TLG 0007 084 :: PLUTARCHUS :: Aetia Romana et Graeca (263d–304f)

PLUTARCHUS Biogr. Phil.
(Chaeronensis: A.D. 1–2)

Aetia Romana et Graeca (263d–304f)

Source: Titchener, J.B. (ed.), Plutarchi moralia, vol. 2.1. Leipzig: Teubner, 1935 (repr. 1971): 273–366.

= Quaestiones Romanae et Graecae

Citation: Stephanus page — section — (line)

263

D

(t)

ΑΙΤΙΑ ΡΩΜΑΙΚΑ
1‘Διὰ τί τὴν γαμουμένην ἅπτεσθαι πυρὸς καὶ

263

E

ὕδατος κελεύουσι;‘ πότερον τούτων ὡς ἐν στοιχείοις καὶ ἀρχαῖς τὸ μὲν ἄρρεν ἐστὶ τὸ δὲ θῆλυ, καὶ τὸ μὲν ἀρχὰς κινήσεως ἐνίησι τὸ δ’ ὑποκειμένου καὶ ὕλης
δύναμιν· ἢ διότι τὸ πῦρ καθαίρει καὶ τὸ ὕδωρ ἁγνίζει,273
5δεῖ δὲ καθαρὰν καὶ ἁγνὴν διαμένειν τὴν γαμηθεῖσαν; ἢ ὅτι, καθάπερ τὸ πῦρ χωρὶς ὑγρότητος ἄτροφόν ἐστι καὶ ξηρὸν τὸ δὲ ὕδωρ ἄνευ θερμότητος ἄγονον καὶ ἀργόν, οὕτω καὶ τὸ ἄρρεν ἀδρανὲς καὶ τὸ θῆλυ χωρὶς ἀλλήλων, ἡ δὲ σύνοδος ἀμφοῖν ἐπιτελεῖ τοῖς γήμασι τὴν συμβίω‐
10σιν, ἣν οὐκ ἀπολειπτέον καὶ κοινωνητέον ἁπάσης τύχης,

263

F

κἂν ἄλλου μηδενὸς ἢ πυρὸς καὶ ὕδατος μέλλωσι κοινω‐ νεῖν ἀλλήλοις; ‘Διὰ τί οὐ πλείονας οὐδ’ ἐλάττονας ἀλλὰ πέντε λαμπάδας ἅπτουσιν ἐν τοῖς γάμοις, ἃς κηρίωνας ὀνο‐
5μάζουσιν;‘ πότερον, ὡς Βάρρων ἔλεγεν, ὅτι τῶν στρατη‐ γῶν τρισὶ χρωμένων, † σὺν τοῖς ἀγορανόμοις πλείονας, παρὰ δὲ τῶν ἀγορανόμων ἅπτουσι τὸ πῦρ οἱ γαμοῦντες;

264

A

ἢ διότι πλείοσι χρωμένων ἀριθμοῖς | πρός τε τὰ ἄλλα βελτίων καὶ τελειότερος ὁ περιττὸς ἐνομίζετο καὶ πρὸς γάμον ἁρμοδιώτερος; ὁ γὰρ ἄρτιος διάστασίν τε δέχεται
καὶ τὸ ἴσον αὐτοῦ μάχιμόν ἐστι καὶ ἀντίπαλον, ὁ δὲ274
5περιττὸς οὐ δύναται διασχισθῆναι παντάπασιν, ἀλλ’ ὑπο‐ λείπει τι κοινὸν ἀεὶ μεριζόμενος. τοῦ δὲ περιττοῦ μάλιστα γαμήλιος ἡ πεντάς ἐστι· τὰ γὰρ τρία πρῶτος περιττὸς καὶ τὰ δύο πρῶτος ἄρτιος· ἐκ δὲ τούτων ὥσπερ ἄρρενος καὶ θήλεος ἡ πεντὰς μέμικται. ἢ μᾶλλον, ἐπεὶ τὸ φῶς

264

B

γενέσεώς ἐστι σημεῖον, γυνὴ δ’ ἄχρι πέντε τίκτειν ὁμοῦ τὰ πλεῖστα πέφυκε, τοσαύταις χρῶνται λαμπάσιν; ἢ ὅτι πέντε δεῖσθαι θεῶν τοὺς γαμοῦντας οἴονται, Διὸς τελείου καὶ Ἥρας τελείας καὶ Ἀφροδίτης καὶ Πειθοῦς,
5ἐπὶ πᾶσι δ’ Ἀρτέμιδος, ἣν ταῖς λοχείαις καὶ ταῖς ὠδῖσιν αἱ γυναῖκες ἐπικαλοῦνται;

264

C

‘Διὰ τί, πολλῶν ὄντων ἐν Ῥώμῃ ναῶν Ἀρτέμιδος, εἰς μόνον τὸν ἐν τῷ καλουμένῳ Πατρικίῳ στενωπῷ ἄνδρες οὐκ εἰσίασιν;‘ ἦ διὰ τὸν λεγόμενον μῦθον; γυναῖκα γὰρ αὐτόθι τὴν θεὸν σεβομένην βιαζόμενός τις ὑπὸ τῶν
5κυνῶν διεσπάσθη, καὶ ἀπὸ τούτου δεισιδαιμονίας γενο‐ μένης ἄνδρες οὐκ εἰσίασι. ‘Διὰ τί τοῖς ἄλλοις Ἀρτεμισίοις ἐπιεικῶς ἐλάφων κέρατα προσπατταλεύουσι, τῷ δ’ ἐν Ἀβεντίνῳ βοῶν;‘ ἦ τοῦ παλαιοῦ συμπτώματος ἀπομνημονεύοντες; λέγεται
10γὰρ ἐν Σαβίνοις Ἄντρωνι Κορατίῳ βοῦς ἐκπρεπὴς ὄψει καὶ μεγέθει διαφέρουσα τῶν ἄλλων γενέσθαι· μάντεως δέ τινος αὐτῷ φράσαντος, ὅτι τοῦ καθιερεύσαντος Ἀρτέ‐ μιδι τὴν βοῦν ἐκείνην ἐν Ἀβεντίνῳ πέπρωται μεγίστην γενέσθαι καὶ βασιλεῦσαι τῆς Ἰταλίας ἁπάσης τὴν πόλιν,

264

D

ἐλθεῖν μὲν εἰς Ῥώμην τὸν ἄνθρωπον ὡς θύσοντα τὴν βοῦν· οἰκέτου δὲ κρύφα τῷ βασιλεῖ Σερουίῳ τὸ μάντευμα φράσαντος ἐκείνου δὲ Κορνηλίῳ τῷ ἱερεῖ, προστάξαι
τὸν Κορνήλιον τῷ Ἄντρωνι λούσασθαι πρὸ τῆς θυσίας275
5ἀπὸ τοῦ Θύμβρεως· νενομίσθαι γὰρ οὕτω τοὺς καλλιε‐ ροῦντας. ἐκεῖνον μὲν οὖν ἀπελθόντα λούεσθαι, τὸν δὲ Σερούιον φθάσαντα θῦσαι τῇ θεῷ τὴν βοῦν καὶ τῷ ἱερῷ τὰ κέρατα προσπατταλεῦσαι. ταῦτα καὶ Ἰόβας (FHG III p. 470) ἱστόρηκε καὶ Βάρρων (Antiqu. 6
10Merkel), πλὴν ὅτι τοὔνομα τοῦ Ἄντρωνος Βάρρων οὐ γέγραφεν, οὐδ’ ὑπὸ Κορνηλίου φησὶ τοῦ ἱερέως ἀλλ’ ὑπὸ τοῦ νεωκόρου παρακρουσθῆναι τὸν Σαβῖνον. ‘Διὰ τί τοὺς τεθνάναι φημισθέντας ἐπὶ ξένης

264

E

ψευδῶς, κἂν ἐπανέλθωσιν, οὐ δέχονται κατὰ θύρας, ἀλλὰ τῷ κεράμῳ προσβαίνοντες εἴσω καθιμῶσιν αὐ‐ τούς;‘ ὁ μὲν γὰρ Βάρρων αἰτίαν μυθικὴν ὅλως ἀπο‐ δίδωσι. φησὶ γὰρ ἐν τῷ περὶ Σικελίαν πολέμῳ ναυμα‐
5χίας μεγάλης γενομένης καὶ κατὰ πολλῶν φήμης οὐκ ἀληθοῦς ὡς ἀπολωλότων ῥυείσης ἐπανελθόντας αὐτοὺς ὀλίγῳ χρόνῳ πάντας τελευτῆσαι, ἑνὶ δ’ εἰσιόντι τὰς θύρας ἀπαντῆσαι κλειομένας ἀπ’ αὐτομάτου καὶ μὴ χαλᾶν ἐπιχειρούντων ἀνοίγειν. τὸν δ’ ἄνθρωπον αὐτοῦ

264

F

καταδαρθόντα πρὸ τῶν θυρῶν ἰδεῖν κατὰ τοὺς ὕπνους ὄψιν ὑφηγουμένην αὐτῷ τὴν ὑπὲρ τὸ τέγος εἰς τὴν οἰκίαν καθίμησιν· ποιήσαντα δ’ οὕτως εὐτυχῆ γενέσθαι καὶ γηραιόν· ἐκ δὲ τούτου τὸ ἔθος καταστῆναι τοῖς
5ὕστερον. ὅρα δὲ μὴ καὶ ταῦτα τρόπον τινὰ τοῖς Ἑλληνι‐ κοῖς ἔοικεν· οὐ γὰρ ἐνόμιζον ἁγνοὺς οὐδὲ κατεμίγνυσαν· ἑαυτοῖς οὐδ’ εἴων ἱεροῖς πλησιάζειν, οἷς ἐκφορὰ γεγόνοι καὶ τάφος ὡς τεθνηκόσι. λέγεται δέ τινα τῶν ἐνόχων ταύτῃ τῇ δεισιδαιμονίᾳ γεγονότων Ἀριστῖνον εἰς Δελ‐
10φοὺς ἀποστείλαντα δεῖσθαι τοῦ θεοῦ καὶ παραιτεῖσθαι τὰς παρούσας αὐτῷ διὰ τὸν νόμον ἀπορίας· τὴν δὲ Πυθίαν ἀνειπεῖν |276
12

265

A

‘ὅσσαπερ ἐν λεχέεσσι γυνὴ τίκτουσα τελεῖται, ταῦτα πάλιν τελέσαντα θύειν μακάρεσσι θεοῖσι.‘
2 τὸν οὖν Ἀριστῖνον συμφρονήσαντα παρασχεῖν ἑαυτὸν ὥσπερ ἐξ ἀρχῆς τικτόμενον ταῖς γυναιξὶν ἀπολοῦσαι
5καὶ σπαργανῶσαι καὶ θηλὴν ἐπισχεῖν, οὕτω τε δρᾶν καὶ τοὺς ἄλλους ἅπαντας, ὑστεροπότμους προσαγορευομένους. ἔνιοι δὲ καὶ πρὸ τοῦ Ἀριστίνου ταῦτα γενέσθαι περὶ τοὺς ὑστεροπότμους καὶ τὸ ἔθος εἶναι παλαιόν. οὐδὲν οὖν θαυμαστόν, εἰ καὶ Ῥωμαῖοι τοῖς δοκοῦσιν ἅπαξ τεθάφθαι
10καὶ γεγονέναι τῆς τῶν φθιτῶν μερίδος οὐκ ᾤοντο δεῖν παριέναι τὴν αὔλειον, ᾗ θύσοντες ἐξίασι καὶ θύσαντες

265

B

εἰσίασιν, ἀλλ’ ἄνωθεν ἐκέλευον εἰς τὰ ὕπαιθρα καταβαί‐ νειν ἐκ τοῦ περιέχοντος· καὶ γὰρ τοὺς καθαρμοὺς ἐπιει‐ κῶς πάντας ἐν ὑπαίθρῳ τελοῦσι. ‘Διὰ τί τοὺς συγγενεῖς τῷ στόματι φιλοῦσιν αἱ
5γυναῖκες;‘ πότερον, ὡς οἱ πλεῖστοι νομίζουσιν, ἀπειρημέ‐ νον ἦν πίνειν οἶνον ταῖς γυναιξίν· ὅπως οὖν αἱ πιοῦσαι μὴ λανθάνωσιν ἀλλ’ ἐλέγχωνται περιτυγχάνουσαι τοῖς οἰκείοις, ἐνομίσθη καταφιλεῖν; ἢ δι’ ἣν Ἀριστοτέλης (fr. 609) ὁ φιλόσοφος αἰτίαν ἱστόρηκε; τὸ γὰρ πολυ‐

265

C

θρύλλητον ἐκεῖνο καὶ πολλαχοῦ γενέσθαι λεγόμενον ὡς ἔοικεν ἐτολμήθη καὶ ταῖς Τρῳάσι περὶ τὴν Ἰταλίαν. τῶν γὰρ ἀνδρῶν, ὡς προσέπλευσαν, ἀποβάντων ἐνέπρη‐ σαν τὰ πλοῖα, πάντως ἀπαλλαγῆναι τῆς πλάνης δεόμεναι
5καὶ τῆς θαλάττης· φοβηθεῖσαι δὲ τοὺς ἄνδρας ἠσπάζοντο τῶν συγγενῶν καὶ οἰκείων μετὰ τοῦ καταφιλεῖν καὶ περιπλέκεσθαι τοὺς προστυγχάνοντας. παυσαμένων δὲ τῆς ὀργῆς καὶ διαλλαγέντων ἐχρῶντο καὶ τὸ λοιπὸν277

265

D

ταύτῃ τῇ φιλοφροσύνῃ πρὸς αὐτούς. ἢ μᾶλλον ἐδόθη τοῦτο ταῖς γυναιξὶν ὡς τιμὴν ἅμα καὶ δύναμιν αὐταῖς φέρον, εἰ φαίνοιντο πολλοὺς καὶ ἀγαθοὺς ἔχουσαι συγ‐ γενεῖς καὶ οἰκείους; ἤ, μὴ νενομισμένου συγγενίδας
5γαμεῖν, ἄχρι φιλήματος ἡ φιλοφροσύνη προῆλθεν καὶ τοῦτο μόνον ἀπελείφθη σύμβολον καὶ κοινώνημα τῆς συγγενείας; πρότερον γὰρ οὐκ ἐγάμουν τὰς ἀφ’ αἵματος, ὥσπερ οὐδὲ νῦν τιτθίδας οὐδ’ ἀδελφὰς γαμοῦσιν, ἀλλ’ ὀψὲ συνεχώρησαν ἀνεψιαῖς συνοικεῖν ἐκ τοιαύτης αἰτίας·
10ἀνὴρ χρημάτων ἐνδεὴς τὰ δ’ ἄλλα χρηστὸς καὶ παρ’ ὁντινοῦν τῷ δήμῳ τῶν πολιτευομένων ἀρέσκων ἐπίκλη‐

265

E

ρον ἀνεψιὰν ἔχειν ἔδοξε καὶ πλουτεῖν ἀπ’ αὐτῆς· ἐπὶ τούτῳ δὲ γενομένης αὐτοῦ κατηγορίας ὁ δῆμος ἀφεὶς τὴν αἰτίαν ἐλέγχειν ἔλυσε τὸ ἔγκλημα, ψηφισάμενος πᾶσιν ἐξεῖναι γαμεῖν ἄχρις ἀνεψιῶν, τὰ δ’ ἀνωτέρω
5κεκωλῦσθαι. ‘Διὰ τί δὲ δῶρον λαβεῖν ἀνδρὶ παρὰ γυναικὸς καὶ γυναικὶ παρ’ ἀνδρὸς ἀπείρηται;‘ πότερον, ὡς Σόλων γράψας τὰς δόσεις κυρίας εἶναι τῶν τελευτώντων, πλὴν εἰ μή τις ἀνάγκῃ συνεχόμενος ἢ γυναικὶ πειθόμενος τὴν

265

F

μὲν ἀνάγκην ὡς βιαζομένην ὑπεξείλετο, τὴν δ’ ἡδονὴν ὡς παραλογιζομένην, οὕτως ὑπενοήθησαν αἱ γυναικῶν καὶ ἀνδρῶν δόσεις; ἢ φαυλότατον ἡγούμενοι σημεῖον εὐνοίας τὸ διδόναι (διδόασι γὰρ καὶ ἀλλότριοι καὶ μὴ
5φιλοῦντες) ἐκ τοῦ γάμου τὴν τοιαύτην ἀρέσκειαν ἀνεῖ‐ λον, ὅπως ἄμισθον ᾖ καὶ προῖκα καὶ δι’ αὑτὸ μὴ δι’ ἄλλο τὸ φιλεῖσθαι καὶ φιλεῖν; ἤ, ὅτι τῷ λαμβάνειν διαφθει‐ ρόμεναι μάλιστα προσίενται τοὺς ἀλλοτρίους, σεμνὸν ἐφάνη τὸ μὴ διδόντας ἀγαπᾶν τοὺς ἰδίους; ἢ μᾶλλον278
10ὅτι δεῖ κοινὰ καὶ γυναιξὶν εἶναι τὰ ἀνδρῶν καὶ ἀνδράσι

266

A

τὰ γυναικῶν; | μανθάνει γὰρ ὁ λαβὼν τὸ δοθὲν ἀλλότριον ἡγεῖσθαι τὸ μὴ δοθέν, ὥστ’ ὀλίγον διδόντες ἀλλήλοις τὸ πᾶν ἀφαιροῦνται. ‘Διὰ τί δὲ παρὰ γαμβροῦ καὶ παρὰ πενθεροῦ
5λαβεῖν ἐκείνοις κεκώλυται δῶρον;‘ ἦ παρὰ γαμβροῦ μέν, ἵνα μὴ δόξῃ διὰ τοῦ πατρὸς εἰς τὴν γυναῖκα περιχωρεῖν τὸ δῶρον· παρὰ πενθεροῦ δέ, ὅτι τὸν μὴ διδόντα δίκαιον ἐφάνη μηδὲ λαμβάνειν;

266

B

‘Διὰ τί, κἂν ἐξ ἀγροῦ κἂν ἀπὸ ξένης ἐπανίωσιν, ἔχοντες οἴκοι γυναῖκας προπέμπουσι δηλοῦντες αὐταῖς ὅτι παραγίνονται;‘ πότερον ὅτι τοῦτο πιστεύοντός ἐστι τὴν γυναῖκα μηδὲν ῥᾳδιουργεῖν, τὸ δ’ ἐξαίφνης καὶ ἀπροσ‐
5δοκήτως οἷον ἐνέδρα καὶ παρατήρησις; ἢ σπεύδουσιν ὡς ποθούσαις καὶ προσδεχομέναις εὐαγγελίζεσθαι περὶ αὑτῶν; ἢ μᾶλλον αὐτοὶ περὶ ἐκείνων πυθέσθαι ποθοῦ‐ σιν, εἰ σῳζομένας καὶ ποθούσας ἐπὶ τῆς οἰκίας κατα‐ λαμβάνουσιν; ἢ πλείονες ταῖς γυναιξὶν οἰκονομίαι καὶ
10ἀσχολίαι τῶν ἀνδρῶν ἀπόντων τυγχάνουσι καὶ διαφο‐ ραὶ καὶ ὁρμαὶ πρὸς τοὺς ἔνδον· ἵν’ οὖν ἀπαλλαγεῖσα τούτων ἀθόρυβον τῷ ἀνδρὶ παρέχῃ τὴν ὑποδοχὴν καὶ ἡδεῖαν, ἡ προδήλωσις γίνεται;

266

C

‘Διὰ τί τοὺς θεοὺς προσκυνοῦντες ἐπικαλύπτονται τὴν κεφαλήν, τῶν δ’ ἀνθρώπων τοῖς ἀξίοις τιμῆς ἀπαν‐
τῶντες, κἂν τύχωσιν ἐπὶ τῆς κεφαλῆς ἔχοντες τὸ ἱμά‐ τιον, ἀποκαλύπτονται;‘ τοῦτο γὰρ ἔοικε κἀκείνην ἐπιτεί‐279
5νειν τὴν ἀπορίαν. εἰ μὲν οὖν ὁ περὶ Αἰνείου λεγόμενος λόγος ἀληθής ἐστι καὶ τοῦ Διομήδους παρεξιόντος ἐπικαλυψάμενος τὴν θυσίαν ἐπετέλεσε, λόγον ἔχει καὶ ἀκολουθεῖ τῷ συγκαλύπτεσθαι πρὸς τοὺς πολεμίους τὸ τοῖς φίλοις καὶ ἀγαθοῖς ἐντυγχάνοντας ἀποκαλύπτεσθαι·
10τὸ γὰρ πρὸς τοὺς θεοὺς οὐκ ἴδιόν ἐστιν ἀλλὰ κατὰ συμβεβηκός, καὶ ἀπ’ ἐκείνου μεμένηκε τηρούμενον. εἰ δ’ ἄλλο τι λέγειν χρή, σκόπει μὴ μόνον ἐκεῖνο δεῖ ζητεῖν, δι’ ὃ τοὺς θεοὺς προσκυνοῦντες ἐπικαλύπτονται, θάτερον δ’ ἀκόλουθόν ἐστι· τῶν γὰρ ἀνθρώπων ἀποκαλύπτονται

266

D

τοῖς δυνατωτέροις οὐ τιμὴν αὐτοῖς προστιθέντες, ἀλλὰ τὸν φθόνον αὐτῶν μᾶλλον ἀφαιροῦντες, ἵνα μὴ δόξωσι τὰς αὐτὰς τοῖς θεοῖς τιμὰς ἀπαιτεῖν μηδ’ ὑπομένειν μηδὲ χαίρειν θεραπευόμενοι παραπλησίως ἐκείνοις. τοὺς
5δὲ θεοὺς οὕτω προσεκύνουν ἢ ταπεινοῦντες ἑαυτοὺς τῇ ἐπικρύψει τῆς κεφαλῆς, ἢ μᾶλλον εὐλαβούμενοί τινα φωνὴν προσπεσεῖν αὐτοῖς ἔξωθεν εὐχομένοις ἀπαίσιον καὶ δύσφημον ἄχρι τῶν ὤτων ἀνελάμβανον τὸ ἱμάτιον· ὅτι γὰρ ἰσχυρῶς ἐφυλάττοντο ταῦτα, δῆλόν ἐστι τῷ
10προσιόντας ἐπὶ μαντείαν χαλκωμάτων πατάγῳ περι‐

266

E

ψοφεῖσθαι. ἢ ὡς Κάστωρ (Fr. Gr. Hist. 250 F 15) λέγει τὰ Ῥωμαϊκὰ τοῖς Πυθαγορικοῖς συνοικειῶν, τὸν ἐν ἡμῖν δαίμονα δεῖσθαι τῶν ἐκτὸς θεῶν καὶ ἱκετεύειν τῇ τῆς κεφαλῆς ἐπικαλύψει τὴν τῆς ψυχῆς αἰνιττόμενον ὑπὸ τοῦ
5σώματος ἐγκάλυψιν καὶ ἀπόκρισιν. ‘Διὰ τί δὲ τῷ Κρόνῳ θύουσιν ἀπαρακαλύπτῳ τῇ κεφαλῇ;‘ πότερον ὅτι τὴν ἐγκάλυψιν Αἰνείας παρέδωκεν,
ἡ δὲ τοῦ Κρόνου θυσία παμπάλαιός ἐστιν· ἢ ὅτι τοῖς οὐρανίοις ἐπικαλύπτονται, τὸν δὲ Κρόνον ἡγοῦνται θεὸν280
10ὑπουδαῖον καὶ χθόνιον; ἢ ὅτι τῆς ἀληθείας οὐδὲν ἐπίκρυ‐ φον ἢ ἐπίσκιον, ἀληθείας δὲ νομίζουσι Ῥωμαῖοι πατέρα τὸν Κρόνον εἶναι; ‘Διὰ τί δὲ τὸν Κρόνον πατέρα τῆς ἀληθείας νομίζουσι;‘ πότερον, ὥσπερ ἔνιοι τῶν φιλοσόφων, χρό‐

266

F

νον οἴονται τὸν Κρόνον εἶναι, τὸ δ’ ἀληθὲς εὑρίσκει χρόνος; ἢ τὸν μυθολογούμενον ἐπὶ Κρόνου βίον, εἰ δικαιότατος ἦν, εἰκός ἐστι μάλιστα μετέχειν ἀληθείας; ‘Διὰ τί καὶ τῷ λεγομένῳ Ὁνώρει θύουσιν ἀκα‐
5λύπτῳ τῇ κεφαλῇ (τὸν δὲ Ὁνῶρεμ δόξαν ἄν τις ἢ τιμὴν μεθερμηνεύσειε);‘ πότερον [δὲ] ὅτι λαμπρὸν ἡ δόξα καὶ περιφανὲς καὶ ἀναπεπταμένον· δι’ ἣν αἰτίαν τοῖς ἀγαθοῖς

267

A

καὶ τιμωμένοις ἀνδράσιν ἀποκαλύπτονται, | διὰ ταύτην καὶ τὸν ἐπώνυμον τῆς τιμῆς θεὸν οὕτω προσκυνοῦσι; ‘Διὰ τί τοὺς γονεῖς ἐκκομίζουσιν οἱ μὲν υἱοὶ συγκεκαλυμμέναις, αἱ δὲ θυγατέρες γυμναῖς ταῖς κεφα‐
5λαῖς καὶ ταῖς κόμαις λελυμέναις;‘ πότερον, ὅτι τιμᾶσθαι μὲν ὑπὸ τῶν ἀρρένων δεῖ τοὺς πατέρας ὡς θεοὺς πεν‐ θεῖσθαι δ’ ὑπὸ τῶν θυγατέρων ὡς τεθνηκότας, ἑκατέρῳ τὸ οἰκεῖον ὁ νόμος ἀποδοὺς ἐξ ἀμφοτέρων ἐποίησε τὸ ἁρμόττον; ἢ πένθους μὲν οἰκεῖον τὸ μὴ σύνηθες, συνη‐
10θέστερον δὲ ταῖς μὲν γυναιξὶν ἐγκεκαλυμμέναις, τοῖς δ’

267

B

ἀνδράσιν ἀκαλύπτοις εἰς τὸ δημόσιον προϊέναι; καὶ γὰρ παρ’ Ἕλλησιν ὅταν δυστυχία τις γένηται, κείρονται μὲν αἱ γυναῖκες κομῶσι δ’ οἱ ἄνδρες, ὅτι τοῖς μὲν τὸ κείρεσθαι ταῖς δὲ τὸ κομᾶν σύνηθές ἐστιν. ἢ τοὺς μὲν υἱοὺς ἐπι‐
5καλύπτεσθαι δι’ ἣν εἰρήκαμεν αἰτίαν ἐνομίσθη (καὶ γὰρ ἐπὶ τῶν τάφων ὥς φησι Βάρρων περιστρέφονται, καθάπερ θεῶν ἱερὰ τιμῶντες τὰ τῶν πατέρων μνήματα, καὶ καύσαντες τοὺς γονεῖς, ὅταν ὀστέῳ πρῶτον ἐντύχωσι, θεὸν γεγονέναι τὸν τεθνηκότα λέγουσι)· ταῖς δὲ γυναιξὶν281
10οὐδ’ ὅλως ἐξῆν ἐπικαλύπτεσθαι τὴν κεφαλήν; ἱστορεῖται

267

C

γοῦν ὅτι πρῶτος μὲν ἐξέβαλε γυναῖκα Σπόριος Καρβίλιος ἐπ’ ἀτεκνίᾳ, δεύτερος δὲ Σουλπίκιος Γάλλος ἐφελκυσαμέ‐ νην ἰδὼν κατὰ κεφαλῆς τὸ ἱμάτιον, τρίτος δὲ Πόπλιος Σεμπρώνιος ἀγῶνα θεωρήσασαν ἐπιτάφιον.
5 ‘Διὰ τί τὸν Τέρμινον, ᾧ τὰ Τερμινάλια ποιοῦσι, θεὸν νομίζοντες οὐδὲν ἔθυον αὐτῷ ζῷον;‘ ἦ Ῥωμύλος μὲν ὅρους οὐκ ἔθηκε τῆς χώρας, ὅπως ἐξῇ προϊέναι καὶ ἀποτέμνεσθαι καὶ νομίζειν πᾶσαν ἰδίαν, ὥσπερ ὁ Λάκων εἶπεν, ἧς ἂν τὸ δόρυ ἐφικνῆται· Νομᾶς δὲ Πομπίλιος,
10ἀνὴρ δίκαιος καὶ πολιτικὸς ὢν καὶ φιλόσοφος γενόμενος, τήν τε χώραν ὡρίσατο πρὸς τοὺς γειτνιῶντας καὶ τοῖς ὅροις ἐπιφημίσας τὸν Τέρμινον ὡς ἐπίσκοπον καὶ φύλακα φιλίας καὶ εἰρήνης ᾤετο δεῖν αἵματος καὶ φόνου καθαρὸν καὶ ἀμίαντον διαφυλάττειν;

267

D

‘Διὰ τί δούλαις τὸ τῆς Λευκοθέας ἱερὸν ἄβατόν ἐστι, μίαν δὲ μόνην αἱ γυναῖκες εἰσάγουσαι παίουσιν ἐπὶ κόρρης καὶ ῥαπίζουσιν;‘ ἦ τὸ μὲν ταύτην ῥαπίζεσθαι σύμβολόν ἐστι τοῦ μὴ ἐξεῖναι, κωλύουσι δὲ τὰς ἄλλας διὰ
5τὸν μῦθον; ἡ γὰρ Ἰνὼ ζηλοτυπήσασα δούλην ἐπὶ τῷ ἀνδρὶ λέγεται περὶ τὸν υἱὸν ἐκμανῆναι· τὴν δὲ δούλην Ἕλληνες Αἰτωλίδα γένει φασὶν εἶναι, καλεῖσθαι δ’ Ἀντι‐
φέραν. διὸ καὶ παρ’ ἡμῖν ἐν Χαιρωνείᾳ πρὸ τοῦ σηκοῦ τῆς Λευκοθέας ὁ νεωκόρος λαβὼν μάστιγα κηρύσσει282
10‘μὴ δοῦλον εἰσιέναι μὴ δούλαν, μὴ Αἰτωλὸν μὴ Αἰτω‐ λάν.‘

267

E

‘Διὰ τί παρὰ τῇ θεῷ ταύτῃ τοῖς μὲν ἰδίοις τέκνοις οὐκ εὔχονται τἀγαθὰ τοῖς δὲ τῶν ἀδελφῶν;‘ πότερον ὅτι φιλάδελφος μέν τις ἡ Ἰνὼ καὶ τὸν ἐκ τῆς ἀδελφῆς ἐτιθηνήσατο, αὐτὴ δὲ περὶ τοὺς ἑαυτῆς παῖδας ἐδυστύχη‐
5σεν; ἢ καὶ ἄλλως ἠθικὸν καὶ καλὸν τὸ ἔθος καὶ πολλὴν παρασκευάζον εὔνοιαν ταῖς οἰκειότησι; ‘Διὰ τί τῷ Ἡρακλεῖ πολλοὶ τῶν πλουσίων ἐδε‐ κάτευον τὰς οὐσίας;‘ πότερον ὅτι κἀκεῖνος ἐν Ῥώμῃ

267

F

τῶν Γηρυόνου βοῶν ἀπέθυσε τὴν δεκάτην; ἢ ὅτι Ῥω‐ μαίους ὑπὸ Τυρρηνῶν δεκατευομένους ἀπήλλαξεν; ἢ ταῦτα μὲν οὐκ ἔχει τὴν ἱστορίαν ἀξιόπιστον, ὡς δ’ ἀδηφάγῳ τινὶ τῷ Ἡρακλεῖ καὶ εὐθοίνῳ δαψιλῶς καὶ ἀφθόνως
5ἀπέθυον; ἢ μᾶλλον ὡς ἐπαχθῆ τοῖς πολίταις τὸν ὑπερ‐ βάλλοντα πλοῦτον κολούοντες καὶ καθάπερ εὐεξίας ἐπ’ ἄκρον εὐσωματούσης ἀφαιροῦντες ᾤοντο μάλιστα τιμᾶ‐ σθαι τὸν Ἡρακλέα καὶ χαίρειν ταῖς τοιαύταις ἀποχρήσεσι καὶ συστολαῖς τῶν περιττῶν, εὐτελῆ καὶ αὐτάρκη καὶ
10ἀπέριττον τῷ βίῳ γενόμενον; ‘Διὰ τί τὸν Ἰανουάριον μῆνα νέου ἔτους ἀρχὴν

268

A

λαμβάνουσι;‘ | τὸ γὰρ παλαιὸν ὁ Μάρτιος ἠριθμεῖτο πρό‐ τερος, ὡς ἄλλοις τε πολλοῖς δῆλόν ἐστι τεκμηρίοις καὶ μάλιστα τῷ τὸν πέμπτον ἀπὸ τοῦ Μαρτίου Πέμπτον καὶ τὸν ἕκτον Ἕκτον ὀνομάζεσθαι, καὶ τοὺς ἄλλους ἐφεξῆς
5ἄχρι τοῦ τελευταίου, ὃν Δεκέμβριον καλοῦσιν ἀπὸ τοῦ
Μαρτίου δέκατον ἀριθμούμενον. ἐξ οὗ δὴ καὶ παρέστη τισὶν οἴεσθαι καὶ λέγειν, ὡς οὐ δώδεκα μησὶν ἀλλὰ δέκα συνεπλήρουν οἱ τότε Ῥωμαῖοι τὸν ἐνιαυτὸν ἐνίοις τῶν μηνῶν ἡμέρας πλείονας τῶν τριάκοντα προστιθέν‐283

268

B

τες. ἄλλοι δ’ ἱστοροῦσι τὸν μὲν Δεκέμβριον ἀπὸ τοῦ Μαρτίου δέκατον εἶναι, τὸν δ’ Ἰανουάριον ἑνδέκατον, τὸν δὲ Φεβρουάριον δωδέκατον, ἐν ᾧ καθαρμοῖς τε χρῶνται καὶ τοῖς φθιμένοις ἐναγίζουσι τοῦ ἐνιαυτοῦ
5τελευτῶντος. μετατεθῆναι δὲ τούτους καὶ γενέσθαι τὸν Ἰανουάριον πρῶτον, ὅτι τῇ νουμηνίᾳ τούτου τοῦ μηνός, ἣν ἡμέραν καλάνδας Ἰανουαρίας καλοῦσιν, οἱ πρῶτοι κατεστάθησαν ὕπατοι τῶν βασιλέων ἐκπεσόντων. πιθα‐ νώτεροι δ’ εἰσὶν οἱ λέγοντες, ὅτι τὸν μὲν Μάρτιον ὁ
10Ῥωμύλος πολεμικὸς καὶ ἀρειμάνιος ὢν καὶ δοκῶν ἐξ Ἄρεος γεγονέναι προέταξε τῶν μηνῶν ἐπώνυμον ὄντα τοῦ Ἄρεος, Νομᾶς δ’ αὖθις εἰρηνικὸς γενόμενος καὶ

268

C

πρὸς ἔργα τῆς γῆς φιλοτιμούμενος τρέψαι τὴν πόλιν ἀποστῆσαι δὲ τῶν πολεμικῶν, τῷ Ἰανουαρίῳ τὴν ἡγε‐ μονίαν ἔδωκε καὶ τὸν Ἰανὸν εἰς τιμὰς προήγαγε μεγά‐ λας, ὡς πολιτικὸν καὶ γεωργικὸν μᾶλλον ἢ πολεμικὸν
5γενόμενον. ὅρα δὲ μὴ μᾶλλον ὁ Νομᾶς τῇ φύσει προσ‐ ήκουσαν ἀρχὴν ἔλαβε τοῦ ἔτους ὡς πρὸς ἡμᾶς. καθόλου μὲν γὰρ οὐδέν ἐστι φύσει τῶν ἐν κύκλῳ περιφερομένων οὔτ’ ἔσχατον οὔτε πρῶτον, νόμῳ δ’ ἄλλην ἄλλοι τοῦ

268

D

χρόνου λαμβάνουσιν ἀρχήν· ἄριστα δ’ οἱ τὴν μετὰ τροπὰς χειμερίας λαμβάνοντες, ὁπηνίκα τοῦ πρόσω βαδίζειν πε‐ παυμένος ὁ ἥλιος ἐπιστρέφει καὶ ἀνακάμπτει πάλιν πρὸς ἡμᾶς· γίνεται γὰρ αὐτοῖς τρόπον τινὰ καὶ φύσει, τὸν
5μὲν τοῦ φωτὸς αὔξουσα χρόνον ἡμῖν, μειοῦσα δὲ τὸν τοῦ σκότους, ἐγγυτέρω δὲ ποιοῦσα τὸν κύριον καὶ ἡγε‐ μόνα τῆς ῥευστῆς οὐσίας ἁπάσης. ‘Διὰ τί τῇ γυναικείᾳ θεῷ, ἣν Ἀγαθὴν καλοῦσιν, κοσμοῦσαι σηκὸν αἱ γυναῖκες οἴκοι μυρσίνας οὐκ εἰσφέ‐284
10ρουσι, καίτοι πᾶσι φιλοτιμούμεναι χρῆσθαι τοῖς βλαστά‐ νουσι καὶ ἀνθοῦσι;‘ πότερον ὡς οἱ μυθολογοῦντες ἱστο‐ ροῦσι, Φαύνου μὲν ἦν γυνὴ τοῦ μάντεως, οἴνῳ δὲ χρησα‐

268

E

μένη κρύφα καὶ μὴ λαθοῦσα ῥάβδοις ὑπὸ τοῦ ἀνδρὸς ἐκολάσθη μυρσίνης (ὅθεν μυρσίνην μὲν οὐκ εἰσφέρουσιν, οἶνον δ’ αὐτῇ σπένδουσι, γάλα προσαγορεύουσαι); ἢ πολλῶν μὲν ἁγναὶ μάλιστα δ’ ἀφροδισίων τὴν ἱερουργίαν ἐκείνην
5ἐπιτελοῦσιν; οὐ γὰρ μόνον ἐξοικίζουσι τοὺς ἄνδρας, ἀλλὰ καὶ πᾶν ἄρρεν ἐξελαύνουσι τῆς οἰκίας, ὅταν τὰ νενομι‐ σμένα τῇ θεῷ ποιῶσι. τὴν οὖν μυρσίνην ὡς ἱερὰν Ἀφρο‐ δίτης ἀφοσιοῦνται· καὶ γὰρ ἣν νῦν Μουρκίαν Ἀφροδίτην καλοῦσι, Μυρτίαν τὸ παλαιὸν ὡς ἔοικεν ὠνόμαζον.
10‘Διὰ τί τὸν δρυοκολάπτην οἱ Λατῖνοι σέβονται,

