‐ | |
10 | δοις τε καὶ κοίλοις καὶ περιαγέσι φασμάτων καὶ εἰδώλων | |
404D | ἀφ’ ἑνὸς εἴδους μυρίας παρατυπώσεις. καὶ γάρ εἰσι 〈.... ἡλίῳ δ’〉 οὐδὲν οὔτε μᾶλλον 〈τὴν〉 ἰδέαν ἔοικεν οὔθ’ ὡς ὀργάνῳ χρῆσθαι φύσει γέγονεν εὐπειθέστερον σελήνης· λαμβάνουσα δὲ παρ’ ἡλίου τὸ λαμπρὸν καὶ πυρωπὸν οὐχ | |
5 | ὅμοιον ἀποπέμπει πρὸς ἡμᾶς, ἀλλὰ μιχθὲν αὐτῇ καὶ χρόαν μετέβαλε καὶ δύναμιν ἔσχεν ἑτέραν· ἡ δὲ θερμότης καὶ παντάπασιν ἐξοίχεται καὶ προλέλοιπε τὸ φῶς ὑπ’ ἀσθε‐ νείας. οἶμαι δὲ 〈καὶ σὲ〉 γιγνώσκειν τὸ παρ’ Ἡρακλείτῳ | |
(fr. 93) λεγόμενον ὡς ‘ὁ ἄναξ, οὗ τὸ μαντεῖόν ἐστι τὸ ἐν | 47 | |
10 | Δελφοῖς, οὔτε λέγει οὔτε κρύπτει ἀλλὰ σημαίνει.‘ πρόσλαβε | |
404E | δὲ τούτοις εὖ λεγομένοις καὶ νόησον τὸν ἐνταῦθα θεὸν χρώ‐ μενον τῇ Πυθίᾳ πρὸς ἀκοήν, καθὼς ἥλιος χρῆται σελήνῃ πρὸς ὄψιν· δείκνυσι μὲν γὰρ καὶ ἀναφαίνει τὰς αὑτοῦ νοήσεις, μεμιγμένας δὲ δείκνυσι διὰ σώματος θνητοῦ καὶ ψυχῆς | |
5 | 〈ἀνθρωπίνησ〉 ἡσυχίαν ἄγειν μὴ δυναμένης μηδὲ τῷ κινοῦντι παρέχειν ἑαυτὴν ἀκίνητον ἐξ αὑτῆς καὶ καθεστῶ‐ σαν, ἀλλ’ ὥσπερ ἐν σάλῳ † ψαύουσαν [αὐτὴν] καὶ συμπλε‐ κομένην τοῖς ἐν αὑτῇ κινήμασι καὶ πάθεσιν ἐπιταράττου‐ σιν αὐτήν. ὡς γὰρ οἱ δῖνοι τῶν ἅμα κύκλῳ καταφερομέ‐ | |
10 | νων σωμάτων οὐκ ἐπικρατοῦσι βεβαίως, ἀλλὰ κύκλῳ μὲν | |
404F | ὑπ’ ἀνάγκης φερομένων κάτω δὲ φύσει ῥεπόντων γίγνεταί τις ἐξ ἀμφοῖν ταραχώδης καὶ παράφορος ἑλιγμός, οὕτως ὁ καλούμενος ἐνθουσιασμὸς ἔοικε μῖξις εἶναι κινήσεων δυοῖν, τὴν μὲν ὡς πέπονθε τῆς ψυχῆς ἅμα δὲ τὴν ὡς | |
5 | πέφυκε κινουμένης. ὅπου γὰρ ἀψύχοις σώμασι καὶ κατὰ ταὐτὰ μονίμοις οὐκ ἔστι χρήσασθαι παρ’ ὃ πέφυκε βιαζό‐ μενον οὐδὲ κινῆσαι σφαιρικῶς κύλινδρον ἢ 〈κῶνον〉 κυβι‐ κῶς ἢ λύραν αὐλητικῶς ἢ σάλπιγγα κιθαριστικῶς, ἀλλ’ οὐχ ἕτερον ἦν ὡς ἔοικε τὸ τεχνικῶς ἑκάστῳ χρῆσθαι καὶ | |
10 | ὡς πέφυκεν, ἦπου τὸ ἔμψυχον καὶ αὐτοκίνητον ὁρμῆς τε καὶ λόγου μετέχον ἄλλως ἄν τις ἢ κατὰ τὴν ἐν αὐτῷ προϋπάρχουσαν ἕξιν ἢ δύναμιν ἢ φύσιν μεταχειρίσαιτο, | | |
405A | μουσικῶς κινῶν νοῦν ἄμουσον ἢ γραμματικῶς τὸν ἀγράμ‐ ματον ἢ λογίως τὸν ἐν λόγοις ἀθεώρητον καὶ ἀνάσκητον; οὐκ ἔστιν εἰπεῖν.‘ | |
‘Μαρτυρεῖ δέ μοι καὶ Ὅμηρος, αἰτίᾳ μὲν ‘ἄνευ | 48 | |
