TLG 0007 086 :: PLUTARCHUS :: De fortuna Romanorum (316c–326c)

PLUTARCHUS Biogr. Phil.
(Chaeronensis: A.D. 1–2)

De fortuna Romanorum (316c–326c)

Source: Nachstädt, W. (ed.), Plutarchi moralia, vol. 2.2. Leipzig: Teubner, 1935 (repr. 1971): 43–74.

Citation: Stephanus page — section — (line)

t

1

ΠΕΡΙ ΤΗΣ ΡΩΜΑΙΩΝ ΤΥΧΗΣ

316

C

Αἱ πολλοὺς πολλάκις ἠγωνισμέναι καὶ μεγά‐ λους ἀγῶνας Ἀρετὴ καὶ Τύχη πρὸς ἀλλήλας μέγι‐
στον ἀγωνίζονται τὸν παρόντα, περὶ τῆς Ῥωμαίων ἡγεμονίας διαδικαζόμεναι ποτέρας γέγονεν ἔργον καὶ43
5ποτέρα τὴν τηλικαύτην δύναμιν γεγέννηκεν. οὐ γὰρ μικρὸν ἔσται τῇ περιγενομένῃ τοῦτο μαρτύριον, μᾶλ‐ λον δ’ ἀπολόγημα πρὸς κατηγορίαν. κατηγορεῖται δ’ Ἀρετὴ μὲν ὡς καλὸν μὲν ἀνωφελὲς δέ, Τύχη δ’ ὡς ἀβέβαιον μὲν ἀγαθὸν δέ· καὶ τὴν μὲν ἄκαρπα πονεῖν
10λέγουσι, τὴν δ’ ἄπιστα δωρεῖσθαι. τίς οὖν οὐχὶ λέξει, τῇ ἑτέρᾳ τῆς Ῥώμης προστεθείσης, ἢ λυσιτελέστα‐

316

D

τον Ἀρετήν, εἰ τηλικαῦτα τοὺς ἀγαθοὺς δέδρακεν ἀγαθά, ἢ βεβαιότατον Εὐτυχίαν, χρόνον ἤδη τοσοῦτον ἃ δέδωκε τηροῦσαν; Ἴων μὲν οὖν ὁ ποιητὴς ἐν τοῖς δίχα μέτρου καὶ καταλογάδην αὐτῷ γεγραμμένοις
5φησὶν ἀνομοιότατον πρᾶγμα τῇ σοφίᾳ τὴν τύχην οὖσαν ὁμοιοτάτων πραγμάτων γίνεσθαι δημιουργόν· αὔξουσιν ἀμφότεραι πόλεις, κοσμοῦσιν ἄνδρας, εἰς δόξαν ἀνά‐ γουσιν εἰς δύναμιν εἰς ἡγεμονίαν. τί δεῖ τὰ πολλὰ μηκύ‐ νειν ἐξαριθμούμενον; αὐτὴν τὴν τὰ πάντα γεννῶσαν
10ἡμῖν καὶ φέρουσαν φύσιν οἱ μὲν τύχην εἶναι νομίζουσιν,
οἱ δὲ σοφίαν. διὸ καλόν τι τῇ Ῥώμῃ καὶ ζηλωτὸν ὁ44

316

E

ἐνεστὼς λόγος ἀξίωμα περιτίθησιν, εἰ διαποροῦμεν περὶ αὐτῆς, ὡς ὑπὲρ γῆς καὶ θαλάσσης καὶ οὐρανοῦ καὶ ἄστρων, πότερον κατὰ τύχην συνέστηκεν ἢ κατὰ πρόνοιαν.
5 Ἐγὼ δέ, ὅτι μέν, εἰ καὶ πάνυ πρὸς ἀλλήλας ἀεὶ πολεμοῦσι καὶ διαφέρονται Τύχη καὶ Ἀρετή, πρός γε τηλικαύτην σύμπηξιν ἀρχῆς καὶ δυνάμεως εἰκός ἐστιν αὐτὰς σπεισαμένας συνελθεῖν καὶ συνελθούσας ἐπιτελειῶσαι καὶ συναπεργάσασθαι τῶν ἀνθρωπίνων
10ἔργων τὸ κάλλιστον, ὀρθῶς ὑπονοεῖν οἴομαι. καὶ νο‐ μίζω, καθάπερ Πλάτων (Tim. p. 28b 32b) φησὶν ἐκ πυρὸς καὶ γῆς ὡς ἀναγκαίων τε καὶ πρώτων γεγονέ‐ ναι τὸν σύμπαντα κόσμον, ἵν’ ὁρατός τε γένηται καὶ

316

F

ἁπτός, γῆς μὲν τὸ ἐμβριθὲς καὶ στάσιμον αὐτῷ συμ‐ βαλλομένης, πυρὸς δὲ χρῶμα καὶ μορφὴν καὶ κίνη‐ σιν, αἱ δ’ ἐν μέσῳ φύσεις, ὕδωρ καὶ ἀήρ, μαλάξασαι καὶ σβέσασαι τὴν ἑκατέρου τῶν ἄκρων ἀνομοιότητα
5συνήγαγον καὶ ἀνεμίξαντο τὴν ὕλην δι’ αὐτῶν, οὕτως ἄρα καὶ ὁ τὴν Ῥώμην ὑποβαλόμενος χρόνος μετὰ θεοῦ

317

A

τύχην καὶ ἀρετὴν ἐκέρασε καὶ συνέζευξεν, | ἵν’ ἑκατέρας λαβὼν τὸ οἰκεῖον ἀπεργάσηται πᾶσιν ἀνθρώποις ἑστίαν ἱερὰν ὡς ἀληθῶς καὶ ἀνησιδώραν καὶ ‘πεῖσμα‘ μόνιμον
καὶ στοιχεῖον ἀίδιον, ὑποφερομένοις τοῖς πράγμασιν45
5‘ἀγκυρηβόλιον· σάλου καὶ πλάνησ‘ ὥς φησι Δημόκριτος (B 148). ὡς γὰρ οἱ φυσικοὶ τὸν κόσμον λέγουσιν οὐκ εἶναι κόσμον οὐδ’ ἐθέλειν τὰ σώματα συνελθόντα καὶ συμμιγέντα κοινὸν ἐκ πάντων εἶδος τῇ φύσει παρα‐ σχεῖν, ἀλλὰ τῶν μὲν ἔτι μικρῶν καὶ σποράδην φερο‐
10μένων [καὶ] διολισθανόντων καὶ ὑποφευγόντων τὰς ἐναπολήψεις καὶ περιπλοκάς, τῶν δ’ ἀδροτέρων καὶ

317

B

συνεστηκότων ἤδη δεινοὺς ἀγῶνας πρὸς ἄλληλα καὶ διατραχηλισμοὺς λαμβανόντων κλύδωνα καὶ βρασμὸν εἶναι καὶ φθόρου καὶ πλάνης καὶ ναυαγίων μεστὰ πάντα, πρίν γε τὴν γῆν μέγεθος λαβοῦσαν ἐκ τῶν συνισταμένων
5καὶ φερομένων ἱδρυθῆναί πως αὐτὴν καὶ τοῖς ἄλλοις ἵδρυσιν ἐν αὑτῇ καὶ περὶ αὑτὴν παρασχεῖν, οὕτω τῶν μεγίστων ἐν ἀνθρώποις δυνάμεων καὶ ἡγεμονιῶν κατὰ τύχας ἐλαυνομένων καὶ συμφερομένων ὑπὸ τοῦ μηδένα κρατεῖν βούλεσθαι δὲ πάντας, ἀμήχανος 〈ἦν〉 ἡ φθορὰ
10καὶ πλάνη καὶ μεταβολὴ πᾶσα πάντων, μέχρις οὗ τῆς Ῥώμης ἰσχὺν καὶ αὔξησιν λαβούσης καὶ ἀναδησαμένης

317

C

τοῦτο μὲν ἔθνη καὶ δήμους ἐν αὑτῇ τοῦτο δ’ ἀλλοφύ‐ λους καὶ διαποντίους βασιλέων ἡγεμονίας ἕδραν ἔσχε τὰ
μέγιστα καὶ ἀσφάλειαν, εἰς κόσμον εἰρήνης καὶ ἕνα κύκλον τῆς ἡγεμονίας ἄπταιστον περιφερομένης, πάσης46
5μὲν ἀρετῆς ἐγγενομένης τοῖς ταῦτα μηχανησαμένοις, πολλῆς δὲ καὶ τύχης συνελθούσης, ὡς ἐνέσται τοῦ λόγου προϊόντος ἐνδείξασθαι. Νυνὶ δέ μοι δοκῶ τοῦ προβλήματος 〈ἀρχόμενοσ〉 ὥσπερ ἀπὸ σκοπῆς καθορᾶν ἐπὶ τὴν σύγκρισιν καὶ τὸν
10ἀγῶνα τήν τε Τύχην καὶ τὴν Ἀρετὴν βαδιζούσας. ἀλλὰ τῆς μὲν Ἀρετῆς πρᾶόν τε τὸ βάδισμα καὶ τὸ βλέμμα καθεστηκός, ἐπιτρέχει δέ τι καὶ τῷ προσώπῳ πρὸς τὴν