268

F

καὶ ἀπέχονται πάντες ἰσχυρῶς τοῦ ὄρνιθος;‘ πότερον ὅτι τὸν Πῖκον λέγουσιν ὑπὸ φαρμάκων τῆς γυναικὸς μεταβαλεῖν τὴν φύσιν καὶ γενόμενον δρυοκολάπτην ἀπο‐ φθέγγεσθαι λόγια καὶ χρησμῳδεῖν τοῖς ἐρωτῶσιν; ἢ τοῦτο
5μὲν ἄπιστόν ἐστιν ὅλως καὶ τερατῶδες, ἅτερος δὲ τῶν μύθων πιθανώτερος, ὡς ἄρα τοῖς περὶ Ῥωμύλον καὶ Ῥῶμον ἐκτεθεῖσιν οὐ μόνον ἡ λύκαινα θηλὴν ἐπεῖχεν, ἀλλὰ δρυοκολάπτης τις ἐπιφοιτῶν ἐψώμιζεν; ἐπιεικῶς γὰρ ἔτι καὶ νῦν 〈ἐν〉 τοῖς ὑπωρείοις καὶ δρυμώδεσι τόποις
10ὅπου φαίνεται δρυοκολάπτης, ἐκεῖ καὶ λύκος, ὡς Νιγί‐ διος (fr. 119. p. 132 Swoboda) ἱστορεῖ. ἢ μᾶλλον, ὡς ἄλλον ἄλλου θεοῦ, καὶ τοῦτον Ἄρεος ἱερὸν νομίζουσι285

269

A

τὸν ὄρνιν; καὶ γὰρ εὐθαρσὴς καὶ γαῦρός ἐστι | καὶ τὸ ῥύγχος οὕτως ἔχει κραταιόν, ὥστε δρῦς ἀνατρέπειν, ὅταν κόπτων πρὸς τὴν ἐντεριώνην ἐξίκηται. ‘Διὰ τί τὸν Ἰανὸν διπρόσωπον οἴονται γεγονέναι
5καὶ γράφουσιν οὕτω καὶ πλάττουσιν;‘ πότερον ὅτι τῷ μὲν γένει Ἕλλην ἐκ Περραιβίας ἦν, ὡς ἱστοροῦσι, διαβὰς δ’ εἰς Ἰταλίαν καὶ συνοικήσας τοῖς αὐτόθι βαρβάροις μετέβαλε καὶ γλῶτταν καὶ δίαιταν; ἢ μᾶλλον ὅτι τοὺς περὶ τὴν Ἰταλίαν αὐτὸς ἀγρίοις καὶ ἀνόμοις χρωμένους
10ἔθεσιν εἰς ἕτερον βίου σχῆμα, πείσας γεωργεῖν καὶ πολιτεύεσθαι, μετέβαλε καὶ μετεκόσμησε; ‘Διὰ τί τὰ πρὸς τὰς ταφὰς πιπράσκουσιν ἐν τῷ

269

B

τεμένει τῷ Λιβιτίνης, νομίζοντες Ἀφροδίτην εἶναι τὴν Λιβιτίνην;‘ πότερον καὶ τοῦτο τῶν Νομᾶ τοῦ βασιλέως φιλοσοφημάτων ἕν ἐστιν, ὅπως μανθάνωσι μὴ δυσχεραί‐ νειν τὰ τοιαῦτα μηδὲ φεύγειν ὡς μιασμόν; ἢ μᾶλλον
5ὑπόμνησίς ἐστι τοῦ φθαρτὸν εἶναι τὸ γεννητόν, ὡς μιᾶς θεοῦ τὰς γενέσεις καὶ τὰς τελευτὰς ἐπισκοπούσης; καὶ γὰρ ἐν Δελφοῖς Ἀφροδίτης ἐπιτυμβίας ἀγαλμάτιόν ἐστι πρὸς ὃ τοὺς κατοιχομένους ἐπὶ τὰς χοὰς ἀνακαλοῦνται. ‘Διὰ τί τρεῖς τοῦ μηνὸς ἀρχὰς καὶ προθεσμίας
10ἔχουσιν, οὐ ταὐτὸ διάστημα τῶν ἡμερῶν μεταξὺ λαμβά‐ νοντες;‘ πότερον ὡς οἱ περὶ τὸν Ἰόβαν (FHG III p. 470)

269

C

ἱστοροῦσιν ὅτι ταῖς καλάνδαις ἐκάλουν τὸν δῆμον οἱ
ἄρχοντες καὶ κατήγγελλον εἰς πέμπτην τὰς νόννας, εἰδοὺς δ’ ἡμέραν ἱερὰν ἐνόμιζον· ἢ μᾶλλον ὅτι ταῖς τῆς σελήνης διαφοραῖς ὁρίζοντες τὸν χρόνον, ἑώρων ἐν τρισὶ γινομέ‐286
5νην διαφοραῖς τὴν σελήνην κατὰ μῆνα ταῖς μεγίσταις, πρώτῃ μὲν ὅτε κρύπτεται σύνοδον ποιησαμένη πρὸς ἥλιον, δευτέρᾳ δ’ ὅταν ἐκφυγοῦσα τὰς αὐγὰς τοῦ ἡλίου καταφανὴς πρῶτον ἀπὸ δυσμῶν γένηται, τρίτῃ δὲ τῇ περὶ τὴν πλήρωσιν αὐτῆς πανσελήνου γενομένης; ὀνομά‐

269

D

ζουσι δὲ τὸν μὲν ἀφανισμὸν αὐτῆς καὶ τὴν κρύψιν ‘κα‐ λάνδασ‘, ὅτι πᾶν τὸ κρύφα καὶ λάθρα ‘κλάμ‘ καὶ ‘κηλάρι‘ τὸ λανθάνειν· τὴν δὲ πρώτην φάσιν ‘νόννασ‘ τῷ δικαιο‐ τάτῳ τῶν ὀνομάτων, νουμηνίαν οὖσαν· καὶ γὰρ αὐτοὶ τὸ
5νέον καὶ καινὸν ὥσπερ ἡμεῖς προσαγορεύουσι· τὰς δ’ ‘εἰδούσ‘ ἢ διὰ τὸ κάλλος καὶ τὸ εἶδος ὁλοκλήρου καθιστα‐ μένης τῆς σελήνης ἢ τῷ Διὶ τὴν ἐπωνυμίαν ἀποδιδόντες. οὐ δεῖ δὲ τῶν ἡμερῶν τὸν ἀκριβέστατον ἀριθμὸν διώκειν οὐδὲ τὸ παρ’ ὀλίγον συκοφαντεῖν, ὅπου καὶ νῦν ἐπίδοσιν
10τοσαύτην ἀστρολογίας ἐχούσης περιγίνεται τῆς ἐμπει‐ ρίας τῶν μαθηματικῶν ἡ τῆς κινήσεως ἀνωμαλία δια‐ φεύγουσα τὸν λόγον.

269

E

‘Διὰ τί τὴν μετὰ καλάνδας ἡμέραν καὶ νόννας καὶ εἰδοὺς ἀνέξοδον καὶ ἀνεκδήμητον τίθενται;‘ πότε‐ ρον, ὡς οἱ πλεῖστοι νομίζουσι καὶ Λίβιος (VI 1, 2) ἱστορεῖ, μετὰ τὰς Κυιντιλίας εἰδούς, ἃς νῦν Ἰουλίας κα‐
5λοῦσιν, ἐξάγοντες οἱ χιλίαρχοι τὸ στράτευμα περὶ τὸν Ἀλλίαν ποταμὸν ἐκρατήθησαν ὑπὸ Κελτῶν μάχῃ καὶ τὴν πόλιν ἀπώλεσαν, νομισθείσης δὲ τῆς μετὰ τὰς εἰδοὺς
ἀποφράδος προήγαγεν ὥσπερ φιλεῖ πορρωτέρω τὸ ἔθος ἡ δεισιδαιμονία καὶ κατέστησεν εἰς τὴν αὐτὴν εὐλάβειαν287
10τήν τε μετὰ νόννας καὶ τὴν μετὰ καλάνδας; ἢ τοῦτο

269

F

μὲν ἔχει πολλὰς ἀλογίας; ἄλλῃ τε γὰρ ἡμέρᾳ τὴν μάχην ἡττήθησαν, ἣν Ἀλλιάδα διὰ τὸν ποταμὸν καλοῦντες ἀφοσιοῦνται, καὶ πολλῶν ἀποφράδων οὐσῶν οὐκ ἐν παντὶ μηνὶ τὰς ὁμωνύμους παραφυλάττουσιν, ἀλλ’ ἑκάστην ἐν
5ᾧ συνέτυχε, τό τε ταῖς μετὰ νόννας καὶ καλάνδας ἁπλῶς ἁπάσαις προστρίψασθαι τὴν δεισιδαιμονίαν ἀπιθανώτα‐ τον. ὅρα δὴ μή, καθάπερ τῶν μηνῶν τὸν μὲν πρῶτον ὀλυμπίοις θεοῖς ἱέρωσαν, τὸν δὲ δεύτερον χθονίοις ἐν ᾧ καὶ καθαρμούς τινας τελοῦσι καὶ τοῖς κατοιχομένοις

270

A

ἐναγίζουσιν, | οὕτω τῶν ἡμερῶν τὰς μὲν οἷον ἀρχὰς καὶ κυρίας ὥσπερ εἴρηται τρεῖς οὔσας ἑορτασίμους καὶ ἱερὰς ἔθεντο, τὰς δ’ ἐφεξῆς δαίμοσι καὶ φθιτοῖς ἐπιφημίσαντες ἀποφράδας καὶ ἀπράκτους ἐνόμισαν. καὶ γὰρ Ἕλληνες ἐν
5τῇ νουμηνίᾳ τοὺς θεοὺς σεβόμενοι τὴν δευτέραν ἥρωσι καὶ δαίμοσιν ἀποδεδώκασι καὶ τῶν κρατήρων ὁ δεύτερος ἥρωσιν ἐπικίρναται καὶ ἡρωίσι. καὶ ὅλως ἀριθμός τις ὁ χρόνος, ἀριθμοῦ δὲ θεῖον ἡ ἀρχή· μονὰς γάρ ἐστιν· ἡ δὲ μετ’ αὐτὴν δυὰς ἀντίπαλος τῇ ἀρχῇ καὶ ἀρτίων πρώτη.

270

B

τὸ δ’ ἄρτιον ἐνδεὲς καὶ ἀτελὲς καὶ ἀόριστον, ὥσπερ αὖ τὸ περιττὸν ὥρισται καὶ περαίνει καὶ τέλειόν ἐστι. διὸ καὶ νόνναι μὲν ἐπιβάλλουσι διὰ πέμπτης καλάνδαις, νόν‐ ναις δ’ εἰδοὶ δι’ ἐνάτης. ὁρίζουσι γὰρ οἱ περισσοὶ τὰς
5ἀρχάς· οἱ δὲ μετὰ τὰς ἀρχὰς ἄρτιοι ὄντες οὐκ ἔχουσι τάξιν οὐδὲ δύναμιν, ὅθεν οὐκ ἄρχονται πράξεως οὐδ’ ἀποδημίας ἐν ταύταις. ἢ καὶ τὸ τοῦ Θεμιστοκλέους ἔχει
λόγον, ἐρίσαι ποτὲ τὴν ὑστεραίαν πρὸς τὴν ἑορτήν, ἐκείνης μὲν ἀσχολίαν καὶ κόπον ἐχούσης πολύν, αὐτὴ288
10δὲ παρέχουσα μετὰ σχολῆς καὶ ἡσυχίας ἀπολαῦσαι τῶν παρεσκευασμένων πρὸς τὴν ἑορτήν· ἀποκρίνασθαι δὲ

270

C

πρὸς ταῦτα τὴν ἑορτήν ‘ἀληθῆ λέγεις, ἀλλ’ ἐμοῦ μὴ γενομένης οὐδ’ ἂν σὺ ἦς;‘ ταῦτα δ’ ὁ Θεμιστοκλῆς πρὸς τοὺς αὖθις ἔλεγε στρατηγοὺς τῶν Ἀθηναίων ὡς οὐκ ἂν οὐδαμοῦ φανέντας, εἰ μὴ τὴν πόλιν αὐτὸς ἔσῳσεν. ἐπεὶ
5τοίνυν πᾶσα μὲν ἀξία σπουδῆς ἀποδημία καὶ πρᾶξις οἰκονομίας δεῖται καὶ παρασκευῆς, Ῥωμαῖοι δὲ τὸ πα‐ λαιὸν ἐν ταῖς ἑορταῖς οὐδὲν ᾠκονόμουν οὐδ’ ἐφρόντιζον ἀλλ’ ἢ περὶ τοὺς θεοὺς ἠσχολοῦντο καὶ τοῦτ’ ἔπραττον, ὥσπερ ἔτι νῦν προκηρύττουσιν οἱ ἱερεῖς ἐπὶ τὰς θυσίας βαδί‐
10ζοντες, εἰκότως εὐθὺς οὐκ ἐξεδήμουν μετὰ τὰς ἑορτὰς οὐδ’ ἔπραττον (ἀπαράσκευοι γὰρ ἦσαν), ἀλλ’ ἐκφροντί‐

270

D

ζοντες οἴκοι καὶ παρασκευαζόμενοι τὴν ἡμέραν ἐκείνην διετέλουν. ἢ καθάπερ ἔτι νῦν προσευξάμενοι καὶ προσκυ‐ νήσαντες ἐν τοῖς ἱεροῖς ἐπιμένειν καὶ καθίζειν εἰώθασιν, οὕτως οὐκ εὐθὺς ἐπέβαλλον ταῖς ἱεραῖς ἡμέραις τὰς ἐνερ‐
5γούς, ἀλλ’ ἐποίουν τι διάλειμμα καὶ διάστημα, πολλὰ τῶν πραγμάτων δυσχερῆ καὶ ἀβούλητα φερόντων; ‘Διὰ τί λευκὰ φοροῦσιν ἐν τοῖς πένθεσιν αἱ γυναῖ‐ κες ἱμάτια καὶ λευκοὺς κεκρυφάλους;‘ πότερον ὡς τοὺς μάγους φασὶν πρὸς τὸν Ἅιδην καὶ τὸ σκότος ἀντιταττομέ‐
10νους τῷ δὲ φωτεινῷ καὶ λαμπρῷ συνεξομοιοῦντας ἑαυτοὺς τοῦτο ποιεῖν; ἤ, καθάπερ τὸ σῶμα τοῦ τεθνηκότος

270

E

ἀμφιεννύουσι λευκοῖς, καὶ τοὺς προσήκοντας ἀξιοῦσι; τὸ δὲ σῶμα κοσμοῦσιν οὕτως, ἐπεὶ μὴ δύνανται τὴν ψυχήν· βούλονται δ’ ἐκείνην λαμπρὰν καὶ καθαρὰν προπέμπειν,
ὡς ἀφειμένην ἤδη καὶ διηγωνισμένην μέγαν ἀγῶνα καὶ289
5ποικίλον. ἢ τὸ μὲν λιτὸν ἐν τούτοις μάλιστα καὶ τὸ ἁπλοῦν πρέπει; τῶν δὲ βαπτῶν τὰ μὲν καὶ πολυτέλειαν ἐμφαίνει τὰ δὲ περιεργίαν· οὐ γὰρ ἧττον ἔστι πρὸς τὸ μέλαν ἢ τὸ ἁλουργὸν εἰπεῖν ‘δολερὰ μὲν τὰ εἵματα,

270

F

δολερὰ δὲ τὰ χρώματα.‘ τὸ δ’ αὐτόχρουν μέλαν οὐχ ὑπὸ τέχνης ἀλλὰ φύσει βαπτόν ἐστι, καὶ μεμιγμένον τῷ σκιώδει κεκράτηται. μόνον οὖν τὸ λευκὸν εἰλικρινὲς καὶ ἀμιγὲς καὶ ἀμίαντόν ἐστι βαφῇ καὶ ἀμίμητον· οἰκειότα‐
5τον οὖν τοῖς θαπτομένοις. καὶ γὰρ ὁ τεθνηκὼς ἁπλοῦν τι γέγονε καὶ ἀμιγὲς καὶ καθαρὸν ἀτεχνῶς οὐδὲν ἀλλ’ ἢ φαρμάκου δευσοποιοῦ τοῦ σώματος ἀπηλλαγμένος. ἐν δ’ Ἄργει λευκὰ φοροῦσιν ἐν τοῖς πένθεσιν, ὡς Σωκράτης (FHG IV p. 498) φησίν, ὑδατόκλυστα.
10‘Διὰ τί πᾶν τεῖχος ἀβέβηλον καὶ ἱερὸν νομίζουσι,

271

A

τὰς δὲ πύλας οὐ νομίζουσιν;‘ | ἦ καθάπερ ἔγραψε Βάρρων, τὸ μὲν τεῖχος ἱερὸν δεῖ νομίζειν, ὅπως ὑπὲρ αὐτοῦ μά‐ χωνται προθύμως καὶ ἀποθνήσκωσιν; οὕτω γὰρ δοκεῖ καὶ Ῥωμύλος ἀποκτεῖναι τὸν ἀδελφὸν ὡς ἄβατον καὶ
5ἱερὸν τόπον ἐπιχειροῦντα διαπηδᾶν καὶ ποιεῖν ὑπερβατὸν καὶ βέβηλον. τὰς δὲ πύλας οὐχ οἷόν τ’ ἦν ἀφιερῶσαι, δι’ ὧν ἄλλα τε πολλὰ τῶν ἀναγκαίων καὶ τοὺς νεκροὺς ἐκ‐ κομίζουσιν. ὅθεν οἱ πόλιν ἀπ’ ἀρχῆς κτίζοντες ὅσον ἂν μέλλωσι τόπον ἀνοικοδομεῖν, ἐπίασιν ἀρότρῳ, βοῦν
10ἄρρενα καὶ θήλειαν ὑποζεύξαντες· ὅταν δὲ τὰ τείχη περιορίζωσι, τὰς τῶν πυλῶν χώρας διαμετροῦντες τὴν

271

B

ὕννιν ὑφαιροῦσι, καὶ μεταφέρουσιν οὕτω τὸ ἄροτρον, ὡς τὴν ἀρουμένην πᾶσαν ἱερὰν καὶ ἄσυλον ἐσομένην.
‘Διὰ τί τοὺς παῖδας, ὅταν ὀμνύωσι τὸν Ἡρακλέα, κωλύουσιν ὑπὸ στέγῃ τοῦτο ποιεῖν καὶ κελεύουσιν εἰς290
5ὕπαιθρον προϊέναι;‘ πότερον ὡς ἔνιοι λέγουσιν οὐκ οἰκου‐ ρίᾳ τὸν Ἡρακλέα χαίρειν ἀλλ’ ὑπαίθρῳ βίῳ καὶ θυραυ‐ λίαις νομίζοντες; ἢ μᾶλλον, ὅτι τῶν θεῶν οὐκ ἐπιχώ‐ ριος οὗτος ἀλλὰ πόρρωθεν καὶ ξένος; οὐδὲ γὰρ τὸν Διόνυσον ὀμνύουσιν ὑπὸ στέγῃ, ξένον ὄντα καὶ αὐτόν,
10εἴπερ † ἐστὶ Διόνυσος. ἢ ταῦτα μὲν λέγεται καὶ παίζεται

271

C

πρὸς τοὺς παῖδας, ἄλλως δ’ ἐπίσχεσίς ἐστι τῆς πρὸς τὸν ὅρκον εὐχερείας καὶ ταχύτητος τὸ γινόμενον, ὡς Φαβωρῖνος ἔλεγε; τὸ γὰρ ὥσπερ ἐκ παρασκευῆς μέλ‐ λησιν ἐμποιεῖ καὶ βουλεύσασθαι δίδωσι. συμβάλοιτο δ’
5ἄν τις τῷ Φαβωρίνῳ πρὸς τὸ μὴ κοινὸν ἀλλ’ ἴδιον εἶναι τοῦ θεοῦ τούτου τὸ γινόμενον ἐκ τῶν περὶ Ἡρακλέους λεγομένων. ἱστορεῖται γὰρ οὕτως εὐλαβὴς γεγονέναι πρὸς ὅρκον, ὥσθ’ ἅπαξ ὀμόσαι καὶ μόνῳ Φυλεῖ τῷ Αὐγέου· διὸ καὶ τὴν Πυθίαν προφέρειν τὰ ὅρκια ταῦτα Λακεδαι‐
10μονίοις ὡς ‘ἐμπεδοῦσι λῷον εἴη καὶ ἄμεινον.‘

271

D

‘Διὰ τί τὴν γαμουμένην οὐκ ἐῶσιν αὐτὴν ὑπερ‐ βῆναι τὸν οὐδὸν τῆς οἰκίας, ἀλλ’ ὑπεραίρουσιν οἱ προ‐ πέμποντες;‘ πότερον ὅτι καὶ τὰς πρώτας γυναῖκας ἁρπά‐ σαντες οὕτως εἰσήνεγκαν, αὐταὶ δ’ οὐκ εἰσῆλθον; ἢ βού‐
5λονται δοκεῖν εἰσιέναι βιαζομένας οὐχ ἑκούσας, ὅπου μέλλουσι διαλύειν τὴν παρθενίαν; ἢ σύμβολόν ἐστι τοῦ μηδ’ ἐξιέναι δι’ αὐτῆς μηδὲ καταλιπεῖν τὴν οἰκίαν, εἰ μὴ βιασθείη, καθάπερ καὶ εἰσῆλθε βιασθεῖσα; καὶ γὰρ παρ’ ἡμῖν ἐν Βοιωτίᾳ καίουσι πρὸ τῆς θύρας τὸν ἄξονα
10τῆς ἁμάξης, ἐμφαίνοντες δεῖν τὴν νύμφην ἐμμένειν ὡς
ἀνῃρημένου τοῦ ἀπάξοντος. ‘Διὰ τί τὴν νύμφην εἰσάγοντες λέγειν κελεύ‐291

271

E

ουσιν ‘ὅπου σὺ Γάιος, ἐγὼ Γαΐα‘;‘ πότερον ὥσπερ ἐπὶ ῥητοῖς εὐθὺς εἴσεισι τῷ κοινωνεῖν ἁπάντων καὶ συνάρχειν (καὶ τὸ μὲν δηλούμενόν ἐστιν ‘ὅπου σὺ κύριος καὶ οἰκο‐ δεσπότης, καὶ ἐγὼ κυρία καὶ οἰκοδέσποινα·‘ τοῖς δ’
5ὀνόμασι τούτοις ἄλλως κέχρηνται κοινοῖς οὖσιν, ὥσπερ οἱ νομικοὶ Γάιον Σήιον καὶ Λούκιον Τίτιον, καὶ οἱ φιλόσοφοι Δίωνα καὶ Θέωνα παραλαμβάνουσιν); ἢ διὰ Γαΐαν Καικιλίαν καλὴν καὶ ἀγαθὴν γυναῖκα, τῶν Ταρκυ‐ νίου παίδων ἑνὶ συνοικήσασαν, ἧς ἐν τῷ τοῦ Σάγκτου
10ἱερῷ χαλκοῦς ἀνδριὰς ἕστηκεν; ἔκειτο δὲ πάλαι καὶ σανδάλια καὶ ἄτρακτος, τὸ μὲν οἰκουρίας αὐτῆς, τὸ δ’ ἐνεργείας σύμβολον.

271

F

‘Διὰ τί ὁ πολυθρύλλητος ᾄδεται Ταλάσιος ἐν τοῖς γάμοις;‘ πότερον ἀπὸ τῆς ταλασίας (καὶ γὰρ τὸν τάλαρον τάλασον ὀνομάζουσι· καὶ τὴν νύμφην εἰσάγοντες νάκος ὑποστρωννύουσιν, αὐτὴ δ’ εἰσφέρει μὲν ἠλακάτην καὶ
5τὴν ἄτρακτον, ἐρίῳ δὲ τὴν θύραν περιστέφει τοῦ ἀνδρός); ἢ τὸ λεγόμενον ὑπὸ τῶν ἱστορικῶν ἀληθές, ὅτι νεανίας ἦν τις λαμπρὸς ἐν τοῖς πολεμικοῖς καὶ τἄλλα χρηστὸς ὄνομα Ταλάσιος· ἐπεὶ δ’ ἥρπαζον οἱ Ῥωμαῖοι τὰς τῶν

272

A

Σαβίνων θυγατέρας ἐλθούσας ἐπὶ θέαν, | ἐκομίζετο τῷ Ταλασίῳ παρθένος ἐκπρεπὴς τὴν ὄψιν ὑπὸ δημοτικῶν τινων καὶ πελατῶν τοῦ Ταλασίου, βοώντων ὑπὲρ ἀσφα‐ λείας καὶ τοῦ μηδένα πελάζειν μηδ’ ἀντιλαμβάνεσθαι
5τῆς παιδός, ὡς Ταλασίῳ γυνὴ φέροιτο. τιμῶντες οὖν οἱ
λοιποὶ τὸν Ταλάσιον καὶ συνευχόμενοι καὶ συνευφημοῦν‐ τες εἵποντο καὶ παρέπεμπον· ὅθεν, εὐτυχοῦς γάμου292

272

B

γενομένου, καὶ τοῖς ἄλλοις εἰθίσθησαν ἐπιφωνεῖν τὸν Ταλάσιον, ὥσπερ Ἕλληνες τὸν Ὑμέναιον; ‘Διὰ τί τοῦ Μαΐου μηνὸς περὶ τὴν πανσέληνον ἀπὸ τῆς ξυλίνης γεφύρας εἴδωλα ῥιπτοῦντες ἀνθρώπων
5εἰς τὸν ποταμὸν Ἀργείους τὰ ῥιπτούμενα καλοῦσιν;‘ ἦ τὸ παλαιὸν οἱ περὶ τὸν τόπον οἰκοῦντες βάρβαροι τοὺς ἁλισκομένους Ἕλληνας οὕτως ἀπώλλυσαν, Ἡρακλῆς δὲ θαυμασθεὶς ὑπ’ αὐτῶν ἔπαυσε μὲν τὴν ξενοκτονίαν, ἐδίδαξε δὲ τὸ ἔθος καὶ τὴν δεισιδαιμονίαν ἀπομιμουμένους εἴδωλα
10ῥιπτεῖν; Ἀργείους δὲ τοὺς Ἕλληνας οἱ παλαιοὶ πάντας ὁμαλῶς προσηγόρευον. εἰ μὴ νὴ Δία τῶν Ἀρκάδων πολεμίους καὶ τοὺς Ἀργείους διὰ τὴν γειτνίασιν ἡγουμέ‐

272

C

νων οἱ περὶ Εὔανδρον ἐκ τῆς Ἑλλάδος φυγόντες καὶ κατοικήσαντες αὐτόθι τὴν μνησικακίαν καὶ τὴν ἔχθραν διεφύλαττον. ‘Διὰ τί τὸ παλαιὸν οὐκ ἐδείπνουν ἔξω χωρὶς τῶν
5υἱῶν ἔτι τὴν παιδικὴν ἡλικίαν ἐχόντων;‘ ἦ τοῦτο μὲν καὶ Λυκοῦργος εἴθισε, τοὺς παῖδας ἐπεισάγων τοῖς φιδι‐ τίοις, ὅπως ἐθίζωνται μὴ θηριωδῶς μηδ’ ἀτάκτως ἀλλὰ μετ’ εὐλαβείας ταῖς ἡδοναῖς προσφέρεσθαι, τοὺς πρεσ‐ βυτέρους οἷον ἐπισκόπους καὶ θεατὰς ἔχοντες; οὐκ ἔλατ‐
10τον δὲ τούτου καὶ τὸ τοὺς πατέρας αὐτοὺς μᾶλλον αἰδεῖ‐ σθαι καὶ σωφρονεῖν τῶν υἱῶν παρόντων· ὅπου γὰρ ἀναισχυντοῦσι γέροντες, ὥς φησιν ὁ Πλάτων (Legg. 729c), ἐνταῦθ’ ἀνάγκη καὶ νέους ἀναισχυντοτάτους εἶναι. ‘Διὰ τί τῶν ἄλλων Ῥωμαίων ἐν τῷ Φεβρουαρίῳ

272

D

μηνὶ ποιουμένων χοὰς καὶ ἐναγισμοὺς τοῖς τεθνηκόσι
Δέκιμος Βροῦτος, ὡς Κικέρων (Legg. II 21) ἱστόρη‐ κεν, ἐν τῷ Δεκεμβρίῳ τοῦτ’ ἔπραττεν (ἦν δ’ οὗτος ὁ Λυσιτάνειαν ἐπελθὼν καὶ πρῶτος ἐπέκεινα στρατῷ293
5διαβὰς τὸν τῆς Λήθης ποταμόν);‘ πότερον, ὥσπερ ἡμέρας ληγούσης καὶ μηνὸς φθίνοντος εἰώθασιν ἐναγί‐ ζειν οἱ πολλοί, λόγον ἔχει καὶ τοῦ ἐνιαυτοῦ καταστρέ‐ φοντος ἐν τῷ τελευταίῳ μηνὶ τιμᾶν τοὺς τεθνηκότας (ἔστι δὲ τῶν μηνῶν τελευταῖος ὁ Δεκέμβριος); ἢ χθο‐
10νίων μὲν αἱ τιμαὶ θεῶν, τιμᾶν δὲ τοὺς χθονίους ὡραῖόν

272

E

ἐστι τῶν καρπῶν ἁπάντων εἰληφότων συντέλειαν; ἢ ὅτε κινοῦσι τὴν γῆν ἀρχόμενοι σπόρου, μεμνῆσθαι μάλιστα τῶν κάτω προσήκει; ἢ Κρόνῳ μὲν οὗτος ὁ μὴν ὑπὸ Ῥωμαίων καθιέρωται, Κρόνον δὲ τῶν κάτω θεῶν οὐ
5τῶν ἄνω νομίζουσιν; ἢ μεγίστης αὐτοῖς ἑορτῆς τῶν Κρονίων καθεστώσης καὶ συνουσίας τε πλείστας καὶ ἀπολαύσεις ἔχειν δοκούσης ἔδοξε καὶ ταύτης ἀπονέμειν τινὰς ἀπαρχὰς τοῖς τεθνηκόσιν; ἢ τοῦτο, μόνον Βροῦτον ἐναγίζειν ἐν τῷ μηνὶ τούτῳ, καθόλου ψεῦδός ἐστι; καὶ
10γὰρ τῇ Λαρεντίᾳ ποιοῦσι τὸν ἐναγισμὸν καὶ χοὰς ἐπιφέ‐ ρουσιν ἐπὶ τὸν τάφον τοῦ Δεκεμβρίου μηνός. ‘Διὰ τί δὲ τὴν Λαρεντίαν, ἑταίραν γεγενημένην,

272

F

οὕτω τιμῶσιν;‘ ἄλλην γὰρ εἶναι Λαρεντίαν Ἄκκαν ἱστοροῦσι τὴν Ῥωμύλου τροφόν, ἣν τῷ Ἀπριλλίῳ μηνὶ τιμῶσι. τῇ δ’ ἑταίρᾳ Λαρεντίᾳ Φαβόλαν ἐπίκλησιν εἶναι λέγουσιν, ἐγνωρίσθη δὲ διὰ τοιαύτην αἰτίαν. ζάκορός τις
5Ἡρακλέους ὡς ἔοικεν ἀπολαύων σχολῆς ἔθος εἶχεν ἐν πεττοῖς καὶ κύβοις τὰ πολλὰ διημερεύειν· καί ποτε, τῶν εἰωθότων παίζειν σὺν αὐτῷ καὶ μετέχειν τῆς τοιαύτης
διατριβῆς κατὰ τύχην μηδενὸς παρόντος, ἀδημονῶν τὸν θεὸν προυκαλεῖτο διαβαλέσθαι τοῖς κύβοις πρὸς αὐτὸν294
10ὥσπερ ἐπὶ ῥητοῖς, νικήσας μὲν εὑρέσθαι τι παρὰ τοῦ

273

A

θεοῦ χρηστόν, ἂν δὲ λειφθῇ, | δεῖπνον αὐτὸς τῷ θεῷ παρασχεῖν καὶ μείρακα καλὴν συναναπαυσομένην. ἐκ τούτου δὲ τοὺς κύβους προθέμενος τὸν μὲν ὑπὲρ ἑαυτοῦ, τὸν δ’ ὑπὲρ τοῦ θεοῦ βαλὼν ἐλείφθη. ταῖς οὖν προκλήσε‐
5σιν ἐμμένων τράπεζάν τε λαμπροτέραν παρεσκεύασε τῷ θεῷ, καὶ τὴν Λαρεντίαν παραλαβὼν ἐμφανῶς ἑταιροῦ‐ σαν εἱστίασε καὶ κατέκλινεν ἐν τῷ ἱερῷ καὶ τὰς θύρας ἀπιὼν ἔκλεισε. λέγεται δὲ νύκτωρ ἐντυχεῖν αὐτῇ τὸν θεὸν οὐκ ἀνθρωπίνως καὶ κελεῦσαι βαδίζειν ἕωθεν εἰς

273

B

ἀγοράν, ᾧ δ’ ἂν ἐντύχῃ πρώτῳ, προσέχειν μάλιστα καὶ ποιεῖσθαι φίλον. ἀναστᾶσαν οὖν τὴν Λαρεντίαν βαδίζειν, καὶ συντυχεῖν τινι τῶν πλουσίων, ἀγάμων δὲ καὶ παρ‐ ηκμακότων, ὄνομα Ταρρουτίῳ· γνωρισθεῖσαν δὲ τούτῳ
5καὶ ζῶντος ἄρχειν τοῦ οἴκου καὶ κληρονομῆσαι τελευτή‐ σαντος· ὕστερον δὲ χρόνοις αὐτὴν τελευτῶσαν τῇ πόλει τὴν οὐσίαν ἀπολιπεῖν· διὸ τὰς τιμὰς ἔχειν ταύτας. ‘Διὰ τί πύλην μίαν θυρίδα καλοῦσι (τὴν γὰρ ‘φαινέστραν‘ τοῦτο σημαίνει), καὶ παρ’ αὐτὴν ὁ καλού‐
10μενος Τύχης θάλαμός ἐστι;‘ πότερον ὅτι Σέρβιος ὁ βασιλεὺς εὐτυχέστατος γενόμενος δόξαν ἔσχε τῇ Τύχῃ

273

C

συνεῖναι φοιτώσῃ διὰ θυρίδος πρὸς αὐτόν; ἢ τοῦτο μὲν μῦθός ἐστιν, ἐπεὶ δὲ Ταρκυνίου Πρίσκου τοῦ βασιλέως ἀποθανόντος ἡ γυνὴ Τανακυλλὶς ἔμφρων οὖσα καὶ βασι‐ λικὴ διὰ θυρίδος προκύψασα τοῖς πολίταις ἐνέτυχε καὶ
5συνέπεισεν ἀποδεῖξαι βασιλέα τὸν Σέρβιον, ἔσχε ταύτην ὁ τόπος τὴν ἐπωνυμίαν; ‘Διὰ τί τῶν τοῖς θεοῖς ἀνατιθεμένων μόνα τὰ
σκῦλα νενόμισται περιορᾶν ἀφανιζόμενα τῷ χρόνῳ, καὶ μήτε προσκυνεῖν μήτ’ ἐπισκευάζειν;‘ πότερον ἵνα τὴν295
10δόξαν οἰόμενοι τοῖς πρώτοις συνεκλιπεῖν ἀεί τι πρόσφα‐

273

D

τον ὑπόμνημα τῆς ἀρετῆς ζητῶσι κομίζειν; ἢ μᾶλλον ὅτι τοῦ χρόνου τὰ σημεῖα τῆς πρὸς τοὺς πολεμίους διαφορᾶς ἀμαυροῦντος, αὐτοὺς ἀναλαμβάνειν καὶ καινο‐ ποιεῖν ἐπίφθονόν ἐστι καὶ φιλαπέχθημον; οὐδὲ γὰρ παρ’
5Ἕλλησιν οἱ πρῶτοι λίθινον καὶ χαλκοῦν στήσαντες τρό‐ παιον εὐδοκιμοῦσι. ‘Διὰ τί Κόιντος Μέτελλος ἀρχιερεὺς γενόμενος καὶ τἄλλα δοκῶν φρόνιμος εἶναι καὶ πολιτικὸς ἀνὴρ ἐκώ‐ λυεν οἰωνίζεσθαι μετὰ τὸν Σεξτίλιον μῆνα τὸν νῦν
10Αὔγουστον προσαγορευόμενον;‘ πότερον ὅτι καθάπερ ἡμέρας ἀκμαζούσης ἢ ἀρχομένης πράττομεν τὰ τοιαῦτα καὶ μηνὸς ἱσταμένου καὶ αὐξομένου, τὰς δ’ ἀποκλίτους

273

E

ὡς ἀχρηματίστους φυλαττόμεθα, παραπλησίως τὸν μετὰ μῆνας ὀκτὼ χρόνον ὥσπερ ἑσπέραν τινὰ τοῦ ἐνιαυτοῦ καὶ δείλην ἀποκλίνοντος ἤδη καὶ φθίνοντος 〈δεῖ〉 νομί‐ ζειν; ἢ καὶ τοῖς ὄρνισι χρηστέον ἀκμαίοις καὶ τελείοις;
5εἰσὶ δὲ πρὸ τοῦ θέρους τοιοῦτοι· περὶ δὲ τὸ φθινόπωρον οἱ μὲν ἀσθενεῖς καὶ νοσώδεις, οἱ δὲ νεοσσοὶ καὶ ἀτελεῖς, οἱ δὲ παντάπασι φροῦδοι διὰ τὴν ὥραν ἐκτοπίζοντες. ‘Διὰ τί τοῖς μὴ στρατευομένοις μὲν ἐν στρατο‐ πέδῳ δ’ ἄλλως ἀναστρεφομένοις οὐκ ἐξῆν ἄνδρα βαλεῖν
10πολέμιον οὐδὲ τρῶσαι;‘ καὶ τοῦτο Κάτων (Ep. fr. 4 Jordan) ὁ πρεσβύτης ἐν ἐπιστολῇ τινι δεδήλωκε, γρά‐ φων πρὸς τὸν υἱὸν καὶ κελεύων, εἰ παρεθείη τῆς στρα‐