5 | θεοῦ‘ (β 372, ο 531) οὐδὲν ὡς ἔπος εἰπεῖν ὑποτιθέμενος περαινόμενον, οὐ μὴν πᾶσι πρὸς πάντα χρώμενον ποιῶν τὸν θεόν, ἀλλ’ ἑκάστῳ καθ’ ἣν ἔχει τέχνην ἢ δύναμιν. ἢ γὰρ οὐχ ὁρᾷσ‘ εἶπεν ‘ὦ φίλε Διογενιανέ, τὴν Ἀθηνᾶν, ὅτε πεῖσαι βούλεται τοὺς Ἀχαιούς, τὸν Ὀδυσσέα παρακαλοῦ‐ | |
10 | σαν, ὅτε συγχέαι τὰ ὅρκια, τὸν Πάνδαρον ζητοῦσαν, ὅτε τρέψασθαι τοὺς Τρῶας, ἐπὶ τὸν Διομήδην βαδίζουσαν; | |
405B | ὁ μὲν γὰρ εὔρωστος καὶ μάχιμος ὁ δὲ τοξικὸς καὶ ἀνόητος ὁ δὲ δεινὸς εἰπεῖν καὶ φρόνιμος. οὐ γὰρ εἶχεν Ὅμηρος τὴν αὐτὴν † Πανδάρῳ διάνοιαν, εἴ γε Πάνδαρος ἦν ὁ ποιήσας | |
3 | ‘θεοῦ θέλοντος κἂν ἐπὶ ῥιπὸς πλέοις (Eur. fr. 397)·‘ | |
4 | ||
5 | ἀλλ’ ἐγίνωσκεν ἄλλας πρὸς ἄλλα δυνάμεις καὶ φύσεις γεγενημένας, ὧν ἑκάστη κινεῖται διαφόρως, κἂν ἓν ᾖ τὸ κινοῦν ἁπάσας. ὥσπερ οὖν τὸ κινοῦν τὸ πεζὸν οὐ δύναται πτητικῶς οὐδὲ τορῶς τὸ τραυλὸν οὐδ’ εὐφώνως τὸ ἰσχνόφωνον (ἀλλὰ καὶ τὸν Βάττον, οἶμαι, διὰ | |
10 | τοῦτ’ ἐπὶ τὴν φωνὴν παραγενόμενον εἰς Λιβύην ἔπεμψεν | |
405C | οἰκιστήν, ὅτι τραυλὸς μὲν ἦν καὶ ἰσχνόφωνος βασιλικὸς δὲ καὶ πολιτικὸς καὶ φρόνιμος), οὕτως ἀδύνατον διαλέγεσθαι ποιητικῶς τὸν ἀγράμματον καὶ ἀνήκοον ἐπῶν. ὥσπερ ἡ νῦν τῷ θεῷ λατρεύουσα γέγονε μὲν εἴ τις ἄλλος ἐνταῦθα | |
5 | νομίμως καὶ καλῶς καὶ βεβίωκεν εὐτάκτως, τραφεῖσα δ’ ἐν οἰκίᾳ γεωργῶν πενήτων οὔτ’ ἀπὸ τέχνης οὐδὲν οὔτ’ ἀπ’ ἄλλης τινὸς ἐμπειρίας καὶ δυνάμεως ἐπιφερομένη κάτεισιν εἰς τὸ χρηστήριον, ἀλλ’ ὥσπερ ὁ Ξενοφῶν (Oec. 7, 5) οἴεται δεῖν ἐλάχιστα τὴν νύμφην ἰδοῦσαν ἐλάχιστα δ’ | |
10 | ἀκούσασαν εἰς ἀνδρὸς βαδίζειν, οὕτως ἄπειρος καὶ ἀδαὴς ὀλίγου δεῖν ἁπάντων καὶ παρθένος ὡς ἀληθῶς τὴν ψυχὴν | |
405D | τῷ θεῷ σύνεστιν. ἀλλ’ ἡμεῖς ἐρωδιοῖς οἰόμεθα καὶ τροχί‐ λοις καὶ κόραξι χρῆσθαι φθεγγομένοις σημαίνοντα τὸν θεὸν καὶ οὐκ ἀξιοῦμεν, ᾗ θεῶν ἄγγελοι καὶ κήρυκές εἰσι, λογικῶς ἕκαστα καὶ σαφῶς φράζειν, τὴν δὲ τῆς Πυθίας | 49 |
5 | φωνὴν καὶ διάλεκτον ὥσπερ 〈τραγικὴν〉 ἐκ θυμέλης, οὐκ ἀνήδυντον οὐδὲ λιτὴν ἀλλ’ ἐν μέτρῳ καὶ ὄγκῳ καὶ πλάσ‐ ματι καὶ μεταφοραῖς ὀνομάτων καὶ μετ’ αὐλοῦ φθεγγο‐ μένην παρέχειν ἀξιοῦμεν.‘ ‘τί οὖν φήσομεν περὶ τῶν παλαιῶν; οὐχ ἓν ἀλλὰ | |
10 | πλείονα, οἶμαι. πρῶτον μὲν γάρ, ὥσπερ εἴρηται, τὰ πλεῖ‐ στα κἀκεῖναι καταλογάδην ἀπεφθέγγοντο, δεύτερον δὲ καὶ σωμάτων ἤνεγκε κράσεις καὶ φύσεις ὁ χρόνος ἐκεῖνος | |