317

D

ἅμιλλαν ἐρύθημα τῆς φιλοτιμίας· καὶ πολὺ μὲν ὑστερεῖ σπευδούσης τῆς Τύχης, ἄγουσι δ’ αὐτὴν καὶ δορυφοροῦσι κατὰ πλῆθος (Od. λ 41)
3 ‘ἄνδρες ἀρηίφατοι βεβροτωμένα τεύχε’ ἔχοντες,‘
4
5ἐναντίων τραυμάτων ἀνάπλεῳ, αἷμα συμμεμιγμένον ἱδρῶτι σταλάζοντες, ἡμικλάστοις ἐπιβεβηκότες λαφύ‐ ροις. βούλεσθε δὲ πυθώμεθα, τίνες ποτ’ εἰσὶν οὗτοι; Φαβρίκιοί φασιν εἶναι καὶ Κάμιλλοι καὶ Λούκιοι [καὶ] Κικιννᾶτοι καὶ Μάξιμοι Φάβιοι καὶ Κλαύδιοι Μάρκελλοι
10καὶ Σκιπίωνες. ὁρῶ δὲ καὶ Γάιον Μάριον ὀργιζόμενον τῇ Τύχῃ, καὶ Μούκιος ἐκεῖ Σκαιόλας τὴν φλεγομένην47

317

E

χεῖρα δείκνυσι βοῶν ‘μὴ καὶ ταύτην τῇ Τύχῃ χαρίζῃ;‘ καὶ Κόκλιος Μάρκος ἀριστεὺς παραποτάμιος Τυρρηνι‐ κοῖς βέλεσι βαρυνόμενος καὶ σκάζοντα μηρὸν παρέχων, ἐκ βαθείας ὑποφθέγγεται δίνης ‘οὐκοῦν κἀγὼ κατὰ
5τύχην πεπήρωμαι;‘ τοιοῦτος ὁ τῆς Ἀρετῆς χορὸς πρόσ‐ εισιν ἐπὶ τὴν σύγκρισιν,
6 ‘βριθὺς ὁπλιτοπάλας δάιος ἀντιπάλοις.‘ (I 66 D.)
7 Τῆς δὲ Τύχης ὀξὺ μὲν τὸ κίνημα καὶ θρασὺ τὸ φρόνημα καὶ μεγάλαυχον ἡ ἐλπίς, φθάνουσα δὲ τὴν
10Ἀρετὴν ἐγγύς ἐστιν, οὐ ‘πτεροῖς ἐλαφρίζουσα κούφοις ἑαυτὴν‘ οὐδ’ ‘ἀκρώνυχον ὑπὲρ σφαίρασ‘ τινὸς ‘ἴχνος καθεῖσα‘ περισφαλὴς καὶ ἀμφίβολος πρόσεισιν, εἶτ’

317

F

ἄπεισιν ἀειδής· ἀλλ’ ὥσπερ οἱ Σπαρτιᾶται τὴν Ἀφροδί‐ την λέγουσι διαβαίνουσαν τὸν Εὐρώταν τὰ μὲν ἔσοπτρα καὶ τοὺς χλιδῶνας καὶ τὸν κεστὸν ἀποθέσθαι, δόρυ δὲ καὶ ἀσπίδα λαβεῖν κοσμουμένην τῷ Λυκούργῳ· οὕτως
5ἡ Τύχη καταλιποῦσα Πέρσας καὶ Ἀσσυρίους Μακεδο‐
νίαν μὲν ἐλαφρὰ διέπτη καὶ ἀπεσείσατο ταχέως Ἀλέξαν‐ δρον, καὶ δι’ Αἰγύπτου καὶ Συρίας περιφέρουσα βασι‐ λείας διώδευσε, καὶ Καρχηδονίους στρεφομένη πολλάκις48

318

A

ἐβάστασε· | τῷ δὲ Παλατίῳ προσερχομένη καὶ δια‐ βαίνουσα τὸν Θύμβριν ὡς ἔοικεν 〈ἀπ〉έθηκε τὰς πτέρυ‐ γας, ἐξέβη τῶν πεδίλων, ἀπέλιπε τὴν ἄπιστον καὶ παλίμβολον σφαῖραν. οὕτως εἰσῆλθεν εἰς Ῥώμην ὡς
5μενοῦσα καὶ τοιαύτη πάρεστιν [ὡς] ἐπὶ τὴν δίκην. οὐ μὲν γὰρ ‘ἀπειθὴσ‘ κατὰ Πίνδαρον (fr. 40 [15]) οὐδὲ ‘δίδυμον στρέφουσα πηδάλιον‘, ἀλλὰ μᾶλλον ‘Εὐνομίας καὶ Πειθοῦς ἀδελφὰ καὶ Προμαθείας θυγάτηρ‘ ὡς γενεαλογεῖ Ἀλκμάν (III 58 B. II 24 D.). τὸ δ’ ὑμνού‐
10μενον ἐκεῖνο τοῦ πλούτου κέρας ἔχει διὰ χειρός, οὐκ ὀπώρας ἀεὶ θαλλούσης μεστόν, ἀλλ’ ὅσα φέρει πᾶσα γῆ πᾶσα δὲ θάλασσα καὶ ποταμοὶ καὶ μέταλλα

318

B

καὶ λιμένες, ἄφθονα καὶ ῥύδην ἐπιχεαμένη. λαμπροὶ δὲ καὶ διαπρεπεῖς ἄνδρες οὐκ ὀλίγοι μετ’ αὐτῆς ὁρῶνται, Πομπίλιος Νομᾶς ἐκ Σαβίνων καὶ Πρῖσκος ἐκ Ταρκυ‐ νίων, οὓς ἐπήλυδας βασιλεῖς καὶ ξένους ἐνιδρύσατο τοῖς
5Ῥωμύλου θρόνοις· καὶ Παῦλος Αἰμίλιος ἀπὸ Περσέως καὶ Μακεδόνων ἄτρωτον στρατὸν ἄγων καὶ νίκην ἄδακρυν θριαμβεύων μεγαλύνει τὴν Τύχην· μεγαλύνει δὲ καὶ Κεκίλιος Μέτελλος ὁ Μακεδονικός, γέρων ὑπὸ τεσσάρων παίδων ὑπατικῶν ἐκκομιζόμενος, Κοΐντου49
10Βαλεαρικοῦ καὶ Λευκίου Διαδημάτα καὶ Μάρκου Μετέλ‐

318

C

λου καὶ Γαΐου Καπραρίου, καὶ δυεῖν γαμβρῶν ὑπατικῶν καὶ θυγατριδῶν κοσμουμένων ἐπιφανέσιν ἀριστείαις καὶ πολιτείαις. Αἰμίλιος δὲ Σκαῦρος ἐκ ταπεινοῦ βίου καὶ ταπεινοτέρου γένους καινὸς ἄνθρωπος ἀρθεὶς ὑπ’ αὐτῆς
5προγράφεται τοῦ μεγάλου συνεδρίου. Κορνήλιον δὲ Σύλλαν ἐκ τῶν Νικοπόλεως τῆς ἑταίρας ἀναλαβοῦσα καὶ βαστάσασα κόλπων ὑψηλότερον τῶν Κιμβρικῶν Μαρίου θριάμβων καὶ τῶν ἑπτὰ ὑπατειῶν ἐπιτίθησι μοναρχίαις καὶ δικτατωρίαις. ἄντικρυς οὗτος τῇ Τύχῃ
10μετὰ τῶν πράξεων ἑαυτὸν εἰσεποίει, βοῶν κατὰ τὸν Οἰδίποδα τὸν Σοφοκλέους (OR 1090)
11

318

D

‘ἐγὼ δ’ ἐμαυτὸν παῖδα τῆς Τύχης νέμω.‘
1 καὶ Ῥωμαϊστὶ μὲν Φήλιξ ὠνομάζετο, τοῖς δ’ Ἕλλησιν
οὕτως ἔγραφε ‘Λούκιος Κορνήλιος Σύλλας Ἐπαφρόδι‐ τος.‘ καὶ τὰ παρ’ ἡμῖν ἐν Χαιρωνείᾳ τρόπαια κατὰ τῶν50
5Μιθριδατικῶν οὕτως ἐπιγέγραπται, καὶ εἰκότως· ‘πλεῖ‐ στον γὰρ Ἀφροδίτησ‘ οὐ ‘νύξ‘ κατὰ Μένανδρον (fr. 739 K.), ἀλλὰ τύχη μετέσχηκεν. Ἆρ’ οὖν ταύτην τις ἀρχὴν ποιησάμενος οἰκείαν ὑπὲρ τῆς Τύχης ἐπάγοιτ’ ἂν μάρτυρας αὐτοὺς Ῥωμαίους,
10ὡς τῇ Τύχῃ πλέον ἢ τῇ Ἀρετῇ νέμοντας; Ἀρετῆς μέν γε παρ’ αὐτοῖς ὀψὲ καὶ μετὰ πολλοὺς χρόνους ἱερὸν ἱδρύσατο Σκιπίων ὁ Νομαντῖνος, εἶτα Μάριος τὸ Οὐιρ‐

318

E

τοῦτίς τε καὶ Ὀνῶρις προσαγορευόμενον· καὶ τὸ τῆς Μέντις καλουμένης (Γνώμης ἂν νομίζοιτο) Σκαῦρος Αἰμίλιος, περὶ τὰ Κιμβρικὰ τοῖς χρόνοις γεγονώς· ἤδη τότε λόγων καὶ σοφισ〈μά〉των καὶ στωμυλίας παρεισρυεί‐
5σης εἰς τὴν πόλιν ἤρχοντο σεμνύνειν τὰ τοιαῦτα. Σοφίας δὲ μέχρι καὶ νῦν ἱερὸν οὐκ ἔστιν οὐδὲ Σωφροσύνης ἢ Μεγαλοψυχίας ἢ Καρτερίας ἢ Ἐγκρατείας· ἀλλὰ τά γε τῆς Τύχης ἱερὰ λαμπρὰ καὶ παλαιὰ καὶ ὁμοῦ τι τοῖς
πρώτοις καταμεμιγμένα τῆς πόλεως θεμελίοις γέγονε.51
10πρῶτος μὲν γὰρ ἱδρύσατο Τύχης ἱερὸν Μάρκ〈ι〉ος Ἄγκος, ὁ Νομᾶ θυγατριδοῦς καὶ τέταρτος ἀπὸ Ῥωμύ‐