273

F

τείας ἀποπληρώσας τὸν χρόνον, ὑποστρέφειν, ἢ προσ‐
μένοντα λαβεῖν παρὰ τοῦ στρατηγοῦ τὸ ἐξεῖναι τρῶσαι καὶ ἀνελεῖν πολέμιον. πότερον ὅτι τὴν ἀνάγκην μόνην ἐξουσίαν εἶναι δεῖ τοῦ ἀνελεῖν ἄνθρωπον, ὁ δ’ ἄνευ296
5νόμου καὶ προστάγματος τοῦτο ποιῶν ἀνδροφόνος ἐστί (διὸ καὶ Χρυσάνταν ἐπῄνεσεν ὁ Κῦρος, ὅτι μέλλων ἀναιρεῖν πολέμιον καὶ τὴν κοπίδα διηρμένος ἀκούσας τὸ ἀνακλητικὸν ἀφῆκε τὸν ἄνδρα καὶ οὐκ ἔπαισεν ὡς κεκω‐ λυμένος); ἢ δεῖ τὸν συνιστάμενον πολεμίοις καὶ μαχό‐

274

A

μενον, | ἂν ἀποδειλιάσῃ, μὴ ἀνυπεύθυνον εἶναι μηδ’ ἀθῷον; οὐ γὰρ οὕτω βαλών τινα καὶ τρώσας ὠφέλησεν, ὡς φυγὼν καὶ ἀναχωρήσας ἔβλαψεν. ὁ μὲν οὖν ἀφει‐ μένος στρατείας ἀπήλλακται τῶν στρατιωτικῶν νόμων,
5ὁ δ’ αἰτησάμενος τὸ πράττειν τὰ τῶν στρατευομένων πάλιν ἑαυτὸν ὑπεύθυνον τῷ νόμῳ καὶ τῷ στρατηγῷ δέδωκεν. ‘Διὰ τί τῷ ἱερεῖ τοῦ Διὸς οὐκ ἔξεστιν ἐν ὑπαίθρῳ ἀλείφεσθαι;‘ πότερον ὅτι καὶ παῖδας γυμνοῦσθαι πατρὸς
10ὁρῶντος καὶ πενθεροῦ γαμβρὸν οὐχ ὅσιον ἦν οὐδὲ καλόν,

274

B

οὐδὲ συνελούοντο τὸ παλαιὸν ἀλλήλοις; πατὴρ δ’ ὁ Ζεὺς καὶ τὸ ἐν ὑπαίθρῳ μάλιστά πως εἶναι δοκεῖ τοῦ Διὸς ἐνώπιον· ἤ, καθάπερ ἐν ναῷ καὶ ἱερῷ γυμνοῦν ἑαυτὸν ἀθέμιτόν ἐστιν, οὕτω τὸν ὕπαιθρον ἀέρα καὶ τὸν ὑπουρά‐
5νιον, ὄντα καὶ θεῶν καὶ δαιμόνων μεστόν, ἐξευλαβοῦντο; διὸ καὶ τὰ πολλὰ τῶν ἀναγκαίων ὑπὸ στέγῃ δρῶμεν ἐπικρυπτόμενοι καὶ ἐπικαλυπτόμενοι ταῖς οἰκίαις πρὸς τὸ θεῖον. ἢ τὰ μὲν μόνῳ τῷ ἱερεῖ, τὰ δὲ πᾶσιν ὑπὸ τοῦ νόμου προστέτακται διὰ τοῦ ἱερέως; διὸ καὶ παρ’ ἡμῖν
10τὸ μὲν στεφανηφορεῖν καὶ κομᾶν καὶ 〈μὴ〉 σιδηροφορεῖν μηδὲ τοῖς Φωκέων ὅροις ἐμβαίνειν ἴδια λειτουργήματα

274

C

τοῦ ἄρχοντός ἐστι, τὸ δ’ ὀπώρας μὴ γεύεσθαι πρὸ ἰσημερίας μετοπωρινῆς μηδ’ ἄμπελον τέμνειν πρὸ ἰσημε‐ ρίας ἐαρινῆς ὁμοῦ τι πᾶσι δηλοῦται διὰ τοῦ ἄρχοντος· ἑκατέρου γὰρ ὁ καιρὸς ἐκεῖνός ἐστι. τὸν αὐτὸν οὖν297
5τρόπον ὡς ἔοικε καὶ τοῦ παρὰ Ῥωμαίοις ἱερέως ἴδιόν ἐστι τὸ μήθ’ ἵππῳ χρῆσθαι μήτε πλείονας νύκτας ἀποδημεῖν τριῶν μήτ’ ἀποτίθεσθαι τὸν πῖλον, ἀφ’ οὗ καί ‘φλᾶμεν‘ κέκληται, πολλὰ δ’ ἄλλα δηλοῦται πᾶσι

274

D

διὰ τοῦ ἱερέως· ὧν ἕν ἐστι καὶ τὸ ἐν ὑπαίθρῳ μὴ ἀλεί‐ φεσθαι. τὸ γὰρ ξηραλοιφεῖν ὑφεωρῶντο Ῥωμαῖοι σφόδρα, καὶ τοῖς Ἕλλησιν οἴονται μηδὲν οὕτως αἴτιον δουλείας γεγονέναι καὶ μαλακίας, ὡς τὰ γυμνάσια καὶ τὰς πα‐
5λαίστρας, πολὺν ἄλυν καὶ σχολὴν ἐντεκούσας ταῖς πόλεσι καὶ κακοσχολίαν καὶ τὸ παιδεραστεῖν καὶ τὸ διαφθείρειν τὰ σώματα τῶν νέων ὕπνοις καὶ περιπάτοις καὶ κινήσεσιν εὐρύθμοις καὶ διαίταις ἀκριβέσιν, ὑφ’ ὧν ἔλαθον ἐκρυέν‐ τες τῶν ὅπλων καὶ ἀγαπήσαντες ἀνθ’ ὁπλιτῶν καὶ
10ἱππέων ἀγαθῶν εὐτράπελοι καὶ παλαιστρῖται καὶ καλοὶ

274

E

λέγεσθαι. ταῦτα γοῦν ἔργον ἐστὶν ἀποφυγεῖν εἰς ὕπαιθρον ἀποδυομένους· οἱ δὲ κατ’ οἰκίαν ἀλειφόμενοι καὶ θερα‐ πεύοντες ἑαυτοὺς οὐδὲν ἁμαρτάνουσι. ‘Διὰ τί τὸ παλαιὸν νόμισμα πῆ μὲν εἶχεν Ἰανοῦ
5διπρόσωπον εἰκόνα, πῆ δὲ πλοίου πρύμναν ἢ πρῷραν ἐγκεχαραγμένην;‘ πότερον ὡς οἱ πολλοὶ λέγουσιν ἐπὶ τιμῇ τοῦ Κρόνου πλοίῳ διαπεράσαντος εἰς Ἰταλίαν, ἢ τοῦτο μὲν ἔστιν ἐπὶ πολλῶν λέγειν (καὶ γὰρ Ἰανὸς καὶ Εὔανδρος καὶ Αἰνείας ἐκ θαλάττης προσεκομίσθησαν),
10ἐκεῖνο δ’ ἄν τις μᾶλλον εἰκάσειεν, ὅτι τὰ μὲν καλὰ ταῖς πόλεσίν ἐστι τὰ δ’ ἀναγκαῖα, καὶ μέγιστον τῶν μὲν

274

F

καλῶν ἡ εὐνομία τῶν δ’ ἀναγκαίων ἡ εὐπορία; ἐπεὶ τοίνυν εὐνομίαν μὲν Ἰανὸς κατέστησεν αὐτοῖς ἐξημερώ‐ σας τὸν βίον, ἀφθονίαν δὲ παρέχει τῶν ἀναγκαίων ὁ ποταμὸς πλώιμος ὢν καὶ τὰ μὲν ἐκ θαλάττης τὰ δ’ ἀπὸ298
5τῆς χώρας κατακομίζων, σύμβολον ἔσχε τὸ νόμισμα τοῦ μὲν νομοθέτου τὸ δίμορφον ὡς εἴρηται διὰ τὴν μεταβο‐ λήν, τοῦ δὲ ποταμοῦ τὸ πορθμεῖον. ἑτέρῳ δ’ ἐχρήσαντο νομίσματι βοῦν ἔχοντι καὶ πρόβατον καὶ ὗν παράσημον, εὐποροῦντες ἀπὸ τῶν θρεμμάτων μάλιστα καὶ τὴν περιου‐
10σίαν ἀπὸ τούτων ἔχοντες· διὸ καὶ τῶν ὀνομάτων πολλὰ

275

A

τοῖς παλαιοῖς Συίλ|λιοι καὶ Βουβολκοὶ καὶ Πόρκιοι ἦσαν, ὡς Φενεστέλλας (Annal. fr. 5 Peter) εἴρηκεν. ‘Διὰ τί τῷ τοῦ Κρόνου ναῷ χρῶνται ταμείῳ τῶν δημοσίων χρημάτων, ἅμα δὲ καὶ φυλακτηρίῳ τῶν συμβο‐
5λαίων;‘ πότερον ὅτι δόξα κατεῖχε καὶ λόγος οὐκ εἶναι πλεονεξίαν ἐν ἀνθρώποις οὐδ’ ἀδικίαν Κρόνου βασιλεύον‐ τος, ἀλλὰ πίστιν καὶ δικαιοσύνην; ἢ ὅτι καρπῶν εὑρετὴς καὶ γεωργίας ἡγεμὼν ὁ θεός; ἡ γὰρ ἅρπη τοῦτο σημαίνει καὶ οὐχ ὡς γέγραφεν Ἀντίμαχος (fr. 35 Kinkel)
10Ἡσιόδῳ (Th. 178) πειθόμενος
10
‘λέχρις δὲ δρεπάνῳ τέμνων ἀπὸ μήδεα πατρὸς
Οὐρανοῦ Ἀκμονίδεω λάσιος Κρόνος ἀντιτέτυκτο·‘
12 καρπῶν δ’ ἀφθονία καὶ διάθεσις γένεσίς ἐστι νομίσμα‐

275

B

τος· διὸ τὸν αἴτιον καὶ φύλακα ποιοῦνται τῆς εὐδαιμο‐ νίας. μαρτυρεῖ δὲ τούτῳ τὸ τὰς ἀγομένας δι’ ἐννέα ἡμερῶν ἐπ’ ἀγορὰν συνόδους, νουνδίνας δὲ καλουμένας, ἱερὰς τοῦ Κρόνου νομίζεσθαι· πράσεως γὰρ καὶ ὠνῆς
5περιουσία καρπῶν ἀρχὴν παρέσχεν. ἢ ταῦτα μέν ἐστι
παλαιά, πρῶτος δὲ ταμεῖον ἀπέδειξε τὸ Κρόνιον τῶν βασιλέων καταλυθέντων Οὐαλέριος Ποπλικόλας πειθό‐ μενος εὐερκῆ καὶ καταφανῆ καὶ δυσεπιβούλευτον εἶναι τὸν τόπον;299
10 ‘Διὰ τί δ’ οἱ πρεσβεύοντες εἰς Ῥώμην ὁποθενοῦν ἐπὶ τὸν τοῦ Κρόνου ναὸν βαδίζοντες ἀπογράφονται πρὸς

275

C

τοὺς ἐπάρχους τοῦ ταμείου;‘ πότερον ὡς ξένου τοῦ Κρόνου γενομένου καὶ διὰ τοῦτο τοῖς ξένοις χαίροντος; ἢ καὶ τοῦτο λύεται τῇ ἱστορίᾳ; τὸ γὰρ παλαιὸν ὡς ἔοικεν οἱ ταμίαι ξένια τοῖς πρεσβεύουσιν ἔπεμπον (ἐκα‐
5λεῖτο δὲ ‘λαύτια‘ τὰ πεμπόμενα) καὶ νοσούντων ἐπεμέ‐ λοντο καὶ τελευτήσαντας ἔθαπτον ἐκ δημοσίου, νῦν δ’ ὑπὸ πλήθους τῶν ἀφικνουμένων πρέσβεων ἐκλέλειπται τὸ τῆς δαπάνης μένει δ’ ἔτι τὸ τοῖς ἐπάρχοις τοῦ ταμείου προεντυγχάνειν διὰ τῆς ἀπογραφῆς.
10 ‘Διὰ τί τῷ ἱερεῖ τοῦ Διὸς οὐκ ἔξεστιν ὀμόσαι;‘ πότερον ὅτι βάσανός τις ἐλευθέρων ὁ ὅρκος ἐστί, δεῖ δ’ ἀβασάνιστον εἶναι καὶ τὸ σῶμα καὶ τὴν ψυχὴν τοῦ

275

D

ἱερέως; ἢ ὅτι περὶ μικρῶν ἀπιστεῖσθαι τὸν τὰ θεῖα καὶ μέγιστα πεπιστευμένον οὐκ εἰκός ἐστιν; ἢ ὅτι πᾶς ὅρκος εἰς κατάραν τελευτᾷ τῆς ἐπιορκίας, κατάρα δὲ δύσφημον καὶ σκυθρωπόν; ὅθεν οὐδ’ ἄλλοις ἐπαρᾶσθαι νομίζεται
5τοὺς ἱερεῖς. ἐπῃνέθη γοῦν Ἀθήνησιν ἡ ἱέρεια μὴ θελήσασα καταράσασθαι τῷ Ἀλκιβιάδῃ τοῦ δήμου κελεύοντος· ἔφη γὰρ εὐχῆς οὐ κατάρας ἱέρεια γεγονέναι. ἢ κοινὸς ὁ τῆς ἐπιορκίας κίνδυνος, ἂν ἀνὴρ ἀσεβὴς καὶ ἐπίορκος εὐχῶν κατάρχηται καὶ ἱερῶν ὑπὲρ τῆς πόλεως;

275

E

‘Διὰ τί τῶν Οὐενεραλίων τῇ ἑορτῇ πολὺν οἶνον
ἐκχέουσιν ἐκ τοῦ ἱεροῦ τῆς Ἀφροδίτης;‘ πότερον, ὡς οἱ πλεῖστοι λέγουσι, Μεζέντιος ὁ Τυρρηνῶν στρατηγὸς ἔπεμψε πρὸς Αἰνείαν σπενδόμενος ἐπὶ τῷ λαβεῖν τὸν300
5ἐπέτειον οἶνον· ἀρνησαμένου δ’ ἐκείνου τοῖς Τυρρηνοῖς ὑπέσχετο κρατήσας μάχῃ δώσειν τὸν οἶνον· Αἰνείας δὲ τὴν ὑπόσχεσιν αὐτοῦ πυθόμενος τοῖς θεοῖς τὸν οἶνον καθιέρωσε, καὶ μετὰ τὸ νικῆσαι συναγαγὼν τὸ καρ‐ πευθὲν ἐξέχεε πρὸ τοῦ ἱεροῦ τῆς Ἀφροδίτης· ἢ καὶ
10τοῦτο σύμβολόν ἐστι τοῦ χρῆναι νήφοντας ἑορτάζειν ἀλλὰ μὴ μεθύοντας, ὡς τῶν θεῶν μᾶλλον τοῖς ἐκχέουσι χαι‐ ρόντων τὸν πολὺν ἄκρατον ἢ τοῖς πίνουσι;

275

F

‘Διὰ τί τὸν τῆς Ὅρτας ναὸν ἀνεῳγμένον εἶχον οἱ παλαιοὶ διὰ παντός;‘ πότερον, ὡς Ἀντίστιος Λαβεὼν (Huschke6 p. 58 fr. 20) ἱστόρηκε, τοῦ παρορμᾶν ‘ὁρτάρι‘ λεγομένου, τὴν οἷον ἐγκελευομένην πρὸς τὰ καλὰ καὶ
5παρορμῶσαν θεὸν Ὅρταν λεγομένην ᾤοντο δεῖν ὡς ἐνερ‐ γὸν ἀεὶ μηδέποτε μέλλειν μηδ’ ἀποκεκλεῖσθαι μηδ’ ἐλιν‐ νύειν· ἢ μᾶλλον ὡς νῦν ὀνομάζουσιν αὐτὴν Ὥραν μηκυνο‐ μένης τῆς προτέρας συλλαβῆς, ἐπιστρεφῆ τινα καὶ πολυω‐

276

A

ρητικὴν θεόν, | ἣν διαφυλακτικὴν καὶ φροντιστικὴν οὖσαν οὐδέποτε ῥάθυμον οὐδ’ ὀλίγωρον εἶναι τῶν ἀνθρωπίνων ἐνόμιζον; ἤ, καθάπερ ἄλλα πολλά, καὶ τοῦτο τῶν Ἑλ‐ ληνικῶν ὀνομάτων ἐστὶ καὶ δηλοῖ θεὸν ἐπισκοποῦσαν
5καὶ ἐφορῶσαν; ὅθεν ὡς ἀκοιμήτου καὶ ἀύπνου διὰ παντὸς ἀνεῳγμένον ἦν τὸ ἱερὸν αὐτῆς. εἰ μέντοι τὴν ὥραν ὀρθῶς ὁ Λαβεὼν ἀπὸ τοῦ παρορμᾶν ὠνομάσθαι δέ‐ δεκται, σκόπει μὴ τὸν ‘ὠράτορα‘ προτρεπτικόν τινα καὶ παρορμητικὸν ὄντα σύμβουλον ἢ δημαγωγὸν οὕτως
10ὠνομάσθαι φατέον, οὐκ ἀπὸ τῆς ἀρᾶς καὶ εὐχῆς ὡς
ἔνιοι λέγουσι.301

276

B

‘Διὰ τί τὸ τοῦ Ἡφαίστου ἱερὸν ἔξω πόλεως ὁ Ῥωμύλος ἱδρύσατο;‘ πότερον διὰ τὴν μυθολογουμένην πρὸς Ἄρη ζηλοτυπίαν τοῦ Ἡφαίστου δι’ Ἀφροδίτην υἱὸς εἶναι δοκῶν Ἄρεος οὐκ ἐποιήσατο σύνοικον οὐδ’ ὁμό‐
5πολιν αὐτόν; ἢ τοῦτο μὲν ἀβέλτερον, ᾠκοδομήθη δ’ ὁ ναὸς ἐξ ἀρχῆς συνέδριον καὶ βουλευτήριον ἀπόρρητον αὐτῷ μετὰ Τατίου τοῦ συμβασιλεύσαντος, ὅπως συνιόν‐ τες ἐνταῦθα μετὰ τῶν γερόντων ἄνευ τοῦ παρενοχλεῖσθαι καθ’ ἡσυχίαν βουλεύοιντο περὶ τῶν πραγμάτων; ἢ πρὸς
10ἐμπρησμὸν ἄνωθεν ἐπισφαλῶς τῆς Ῥώμης ἐχούσης ἔδοξε τιμᾶν μὲν ἐξοικίσαι δὲ τῆς πόλεως τὸν θεόν;

276

C

‘Διὰ τί τῇ τῶν Κωνσυαλίων ἑορτῇ καὶ τοὺς ἵππους καὶ τοὺς ὄνους στεφανοῦσι καὶ σχολάζειν ἐῶσι;‘ πότερον ὅτι Ποσειδῶνι μὲν ἄγουσιν Ἱππείῳ τὴν ἑορτὴν ὁ δ’ ὄνος τῷ ἵππῳ συναπολαύει καὶ συμμετέχει τῆς
5ἀδείας; ἢ ὅτι ναυτιλίας φανείσης καὶ κομιδῆς κατὰ θάλατταν ὑπῆρξέ τις ἀμωσγέπως ῥᾳστώνη καὶ ἀνάπαυσις τοῖς ὑποζυγίοις; ‘Διὰ τί τοὺς παραγγέλλοντας ἀρχὴν ἔθος ἦν ἐν ἱμα‐ τίῳ τοῦτο ποιεῖν ἀχίτωνας, ὡς Κάτων (Orig. VII 11 J.)
10ἱστόρηκε;‘ πότερον ἵνα μὴ δεκάζωσιν ἀργύριον ἐν τῷ κόλ‐

276

D

πῳ κομίζοντες; ἢ μᾶλλον ὅτι τοὺς ἀξίους ἄρχειν οὐ γένεσιν οὐδὲ χρήμασιν οὐδὲ δόξαις ἀλλὰ τραύμασι καὶ ὠτειλαῖς ἔκρινον; ὅπως οὖν ταῦτα καθορῷτο τοῖς ἐντυγχάνουσιν, ἀχίτωνες ἐπὶ τὰς παραγγελίας κατῄεσαν; ἢ καθάπερ τῷ
5δεξιοῦσθαι καὶ παρακαλεῖν καὶ ὑποπίπτειν, οὕτω τῇ γυμ‐ νότητι ταπεινοῦντες ἑαυτοὺς ἐδημαγώγουν; ‘Διὰ τί ὁ ἱερεὺς τοῦ Διὸς ἀποθανούσης αὐτῷ τῆς
γυναικὸς ἀπετίθετο τὴν ἀρχήν, ὡς Ἀτήιος (Huschke6 p. 66 fr. 12) ἱστόρηκε;‘ πότερον ὅτι τοῦ μὴ λαβόντος302
10ὁ λαβὼν εἶτ’ ἀποβαλὼν γυναῖκα γαμετὴν ἀτυχέστερος; ὁ μὲν γὰρ τοῦ γεγαμηκότος οἶκος τέλειος, ὁ δὲ τοῦ γή‐ μαντος εἶτ’ ἀποβαλόντος οὐκ ἀτελὴς μόνον ἀλλὰ καὶ πεπηρωμένος· ἢ συνιερᾶται μὲν ἡ γυνὴ τῷ ἀνδρί (ὡς

276

E

καὶ πολλὰ τῶν ἱερῶν οὐκ ἔστι δρᾶσαι μὴ γαμετῆς συμπαρούσης), τὸ δὲ γαμεῖν εὐθὺς ἑτέραν ἀποβαλόντα τὴν προτέραν οὔτ’ ἴσως δυνατὸν οὔτ’ ἄλλως ἐπιεικές; ὅθεν οὐδ’ ἀποπέμψασθαι πρότερον ἐξῆν, οὐδὲ νῦν ὡς
5ἔοικεν ἔξεστιν, ἀλλ’ ἐφ’ ἡμῶν ἐπέτρεψεν ἐντευχθεὶς Δομετιανός· οἱ δ’ ἱερεῖς παρεγένοντο τῇ τοῦ γάμου διαλύσει, πολλὰ φρικώδη καὶ ἀλλόκοτα καὶ σκυθρωπὰ δρῶντες. ἧττον δ’ ἄν τις τοῦτο θαυμάσειε προσιστορή‐ σας, ὅτι καὶ τῶν τιμητῶν θατέρου τελευτήσαντος ἔδει

276

F

καὶ τὸν ἕτερον πεπαῦσθαι τῆς ἀρχῆς· ἀποθανόντος δὲ τιμητοῦ Λιβίου Δρούσου, Σκαῦρος Αἰμίλιος συνάρχων οὐκ ἐβούλετο τὴν ἀρχὴν ἀπείπασθαι, μέχρι οὗ τῶν δημάρχων τινὲς αὐτὸν ἐκέλευον εἰς τὸ δεσμωτήριον
5ἀπάγεσθαι. ‘Διὰ τί τῶν Λαρητῶν, οὓς ἰδίως ‘πραιστίτεισ‘ καλοῦσι, τούτοις κύων παρέστηκεν, αὐτοὶ δὲ κυνῶν διφθέραις ἀμπέχονται;‘ ἦ πραιστίτεις μὲν οἱ προεστῶ‐ τές εἰσι, τοὺς δὲ προεστῶτας οἴκου φυλακτικοὺς εἶναι
10προσήκει, καὶ φοβεροὺς μὲν τοῖς ἀλλοτρίοις, ὥσπερ ὁ κύων ἐστίν, ἠπίους δὲ καὶ πράους τοῖς συνοικοῦσιν; ἢ μᾶλλον, ὃ λέγουσιν ἔνιοι Ῥωμαίων, ἀληθές ἐστι καί, καθάπερ οἱ περὶ Χρύσιππον (deest in St. V. Fr.) οἴον‐

277

A

ται φιλό|σοφοι φαῦλα δαιμόνια περινοστεῖν, οἷς οἱ θεοὶ
δημίοις χρῶνται 〈καὶ〉 κολασταῖς ἐπὶ τοὺς ἀνοσίους καὶ ἀδίκους ἀνθρώπους, οὕτως οἱ Λάρητες ἐριννυώδεις τινές εἰσι καὶ ποίνιμοι δαίμονες, ἐπίσκοποι βίων καὶ οἴκων·303
5διὸ καὶ κυνῶν δέρμασιν ἀμπέχονται, καὶ κύων πάρεδρός ἐστιν, ὡς δεινοῖς οὖσιν ἐξιχνεῦσαι καὶ μετελθεῖν τοὺς πονηρούς; ‘Διὰ τί τῇ καλουμένῃ Γενείτῃ Μάνῃ κύνα θύουσι καὶ κατεύχονται μηδένα χρηστὸν ἀποβῆναι τῶν οἰκογε‐
10νῶν;‘ ἦ ὅτι δαίμων ἐστὶν ἡ Γενείτα περὶ τὰς γενέσεις καὶ τὰς λοχείας τῶν φθαρτῶν; ῥύσιν γάρ τινα σημαίνει τοὔνομα καὶ γένεσιν ἢ ῥέουσαν γένεσιν. ὥσπερ οὖν οἱ

277

B

Ἕλληνες τῇ Ἑκάτῃ, καὶ τῇ Γενείτῃ κύνα Ῥωμαῖοι θύουσιν ὑπὲρ τῶν οἰκογενῶν. Ἀργείους δὲ Σωκράτης (FHG IV p. 498) φησὶ τῇ Εἰλιονείᾳ κύνα θύειν διὰ τὴν ῥᾳστώνην τῆς λοχείας. τὸ δὲ τῆς εὐχῆς πότερον οὐκ ἐπ’
5ἀνθρώπων ἐστὶν οἰκογενῶν, μηδένα χρηστὸν γενέσθαι [ἀλλὰ κυνῶν]· χαλεποὺς γὰρ εἶναι δεῖ καὶ φοβεροὺς τοὺς κύνας· ἢ διὰ τὸ χρηστοὺς κομψῶς λέγεσθαι τοὺς τελευ‐ τῶντας αἰνιττόμενοι διὰ τῆς εὐχῆς αἰτοῦνται μηδένα τῶν συνοίκων ἀποθανεῖν; οὐ δεῖ δὲ τοῦτο θαυμάζειν· καὶ
10γὰρ Ἀριστοτέλης (fr. 592) ἐν ταῖς Ἀρκάδων πρὸς

277

C

Λακεδαιμονίους συνθήκαις γεγράφθαι φησὶ μηδένα χρη‐ στὸν ποιεῖν βοηθείας χάριν τοῖς λακωνίζουσι τῶν Τεγεα‐ τῶν, ὅπερ εἶναι μηδένα ἀποκτιννύναι. ‘Διὰ τί τοῖς Καπιτωλίοις θέας ἄγοντες ἔτι νῦν
5κηρύττουσι Σαρδιανοὺς ὠνίους, καὶ γέρων τις ἐπὶ χλευα‐ σμῷ προάγεται παιδικὸν ἐναψάμενος περιδέραιον, ὃ κα‐
λοῦσι βοῦλλαν;‘ ἦ ὅτι Ῥωμύλῳ πολὺν χρόνον ἐπολέμη‐ σαν οἱ λεγόμενοι Οὐήιοι Τυρρηνῶν, καὶ ταύτην τὴν πόλιν ἐσχάτην εἷλε, καὶ πολλοὺς αἰχμαλώτους ἀπεκήρυξε304
10μετὰ τοῦ βασιλέως ἐπισκώπτων αὐτοῦ τὴν ἠλιθιότητα

277

D

καὶ τὴν ἀβελτερίαν; ἐπεὶ δὲ Λυδοὶ μὲν ἦσαν οἱ Τυρ‐ ρηνοὶ ἐξ ἀρχῆς Λυδῶν δὲ μητρόπολις αἱ Σάρδεις, οὕτω τοὺς Οὐηίους ἀπεκήρυττον· καὶ μέχρι νῦν ἐν παιδιᾷ τὸ ἔθος διαφυλάττουσι.
5 ‘Διὰ τί τὰ κρεωπώλια ‘μάκελλα‘ καί ‘μακέλλουσ‘ καλοῦσι;‘ πότερον ἀπὸ τῶν μαγείρων τοὔνομα διαφθα‐ ρέν, ὥσπερ ἄλλα πολλά, τῇ συνηθείᾳ κεκράτηκε (καὶ γὰρ τὸ κάππα πρὸς τὸ γάμμα συγγένειαν ἔχει παρ’ αὐτοῖς· ὀψὲ γὰρ ἐχρήσαντο τῷ γάμμα Καρβιλίου Σπο‐
10ρίου (Gramm. Rom. Fr. p. IX 2) προσεξευρόντος· καὶ τὸ λάμβδα πάλιν τοῖς ἀπολισθαίνουσι τοῦ ρ δι’ ἀμβλύτητα τῆς γλώττης ὑπόκειται τραυλιζόμενον)· ἢ καὶ τοῦτο

277

E

λυτέον τῇ ἱστορίᾳ; λέγεται γὰρ ἐν Ῥώμῃ βίαιον ἄνδρα καὶ λῃστρικὸν γενόμενον καὶ περικόψαντα πολλοὺς μόγις ἁλῶναι καὶ κολασθῆναι, τοὔνομα Μάκελλον· ἐκ δὲ τῶν χρημάτων αὐτοῦ δημόσιον οἰκοδομηθῆναι κρεωπώλιον
5ἀπ’ ἐκείνου κτησάμενον τὴν προσηγορίαν. ‘Διὰ τί ταῖς Ἰανουαρίαις εἰδοῖς περιιέναι δέδοται τοῖς αὐληταῖς τὴν πόλιν ἐσθῆτας γυναικείας φοροῦντας;‘ ἦ διὰ τὴν λεγομένην αἰτίαν; μεγάλας γὰρ ὡς ἔοικε τιμὰς

277

F

ἐκαρποῦντο τοῦ βασιλέως Νομᾶ δόντος αὐτοῖς διὰ τὴν πρὸς τὸ θεῖον ὁσιότητα· ταύτας δ’ ὕστερον ἀφαιρεθέντες
ὑπὸ τῆς ἀνθυπατικῆς δεκαδαρχίας ἀπεχώρησαν ἐκ τῆς πόλεως. ἦν οὖν ἐπιζήτησις αὐτῶν καί τις ἥπτετο δεισι‐305
5δαιμονία τῶν ἱερέων ἄναυλα θυόντων. ἐπεὶ δ’ οὐκ ἐπεί‐ θοντο μεταπεμπομένοις ἀλλ’ ἐν Τιβοῦρι διέτριβον, ἀνὴρ ἀπελεύθερος κρύφα τοῖς ἄρχουσιν ἐπηγγείλατο κατάξειν αὐτούς. καὶ παρασκευάσας θοίνην ἄφθονον ὡς τεθυκὼς θεοῖς ἐκάλεσε τοὺς αὐλητάς· καὶ γύναια παρῆν ἅμα τῷ
10πότῳ καὶ παννυχὶς συνεκροτεῖτο παιζόντων καὶ χορευόν‐ των. εἶτ’ ἐξαίφνης ὁ ἄνθρωπος ἐμβαλὼν λόγον ὡς τοῦ |

278

A

πάτρωνος ἐπιόντος αὐτῷ καὶ ταραττόμενος συνέπεισε τοὺς αὐλητὰς ἀναβάντας ἐφ’ ἁμάξας δέρρεσι κύκλῳ περικαλυπτομένας εἰς τὸ Τιβοὺρ κομίζεσθαι. τοῦτο δ’ ἦν ἀπάτη· περιαγαγὼν γὰρ τὰς ἁμάξας οὐ συνορῶντας
5αὐτοὺς διὰ τὸν οἶνον καὶ τὸ σκότος ἔλαθεν εἰς Ῥώμην καταγαγὼν ἅπαντας ἕωθεν· ἐτύγχανον δ’ οἱ πολλοὶ διὰ τὴν παννυχίδα καὶ τὸν πότον ἐν ἐσθῆσιν ἀνθιναῖς καὶ γυναικείαις ὄντες. ὡς οὖν ἐπείσθησαν ὑπὸ τῶν ἀρχόν‐

278

B

των καὶ διηλλάγησαν, ἐνομίσθη τὴν ἡμέραν ἐκείνην οὕτως ἀμπεχομένους σοβεῖν διὰ τῆς πόλεως. ‘Διὰ τί τὸ τῆς Καρμέντης ἱερὸν ἐξ ἀρχῆς δοκοῦ‐ σιν αἱ μητέρες ἱδρύσασθαι καὶ νῦν μάλιστα σέβονται;‘
5λέγεται γάρ τις λόγος, ὡς ἐκωλύθησαν ὑπὸ τῆς βουλῆς αἱ γυναῖκες ὀχήμασι χρῆσθαι ζευκτοῖς· συνέθεντο οὖν ἀλλήλαις μὴ κυΐσκεσθαι μηδὲ τίκτειν ἀμυνόμεναι τοὺς ἄνδρας, ἄχρις οὗ μετέγνωσαν καὶ συνεχώρησαν αὐταῖς· γενομένων δὲ παίδων εὐτεκνοῦσαι καὶ πολυτεκνοῦσαι τὸ
10τῆς Καρμέντης ἱερὸν ἱδρύσαντο. τὴν δὲ Καρμένταν οἱ μὲν Εὐάνδρου μητέρα λέγουσιν οὖσαν ἐλθεῖν εἰς Ἰταλίαν

278

C

ὀνομαζομένην Θέμιν, ὡς δ’ ἔνιοι, Νικοστράτην· ἐμμέτρους
δὲ χρησμοὺς ᾄδουσαν ὑπὸ τῶν Λατίνων Καρμένταν ὀνομάζεσθαι· τὰ γὰρ ἔπη ‘κάρμινα‘ καλοῦσιν. οἱ δὲ Μοῖραν ἡγοῦνται τὴν Καρμένταν εἶναι καὶ διὰ τοῦτο306
5θύειν αὐτῇ τὰς μητέρας. ἔστι δὲ τοῦ ὀνόματος τὸ ἔτυμον ‘ὑστερημένη νοῦ‘ διὰ τὰς θεοφορήσεις. ὅθεν οὐ τὰ κάρμινα τῇ Καρμέντῃ τοὔνομα παρέσχεν, ἀλλὰ μᾶλλον ἀπ’ ἐκείνης ἐκλήθη διὰ τὸ τοὺς χρησμοὺς ἐν ἔπεσι καὶ μέτροις ἐνθουσιῶσαν ᾄδειν.
10 ‘Διὰ τί τῇ Ῥουμίνᾳ θύουσαι γάλα κατασπένδουσι τῶν ἱερῶν, οἶνον δ’ οὐ προσφέρουσιν;‘ ἦ ῥοῦμαν Λατῖνοι τὴν θηλὴν καλοῦσι, καὶ Ῥουμινᾶλιν ὀνομασθῆναι λέγου‐ σιν, παρ’ ὅσον ἡ λύκαινα τῷ Ῥωμύλῳ τὴν θηλὴν παρ‐

278

D

έσχεν· ὥσπερ οὖν ἡμεῖς τὰς τρεφούσας τὰ παιδία γά‐ λακτι θηλονὰς ἀπὸ τῆς θηλῆς καλοῦμεν, οὕτως ἡ Ῥου‐ μῖνα θηλώ τις οὖσα καὶ τιθήνη καὶ κουροτρόφος οὐ προσίεται τὸν ἄκρατον ὡς βλαβερὸν ὄντα τοῖς νη‐
5πίοις; ‘Διὰ τί τῶν συγκλητικῶν τοὺς μὲν πατέρας συγ‐ γεγραμμένους, τοὺς δ’ ἁπλῶς πατέρας προσηγόρευον;‘ ἦ τοὺς μὲν ἐξ ἀρχῆς κατανεμηθέντας ὑπὸ τοῦ Ῥωμύλου πατέρας ἐκάλουν καὶ πατρικίους, οἷον εὐπατρίδας ὄντας,
10πατέρας αὑτῶν ἔχοντας ἀποδεῖξαι· τοὺς δ’ ὕστερον ἐπεγ‐ γραφέντας ἐκ τῶν δημοτικῶν συγγεγραμμένους πατέρας ὠνόμασαν; ‘Διὰ τί κοινὸς ἦν βωμὸς Ἡρακλέους καὶ Μου‐

278

E

σῶν;‘ ἦ ὅτι γράμματα τοὺς περὶ Εὔανδρον ἐδίδαξεν Ἡρακλῆς, ὡς Ἰόβας (FHG III p. 470) ἱστόρηκε; καὶ τὸ πρᾶγμα σεμνὸν ἐνομίζετο, φίλους καὶ συγγενεῖς διδασκόν‐
των· ὀψὲ δ’ ἤρξαντο μισθοῦ διδάσκειν, καὶ πρῶτος307
5ἀνέῳξε γραμματοδιδασκαλεῖον Σπόριος Καρβίλιος, ἀπε‐ λεύθερος Καρβιλίου τοῦ πρώτου γαμετὴν ἐκβαλόντος. ‘Διὰ τί, δυεῖν βωμῶν Ἡρακλέους ὄντων, οὐ μεταλαμβάνουσι γυναῖκες οὐδὲ γεύονται τῶν ἐπὶ τοῦ μείζονος θυομένων;‘ πότερον ὅτι τῶν ἱερῶν αἱ περὶ τὴν
10Καρμένταν ὑστέρησαν, ὑστέρησε δὲ καὶ τὸ Πιναρίων