405E | εὔρουν τι καὶ φορὸν ἐχούσας πρὸς ποίησιν, αἷς εὐθὺς ἐπεγίγνοντο προθυμίαι καὶ ὁρμαὶ καὶ παρασκευαὶ ψυχῆς ἑτοιμότητα ποιοῦσαι μικρᾶς ἔξωθεν ἀρχῆς καὶ παρατρο‐ πῆς τοῦ φανταστικοῦ δεομένην, ὡς εὐθὺς ἕλκεσθαι πρὸς τὸ | |
5 | οἰκεῖον οὐ μόνον, ὡς λέγει Φιλῖνος, ἀστρολόγους καὶ φιλοσό‐ φους, ἀλλ’ ἐν οἴνῳ τε πολλῷ καὶ πάθει γιγνομένων οἴκτου 〈τέ〉 τινος ὑπορρυέντος ἢ χαρᾶς προσπεσούσης ὠλίσθα‐ νεν εἰς ‘ἐνῳδὸν .... γῆρυν‘ ἐρωτικῶν τε κατεπίμπλαντο μέτρων καὶ ᾀσμάτων τὰ συμπόσια καὶ τὰ βιβλία γραμ‐ | |
10 | μάτων. ὁ δ’ Εὐριπίδης εἰπὼν (fr. 663) ὡς ‘Ἔρως ποιητὴν | |
405F | διδάσκει, κἂν ἄμουσος ᾖ τὸ πρίν‘ ἐνενόησεν, ὅτι ποιητικὴν καὶ μουσικὴν Ἔρως δύναμιν οὐκ ἐντίθησιν, ἐνυπάρχουσαν δὲ κινεῖ καὶ ἀναθερμαίνει λανθάνουσαν καὶ ἀργοῦσαν. ἢ μηδένα νῦν ἐρᾶν, ὦ ξένε, λέγωμεν, ἀλλὰ φροῦδον οἴχε‐ | |
5 | σθαι τὸν ἔρωτα, ὅτι μέτροις οὐδεὶς οὐδ’ ᾠδαῖς ‘ῥίμφα | |
παιδείουσ‘ ὡς Πίνδαρος ἔφη (Isth. II 3) ‘τοξεύει μελι‐ | 50 | |
406A | γήρεας ὕμνους;‘ | ἀλλ’ ἄτοπον· ἔρωτες γὰρ ἔτι πολλοὶ τῶν ἀνθρώπων ἐπιστρέφονται, ψυχαῖς 〈δ’〉 ὁμιλοῦντες οὐκ εὐφυῶς οὐδ’ ἑτοίμως πρὸς μουσικὴν ἐχούσαις ἄναυλοι μὲν καὶ ἄλυροι λάλοι δ’ οὐδὲν ἧττόν εἰσι καὶ διάπυροι τῶν | |
5 | παλαιῶν· ἔτι 〈δ’〉 οὐδ’ ὅσιον εἰπεῖν ἢ καλὸν ὡς ἀνέραστος ἦν ἡ Ἀκαδήμεια καὶ ὁ Σωκράτους καὶ Πλάτωνος χορός, ὧν λόγοις μὲν ἐρωτικοῖς ἐντυχεῖν ἔστι, ποιήματα δ’ οὐκ ἀπολελοίπασι. τί δ’ ἀπολείπει τοῦ λέγοντος ἐρωτικὴν μό‐ νην γεγονέναι Σαπφὼ γυναικῶν 〈ὁ〉 μαντικὴν 〈φάσκων | |
10 | μόνην〉 γεγονέναι Σίβυλλαν καὶ Ἀριστονίκαν καὶ ὅσαι διὰ | |
406B | μέτρων ἐθεμίστευσαν; ‘ὁ μὲν γὰρ οἶνοσ‘ ὡς ἔλεγε Χαιρή‐ μων (fr. 16) ‘τοῖς τρόποις κεράννυται τῶν πινόντων‘· ὁ δὲ μαντικὸς ἐνθουσιασμός, ὥσπερ ὁ ἐρωτικός, χρῆται τῇ ὑποκειμένῃ δυνάμει καὶ κινεῖ τῶν δεξαμένων ἕκαστον καθ’ | |
5 | ὃ πέφυκεν.‘ ‘Οὐ μὴν ἀλλὰ καὶ τὸ τοῦ θεοῦ καὶ τῆς προνοίας σκοποῦντες ὀψόμεθα πρὸς τὸ βέλτιον γεγενημένην τὴν μεταβολήν. ἀμοιβῇ γὰρ ἔοικε νομίσματος ἡ τοῦ λόγου χρεία, καὶ δόκιμον καὶ αὐτοῦ τὸ σύνηθές ἐστι καὶ γνώρι‐ | |
10 | μον, ἄλλην ἐν ἄλλοις χρόνοις ἰσχὺν λαμβάνοντος. ἦν οὖν ὅτε λόγου νομίσμασιν ἐχρῶντο μέτροις καὶ μέλεσι καὶ ᾠδαῖς, πᾶσαν μὲν ἱστορίαν καὶ φιλοσοφίαν πᾶν δὲ πάθος | |