318

F

λου βασιλεὺς γενόμενος· καὶ τάχα που τῇ τύχῃ τὴν Ἀν‐ δρείαν παρωνόμασεν, ᾗ πλεῖστον εἰς τὸ νικᾶν τύχης μέτ‐ εστι. τὸ δὲ τῆς Γυναικείας Τύχης κατεσκευάσαντο πρὸ Καμίλλου, ὅτε Μάρκιον Κοριόλανον ἐπάγοντα τῇ πόλει
5Οὐολούσκους ἀπεστρέψαντο διὰ τῶν γυναικῶν. πρεσβευ‐ σάμεναι γὰρ αὗται πρὸς τὸν ἄνδρα μετὰ τῆς μητρὸς αὐτοῦ καὶ τῆς γυναικὸς ἐξελιπάρησαν καὶ κατειργά‐ σαντο φείσασθαι τῆς πόλεως καὶ τὴν στρατιὰν τῶν

319

A

βαρβάρων ἀπαγαγεῖν. | τότε λέγεται τὸ ἄγαλμα τῆς Τύχης ἅμα τῷ καθιερωθῆναι φωνὴν ἀφεῖναι καὶ εἰπεῖν ‘ὁσίως με πόλεως νόμῳ, γυναῖκες ἀσταί, καθιδρύσασθε‘.
καὶ μὴν καὶ Φούριος Κάμιλλος, ὅτε τὸ Κελτικὸν ἔσβεσε52
5πῦρ καὶ τὴν Ῥώμην ἀντίρροπον χρυσῷ κεκλιμένην ἀπὸ τοῦ ζυγοῦ καὶ τῆς πλάστιγγος καθεῖλεν, οὔτ’ Εὐβουλίας οὔτ’ Ἀνδρείας, ἀλλὰ Φήμης ἱδρύσατο καὶ Κληδόνος ἕδη παρὰ τὴν Καινὴν ὁδόν, ὅπου φασὶ πρὸ τοῦ πολέμου Μάρκῳ Καιδικίῳ βαδίζοντι νύκτωρ φωνὴν γενέσθαι
10κελεύουσαν ὀλίγῳ χρόνῳ Γαλατικὸν πόλεμον προσ‐ δέχεσθαι. τὴν δὲ πρὸς τῷ ποταμῷ Τύχην ‘φόρτιν‘

319

B

καλοῦσιν (ὅπερ ἐστὶν ἰσχυρὰν ἢ ἀριστευτικὴν ἢ ἀν‐ δρείαν), ὡς τὸ νικητικὸν ἁπάντων κράτος ἔχουσαν. καὶ τόν γε ναὸν αὐτῆς ἐν τοῖς ὑπὸ Καίσαρος τῷ δήμῳ καταλειφθεῖσι κήποις ᾠκοδόμησαν, ἡγούμενοι κἀκεῖνον
5εὐτυχίᾳ γενέσθαι μέγιστον, ὡς αὐτὸς ἐμαρτύρησε. Περὶ δὲ Γαΐου Καίσαρος ᾐδέσθην ἂν εἰπεῖν, ὡς ὑπ’ εὐτυχίας ἤρθη μέγιστος, εἰ μὴ τοῦτ’ αὐτὸς ἐμαρ‐ τύρησεν. ἐπεὶ γὰρ ἀπὸ Βρεντεσίου Πομπήιον διώκων ἀνήχθη πρὸ μιᾶς ἡμέρας νωνῶν Ἰανουαρίων, χειμῶνος
10ἐν τροπαῖς ὄντος, τὸ μὲν πέλαγος ἀσφαλῶς διεπέρασε, τῆς Τύχης τὸν καιρὸν ὑπερθεμένης· εὑρὼν δὲ τὸν

319

C

Πομπήιον ἄθρουν καὶ πολὺν μὲν ἐν γῇ πολὺν δ’ ἐν θαλάσσῃ μετὰ πασῶν ἅμα τῶν δυνάμεων καθεζόμενον αὐτὸς ὀλιγοστὸς ὢν τῆς μετ’ Ἀντωνίου καὶ Σαβίνου στρατιᾶς αὐτῷ βραδυνούσης, ἐτόλμησεν εἰς ἀκάτιον53
5μικρὸν ἐμβὰς καὶ λαθὼν τόν τε ναύκληρον καὶ τὸν κυβερνήτην ὥς τινος θεράπων ἀναχθῆναι. σκληρᾶς δὲ πρὸς τὸ ῥεῦμα τοῦ ποταμοῦ γενομένης ἀντιβάσεως καὶ κλύδωνος ἰσχυροῦ, μεταβαλλόμενον ὁρῶν τὸν κυβερνή‐ την ἀφεῖλεν ἀπὸ τῆς κεφαλῆς τὸ ἱμάτιον καὶ ἀναδείξας
10ἑαυτόν ‘ἴθι‘ ἔφη ‘γενναῖε, τόλμα καὶ δέδιθι μηδέν,

319

D

ἀλλ’ ἐπιδίδου τῇ Τύχῃ τὰ ἱστία καὶ δέχου τὸ πνεῦμα, πιστεύων ὅτι Καίσαρα φέρεις καὶ τὴν Καίσαρος Τύχην.‘ οὕτως ἐπέπειστο τὴν Τύχην αὐτῷ συμπλεῖν, συναποδη‐ μεῖν, συστρατεύεσθαι, συστρατηγεῖν· ἧς ἔργον ἦν γαλή‐
5νην μὲν ἐπιτάξαι θαλάσσῃ, θέρος δὲ χειμῶνι, τάχος δὲ τοῖς βραδυτάτοις, ἀλκὴν δὲ τοῖς ἀθυμοτάτοις· τὸ δὲ τούτων ἀπιστότερον, φυγὴν Πομπηίῳ καὶ Πτολεμαίῳ ξενοκτονίαν, ἵνα καὶ Πομπήιος πέσῃ καὶ Καῖσαρ μὴ μιανθῇ.
10 Τί δέ; ὁ τούτου μὲν υἱός, πρῶτος δ’ ἀναγορευθεὶς Σεβαστός, ἄρξας δὲ τέσσαρα καὶ πεντήκοντα ἔτη, οὐκ

319

E

αὐτὸς ἐκπέμπων τὸν θυγατριδοῦν ἐπὶ στρατείαν ηὔξατο τοῖς θεοῖς ἀνδρείαν μὲν αὐτῷ δοῦναι τὴν Σκιπίωνος, εὔνοιαν δὲ τὴν Πομπηίου, Τύχην δὲ τὴν αὑτοῦ; καθάπερ ἔργῳ μεγάλῳ δημιουργὸν ἐπιγράψας ἑαυτῷ τὴν Τύχην,54
5ἥτις αὐτὸν ἐπιθεῖσα Κικέρωνι καὶ Λεπίδῳ καὶ Πάσσᾳ καὶ Ἱρτίῳ καὶ Μάρκῳ Ἀντωνίῳ, ταῖς ἐκείνων ἀριστείαις καὶ χερσὶ καὶ νίκαις καὶ στόλοις καὶ πολέμοις καὶ στρατοπέδοις γενόμενον πρῶτον εἰς ὕψος ἄρασα καὶ καταβαλοῦσα τούτους, δι’ ὧν ἀνέβη, μόνον κατέλιπεν.
10ἐκείνῳ γὰρ ἐπολιτεύετο Κικέρων καὶ Λέπιδος ἐστρα‐ τήγει καὶ Πάσσας ἐνίκα καὶ Ἵρτιος ἔπιπτε καὶ Ἀντώ‐

319

F

νιος ὕβριζεν. ἐγὼ γὰρ καὶ Κλεοπάτραν τὴν τύχην Καί‐ σαρος τίθημι, περὶ ἣν ὡς ἕρμα κατέδυ καὶ συνετρίβη τηλικοῦτος αὐτοκράτωρ, ἵν’ ᾖ μόνος Καῖσαρ. λέγεται δέ, πολλῆς οἰκειότητος αὐτοῖς καὶ συνηθείας ὑπαρχού‐
5σης, πολλάκις σχολαζόντων εἰς παιδιὰν σφαίρας ἢ κύβων ἢ νὴ Δία θρεμμάτων ἁμίλλης, οἷον ὀρτύγων, ἀλεκτρυόνων, ἀεὶ νικώμενον Ἀντώνιον ἀπαλλάττεσθαι· καί τινα τῶν περὶ αὐτὸν ἐπὶ μαντείᾳ σεμνυνόμενον

320

A

πολλάκις παρρησιάζεσθαι καὶ νουθετεῖν, | ‘ὦ ἄνθρωπε,
τί σοι πρᾶγμα πρὸς τοῦτον ἔστι τὸν νεανίσκον; φεῦγ’ αὐτόν· ἐνδοξότερος εἶ, πρεσβύτερος εἶ, ἄρχεις πλειόνων, ἐνήθληκας πολέμοις, ἐμπειρίᾳ διαφέρεις· ἀλλ’ ὁ σὸς55
5δαίμων τὸν τούτου φοβεῖται· καὶ ἡ τύχη σου καθ’ ἑαυτήν ἐστι μεγάλη, κολακεύει δὲ τὴν τούτου· ἐὰν μὴ μακρὰν ᾖς, οἰχήσεται μεταβᾶσα πρὸς αὐτόν.‘ Ἀλλὰ γὰρ αἱ μὲν ἀπὸ τῶν μαρτύρων πίστεις τοσαῦ‐ ται τῇ Τύχῃ πάρεισι. δεῖ δὲ καὶ τὰς ἀπὸ τῶν πραγμά‐
10των αὐτῶν εἰσάγειν, ἀρχὴν τοῦ λόγου τὴν ἀρχὴν τῆς πόλεως λαβόντας. εὐθὺς γοῦν τίς οὐκ ἂν εἴποι πρὸς τὴν Ῥωμύλου γένεσιν καὶ σωτηρίαν καὶ τροφὴν καὶ