278

F

γένος; ὅθεν εἰργόμενοι τῆς θοίνης ἑστιωμένων τῶν ἄλλων Πινάριοι προσηγορεύθησαν· ἢ διὰ τὰ μυθολογούμενα περὶ τοῦ χιτῶνος καὶ τῆς Δηιανείρας; ‘Διὰ τί τὸν θεὸν ἐκεῖνον, ᾧ μάλιστα τὴν Ῥώμην
5σῴζειν προσήκει καὶ φυλάττειν, εἴτ’ ἐστὶν ἄρρην εἴτε θήλεια, καὶ λέγειν ἀπείρηται καὶ ζητεῖν καὶ ὀνομάζειν· ταύτην δὲ τὴν ἀπόρρησιν ἐξάπτουσι δεισιδαιμονίας, ἱστοροῦντες Οὐαλέριον Σωρανὸν ἀπολέσθαι κακῶς διὰ τὸ ἐξειπεῖν;‘ πότερον, ὡς τῶν Ῥωμαϊκῶν τινες ἱστορή‐
10κασιν, ἐκκλήσεις εἰσὶ καὶ γοητεῖαι θεῶν, αἷς νομίζοντες καὶ αὐτοὶ θεούς τινας ἐκκεκλῆσθαι παρὰ τῶν πολεμίων

279

A

καὶ μετῳκηκέναι πρὸς αὑτοὺς | ἐφοβοῦντο τὸ αὐτὸ παθεῖν ὑφ’ ἑτέρων; ὥσπερ οὖν Τύριοι δεσμοὺς ἀγάλμασι λέγον‐ ται περιβαλεῖν, ἕτεροι δ’ αἰτεῖν ἐγγυητὰς ἐπὶ λουτρὸν ἢ καθαρμόν τινα προπέμποντες, οὕτως ᾤοντο Ῥωμαῖοι τὸ
5ἄρρητον καὶ τὸ ἄγνωστον ἀσφαλεστάτην εἶναι θεοῦ καὶ βεβαιοτάτην φρουράν· ἢ καθάπερ Ὁμήρῳ (Ο 193) πε‐ ποίηται τὸ ‘γαῖα δ’ ἐστὶ ξυνὴ πάντων‘, ὅπως οἱ ἄνθρωποι τοὺς θεοὺς πάντας σέβωνται καὶ τιμῶσι τὴν γῆν κοινῶς ἔχοντας, οὕτως ἀπεκρύψαντο τὸν κύριον τῆς σωτηρίας
10οἱ παλαιοὶ Ῥωμαῖοι, βουλόμενοι μὴ μόνον τοῦτον ἀλλὰ
πάντας ὑπὸ τῶν πολιτῶν τοὺς θεοὺς τιμᾶσθαι;308

279

B

‘Διὰ τί τῶν λεγομένων Φιτιαλέων, Ἑλληνιστὶ δ’ οἷον εἰρηνοποιῶν 〈καὶ〉 σπονδοφόρων, ὁ καλούμενος ‘πά‐ τερ πατρᾶτοσ‘ ἐνομίζετο μέγιστος (ἔστι δ’ οὗτος, ᾧ πατὴρ ζῇ καὶ παῖδες εἰσίν· ἔχει δὲ καὶ νῦν προνομίαν
5τινὰ καὶ πίστιν· οἱ γὰρ στρατηγοὶ τὰ δι’ εὐμορφίαν καὶ ὥραν ἐπιμελοῦς δεόμενα καὶ σώφρονος φυλακῆς σώματα τούτοις παρακατατίθενται)‘; πότερον ὅτι τὸ αἰδεῖσθαι τοὺς παῖδας αὐτοῖς καὶ τὸ φοβεῖσθαι τοὺς πατέρας πρόσεστιν; ἢ τοὔνομα τὴν αἰτίαν ὑπαγορεύει; βούλεται
10γὰρ εἶναι τὸ ‘πατρᾶτον‘ οἱονεὶ συμπεπερασμένον καὶ πεπερατωμένον, ὡς τελειοτέρου τῶν ἄλλων ὄντος ᾧ

279

C

συμβέβηκε πατέρα κεκτημένῳ πατρὶ γενέσθαι. ἢ δεῖ τὸν ὅρκων καὶ εἰρήνης προιστάμενον ‘ἅμα πρόσω καὶ ὀπίσω‘ καθ’ Ὅμηρον (Α 343 ω 452) ὁρᾶν; εἴη δ’ ἂν μάλιστα τοιοῦτος, ᾧ παῖς ἔστιν ὑπὲρ οὗ βουλεύεται, καὶ πατὴρ
5μεθ’ οὗ βουλεύεται. ‘Διὰ τί τῷ καλουμένῳ ‘ῥῆγι σακρώρουμ‘ (οὗτος δ’ ἐστὶ βασιλεὺς ἱερῶν) ἀπείρηται καὶ ἄρχειν καὶ δη‐ μηγορεῖν;‘ ἦ τὸ παλαιὸν οἱ βασιλεῖς τὰ πλεῖστα καὶ μέγιστα τῶν ἱερῶν ἔδρων καὶ τὰς θυσίας ἔθυον αὐτοὶ
10μετὰ τῶν ἱερέων, ἐπεὶ δ’ οὐκ ἐμετρίαζον ἀλλ’ ἦσαν

279

D

ὑπερήφανοι καὶ βαρεῖς, τῶν μὲν Ἑλλήνων οἱ πλεῖστοι τὴν ἐξουσίαν αὐτῶν περιελόμενοι μόνον τὸ θύειν τοῖς θεοῖς ἀπέλιπον, Ῥωμαῖοι δὲ παντάπασι τοὺς βασιλεῖς ἐκβαλόντες ἄλλον ἐπὶ τὰς θυσίας ἔταξαν, οὔτ’ ἄρχειν
5ἐάσαντες οὔτε δημαγωγεῖν, ὅπως μόνον ἐν τοῖς ἱεροῖς βασιλεύεσθαι δοκῶσι καὶ βασιλείαν διὰ τοὺς θεοὺς ὑπο‐
μένειν; ἔστι γοῦν τις ἐν ἀγορᾷ θυσία πρὸς τῷ λεγομένῳ Κομιτίῳ πάτριος, ἣν θύσας ὁ βασιλεὺς κατὰ τάχος ἄπεισι φεύγων ἐξ ἀγορᾶς.309
10 ‘Διὰ τί τὴν τράπεζαν οὐκ εἴων ἀναιρεῖσθαι κενήν, ἀλλὰ πάντως τινὸς ἐπόντος;‘ πότερον αἰνιττόμενοι τὸ

279

E

δεῖν ἀεί τι τοῦ παρόντος εἰς τὸ μέλλον ὑπολιπεῖν καὶ τῆς αὔριον ἐν τῇ σήμερον μνημονεύειν, ἢ νομίζοντες ἀστεῖον εἶναι τὸ συστέλλειν καὶ ἀνέχειν τὴν ὄρεξιν ἔτι παρούσης τῆς ἀπολαύσεως; ἧττον γὰρ ἐπιθυμοῦσι τῶν ἀπόντων
5ἐθισθέντες ἀπέχεσθαι τῶν παρόντων. ἢ καὶ πρὸς οἰκέτας φιλάνθρωπον τὸ ἔθος; οὐ γὰρ οὕτω λαμβάνοντες ὡς μετα‐ λαμβάνοντες ἀγαπῶσι, κοινωνεῖν τρόπον τινὰ τραπέζης ἡγούμενοι τοῖς δεσπόταις. ἢ τῶν ἱερῶν οὐδέποτε δεῖν κενὸν οὐθὲν περιορᾶν, ἱερὸν δ’ ἡ τράπεζα;
10‘Διὰ τί τῇ νύμφῃ τὸ πρῶτον οὐκ ἐντυγχάνει μετὰ

279

F

φωτὸς ὁ ἀνὴρ ἀλλὰ διὰ σκότους;‘ πότερον ὅτι αἰδεῖται πρὶν ἢ συνελθεῖν ἀλλοτρίαν νομίζων, ἢ καὶ πρὸς ἰδίαν προσιέναι μετ’ αἰδοῦς ἐθιζόμενος; ἤ, καθάπερ ὁ Σόλων ἔγραψε μήλου κυδωνίου τὴν νύμφην ἐντραγοῦσαν εἰς τὸν
5θάλαμον βαδίζειν, ὅπως τὸ πρῶτον ἄσπασμα μὴ δυσχερὲς γένηται μηδ’ ἀχάριστον, οὕτως ὁ Ῥωμαῖος νομοθέτης, εἰ δή τι προσῆν ἄτοπον τῷ σώματι καὶ δυσχερές, ἔκρυψεν; ἢ διαβολή τίς ἐστιν ἀφροδισίων παρανόμων τὸ γινόμενον, ὡς καὶ τοῖς νομίμοις αἰσχύνης τινὸς προσούσης;
10‘Διὰ τί τῶν ἱπποδρόμων εἷς Φλαμίνιος καλεῖται;‘

280

A

ἦ ὅτι Φλαμινίου τινὸς τῶν παλαιῶν τῇ πόλει | χώραν ἐπιδόντος ἐχρῶντο ταῖς προσόδοις εἰς τοὺς ἱππικοὺς ἀγῶνας, ἔτι δὲ περιόντων χρημάτων κατεσκεύασαν ὁδόν,
ἣν καὶ αὐτὴν Φλαμινίαν προσηγόρευσαν;310
5 ‘Διὰ τί ‘λικτώρεισ‘ τοὺς ῥαβδούχους ὀνομάζουσι;‘ πότερον ὅτι καὶ συνέδεον τοὺς ἀκολασταίνοντας οὗτοι καὶ τῷ Ῥωμύλῳ παρηκολούθουν ἱμάντας ἐν τοῖς κόλ‐ ποις κομίζοντες (τὸ δὲ δεσμεύειν ‘ἀλλιγᾶρε‘ λέγουσιν οἱ πολλοὶ Ῥωμαίων, οἱ δὲ καθαρεύοντες ἐν τῷ διαλέγεσθαι
10‘λιγᾶρε‘); ἢ νῦν μὲν παρέγκειται τὸ κ, πρότερον δέ ‘λιτώρεισ‘ ἐκαλοῦντο, λειτουργοί τινες ὄντες περὶ τὸ δημόσιον; ὅτι γὰρ λῇτον ἄχρι νῦν τὸ δημόσιον ἐν πολλοῖς

280

B

τῶν Ἑλλήνων νόμων γέγραπται, οὐδένα ὡς ἔπος εἰπεῖν λέληθε. ‘Διὰ τί κύνα θύουσιν οἱ Λούπερκοι (Λούπερκοι δ’ εἰσὶν οἱ τοῖς Λουπερκαλίοις γυμνοὶ διαθέοντες ἐν
5περιζώμασι καὶ καθικνούμενοι σκύτει τῶν ἀπαντώντων);‘ πότερον ὅτι καθαρμός ἐστι τῆς πόλεως τὰ δρώμενα; καὶ γὰρ τὸν μῆνα ‘Φεβρουάριον‘ καλοῦσι καὶ νὴ Δία τὴν ἡμέραν ἐκείνην ‘φεβράτην‘, καὶ † ‘φεβράριν‘ τὸ † τῶν σκυτῶν ἤθει καθικνεῖσθαι, τοῦ ῥήματος τὸ καθαίρειν
10σημαίνοντος· τῷ δὲ κυνὶ πάντες ὡς ἔπος εἰπεῖν Ἕλληνες ἐχρῶντο καὶ χρῶνταί γε μέχρι νῦν ἔνιοι σφαγίῳ πρὸς

280

C

τοὺς καθαρμούς· καὶ τῇ Ἑκάτῃ σκυλάκια μετὰ τῶν ἄλλων καθαρσίων ἐκφέρουσι καὶ περιμάττουσι σκυλα‐ κίοις τοὺς ἁγνισμοῦ δεομένους, περισκυλακισμὸν τὸ τοιοῦτο γένος τοῦ καθαρμοῦ καλοῦντες· ἢ λύκος μὲν
5ὁ λοῦπός ἐστι καὶ Λύκαια τὰ Λουπερκάλια, λύκῳ δὲ κύων πολέμιος καὶ διὰ τοῦτο θύεται τοῖς Λυκαίοις; ἢ
ὅτι τοὺς Λουπέρκους ὑλακτοῦσι καὶ παραλυποῦσιν οἱ κύνες ἐν τῇ πόλει διαθέοντας; ἢ Πανὶ μὲν ἡ θυσία γίνεται, Πανὶ δὲ κύων προσφιλὲς διὰ τὰ αἰπόλια;311
10 ‘Διὰ τί τῷ καλουμένῳ Σεπτομουντίῳ παρεφύλατ‐ τον ὀχήμασι ζευκτοῖς μὴ χρῆσθαι, καὶ μέχρι νῦν οἱ τῶν

280

D

παλαιῶν μὴ καταφρονοῦντες παραφυλάττουσι (τὸ δὲ σεπτομούντιον ἄγουσιν ἐπὶ τῷ τὸν ἕβδομον λόφον τῇ πόλει προσκατανεμηθῆναι καὶ τὴν Ῥώμην ἑπτάλοφον γενέσθαι);‘ πότερον, ὡς ἔνιοι τῶν Ῥωμαϊκῶν ἐπινοοῦσι,
5διὰ τὸ μήπω συνεζεῦχθαι τοῖς μέρεσι παντελῶς τὴν πόλιν; ἢ τοῦτο μὲν ἄλλως ‘οὐ πρὸς Διόνυσόν‘ ἐστιν, ἔργου δὲ μεγάλου τοῦ πρὸς τὸν συνοικισμὸν ἐκτελεσθέντος, οἰόμενοι τὴν πόλιν ἤδη πεπαῦσθαι προϊοῦσαν εἰς τὸ πρόσθεν, ἔπαυσαν μὲν αὑτοὺς ἀνέπαυσαν δὲ τῶν ὑποζυ‐
10γίων τὰ συμπονήσαντα καὶ παρέσχον ἀπολαῦσαι τῇ σχολῇ τῆς κοινῆς ἑορτῆς; ἢ πᾶσαν μὲν ἐβούλοντο κοσμεῖν

280

E

ἀεὶ καὶ τιμᾶν ἑορτὴν τοὺς πολίτας παρόντας, μάλιστα δὲ τὴν ἐπὶ τῷ συνοικισμῷ τῆς πόλεως ἀγομένην· ἵν’ οὖν τὴν πόλιν, ἧς ἐστιν ἡ ἑορτή, μὴ ἀπολείπωσιν, οὐκ ἐφεῖτο χρῆσθαι ζεύγεσιν ἐκείνην τὴν ἡμέραν;
5 ‘Διὰ τί τοὺς ἀπεγνωσμένους ἐπὶ κλοπαῖς ἢ δουλι‐ κοῖς τισιν ἄλλοις ἁμαρτήμασι ‘φουρκίφερασ‘ καλοῦσιν;‘ ἦ καὶ τοῦτο τῆς τῶν παλαιῶν ἐπιμελείας τεκμήριόν ἐστιν; ὁ γὰρ οἰκότριβος ἰδίου καταγνούς τινα μοχθηρίαν ἐκέλευε διπλοῦν ξύλον, ὃ ταῖς ἁμάξαις ὑφιστᾶσιν, ἀρά‐
10μενον διὰ τῆς συνοικίας ἢ τῆς γειτνιάσεως διεξελθεῖν

280

F

ὑπὸ πάντων ὁρώμενον, ὅπως ἀπιστοῖεν αὐτῷ καὶ φυλάτ‐ τοιντο πρὸς τὸ λοιπόν· τὸ δὲ ξύλον ἡμεῖς μὲν στήριγμα, Ῥωμαῖοι δέ ‘φοῦρκαν‘ ὀνομάζουσι· διὸ καί ‘φουρκίφερ‘
ὁ τοῦτο περιενεγκὼν καλεῖται.312
5 ‘Διὰ τί τῶν κυριττόντων βοῶν ὑπὲρ τοῦ φυλάττε‐ σθαι τὸν ἐντυγχάνοντα χόρτον τῷ κέρατι προσδέουσιν;‘ ἦ διὰ κόρον καὶ πλησμονὴν ἐξυβρίζουσι καὶ βόες καὶ ἵπποι καὶ ὄνοι καὶ ἄνθρωποι; ὥς που καὶ Σοφοκλῆς (fr. 764) πεποίηκε
9
10‘σὺ δὲ σφαδᾴζεις πῶλος ὣς εὐφορβίᾳ, γαστήρ τε γάρ σου καὶ γνάθος πλήρης.‘
11 διὸ καὶ Μᾶρκον Κράσσον οἱ Ῥωμαῖοι χόρτον ἔχειν ἔφα‐ σαν· ἐφυλάττοντο γὰρ αὐτὸν οἱ τοὺς ἄλλους ἐν τῇ πολι‐

281

A

τείᾳ | σπαράττοντες ὡς ἀμυντικὸν καὶ δυσεπιχείρητον. οὐ μὴν ἀλλ’ ὕστερον ἐλέχθη πάλιν, ὅτι Κράσσου Καῖσαρ ἀφῃρήκει τὸν χόρτον· ἀντέστη γὰρ αὐτῷ πρῶτος ἐν τῇ πολιτείᾳ καὶ κατεφρόνησε.
5 ‘Διὰ τί τῶν ἐπ’ οἰωνοῖς ἱερέων, οὓς Αὔσπικας πρότερον Αὔγουρας δὲ νῦν καλοῦσιν, ᾤοντο δεῖν ἀεὶ τοὺς λαμπτῆρας ἀνεῳγμένους εἶναι καὶ τὸ πῶμα μὴ ἐπικεῖ‐ σθαι;‘ ἦ καθάπερ οἱ Πυθαγορικοὶ μικρὰ μεγάλων ἐποι‐ οῦντο σύμβολα κωλύοντες ‘ἐπὶ χοίνικος καθῆσθαι‘ καί
10‘πῦρ μαχαίρᾳ σκαλεύειν‘, οὕτως οἱ παλαιοὶ πολλοῖς

281

B

αἰνίγμασιν ἐχρῶντο καὶ μάλιστα πρὸς τοὺς ἱερεῖς, οἷόν ἐστι καὶ τὸ τοῦ λαμπτῆρος; ἔοικε γὰρ ὁ λαμπτὴρ τῷ περιέχοντι τὴν ψυχὴν σώματι. φῶς γάρ ἐστιν ἡ ἐντὸς ψυχὴ καὶ δεῖ τὸ συνετὸν καὶ φρόνιμον ἀεὶ ἀναπεπταμένον
5αὐτῆς εἶναι καὶ δεδορκὸς καὶ μηδέποτε συγκεκλεῖσθαι μηδ’ ἀπο*** πνεόμενον πνευμάτων δ’ ὄντων οὐκ εὐστα‐ θοῦσιν οἱ ὄρνιθες οὐδὲ βέβαια σημεῖα παρέχουσι διὰ τὴν πλάνην καὶ τὴν ἀνωμαλίαν. διδάσκουσιν οὖν τῷ ἔθει μὴ
πνευμάτων ὄντων ἀλλὰ νηνεμίας καὶ καταστάσεως ἐπὶ313
10ταῦτα προϊέναι τοὺς οἰωνοπόλους, ὅτε δύνανται τοῖς λαμπτῆρσιν ἀνεῳγμένοις χρῆσθαι.

281

C

‘Διὰ τί δ’ ἀπείρητο τοῖς ἕλκος ἔχουσιν ἱερεῦσιν ἐπ’ οἰωνῶν καθέζεσθαι;‘ πότερον καὶ τοῦτο σύμβολόν ἐστι τοῦ μηδὲν δακνομένους μηδ’ οἷον ἕλκος ἴδιον καὶ πάθος ἔχοντας ἐν τῇ ψυχῇ τὰ θεῖα χρηματίζειν, ἀλλ’
5ἀλύπους καὶ ἀκεραίους καὶ ἀπερισπάστους ὄντας; ἢ κατὰ λόγον ἐστίν, εἰ μήθ’ ἱερείῳ χρήσαιτ’ ἄν τις ἕλκος ἔχοντι πρὸς θυσίαν μήτ’ ὄρνισι πρὸς οἰωνισμόν, ἔτι μᾶλλον ἐφ’ ἑαυτῶν φυλάττεσθαι τὰ τοιαῦτα, καὶ καθαροὺς γενομέ‐ νους καὶ ἀσινεῖς καὶ ὁλοκλήρους ἐπὶ τὰ παρὰ τῶν θεῶν
10σημαινόμενα βαδίζειν; τὸ γὰρ ἕλκος ἔοικε πήρωσίς τις

281

D

εἶναι καὶ μιασμὸς τοῦ σώματος. ‘Διὰ τί μικρᾶς Τύχης ἱερὸν ἱδρύσατο Σερούιος Τούλλιος ὁ βασιλεὺς ἣν ‘βρέβεμ‘ καλοῦσι;‘ πότερον ὅτι μικρὸς ὢν ἐν ἀρχῇ καὶ ταπεινὰ πράττων καὶ γεγονὼς
5ἐκ μητρὸς αἰχμαλώτου διὰ τὴν τύχην ἐβασίλευσε τῆς Ῥώμης· ἢ αὕτη μὲν ἡ μεταβολὴ μέγεθος ἐμφαίνει τύχης μᾶλλον ἢ μικρότητα, πάντων δὲ μάλιστα Σερούιος ἔοικε τὴν τῆς τύχης ἐκθειάσας δύναμιν ἐπιφημίσαι πράξε‐

281

E

σιν ἁπάσαις; οὐ γὰρ μόνον Τύχης εὐέλπιδος καὶ ἀποτρο‐ παίου καὶ μειλιχίας καὶ πρωτογενείας καὶ ἄρρενος ἱερὰ κατεσκεύασεν, ἀλλ’ ἔστιν ἰδίας Τύχης ἱερόν, ἕτερον δ’ ἐπιστρεφομένης, ἄλλο [δὲ εὐέλπιδος ἄλλο] παρθένου·
5καὶ τί ἄν τις ἐπεξίοι τὰς ἄλλας ἐπωνυμίας, ὅπου Τύχης ἰξευτηρίας ἱερόν ἐστιν, ἣν βισκᾶταν ὀνομάζουσιν, ὡς πόρρωθεν ἡμῶν ἁλισκομένων ὑπ’ αὐτῆς καὶ προσισχομέ‐ νων τοῖς πράγμασιν; ὅρα δὴ μὴ καταμαθὼν τὸ παρὰ

281

F

μικρὸν ἀεὶ τῆς τύχης μέγα δυνάμενον, καὶ ὅτι τῷ γενέ‐ σθαι τι μικρὸν ἢ μὴ γενέσθαι τι πολλάκις ὑπῆρξεν ἐνίοις τυχεῖν ἢ διαμαρτεῖν τῶν μεγίστων, μικρᾶς Τύχης ἱερὸν ἱδρύσατο, προσέχειν διδάσκων τοῖς πράγμασι καὶ μὴ κα‐314
5ταφρονεῖν διὰ μικρότητα τῶν ἐντυγχανόντων. ‘Διὰ τί λύχνον οὐκ ἐσβέννυσαν, ἀλλ’ αὐτὸν ὑφ’ ἑαυτοῦ περιεώρων μαραινόμενον;‘ πότερον ὡς συγγενὲς καὶ ἀδελφικὸν σεβόμενοι τοῦ ἀσβέστου καὶ ἀθανάτου πυρός, ἢ καὶ τοῦτο συμβόλαιόν ἐστι τοῦ μὴ δεῖν τὸ ἔμψυ‐
10χον, ἂν μὴ βλάπτῃ, διαφθείρειν μηδ’ ἀναιρεῖν, ὡς ζῴῳ τοῦ πυρὸς ἐοικότος; καὶ γὰρ τροφῆς δεῖται καὶ αὐτο‐ κίνητόν ἐστιν καὶ σβεννύμενον φωνὴν ἀφίησιν ὥσπερ φονευόμενον. ἢ διδάσκει τὸ ἔθος ἡμᾶς, ὅτι δεῖ μήτε πῦρ μήθ’ ὕδωρ μήτ’ ἄλλο τι τῶν ἀναγκαίων αὐτοὺς
15ἄδην ἔχοντας διαφθείρειν, ἀλλ’ ἐᾶν χρῆσθαι τοὺς δεομέ‐ νους καὶ ἀπολείπειν ἑτέροις, ὅταν αὐτοὶ μηκέτι χρείαν ἔχωμεν; |

282

A

‘Διὰ τί τὰς ἐν τοῖς ὑποδήμασι σεληνίδας οἱ διαφέ‐ ρειν δοκοῦντες εὐγενείᾳ φοροῦσιν;‘ πότερον, ὡς Κάστωρ (Fr. Gr. Hist. 250 F. 16) φησί, σύμβολόν ἐστι τοῦτο τῆς λεγομένης οἰκήσεως ἐπὶ τῆς σελήνης καὶ ὅτι μετὰ τὴν
5τελευτὴν αὖθις αἱ ψυχαὶ τὴν σελήνην ὑπὸ πόδας ἕξουσιν, ἢ τοῖς παλαιοτάτοις τοῦθ’ ὑπῆρχεν ἐξαίρετον; οὗτοι δ’ ἦσαν Ἀρκάδες τῶν ἀπ’ Εὐάνδρου Προσελήνων λεγο‐ μένων. ἤ, καθάπερ ἄλλα πολλά, καὶ τοῦτο τοὺς ἐπαιρο‐ μένους καὶ μέγα φρονοῦντας ὑπομιμνήσκει τῆς ἐπ’ ἀμφό‐
10τερον τῶν ἀνθρωπίνων μεταβολῆς παράδειγμα ποιουμέ‐ νους τὴν σελήνην, ὡς
11

282

B

‘ἐξ ἀδήλου πρῶτον ἔρχεται νέα
πρόσωπα καλλύνουσα καὶ πληρουμένη, χὤταν περ αὑτῆς εὐγενεστάτη φανῇ, πάλιν διαρρεῖ κἀπὶ μηδὲν ἔρχεται;‘ (Soph. fr. 787)315
4
5ἢ πειθαρχίας ἦν μάθημα βασιλευομένους μὴ δυσχεραί‐ νειν, ἀλλ’ ὥσπερ ἡ σελήνη προσέχειν ἐθέλει τῷ κρείττονι καὶ δευτερεύειν
7
‘ἀεὶ παπταίνουσα πρὸς αὐγὰς ἠελίοιο‘
8 κατὰ τὸν Παρμενίδην (Vorsokr.4 18 B 15) οὕτω τὴν
10δευτέραν τάξιν ἀγαπᾶν χρωμένους τῷ ἡγεμόνι καὶ τῆς ἀπ’ ἐκείνου δυνάμεως καὶ τιμῆς ἀπολαύοντας; ‘Διὰ τί τὸν μὲν ἐνιαυτὸν τοῦ Διὸς νομίζουσι, τοὺς δὲ μῆνας τῆς Ἥρας;‘ ἦ ὅτι τῶν μὲν ἀοράτων

282

C

θεῶν καὶ νοητῶν βασιλεύουσι Ζεὺς καὶ Ἥρα, τῶν δ’ ὁρατῶν ἥλιος καὶ σελήνη; ποιεῖ δ’ ὁ μὲν ἥλιος τὸν ἐνιαυτόν, ἡ δὲ σελήνη τοὺς μῆνας. δεῖ δὲ μὴ νομίζειν ἁπλῶς εἰκόνας ἐκείνων τούτους, ἀλλ’ αὐτὸν ἐν ὕλῃ Δία
5τὸν ἥλιον, καὶ αὐτὴν τὴν Ἥραν ἐν ὕλῃ τὴν σελήνην. διὸ καὶ Ἰουνῶνεμ ὀνομάζουσι τὴν Ἥραν, τὸ νέον ἢ τὸ νεώτερον ἐμφαίνοντος τοῦ ὀνόματος, ἀπὸ τῆς σελήνης· καὶ Λουκῖναν Ἥραν καλοῦσιν οἷον φαεινὴν ἢ φωτίζου‐ σαν· καὶ νομίζουσιν ἐν ταῖς λοχείαις καὶ ὠδῖσι βοηθεῖν,
10ὥσπερ καὶ τὴν σελήνην, ‘διὰ κυάνεον πόλον ἄστρων διά

282

D

τ’ ὠκυτόκοιο σελάνας·‘ εὐτοκεῖν γὰρ ἐν ταῖς πανσελήνοις μάλιστα δοκοῦσι. ‘Διὰ τί τῶν οἰωνῶν ὁ καλούμενος ἀριστερὸς αἴσιος;‘ πότερον οὐκ ἔστι τοῦτ’ ἀληθές, ἀλλὰ παρα‐
5κρούεται πολλοὺς ἡ διάλεκτος (τὸ γὰρ ἀριστερόν ‘σίνι‐
στρον‘ ὀνομάζουσι, τὸ δ’ ἀφεῖναι ‘σίνερε‘ καὶ ‘σίνε‘ λέγουσιν, ὅταν ἀφεῖναι παρακαλῶσι. τὸν οὖν ἀφιέντα τὴν πρᾶξιν οἰωνὸν σινιστέριον ὄντα σίνιστρον οὐκ ὀρθῶς ὑπολαμβάνουσιν οἱ πολλοὶ καὶ ὀνομάζουσιν)· ἢ καθά‐316
10περ Διονύσιός (Ant. Rom. II 5. 5) φησιν, Ἀσκανίῳ τῷ Αἰνείου παραταττομένῳ πρὸς Μεζέντιον ἀστραπῆς ἐν

282

E

ἀριστερᾷ νικηφόρου γενομένης οἰωνισαμένῳ καὶ πρὸς τὸ λοιπὸν οὕτω παραφυλάττουσιν; ἤ, ὡς ἄλλοι τινές, Αἰνείᾳ τούτου συμπεσόντος; καὶ γὰρ Θηβαῖοι τῷ ἀριστερῷ κέρατι τρεψάμενοι τοὺς πολεμίους καὶ κρατήσαντες ἐν
5Λεύκτροις διετέλεσαν ἐν πάσαις ταῖς μάχαις τῷ ἀριστε‐ ρῷ τὴν ἡγεμονίαν ἀποδιδόντες. ἢ μᾶλλον, ὡς Ἰόβας (FHG III p. 470) φησί, τοῖς πρὸς τὰς ἀνατολὰς ἀποβλέ‐ πουσιν ἐν ἀριστερᾷ γίνεται τὸ βόρειον, ὃ δὴ τοῦ κόσμου δεξιὸν ἔνιοι τίθενται καὶ καθυπέρτερον; ὅρα δὲ μὴ
10φύσει τοῖς εὐωνύμοις ἀσθενεστέροις οὖσιν οἱ παριστάμε‐ νοι οἰωνῶν οἷον ἀναρρωννύουσι καὶ ὑπερείδουσι τὸ ἐλλι‐

282

F

πὲς τῆς δυνάμεως ἐπανισοῦντες. ἢ τὰ ἐπίγεια καὶ θνητὰ τοῖς οὐρανίοις καὶ θείοις ἀντικεῖσθαι νομίζοντες ᾤοντο τὰ πρὸς ἡμᾶς ἀριστερὰ τοὺς θεοὺς ἀπὸ τῶν δεξιῶν προπέμπειν;
5 ‘Διὰ τί τοῦ θριαμβεύσαντος εἶτ’ ἀποθανόντος καὶ καέντος ἐξῆν ὀστέον λαβόντας εἰς τὴν πόλιν εἰσφέ‐ ρειν καὶ κατατίθεσθαι, ὡς Πύρρων ὁ Λιπαραῖος (FHG IV p. 479) ἱστόρηκεν;‘ ἦ τιμῆς ἕνεκα τοῦ τεθνηκότος; καὶ γὰρ ἄλλοις ἀριστεῦσι καὶ στρατηγοῖς ἔδωκαν οὐκ αὐτοὺς
10μόνον ἀλλὰ καὶ τοὺς ἀπ’ αὐτῶν ἐνθάπτεσθαι τῇ ἀγορᾷ, καθάπερ Οὐαλερίῳ καὶ Φαβρικίῳ· καί φασι τούτων

283

A

ἀπογόνοις ἀποθανοῦσι | καὶ κομισθεῖσιν εἰς ἀγορὰν ὑφίε‐ σθαι δᾷδα καιομένην, εἶτ’ εὐθὺς αἴρεσθαι, χρωμένων
ἀνεπιφθόνως τῇ τιμῇ καὶ τὸ ἐξεῖναι μόνον ἐκβεβαιουμένων. ‘Διὰ τί τοὺς θριαμβεύσαντας ἑστιῶντες ἐν δημο‐317
5σίῳ παρῃτοῦντο τοὺς ὑπάτους καὶ πέμποντες παρεκά‐ λουν μὴ ἐλθεῖν ἐπὶ τὸ δεῖπνον;‘ ἦ καὶ τόπον ἔδει τῷ θριαμβεύσαντι κλισίας τὸν ἐντιμότατον ἀποδίδοσθαι καὶ προπομπὴν μετὰ τὸ δεῖπνον· ταῦτα δ’ οὐκ ἔξεστιν ἑτέρῳ γίνεσθαι τῶν ὑπάτων παρόντων, ἀλλ’ ἐκείνοις;
10‘Διὰ τί περιπόρφυρον ὁ δήμαρχος οὐ φορεῖ τῶν

283

B

ἄλλων ἀρχόντων φορούντων;‘ ἦ τὸ παράπαν οὐδ’ ἐστὶν ἄρχων; οὐδὲ γὰρ ῥαβδούχους ἔχουσι οὐδ’ ἐπὶ δίφρου καθήμενοι χρηματίζουσιν, οὐδ’ ἔτους ἀρχῇ καθάπερ οἱ λοιποὶ πάντες ἄρχοντες εἰσίασιν, οὐδὲ παύονται δικτά‐
5τωρος αἱρεθέντος ἀλλὰ πᾶσαν ἀρχὴν ἐκείνου μετατιθέν‐ τος εἰς ἑαυτὸν αὐτοὶ μόνοι διαμένουσιν, ὥσπερ οὐκ ὄντες ἄρχοντες ἀλλ’ ἑτέραν τινὰ τάξιν ἔχοντες. ὡς δὲ τῶν ῥητόρων ἔνιοι τὴν παραγραφὴν οὐ βούλονται δίκην εἶναι, τοὐναντίον τῇ δίκῃ δρῶσαν, (ἡ μὲν γὰρ εἰσάγει
10καὶ ποιεῖ κρίσιν, ἡ δ’ ἀναιρεῖ καὶ λύει), τὸν αὐτὸν τρό‐ πον οἴονται τὴν δημαρχίαν κώλυσιν ἀρχῆς μᾶλλον εἶναι

283

C

καὶ πρὸς ἀρχὴν ἀντίταξιν ἢ ἀρχήν. τὸ γὰρ ἐνστῆναι πρὸς δύναμιν ἄρχοντος καὶ τὴν ἄγαν ἐξουσίαν ἀφελεῖν ἐξουσία καὶ δύναμίς ἐστιν αὐτῆς. ἢ ταῦτα μὲν ἄν τις εἴποι καὶ τὰ τοιαῦτα χρώμενος εὑρεσιλογίᾳ; τῆς δὲ δη‐
5μαρχίας τὴν γένεσιν ἐκ τοῦ δήμου λαμβανούσης τὸ δημοτικὸν ἰσχυρόν ἐστι, καὶ μέγα τὸ μὴ μεῖζον φρονεῖν τῶν λοιπῶν ἀλλ’ ὁμοιοῦσθαι καὶ σχήματι καὶ στολῇ καὶ διαίτῃ τοῖς ἐπιτυγχάνουσι τῶν πολιτῶν. ὁ γὰρ ὄγκος ὑπάτῳ προσήκει καὶ στρατηγῷ, τὸν δὲ δήμαρχον, ὡς
10Γάιος Κουρίων ἔλεγε, καταπατεῖσθαι δεῖ καὶ μὴ σεμνὸν

283

D

εἶναι τῇ ὄψει μηδὲ δυσπρόσοδον μηδὲ τοῖς πολλοῖς χαλεπόν, ἀλλ’ ὑπὲρ τῶν ἄλλων ... τοῖς δὲ πολλοῖς εὐμε‐ ταχείριστον. ὅθεν οὐδ’ οἰκίας αὐτοῦ κλείεσθαι νενόμι‐ σται θύραν, ἀλλὰ καὶ νύκτωρ ἀνέῳγε καὶ μεθ’ ἡμέραν318
5ὥσπερ λιμὴν καὶ καταφυγὴ τοῖς δεομένοις. ὅσῳ δὲ μᾶλλον ἐκταπεινοῦται τῷ σώματι, τοσούτῳ μᾶλλον αὔξε‐ ται τῇ δυνάμει. κοινὸν γὰρ αὐτὸν ἀξιοῦσι τῇ χρείᾳ καὶ πᾶσιν ἐφικτὸν ὥσπερ βωμὸν εἶναι. τῇ δὲ τιμῇ ποιοῦσιν ἱερὸν καὶ ἅγιον καὶ ἄσυλον· ὅπου κἂν βαδίζων ἐν δημο‐
10σίῳ ... πᾶσι νόμος ἐστὶ καθαίρεσθαι καὶ ἁγνίζεσθαι τὸ σῶμα καθάπερ μεμιασμένον.