406C | ὡς ἁπλῶς εἰπεῖν καὶ πρᾶγμα σεμνοτέρας φωνῆς δεόμενον εἰς ποιητικὴν καὶ μουσικὴν ἄγοντες. οὐ γὰρ μόνον νῦν 〈μὲν〉 ὀλίγοι μόλις ἐπαΐουσι, τότε δὲ πάντες ἠκροῶντο καὶ ἔχαιρον ᾀδομένοις 〈‘μηλοβόται τ’〉 ἀρόται τ’ ὀρνιχολόχοι τε‘ | |
5 | κατὰ Πίνδαρον (Isth. I 48), ἀλλ’ ὑπὸ τῆς πρὸς ποιητικὴν | |
ἐπιτηδειότητος οἱ πλεῖστοι διὰ λύρας καὶ ᾠδῆς ἐνουθέτουν ἐπαρρησιάζοντο παρεκελεύοντο μύθους καὶ παροιμίας ἐπέ‐ ραινον, ἔτι δ’ ὕμνους θεῶν 〈κατ〉ευχὰς παιᾶνας ἐν μέτροις ἐποιοῦντο καὶ μέλεσιν οἱ μὲν δι’ εὐφυΐαν οἱ δὲ διὰ συνή‐ | 51 | |
10 | θειαν. οὐκοῦν οὐδὲ μαντικῇ κόσμου καὶ χάριτος ἐφθόνει | |
406D | ὁ θεὸς οὐδ’ ἀπήλαυνεν ἐνθένδε 〈τὴν〉 τιμωμένην μοῦσαν τοῦ τρίποδος, ἀλλ’ ἐπήγετο μᾶλλον ἐγείρων τὰς ποιητικὰς 〈καὶ〉 ἀσπαζόμενος φύσεις, αὐτός τε φαντασίας ἐνεδίδου καὶ συνεξώρμα τὸ σοβαρὸν καὶ λόγιον ὡς ἁρμόττον καὶ | |
5 | θαυμαζόμενον. ἐπεὶ δὲ τοῦ βίου μεταβολὴν ἅμα ταῖς τύχαις καὶ ταῖς φύσεσι λαμβάνοντος ἐξωθοῦσα τὸ περιτ‐ τὸν ἡ χρεία κρωβύλους τε χρυσοῦς ἀφῄρει καὶ ξυστίδας μαλακὰς ἀπημφίαζε καί που καὶ κόμην σοβαρωτέραν ἀπέ‐ κειρε καὶ ὑπέλυσε κόθορνον οὐ φαύλως ἐθιζομένων ἀντι‐ | |
10 | καλλωπίζεσθαι πρὸς τὴν πολυτέλειαν εὐτελείᾳ καὶ τὸ | |
406E | ἀφελὲς καὶ λιτὸν ἐν κόσμῳ τίθεσθαι μᾶλλον ἢ τὸ σοβαρὸν καὶ περίεργον, οὕτω τοῦ λόγου συμμεταβάλλοντος ἅμα καὶ συναπολυομένου κατέβη μὲν ἀπὸ τῶν μέτρων ὥσπερ ὀχημάτων ἡ ἱστορία καὶ τῷ πεζῷ μάλιστα τοῦ μυθώδους | |
5 | ἀπεκρίθη τὸ ἀληθές, φιλοσοφία δὲ τὸ σαφὲς καὶ διδασκα‐ λικὸν ἀσπασαμένη μᾶλλον ἢ τὸ ἐκπλῆττον διὰ λόγων ἐποιεῖτο τὴν ζήτησιν, ἀπέπαυσε δὲ τὴν Πυθίαν ὁ θεός ‘πυρικάουσ‘ μὲν ὀνομάζουσαν τοὺς αὑτῆς πολίτας, ‘ὀφιο‐ βόρουσ‘ δὲ τοὺς Σπαρτιάτας, ‘ὀρεᾶνασ‘ δὲ τοὺς ἄνδρας, | |
10 | ‘ὀρεμπότασ‘ δὲ τοὺς ποταμούς· ἀφελὼν δὲ τῶν χρησμῶν | |
406F | ἔπη καὶ γλώσσας καὶ περιφράσεις καὶ ἀσάφειαν οὕτω διαλέγεσθαι παρεσκεύασε τοῖς χρωμένοις ὡς νόμοι τε | |
πόλεσι διαλέγονται καὶ βασιλεῖς ἐντυγχάνουσι δήμοις καὶ μαθηταὶ διδασκάλων ἀκροῶνται, πρὸς τὸ συνετὸν καὶ | 52 | |
5 | πιθανὸν ἁρμοζόμενος.‘ ‘Εὖ γὰρ εἰδέναι χρὴ τὸν θεόν, ὥς φησι Σοφοκλῆς (fr. 704), | |
7 | ‘σοφοῖς μὲν αἰνικτῆρα θεσφάτων ἀεί, σκαιοῖς δὲ φαῦλον κἀν βραχεῖ διδάσκαλον·‘ | | |
9 | ||
407A | μετὰ δὲ τῆς σαφηνείας καὶ ἡ πίστις οὕτως ἐστρέφετο συμμεταβάλλουσα τοῖς ἄλλοις πράγμασιν, ὥστε πάλαι μὲν τὸ μὴ σύνηθες μηδὲ κοινὸν ἀλλὰ λοξὸν ἀτεχνῶς καὶ περι‐ πεφρασμένον εἰς ὑπόνοιαν θειότητος ἀνάγοντας ἐκπλήτ‐ | |