320

B

αὔξησιν τὴν μὲν Τύχην ὑποβολὰς κατατεθεῖσθαι τὴν δ’ Ἀρετὴν ἐξῳκοδομηκέναι; πρῶτον μὲν οὖν τὸ περὶ τὴν γένεσιν καὶ τὴν τέκνωσιν αὐτῶν τῶν ἱδρυσαμένων καὶ κτισάντων τὴν πόλιν εὐτυχίας ἔοικε θαυμαστῆς
5γενέσθαι. θεῷ γὰρ ἡ τεκοῦσα μιχθῆναι λέγεται, καὶ καθάπερ τὸν Ἡρακλέα σπαρῆναί φασιν ἐν μακρᾷ νυκτὶ τῆς ἡμέρας ἐπισχεθείσης παρὰ φύσιν καὶ τοῦ ἡλίου βραδύναντος, οὕτω περὶ τὴν Ῥωμύλου σπορὰν καὶ καταβολὴν τὸν ἥλιον ἐκλιπεῖν ἱστοροῦσι, ποιησάμενον
10ἀτρεκῆ σύνοδον πρὸς σελήνην, 〈ἕ〉ωσπερ ὁ Ἄρης θεὸς

320

C

ὢν τῇ Σιλβίᾳ θνητῇ συνῆλθε. ταὐτὸ δὲ συντυχεῖν τῷ Ῥωμύλῳ καὶ περὶ τὴν μετάστασιν αὐτὴν τοῦ βίου· λέγουσι γὰρ ἐκλείποντος τοῦ ἡλίου ἠφανίσθαι, νώναις
καπρατίναις, ἣν ἄχρι νῦν ἡμέραν ἐπιφανῶς ἑορτάζουσιν.56
5ἔπειτα γεννηθέντας αὐτούς, τοῦ τυράννου ζητοῦντος ἀνελεῖν, παρέλαβε κατὰ τύχην οὐ βάρβαρος οὐδ’ ἄγριος ὑπηρέτης, ἐλεήμων δέ τις καὶ φιλάνθρωπος, ὥστε μὴ κτεῖναι· ἀλλὰ τοῦ ποταμοῦ τις ἦν † ὄχθη χλοερῷ λει‐ μῶνι προσκλύζουσα καὶ περισκιαζομένη χθαμαλοῖς δέν‐
10δρεσιν· ἐνταῦθα κατέθηκε τὰ βρέφη πλησίον ἐρινεοῦ τινος, ὃν ῥουμινᾶλιν ὠνόμαζον. εἶτα λύκαινα μὲν νεο‐

320

D

τόκος σπαργῶσα καὶ πλημμυροῦσα τοὺς μαστοὺς γά‐ λακτι, τῶν σκύμνων ἀπολωλότων αὐτὴ χρῄζουσα κου‐ φισμοῦ, περιέπτυξε τὰ βρέφη καὶ θηλὴν ἐπέσχεν, ὥσπερ ὠδῖνα δευτέραν ἀποτιθεμένη τὴν τοῦ γάλακτος. ἱερὸς
5δ’ ὄρνις Ἄρεως, ὃν δρυοκολάπτην καλοῦσιν, ἐπιφοιτῶν καὶ προσκαθίζων ἀκρώνυχος, ἐν μέρει τῶν νηπίων ἑκατέρου στόμα τῇ χηλῇ διοίγων, ἐνετίθει ψώμισμα, τῆς αὑτοῦ τροφῆς ἀπομερίζων. τὸν μὲν οὖν ἐρινεὸν ῥουμινᾶλιν ὠνόμασαν ἀπὸ τῆς θηλῆς, ἣν ἡ λύκαινα παρ’
10αὐτὸν ὀκλάσασα τοῖς βρέφεσι παρέσχε· μέχρι δὲ πολλοῦ διεφύλαττον οἱ περὶ τὸν τόπον ἐκεῖνον κατοικοῦντες

320

E

μηδὲν ἐκτιθέναι τῶν γεννωμένων, ἀλλ’ ἀναιρεῖσθαι πάντα καὶ τρέφειν, τὸ Ῥωμύλου πάθος καὶ τὴν ὁμοιότητα τιμῶντες. καὶ μὴν τό τε λαθεῖν αὐτοὺς τρεφομένους καὶ παιδευομένους ἐν Γαβίοις 〈καὶ〉 ἀγνοηθῆναι Σιλ‐
5βίας ὄντας υἱοὺς καὶ θυγατριδοῦς Νομίτορος τοῦ βασι‐ λέως παντάπασι Τύχης κλέμμα καὶ σόφισμα φαίνεται γεγενημένον, ὅπως μὴ ἀπόλωνται πρὸ τῶν ἔργων διὰ τὸ γένος, ἀλλ’ ἐν αὐτοῖς φανῶσι τοῖς κατορθώμασι, γνώρισμα τῆς εὐγενείας τὴν ἀρετὴν παρέχοντες. ἐνταῦθά57
10μοι μεγάλου καὶ φρονίμου στρατηγοῦ λόγος ἔπεισι Θεμιστοκλέους, ῥηθεὶς πρός τινας τῶν ὕστερον εὐημε‐

320

F

ρούντων Ἀθήνησι στρατηγῶν καὶ προτιμᾶσθαι τοῦ Θεμιστοκλέους ἀξιούντων. ἔφη γὰρ τὴν ὑστεραίαν ἐρίσαι πρὸς τὴν ἑορτὴν λέγουσαν ὡς ἐκείνη μέν ἐστι κοπώδης καὶ ἄσχολος, ἐν αὐτῇ δὲ τῶν παρεσκευασμένων ἀπο‐
5λαύουσι μεθ’ ἡσυχίας. τὴν οὖν ἑορτὴν εἰπεῖν ‘ἀληθῆ λέγεις, ἀλλ’ ἐμοῦ μὴ γενομένης, ποῦ ἂν σὺ ἦσθα;‘ ‘κἀμοῦ τοίνυν‘ ἔφη ‘μὴ γενομένου περὶ τὰ Μηδικά, τίς ἂν ὑμῶν ἦν νῦν ὄνησις;‘ τοῦτό μοι δοκεῖ πρὸς τὴν Ῥωμύλου Ἀρετὴν ἡ Τύχη λέγειν ‘λαμπρὰ μὲν τὰ σὰ
10ἔργα καὶ μεγάλα καὶ θεῖον ὡς ἀληθῶς ἐξέφηνας αἷμα

321

A

καὶ γένος οὖσαν σεαυτήν· | ἀλλ’ ὁρᾷς πόσον ὑστερεῖς μου; εἰ γὰρ ἐγὼ τότε μὴ παρηκολούθησα χρηστὴ καὶ φιλάνθρωπος, ἀλλ’ ἀπέλιπον καὶ προηκάμην τὰ νήπια, σὺ πῶς ἂν ἐγένου καὶ πόθεν ἐξέλαμψας; εἰ τότε μὴ
5θῆλυ θηρίον ἐπῆλθε φλεγμαῖνον ὑπὸ πλήθους καὶ φορᾶς γάλακτος καὶ τραφησομένου δεόμενον μᾶλλον ἢ θρέψον‐ τος, ἀλλ’ ἀνήμερόν τι τελέως καὶ λιμῶττον, οὐκ ἂν
ἔτι νῦν τὰ καλὰ ταῦτα βασίλεια καὶ ναοὶ καὶ θέατρα καὶ περίπατοι καὶ ἀγοραὶ καὶ ἀρχεῖα βοτηρικαὶ καλύβαι58
10καὶ σταθμοὶ νομέων ἦσαν, Ἀλβανὸν ἢ Τυρρηνὸν ἢ Λατῖνον ἄνδρα δεσπότην προσκυνούντων;‘ ἀρχὴ μὲν δὴ

321

B

τὸ μέγιστον ἐν παντί, μάλιστα δ’ ἐν ἱδρύσει καὶ κτίσει πόλεως· ταύτην δ’ ἡ Τύχη παρέσχε, σῴσασα καὶ φυ‐ λάξασα τὸν κτίστην. ἡ μὲν γὰρ Ἀρετὴ μέγαν ἐποίησε Ῥωμύλον, ἡ Τύχη δ’ ἄχρι τοῦ γενέσθαι μέγαν ἐτή‐
5ρησε. Καὶ μὴν τήν γε Νομᾶ βασιλείαν πολυχρονιωτάτην γενομένην ὁμολογουμένως εὐτυχία διεκυβέρνησε θαυ‐ μαστή. τὸ μὲν γὰρ Ἐγερίαν τινά, νυμφῶν μίαν δρυά‐ δων, δαίμονα σοφὴν ἔρωτι τἀνδρὸς ἐν συνουσίᾳ γενο‐
10μένην, παραπαιδαγωγεῖν καὶ συσχηματίζειν τὴν πολι‐ τείαν ἴσως μυθωδέστερόν ἐστι. καὶ γὰρ ἄλλοι λεχθέντες