283

E

‘Διὰ τί τῶν στρατηγῶν αἱ ῥάβδοι συνδεδεμέναι προσηρτημένων τῶν πελέκεων φέρονται;‘ πότερον ὅτι σύμβολόν ἐστι τοῦ μὴ δεῖν πρόχειρον εἶναι καὶ λελυμέ‐ νην τὴν ὀργὴν τοῦ ἄρχοντος; ἢ διατριβὴν καὶ μέλλησιν
5ἐμποιοῦν τῇ ὀργῇ τὸ λύειν ἀτρέμα τὰς ῥάβδους πολ‐ λάκις ἐποίησε μεταγνῶναι περὶ τῆς κολάσεως; ἐπεὶ δὲ τῆς κακίας τὸ μὲν ἰάσιμόν ἐστι τὸ δ’ ἀνήκεστον, αἱ μὲν

283

F

ῥάβδοι νουθετοῦσι τὸ μεταθέσθαι δυνάμενον, οἱ δὲ πελέ‐ κεις ἀποκόπτουσι τὸ ἀνουθέτητον. ‘Διὰ τί τοὺς καλουμένους Βλετωνησίους βαρ‐ βάρους ὄντας ἄνθρωπον τεθυκέναι θεοῖς πυθόμενοι μετε‐
5πέμψαντο τοὺς ἄρχοντας αὐτῶν ὡς κολάσοντες, ἐπεὶ δὲ νόμῳ τινὶ τοῦτ’ ἐφαίνοντο πεποιηκότες, ἐκείνους μὲν ἀπέλυσαν, ἐκώλυσαν δὲ πρὸς τὸ λοιπόν· αὐτοὶ δ’ οὐ πολλοῖς ἔτεσιν ἔμπροσθεν δύο μὲν ἄνδρας δύο δὲ γυναῖκας ἐν τῇ βοῶν ἀγορᾷ λεγομένῃ, τοὺς μὲν Ἕλ‐
10ληνας, τοὺς δὲ Γαλάτας, ζῶντας κατώρυξαν; φαίνεται
γὰρ ἄτοπον ταῦτα μὲν ποιεῖν αὐτούς, ἐπιτιμᾶν δὲ βαρβά‐ ροις ὡς οὐχ ὅσια ποιοῦσι.‘ πότερον τὸ μὲν θεοῖς θύειν319

284

A

ἀνθρώπους ἀνόσιον ἡγοῦντο, τὸ δὲ δαίμοσιν | ἀναγκαῖον; ἢ τοὺς μὲν ἔθει καὶ νόμῳ τοῦτο πράττοντας ἁμαρτάνειν ἐνόμιζον, αὐτοὶ δὲ προσταχθέντες ἐκ τῶν Σιβυλλείων ἔπραξαν; λέγεται γὰρ Ἐλβίαν τινὰ παρθένον ὀχουμένην
5ἐφ’ ἵππου βληθῆναι κεραυνῷ, καὶ γυμνὸν μὲν εὑρεθῆναι κείμενον τὸν ἵππον, γυμνὴν δ’ αὐτὴν ὡς ἐπίτηδες ἀνηγμέ‐ νου τοῦ χιτῶνος ἀπὸ τῶν ἀπορρήτων, ὑποδημάτων δὲ καὶ δακτυλίων καὶ κεκρυφάλου διερριμμένων χωρὶς ἄλ‐ λων ἀλλαχόθι, τοῦ δὲ στόματος ἔξω προβεβληκότος τὴν

284

B

γλῶσσαν. ἀποφηναμένων δὲ τῶν μάντεων δεινὴν μὲν αἰσχύνην ταῖς ἱεραῖς παρθένοις εἶναι καὶ γενήσεσθαι περιβόητον, ἅψεσθαι δέ τινα καὶ ἱππέων ὕβριν, ἐμήνυσε Βάρρου τινὸς ἱππικοῦ θεράπων τρεῖς παρθένους τῶν
5ἑστιάδων, Αἰμιλίαν καὶ Λικινίαν καὶ Μαρκίαν, ὑπὸ ταὐτὸ διεφθαρμένας καὶ συνούσας πολὺν χρόνον ἀνδρά‐ σιν, ὧν εἷς ἦν Βετούτιος Βάρρος τοῦ μηνυτοῦ δεσπότης. ἐκεῖναι μὲν οὖν ἐκολάσθησαν ἐξελεγχθεῖσαι, τῆς δὲ πράξεως δεινῆς φανείσης ἔδοξεν ἀνερέσθαι τὰ Σιβύλλεια
10τοὺς ἱερεῖς. εὑρεθῆναι δέ φασι χρησμοὺς ταῦτά τε προ‐

284

C

δηλοῦντας ὡς ἐπὶ κακῷ γενησόμενα καὶ προστάττοντας ἀλλοκότοις τισὶ δαίμοσι καὶ ξένοις ἀποτροπῆς ἕνεκα τοῦ ἐπιόντος προέσθαι δύο μὲν Ἕλληνας, δύο δὲ Γαλάτας ζῶντας αὐτόθι κατορυγέντας.
5 ‘Διὰ τί τὴν τῆς ἡμέρας ἀρχὴν ἐκ μέσης νυκτὸς λαμβάνουσι;‘ πότερον ὅτι ἡ πολιτεία στρατιωτικὴν ἐν ἀρχῇ σύνταξιν εἶχε, τὰ δὲ πολλὰ νύκτωρ ἐν ταῖς στρα‐ τείαις προλαμβάνεται τῶν χρησίμων; ἢ πράξεως μὲν
ἀρχὴν ἐποιοῦντο τὴν ἀνατολήν, παρασκευῆς δὲ τὴν320
10νύκτα; δεῖ γὰρ παρασκευασαμένους πράττειν, ἀλλὰ μὴ παρασκευάζεσθαι πράττοντας, ὡς Μύσων πρὸς Χίλωνα τὸν σοφὸν εἶπεν ἐν χειμῶνι θρίνακα τεκταινόμενος.

284

D

ἢ καθάπερ ἡ μεσημβρία πέρας ἐστὶ τοῖς πολλοῖς τοῦ τὰ δημόσια καὶ σπουδαῖα πράττειν, οὕτως ἀρχὴν ἔδοξε ποιεῖσθαι τὸ μεσονύκτιον; τεκμήριον δὲ τούτου μέγα τὸ μὴ ποιεῖσθαι Ῥωμαῖον ἄρχοντα συνθήκας μηδ’
5ὁμολογίας μετὰ μέσον ἡμέρας. ἢ δύσει μὲν καὶ ἀνατολῇ λαμβάνειν ἀρχὴν ἡμέρας καὶ τελευτὴν 〈οὐ〉 δυνατόν ἐστιν; ὡς μὲν γὰρ οἱ πολλοὶ τῇ αἰσθήσει διορίζουσιν ἡμέρας μὲν ἀρχὴν τὴν πρώτην ἀνάσχεσιν τοῦ ἡλίου, νυκτὸς δὲ 〈τὴν〉 τελευταίαν ἀπόκρυψιν λαμβάνοντες, οὐχ ἕξομεν

284

E

ἰσημερίαν, ἀλλ’ ἣν μάλιστα τῇ ἡμέρᾳ νύκτα παρισοῦ‐ σθαι δοκοῦμεν, αὕτη τῆς ἡμέρας ἐλάττων φανεῖται τῷ τοῦ ἡλίου μεγέθει. ὃ δ’ αὖ πάλιν οἱ μαθηματικοὶ ταύτην ἰώμενοι τὴν ἀτοπίαν τίθενται, τὸ τοῦ ἡλίου κέντρον,
5ὅταν ἅψηται τοῦ ὁρίζοντος, ἡμέρας διορισμὸν εἶναι καὶ νυκτός, ἀναίρεσίς ἐστι τῆς ἐναργείας. συμβήσεται γὰρ ἔτι πολλοῦ φωτὸς ὑπὲρ γῆν ὄντος καὶ τοῦ ἡλίου κατα‐ λάμποντος ἡμᾶς μηδέπω ἡμέραν ὁμολογεῖν ἀλλ’ ἔτι νύκτα εἶναι. ἐπεὶ τοίνυν ἐν ταῖς ἀνατολαῖς καὶ δύσεσι
10τοῦ ἡλίου δύσληπτός ἐστιν ἡ ἀρχὴ διὰ τὰς εἰρημέ‐ νας ἀλογίας, ἀπολείπεται τὸ μεσουρανοῦν ἢ τὸ ἀντι‐ μεσουρανοῦν αὐτοῦ λαμβάνειν ἀρχήν. βέλτιον δὲ τὸ

284

F

δεύτερον· φέρεται γὰρ ἐκ μεσημβρίας ἐπὶ τὰς δύσεις ἀφ’ ἡμῶν, ἐκ δὲ μεσονυκτίου πρὸς ἡμᾶς ἐπὶ τὰς ἀνα‐ τολάς. ‘Διὰ τί τὰς γυναῖκας οὔτ’ ἀλεῖν εἴων οὔτ’ ὀψοποιεῖν
5τὸ παλαιόν;‘ ἦ τὰς συνθήκας διαμνημονεύοντες, ἃς ἐποιή‐ σαντο πρὸς τοὺς Σαβίνους; ἐπεὶ γὰρ ἥρπασαν τὰς θυγα‐ τέρας αὐτῶν εἶτα πολεμήσαντες διηλλάγησαν, ἐν ταῖς ἄλλαις ὁμολογίαις καὶ τοῦτ’ ἐγράφη, μήτ’ ἀλεῖν ἀνδρὶ Ῥωμαίῳ γυναῖκα μήτε μαγειρεύειν.321
10 ‘Διὰ τί τοῦ Μαΐου μηνὸς οὐκ ἄγονται γυναῖκας;‘ πότερον ὅτι μέσος ἐστὶ τοῦ Ἀπριλλίου καὶ τοῦ Ἰουνίου

285

A

μηνός, | ὧν τὸν μὲν Ἀφροδίτης τὸν δ’ Ἥρας, γαμηλίων θεῶν, ἱερὸν νομίζοντες προλαμβάνουσι μικρὸν ἢ περι‐ μένουσιν; ἢ ὅτι τῷ μηνὶ τούτῳ τὸν μέγιστον ποιοῦνται τῶν καθαρμῶν, νῦν μὲν εἴδωλα ῥιπτοῦντες ἀπὸ τῆς
5γεφύρας εἰς τὸν ποταμὸν πάλαι δ’ ἀνθρώπους; διὸ καὶ τὴν Φλαμινίκαν, ἱερὰν τῆς Ἥρας εἶναι δοκοῦσαν, νενό‐ μισται σκυθρωπάζειν, μήτε λουομένην τηνικαῦτα μήτε κοσμουμένην. ἢ ὅτι πολλοὶ Λατίνων ἐν τῷ μηνὶ τούτῳ

285

B

τοῖς κατοιχομένοις ἐναγίζουσι; καὶ διὰ τοῦτ’ ἴσως Ἑρμῆν ἐν αὐτῷ σέβονται καὶ Μαίας ἐπώνυμός ἐστιν. ἤ, κα‐ θάπερ ἔνιοι λέγουσιν, ὁ μὲν Μάιος ἀπὸ τῆς πρεσβυ‐ τέρας, ὁ δ’ Ἰούνιος ἀπὸ τῆς νεωτέρας ἡλικίας ὠνό‐
5μασται; γάμῳ δ’ ἁρμοδιώτερον τὸ νέον, ὡς καὶ Εὐρι‐ πίδης (fr. 23) φησίν
6
‘ἀλλ’ ἢ τὸ γῆρας τὴν Κύπριν χαίρειν ἐᾷ,
ἥ τ’ Ἀφροδίτη τοῖς γέρουσιν ἄχθεται.‘
8 οὐ γαμοῦσιν οὖν ἐν τῷ Μαΐῳ, περιμένοντες τὸν Ἰούνιον,
10ὃς εὐθύς ἐστι μετὰ τὸν Μάιον. ‘Διὰ τί τῶν γαμουμένων αἰχμῇ δορατίου τὴν κόμην διακρίνουσιν;‘ ἆρα σύμβολόν ἐστι τοῦτο τοῦ βίᾳ

285

C

καὶ μετὰ πολέμου γαμηθῆναι τὰς πρώτας; ἢ μανθάνου‐ σιν ἀνδράσι συνοικοῦσαι μαχίμοις καὶ πολεμικοῖς ἄθρυπ‐
τον καὶ ἄθηλυν καὶ ἀφελῆ προσίεσθαι καλλωπισμόν; ὥσπερ ὁ Λυκοῦργος ἀπὸ πρίονος καὶ πελέκεως κελεύσας322
5τὰ θυρώματα ταῖς οἰκίαις ποιεῖν καὶ τὰς ὀροφάς, ἄλλῳ δὲ μὴ χρῆσθαι τὸ παράπαν ἐργαλείῳ, πᾶσαν ἐξέβαλε περιεργίαν καὶ πολυτέλειαν. ἢ τὴν διάστασιν αἰνίττεται τὸ γινόμενον, ὡς μόνῳ σιδήρῳ τοῦ γάμου διακριθησο‐ μένου; ἢ τὰ μὲν πλεῖστα τῶν γαμικῶν εἰς τὴν Ἥραν
10ἀνῆπτο, Ἥρας δ’ ἱερὸν τὸ δόρυ νενόμισται, καὶ τῶν ἀγαλμάτων αὐτῆς δόρατι στηρίζεται τὰ πλεῖστα καὶ Κυρῖτις ἡ θεὸς ἐπωνόμασται; τὸ γὰρ δόρυ ‘κύριν‘ ἐκά‐

285

D

λουν οἱ παλαιοί· διὸ καί φασι Κυρῖνον ὀνομασθῆναι τὸν Ἐνυάλιον. ‘Διὰ τί τὸ τελούμενον εἰς θέας Λοῦκαρ καλοῦσιν;‘ ἦ ὅτι πολλὰ ἔστιν ἄλση περὶ τὴν πόλιν ἀνειμένα θεοῖς,
5ἃ καλοῦσι ‘λούκουσ‘, καὶ τὴν ἀπὸ τούτων πρόσοδον εἰς τὰς θέας ἀνήλισκον; ‘Διὰ τί τὰ Κυρινάλια μωρῶν ἑορτὴν ὀνομάζουσιν;‘ ἦ ὅτι τὴν ἡμέραν ταύτην ἀποδεδώκεσαν, ὡς Ἰόβας (FHG III p. 470) φησί, τοῖς τὰς αὑτῶν φατρίας ἀγνοοῦσιν;
10ἢ τοῖς μὴ θύσασιν, ὥσπερ οἱ λοιποί, κατὰ φυλὰς ἐν τοῖς Φουρνικαλίοις δι’ ἀσχολίαν ἢ ἀποδημίαν ἢ ἄγνοιαν ἐδόθη τῇ ἡμέρᾳ ταύτῃ τὴν ἑορτὴν ἐκείνην ἀπολαβεῖν;

285

E

‘Διὰ τί τῷ Ἡρακλεῖ γινομένης θυσίας ἄλλον οὐδένα θεῶν ὀνομάζουσιν οὐδὲ φαίνεται κύων ἐντὸς τῶν περιβόλων, ὡς Βάρρων (13, 1 Merkel) ἱστόρηκεν;‘ ἦ θεὸν μὲν ἄλλον οὐκ ὀνομάζουσι διὰ τὸ τοῦτον ἡμίθεον
5νομίζειν, ὡς δέ φασιν ἔνιοι, καὶ μετὰ τῶν ἀνθρώπων
ὄντος ἔτι βωμὸν ἱδρύσασθαι τὸν Εὔανδρον αὐτοῦ καὶ θυσίαν προσαγαγεῖν; κυνὶ δὲ πάντων μάλιστα τῶν ζῴων ἐπολέμησε· καὶ γὰρ ὁ Ὄρθος αὐτῷ [ἀεὶ] πολλὰ πράγματα323

285

F

παρέσχε καὶ ὁ Κέρβερος· καὶ ἐπὶ πᾶσι, τοῦ Λικυμνίου παιδὸς Οἰωνοῦ διὰ κύνα φονευθέντος ὑπὸ τῶν Ἱππο‐ κοωντιδῶν, ἀναγκασθεὶς μάχην συνάψαι τῶν τ’ ἄλλων φίλων πολλοὺς ἀπέβαλε καὶ τὸν ἀδελφὸν Ἰφικλέα.
5 ‘Διὰ τί τοῖς πατρικίοις οὐκ ἐξῆν περὶ τὸ Καπετώ‐ λιον κατοικεῖν;‘ πότερον ὅτι Μᾶρκος Μάλλιος αὐτόθι κατοικῶν ἐπεχείρησε τυραννίδι, 〈δι’〉 ὃν ἀπώμοτόν φασιν εἶναι τῷ οἴκῳ μηδενὶ Μαλλίων ὄνομα Μᾶρκον γενέσθαι; ἢ παλαιὸς ἦν φόβος οὗτος; Ποπλικόλαν γοῦν ἄνδρα
10δημοτικώτατον οὐκ ἐπαύσαντο διαβάλλοντες μὲν οἱ δυνα‐ τοὶ δεδιότες δ’ οἱ πολλοί, μέχρι οὗ τὴν οἰκίαν αὐτὸς κατέσκαψεν ἐπικεῖσθαι τῇ ἀγορᾷ δοκοῦσαν. ‘Διὰ τί τῷ σώσαντι πολίτην ἐν πολέμῳ δρύινον

286

A

διδόασι στέφανον;‘ | πότερον ὅτι πανταχοῦ καὶ ῥᾳδίως ἔστιν εὐπορῆσαι δρυὸς ἐπὶ στρατείας; ἢ ὅτι Διὸς καὶ Ἥρας ἱερὸς ὁ στέφανός ἐστιν, οὓς πολιούχους νομίζου‐ σιν; ἢ παλαιὸν ἀπ’ Ἀρκάδων τὸ ἔθος, οἷς ἔστι τις συγ‐
5γένεια πρὸς τὴν δρῦν; πρῶτοι γὰρ ἀνθρώπων γεγονέναι δοκοῦσιν ἐκ γῆς, ὥσπερ ἡ δρῦς τῶν φυτῶν. ‘Διὰ τί γυψὶ χρῶνται μάλιστα πρὸς τοὺς οἰωνι‐ σμούς;‘ πότερον ὅτι καὶ Ῥωμύλῳ δώδεκα γῦπες ἐφάνη‐ σαν ἐπὶ τῇ κτίσει τῆς Ῥώμης; ἢ ὅτι τῶν ὀρνίθων ἥκιστα
10συνεχὴς καὶ συνήθης οὗτος; οὐδὲ γὰρ νεοττιᾷ γυπὸς
ἐντυχεῖν ῥᾳδίως ἔστιν, ἀλλὰ πόρρωθέν ποθεν ἐξαπίνης324

286

B

καταίρουσι· διὸ καὶ σημειώδης ἡ ὄψις αὐτῶν ἐστιν. ἢ καὶ τοῦτο παρ’ Ἡρακλέους ἔμαθον; εἰ λέγει ἀληθῶς Ἡρόδωρος (Fr. Gr. Hist. 31 F. 22), ὅτι πάντων μάλιστα γυψὶν ἐπὶ πράξεως ἀρχῇ φανεῖσιν ἔχαιρεν Ἡρακλῆς,
5ἡγούμενος δικαιότατον εἶναι τὸν γῦπα τῶν σαρκο‐ φάγων πάντων· πρῶτον μὲν γὰρ οὐδενὸς ἅπτεται ζῶντος οὐδ’ ἀποκτίννυσιν ἔμψυχον οὐδὲν ὡς ἀετοὶ καὶ ἱέρακες καὶ τὰ νυκτίνομα, χρῆται δὲ τοῖς ἄλλως ἀποθανοῦσιν· ἔπειτα καὶ τούτων τὰ ὁμόφυλα παρίησι· πετεινοῦ γὰρ
10οὐδεὶς ἑώρακε γῦπα γευόμενον, ὡς ἀετοὶ καὶ ἱέρακες

286

C

μάλιστα τὰ συγγενῆ διώκουσι καὶ κόπτουσι. καίτοι κατ’ Αἰσχύλον (Suppl. 226)
2
‘ὄρνιθος ὄρνις πῶς ἂν ἁγνεύοι φαγών;‘
3 ἀνθρώποις τε πάντων ὡς ἔπος εἰπεῖν ἀβλαβέστατός
5ἐστιν, οὔτε καρπὸν ἀφανίζων οὔτε φυτὸν οὔτε ζῷον ἥμερον κακουργῶν. εἰ δ’ ὡς Αἰγύπτιοι μυθολογοῦσι, θῆλυ πᾶν τὸ γένος ἐστὶ καὶ κυΐσκονται δεχόμενοι κατα‐ πνέοντα τὸν ἀπηλιώτην ὥσπερ τὰ δένδρα τὸν ζέφυρον, καὶ παντάπασιν ἀπλανῆ τὰ σημεῖα καὶ βέβαια γίνεσθαι
10πιθανόν ἐστιν ἀπ’ αὐτῶν, ἐν δὲ τοῖς ἄλλοις αἱ περὶ τὰς ὀχείας σοβήσεις ἔτι δ’ ἁρπαγαὶ καὶ φυγαὶ καὶ διώξεις πολὺ τὸ θορυβῶδες καὶ ἀκατάστατον ἔχουσι.

286

D

‘Διὰ τί τοῦ Ἀσκληπιοῦ τὸ ἱερὸν ἔξω πόλεώς ἐστι;‘ πότερον ὅτι τὰς ἔξω διατριβὰς ὑγιεινοτέρας ἐνόμι‐ ζον εἶναι τῶν ἐν ἄστει; καὶ γὰρ Ἕλληνες ἐν τόποις καθαροῖς καὶ ὑψηλοῖς ἐπιεικῶς ἱδρυμένα τὰ Ἀσκληπιεῖα
5ἔχουσιν· ἢ ὅτι τὸν θεὸν ἐξ Ἐπιδαύρου μετάπεμπτον
ἥκειν νομίζουσιν; Ἐπιδαυρίοις δ’ οὐ κατὰ πόλιν ἀλλὰ πόρρω τὸ Ἀσκληπιεῖόν ἐστιν. ἢ ὅτι τοῦ δράκοντος ἐκ τῆς τριήρους κατὰ τὴν νῆσον ἀποβάντος καὶ ἀφανισθέντος αὐτὸν ᾤοντο τὴν ἵδρυσιν ὑφηγεῖσθαι τὸν θεόν;325
10 ‘Διὰ τί νενόμισται τοὺς ἁγνεύοντας ὀσπρίων ἀπέ‐ χεσθαι;‘ πότερον, ὡς οἱ Πυθαγορικοὶ τοὺς μὲν κυάμους ἀφωσιοῦντο διὰ τὰς λεγομένας αἰτίας, τὸν δὲ λάθυρον

286

E

καὶ τὸν ἐρέβινθον ὡς παρωνύμους τοῦ ἐρέβους καὶ τῆς λήθης; ἢ ὅτι πρὸς τὰ περίδειπνα καὶ τὰς προκλήσεις τῶν νεκρῶν μάλιστα χρῶνται τοῖς ὀσπρίοις; ἢ μᾶλλον ὅτι δεῖ πρὸς τὰς ἁγνείας καὶ ἁγιστείας καθαρὰ καὶ λιτὰ
5τὰ σώματα ἔχειν; ἔστι δὲ τὰ ὄσπρια πνευματώδη καὶ περίσσευμα ποιεῖ πολλῆς καθάρσεως δεόμενον. ἢ ὅτι καὶ πρὸς συνουσίαν παρορμᾷ διὰ τὸ φυσῶδες καὶ πνευματι‐ κόν; ‘Διὰ τί τῶν παναγῶν παρθένων τὰς διαφθαρεί‐

286

F

σας ἄλλως οὐ κολάζουσιν, ἀλλὰ ζώσας κατορύττουσι;‘ πότερον ὅτι καίουσι τοὺς ἀποθανόντας, θάπτειν δὲ πυρὶ τὴν τὸ πῦρ τὸ θεῖον ὁσίως μὴ φυλάξασαν οὐκ ἦν δίκαιον; ἢ σῶμα ταῖς μεγίσταις καθωσιωμένον ἁγιστείαις ἀναι‐
5ρεῖν καὶ προσφέρειν ἱερᾷ γυναικὶ χεῖρας οὐ θεμιτὸν ἐνόμιζον; αὐτὴν οὖν ἀποθανεῖν μηχανώμενοι δι’ αὑτῆς κατεβίβαζον ὑπὸ γῆν εἰς οἴκημα πεποιημένον, ὅπου καὶ λύχνος ἔκειτο καιόμενος καὶ ἄρτος καὶ γάλακτός τι

287

A

καὶ ὕδατος, εἶτα γῇ τὸ οἴκημα κατέκρυπτον ἄνωθεν. | καὶ οὐδὲ τοῦτον τὸν τρόπον ἀφοσιωσάμενοι τὴν δεισιδαιμο‐ νίαν ἐκπεφεύγασιν, ἀλλὰ μέχρι νῦν ἐναγίζουσιν οἱ ἱερεῖς ἐκεῖ βαδίζοντες ἐπὶ τὸν τόπον.
5 ‘Διὰ τί ταῖς Δεκεμβρίαις εἰδοῖς ἱπποδρομίας γενο‐ μένης ὁ νικήσας δεξιόσειρος Ἄρει θύεται, καὶ τὴν μὲν οὐρὰν ἀποκόψας τις ἐπὶ τὴν Ῥηγίαν καλουμένην κομίζει καὶ τὸν βωμὸν αἱμάσσει, περὶ δὲ τῆς κεφαλῆς οἱ μὲν ἀπὸ τῆς ἱερᾶς ὁδοῦ λεγομένης οἱ δ’ ἀπὸ τῆς Συβούρης326
10καταβάντες διαμάχονται;‘ πότερον, ὡς ἔνιοι λέγουσιν, ἵππῳ τὴν Τροίαν ἡλωκέναι νομίζοντες ἵππον κολάζουσιν, ἅτε δὴ καὶ γεγονότες
12

287

B

‘Τρώων ἀγλαὰ τέκνα μεμιγμένα παισὶ Λατίνων‘;
1 ἢ ὅτι θυμοειδὲς καὶ πολεμικὸν καὶ ἀρήιον ὁ ἵππος ἐστὶ τὰ δὲ προσφιλῆ μάλιστα καὶ πρόσφορα θύουσι τοῖς θεοῖς, ὁ δὲ νικήσας θύεται διὰ τὸ νίκης καὶ κράτους οἰκεῖον
5εἶναι τὸν θεόν; ἢ μᾶλλον ὅτι τοῦ θεοῦ στάσιμον τὸ ἔργον ἐστὶ καὶ νικῶσιν οἱ μένοντες ἐν τάξει τοὺς μὴ μένοντας ἀλλὰ φεύγοντας, καὶ κολάζεται τὸ τάχος ὡς δειλίας ἐφόδιον, καὶ μανθάνουσι συμβολικῶς ὅτι σωτή‐ ριον οὐκ ἔστι τοῖς φεύγουσι;
10 ‘Διὰ τί οἱ τιμηταὶ τὴν ἀρχὴν παραλαβόντες οὐδὲν ἄλλο πράττουσι πρότερον ἢ τὴν τροφὴν ἀπομισθοῦσι

287

C

τῶν ἱερῶν χηνῶν καὶ τὴν γάνωσιν τοῦ ἀγάλματος;‘ πότερον ἀπὸ τῶν εὐτελεστάτων ἀρχόμενοι καὶ μὴ πολ‐ λῆς δεομένων δαπάνης μηδὲ πραγματείας; ἢ παλαιά τις αὕτη χάρις ἀπομνημονεύεται τοῖς ζῴοις ἀπὸ τῶν Κελτι‐
5κῶν, ὅτι τοὺς βαρβάρους ὑπερβαίνοντας ἤδη τὸ περιτεί‐ χισμα τοῦ Καπετωλίου νύκτωρ οἱ χῆνες ᾔσθοντο τῶν κυνῶν καθευδόντων καὶ βοῇ τοὺς φύλακας ἐπήγειραν;
ἢ φύλακες ὄντες οἱ τιμηταὶ τῶν μεγίστων, καὶ προσ‐ ῆκον ἐπισκοπεῖν καὶ πολυπραγμονεῖν αὐτοῖς ἱερὰ καὶ327
10δημόσια καὶ βίους καὶ ἤθη καὶ διαίτας, τὸ φυλακτικώ‐ τατον ζῷον εὐθὺς ἐν λόγῳ τίθενται, καὶ ἅμα τῇ τούτων ἐπιμελείᾳ προτρέπονται τοὺς πολίτας μὴ ἀμελεῖν μηδὲ

287

D

ῥᾳθυμεῖν τῶν ἱερῶν; ἡ δὲ γάνωσις τοῦ ἀγάλματος ἀναγ‐ καία· ταχὺ γὰρ ἐξανθεῖ τὸ μίλτινον, ᾧ τὰ παλαιὰ τῶν ἀγαλμάτων ἔχρωζον. ‘Διὰ τί τῶν ἄλλων ἱερέων τὸν καταδικασθέντα
5καὶ φυγόντα παύοντες ἕτερον αἱροῦνται, τοῦ δ’ ‘αὔγου‐ ροσ‘, ἕως ζῇ, κἂν ἐπὶ τοῖς μεγίστοις ἀδικήμασι κατα‐ γνῶσιν, οὐκ ἀφαιροῦνται τὴν ἱερωσύνην (‘αὔγουρασ‘ δὲ τοὺς ἐπὶ τῶν οἰωνῶν καλοῦσι);‘ πότερον, ὡς ἔνιοι λέγουσι, βούλονται μηδένα τὰ τῶν ἱερῶν ἀπόρρητα γινώ‐
10σκειν, ὃς οὐκ ἔστιν ἱερεύς; ἢ κατειλημμένον ὅρκοις τὸν αὔγουρα μηδενὶ φράσειν τὰ τῶν ἱερέων ἀπολῦσαι τῶν

287

E

ὅρκων οὐ θέλουσιν ἰδιώτην γενόμενον; ἢ τιμῆς οὐκ ἔστιν οὐδ’ ἀρχῆς ἀλλ’ ἐπιστήμης ὄνομα καὶ τέχνης ὁ αὔγουρ; ὅμοιον οὖν τῷ τὸν μουσικὸν ἀποψηφίσασθαι μουσικὸν μὴ εἶναι καὶ τὸν ἰατρὸν ἰατρὸν τὸ κωλύειν μάντιν
5εἶναι τὸν μάντιν, ἀφελέσθαι μὴ δυναμένους τὴν δύναμιν αὐτοῦ, κἂν ἀφέλωνται τὴν προσηγορίαν. ἄλλον δ’ οὐ καθιστᾶσιν, εἰκότως τὸν ἐξ ἀρχῆς ἀριθμὸν τῶν αὐγούρων φυλάττοντες. ‘Διὰ τί ταῖς Αὐγούσταις εἰδοῖς, Σεκστιλίαις δὲ
10πρότερον λεγομέναις, ἑορτάζουσιν αἵ τε δοῦλαι καὶ οἱ

287

F

δοῦλοι πάντες, αἱ δὲ γυναῖκες μάλιστα ῥύπτεσθαι τὰς κεφαλὰς καὶ καθαίρειν ἐπιτηδεύουσιν;‘ ἦ διὰ τὸ Σερούιον τὸν βασιλέα κατὰ ταύτην τὴν ἡμέραν ἐξ αἰχμαλώτου γενέσθαι θεραπαινίδος ἄδειαν ἔργων ἔχουσιν οἱ θερά‐
5ποντες, τὸ δὲ πλύνειν τὰς κεφαλὰς ἀρξάμενον ἀπὸ τῶν θεραπαινίδων διὰ τὴν ἑορτὴν ἄχρι τῶν ἐλευθέρων προῆλθεν; ‘Διὰ τί κοσμοῦσι τοὺς παῖδας τοῖς περιδεραίοις, ἃ βούλλας καλοῦσι;‘ πότερον ἐπὶ τιμῇ τῶν ἡρπασμένων328
10γυναικῶν ὥσπερ ἄλλα πολλὰ καὶ τοῦτ’ ἐψηφίσαντο τοῖς ἐξ αὐτῶν γεννωμένοις ὑπάρχειν; ἢ τὴν Ταρκυνίου τι‐ μῶντες ἀνδραγαθίαν; λέγεται γὰρ ἔτι παῖς ὢν ἐν τῇ

288

A

μάχῃ τῇ πρὸς Λατίνους | ἅμα καὶ Τυρρηνοὺς ἐμβαλεῖν εἰς τοὺς πολεμίους, ἀπορρυεὶς δὲ τοῦ ἵππου καὶ τοὺς ἐπιφερομένους ἰταμῶς ὑποστὰς ἐπιρρῶσαι τοὺς Ῥωμαίους, γενομένης δὲ λαμπρᾶς τροπῆς τῶν πολεμίων καὶ μυρίων
5ἑξακισχιλίων ἀναιρεθέντων τοῦτο λαβεῖν ἀριστεῖον παρὰ τοῦ πατρὸς καὶ βασιλέως. ἢ τοῖς παλαιοῖς οἰκετῶν μὲν ἐρᾶν ὥραν ἐχόντων οὐκ ἦν ἄδοξον οὐδ’ αἰσχρόν, ὡς ἔτι νῦν αἱ κωμῳδίαι μαρτυροῦσιν· ἐλευθέρων δὲ παίδων ἰσχυρῶς ἀπείχοντο, καὶ ὅπως μηδὲ γυμνοῖς ἐντυχόντες

288

B

ἀμφιγνοήσειαν, ἐφόρουν οἱ παῖδες τὸ παράσημον; ἢ καὶ πρὸς ἀταξίαν ἐστὶ φυλακτήριον τοῦτο, καὶ τρόπον τινὰ τοῦ ἀκολάστου χαλινός, αἰσχυνομένων ἀνδροῦσθαι πρὶν ἢ τὸ παιδικὸν ἀποθέσθαι παράσημον; ὃ μὲν γὰρ οἱ περὶ
5Βάρρωνα λέγουσιν οὐ πιθανόν ἐστι, τῆς βούλλης ὑπ’ Αἰολέων βόλλας προσαγορευομένης, τοῦτο σύμβολον εὐβουλίας περιτίθεσθαι τοὺς παῖδας. ἀλλ’ ὅρα μὴ καὶ τοῦτο διὰ τὴν σελήνην φοροῦσι. τὸ γὰρ φαινόμενον σχῆμα τῆς σελήνης, ὅταν ἦ διχόμηνος, οὐ σφαιροειδὲς
10ἀλλὰ φακοειδές ἐστι καὶ δισκοειδές, ὡς δ’ Ἐμπεδοκλῆς (Vorsokr.4 21 A 60) οἴεται, καὶ τὸ ὑποκείμενον. ‘Διὰ τί τῶν παίδων τοῖς μὲν ἄρρεσιν ἐναταίοις,

288

C

τοῖς δὲ θήλεσιν ὀγδοαίοις τὰ ὀνόματα τίθενται;‘ ἦ τὸ μὲν προτέροις τοῖς θήλεσιν αἰτίαν ἔχει τὴν φύσιν; καὶ γὰρ αὔξεται τὸ θῆλυ καὶ ἀκμάζει καὶ τελειοῦται πρό‐ τερον τοῦ ἄρρενος. τῶν δ’ ἡμερῶν τὰς μετὰ τὴν ἑβδό‐329
5μην λαμβάνουσιν· ἡ γὰρ ἑβδόμη σφαλερὰ τοῖς νεογνοῖς πρός τε τὰ ἄλλα καὶ τὸν ὀμφαλόν· ἑβδομαῖος γὰρ ἀπο‐ λύεται τοῖς πλείστοις· ἕως δ’ ἀπολυθῇ, φυτῷ μᾶλλον ἢ ζῴῳ προσέοικε τὸ νήπιον. ἢ καθάπερ οἱ Πυθαγορικοὶ τοῦ ἀριθμοῦ τὸν μὲν ἄρτιον θῆλυν ἄρρενα δὲ τὸν περιτ‐

288

D

τὸν ἐνόμιζον; γόνιμος γάρ ἐστι καὶ κρατεῖ τοῦ ἀρτίου συντιθέμενος. καὶ διαιρουμένων εἰς τὰς μονάδας ὁ μὲν ἄρτιος καθάπερ τὸ θῆλυ χώραν μεταξὺ κενὴν ἐνδίδωσι, τοῦ δὲ περιττοῦ μόριον ἀεί τι πλῆρες ὑπολείπεται· διὸ
5τὸν μὲν ἄρρενι τὸν δὲ θήλει πρόσφορον νομίζουσιν. ἦ ὅτι τῶν ἀριθμῶν ἁπάντων τὰ μὲν ἐννέα πρῶτός ἐστι τετράγωνος ἀπὸ περιττοῦ καὶ τελείου τῆς τριάδος, τὰ δ’ ὀκτὼ πρῶτος κύβος ἀπὸ ἀρτίου τῆς δυάδος; δεῖ δὲ τὸν μὲν ἄνδρα τετράγωνον εἶναι καὶ περιττὸν καὶ τέλειον,
10τὴν δὲ γυναῖκα καθάπερ τὸν κύβον ἑδραῖον καὶ οἰκουρὸν καὶ δυσμετακίνητον. τούτῳ δὲ προσληπτέον, ὅτι τὰ μὲν

288

E

ὀκτὼ κύβος ἐστὶν ἀπὸ δυάδος, τὰ δ’ ἐννέα τετράγωνος ἀπὸ τριάδος· χρῶνται δὲ δυσὶ μὲν ὀνόμασιν αἱ θήλειαι τρισὶ δ’ οἱ ἄρρενες. ‘Διὰ τί τοὺς ἀπάτορας ‘σπορίουσ‘ υἱοὺς καλοῦ‐
5σιν;‘ οὐ γάρ, ὡς Ἕλληνες νομίζουσι καὶ λέγουσιν οἱ ῥήτορες ἐν ταῖς δίκαις, συμφορητοῦ τινος καὶ κοινοῦ σπέρματος γεγόνασιν, ἀλλ’ ἔστιν ὁ Σπόριος τῶν πρώτων ὀνομάτων, ὡς ὁ Σέξτος καὶ ὁ Δέκιμος καὶ ὁ Γάιος. τὰ
δὲ πρῶτα τῶν ὀνομάτων οὐχ ὁλογραφοῦσιν ἀλλ’ ἢ δι’330
10ἑνὸς γράμματος, ὡς τὸν Τίτον καὶ τὸν Λούκιον καὶ τὸν Μᾶρκον, ἢ διὰ δυεῖν, ὡς τὸν Τιβέριον καὶ τὸν Γναῖον, ἢ διὰ τριῶν, ὡς τὸν Σέξτον καὶ τὸν Σερούιον. ἔστιν οὖν καὶ ὁ Σπόριος τῶν διὰ δυεῖν γραφομένων, τοῦ ς

288

F

καὶ τοῦ π. γράφουσι δὲ διὰ τούτων καὶ τοὺς ἀπάτορας ‘σίνε πάτρισ‘ οἷον ἄνευ πατρός, τῷ μὲν ς τό ‘σίνε‘ τῷ δὲ π τό ‘πάτρισ‘ σημαίνοντες. τοῦτ’ οὖν τὴν πλάνην ἐποίησε, τὸ διὰ τῶν αὐτῶν γραμμάτων τό ‘σίνε πάτρισ‘
5καὶ τὸν Σπόριον γράφεσθαι. λεκτέον δὲ καὶ τὸν ἕτερον λόγον, ἔστι δ’ ἀτοπώτερος· τοὺς γὰρ Σαβίνους φασὶ τὸ τῆς γυναικὸς αἰδοῖον ὀνομάζειν σπόριον, εἶθ’ οἷον ἐφυβρί‐ ζοντας οὕτω προσαγορεύειν τὸν ἐκ γυναικὸς ἀγάμου καὶ ἀνεγγύου γεγενημένον.
10 ‘Διὰ τί τὸν Διόνυσον ‘Λίβερουμ πάτρεμ‘ κα‐ λοῦσι;‘ πότερον ὡς ἐλευθερίας πατέρα τοῖς πιοῦσι γενό‐