5 | τεσθαι καὶ σέβεσθαι τοὺς πολλούς· ὕστερον δὲ τὸ σαφῶς καὶ ῥᾳδίως ἕκαστα καὶ μὴ σὺν ὄγκῳ μηδὲ πλάσματι μανθάνειν ἀγαπῶντες οὐ μόνον ᾐτιῶντο τὴν περικειμένην τοῖς χρησμοῖς ποίησιν ὡς ἀντιπράττουσαν τῇ νοήσει πρὸς τὸ ἀληθὲς ἀσάφειάν τε καὶ σκιὰν τῷ φραζομένῳ μιγνύου‐ | |
10 | σαν, ἀλλ’ ἤδη καὶ τὰς μεταφορὰς καὶ τὰ αἰνίγματα καὶ | |
407B | τὰς ἀμφιβολίας ὥσπερ μυχοὺς καὶ καταφυγὰς ἐνδύεσθαι καὶ ἀναχωρεῖν τῷ πταίοντι πεποιημένας τῆς μαντικῆς ὑφεωρῶντο. πολλῶν δ’ ἦν ἀκούειν ὅτι ποιητικοί τινες ἄνδρες ἐκδεχόμενοι τὰς φωνὰς καὶ ὑπολαμβάνοντες ἐπι‐ | |
5 | κάθηνται περὶ τὸ χρηστήριον, ἔπη καὶ μέτρα καὶ ῥυθμοὺς οἷον ἀγγεῖα τοῖς χρησμοῖς ἐκ τοῦ προστυχόντος περι‐ πλέκοντες. Ὀνομάκριτοι δ’ ἐκεῖνοι καὶ Πρόδικοι καὶ Κιναί‐ θωνες ὅσην αἰτίαν ἠνέγκαντο 〈ἐπὶ〉 τῶν χρησμῶν, ὡς τραγῳδίαν αὐτοῖς καὶ ὄγκον οὐδὲν δεομένοις προσθέντες, | |
10 | ἐῶ λέγειν οὐδὲ † προσεῖναι τὰς μεταβολάς. πλείστης | |
407C | μέντοι ποιητικὴν ἐνέπλησεν ἀδοξίας τὸ ἀγυρτικὸν καὶ ἀγοραῖον καὶ περὶ τὰ μητρῷα καὶ Σεραπεῖα βωμολοχοῦν καὶ πλανώμενον γένος, οἱ μὲν αὐτόθεν οἱ δὲ κατὰ κλῆρον ἔκ τινων γραμματείων χρησμοὺς περαίνοντες οἰκέταις καὶ | 53 |
5 | γυναίοις ὑπὸ τῶν μέτρων ἀγομένοις μάλιστα καὶ τοῦ ποιητικοῦ τῶν ὀνομάτων· ὅθεν οὐχ ἥκιστα ποιητικὴ δο‐ κοῦσα κοινὴν ἐμπαρέχειν ἑαυτὴν ἀπατεῶσι καὶ γόησιν ἀνθρώποις καὶ ψευδομάντεσιν ἐξέπεσε τῆς ἀληθείας καὶ τοῦ τρίποδος.‘ | |
10 | ‘Οὐ τοίνυν θαυμάσαιμ’ ἄν, εἰ διπλόης τινὸς ἔδει καὶ περιαγωγῆς καὶ ἀσαφείας ἔστιν ὅτε τοῖς παλαιοῖς. οὐ γὰρ | |
407D | ὁ δεῖνα μὰ Δία κατέβαινε περὶ ὠνῆς ἀνδραπόδου χρησό‐ μενος οὐδ’ ὁ δεῖνα περὶ ἐργασίας, ἀλλὰ πόλεις μέγα δυνάμεναι καὶ βασιλεῖς καὶ τύραννοι μέτριον οὐδὲν φρο‐ νοῦντες ἐνετύγχανον τῷ θεῷ περὶ πραγμάτων *** οὓς | |
5 | ἀνιᾶν καὶ παροξύνειν ἀπεχθείᾳ πολλὰ τῶν ἀβουλήτων ἀκούοντας οὐκ ἐλυσιτέλει τοῖς περὶ τὸ χρηστήριον. οὐ πείθεται γὰρ ὁ θεὸς ὥσπερ νομοθετοῦντι τῷ Εὐριπίδῃ καὶ λέγοντι (Phoen. 958) | |
8 | ‘Φοῖβον ἀνθρώποις μόνον | |
10 | χρῆν θεσπιῳδεῖν·‘ | |
10 | χρώμενος δὲ θνητοῖς ὑπηρέταις καὶ προφήταις, ὧν κήδε‐ σθαι προσήκει καὶ φυλάττειν, ὅπως ὑπ’ ἀνθρώπων οὐκ | |