321

C

ἅψασθαι γάμων θείων καὶ θεοῖς ἐράσμιοι γενέσθαι, Πηλεῖς καὶ Ἀγχῖσαι καὶ Ὠρίωνες καὶ Ἠμαθίωνες, οὐ πάντως ἀγαπητῶς οὐδ’ ἀλύπως διεβίωσαν. ἀλλὰ Νομᾶς ἔοικε τὴν ἀγαθὴν Τύχην ἔχειν ὡς ἀληθῶς σύνοικον καὶ
5σύνεδρον καὶ συνάρχουσαν· ἣ καθάπερ ἐν κλύδωνι θολερῷ καὶ τεταραγμένῳ πελάγει τῇ τῶν προσοίκων καὶ γειτόνων ἔχθρᾳ καὶ χαλεπότητι τὴν πόλιν φερο‐ μένην καὶ φλεγμαίνουσαν ὑπὸ μυρίων πόνων καὶ δι‐ χοστασιῶν παραλαβοῦσα τοὺς μὲν ἀντιτεταγμένους θυ‐
10μοὺς καὶ φθόνους ὥσπερ πνεύματα κατέσβεσεν· οἷα δέ59

321

D

φασι τὰς ἀλκυόνων λοχείας παραδεξαμένην τὴν θάλασ‐ σαν ἐν χειμῶνι σῴζειν καὶ συνεκτιθηνεῖσθαι, τοιαύτην ἀναχεαμένη καὶ περιστήσασα γαλήνην πραγμάτων ἀπόλε‐ μον καὶ ἄνοσον καὶ ἀκίνδυνον καὶ ἄφοβον, νεοσταθεῖ
5δήμῳ καὶ κραδαινομένῳ παρέσχε ῥιζῶσαι καὶ καταστῆ‐ σαι τὴν πόλιν, αὐξανομένην ἐν ἡσυχίᾳ βεβαίως καὶ ἀνεμποδίστως. ὥσπερ γὰρ ὁλκὰς ἢ τριήρης ναυπηγεῖται μὲν ὑπὸ πληγῶν καὶ βίας πολλῆς, σφύραις καὶ ἥλοις ἀρασσομένη καὶ γομφώμασι καὶ πρίοσι καὶ πελέκεσι,
10γενομένην δὲ στῆναι δεῖ καὶ παγῆναι σύμμετρον χρόνον, ἕως οἵ τε δεσμοὶ κάτοχοι γένωνται καὶ συνάφειαν οἱ

321

E

γόμφοι λάβωσιν, ἐὰν δὲ ὑγροῖς ἔτι καὶ περιολισθάνουσι τοῖς ἁρμοῖς κατασπασθῇ, πάντα χαλάσει διατιναχθέντα καὶ δέξεται τὴν θάλασσαν, οὕτω τὴν Ῥώμην ὁ μὲν πρῶτος ἄρχων καὶ δημιουργὸς ἐξ ἀγρίων καὶ βοτήρων
5ὥσπερ ἐκ δρυόχων κραταιῶν συνιστάμενος οὐκ ὀλίγους πόνους ἔσχεν οὐδὲ μικροῖς ἀντήρεισε πολέμοις καὶ κινδύνοις, ἐξ ἀνάγκης ἀμυνόμενος τοὺς ἀνθισταμένους πρὸς τὴν γένεσιν καὶ ἵδρυσιν αὐτῆς· ὁ δὲ δεύτερος παρα‐ λαβὼν χρόνον παρέσχε πῆξαι καὶ βεβαιῶσαι τὴν αὔξη‐
10σιν τῇ εὐτυχίᾳ ἐπιλαβόμενος πολλῆς μὲν εἰρήνης πολλῆς

321

F

δ’ ἡσυχίας. εἰ δὲ τότε Πορσίνας τις ἐπέβρισε Τυρρη‐ νικὸν χάρακα καὶ στρατόπεδον παραστήσας τείχεσιν ὑγροῖς ἔτι καὶ κραδαινομένοις ἤ τις ἐκ Μαρσῶν ἀποστὰς
ἀρειμάνιος δυνάστης ἢ Λευκανὸς ὑπὸ φθόνου καὶ φιλο‐60
5νεικίας, ἀνὴρ δύσερις καὶ πολεμοποιός, οἷος ὕστερον Μου〈τ〉ίλος ἢ Σίλων ὁ θρασὺς ἢ τὸ ἔσχατον Σύλλα πάλαισμα Τελεσῖνος, ὡς ἀφ’ ἑνὸς συνθήματος ὅλην ἐξοπλίζων τὴν Ἰταλίαν, τὸν φιλόσοφον Νομᾶν περι‐ εσάλπιγξε θύοντα καὶ προσευχόμενον, οὐκ ἂν ἀντέσχον
10αἱ πρῶται τῆς πόλεως ἀρχαὶ πρὸς σάλον καὶ κλύδωνα

322

A

τοσοῦτον | οὐδ’ εἰς εὐανδρίαν καὶ πλῆθος ἐπέδωκαν· νῦν δ’ ἔοικε τῆς πρὸς τοὺς ὕστερον πολέμους παρασκευῆς ἐφόδιον Ῥωμαίοις ἡ τότ’ εἰρήνη γενέσθαι, καὶ καθάπερ ἀθλητὴς ὁ δῆμος ἐκ τῶν κατὰ Ῥωμύλον ἀγώνων ἐν
5ἡσυχίᾳ χρόνον ἐτῶν τριῶν καὶ τεσσαράκοντα σωμασκή‐ σας τὴν δύναμιν ἀξιόμαχον καταστῆσαι τοῖς ὕστερον ἀντιταττομένοις. οὐδὲ γὰρ λιμὸν οὐδὲ λοιμὸν οὐδ’ ἀφο‐ ρίαν γῆς οὐδ’ ἀωρίαν τινὸς θέρους ἢ χειμῶνος ἐν τῷ τότε χρόνῳ παραλυπῆσαι τὴν Ῥώμην λέγουσιν, ὡς οὐκ
10ἀνθρωπίνης εὐβουλίας ἀλλὰ θείας Τύχης ἐπιτροπευούσης τῶν καιρῶν ἐκείνων. ἐκλείσθη δ’ οὖν τότε καὶ τὸ τοῦ

322

B

Ἰανοῦ δίπυλον, ὃ πολέμου πύλην καλοῦσιν· ἀνέῳγε μὲν γάρ, ὅταν ᾖ πόλεμος, κλείεται δ’ εἰρήνης γενομένης.
Νομᾶ δ’ ἀποθανόντος ἀνεῴχθη, τοῦ πρὸς Ἀλβανοὺς πολέμου συρραγέντος. εἶτα μυρίων ἄλλων συνεχῶς ὑπο‐61
5λαμβανόντων, πάλιν δι’ ἐτῶν ὀγδοήκοντα καὶ τετρα‐ κοσίων ἐκλείσθη μετὰ τὸν πρὸς Καρχηδονίους πόλεμον εἰρήνης γενομένης, Γαΐου Ἀτιλίου καὶ Τίτου 〈Μαλ‐ λίου〉 ὑπατ〈ευόντ〉ων. μετὰ δὲ τοῦτον τὸν ἐνιαυτὸν αὖθις ἀνεῴχθη καὶ διέμειναν οἱ πόλεμοι μέχρι τῆς ἐν
10Ἀκτίῳ νίκης Καίσαρος· τότε δ’ ἤργησε τὰ Ῥωμαίων ὅπλα χρόνον οὐ πολύν· αἱ γὰρ ἀπὸ Καντάβρων ταραχαὶ

322

C

καὶ Γαλατίαι συρραγεῖσαι Γερμανοῖς, συνετάραξαν τὴν εἰρήνην. ἀλλὰ ταῦτα μὲν εὐτυχίας τῆς Νομᾶ προσ‐ ιστόρηται μαρτύρια. Τὴν δὲ Τύχην καὶ οἱ μετ’ ἐκεῖνον ἐθαύμασαν
5βασιλεῖς ὡς πρωτόπολιν καὶ τιθηνὸν καί ‘φερέπολιν‘ τῆς Ῥώμης ἀληθῶς κατὰ Πίνδαρον (fr. 39 [14]).
6
Ἔξεστι δ’ οὕτω θεωρεῖν. ἱερόν ἐστιν Ἀρετῆς ἐν Ῥώμῃ τιμώ‐ μενον, ὃ Οὐιρτοῦτις αὐτοὶ καλοῦσιν, ἀλλ’ ὀψὲ καὶ μετὰ πολλοὺς χρόνους ἱδρυθὲν ὑπὸ Μαρκέλλου τοῦ Συρακούσας ἑλόντος. ἔστι
10δὲ καὶ Γνώμης, ἢ νὴ Δία Εὐβουλίας νεώς, ἣν Μέντεμ καλοῦ‐ σιν, ἀλλὰ καὶ τοῦτο Σκαῦρος Αἰμίλιος περὶ τὰ Κιμβρικὰ τοῖς

322

D

χρόνοις γεγονὼς καθιέρωσεν, ἤδη τότε λόγων καὶ σοφισμάτων
καὶ στωμυλίας Ἑλληνικῆς εἰς τὴν πόλιν παρεισρυείσης. Σο‐ φίας δ’ ἔτι καὶ νῦν ἱερὸν οὐκ ἔχουσιν οὐδὲ Σωφροσύνης οὐδὲ Καρτερίας οὐδὲ Μεγαλοψυχίας· ἀλλὰ τά γε τῆς Τύχης ἱερὰ62
5πάμπολλα καὶ παλαιὰ καὶ λαμπρὰ τιμαῖς πᾶσιν ὡς ἔπος εἰπεῖν ἐνίδρυται καὶ καταμέμικται τοῖς ἐπιφανεστάτοις μέρεσι καὶ τόποις τῆς πόλεως. καὶ τὸ μὲν τῆς Ἀνδρείας Τύχης ἱερὸν ὑπὸ Μαρκίου Ἄγκου τοῦ τετάρτου βασιλέως ἱδρυθὲν καὶ ὀνο‐ μασθὲν οὕτως, ὅτι πλεῖστον ἡ ἀνδρεία τύχης εἰς τὸ νικᾶν
10μετέσχηκε, τὸ δὲ τῆς Γυναικείας αὖθις ὑπὸ τῶν γυναικῶν,