289

A

μενον; | γίνονται γὰρ οἱ πολλοὶ θρασεῖς καὶ παρρησίας ὑποπιμπλῶνται περὶ τὰς μέθας. ἢ ὅτι τὴν λοιβὴν παρ‐ έσχεν; ἤ, ὡς Ἀλέξανδρός (FHG III p. 244) φησιν, ἀπὸ τοῦ παρ’ Ἐλευθερὰς τῆς Βοιωτίας Ἐλευθερέως Διονύ‐
5σου προσαγορευομένου; ‘Διὰ τίνα αἰτίαν ἐν ταῖς δημοσίαις ἑορταῖς ἔθος οὐκ ἔστι γαμεῖσθαι παρθένους, αἱ δὲ χῆραι γαμοῦνται;‘ πότερον, ὡς ὁ Βάρρων (8, 3 Merkel) εἴρηκεν, ὅτι λυ‐ πούμεναι μὲν αἱ παρθένοι γαμοῦνται, χαίρουσι δ’ αἱ
10γυναῖκες, ἑορτῇ δὲ 〈δεῖ〉 μηθὲν λυπουμένους ποιεῖν μηδὲ πρὸς ἀνάγκην; ἢ μᾶλλον ὅτι ταῖς μὲν παρθένοις καλὸν

289

B

μὴ ὀλίγων, ταῖς δὲ χήραις αἰσχρὸν πολλῶν 〈παρ〉όντων
γαμεῖσθαι; ζηλωτὸς γὰρ ὁ πρῶτος γάμος ὁ δὲ δεύτερος ἀπευκταῖος· αἰσχύνονται γάρ, ἂν ζώντων τῶν προτέρων ἑτέρους λαμβάνωσιν, ὀδύρονται δέ, ἂν ἀποθανόντων.331
5ὅθεν ἡσυχίᾳ χαίρουσι μᾶλλον ἢ θορύβοις καὶ προπομπαῖς. αἱ δ’ ἑορταὶ περισπῶσι τοὺς πολλούς, ὥστε τοῖς τοιού‐ τοις μὴ σχολάζειν. ἢ ὅτι καὶ τὰς Σαβίνων θυγατέρας ἁρπάσαντες ἐν ἑορτῇ παρθένους οὔσας εἰς πόλεμον κατέστησαν, ἐξοιωνίσαντο τὸ γαμεῖν παρθένους ἐν ἱεραῖς
10ἡμέραις; ‘Διὰ τί Ῥωμαῖοι Τύχην σέβονται Πριμιγένειαν, ἣν ἄν τις εἴποι πρωτογένειαν;‘ ἆρ’ ὅτι Σερουίῳ κατὰ

289

C

τύχην, ὥς φασιν, ἐκ θεραπαινίδος γενομένῳ βασιλεῦσαι τῆς Ῥώμης ἐπιφανῶς ὑπῆρξεν (οὕτω γὰρ οἱ πολλοὶ Ῥωμαίων ὑπειλήφασιν); ἢ μᾶλλον, ὅτι τῆς Ῥώμης ἡ τύχη παρέσχε τὴν ἀρχὴν καὶ τὴν γένεσιν; ἢ φυσικώτε‐
5ρον ἔχει λόγον τὸ πρᾶγμα καὶ φιλοσοφώτερον, ὡς τὴν τύχην πάντων οὖσαν ἀρχὴν καὶ τὴν φύσιν ἐκ τοῦ κατὰ τύχην συνισταμένην, ὅταν τισὶν ὡς ἔτυχεν ὑποκειμένοις τάξις ἐγγένηται; ‘Διὰ τί τοὺς περὶ τὸν Διόνυσον τεχνίτας ‘ἱστρίω‐
10νασ‘ Ῥωμαῖοι καλοῦσιν;‘ ἦ δι’ ἣν αἰτίαν Κλούβιος Ῥοῦφος (fr. 4 Peter) ἱστόρηκε; φησὶ γὰρ ἐν τοῖς

289

D

πάνυ παλαιοῖς χρόνοις Γαΐου τε Σουλπικίου καὶ Λικι‐ νίου Στόλωνος ὑπατευόντων λοιμώδη νόσον ἐν Ῥώμῃ γενομένην πάντας ὁμαλῶς διαφθεῖραι τοὺς ἐπὶ σκηνὴν προερχομένους· δεηθεῖσιν οὖν αὐτοῖς ἐκ Τυρρηνίας ἐλ‐
5θεῖν πολλοὺς καὶ ἀγαθοὺς τεχνίτας, ὧν τὸν πρωτεύοντα δόξῃ καὶ χρόνον πλεῖστον ἐνευημεροῦντα τοῖς θεάτροις Ἵστρον ὀνομάζεσθαι· καὶ διὰ τοῦτο πάντας ‘ἱστρίωνασ‘
ἀπ’ ἐκείνου προσαγορεύεσθαι. ‘Διὰ τί δὲ τὰς ἐγγὺς γένους οὐ γαμοῦσι;‘ πότε‐332
10ρον αὔξειν τοῖς γάμοις βουλόμενοι τὰς οἰκειότητας καὶ συγγενεῖς πολλοὺς ἐπικτᾶσθαι, διδόντες ἑτέροις καὶ

289

E

λαμβάνοντες παρ’ ἑτέρων γυναῖκας; ἢ φοβούμενοι τὰς ἐν τοῖς γάμοις τῶν συγγενῶν διαφορὰς ὡς καὶ τὰ φύσει δίκαια προσαπολλυούσας; ἢ πολλῶν βοηθῶν τὰς γυναῖ‐ κας ὁρῶντες δι’ ἀσθένειαν δεομένας οὐκ ἐβούλοντο τὰς
5ἐγγὺς γένους συνοικίζειν, ὅπως, ἂν οἱ ἄνδρες ἀδικῶσιν αὐτάς, οἱ συγγενεῖς βοηθῶσιν; ‘Διὰ τί τῷ ἱερεῖ τοῦ Διός, ὃν Φλάμινα Διᾶλιν καλοῦσιν, οὐκ ἐξῆν ἀλεύρου θιγεῖν οὐδὲ ζύμης;‘ ἦ τὸ μὲν ἄλευρον ἀτελὴς τροφὴ καὶ ἄπεπτός ἐστιν; οὔτε γὰρ
10ὃ ἦν μεμένηκεν ὁ πυρὸς οὔθ’ ὃ δεῖ γενέσθαι γέγονεν, ὁ ἄρτος, ἀλλὰ καὶ τὴν σπέρματος δύναμιν ἀπολώλεκεν

289

F

ἅμα καὶ τὴν σιτίου χρείαν οὐκ ἔσχηκε· διὸ καὶ ‘μυλήφα‐ τον‘ ὁ ποιητής ‘ἄλφιτον‘ ἐκ μεταφορᾶς ὠνόμακεν (β 355) ὥσπερ φονευόμενον ἐν τῷ ἀλέτῳ καὶ φθειρόμενον. ἡ δὲ ζύμη καὶ γέγονεν ἐκ φθορᾶς αὐτὴ καὶ φθείρει τὸ φύραμα
5μιγνυμένη· γίνεται γὰρ ἄτονον καὶ ἀδρανὲς καὶ ὅλως ἔοικε σῆψις ἡ ζύμωσις εἶναι· πλεονάσασα γοῦν ἀποξύνει παντάπασι καὶ φθείρει τὸ ἄλευρον. ‘Διὰ τί καὶ σαρκὸς ὠμῆς ἀπείρηται τῷ ἱερεῖ ψαύειν;‘ πότερον ὠμοφαγίας πάνυ πόρρωθεν ἀποτρέπει
10τὸ ἔθος; ἢ δι’ ἣν τὸ ἄλευρον αἰτίαν ἀφοσιοῦνται καὶ τὸ

290

A

κρέας; | οὔτε γάρ ἐστι ζῷον οὔτ’ ὄψον ἤδη γέγονεν. ἡ γὰρ ἕψησις καὶ ὄπτησις ἀλλοίωσις οὖσα καὶ μετακόσμησις ἐξίστησι τὴν μορφήν, τὸ δὲ πρόσφατον καὶ ὠμὸν οὐδὲ τὴν ὄψιν ἔχει καθαρὰν καὶ ἀμίαντον, ἀλλ’ εἰδεχθῆ καὶ
5ἑλκώδη. ‘Διὰ τί δὲ καὶ κυνὸς καὶ αἰγὸς ἐκέλευον ἀπέ‐
χεσθαι τὸν ἱερέα, μήθ’ ἁπτόμενον μήτ’ ὀνομάζοντα;‘ πότερον τῆς μὲν αἰγὸς βδελυττόμενοι τὸ ἀκόλαστον καὶ δυσῶδες; ἢ φοβούμενοι τὸ νοσηματικόν; δοκεῖ γὰρ333
10ἐπιληψίᾳ καταλαμβάνεσθαι μάλιστα τῶν ζῴων καὶ προσ‐ αναχρώννυσθαι τοῖς φαγοῦσιν ἢ θιγοῦσιν ὑπὸ τοῦ πά‐ θους ἐχομένης. αἰτίαν δὲ λέγουσι τὴν στενότητα τῶν

290

B

πνευματικῶν πόρων πολλάκις ἐπιλαμβανομένην, τεκμαι‐ ρόμενοι τῇ λεπτότητι τῆς φωνῆς· καὶ γὰρ ἀνθρώπων ὅσοις ἐπιληπτίζουσι συμβαίνει φθέγγεσθαι μηκασμῷ παραπλησίαν φωνὴν ἀφιᾶσι. τῷ δὲ κυνὶ τοῦ μὲν ἀκολά‐
5στου καὶ δυσώδους ἧττον ἴσως μέτεστι· καίτοι φασὶν ἔνιοι μήτε τῆς Ἀθηναίων ἀκροπόλεως ἐπιβαίνειν κύνα μήτε τῆς Δηλίων νήσου διὰ τὴν ἐμφανῆ μῖξιν, ὥσπερ βοῶν καὶ συῶν καὶ ἵππων ἐν θαλάμοις ἀλλ’ οὐκ ἐμφανῶς καὶ ἀνέδην ὀχευόντων. τὴν γὰρ ἀληθινὴν αἰτίαν ἀγνο‐
10οῦσιν, ὅτι μάχιμον ὄντα τὸν κύνα τῶν ἀσύλων καὶ

290

C

ἁγίων ἐξείργουσιν ἱερῶν, ἀσφαλῆ καταφυγὴν τοῖς ἱκέταις διδόντες. εἰκὸς μὲν οὖν ἐστι καὶ τὸν ἱερέα τοῦ Διὸς ὥσπερ ἔμψυχον καὶ ἱερὸν ἄγαλμα καὶ καταφύξιμον ἀνεῖσθαι τοῖς δεομένοις καὶ ἱκετεύουσι, μηδενὸς ἀπείρ‐
5γοντος μηδ’ ἐκφοβοῦντος. διὸ κλινίδιον μὲν ἦν αὐτοῦ κείμενον ἐν τῷ θυρῶνι τῆς οἰκίας· ὁ δὲ προσπεσὼν τοῖς γόνασι τὴν ἡμέραν ἐκείνην ἄδειαν εἶχε πληγῶν καὶ κολάσεως· εἰ δὲ δεσμώτης φθαίη προσελθών, ἐλύετο· τοὺς δὲ δεσμοὺς ἐκτὸς οὐ κατὰ θύρας ἀλλ’ ὑπὲρ τοῦ
10στέγους ἀπερρίπτουν. οὐδὲν οὖν ὄφελος ἦν οὕτως αὑτὸν ἥμερον παρέχειν καὶ φιλάνθρωπον, εἰ κύων προειστήκει δεδιττόμενος καὶ ἀπερύκων τοὺς προσφυγεῖν δεομένους.

290

D

οὐ μὴν οὐδὲ καθαρεύειν ᾤοντο παντάπασιν οἱ παλαιοὶ τὸ ζῷον· ὀλυμπίων μὲν γὰρ οὐδενὶ θεῶν καθιέρωται,
χθονίᾳ δὲ δεῖπνον Ἑκάτῃ πεμπόμενος εἰς τριόδους ἀπο‐ τροπαίων καὶ καθαρσίων ἐπέχει μοῖραν. ἐν δὲ Λακεδαί‐334
5μονι τῷ φονικωτάτῳ θεῶν Ἐνυαλίῳ σκύλακας ἐντέμνου‐ σι· Βοιωτοῖς δὲ δημοσίᾳ καθαρμός ἐστι κυνὸς διχοτομη‐ θέντος 〈διὰ〉 τῶν μερῶν διεξελθεῖν· αὐτοὶ δὲ Ῥωμαῖοι τοῖς Λυκαίοις, ἃ Λουπερκάλια καλοῦσιν, ἐν τῷ καθαρ‐ σίῳ μηνὶ κύνα θύουσιν. ὅθεν οὐκ ἀπὸ τρόπου τοῖς τὸν
10ὑπέρτατον καὶ καθαρώτατον εἰληφόσι θεραπεύειν θεὸν ἀπειρῆσθαι κύνα ποιεῖσθαι συνήθη καὶ σύνοικον.

290

E

‘Διὰ τίνα δ’ αἰτίαν οὐδὲ κιττοῦ θιγεῖν ἐφίετο τῷ ἱερεῖ τοῦ Διός, οὐδ’ ὁδὸν διελθεῖν ἀναδενδράδος ἄνωθεν διατεταμένης;‘ ἦ τοῦτο μὲν ὅμοιόν ἐστι τῷ ‘μὴ ἐσθίειν ἀπὸ δίφρου‘ ‘μηδ’ ἐπὶ χοίνικος καθῆσθαι‘ ‘μηδὲ
5σάρον ὑπερβαίνειν‘, οὐ ταῦτα τῶν Πυθαγορικῶν δεδιό‐ των καὶ φυλαττομένων, ἀλλ’ ἕτερα τούτοις ἀπαγορευόν‐ των; καὶ γὰρ τὸ ὑπ’ ἄμπελον ὑποπορεύεσθαι τὴν ἀνα‐ φορὰν ἐπὶ τὸν οἶνον εἶχεν, ὡς οὐ θεμιτὸν τῷ ἱερεῖ μεθύ‐ σκεσθαι. τῶν γὰρ μεθυσκομένων ὑπὲρ κεφαλῆς ὁ οἶνός
10ἐστι καὶ πιεζοῦνται καὶ ταπεινοῦνται, δέον ὑπερτέρους

290

F

εἶναι καὶ κρατεῖν ἀεὶ τῆς ἡδονῆς ταύτης ἀλλὰ μὴ κρα‐ τεῖσθαι. τὸν δὲ κιττὸν πότερον ὡς ἄκαρπον καὶ ἄχρη‐ στον ἀνθρώποις, ἀδρανῆ δὲ καὶ δι’ ἀσθένειαν ἑτέρων ὀχούντων δεόμενον, σκιᾷ δὲ καὶ χλωρότητος ὄψει γοη‐
5τεύοντα τοὺς πολλοὺς οὐκ ᾤοντο δεῖν ἀσύμβολον ἐν ταῖς οἰκίαις μάτην ἐντρέφεσθαι καὶ περιπλέκεσθαι βλαβερὸν ὄντα τοῖς προσδεχομένοις φυτοῖς; 〈ἢ ὡσ〉 τῆς γῆς ἐχόμε‐

291

A

νον; | διὸ τῶν μὲν ὀλυμπίων ἱερῶν εἴργεται, καὶ οὔτ’ ἐν Ἥρας Ἀθήνησιν οὔτε Θήβησιν ἐν Ἀφροδίτης ἴδοι τις ἂν κιττόν· Ἀγριωνίοις δὲ καὶ Νυκτελίοις, ὧν τὰ πολλὰ
διὰ σκότους δρᾶται, πάρεστιν. ἢ καὶ τοῦτο συμβολικὴ335
5θιάσων καὶ βακχευμάτων ἀπαγόρευσις ἦν; αἱ γὰρ ἔνοχοι τοῖς βακχικοῖς πάθεσι γυναῖκες εὐθὺς ἐπὶ τὸν κιττὸν φέρονται, καὶ σπαράττουσι δραττόμεναι ταῖς χερσὶ καὶ διεσθίουσαι τοῖς στόμασιν· ὥστε μὴ παντελῶς ἀπιθά‐ νους εἶναι τοὺς λέγοντας, ὅτι καὶ πνεῦμα μανίας ἔχων
10ἐγερτικὸν καὶ παρακινητικὸν ἐξίστησι καὶ σπαράττει, καὶ

291

B

ὅλως ἄοινον ἐπάγει μέθην καὶ χάριν τοῖς ἐπισφαλῶς πρὸς ἐνθουσιασμὸν ἔχουσι. ‘Διὰ τί τοῖς ἱερεῦσι τούτοις ἀρχὴν οὐκ ἐφεῖτο λαβεῖν οὐδὲ μετελθεῖν, ἀλλὰ ῥαβδούχῳ τε χρῶνται καὶ
5δίφρον ἡγεμονικὸν ἐπὶ τιμῇ καὶ παραμυθίᾳ τοῦ μὴ ἄρχειν ἔχουσι;‘ πότερον, ὡς ἐνιαχοῦ τῆς Ἑλλάδος ἀντίρ‐ ροπον ἦν τὸ τῆς ἱερωσύνης ἀξίωμα πρὸς τὸ τῆς βασι‐ λείας, 〈τοὺσ〉 μὴ τυχόντας ἱερεῖς ἀπεδείκνυσαν; ἢ μᾶλλον ὅτι, τῶν μὲν ἱερέων ὡρισμένας πράξεις ἐχόντων τῶν δ’

291

C

ἀρχόντων ἀτάκτους καὶ ἀορίστους, οὐκ ἦν δυνατὸν εἰς ἓν ἅμα τῶν καιρῶν συμπεσόντων ἑκατέρῳ παρεῖναι τὸν αὐτόν, ἀλλ’ ἔδει θάτερα πολλάκις ἀμφοτέρων ἐπειγόν‐ των ἀπολείποντα νῦν μὲν ἀσεβεῖν τοὺς θεούς, νῦν δὲ
5βλάπτειν τοὺς πολίτας; ἢ ταῖς ἀνθρωπίναις ἐνορῶντες ἀρχαῖς οὐκ ἐλάττονα τῆς ἐξουσίας τὴν ἀνάγκην προσοῦ‐ σαν καὶ τὸν ἄρχοντα δήμου, καθάπερ Ἱπποκράτης (π. φυς. 1 p. 91 H.) ἔφη τὸν ἰατρόν, δεινὰ μὲν ὁρῶντα δεινῶν δ’ ἁπτόμενον, ἐπ’ ἀλλοτρίοις δὲ κακοῖς ἰδίας
10λύπας καρπούμενον, οὐχ ὅσιον ἡγοῦντο θύειν θεοῖς καὶ ἱερῶν κατάρχεσθαι γενόμενον ἐν καταδίκαις καὶ θανα‐ τώσεσι πολιτῶν, πολλάκις δὲ καὶ συγγενῶν καὶ οἰκείων,
οἷα καὶ Βρούτῳ συνέτυχε;336

291

D

(t)

ΑΙΤΙΑ ΕΛΛΗΝΙΚΑ
1‘Τίνες οἱ ἐν Ἐπιδαύρῳ κονίποδες καὶ ἄρτυνοι;‘ οἱ

291

E

μὲν τὸ πολίτευμα ... ὀγδοήκοντα καὶ ἑκατὸν ἄνδρες ἦσαν· ἐκ δὲ τούτων ᾑροῦντο βουλευτάς, οὓς ‘ἀρτύνουσ‘ ἐκά‐ λουν. τοῦ δὲ δήμου τὸ πλεῖστον ἐν ἀγρῷ διέτριβεν· ἐκαλοῦντο δέ ‘κονίποδεσ‘, ὡς συμβαλεῖν ἔστιν ἀπὸ τῶν
5ποδῶν γνωριζόμενοι κεκονιμένων, ὁπότε κατέλθοιεν εἰς τὴν πόλιν. ‘Τίς ἡ παρὰ Κυμαίοις ὀνοβάτις;‘ τῶν γυναικῶν

291

F

τὴν ἐπὶ μοιχείᾳ ληφθεῖσαν ἀγαγόντες εἰς ἀγορὰν ἐπὶ λίθου τινὸς ἐμφανῆ πᾶσι καθίστασαν· εἶθ’ οὕτως ἀνεβί‐ βαζον ἐπ’ ὄνον, καὶ τὴν πόλιν κύκλῳ περιαχθεῖσαν ἔδει πάλιν ἐπὶ τὸν αὐτὸν λίθον κατασταθῆναι καὶ τὸ λοιπὸν
5ἄτιμον διατελεῖν, ‘ὀνοβάτιν‘ προσαγορευομένην. τὸν δὲ λίθον ἀπὸ τούτου καθαρὸν οὐ νομίζοντες ἀφωσιοῦντο. ἦν δὲ καὶ φυλάκτου τις ἀρχὴ παρ’ αὐτοῖς· ὁ δὲ ταύτην ἔχων τὸν μὲν ἄλλον χρόνον ἐτήρει τὸ δεσμωτήριον, εἰς

292

A

δὲ τὴν βουλὴν ἐν τῷ νυκτερινῷ συλλόγῳ παριὼν | ἐξῆγε τοὺς βασιλεῖς τῆς χειρὸς καὶ κατεῖχε, μέχρι περὶ αὐτῶν ἡ βουλὴ διαγνοίη, πότερον ἀδικοῦσιν ἢ οὔ, κρύβδην
φέρουσα τὴν ψῆφον.337
5 ‘Τίς ἡ παρὰ Σόλοις ὑπεκκαύστρια;‘ τὴν τῆς Ἀθηνᾶς ἱέρειαν οὕτω καλοῦσιν, ὅτι ποιεῖταί τινας θυσίας καὶ ἱερουργίας ἀποτροπαίους. ‘Τίνες ἐν Κνίδῳ οἱ ἀμνήμονες καὶ τίς ὁ ἀφεστήρ;‘ ἑξήκοντα προκρίτοις ἀνδράσιν ἐκ τῶν ἀρίστων οἷον ἐπι‐
10σκόποις ἐχρῶντο διὰ βίου καὶ προβούλοις τῶν μεγίστων· ἐκαλοῦντο δ’ ‘ἀμνήμονεσ‘ ὡς ἄν τις εἰκάσειε διὰ τὸ

292

B

ἀνυπεύθυνον, εἰ μὴ νὴ Δία πολυμνήμονές τινες ὄντες. ὁ δὲ τὰς γνώμας ἐρωτῶν ‘ἀφεστήρ‘. ‘Τίνες οἱ παρ’ Ἀρκάσι καὶ Λακεδαιμονίοις χρηστοί;‘ Λακεδαιμόνιοι Τεγεάταις διαλλαγέντες ἐποιήσαντο συν‐
5θήκας καὶ στήλην ἐπ’ Ἀλφειῷ κοινὴν ἀνέστησαν, ἐν ᾗ μετὰ τῶν ἄλλων γέγραπται ‘Μεσσηνίους ἐκβαλεῖν ἐκ τῆς χώρας καὶ μὴ ἐξεῖναι ‘χρηστούσ‘ ποιεῖν.‘ ἐξηγούμενος οὖν ὁ Ἀριστοτέλης (fr. 592) τοῦτό φησι δύνασθαι τὸ μὴ ἀποκτιννύναι βοηθείας χάριν τοῖς λακωνίζουσι τῶν
10Τεγεατῶν. ‘Τίς ὁ παρ’ Ὀπουντίοις κριθολόγος;‘ οἱ πλεῖστοι τῶν Ἑλλήνων πρὸς τὰς πάνυ παλαιὰς θυσίας ἐχρῶντο

292

C

ταῖς κριθαῖς, ἀπαρχομένων τῶν πολιτῶν. τὸν μὲν οὖν ἐπὶ τῶν θυσιῶν ἄρχοντα καὶ ταύτας κομιζόμενον τὰς ἀπαρχάς ‘κριθολόγον‘ ὠνόμαζον. δύο δ’ ἦσαν ἱερεῖς παρ’ αὐτοῖς, ὁ μὲν περὶ τὰ θεῖα τεταγμένος, ὁ δὲ περὶ τὰ δαι‐
5μόνια. ‘Τίνες αἱ πλωιάδες νεφέλαι;‘ τὰς ὑπόμβρους μά‐ λιστα καὶ περιφερομένας ἐκάλουν ‘πλωιάδασ‘, ὡς Θεό‐
φραστος ἐν τετάρτῃ περὶ μεταρσίων εἴρηκε κατὰ λέξιν ‘ἐπεὶ καὶ αἱ πλωιάδες αὗται νεφέλαι καὶ αἱ συνεστῶσαι,338
10ἀκίνητοι δὲ καὶ τοῖς χρώμασιν ἔκλευκοι, δηλοῦσι διαφο‐

292

D

ράν τινα τῆς ὕλης, ὡς οὔτ’ ἐξυδατουμένης οὔτ’ ἐκπνευμα‐ τουμένης.‘ ‘Τίς ὁ παρὰ Βοιωτοῖς πλατυχαίτας;‘ τοὺς οἰκίᾳ γειτνιῶντας ἢ χωρίοις ὁμοροῦντας αἰολίζοντες οὕτω κα‐
5λοῦσιν ὡς τὸ πλησίον ἔχοντας. παραθήσομαι δὲ λέξιν μίαν ἐκ τοῦ θεσμοφυλακίου νόμου, πλειόνων οὐσῶν ** ‘Τίς ὁ παρὰ Δελφοῖς ὁσιωτὴρ καὶ διὰ τί βύσιον ἕνα τῶν μηνῶν καλοῦσιν;‘ ‘ὁσιωτῆρα‘ μὲν καλοῦσι τὸν θυόμενον ἱερεῖον, ὅταν ‘ὅσιοσ‘ ἀποδειχθῇ. πέντε δ’ εἰσὶν
10ὅσιοι διὰ βίου, καὶ τὰ πολλὰ μετὰ τῶν προφητῶν δρῶσιν οὗτοι καὶ συνιερουργοῦσιν, ἅτε γεγονέναι δοκοῦντες ἀπὸ

292

E

Δευκαλίωνος. ὁ δέ ‘βύσιοσ‘ μήν, ὡς μὲν οἱ πολλοὶ νομί‐ ζουσι, φύσιός ἐστιν· ἔαρος γὰρ ἄρχει καὶ τὰ πολλὰ φύεται τηνικαῦτα καὶ διαβλαστάνει. τὸ δ’ ἀληθὲς οὐκ ἔχει οὕτως· οὐ γὰρ ἀντὶ τοῦ φ τῷ β χρῶνται Δελφοί, καθάπερ Μακε‐
5δόνες ‘Βίλιππον‘ καί ‘βαλακρόν‘ καί ‘Βερονίκην‘ λέγον‐ τες, ἀλλ’ ἀντὶ τοῦ π· καὶ γὰρ τὸ πατεῖν ‘βατεῖν‘ καὶ τὸ πικρόν ‘βικρόν‘ ἐπιεικῶς καλοῦσιν. ἔστιν οὖν πύσιος ὁ ‘βύσιοσ‘, ἐν ᾧ πυστιῶνται καὶ πυνθάνονται τοῦ θεοῦ· † τὸ γὰρ ἐννοεῖν καὶ πάτριον. ἐν τῷ μηνὶ γὰρ τούτῳ
10χρηστήριον ἐγίγνετο καὶ ἑβδόμην ταύτην νομίζουσι τοῦ

292

F

θεοῦ γενέσθλιον, καὶ πολύφθοον ὀνομάζουσιν οὐ διὰ τὸ
πέττεσθαι φθόις, ἀλλὰ πολυπευθῆ καὶ πολυμάντευτον οὖσαν. ὀψὲ γὰρ ἀνείθησαν αἱ κατὰ μῆνα μαντεῖαι τοῖς δεομένοις, πρότερον δ’ ἅπαξ ἐθεμίστευσεν ἡ Πυθία τοῦ339
5ἐνιαυτοῦ κατὰ ταύτην τὴν ἡμέραν, ὡς Καλλισθένης

293

A

(Fr. Gr. Hist. 124 F. 49) | καὶ Ἀναξανδρίδης ἱστορήκασι. ‘Τί τὸ φυξίμηλον;‘ τῶν μικρῶν ἐστι καὶ χαμαιζή‐ λων φυτῶν, ὧν ἐπιόντα τοὺς βλαστοὺς τὰ βοσκήματα κολούει καὶ ἀδικεῖ καὶ λυμαίνεται τὴν αὔξησιν· ὅταν
5οὖν ἀναδραμόντα μέγεθος λάβῃ καὶ διαφύγῃ τὸ βλάπτε‐ σθαι ὑπὸ τῶν ἐπινεμομένων, ‘φυξίμηλα‘ καλεῖται. τὸ δὲ μαρτύριον Αἰσχύλος (fr. 447). ‘Τίνες οἱ ἀποσφενδόνητοι;‘ Κέρκυραν τὴν νῆσον Ἐρετριεῖς κατῴκουν· Χαρικράτους δὲ πλεύσαντος ἐκ
10Κορίνθου μετὰ δυνάμεως καὶ τῷ πολέμῳ κρατοῦντος ἐμβάντες εἰς τὰς ναῦς οἱ Ἐρετριεῖς ἀπέπλευσαν οἴκαδε.

293

B

προαισθόμενοι δ’ οἱ πολῖται τῆς χώρας εἶργον αὐτοὺς καὶ ἀποβαίνειν ἐκώλυον σφενδονῶντες. μὴ δυνάμενοι δὲ μήτε πεῖσαι μήτε βιάσασθαι πολλοὺς καὶ ἀπαραιτήτους ὄντας ἐπὶ Θρᾴκης ἔπλευσαν καὶ κατασχόντες χωρίον, ἐν ᾧ
5πρότερον οἰκῆσαι Μέθωνα τὸν Ὀρφέως πρόγονον ἱστο‐ ροῦσι, τὴν μὲν πόλιν ὠνόμασαν Μεθώνην, ὑπὸ δὲ τῶν προσοίκων ‘ἀποσφενδόνητοι‘ προσωνομάσθησαν. ‘Τίς ἡ παρὰ Δελφοῖς Χάριλα;‘ τρεῖς ἄγουσι Δελφοὶ ἐνναετηρίδας κατὰ τὸ ἑξῆς, ὧν τὴν μὲν Σεπτή‐

293

C

ριον καλοῦσι, τὴν δ’ Ἡρωίδα, τὴν δὲ Χάριλαν. τὸ μὲν οὖν Σεπτήριον ἔοικε μίμημα τῆς πρὸς τὸν Πύθωνα τοῦ θεοῦ μάχης εἶναι καὶ τῆς μετὰ τὴν μάχην ἐπὶ τὰ Τέμπη φυγῆς καὶ ἐκδιώξεως. οἱ μὲν γὰρ φυγεῖν ἐπὶ τῷ φόνῳ
5φασὶ χρῄζοντα καθαρσίων, οἱ δὲ τῷ Πύθωνι τετρω‐ μένῳ καὶ φεύγοντι κατὰ τὴν ὁδόν, ἣν νῦν ἱερὰν καλοῦμεν, ἐπακολουθεῖν καὶ μικρὸν ἀπολειφθῆναι τῆς τελευτῆς· κατέλαβε γὰρ αὐτὸν ἐκ τοῦ τραύματος ἄρτι τεθνηκότα καὶ κεκηδευμένον ὑπὸ τοῦ παιδός, ᾧ ὄνομα ἦν Αἴξ, ὡς340
10λέγουσι. τὸ μὲν οὖν Σεπτήριον τούτων ἢ τοιούτων τινῶν ἀπομίμησίς ἐστιν ἑτέρων. τῆς δ’ Ἡρωίδος τὰ πλεῖστα μυστικὸν ἔχει λόγον, ὃν ἴσασιν αἱ Θυιάδες, ἐκ δὲ τῶν

293

D

δρωμένων φανερῶς Σεμέλης ἄν τις ἀναγωγὴν εἰκάσειε. περὶ δὲ τῆς Χαρίλας τοιαῦτά τινα μυθολογοῦσι. λιμὸς ἐξ αὐχμοῦ τοὺς Δελφοὺς κατέσχε, καὶ πρὸς τὰς θύρας τοῦ βασιλέως ἐλθόντες μετὰ τέκνων καὶ γυναικῶν ἱκέ‐
5τευον. ὁ δὲ τῶν ἀλφίτων καὶ τῶν χεδρόπων μετεδίδου τοῖς γνωριμωτέροις αὐτῶν· οὐ γὰρ ἦν ἱκανὰ πᾶσιν. ἐλθούσης δὲ παιδὸς ἔτι μικρᾶς ὀρφανῆς γονέων καὶ προσλιπαρούσης ἐρράπισεν αὐτὴν ὑποδήματι καὶ τῷ προσ‐ ώπῳ τὸ ὑπόδημα προσέρριψεν· ἡ δέ, πενιχρά τις οὖσα
10καὶ ἔρημος οὐκ ἀγεννὴς δὲ τὸ ἦθος, ἐκποδὼν γενομένη

293

E

καὶ λύσασα τὴν ζώνην ἀνήρτησεν ἑαυτήν. ἐπιτείνοντος δὲ τοῦ λιμοῦ καὶ νοσημάτων προσγενομένων ἀνεῖλεν ἡ Πυ‐ θία τῷ βασιλεῖ Χάριλαν ἱλάσκεσθαι παρθένον αὐτοθάνα‐ τον. μόλις οὖν ἀνευρόντες, ὅτι τοὔνομα τοῦτ’ ἦν τῇ ῥα‐
5πισθείσῃ παιδί, μεμιγμένην τινὰ καθαρμῷ θυσίαν ἀπε‐ τέλεσαν, ἣν ἐπιτελοῦσιν ἔτι καὶ νῦν δι’ ἐννέα ἐτῶν. προκάθηται μὲν γὰρ ὁ βασιλεὺς τῶν ἀλφίτων καὶ τῶν χεδρόπων ἐπιδιδοὺς πᾶσι καὶ ξένοις καὶ πολίταις, κομί‐

293

F

ζεται δὲ τῆς Χαρίλας παιδικὸν εἴδωλον· ὅταν οὖν πάντες λάβωσιν, ὁ μὲν βασιλεὺς ῥαπίζει τῷ ὑποδήματι τὸ εἴδω‐ λον, ἡ δὲ τῶν Θυιάδων ἀρχηγὸς ἀραμένη κομίζει πρός τινα τόπον φαραγγώδη, κἀκεῖ σχοινίον περιάψαντες τῷ
5τραχήλῳ τοῦ εἰδώλου κατορύττουσιν, ὅπου τὴν Χάριλαν
ἀπαγξαμένην ἔθαψαν. ‘Τί τὸ πτωχικὸν κρέας παρ’ Αἰνιᾶσι;‘ πλείονες γεγόνασιν Αἰνιάνων μεταναστάσεις. πρῶτον μὲν γὰρ οἰκοῦντες περὶ τὸ Δώτιον πεδίον ἐξέπεσον ὑπὸ Λαπιθῶν341
10εἰς Αἴθικας. ἐκεῖθεν τῆς Μολοσσίας τὴν περὶ τὸν Ἀρα‐ ούαν χώραν κατέσχον, ὅθεν ὠνομάσθησαν Παραοῦαι.