407E | ἀπολοῦνται πονηρῶν θεῷ λατρεύοντες, ἀφανίζειν μὲν οὐ θέλων τὸ ἀληθές, παρατρέπων δὲ τὴν δήλωσιν αὐτοῦ καθάπερ αὐγὴν ἐν τῇ ποιητικῇ πολλὰς ἀνακλάσεις λαμβά‐ νουσαν καὶ πολλαχοῦ περισχιζομένην, ἀφῄρει τὸ ἀντίτυπον | |
5 | αὐτοῦ καὶ σκληρόν. ἦν δ’ ἄρ’ ἃ καὶ 〈συνέφερε〉 τυράννους ἀγνοῆσαι καὶ πολεμίους μὴ προαισθέσθαι. τούτοις οὖν | |
περιέβαλεν ὑπονοίας καὶ ἀμφιλογίας, αἳ πρὸς ἑτέρους ἀποκρύπτουσαι τὸ φραζόμενον οὐ διέφευγον αὐτοὺς οὐδὲ παρεκρούοντο τοὺς δεομένους καὶ προσέχοντας. ὅθεν εὐη‐ | 54 | |
10 | θέστατός ἐστιν ὁ τῶν πραγμάτων ἑτέρων γεγονότων, εἰ μηκέτι τὸν αὐτὸν ἡμῖν τρόπον ἀλλ’ ἕτερον οἴεται δεῖν | |
407F | βοηθεῖν ὁ θεός, ἐγκαλῶν καὶ συκοφαντῶν.‘ ‘Ἔτι τοίνυν οὐδὲν ἀπὸ ποιητικῆς λόγῳ χρησιμώτε‐ ρον ὑπάρχει τοῦ δεθέντα μέτροις τὰ φραζόμενα καὶ συμπλακέντα μᾶλλον μνημονεύεσθαι καὶ κρατεῖσθαι. τοῖς | |
5 | μὲν οὖν τότε πολλὴν ἔδει μνήμην παρεῖναι· πολλὰ γὰρ ἐφράζετο καὶ τόπων σημεῖα καὶ πράξεων καιροὶ καὶ θεῶν ἱερὰ διαποντίων καὶ ἡρώων ἀπόρρητοι θῆκαι 〈καὶ〉 δυσεξ‐ εύρετοι μακρὰν ἀπαίρουσι τῆς Ἑλλάδος. ἴστε γὰρ † τὸ | |
408A | χῖον καὶ Κρητίνην καὶ Γνησίοχον καὶ Φάλανθον | ἄλλους τε πολλοὺς ἡγεμόνας στόλων ὅσοις ἔδει τεκμηρίοις ἀνευ‐ ρεῖν τὴν δεδομένην ἑκάστῳ καὶ προσήκουσαν ἵδρυσιν· ὧν ἔνιοι καὶ διημάρτανον ὥσπερ Βάττος. ἔδοξε γὰρ ἐκπεσεῖν | |
5 | οὐ καταλαβὼν ἐφ’ ὃν ἐπέμφθη τόπον· εἶτα ἧκε δεύτερον ποτνιώμενος. ὑπειπὼν οὖν ὁ θεός | |
6 | ‘αἰ τὺ ἐμεῦ Λιβύαν μαλοτρόφον οἶσθας ἄρειον, μὴ ἐλθὼν ἐλθόντος, ἄγαν ἄγαμαι σοφίην σευ,‘ | |
8 | οὕτω πάλιν αὐτὸν ἐξέπεμψε. Λύσανδρος δὲ καὶ παντά‐ | |
10 | πασιν ἀγνοήσας τὸν Ὀρχαλίδην λόφον καὶ Ἀλώπεκον προσαγορευόμενον καὶ τὸν Ὁπλίτην ποταμόν | |
11 | ||
‘γῆς τε δράκονθ’ υἱὸν δόλιον κατόπισθεν ἰόντα‘ | 55 | |
408B | μάχῃ κρατηθεὶς ἔπεσεν ἐν τοῖς τόποις ἐκείνοις ὑπὸ Νεο‐ χώρου Ἁλιαρτίου ἀνδρὸς ἀσπίδα φοροῦντος ἐπίσημον ὄφιν ἔχουσαν. ἄλλα δὲ τοιαῦτα πολλὰ δυσκάθεκτα καὶ δυσμνημόνευτα τῶν παλαιῶν διεξιέναι πρὸς ὑμᾶς εἰδότας | |
5 | οὐκ ἀναγκαῖόν ἐστι.‘ ‘Τὰ δὲ νῦν πράγματα καθεστῶτα, περὶ ὧν ἐρω‐ τῶσι τὸν θεόν, ἀγαπῶ μὲν ἔγωγε καὶ ἀσπάζομαι· πολλὴ γὰρ εἰρήνη καὶ ἡσυχία, πέπαυται δὲ πόλεμος, καὶ πλάναι καὶ στάσεις οὐκ εἰσὶν οὐδὲ τυραννίδες, οὐδ’ ἄλλα νοσή‐ | |
10 | ματα καὶ κακὰ τῆς Ἑλλάδος ὥσπερ πολυφαρμάκων δυ‐ | |