322

E

αἳ Μάρκιον Κοριόλανον ἀπέστρεψαν ἐπάγοντα τῇ Ῥώμη πο‐ λεμίους, καθοσιωθὲν οὐδεὶς ἀγνοεῖ.
2 Σέρβιος δὲ Τύλλιος, ἀνὴρ τῶν βασιλέων μάλιστα καὶ τὴν δύναμιν αὐξήσας τοῦ δήμου καὶ τὸ πολίτευμα κο‐
5σμήσας καὶ τάξιν μὲν ἐπιθεὶς ταῖς ψηφοφορίαις τάξιν δὲ ταῖς στρατείαις, τιμητὴς δὲ πρῶτος καὶ βίων ἐπίσκο‐ πος καὶ σωφρονιστὴς γενόμενος καὶ δοκῶν ἀνδρειότατος εἶναι καὶ φρονιμώτατος, αὐτὸς ἑαυτὸν εἰς τὴν Τύχην ἀνῆπτε καὶ ἀνεδεῖτο τὴν ἡγεμονίαν ἐξ ἐκείνης· ὥστε
10καὶ συνεῖναι δοκεῖν αὐτῷ τὴν Τύχην διά τινος θυρίδος καταβαίνουσαν εἰς τὸ δωμάτιον, ὃ νῦν Φενέστελλαν

322

F

πύλην καλοῦσιν. ἱδρύσατο δ’ οὖν Τύχης ἱερὸν ἐν μὲν Καπετωλίῳ τὸ τῆς Πριμιγενείας λεγομένης, ὃ πρωτο‐
γόνου τις ἂν ἑρμηνεύσειε· καὶ τὸ τῆς Ὀψεκουέντις, ἣν οἱ μὲν πειθήνιον οἱ δὲ μειλίχιον εἶναι νομίζουσι.63
5μᾶλλον δὲ τὰς Ῥωμαϊκὰς ἐάσας ὀνομασίας Ἑλληνιστὶ τὰς δυνάμεις τῶν ἱδρυμάτων πειράσομαι καταριθμή‐ σασθαι. καὶ γὰρ Ἰδίας Τύχης ἱερόν ἐστιν ἐν Παλατίῳ, καὶ τὸ τῆς Ἰξευτρίας, εἰ καὶ γελοῖον, ἀλλ’ ἔχον ἐκ μεταφορᾶς ἀναθεώρησιν, οἷον ἑλκούσης τὰ πόρρω καὶ
10κρατούσης συμπροσισχόμενα. παρὰ δὲ τὴν Μουσκῶσαν

323

A

καλουμένην κρήνην | ἔτι Παρθένου Τύχης ἱερόν ἐστιν, ἐν 〈δ’〉 Αἰσκυλίαις Ἐπιστρεφομένης· ἐν δὲ τῷ μακρῷ στενωπῷ Τύχης βωμὸς Εὐέλπιδος· ἔστι δὲ καὶ παρὰ τὸν τῆς Ἀφροδίτης Ἐπιταλαρίου βωμὸν Ἄρρενος Τύχης
5ἕδος. ἄλλαι τε μυρίαι Τύχης τιμαὶ καὶ ἐπικλήσεις, ὧν τὰς πλείστας Σερούιος κατέστησεν, εἰδὼς ὅτι ‘μεγάλη ῥοπὴ, μᾶλλον δ’ ὅλον ἡ Τύχη παρὰ πάντ’ ἐστὶ τὰ τῶν ἀνθρώπων πράγματα‘, καὶ μάλιστά γ’ αὐτοῦ δι’ εὐτυ‐ χίαν ἐξ αἰχμαλώτου καὶ πολεμίου γένους εἰς βασιλείαν
10προαχθέντος. τοῦ γὰρ Κορνικλάνων ἄστεος ἁλόντος ὑπὸ Ῥωμαίων Ὀκρησία παρθένος αἰχμάλωτος, ἧς οὔτε τὴν64

323

B

ὄψιν οὔτε τὸν τρόπον ἠμαύρωσεν ἡ τύχη, δοθεῖσα Τανα‐ κυλλίδι τῇ Ταρκυνίου γυναικὶ τοῦ βασιλέως ἐδούλευσε· καὶ πελάτης τις εἶχεν αὐτήν, οὓς κλιέντης Ῥωμαῖοι καλοῦσιν· ἐκ τούτων ἐγεγόνει Σερούιος. οἱ δ’ οὔ φασιν,
5ἀλλὰ παρθένον τὴν Ὀκρησίαν ἀπάργματα καὶ λοιβὴν ἑκάστοτε λαμβάνουσαν ἀπὸ τῆς βασιλικῆς τραπέζης ἐπὶ τὴν ἑστίαν κομίζειν· καί ποτε τυχεῖν μὲν αὐτήν, ὥσπερ εἰώθει, τῷ πυρὶ τὰς ἀπαρχὰς ἐπιβάλλουσαν, αἰφνίδιον δὲ τῆς φλογὸς μαρανθείσης μόριον ἀνδρὸς ἀνατεῖλαι γόνιμον
10ἐκ τῆς ἑστίας, καὶ τοῦτο τὴν κόρην τῇ Τανακυλλίδι

323

C

φράσαι μόνῃ περίφοβον γενομένην. τὴν δὲ συνετὴν οὖσαν καὶ φρενήρη κοσμῆσαί τε τὴν κόρην ὅσα νύμφαις πρέπει καὶ συγκαθεῖρξαι τῷ φάσματι, θεῖον ἡγουμένην. οἱ μὲν ἥρωος οἰκουροῦ λέγουσιν, οἱ δ’ Ἡφαίστου τὸν
5ἔρωτα τοῦτον γενέσθαι. τίκτεται δ’ οὖν Σερούιος, καὶ βρέφους ὄντος ἡ κεφαλὴ σέλας ἀστραπῇ παραπλήσιον ἀπήστραψεν. οἱ δὲ περὶ Ἀντίαν οὐχ οὕτω λέγουσιν, ἀλλὰ τυχεῖν μὲν τῷ Σερουίῳ τὴν γυναῖκα Γεγανίαν θνήσκουσαν, αὐτὸν δὲ τῆς μητρὸς παρούσης εἰς ὕπνον
10ἐκ δυσθυμίας καὶ λύπης ἀποκλιθῆναι· καὶ καθεύδοντος
αὐτοῦ ταῖς γυναιξὶν ὀφθῆναι τὸ πρόσωπον αὐγῇ πυρώδει65

323

D

περιλαμπόμενον· ὅπερ ἦν μαρτύριον αὐτῷ τῆς ἐκ πυρὸς γενέσεως, σημεῖον δὲ χρηστὸν ἐπὶ τὴν ἀπροσδόκητον ἡγεμονίαν, ἧς ἔτυχε μετὰ τὴν Ταρκυνίου τελευτήν, Τανακυλλίδος σπουδασάσης. ἐπεὶ πάντων γε τῶν βασι‐
5λέων πρὸς μοναρχίαν οὗτος ἀφυέστατος δοκεῖ γενέσθαι καὶ ἀπροθυμότατος, ὅς γε τὴν βασιλείαν ἀποθέσθαι διανοηθεὶς ἐκωλύθη· τελευτῶσα γὰρ ὡς ἔοικεν ἐξώρκωσε τοῦτον ἐμμεῖναι τῇ ἀρχῇ καὶ μὴ προέσθαι τὴν πάτριον Ῥωμαίων πολιτείαν. οὕτως ἡ Σερουίου βασιλεία παντά‐
10πασι τῆς Τύχης, ἣν ἔλαβέ τε μὴ προσδοκήσας καὶ μὴ βουλόμενος διεφύλαξεν.