294

A

μετὰ ταῦτα Κίρραν κατέσχον· | ἐν δὲ Κίρρῃ καταλεύ‐ σαντες Οἴνοκλον τὸν βασιλέα τοῦ θεοῦ προστάξαντος, εἰς τὴν περὶ τὸν Ἴναχον χώραν κατέβησαν οἰκουμένην ὑπ’ Ἰναχιέων καὶ Ἀχαιῶν. γενομένου δὲ χρησμοῦ τοῖς μὲν
5ἂν μεταδῶσι τῆς χώρας ἀποβαλεῖν ἅπασαν, τοῖς δ’ ἂν λάβωσι παρ’ ἑκόντων καθέξειν, Τέμων, ἀνὴρ ἐλλόγιμος τῶν Αἰνιάνων, ἀναλαβὼν ῥάκια καὶ πήραν ὡς προσαίτης ὢν ἀφίκετο πρὸς τοὺς Ἰναχιεῖς· ὕβρει δὲ καὶ πρὸς γέλωτα

294

B

τοῦ βασιλέως βῶλον ἐπιδόντος αὐτῷ, δεξάμενος εἰς τὴν πήραν ἐνέβαλε καὶ ἀφανὴς ἦν ἠγαπηκὼς τὸ δῶρον· ἀπ‐ εχώρησε γὰρ εὐθὺς οὐδὲν προσαιτήσας. οἱ δὲ πρεσβύτεροι θαυμάσαντες ἀνεμιμνήσκοντο τοῦ χρησμοῦ, καὶ τῷ βασι‐
5λεῖ προσιόντες ἔλεγον μὴ καταφρονῆσαι μηδὲ προέσθαι τὸν ἄνθρωπον. αἰσθόμενος οὖν ὁ Τέμων τὴν διάνοιαν αὐ‐ τῶν ὥρμησε φεύγειν, καὶ διέφυγεν εὐξάμενος τῷ Ἀπόλ‐ λωνι καθ’ ἑκατόμβης. ἐκ δὲ τούτου μονομαχοῦσιν οἱ βασι‐ λεῖς, καὶ τὸν τῶν Ἰναχιέων Ὑπέροχον ὁ τῶν Αἰνιάνων

294

C

Φήμιος ὁρῶν μετὰ κυνὸς αὐτῷ προσφερόμενον οὐκ ἔφη δίκαια ποιεῖν, δεύτερον ἐπάγοντα μαχόμενον, ἀπελαύ‐ νοντος δὲ τοῦ Ὑπερόχου τὸν κύνα καὶ μεταστρεφομένου, λίθῳ βαλὼν ὁ Φήμιος ἀναιρεῖ. κτησάμενοι δὲ τὴν χώραν,
5τοὺς Ἰναχιεῖς μετὰ τῶν Ἀχαιῶν ἐκβαλόντες, τὸν μὲν
λίθον ἐκεῖνον ὡς ἱερὸν σέβονται καὶ θύουσιν αὐτῷ καὶ τοῦ ἱερείου τῷ δημῷ περικαλύπτουσιν. ὅταν δὲ τῷ Ἀπόλ‐ λωνι τὴν ἑκατόμβην ἀποδιδῶσι, τῷ Διὶ βοῦν καθιερεύ‐ σαντες, μερίδα τοῖς Τέμωνος ἀπογόνοις ἐξαίρετον νέ‐342
10μουσι καί ‘πτωχικὸν κρέασ‘ ἐπονομάζουσι. ‘Τίνες οἱ παρ’ Ἰθακησίοις Κολιάδαι καὶ τίς ὁ φάγιλος;‘ τῷ Ὀδυσσεῖ μετὰ τὴν μνηστηροφονίαν οἱ ἐπι‐ τήδειοι τῶν τεθνηκότων ἐπανέστησαν, μεταπεμφθεὶς δ’ ὑπ’ ἀμφοτέρων διαιτητὴς Νεοπτόλεμος ἐδικαίωσε τὸν

294

D

μὲν Ὀδυσσέα μεταναστῆναι καὶ φεύγειν ἐκ τῆς Κεφαλλη‐ νίας καὶ Ζακύνθου καὶ Ἰθάκης ἐφ’ αἵματι, τοὺς δὲ τῶν μνηστήρων ἑταίρους καὶ οἰκείους ἀποφέρειν ποινὴν Ὀδυσ‐ σεῖ τῶν εἰς τὸν οἶκον ἀδικημάτων καθ’ ἕκαστον ἐνιαυτόν.
5αὐτὸς μὲν οὖν εἰς Ἰταλίαν μετέστη· τὴν δὲ ποινὴν τῷ υἱεῖ καθιερώσας ἀποφέρειν ἐκέλευσε τοὺς Ἰθακησίους. ἦν δ’ ἄλφιτα οἶνος κηρία ἔλαιον ἅλες ἱερεῖα πρεσβύτερα ‘φαγί‐ λων‘· ‘φάγιλον‘ δέ φησιν Ἀριστοτέλης (fr. 507) τὸν ἀμνὸν εἶναι. τοὺς δὲ περὶ Εὔμαιον ἐλευθερώσας ὁ Τηλέ‐
10μαχος κατέμιξεν εἰς τοὺς πολίτας, καὶ τὸ γένος ἐστὶ Κο‐ λιαδῶν ἀπ’ Εὐμαίου καὶ Βουκολιδῶν ἀπὸ Φιλοιτίου. ‘Τίς ἡ ξυλίνη κύων παρὰ Λοκροῖς;‘ Φυσκίου τοῦ

294

E

Ἀμφικτύονος υἱὸς ἦν Λοκρός· ἐκ δὲ τούτου καὶ Καβύης Ὀποῦς. πρὸς ὃν ὁ πατὴρ διενεχθεὶς καὶ συχνοὺς τῶν πολιτῶν ἀναλαβὼν περὶ ἀποικίας ἐμαντεύετο. τοῦ δὲ θεοῦ φήσαντος κτίζειν πόλιν ὅπουπερ ἂν τύχῃ δηχθεὶς
5ὑπὸ κυνὸς ξυλίνης, ὑπερβαίνων εἰς τὴν ἑτέραν θάλασσαν
ἐπάτησε κυνόσβατον. ἐνοχληθεὶς δὲ τῇ πληγῇ διέτριψεν ἡμέρας αὐτόθι πλείονας, ἐν αἷς καταμαθὼν τὸ χωρίον ἔκτισε πόλεις Φυσκεῖς καὶ Ὑάντειαν καὶ τὰς ἄλλας, ὅσας343

294

F

οἱ κληθέντες Ὀζόλαι Λοκροὶ κατῴκησαν. Ὀζόλας δὲ Λοκροὺς οἱ μὲν διὰ Νέσσον, οἱ δὲ 〈διὰ〉 τὸν Πύθωνα δράκοντα κληθῆναι λέγουσιν, ἐκβρασθέντας ὑπὸ τῆς θα‐ λάττης καὶ σαπέντας ἐν τῇ τῶν Λοκρῶν χώρᾳ· τινὲς δὲ
5κώδια καὶ τραγέας τοὺς ἀνθρώπους φοροῦντας καὶ τὰ πλεῖστα συνόντας αἰπολίοις γενέσθαι δυσώδεις. ἔνιοι δὲ τοὐναντίον πολυάνθεμον τὴν χώραν οὖσαν ὑπ’ εὐωδίας τοὔνομα λαβεῖν· ὧν ἐστι καὶ Ἀρχύτας ὁ Ἀμφισσεύς· γέγραφε γὰρ οὕτω· |
9

295

A

‘τὴν βοτρυοστέφανον μυρίπνουν Μάκυναν ἐραννήν.‘
1 ‘Τί τὸ καλούμενον ὑπὸ Μεγαρέων ἀφάβρωμα;‘ Νῖσος, ἀφ’ οὗ προσηγορεύθη Νίσαια, βασιλεύων ἐκ Βοι‐ ωτίας ἔγημεν Ἀβρώτην, Ὀγχήστου θυγατέρα Μεγαρέως
5δ’ ἀδελφήν, γυναῖκα καὶ τῷ φρονεῖν ὡς ἔοικε περιττὴν καὶ σώφρονα διαφερόντως. ἀποθανούσης δ’ αὐτῆς οἵ τε Μεγαρεῖς ἐπένθησαν ἑκουσίως καὶ ὁ Νῖσος ἀιδίαν τινὰ μνήμην καὶ δόξαν αὐτῆς καταστῆσαι βουλόμενος ἐκέλευε

295

B

τὰς ἀστὰς φορεῖν ἣν ἐκείνη στολὴν ἐφόρει, καὶ τὴν στολὴν ‘ἀφάβρωμα‘ δι’ ἐκείνην ὠνόμασε. δοκεῖ δὲ τῇ δόξῃ τῆς γυναικὸς καὶ ὁ θεὸς βοηθῆσαι· πολλάκις γὰρ τὰς ἐσθῆ‐ τας ἀλλάξαι βουλομένας τὰς Μεγαρίδας χρησμῷ διεκώ‐
5λυσε. ‘Τίς ὁ δορύξενος;‘ τὸ παλαιὸν ἡ Μεγαρὶς ᾠκεῖτο
κατὰ κώμας, εἰς πέντε μέρη νενεμημένων τῶν πολιτῶν. ἐκαλοῦντο δ’ Ἡραεῖς καὶ Πιραεῖς καὶ Μεγαρεῖς καὶ Κυνο‐ σουρεῖς καὶ Τριποδίσκιοι. τῶν δὲ Κορινθίων πόλεμον344
10αὐτοῖς ἐξεργασαμένων πρὸς ἀλλήλους (ἀεὶ γὰρ ἐπεβού‐ λευον ὑφ’ αὑτοῖς ποιήσασθαι τὴν Μεγαρικήν), ὅμως δι’

295

C

ἐπιείκειαν ἡμέρως ἐπολέμουν καὶ συγγενικῶς. τοὺς μὲν γὰρ γεωργοῦντας οὐδεὶς ἠδίκει τὸ παράπων, τοὺς δ’ ἁλι‐ σκομένους λύτρον τι τεταγμένον ἔδει καταβαλεῖν, καὶ τοῦτ’ ἐλάμβανον ἀφέντες. πρότερον δ’ οὐκ εἰσέπραττον, ἀλλ’
5ὁ λαβὼν αἰχμάλωτον ἀπῆγεν οἴκαδε, καὶ μεταδοὺς ἁλῶν καὶ τραπέζης ἀπέπεμπεν οἴκαδε. ὁ μὲν οὖν τὰ λύτρα κο‐ μίσας ἐπῃνεῖτο καὶ φίλος ἀεὶ διετέλει τοῦ λαβόντος ἐκ δορυαλώτου ‘δορύξενοσ‘ προσαγορευόμενος· ὁ δ’ ἀπο‐ στερήσας οὐ μόνον παρὰ τοῖς πολεμίοις ἀλλὰ καὶ παρὰ
10τοῖς πολίταις ὡς ἄδικος καὶ ἄπιστος ἠδόξει. ‘Τίς ἡ παλιντοκία;‘ Μεγαρεῖς Θεαγένη τὸν τύ‐ ραννον ἐκβαλόντες ὀλίγον χρόνον ἐσωφρόνησαν κατὰ τὴν

295

D

πολιτείαν· εἶτα πολλὴν κατὰ Πλάτωνα (Rep. 562d) καὶ ἄκρατον αὐτοῖς ἐλευθερίαν τῶν δημαγωγῶν οἰνοχοούν‐ των διαφθαρέντες παντάπασι τά τ’ ἄλλα τοῖς πλουσίοις ἀσελγῶς προσεφέροντο, καὶ παριόντες εἰς τὰς οἰκίας
5αὐτῶν οἱ πένητες ἠξίουν ἑστιᾶσθαι καὶ δειπνεῖν πολυ‐ τελῶς· εἰ δὲ μὴ τυγχάνοιεν, πρὸς βίαν καὶ μεθ’ ὕβρεως ἐχρῶντο πᾶσι. τέλος δὲ δόγμα θέμενοι τοὺς τόκους ἀν‐ επράττοντο παρὰ τῶν δανειστῶν οὓς δεδωκότες ἐτύγχα‐ νον, ‘παλιντοκίαν‘ τὸ γινόμενον προσαγορεύσαντες.
10‘Τίς ἡ Ἀνθηδών, περὶ ἧς ἡ Πυθιὰς εἶπε
10

295

E

‘πῖν’ οἶνον τρυγίαν, ἐπεὶ οὐκ Ἀνθηδόνα ναίεισ‘
1
(ἡ γὰρ ἐν Βοιωτοῖς οὐκ ἔστι πολύοινος);‘ τὴν Καλαύ‐ ρειαν Εἰρήνην τὸ παλαιὸν ὠνόμαζον ἀπὸ γυναικὸς Εἰρή‐ νης, ἣν ἐκ Ποσειδῶνος καὶ Μελανθείας τῆς Ἀλφειοῦ345
5γενέσθαι μυθολογοῦσιν. ὕστερον δὲ τῶν περὶ Ἄνθην καὶ Ὑπέρην αὐτόθι κατοικούντων Ἀνθηδονίαν καὶ Ὑπέρειαν ἐκάλουν τὴν νῆσον. εἶχε δ’ ὁ χρησμὸς οὕτως, ὡς Ἀριστο‐ τέλης φησί,
8 ‘πῖν’ οἶνον τρυγίαν, ἐπεὶ οὐκ Ἀνθηδόνα ναίεις
10οὐδ’ ἱερὰν Ὑπέραν, ὅθι κ’ ἄτρυγον οἶνον ἔπινες.‘
10

295

F

ταῦτα μὲν ὁ Ἀριστοτέλης (fr. 597). ὁ δὲ Μνασιγείτων (FHG III p. 158) φησὶν Ὑπέρητος ἀδελφὸν ὄντα τὸν Ἄνθον ἔτι νήπιον ἀπολέσθαι, καὶ τὸν Ὑπέρην κατὰ ζήτησιν αὐτοῦ πλανώμενον εἰς Φερὰς πρὸς Ἄκαστον [ἢ
5Ἄδραστον] ἐλθεῖν, ὅπου κατὰ τύχην ὁ Ἄνθος ἐδούλευεν οἰνοχοεῖν τεταγμένος. ὡς οὖν εἱστιῶντο, τὸν παῖδα προσ‐ φέροντα τῷ ἀδελφῷ τὸ ποτήριον ἐπιγνῶναι καὶ εἰπεῖν πρὸς αὐτὸν ἡσυχῆ
8
‘πῖν’ οἶνον τρυγίαν, ἐπεὶ οὐκ Ἀνθηδόνα ναίεις.‘
9
10‘Τίς ὁ λεγόμενος ἐν Πριήνῃ παρὰ δρυῒ σκότος;‘

296

A

Σάμιοι καὶ Πριηνεῖς πολεμοῦντες ἀλλήλοις | τὰ μὲν ἄλλα μετρίως ἐβλάπτοντο καὶ ἔβλαπτον, μάχης δὲ μεγάλης γενομένης χιλίους Σαμίων οἱ Πριηνεῖς ἀπέκτειναν· ἑβδό‐ μῳ δ’ ὕστερον ἔτει Μιλησίοις συμβαλόντες παρὰ τὴν
5καλουμένην δρῦν τοὺς ἀρίστους ὁμοῦ τι καὶ πρώτους ἀπ‐ έβαλον τῶν πολιτῶν· ὅτε καὶ Βίας ὁ σοφὸς εἰς Σάμον ἐκ Πριήνης πρεσβεύσας εὐδοκίμησε. ταῖς δὲ Πριηνέων γυναιξὶν ὠμοῦ τοῦ πάθους τούτου καὶ τῆς συμφορᾶς ἐλε‐
εινῆς γενομένης, ἀρὰ κατέστη καὶ ὅρκος περὶ τῶν με‐346

296

B

γίστων ‘ὁ παρὰ δρυῒ σκότοσ‘ διὰ τὸ παῖδας αὐτῶν καὶ πατέρας καὶ ἄνδρας ἐκεῖ φονευθῆναι. ‘Τίνες οἱ παρὰ Κρησὶ λεγόμενοι κατακαῦται;‘ Τυρρηνούς φασι τοὺς τὰς Ἀθηναίων θυγατέρας καὶ γυ‐
5ναῖκας ἐκ Βραύρωνος ἁρπάσαντας, ὁπηνίκα Λῆμνον καὶ Ἴμβρον κατῴκουν, εἶτ’ ἐκπεσόντας εἰς τὴν Λακωνικὴν ἀφικέσθαι καὶ γενέσθαι ἐπιμιξίαν αὐτοῖς μέχρι παίδων γενέσεως πρὸς τὰς ἐγχωρίους γυναῖκας· ἐκ δ’ ὑποψίας καὶ διαβολῆς πάλιν ἀναγκασθέντας ἐκλιπεῖν τὴν Λακω‐
10νικὴν μετὰ παίδων καὶ γυναικῶν εἰς Κρήτην κατᾶραι,

296

C

Πόλλιν ἡγεμόνα καὶ Δελφὸν ἔχοντας. ἐκεῖ δὲ πολεμοῦν‐ τας τοῖς κατέχουσι τὴν Κρήτην πολλοὺς περιορᾶν τῶν ἐν ταῖς μάχαις ἀποθνησκόντων ἀτάφους, τὸ μὲν πρῶτον ἀσχόλους διὰ τὸν πόλεμον ὄντας καὶ τὸν κίνδυνον, ὕστε‐
5ρον δὲ φεύγοντας ἅπτεσθαι νεκρῶν ἐφθαρμένων ὑπὸ χρόνου καὶ διερρυηκότων. τὸν οὖν Πόλλιν ἐξευρόντα τιμάς τινας καὶ προνομίας καὶ ἀτελείας ἀποδοῦναι τὰς μὲν τοῖς ἱερεῦσι τῶν θεῶν, τὰς δὲ τοῖς ταφεῦσι τῶν τετελευτηκότων, ἐπιφημίσαντα καὶ ταύτας δαίμοσι χθο‐
10νίοις, ὅπως ἀναφαίρετοι διαμένοιεν· ὀνομασθῆναι δὲ τοὺς μὲν ἱερεῖς, τοὺς δέ ‘κατακαύτασ‘. εἶτα κλήρῳ διαλαχεῖν πρὸς τὸν Δελφὸν καὶ πολιτεύεσθαι μὲν αὐτοὺς καθ’ αὑ‐

296

D

τούς, ἔχειν δὲ μετὰ τῶν ἄλλων φιλανθρώπων καὶ ἄδειαν ἀδικημάτων, οἷς οἱ ἄλλοι Κρῆτες εἰώθασι χρῆσθαι πρὸς ἀλλήλους ἄγοντες λαθραίως καὶ ἀποφέροντες· ἐκείνους γὰρ οὐδὲν ἀδικεῖν οὐδὲ κλέπτειν οὐδὲν οὐδ’ ἀφαιρεῖσθαι.
5 ‘Τίς ὁ παίδων τάφος παρὰ Χαλκιδεῦσι;‘ Κόθος καὶ Αἶκλος οἱ Ξούθου παῖδες εἰς Εὔβοιαν ἧκον οἰκήσοντες,
Αἰολέων τότε τὰ πλεῖστα τῆς νήσου κατεχόντων. ἦν δὲ τῷ Κόθῳ λόγιον εὖ πράξειν καὶ περιέσεσθαι τῶν πολε‐ μίων, ἐὰν πρίηται τὴν χώραν. ἀποβὰς οὖν μετ’ ὀλίγον347
10ἐνέτυχε παίζουσι παιδαρίοις παρὰ τὴν θάλασσαν· συμ‐

296

E

παίζων οὖν αὐτοῖς καὶ φιλοφρονούμενος ἔδειξε παίγνια πολλὰ τῶν ξενικῶν. ὡς δ’ ἑώρα τοὺς παῖδας ἐπιθυμοῦν‐ τας λαβεῖν, οὐκ ἔφησεν αὐτοῖς δώσειν ἄλλως, εἰ μὴ τῆς γῆς λάβοι παρ’ αὐτῶν· οἱ δὲ παῖδες οὕτως ἀναιρούμενοι
5χαμαῖθεν ἰδίδοσαν καὶ τὸ παίγνια λαβόντες ἀπηλλάγη‐ σαν. οἱ δ’ Αἰολεῖς αἰσθόμενοι τὸ γεγονός, καὶ τῶν πολε‐ μίων αὐτοῖς ἐπιπλεόντων, ὑπ’ ὀργῆς καὶ λύπης διεχρή‐ σαντο τοὺς παῖδας. ἐτάφησαν δὲ παρὰ τὴν ὁδόν, ᾗ βαδί‐ ζουσιν ἐκ πόλεως ἐπὶ τὸν Εὔριπον, καὶ ὁ τόπος ‘τάφος
10παίδων‘ καλεῖται. ‘Τίς ὁ μιξαρχαγέτας ἐν Ἄργει καὶ τίνες οἱ ἐλά‐

296

F

σιοι;‘ ‘μιξαρχαγέταν‘ τὸν Κάστορα καλοῦσι καὶ νομί‐ ζουσι παρ’ αὐτοῖς τεθάφθαι· τὸν δὲ Πολυδεύκην ὡς ἕνα τῶν Ὀλυμπίων σέβονται. τοὺς δὲ τὰς ἐπιληψίας ἀπο‐ τρέπειν δοκοῦντας ‘ἐλασίουσ‘ μὲν ὀνομάζουσι, δοκοῦσι
5δὲ τῶν Ἀλεξίδας τῆς Ἀμφιαράου θυγατρὸς ἀπογόνων εἶναι. ‘Τί τὸ παρ’ Ἀργείοις λεγόμενον ἔγκνισμα;‘ τοῖς ἀποβαλοῦσί τινα συγγενῶν ἢ συνήθων ἔθος ἐστὶ μετὰ τὸ πένθος εὐθὺς τῷ † Ἀπόλλωνι † θύειν, ἡμέραις δ’
10ὕστερον τριάκοντα τῷ Ἑρμῇ. νομίζουσι γάρ, ὥσπερ τὰ σώματα τῶν ἀποθανόντων δέχεσθαι τὴν γῆν, οὕτω τὰς

297

A

ψυχὰς τὸν Ἑρμῆν· | τοῦ δ’ Ἀπόλλωνος τῷ ἀμφιπόλῳ κρι‐ θὰς διδόντες λαμβάνουσι κρέας τοῦ ἱερείου, καὶ τὸ πῦρ ἀποσβέσαντες ὡς μεμιασμένον παρ’ ἑτέρων δ’ ἐναυσά‐ μενοι, τοῦτο τὸ κρέας ὀπτῶσιν ‘ἔγκνισμα‘ προσαγορεύ‐348
5οντες. ‘Τίς ἀλάστωρ ἀλιτήριος παλαμναῖος;‘ οὐ γὰρ πειστέον τοῖς λέγουσιν ‘ἀλιτηρίουσ‘ κεκλῆσθαι τοὺς ἐπι‐ τηροῦντας ἐν τῷ λιμῷ τὸν ἀλοῦντα καὶ διαρπάζοντας· ἀλλ’ ‘ἀλάστωρ‘ μὲν κέκληται ὁ ἄληστα καὶ πολὺν χρόνον
10μνημονευθησόμενα δεδρακώς, ‘ἀλιτήριοσ‘ δ’ ὃν ἀλεύ‐ ασθαι καὶ φυλάξασθαι διὰ μοχθηρίαν καλῶς εἶχε. *** ταῦτα, φησὶν ὁ Σωκράτης (FHG IV p. 498), ἐν δι‐ φθέραις χαλκαῖς γεγράφασι.

297

B

‘Τίνος ἔχεται διανοίας τὸ τοὺς ἀπάγοντας εἰς Κασσιοπαίαν τὸν βοῦν ἐξ Αἴνου τὰς παρθένους προπεμ‐ πούσας ἐπᾴδειν ἄχρι τῶν ὅρων
3
‘μήποτε νοστήσαιτε φίλην ἐς πατρίδα γαῖαν‘;‘
4
5Αἰνιᾶνες ὑπὸ Λαπιθῶν ἐξαναστάντες τὸ πρῶτον ᾤκησαν περὶ τὴν Αἰθακίαν, εἶτα περὶ τὴν Μολοσσίδα καὶ Κασσιο‐ παίαν· οὐδὲν δὲ χρηστὸν ἀπὸ τῆς χώρας ἔχοντες, ἀλλὰ

297

C

καὶ χαλεποῖς χρώμενοι προσοίκοις εἰς τὸ Κιρραῖον πεδίον ἧκον, Οἰνόκλου τοῦ βασιλέως ἄγοντος αὐτούς. ἐκεῖ δὲ με‐ γάλων αὐχμῶν γενομένων, κατὰ χρησμὸν ὡς λέγεται τὸν Οἴνοκλον καταλεύσαντες καὶ πάλιν πλανηθέντες εἰς ταύτην
5ἀφίκοντο τὴν χώραν, ἣν νῦν ἔχουσιν, ἀγαθὴν καὶ πάμ‐ φορον οὖσαν. ὅθεν εἰκότως εὔχονται τοῖς θεοῖς εἰς τὴν παλαιὰν πατρίδα μὴ ἐπανελθεῖν, ἀλλ’ αὐτοῦ καταμένειν
εὐδαιμονοῦντας. ‘Τί δήποτε παρὰ Ῥοδίοις εἰς τὸ τοῦ Ὀκριδίωνος349
10ἡρῷον οὐκ εἰσέρχεται κῆρυξ‘; ἦ ὅτι Ὄχιμος τὴν θυγα‐ τέρα Κυδίππην ἐνεγύησεν Ὀκριδίωνι; Κέρκαφος δ’ ἀδελφὸς ὢν Ὀχίμου τῆς δὲ παιδὸς ἐρῶν, ἔπεισε τὸν κήρυκα (διὰ κηρύκων γὰρ ἔθος ἦν τὸ μετέρχεσθαι τὰς

297

D

νύμφας), ὅταν παραλάβῃ τὴν Κυδίππην, πρὸς ἑαυτὸν ἀγαγεῖν. τούτου δὲ πραχθέντος, ὁ μὲν Κέρκαφος ἔχων τὴν κόρην ἔφυγεν, ὕστερον δὲ τοῦ Ὀχίμου γηράσαντος ἐπανῆλθε. τοῖς δὲ Ῥοδίοις ἔθος κατέστη κήρυκα μὴ
5προσιέναι τῷ τοῦ Ὀκριδίωνος ἡρῴῳ διὰ τὴν γενομένην ἀδικίαν. ‘Τί δήποτε παρὰ Τενεδίοις εἰς τὸ τοῦ Τένου ἱερὸν οὐκ ἔξεστιν αὐλητὴν εἰσελθεῖν οὐδ’ Ἀχιλλέως ἐν τῷ ἱερῷ μνησθῆναι;‘ ἦ ὅτι τῆς μητρυιᾶς τὸν Τένην δια‐
10βαλλούσης ὡς βουλόμενον αὐτῇ συγγενέσθαι Μόλπος ὁ αὐλητὴς τὰ ψευδῆ κατεμαρτύρησεν αὐτοῦ, διὰ τοῦτο τῷ

297

E

Τένῃ συνέπεσε φεύγειν εἰς Τένεδον μετὰ τῆς ἀδελφῆς; Ἀχιλλεῖ δὲ λέγεται τὴν μητέρα Θέτιν ἰσχυρῶς ἀπαγορεῦ‐ σαι μὴ ἀνελεῖν τὸν Τένην ὡς τιμώμενον ὑπ’ Ἀπόλλωνος, καὶ παρεγγυῆσαι ἑνὶ τῶν οἰκετῶν, ὅπως προσέχῃ καὶ
5ἀναμιμνήσκῃ, μὴ λάθῃ κτείνας ὁ Ἀχιλλεὺς τὸν Τένην. ἐπεὶ δὲ τὴν Τένεδον κατατρέχων ἐδίωκε τὴν ἀδελφὴν τοῦ Τένου

297

F

καλὴν οὖσαν, ἀπαντήσας θ’ ὁ Τένης ἠμύνετο πρὸ τῆς ἀδελ‐ φῆς, καὶ ἡ μὲν ἐξέφυγεν ὁ δὲ Τένης ἀνῃρέθη· ὁ δ’ Ἀχιλ‐ λεὺς πεσόντα γνωρίσας τὸν μὲν οἰκέτην ἀπέκτεινεν, ὅτι παρὼν οὐκ ἀνέμνησε· τὸν δὲ Τένην ἔθαψεν, οὗ νῦν τὸ ἱερόν
5ἐστι, καὶ οὔτ’ αὐλητὴς εἴσεισιν οὔτ’ Ἀχιλλεὺς ὀνομάζεται. ‘Τίς ὁ παρ’ Ἐπιδαμνίοις πωλήτης;‘ Ἐπιδάμνιοι
γειτνιῶντες Ἰλλυριοῖς ᾐσθάνοντο τοὺς ἐπιμιγνυμένους αὐτοῖς πολίτας γιγνομένους πονηροὺς καὶ φοβούμενοι νεωτερισμὸν ᾑροῦντο πρὸς τὰ τοιαῦτα συμβόλαια καὶ τὰς350
10ἀμείψεις καθ’ ἕκαστον ἐνιαυτὸν ἕνα τῶν δεδοκιμασμέ‐ νων παρ’ αὐτοῖς, ὃς ἐπιφοιτῶν τοῖς βαρβάροις παρεῖχεν

298

A

ἀγορὰν καὶ διάθεσιν πᾶσι τοῖς πολίταις | ‘πωλήτησ‘ προσ‐ αγορευόμενος. ‘Τίς ἡ περὶ Θρᾴκην † Ἀραοῦ ἀκτή;‘ Ἄνδριοι καὶ Χαλκιδεῖς πλεύσαντες εἰς Θρᾴκην οἰκήσεως ἕνεκα Σάνην
5μὲν πόλιν ἐκ προδοσίας κοινῇ παρέλαβον, τὴν δ’ Ἄκαν‐ θον ἐκλελοιπέναι τοὺς βαρβάρους πυνθανόμενοι δύο κατα‐ σκόπους ἔπεμψαν. ὡς δὲ τῇ πόλει προσιόντες παντά‐ πασι πεφευγότας ᾐσθάνοντο τοὺς πολεμίους, ὁ μὲν Χαλκι‐ δικὸς προεξέδραμεν ὡς καταληψόμενος τοῖς Χαλκιδεῦσι
10τὴν πόλιν, ὁ δ’ Ἄνδριος οὐ συνεξανύτων ἠκόντισε τὸ δόρυ, καὶ ταῖς πύλαις ἐμπαρέντος † μετὰ βολῆς Ἀνδρίων

298

B

ἔφη παισὶν αἰχμῇ προκατειλῆφθαι τὴν πόλιν. ἐκ τούτου διαφορᾶς γενομένης, ἄνευ πολέμου συνέβησαν Ἐρυθραί‐ οις καὶ Σαμίοις καὶ Παρίοις χρήσασθαι περὶ πάντων δικασταῖς. ἐπεὶ δ’ οἱ μὲν Ἐρυθραῖοι καὶ οἱ Σάμιοι τὴν
5ψῆφον Ἀνδρίοις ἤνεγκαν, οἱ δὲ Πάριοι Χαλκιδεῦσιν, ἀρὰς ἔθεντο περὶ τὸν τόπον τοῦτον οἱ Ἄνδριοι κατ’ αὐτῶν μήτε δοῦναι γυναῖκα Παρίοις μήτε λαβεῖν παρ’ αὐτῶν· καὶ διὰ τοῦτο προσηγόρευσαν ‘ἀκτὴν † Ἀραίνου‘, πρότερον ὀνομαζομένην Δράκοντος.
10 ‘Διὰ τί τοῖς θεσμοφορίοις αἱ τῶν Ἐρετριέων γυναῖκες οὐ πρὸς πῦρ ἀλλὰ πρὸς ἥλιον ὀπτῶσι τὰ κρέα, καὶ Καλλιγένειαν οὐ καλοῦσιν;‘ ἦ ὅτι ταῖς αἰχμαλώτοις,

298

C

ἃς ἦγεν ἐκ Τροίας Ἀγαμέμνων, ἐνταῦθα συνέβη θεσμο‐ φόρια θύειν, πλοῦ δὲ φανέντος ἐξαίφνης, ἀνήχθησαν ἀτελῆ τὴν θυσίαν καταλιποῦσαι; ‘Τίνες οἱ ἀειναῦται παρὰ Μιλησίοις;‘ τῶν περὶ351
5Θόαντα καὶ Δαμασήνορα τυράννους καταλυθέντων ἑται‐ ρεῖαι δύο τὴν πόλιν κατέσχον, ὧν ἡ μὲν ἐκαλεῖτο Πλουτὶς ἡ δὲ Χειρομάχα. κρατήσαντες οὖν οἱ δυνατοὶ καὶ τὰ πράγ‐ ματα περιστήσαντες εἰς τὴν ἑταιρείαν, ἐβουλεύοντο περὶ τῶν μεγίστων ἐμβαίνοντες εἰς τὰ πλοῖα καὶ πόρρω τῆς

298

D

γῆς ἐπανάγοντες· κυρώσαντες δὲ τὴν γνώμην κατέπλεον, καὶ διὰ τοῦτ’ ‘ἀειναῦται‘ προσηγορεύθησαν. ‘Τί δήποτε Χαλκιδεῖς τὸν περὶ τὸ Πυρσόφιον τόπον ‘ἀκμαίων λέσχην‘ καλοῦσι;‘ τὸν Ναύπλιόν φασιν
5ὑπὸ τῶν Ἀχαιῶν διωκόμενον Χαλκιδεῖς ἱκετεῦσαι, καὶ τὰ μὲν περὶ τῆς αἰτίας ἀπολογεῖσθαι, τὰ δ’ αὐτὸν ἀντεγκα‐ λεῖν τοῖς Ἀχαιοῖς. ἐκδιδόναι μὲν αὐτὸν οἱ Χαλκιδεῖς οὐκ ἐμέλλησαν· δεδιότες δὲ μὴ δόλῳ φονευθῇ, φυλακὴν ἔδο‐ σαν αὐτῷ τοὺς ἀκμάζοντας νεανίσκους καὶ κατέστησαν
10εἰς τὸν τόπον τοῦτον, ὅπου συνῆσαν ἀλλήλοις ἅμα καὶ τὸν Ναύπλιον παρεφύλαττον.

298

E

‘Τίς ὁ βοῦν εὐεργέτῃ θύσας;‘ πλοῖον ὥρμει περὶ τὴν Ἰθακησίαν λῃστρικόν, ἐν ᾧ πρεσβύτης ἐτύγχανε μετὰ κεραμίων ἐχόντων πίτταν. τούτῳ οὖν κατὰ τύχην προσ‐ έσχε πορθμεὺς Ἰθακήσιος ὀνόματι Πυρρίας, καὶ τὸν
5πρεσβύτην ἐρρύσατο μηθὲν δεόμενος, ἀλλὰ πεισθεὶς ὑπ’ αὐτοῦ καὶ οἰκτείρας· προσέλαβε δὲ καὶ τῶν κεραμίων τοῦ πρεσβύτου κελεύσαντος. ἀπαλλαγέντων δὲ τῶν λῃστῶν
καὶ γενομένης ἀδείας, ὁ πρεσβύτης τοῖς κεραμίοις τὸν Πυρρίαν προσαγαγὼν χρυσίον ἐδείκνυεν ἐν αὐτοῖς πολὺ352

298

F

καὶ ἀργύριον τῇ πίττῃ καταμεμιγμένον. ἐξαίφνης οὖν ὁ Πυρρίας πλούσιος γενόμενος τά τ’ ἄλλ’ εὖ περιεῖπε τὸν γέροντα καὶ βοῦν ἔθυσεν αὐτῷ. ὃ καὶ παροιμιαζόμενοι λέγουσιν ‘οὐδεὶς εὐεργέτῃ βοῦν ἔθυσεν ἀλλ’ ἢ Πυρρίας.‘
5 ‘Τί δήποτε ταῖς κόραις τῶν Βοττιαίων ἔθος ἦν λέγειν χορευούσαις ‘ἴωμεν εἰς Ἀθήνασ‘;‘ Κρῆτάς φασιν εὐξαμένους ἀνθρώπων ἀπαρχὴν εἰς Δελφοὺς ἀποστεῖλαι, τοὺς δὲ πεμφθέντας, ὡς ἑώρων οὐδεμίαν οὖσαν εὐπορίαν, |

299

A

αὐτόθεν εἰς ἀποικίαν ὁρμῆσαι· καὶ πρῶτον μὲν ἐν Ἰα‐ πυγίᾳ κατοικεῖν, ἔπειτα τῆς Θρᾴκης τοῦτον τὸν τόπον κατασχεῖν, ἀναμεμιγμένων αὐτοῖς Ἀθηναίων. ἔοικε γὰρ μὴ διαφθείρειν ὁ Μίνως οὓς ἔπεμπον Ἀθηναῖοι κατὰ τὸν
5δασμὸν ἠιθέους, ἀλλὰ κατέχειν παρ’ ἑαυτῷ λατρεύοντας. ἐξ ἐκείνων οὖν τινες γεγονότες καὶ νομιζόμενοι Κρῆτες εἰς Δελφοὺς συναπεστάλησαν. ὅθεν αἱ θυγατέρες τῶν Βοττιαίων ἀπομνημονεύουσαι τοῦ γένους ᾖδον ἐν ταῖς ἑορταῖς ‘ἴωμεν εἰς Ἀθήνασ‘.
10 ‘Διὰ τί τὸν Διόνυσον αἱ τῶν Ἠλείων γυναῖκες ὑμνοῦσαι παρακαλοῦσι βοέῳ ποδὶ παραγίνεσθαι πρὸς

299

B

αὐτάς;‘ ἔχει δ’ οὕτως ὁ ὕμνος (Anth. Lyr. Diehl II p. 206)
1
‘Ἐλθεῖν, ἦρ’, ὦ Διόνυσε,
ἅλιον ἐς ναὸν
ἁγνὸν σὺν Χαρίτεσσιν
5ἐς ναὸν τῷ βοέῳ ποδὶ δύων.‘
6 εἶτα δὶς ἐπᾴδουσιν ‘ἄξιε ταῦρε‘. πότερον ὅτι καὶ βουγενῆ
προσαγορεύουσι καὶ ταῦρον ἔνιοι τὸν θεόν; ἢ τῷ μεγάλῳ ποδί ‘βοέῳ‘ λέγουσιν, ὡς ‘βοῶπιν‘ ὁ ποιητὴς (Α 551 et353
10passim) τὴν μεγαλόφθαλμον καὶ ‘βουγάιον‘ (Ν 824, ς 79) τὸν μεγάλαυχον; ἢ μᾶλλον, ὅτι τοῦ βοὸς ὁ ποὺς ἀβλαβής ἐστι τὸ δὲ κέρας φο〈βε〉ρόν [ἐπιβλαβές], οὕτω τὸν θεὸν παρακαλοῦσι πρᾶον ἐλθεῖν καὶ ἄλυπον; ἢ ὅτι καὶ ἀρότου καὶ σπόρου πολλοὶ τὸν θεὸν ἀρχηγὸν γεγονέ‐
15ναι νομίζουσι;

299

C

‘Διὰ τί Ταναγραίοις πρὸ τῆς πόλεως ἔστιν Ἀχίλλει‐ ον, τόπος οὕτω προσαγορευόμενος; ἔχθρα γὰρ αὐτῷ μᾶλλον ἢ φιλία λέγεται γεγονέναι πρὸς τὴν πόλιν, ἁρπά‐ σαντι μὲν τὴν μητέρα τοῦ Ποιμάνδρου Στρατονίκην,
5ἀποκτείναντι δ’ υἱὸν [Ἐφίππου] Ἀκέστορα.‘ Ποίμανδρος τοίνυν ὁ Ἐφίππου πατήρ, ἔτι τῆς Ταναγρικῆς κατὰ κώμας οἰκουμένης, ἐν τῷ καλουμένῳ Στέφοντι πολιορκούμενος ὑπὸ τῶν Ἀχαιῶν διὰ τὸ μὴ βούλεσθαι συστρατεύειν, ἐξέλιπε τὸ χωρίον ἐκεῖνο νύκτωρ καὶ τὴν Ποιμανδρίαν
10ἐτείχισε. παρὼν δὲ Πολύκριθος ὁ ἀρχιτέκτων διαφαυ‐ λίζων τὰ ἔργα καὶ καταγελῶν ὑπερήλατο τὴν τάφρον.