408C | νάμεων χρῄζοντα καὶ περιττῶν. ὅπου δὲ ποικίλον οὐδὲν οὐδ’ ἀπόρρητον οὐδὲ δεινόν, ἀλλ’ ἐπὶ πράγμασι μικροῖς καὶ δημοτικοῖς ἐρωτήσεις οἷον ἐν σχολῇ προτάσεις ‘εἰ γαμητέον‘ ‘εἰ πλευστέον‘ ‘εἰ δανειστέον,‘ τὰ δὲ μέγιστα | |
5 | πόλεων μαντεύματα φορᾶς καρπῶν πέρι καὶ βοτῶν ἐπι‐ γονῆς καὶ σωμάτων ὑγείας, ἐνταῦθα περιβάλλειν μέτρα καὶ πλάττειν περιφράσεις καὶ γλώσσας ἐπάγειν πύσμασιν ἁπλῆς καὶ συντόμου δεομένοις ἀποκρίσεως, ἔργον ἐστὶ φιλοτίμου σοφιστοῦ καλλωπίζοντος ἐπὶ δόξῃ χρηστήριον· | |
10 | ἡ δὲ Πυθία καὶ καθ’ αὑτὴν μέν ἐστι γενναία τὸ ἦθος, ὅταν δ’ ἐκεῖ κατέλθῃ καὶ γένηται παρὰ τῷ θεῷ, πλέον ... ἢ † ἐκείνῃ μέλει δόξης καὶ ἀνθρώπων ἐπαινούντων ἢ | |
408D | ψεγόντων.‘ ‘Ἔδει δ’ ἴσως καὶ ἡμᾶς ἔχειν οὕτως· νῦν δ’ ὥσπερ ἀγωνιῶντες καὶ δεδιότες, μὴ τρισχιλίων ἐτῶν ἀποβάλῃ δόξαν ὁ τόπος καὶ τοῦ χρηστηρίου καθάπερ σοφιστοῦ | |
5 | διατριβῆς ἀποφοιτήσωσιν ἔνιοι καταφρονήσαντες, ἀπο‐ λογούμεθα καὶ πλάσσομεν αἰτίας καὶ λόγους ὑπὲρ ὧν οὔτ’ ἴσμεν οὔτ’ εἰδέναι προσῆκον ἡμῖν ἐστι, παραμυ‐ θούμενοι τὸν ἐγκαλοῦντα καὶ πείθοντες, οὐ χαίρειν ἐῶν‐ τες· ‘αὐτῷ‘ γάρ ‘οἱ πρῶτον ἀνιηρότερον ἔσται‘ (β 190) | 56 |
10 | τοιαύτην ἔχοντι περὶ τοῦ θεοῦ δόξαν, ὥστε ταυτὶ μὲν τὰ | |
408E | προγεγραμμένα τῶν σοφῶν τό ‘γνῶθι σαυτόν‘ καὶ τό ‘μηδὲν ἄγαν‘ ἀποδέχεσθαι καὶ θαυμάζειν οὐχ ἥκιστα διὰ τὴν βραχυλογίαν ὡς πυκνὸν καὶ σφυρήλατον νοῦν ἐν ὀλίγῳ περιέχουσαν ὄγκῳ, τοὺς δὲ χρησμοὺς ὅτι συντόμως | |
5 | καὶ ἁπλῶς καὶ δι’ εὐθείας τὰ πλεῖστα φράζουσιν αἰτιᾶσθαι. καί〈τοι〉 τὰ τοιαῦτα μὲν ἀποφθέγματα τῶν σοφῶν ταὐτὸν τοῖς εἰς στενὸν συνθλιβεῖσι πέπονθε ῥεύμασιν· οὐ γὰρ ἔχει τοῦ νοῦ δίοψιν οὐδὲ 〈διαύγειαν〉, ἀλλ’ ἐὰν σκοπῇς τί γέγραπται καὶ λέλεκται περὶ αὐτῶν τοῖς ὅπως ἕκαστον | |
10 | ἔχει βουλομένοις καταμαθεῖν, οὐ ῥᾳδίως τούτων λόγους | |
408F | ἑτέρους εὑρήσεις μακροτέρους. ἡ δὲ τῆς Πυθίας διάλεκτος, ὥσπερ οἱ μαθηματικοὶ γραμμὴν εὐθεῖαν καλοῦσι τὴν ἐλαχίστην τῶν τὰ αὐτὰ πέρατ’ ἐχουσῶν, οὕτως οὐ ποιοῦσα καμπὴν οὐδὲ κύκλον οὐδὲ διπλόην οὐδ’ ἀμφιβολίαν ἀλλ’ | |
5 | εὐθεῖα πρὸς τὴν ἀλήθειαν οὖσα πρὸς δὲ πίστιν ἐπισφαλὴς καὶ ὑπεύθυνος οὐδένα καθ’ αὑτῆς ἔλεγχον ἄχρι νῦν παρα‐ δέδωκεν, ἀναθημάτων δὲ καὶ δώρων ἐμπέπληκε βαρβα‐ | |