323

E

Ἀλλ’ ἵνα μὴ δοκῶμεν ὥσπερ εἰς τόπον ἀμαυρὸν τὸν παλαιὸν χρόνον ἐκ τῶν λαμπρῶν καὶ ἐναργῶν τεκμηρίων φεύγειν καὶ ὑποχωρεῖν, φέρε τοὺς βασιλεῖς ἐάσαντες ἐπὶ τὰς γνωριμωτάτας πράξεις καὶ τοὺς ἐπι‐
5φανεστάτους πολέμους τὸν λόγον μεταγάγωμεν. οἷς πολ‐ λὴν τόλμαν καὶ ἀνδρείαν ‘αἰδῶ τε συνεργὸν ἀρετᾶς δοριμάχου‘, ὥς φησι Τιμόθεος (III 622 B. II 137 D.), τίς οὐκ ἂν ὁμολογήσειεν; ἡ δ’ εὔροια τῶν πραγμάτων καὶ τὸ ῥόθιον τῆς εἰς τοσαύτην δύναμιν καὶ αὔξησιν
10ὁρμῆς οὐ χερσὶν ἀνθρώπων οὐδὲ βουλαῖς προχωροῦσαν
ἡγεμονίαν, θείᾳ δὲ πομπῇ καὶ πνεύματι Τύχης ἐπιτα‐66

323

F

χυνομένην ἐπιδείκνυται τοῖς ὀρθῶς λογιζομένοις. τρό‐ παια τροπαίοις ἐπανίσταται καὶ θριάμβοι θριάμβοις ἀπαντῶσι καὶ τὸ πρῶτον αἷμα τῶν ὅπλων ἔτι θερμὸν ἀποκλύζεται τῷ δευτέρῳ καταλαμβανόμενον. τὰς δὲ
5νίκας ἀριθμοῦσιν οὐ νεκρῶν πλήθει καὶ λαφύρων, ἀλλὰ βασιλείαις αἰχμαλώτοις καὶ δεδουλωμένοις ἔθνεσι καὶ νήσοις καὶ ἠπείροις προσοριζομέναις τῷ μεγέθει τῆς ἡγεμονίας. μιᾷ μάχῃ Φίλιππος ἀπέβαλε Μακεδονίαν, μιᾷ πληγῇ παρεχώρησεν Ἀντίοχος Ἀσίας, ἅπαξ Καρχη‐

324

A

δόνιοι σφαλέντες ἀπώλεσαν Λιβύην. | εἷς ἀνὴρ μιᾶς ὁρμῇ στρατιᾶς Ἀρμενίαν προσεκτήσατο Πόντον Εὔξεινον Συρίαν Ἀραβίαν Ἀλβανοὺς Ἴβηρας τὰ μέχρι Καυκάσου καὶ Ὑρκανῶν· καὶ τρὶς αὐτὸν ὁ περιρρέων τὴν οἰκου‐
5μένην Ὠκεανὸς εἶδε νικῶντα. Νομάδας μὲν ἐν Λιβύῃ μέχρι τῶν μεσημβρινῶν ἀνέκοψεν ἠιόνων, Ἰβηρίαν δὲ Σερτωρίῳ συννοσήσασαν ἄχρι τῆς Ἀτλαντικῆς κατεστρέ‐ ψατο θαλάσσης· τοὺς δ’ Ἀλβανῶν βασιλεῖς διωκομένους περὶ τὸ Κάσπιον πέλαγος ἔστησε. ταῦτα πάντα κατώρ‐
10θωσε δημοσίᾳ τύχῃ χρώμενος, εἶθ’ ὑπὸ τῆς ἰδίας ἀνε‐

324

B

τράπη μοίρας. ὁ δὲ Ῥωμαίων μέγας δαίμων οὐκ ἐφήμερος πνεύσας οὐδὲ καιρὸν ἀκμάσας βραχὺν ὡς ὁ Μακεδ〈όν〉ων,
οὐδὲ χερσαῖος μόνον ὡς ὁ Λακώνων οὐδ’ ἐνάλιος ὡς ὁ Ἀθηναίων οὐδ’ ὀψὲ κινηθεὶς ὡς ὁ Περσῶν οὐδὲ ταχὺ67
5παυσάμενος ὡς ὁ † Κολοφωνίων, ἀλλ’ ἄνωθεν ἐκ πρώ‐ των γενέσεων τῇ πόλει συνηβήσας καὶ συναυξηθεὶς καὶ συμπολιτευσάμενος καὶ παραμείνας βέβαιος ἐν γῇ καὶ θαλάσσῃ καὶ πολέμοις καὶ εἰρήνῃ καὶ πρὸς βαρβάρους καὶ πρὸς Ἕλληνας. οὗτος Ἀννίβαν τὸν Καρχηδόνιον,
10φθόνῳ καὶ ταῖς πολιτικαῖς ἔχθραις μηδενὸς οἴκοθεν

324

C

ἐπιρρέοντος ὥσπερ χείμαρρον ἐξέχεε καὶ κατανάλωσε περὶ τὴν Ἰταλίαν. οὗτος τὸ Κίμβρων καὶ τὸ Τευτόνων στράτευμα μεγάλοις διαστήμασι τόπων καὶ χρόνων ἐχώ‐ ρισε καὶ διέσπασεν, ἵν’ ἀρκέσῃ Μάριος ἑκατέροις ἀνὰ
5μέρος μαχόμενος, καὶ μὴ συμπεσοῦσαι τριάκοντα μυ‐ ριάδες ἀνδρῶν ἀηττήτων καὶ ἀμάχων ὅπλων ὁμοῦ κατακλύσωσι τὴν Ἰταλίαν. διὰ τοῦτον Ἀντίοχος μὲν ἠσχολεῖτο, πολεμουμένου Φιλίππου, Φίλιππος δέ, κιν‐ δυνεύοντος Ἀντιόχου, προηττημένος ἔπτηττε· Μιθριδά‐
10την δέ, τοῦ Μαρσικοῦ πολέμου τὴν Ῥώμην ἐπιφλέ‐ γοντος, οἱ Σαρματικοὶ καὶ Βασταρνικοὶ πόλεμοι κατεῖ‐

324

D

χον· Τιγράνην δὲ Μιθριδάτου λαμπροῦ μὲν ὄντος ὑπόνοια καὶ φθόνος ἐχώριζεν, ἡττωμένῳ δ’ ἀνέμιξεν ἑαυτὸν συναπολέσθαι. Τί δέ; οὐχὶ καὶ περὶ τὰς μεγίστας συμφορὰς68
5ὤρθου τὴν πόλιν ἡ Τύχη; Κελτῶν μὲν περὶ τὸ Καπε‐ τώλιον στρατοπεδευόντων καὶ πολιορκούντων τὴν ἀκρό‐ πολιν,
7
‘νοῦσον ἀνὰ στρατὸν ὦρσε κακήν, ὀλέκοντο δὲ
λαοί·‘ (Hom. Α 10)
9
10τὴν δὲ νυκτερινὴν ἔφοδον αὐτῶν, λεληθότων πάντας ἀνθρώπους, ἡ Τύχη καὶ ταὐτόματον ἔκπυστον ἐποίησε γενέσθαι. περὶ ἧς κἀν βραχεῖ πλείω διελθεῖν ἴσως οὐκ ἄκαιρόν ἐστι. μετὰ τὴν ἐπ’ Ἀλλίᾳ ποταμῷ Ῥωμαίων

324

E

μεγάλην ἧτταν οἱ μὲν εἰς Ῥώμην κατάραντες ἀπὸ τῆς φυγῆς ταραχῆς συναναπλήσαντες τὸν δῆμον ἐξεπτόησαν καὶ διεσκέδασαν, ὀλίγων εἰς τὸ Καπετώλιον ἀνασκευα‐ σαμένων καὶ διακαρτερούντων. οἱ δ’ εὐθὺς ἀπὸ τῆς
5τροπῆς εἰς Βηίους συναθροισθέντες ᾑροῦντο δικτάτωρα Φούριον Κάμιλλον, ὃν εὐτυχῶν μὲν καὶ ὑψαυχενῶν ὁ δῆμος ἀπεσείσατο καὶ κατέβαλε, δίκῃ περιπεσόντα δημο‐ σίων κλοπῶν, πτήξας δὲ καὶ ταπεινωθεὶς ἀνεκαλεῖτο μετὰ τὴν ἧτταν, ἐγχειρίζων καὶ παραδιδοὺς ἀνυπεύθυνον
10ἡγεμονίαν. ἵν’ οὖν μὴ καιρῷ δοκῇ νόμῳ δὲ λαμβάνειν
ὁ ἀνήρ, μηδ’, ὡς ἀπεγνωκὼς τὴν πόλιν, ὅπλοις ἀρχαιρε‐69

324

F

σιάζηται στρατοῦ σποράδος καὶ πλάνητος, ἔδει τοὺς ἐν Καπετωλίῳ βουλευτὰς ἐπιψηφίσασθαι τὴν τῶν στρατιω‐ τῶν γνώμην μαθόντας. ἦν οὖν Γάιος Πόντιος ἀνὴρ ἀγαθός, 〈ὃσ〉 [καὶ] τῶν δεδογμένων αὐτάγγελος ὑπο‐
5στὰς ἔσεσθαι τοῖς ἐν Καπετωλίῳ μέγαν ἀνεδέξατο κίνδυνον· ἡ γὰρ ὁδὸς ἦν διὰ τῶν πολεμίων κύκλῳ φυλα‐ καῖς καὶ χάραξι τὴν ἄκραν περιεχόντων. ὡς οὖν ἐπὶ τὸν ποταμὸν ἦλθε νύκτωρ, φελλοὺς πλατεῖς ὑποστερνισά‐

325

A

μενος | καὶ τὸ σῶμα τῇ κουφότητι τοῦ ὀχήματος παρα‐ θέμενος ἀφῆκε τῷ ῥόῳ· τυχὼν δὲ πράου καὶ σχολαίως ὑποφέροντος ἥψατο τῆς ἀντιπέρας ὄχθης ἀσφαλῶς, καὶ ἀποβὰς ἐχώρει πρὸς τὸ τῶν φώτων διάκενον, τῷ τε
5σκότει καὶ τῇ σιωπῇ τὴν ἐρημίαν τεκμαιρόμενος· ἐμφὺς δὲ τῷ κρημνῷ, καὶ ταῖς δεχομέναις τὴν ἐπίβασιν καὶ παρεχούσαις ἀντίληψιν ἐγκλίσεσι καὶ περιαγωγαῖς καὶ τραχύτησι τῆς πέτρας παραδοὺς ἑαυτὸν καὶ ἐπερεισά‐ μενος ἐξίκετο πρὸς τὸ [ἀντι]πέρας καὶ ἀναληφθεὶς
10ὑπὸ τῶν προφυλάκων ἐδήλωσε τοῖς ἔσω τὰ δεδογμένα·

325

B

καὶ λαβὼν τὸ ψήφισμα πάλιν ᾤχετο πρὸς τὸν Κάμιλλον. ἡμέρας δὲ τῶν βαρβάρων τις ἄλλως τὸν τόπον περιιὼν
ὡς εἶδε τοῦτο μὲν ἴχνη ποδῶν ἀκρώνυχα καὶ περιολισθή‐ σεις, τοῦτο δ’ ἀποτριβὰς καὶ περικλάσεις τῆς ἐπιβλαστα‐70
5νούσης τοῖς γεώδεσι πόας ὁλκούς τε σώματος πλαγίους καὶ ἐπερείσεις, ἔφραζε τοῖς ἄλλοις. οἱ δὲ δείκνυσθαι τὴν ὁδὸν αὑτοῖς ὑπὸ τῶν πολεμίων νομίζοντες ἐπεχεί‐ ρουν ἁμιλλᾶσθαι, καὶ τῆς νυκτὸς τὸ ἠρεμώτατον δια‐ φυλάξαντες ἀνέβησαν λαθόντες οὐ μόνον τοὺς φύλακας,
10ἀλλὰ καὶ τοὺς συνεργοὺς καὶ [τοὺς] προκοίτους τῆς φρουρᾶς κύνας ὕπνῳ κρατηθέντας. οὐ μὴν ἠπόρησεν ἡ

325

C

τῆς Ῥώμης Τύχη φωνῆς κακὸν τοσοῦτο μηνῦσαι καὶ φράσαι δυναμένης. χῆνες ἱεροὶ περὶ τὸν νεὼν τῆς Ἥρας ἐτρέφοντο θεραπεύοντες τὴν θεόν. φύσει μὲν οὖν τὸ ζῷον εὐθορύβητόν ἐστι καὶ ψοφοδεές· τότε δέ, συντόνου
5περὶ τοὺς ἔνδον οὔσης ἀπορίας ἀμελουμένων αὐτῶν, λεπτὸς ἦν καὶ λιμώδης ὁ ὕπνος, ὡστ’ εὐθὺς ᾔσθοντο τῶν πολεμίων ὑπερφανέντων τῆς στεφάνης καὶ κατα‐ βοῶντες ἰταμῶς προσεφέροντο, καὶ τῇ τῶν ὅπλων ὄψει μᾶλλον ἐκταραττόμενοι κλαγγῆς διατόρου καὶ τραχείας
10ἐνεπεπλήκεσαν τὸν τόπον· ὑφ’ ἧς ἀναστάντες οἱ Ῥω‐

325

D

μαῖοι καὶ συμφρονήσαντες τὸ γενόμενον ἐώσαντο καὶ
κατεκρήμνισαν τοὺς πολεμίους. πομπεύει δὲ μέχρι νῦν ἐπὶ μνήμῃ τῶν τότε συμπτωμάτων κύων μὲν ἀνεσταυρω‐ μένος, χὴν δὲ μάλα σεμνῶς ἐπὶ στρωμνῆς πολυτελοῦς71
5καὶ φορείου καθήμενος. ἡ δ’ ὄψις ἐπιδείκνυται Τύχης ἰσχὺν καὶ πρὸς ἅπαν εὐπορίαν ἐκ τῶν παραλόγων, ὅταν τι πραγματεύηται καὶ στρατηγῇ, νοῦν μὲν ἀλόγοις καὶ ἄφροσιν ἀλκὴν δὲ καὶ θράσος δειλοῖς ἐντιθείσης. τίς γὰρ οὐκ ἂν ὡς ἀληθῶς ἐκπλαγείη καὶ θαυμάσειεν,
10θεατὴς γενόμενος καὶ λογισμῷ τινι τὴν τότε κατήφειαν καὶ τὴν νῦν ὑπάρχουσαν εὐδαιμονίαν τῆς πόλεως περι‐

325

E

λαβὼν καὶ ἀποβλέψας ναῶν λαμπρότητα καὶ πλοῦτον ἀναθημάτων καὶ τεχνῶν ἁμίλλας καὶ φιλοτιμίας πόλεων καὶ στεφάνους βασιλέων, καὶ ὅσα γῆ φέρει καὶ θάλασσα καὶ νῆσοι καὶ ἤπειροι καὶ ποταμοὶ καὶ δένδρα καὶ ζῷα
5καὶ πεδία καὶ ὄρη καὶ μέταλλα, πάντων ἀπαρχὰς ἐρι‐ ζούσας εἰς κάλλος ὄψει καὶ χάριτι κοσμούσῃ τὸν τόπον, ὡς ταῦτα παρὰ μικρὸν ἦλθε μὴ γενέσθαι μηδ’ εἶναι, πυρὶ δὲ καὶ σκότει φοβερῷ καὶ ὄρφνῃ καὶ ξίφεσι βαρ‐ βάροις καὶ μιαιφόνοις θυμοῖς κρατουμένων πάντων,
10εὐτελῆ καὶ ἄλογα καὶ ἄτολμα θρέμματα σωτηρίας

325

F

ἀρχὴν παρέσχε, καὶ τοὺς μεγάλους ἐκείνους ἀριστεῖς καὶ ἡγεμόνας Μαλλίους καὶ Σερου〈ιλ〉ίους καὶ Ποστουμίους καὶ Παπιρίους τῶν αὖθις οἴκων γενάρχας, παρ’ οὐδὲν ἥκοντας ἀπολέσθαι, χῆνες ἀνέστησαν ὑπὲρ τοῦ πατρίου
5θεοῦ καὶ τῆς πατρίδος ἀμύνεσθαι; εἰ δέ, ὅπερ Πολύβιος
ἐν τῇ δευτέρᾳ βίβλῳ (II 18, 22) περὶ τῶν τότε τὴν Ῥωμαίων πόλιν καταλαβόντων ἱστόρηκε Κελτῶν, ἀληθές ἐστιν ὅτι προσπεσούσης αὐτοῖς ἀγγελίας φθείρεσθαι τὰ οἴκοι, τῶν προσοίκων βαρβάρων ἐμβεβληκότων εἰς τὴν72
10χώραν καὶ κρατούντων, ἀνεχώρησαν εἰρήνην θέμενοι

326

A

πρὸς τὸν Κάμιλλον, | οὐδ’ ἀμφισβήτησις ἔστι πρὸς τὴν Τύχην, ὡς οὐχὶ τῆς σωτηρίας αἰτία κατέστη περι‐ σπάσασα τοὺς πολεμίους, μᾶλλον δ’ ἀποσπάσασα τῆς Ῥώμης ἀπροσδοκήτως.
5 Ἀλλὰ τί δεῖ περὶ ταῦτα διατρίβειν, ἃ σαφὲς οὐδὲν οὐδ’ ὡρισμένον ἔχει τῷ καὶ τὰ γράμματα διαφθα‐ ρῆναι τῶν Ῥωμαίων καὶ συγχυθῆναι τοὺς ὑπ’ αὐτῶν ὑπομνηματισμούς, ὡς Λίβιος (VI 1) ἱστόρηκε; τὰ γὰρ ὕστερον μᾶλλον ὄντα δῆλα καὶ καταφανῆ δεικνύει τὴν
10τῆς Τύχης εὐμένειαν. ἐγὼ δὲ 〈ταύτησ〉 τίθεμαι καὶ τὴν Ἀλεξάνδρου τελευτήν, ἀνδρὸς εὐτυχήμασι μεγάλοις καὶ κατορθώμασι λαμπροῖς ὑπὸ θάρσους ἀμάχου καὶ

326

B

φρονήματος ὥσπερ ἄστρου φερομένου [καὶ] διᾴττοντος ἐπὶ δυσμὰς ἐξ ἀνατολῶν καὶ βάλλοντος ἤδη τὰς τῶν ὅπλων αὐγὰς εἰς τὴν Ἰταλίαν· ὡς πρόφασις μὲν ἦν αὐτῷ τῆς στρατείας ὁ Μολοττὸς Ἀλέξανδρος ὑπὸ Βρετ‐
5τίων καὶ Λευκανῶν περὶ Πανδοσίαν κατακεκομμένος,
ὁ δ’ ἄγων αὐτὸν ὡς ἀληθῶς ἐπὶ πάντας ἀνθρώπους δόξης ἔρως καὶ ἡγεμονίας ζῆλον ἔσχε καὶ ἅμιλλαν ὑπερβαλέσθαι τὰ Διονύσου καὶ Ἡρακλέους πέρατα τῇ στρατηλασίᾳ, τῆς δ’ Ἰταλίας ἐπυνθάνετο τὴν ἐν Ῥώμῃ73
10δύναμιν καὶ ἀλκὴν ὥσπερ στόμωμα προτεταγμένην,

326

C

ὄνομα γὰρ καὶ δόξα τούτων ἐπιφανεστάτη διεπέμπετο πρὸς αὐτὸν ὥσπερ ἀθλητῶν μυρίοις ἐγγεγυμνασμένων πολέμοις,
3 ‘οὐ γὰρ ἀναιμωτί γε διακρινθήμεναι οἴω,‘ (Od. ς 149)
4
5συμπεσόντων ὅπλοις ἀνικήτοις φρονημάτων ἀδουλώ‐ των. πλῆθος μὲν γὰρ ἦσαν οὗτοι τρισκαίδεκα μυριά‐ δων οὐκ ἐλάττους, πολεμικοὶ δὲ καὶ ἀνδρώδεις ἅπαντες,
7
‘ἐπιστάμενοι μὲν ἀφ’ ἵππων
8
ἀνδράσι μάρνασθαι καὶ ὅθι χρὴ πεζὸν ἐόντα.‘ (Od. ι 49) ****74