409A | ρικῶν καὶ Ἑλληνικῶν τὸ χρηστήριον, | οἰκοδομημάτων δὲ 〈κατακεκόσμηκε〉 κάλλεσι καὶ κατασκευαῖς Ἀμφικτυο‐ νικαῖς. ὁρᾶτε δήπουθεν αὐτοὶ πολλὰ μὲν ἐπεκτισμένα τῶν πρότερον οὐκ ὄντων, πολλὰ δ’ ἀνειλημμένα τῶν συγκε‐ | |
5 | χυμένων καὶ διεφθαρμένων. ὡς δὲ τοῖς εὐθαλέσι τῶν δένδρων ἕτερα παραβλαστάνει, καὶ τοῖς Δελφοῖς ἡ Πυλαία | |
συνηβᾷ καὶ συναναβόσκεται διὰ τὰς ἐντεῦθεν εὐπορίας σχῆμα λαμβάνουσα καὶ μορφὴν καὶ κόσμον ἱερῶν καὶ συνεδρίων καὶ ὑδάτων οἷον ἐν χιλίοις ἔτεσι τοῖς πρότερον | 57 | |
10 | οὐκ ἔλαβεν. οἱ μὲν οὖν περὶ τὸ Γαλάξιον τῆς Βοιωτίας κατοικοῦντες ᾔσθοντο τοῦ θεοῦ τὴν ἐπιφάνειαν ἀφθονίᾳ | |
409B | καὶ περιουσίᾳ γάλακτος· (Lyr. adesp. 90; Pind. fr. 101/2 Schroeder2) | |
2 | ‘προβάτων γὰρ ἐκ πάντων κελάρυξεν, ὡς ἀπὸ κρηνᾶν φέρτατον ὕδωρ, | |
5 | θηλᾶν γάλα· τοὶ δ’ ἐπίμπλεν ἐσσύμενοι πίθους· ἀσκὸς δ’ οὐδέ τις ἀμφορεὺς ἐλίνυεν δόμοις, πέλλαι γὰρ ξύλιναι πίθοι 〈τε〉 πλῆσθεν ἅπαντες·‘ | |
7 | ἡμῖν δὲ λαμπρότερα καὶ κρείττονα καὶ σαφέστερα σημεῖα τούτων ἀναδίδωσιν, ὥσπερ ἐξ αὐχμοῦ τῆς πρόσθεν ἐρημίας | |
10 | καὶ πενίας εὐπορίαν καὶ λαμπρότητα καὶ τιμὴν πεποιη‐ κώς. καίτοι φιλῶ μὲν ἐμαυτὸν ἐφ’ οἷς ἐγενόμην εἰς τὰ πράγματα ταῦτα πρόθυμος καὶ χρήσιμος μετὰ Πολυκρά‐ τους καὶ Πετραίου, φιλῶ δὲ τὸν καθηγεμόνα ταύτης τῆς | |
409C | πολιτείας γενόμενον ἡμῖν καὶ τὰ πλεῖστα τούτων ἐκφρον‐ τίζοντα καὶ παρασκευάζοντα .... ἀλλ’ οὐκ ἔστιν [ἄλλως ὅτι] τηλικαύτην καὶ τοσαύτην μεταβολὴν ἐν ὀλίγῳ χρόνῳ γενέσθαι δι’ ἀνθρωπίνης ἐπιμελείας, μὴ θεοῦ παρόντος | |
5 | ἐνταῦθα καὶ συνεπιθειάζοντος τὸ χρηστήριον.‘ ‘Ἀλλ’ ὥσπερ ἐν τοῖς τότε χρόνοις ἦσαν οἱ τὴν λοξότητα τῶν χρησμῶν καὶ ἀσάφειαν αἰτιώμενοι, καὶ νῦν | |
εἰσὶν οἱ τὸ λίαν ἁπλοῦν συκοφαντοῦντες. ὧν παιδικόν ἐστι κομιδῇ καὶ ἀβέλτερον τὸ πάθος· καὶ γὰρ οἱ παῖδες | 58 | |
10 | ἴριδας μᾶλλον καὶ ἅλως καὶ κομήτας ἢ σελήνην καὶ ἥλιον | |
409D | ὁρῶντες γεγήθασι καὶ ἀγαπῶσι, καὶ οὗτοι τὰ αἰνίγματα καὶ τὰς ἀλληγορίας 〈καὶ〉 τὰς μεταφορὰς τῆς μαντικῆς ἀνακλάσεις οὔσας πρὸς τὸ θνητὸν καὶ φανταστικὸν ἐπι‐ ποθοῦσι· κἂν τὴν αἰτίαν μὴ ἱκανῶς πύθωνται τῆς μετα‐ | |
5 | βολῆς, ἀπίασι τοῦ θεοῦ καταγνόντες, οὐχ ἡμῶν οὐδ’ αὑτῶν ὡς ἀδυνάτων ὄντων ἐξικνεῖσθαι τῷ λογισμῷ πρὸς | |
τὴν τοῦ θεοῦ διάνοιαν.‘ | 59 |