299

D

ὀργισθεὶς δ’ ὁ Ποίμανδρος ὥρμησε λίθον ἐμβαλεῖν αὐτῷ μέγαν, ὃς ἦν αὐτόθι κεκρυμμένος ἐκ παλαιοῦ, νυκτελίοις ἱεροῖς ἐπικείμενος· τοῦτον ἀνασπάσας ὑπ’ ἀγνοίας ὁ Ποίμανδρος ἔβαλε, καὶ τοῦ μὲν Πολυκρίθου διήμαρτε,
5Λεύκιππον δὲ τὸν υἱὸν ἀπέκτεινεν. ἔδει μὲν οὖν κατὰ τὸν νόμον ἐκ τῆς Βοιωτίας μεταστῆναι, ἐφέστιον καὶ ἱκέτην ξένον γενόμενον· οὐκ ἦν δὲ ῥᾴδιον, ἐμβεβληκότων εἰς τὴν Ταναγρικὴν τῶν Ἀχαιῶν. ἔπεμψεν οὖν Ἔφιππον τὸν
υἱὸν Ἀχιλλέως δεησόμενον. ὁ δὲ καὶ τοῦτον εἰσάγει πεί‐354
10σας καὶ Τληπόλεμον τὸν Ἡρακλέους καὶ Πηνέλεων τὸν Ἱππάλκμου, συγγενεῖς ἅπαντας αὑτῶν ὄντας. ὑφ’ ὧν ὁ

299

E

Ποίμανδρος εἰς Χαλκίδα συνεκπεμφθεὶς καὶ καθαρθεὶς παρ’ Ἐλεφήνορι τὸν φόνον ἐτίμησε τοὺς ἄνδρας καὶ τε‐ μένη πᾶσιν ἐξεῖλεν, ὧν τὸ Ἀχιλλέως καὶ τοὔνομα δια‐ τετήρηκεν.
5 ‘Τίνες οἱ παρὰ Βοιωτοῖς Ψολόεις καὶ τίνες αἱ Ὀλεῖαι;‘ τὰς Μινύου θυγατέρας φασὶ Λευκίππην καὶ Ἀρσινόην καὶ Ἀλκαθόην μανείσας ἀνθρωπίνων ἐπιθυμῆ‐ σαι κρεῶν καὶ διαλαχεῖν περὶ τῶν τέκνων· Λευκίππης λαχούσης παρασχεῖν Ἵππασον τὸν υἱὸν διασπάσασθαι·

299

F

κληθῆναι τοὺς μὲν ἄνδρας αὐτῶν δυσειματοῦντας ὑπὸ λύπης καὶ πένθους ‘Ψολόεισ‘, αὐτὰς δ’ ‘Ὀλείασ‘ οἷον ὀλοάς. καὶ μέχρι νῦν Ὀρχομένιοι τὰς ἀπὸ τοῦ γένους οὕτω καλοῦσι. καὶ γίνεται παρ’ ἐνιαυτὸν ἐν τοῖς Ἀγριω‐
5νίοις φυγὴ καὶ δίωξις αὐτῶν ὑπὸ τοῦ Διονύσου ξίφος ἔχοντος. ἔξεστι δὲ τὴν καταληφθεῖσαν ἀνελεῖν, καὶ ἀν‐ εῖλεν ἐφ’ ἡμῶν Ζωίλος ὁ ἱερεύς. ἀπέβη δ’ εἰς οὐδὲν χρη‐ στὸν αὐτοῖς, ἀλλ’ ὅ τε Ζωίλος ἐκ τοῦ τυχόντος ἑλκυδρίου

300

A

νοσήσας καὶ διασαπεὶς πολὺν χρόνον ἐτελεύτησεν, | οἵ τ’ Ὀρχομένιοι δημοσίαις βλάβαις καὶ καταδίκαις περιπε‐ σόντες ἐκ τοῦ γένους τὴν ἱερωσύνην μετέστησαν, ἐκ πάντων αἱρούμενοι τὸν ἄριστον.
5 ‘Διὰ τί τοὺς εἰς τὸ Λύκαιον εἰσελθόντας ἑκου‐ σίως καταλεύουσιν οἱ Ἀρκάδες· ἂν δ’ ὑπ’ ἀγνοίας, εἰς
Ἐλευθερὰς ἀποστέλλουσι;‘ πότερον ὡς ἐλευθερουμένων αὐτῶν διὰ τὴν ἀπόλυσιν ἔσχεν ὁ λόγος πίστιν, καὶ τοι‐355

300

B

οῦτόν ἐστι τό ‘εἰς Ἐλευθεράσ‘, οἷον τό ‘εἰς Ἀμελοῦς χώραν‘ καὶ τό ‘ἥξεις εἰς Ἀρέσαντος ἕδοσ‘; ἢ κατὰ τὸν μῦθον ἐπεὶ μόνοι τῶν Λυκάονος παίδων Ἐλευθὴρ καὶ Λεβεάδος οὐ μετέσχον τοῦ περὶ τὸν Δία μιάσματος ἀλλ’
5εἰς Βοιωτίαν ἔφυγον, καὶ Λεβαδεῦσιν ἔστιν ἰσοπολιτεία πρὸς Ἀρκάδας; εἰς Ἐλευθερὰς οὖν ἀποπέμπουσι τοὺς ἐν τῷ ἀβάτῳ τοῦ Διὸς ἀκουσίως γενομένους. ἢ ὡς Ἀρχί‐ τιμος ἐν τοῖς Ἀρκαδικοῖς (FHG IV p. 317), ἐμβάντας τινὰς κατ’ ἄγνοιαν ὑπ’ Ἀρκάδων παραδοθῆναι Φλιασίοις,
10ὑπὸ δὲ Φλιασίων Μεγαρεῦσιν, ἐκ δὲ Μεγαρέων εἰς Θήβας κομιζομένους περὶ τὰς Ἐλευθερὰς ὕδατι καὶ βρονταῖς καὶ διοσημίαις ἄλλαις κατασχεθῆναι· ἀφ’ οὗ δὴ καὶ τὸν τόπον Ἐλευθερὰς ἔνιοί φασι προσαγορεύεσθαι. τὸ

300

C

μέντοι σκιὰν μὴ πίπτειν ἀπὸ τοῦ ἐμβάντος εἰς τὸ Λύκαιον λέγεται μὲν οὐκ ἀληθῶς, ἔσχηκε δὲ πίστιν ἰσχυράν. πότερον τοῦ ἀέρος εἰς νέφη τρεπομένου καὶ σκυθρωπάζοντος ἐπὶ τοῖς εἰσιοῦσιν; ἢ ὅτι θανατοῦται
5μὲν ὁ ἐμβάς, τῶν δ’ ἀποθανόντων οἱ Πυθαγορικοὶ λέ‐ γουσι τὰς ψυχὰς μὴ ποιεῖν σκιὰν μηδὲ σκαρδαμύττειν; ἢ σκιὰν μὲν ὁ ἥλιος ποιεῖ, τὸν δ’ ἥλιον ἀφαιρεῖται τοῦ ἐμβάντος ὁ νόμος, καὶ τοῦτ’ αἰνιττόμενοι λέγουσι; καὶ γὰρ ἔλαφος ὁ ἐμβὰς καλεῖται. διὸ καὶ Κανθαρίωνα τὸν
10Ἀρκάδα πρὸς Ἠλείους αὐτομολήσαντα πολεμοῦντας Ἀρ‐ κάσι καὶ διαβάντα μετὰ λείας τὸ ἄβατον, καταλυθέντος

300

D

δὲ τοῦ πολέμου καὶ φυγόντα εἰς Σπάρτην, ἐξέδοσαν οἱ Λακεδαιμόνιοι τοῖς Ἀρκάσι, τοῦ θεοῦ κελεύσαντος ἀπο‐
διδόναι τὸν ἔλαφον. ‘Τίς Εὔνοστος ἥρως ἐν Τανάγρᾳ καὶ διὰ τίνα356
5αἰτίαν τὸ ἄλσος αὐτοῦ γυναιξὶν ἀνέμβατόν ἐστιν;‘ Ἐλιέως τοῦ Κηφισοῦ καὶ Σκιάδος Εὔνοστος ἦν υἱός, ᾧ φασιν ὑπὸ νύμφης Εὐνόστας ἐκτραφέντι τοῦτο γενέσθαι τοὔ‐ νομα. καλὸς δ’ ὢν καὶ δίκαιος οὐχ ἧττον ἦν σώφρων καὶ αὐστηρός· ἐρασθῆναι δ’ αὐτοῦ λέγουσιν Ὄχναν, μίαν

300

E

τῶν Κολωνοῦ θυγατέρων, ἀνεψιὰν οὖσαν. ἐπεὶ δὲ πει‐ ρῶσαν ὁ Εὔνοστος ἀπετρέψατο καὶ λοιδορήσας ἀπῆλθεν εἰς τοὺς ἀδελφοὺς κατηγορήσων, ἔφθασεν ἡ παρθένος τοῦτο πράξασα κατ’ ἐκείνου καὶ παρώξυνε τοὺς ἀδελφοὺς
5Ἔχεμον καὶ Λέοντα καὶ Βουκόλον ἀποκτεῖναι τὸν Εὔνο‐ στον, ὡς πρὸς βίαν αὐτῇ συγγεγενημένον. ἐκεῖνοι μὲν οὖν ἐνεδρεύσαντες ἀπέκτειναν τὸν νεανίσκον. ὁ δ’ Ἐλιεὺς

300

F

ἐκείνους ἔδησεν· ἡ δ’ Ὄχνη μεταμελομένη καὶ γέμουσα ταραχῆς, ἅμα μὲν αὑτὴν ἀπαλλάξαι θέλουσα τῆς διὰ τὸν ἔρωτα λύπης, ἅμα δ’ οἰκτείρουσα τοὺς ἀδελφοὺς ἐξ‐ ήγγειλε πρὸς τὸν Ἐλιέα πᾶσαν τὴν ἀλήθειαν, ἐκεῖνος
5δὲ Κολωνῷ. Κολωνοῦ δὲ δικάσαντος οἱ μὲν ἀδελφοὶ τῆς Ὄχνης ἔφυγον, αὐτὴ δὲ κατεκρήμνισεν ἑαυτήν, ὡς Μυρ‐ τὶς (PLG III p. 542) ἡ Ἀνθηδονία ποιήτρια μελῶν ἱστό‐ ρηκε. τοῦ δ’ Εὐνόστου τὸ ἡρῷον καὶ τὸ ἄλσος οὕτως ἀνέμβατον ἐτηρεῖτο καὶ ἀπροσπέλαστον γυναιξίν, ὥστε
10πολλάκις σεισμῶν ἢ αὐχμῶν ἢ διοσημιῶν ἄλλων γενο‐ μένων ἀναζητεῖν καὶ πολυπραγμονεῖν ἐπιμελῶς τοὺς

301

A

Ταναγραίους, μὴ λέληθε γυνὴ τῷ τόπῳ πλησιάσασα, | καὶ λέγειν ἐνίους, ὧν ὁ Κλείδαμος ἦν, ἀνὴρ ἐπιφανής, ἀπ‐ ηντηκέναι αὐτοῖς τὸν Εὔνοστον ἐπὶ θάλατταν βαδίζοντα λουσόμενον, ὡς γυναικὸς ἐμβεβηκυίας εἰς τὸ τέμενος.
5ἀναφέρει δὲ καὶ Διοκλῆς (FHG III p. 78) ἐν τῷ περὶ ἡρῴων συντάγματι δόγμα Ταναγραίων, περὶ ὧν ὁ Κλεί‐
δαμος ἀπήγγειλεν. ‘Πόθεν ἐν τῇ Βοιωτίᾳ περὶ τὸν Ἐλέωνα ποταμὸς Σκάμανδρος ὠνομάσθη;‘ Δηίμαχος ὁ Ἐλέωνος υἱός, ἑταῖ‐357
10ρος ὢν Ἡρακλέους, μετέσχε τῆς ἐπὶ Τροίαν στρατείας· τοῦ δὲ πολέμου μῆκος ὡς ἔοικε λαμβάνοντος, ἐρασθεῖσαν αὐτοῦ Γλαυκίαν τὴν Σκαμάνδρου θυγατέρα προσδεξά‐ μενος ἔγκυον ἐποίησεν, εἶτ’ αὐτὸς μὲν ἔπεσε μαχόμενος

301

B

τοῖς Τρωσίν, ἡ δὲ Γλαυκία φοβουμένη κατάφωρος γενέ‐ σθαι τῷ Ἡρακλεῖ κατέφυγε, καὶ κατεῖπεν αὑτῆς τὸν ἔρωτα καὶ τὴν γενομένην πρὸς τὸν Δηίμαχον ὁμιλίαν. ὁ δ’ ἅμα μὲν οἴκτῳ τῆς γυναικὸς ἅμα δὲ χαίρων τῷ ὑπολεί‐
5πεσθαι γένος ἀνδρὸς ἀγαθοῦ καὶ συνήθους ἀνέλαβε τὴν Γλαυκίαν εἰς τὰς ναῦς, καὶ τεκοῦσαν υἱὸν ἀγαγὼν ἐν τῇ Βοιωτίᾳ ἀπέδωκε τῷ Ἐλέωνι καὶ τὸ παιδίον καὶ αὐτήν. ὠνομάσθη δ’ ὁ παῖς Σκάμανδρος καὶ τῆς χώρας ἐβασί‐ λευσε. καὶ τὸν μὲν Ἴναχον ποταμὸν ἀπ’ αὐτοῦ Σκάμαν‐
10δρον, τὸ δὲ πλησίον ῥεῦμα Γλαυκίαν ἀπὸ τῆς μητρὸς ὠνόμασεν· Ἀκίδουσαν δὲ τὴν κρήνην ἀπὸ τῆς ἑαυτοῦ

301

C

γυναικός, ἐξ ἧς ἔσχε τρεῖς θυγατέρας, ἃς τιμῶσιν ἄχρι νῦν ‘παρθένουσ‘ προσαγορεύοντες. ‘Ἀπὸ τίνος ἐρρήθη τὸ παροιμιῶδες Αὕτα κυρία;‘ Δίνων ὁ Ταραντῖνος στρατηγῶν, ἀνὴρ δ’ ὢν ἀγαθὸς ἐν
5τοῖς πολεμικοῖς, ἀποχειροτονησάντων αὐτοῦ τινα γνώ‐ μην τῶν πολιτῶν, ὡς ὁ κῆρυξ ἀνεῖπε τὴν νικῶσαν, αὐτὸς ἀνατείνας τὴν δεξιάν ‘ἅδε‘ εἶπε ‘κρείσσων‘· οὕτω γὰρ ὁ Θεόφραστος (fr. 133 Wimmer) ἱστόρηκε. προσιστό‐ ρηκε δὲ καὶ ὁ Ἀπολλόδωρος (FHG IV p. 650) † ἐν
10Ῥυτίνῳ †, τοῦ κήρυκος ‘αὗται πλείουσ‘ εἰπόντος, ‘ἀλλ’ αὗται‘ φάναι ‘βελτίουσ‘ καὶ ἐπικυρῶσαι τὴν τῶν ἐλαττό‐ νων χειροτονίαν.

301

D

‘Πόθεν ἡ τῶν Ἰθακησίων πόλις Ἀλαλκομεναὶ προσηγορεύθη;‘ διὰ τὸ τὴν Ἀντίκλειαν ὑπὸ Σισύφου βιασθεῖσαν ἐν τῇ παρθενίᾳ τὸν Ὀδυσσέα συλλαβεῖν· ὑπὸ πλειόνων δ’ ἐστὶν εἰρημένον. Ἴστρος δ’ ὁ Ἀλεξανδρεὺς358
5(FHG I p. 425) ἐν ὑπομνήμασι προσιστόρηκεν, ὅτι τῷ Λαέρτῃ δοθεῖσα πρὸς γάμον καὶ ἀναγομένη περὶ τὸ Ἀλαλκομένειον ἐν τῇ Βοιωτίᾳ τὸν Ὀδυσσέα τέκοι, καὶ διὰ τοῦτ’ ἐκεῖνος ὥσπερ μητροπόλεως ἀναφέρων τοὔ‐ νομα τὴν ἐν Ἰθάκῃ πόλιν οὕτω φησὶ προσαγορεύεσθαι.
10‘Τίνες ἐν Αἰγίνῃ οἱ μονοφάγοι;‘ τῶν ἐπὶ τὴν

301

E

Τροίαν στρατευσάντων Αἰγινητῶν πολλοὶ μὲν ἐν ταῖς μάχαις ἀπώλοντο, πλείονες δὲ κατὰ πλοῦν ὑπὸ τοῦ χει‐ μῶνος. ὀλίγους οὖν τοὺς περιλειπομένους οἱ προσήκον‐ τες ὑποδεξάμενοι, τοὺς δ’ ἄλλους πολίτας ὁρῶντες ἐν πέν‐
5θεσι καὶ λύπαις ὄντας, οὔτε χαίρειν ᾤοντο δεῖν φανερῶς οὔτε θύειν τοῖς θεοῖς, ἀλλὰ κρύφα καὶ κατ’ οἰκίαν ἕκαστοι τοὺς σεσωσμένους ἀνελάμβανον ἑστιάσεσι καὶ φιλοφρο‐ σύναις, αὐτοὶ διακονούμενοι πατράσι καὶ συγγενέσι καὶ ἀδελφοῖς καὶ οἰκείοις, ἀλλοτρίου μηδενὸς παρεισιόντος.
10ταῦτ’ οὖν ἀπομιμούμενοι τῷ Ποσειδῶνι θυσίαν ἄγουσι

301

F

τοὺς καλουμένους ‘θιάσουσ‘, ἐν ᾗ καθ’ αὑτοὺς ἐφ’ ἡμέρας ἑκκαίδεκα μετὰ σιωπῆς ἑστιῶνται, δοῦλος δ’ οὐ πάρεστιν· εἶτα ποιήσαντες Ἀφροδίσια διαλύουσι τὴν ἑορτήν· ἐκ δὲ τούτου ‘μονοφάγοι‘ καλοῦνται.
5 ‘Διὰ τί τοῦ Λαβρανδέως Διὸς ἐν Καρίᾳ τὸ ἄγαλμα πέλεκυν ἠρμένον οὐχὶ δὲ σκῆπτρον ἢ κεραυνὸν πεποίηται;‘ ὅτι Ἡρακλῆς Ἱππολύτην ἀποκτείνας καὶ μετὰ τῶν ἄλλων ὅπλων αὐτῆς λαβὼν τὸν πέλεκυν Ὀμφάλῃ δῶρον δέδωκεν.
οἱ δὲ μετ’ Ὀμφάλην Λυδῶν βασιλεῖς ἐφόρουν αὐτὸν ὥς359

302

A

τι τῶν ἄλλων ἱερῶν ἐκ διαδοχῆς | παραλαμβάνοντες, ἄχρι Κανδαύλης ἀπαξιώσας ἑνὶ τῶν ἑταίρων φορεῖν ἔδωκεν. ἐπεὶ δὲ Γύγης ἀποστὰς ἐπολέμει πρὸς αὐτόν, ἦλθεν Ἄρσηλις ἐκ Μυλασέων ἐπίκουρος τῷ Γύγῃ μετὰ δυνά‐
5μεως, καὶ τόν τε Κανδαύλην καὶ τὸν ἑταῖρον αὐτοῦ δια‐ φθείρει, καὶ τὸν πέλεκυν εἰς Καρίαν ἐκόμισε μετὰ τῶν ἄλλων λαφύρων. καὶ Διὸς ἄγαλμα κατασκευάσας τὸν πέλεκυν ἐνεχείρισε, καὶ Λαβρανδέα τὸν θεὸν προσηγό‐ ρευσε· Λυδοὶ γάρ ‘λάβρυν‘ τὸν πέλεκυν ὀνομάζουσι.
10‘Διὰ τί Τραλλιανοὶ καθαρτῆρα καλοῦσι τὸν ὄρο‐

302

B

βον καὶ χρῶνται μάλιστα πρὸς τὰς ἀφοσιώσεις καὶ τοὺς καθαρμούς;‘ ἦ ὅτι Λέλεγες καὶ Μινύαι τὸ παλαιὸν ἐξ‐ ελάσαντες αὐτοὺς τὴν πόλιν καὶ τὴν χώραν κατεῖχον, ὕστερον δ’ οἱ Τραλλιανοὶ κατελθόντες καὶ κρατήσαντες,
5ὅσοι τῶν Λελέγων οὐ διεφθάρησαν οὐδ’ ἔφυγον ἀλλὰ δι’ ἀμηχανίαν βίου καὶ ἀσθένειαν ὑπελείφθησαν αὐτόθι, τού‐ των οὐδένα λόγον ἔχοντες οὔτε ζώντων οὔτ’ ἀπολλυ‐ μένων, νόμον ἔθεντο τὸν κτείναντα Μινύην ἢ Λέλεγα Τραλλιανῶν καθαρὸν εἶναι, μέδιμνον ὀρόβων ἀπομετρή‐
10σαντα τοῖς οἰκείοις τοῦ φονευθέντος; ‘Διὰ τί παρὰ τοῖς Ἠλείοις παροιμιῶδές ἐστι τό

302

C

‘δεινότερα Σαμβίκου παθεῖν‘;‘ λέγεταί τινα Σάμβικον Ἠλεῖον ἔχοντα πολλοὺς ὑφ’ ἑαυτῷ συνεργοὺς πολλὰ περι‐ κόψαι τῶν ἐν Ὀλυμπίᾳ χαλκῶν ἀναθημάτων καὶ ἀπο‐ δόσθαι, τέλος δὲ συλῆσαι τὸ τῆς ἐπισκόπου Ἀρτέμιδος
5ἱερόν· τοῦτο δ’ ἐστὶ μὲν ἐν Ἤλιδι, καλεῖται δ’ Ἀριστάρ‐ χειον. εὐθὺς οὖν μετὰ ταύτην τὴν ἱεροσυλίαν ἁλόντα βα‐
σανίζεσθαι δι’ ἐνιαυτοῦ περὶ ἑκάστου τῶν κεκοινωνη‐ κότων ἀνακρινόμενον, καὶ οὕτως ἀποθανεῖν καὶ τὴν παρ‐ οιμίαν ἐπὶ τοῖς ἐκείνου πάθεσι γενέσθαι.360
10 ‘Διὰ τί ἐν Λακεδαίμονι παρὰ τὸ τῶν Λευκιπ‐ πίδων ἱερὸν ἵδρυται τοῦ Ὀδυσσέως ἡρῷον;‘ Ἐργίαιος, εἷς τῶν Διομήδους ἀπογόνων, ὑπὸ Τημένου πεισθεὶς ἐξ‐

302

D

έκλεψε τὸ παλλάδιον ἐξ Ἄργους, συνειδότος Λεάγρου καὶ συνεκκλέπτοντος· ἦν δ’ οὗτος εἷς τῶν Τημένου συνήθων. ὕστερον δὲ τῷ Τημένῳ γενόμενος δι’ ὀργῆς ὁ Λέαγρος εἰς Λακεδαίμονα μετέστη τὸ παλλάδιον κομίζων. οἱ δὲ
5βασιλεῖς δεξάμενοι προθύμως ἱδρύσαντο πλησίον τοῦ τῶν Λευκιππίδων ἱεροῦ, καὶ πέμψαντες εἰς Δελφοὺς διεμαν‐ τεύοντο περὶ σωτηρίας αὐτοῦ καὶ φυλακῆς. ἀνελόντος δὲ τοῦ θεοῦ ἕνα τῶν ὑφελομένων τὸ παλλάδιον φύλακα ποι‐ εῖσθαι κατεσκεύασαν αὐτόθι τοῦ Ὀδυσσέως τὸ ἡρῷον,
10ἄλλως τε καὶ προσήκειν τῇ πόλει τὸν ἥρωα διὰ τὸν τῆς Πηνελόπης γάμον ὑπολαβόντες.

302

E

‘Διὰ τί ταῖς Χαλκηδονίαις ἔθος ἐστίν, ὅταν ἀν‐ δράσιν ἀλλοτρίοις ἐντύχωσι, μάλιστα δ’ ἄρχουσι, τὴν ἑτέραν παρακαλύπτεσθαι παρειάν;‘ πόλεμος ἦν αὐτοῖς πρὸς Βιθυνοὺς ἐκ πάσης παροξυνομένοις προφάσεως·
5Ζειποίτου δὲ βασιλεύοντος αὐτῶν, πανστρατιᾷ καὶ Θρᾳ‐ κῶν ἐπικουρίας προσγενομένης ἐπυρπόλουν καὶ κατέτρε‐ χον τὴν χώραν. ἐπιθεμένου δὲ τοῦ Ζειποίτου περὶ τὸ κα‐ λούμενον Φάλιον αὐτοῖς, κακῶς ἀγωνισάμενοι διὰ θράσος καὶ ἀταξίαν ὑπὲρ ὀκτακισχιλίους ἀπέβαλον στρατιώτας·

302

F

καὶ παντελῶς μὲν οὐκ ἀνῃρέθησαν τότε, Ζειποίτου Βυ‐ ζαντίοις χαρισαμένου τὰς διαλύσεις· πολλῆς δὲ τὴν πόλιν ἐρημίας ἀνδρῶν κατεχούσης, αἱ μὲν πλεῖσται γυναῖκες
ὑπ’ ἀνάγκης ἀπελευθέροις καὶ μετοίκοις συνῴκησαν· αἱ361
5δ’ ἀνανδρίαν ἀντὶ τοιούτων ἑλόμεναι γάμων, αὐταὶ δι’ αὑτῶν ἔπραττον ὅτου δεηθεῖεν παρὰ δικασταῖς καὶ ἄρ‐ χουσιν, ἀπάγουσαι θάτερον μέρος τοῦ προσώπου τῆς

303

A

καλύπτρας. | αἱ δὲ γεγαμημέναι δι’ αἰσχύνην ἀναμιμού‐ μεναι ταύτας ὡς ἑαυτῶν βελτίονας εἰς ἔθος ὅμοιον κατ‐ έστησαν. ‘Διὰ τί πρὸς τὸ τοῦ Ἀγήνορος τέμενος τὰς ὄις
5προσελαύνοντες οἱ Ἀργεῖοι βιβάζουσιν;‘ ἦ ὅτι κάλλιστα προβάτων ὁ Ἀγήνωρ ἐπεμελήθη καὶ πλεῖστα ποίμνια τῶν βασιλέων ἐκτήσατο; ‘Διὰ τί Βαλλαχράδας ἑαυτοὺς Ἀργείων παῖδες ἐν ἑορτῇ τινι παίζοντες ἀποκαλοῦσιν;‘ ἦ ὅτι τοὺς πρώτους
10ὑπ’ Ἰνάχου καταχθέντας ἐκ τῶν ἄκρων εἰς τὰ πεδία ἀχράσι διατραφῆναι λέγουσιν; ἀχράδας δὲ πρῶτον ἐν Πελοποννήσῳ φανῆναι τοῖς Ἕλλησιν, ἔτι τῆς χώρας

303

B

ἐκείνης Ἀπίας προσαγορευομένης· ὅθεν ἄπιοι αἱ ἀχράδες μετωνομάσθησαν. ‘Τίς ἡ αἰτία, δι’ ἣν Ἠλεῖοι τὰς † ἐνόδας † ἵππους ἐκτὸς ὅρων ἀπάγοντες βιβάζουσιν;‘ ἦ ὅτι πάντων τῶν
5βασιλέων φιλιππότατος ὁ Οἰνόμαος καὶ μάλιστα τὸ ζῷον ἀγαπήσας τοῦτ’ ἐπηράσατο πολλὰ καὶ δεινὰ κατὰ τῶν ἵππον ὀχευόντων ἐν Ἤλιδι, καὶ φοβούμενοι τὴν κατάραν ἐκείνην ἀφοσιοῦνται;
‘Διὰ τί παρὰ Κνωσσίοις ἔθος ἦν ἁρπάζειν τοῖς362
10δανειζομένοις τὸ ἀργύριον;‘ ἦ ὅπως ἀποστεροῦντες ἔνοχοι τοῖς βιαίοις ὦσι καὶ μᾶλλον κολάζωνται;

303

C

‘Τίς ἡ αἰτία, δι’ ἣν ἐν Σάμῳ τὴν Δεξικρέοντος Ἀφροδίτην καλοῦσι;‘ πότερον ὅτι τὰς γυναῖκας αὐτῶν ὑπὸ τρυφῆς καὶ ὕβρεως ἀκόλαστα ποιούσας Δεξικρέων ἀνὴρ ἀγύρτης καθαρμῷ χρησάμενος ἀπήλλαξεν· ἢ ὅτι
5ναύκληρος ὢν ὁ Δεξικρέων ἔπλευσεν εἰς Κύπρον ἐπ’ ἐμπορίαν καὶ μέλλοντα γεμίζειν *** τὴν Ἀφροδίτην κελεύειν ὕδωρ ἐμβαλόμενον καὶ μηδὲν ἄλλο πλεῖν τὴν ταχίστην· πεισθεὶς δὲ καὶ πολὺ ὕδωρ ἐνθέμενος ἐξέπλευ‐ σεν, εἶτα νηνεμίας καὶ γαλήνης ἐν τῷ πελάγει κατασχού‐
10σης, διψῶσι τοῖς ἄλλοις ἐμπόροις καὶ ναυκλήροις ὕδωρ πιπράσκων ἀργύριον πολὺ συνήθροισεν, ἐκ δὲ τούτου

303

D

κατασκευάσας τὴν θεὸν ἀφ’ ἑαυτοῦ προσηγόρευσεν; εἰ δὴ τοῦτ’ ἀληθές ἐστι, φαίνεται οὐχ ἕνα πλουτίσαι, πολ‐ λοὺς δὲ σῶσαι δι’ ἑνὸς ἡ θεὸς θελήσασα. ‘Διὰ τί τοῖς Σαμίοις, ὅταν τῷ Ἑρμῇ τῷ χαρι‐
5δότῃ θύωσι, κλέπτειν ἐφεῖται τῷ βουλομένῳ καὶ λωπο‐ δυτεῖν;‘ ὅτι κατὰ χρησμὸν ἐκ τῆς νήσου μεταστάντες εἰς Μυκάλην ἀπὸ λῃστείας δέκα ἔτη διεγένοντο, καὶ μετὰ ταῦτα πλεύσαντες αὖθις εἰς τὴν νῆσον ἐκράτησαν τῶν πολεμίων οἱ Σάμιοι.
10 ‘Ἀπὸ τίνος Πάναιμα τόπος ἐν τῇ Σαμίων νήσῳ καλεῖται;‘ ἦ ὅτι φεύγουσαι Διόνυσον αἱ Ἀμαζόνες ἐκ

303

E

τῆς Ἐφεσίων χώρας εἰς Σάμον διέπεσον· ὁ δὲ ποιησά‐ μενος πλοῖα καὶ διαβὰς μάχην συνῆψε καὶ πολλὰς αὐτῶν
ἀπέκτεινε περὶ τὸν τόπον τοῦτον, ὃν διὰ τὸ πλῆθος τοῦ ῥυέντος αἵματος οἱ θεώμενοι Πάναιμα θαυμάζοντες ἐκά‐363
5λουν; τῶν δ’ ἐλεφάντων ἀποθανεῖν τινες λέγονται περὶ τὸ Φλοιὸν καὶ τὰ ὀστᾶ δείκνυται αὐτῶν· τινὲς δὲ λέγουσι καὶ τὸ Φλοιὸν ὑπ’ ἐκείνων ῥαγῆναι, φθεγγομένων μέγα τι καὶ διάτορον. ‘Ἀπὸ ποίας αἰτίας ὁ ἀνδρὼν ἐν Σάμῳ πεδήτης
10καλεῖται;‘ τῶν γεωμόρων ἐχόντων τὴν πολιτείαν μετὰ τὴν Δημοτέλους σφαγὴν καὶ τὴν κατάλυσιν τῆς ἐκείνου μοναρχίας οἱ Μεγαρεῖς Περινθίοις ἐπεστράτευσαν ἀποί‐

303

F

κοις οὖσι Σαμίων, πέδας κομίζοντες ὡς λέγεται ἐπὶ τοὺς αἰχμαλώτους. ταῦτα δ’ οἱ γεωμόροι πυνθανόμενοι βο‐ ήθειαν ἔπεμπον κατὰ τάχος, στρατηγοὺς μὲν ἀποδεί‐ ξαντες ἐννέα, ναῦς δὲ πληρώσαντες τριάκοντα. τούτων

304

A

ἐκπλέουσαι δύο πρὸ τοῦ λιμένος | ὑπὸ κεραυνοῦ διεφθάρη‐ σαν· οἱ δὲ στρατηγοὶ ταῖς ἄλλαις πλεύσαντες ἐνίκων τοὺς Μεγαρέας καὶ ζῶντας αὐτῶν ἔλαβον ἑξακοσίους. ἐπαρ‐ θέντες δὲ τῇ νίκῃ διενοοῦντο καταλύειν τὴν οἴκοι γεω‐
5μόρων ὀλιγαρχίαν. ἀφορμὴν δὲ παρέσχον οἱ προεστῶτες τῆς πολιτείας, γράψαντες αὐτοῖς ὅπως τοὺς αἰχμαλώτους τῶν Μεγαρέων κομίσωσι ταῖς αὐτῶν ἐκείνων πέδαις δεδεμένους. λαβόντες οὖν τὰ γράμματα ταῦτα καὶ δεί‐

304

B

ξαντες κρύφα τισὶ τῶν Μεγαρέων ἔπεισαν αὐτοὺς συ‐ στῆναι μεθ’ αὑτῶν καὶ τὴν πόλιν ἐλευθερῶσαι· βουλευο‐ μένοις δὲ κοινῇ περὶ τῆς πράξεως ἔδοξε τῶν πεδῶν τοὺς κρίκους διακροτῆσαι, καὶ περιθέντας οὕτω τοῖς σκέλεσι
5τῶν Μεγαρέων ἀναλαβεῖν πρὸς τὰς ζώνας ἱμᾶσιν, ὅπως μὴ περιρρέωσι μηδ’ ἐκβαίνωσιν αὐτῶν ἐν τῷ βαδίζειν χαλαρῶν γενομένων. οὕτω δὲ τοὺς ἄνδρας ἐνσκευάσαντες
καὶ ξίφος ἑκάστῳ δόντες, ἐπεὶ κατέπλευσαν εἰς Σάμον καὶ ἀπέβησαν, ἦγον αὐτοὺς δι’ ἀγορᾶς εἰς τὸ βουλευ‐364
10τήριον, ὁμοῦ τι πάντων τῶν γεωμόρων συγκαθεζομένων. εἶτα σημείου δοθέντος οἱ Μεγαρεῖς προσπεσόντες ἔκτει‐ νον τοὺς ἄνδρας. οὕτω δὲ τῆς πόλεως ἐλευθερωθείσης

304

C

τούς τε βουλομένους τῶν Μεγαρέων πολίτας ἐποιήσαντο καὶ κατασκευάσαντες οἶκον εὐμεγέθη τὰς πέδας ἀνέθη‐ καν, καὶ ἀπὸ τούτου ‘πεδήτησ‘ ὁ οἶκος ὠνομάσθη. ‘Διὰ τί παρὰ Κῴοις ὁ τοῦ Ἡρακλέους ἱερεὺς ἐν
5Ἀντιμαχείᾳ γυναικείαν ἐνδεδυμένος ἐσθῆτα καὶ τὴν κε‐ φαλὴν ἀναδούμενος μίτρᾳ κατάρχεται τῆς θυσίας;‘ Ἡρα‐ κλῆς ταῖς ἓξ ναυσὶν ἀπὸ Τροίας ἀναχθεὶς ἐχειμάσθη, καὶ τῶν νεῶν διαφθαρεισῶν μιᾷ μόνῃ πρὸς τὴν Κῶν ὑπὸ τοῦ πνεύματος ἐλαυνόμενος ἐξέπεσε κατὰ τὸν Λακητῆρα
10καλούμενον, οὐδὲν ἄλλο περισώσας ἢ τὰ ὅπλα καὶ τοὺς

304

D

ἄνδρας. ἐντυχὼν δὲ προβάτοις ᾔτει κριὸν ἕνα παρὰ τοῦ νέ‐ μοντος· ὁ δ’ ἄνθρωπος ἐκαλεῖτο μὲν Ἀνταγόρας, ἀκμά‐ ζων δὲ τῇ ῥώμῃ τοῦ σώματος ἐκέλευσεν αὑτῷ διαπα‐ λαῖσαι τὸν Ἡερακλέα, κἂν καταβάλῃ, τὸν κριὸν φέρε‐
5σθαι. καὶ συμπεσόντος αὐτῷ τοῦ Ἡρακλέους ἐς χεῖρας οἱ Μέροπες τῷ Ἀνταγόρᾳ παραβοηθοῦντες, οἱ δ’ Ἕλληνες τῷ Ἡρακλεῖ μάχην καρτερὰν συνῆψαν. ἐν ᾗ λέγεται τῷ πλήθει καταπονούμεος ὁ Ἡρακλῆς καταφυγεῖν πρὸς γυναῖκα Θρᾷτταν καὶ διαλαθεῖν ἐσθῆτι γυναικείᾳ κατα‐
10κρύψας ἑαυτόν. ἐπεὶ δὲ τῶν Μερόπων αὖθις κρατήσας

304

E

καὶ καθαρθεὶς ἐγάμει τὴν Χαλκιοπήν, ἀνέλαβε στολὴν ἀνθίνην. διὸ θύει μὲν ὁ ἱερεὺς ὅπου τὴν μάχην συνέβη γενέσθαι, τὰς δὲ νύμφας οἱ γαμοῦντες δεξιοῦνται γυναι‐ κείαν στολὴν περιθέμενοι.
5 ‘Πόθεν ἐν Μεγάροις γένος ἁμαξοκυλιστῶν;‘ ἐπὶ τῆς ἀκολάστου δημοκρατίας, ἣ καὶ τὴν παλιντοκίαν ἐποίησε καὶ τὴν ἱεροσυλίαν, ἐπορεύετο θεωρία Πελο‐ ποννησίων εἰς Δελφοὺς διὰ τῆς Μεγαρικῆς καὶ κατηυλί‐365

304

F

σθησαν ἐν Αἰγείροις παρὰ τὴν λίμνην μετὰ παίδων καὶ γυναικῶν ὡς ἔτυχεν ἐν ταῖς ἁμάξαις. τῶν δὲ Μεγαρέων οἱ θρασύτατοι μεθυσθέντες, ὕβρει καὶ ὠμότητι τὰς ἁμάξας ἀνακυλίσαντες εἰς τὴν λίμνην ἐνεώσαντο, ὥστε
5πολλοὺς ἀποπνιγῆναι τῶν θεωρῶν. οἱ μὲν οὖν Μεγαρεῖς δι’ ἀταξίαν τῆς πολιτείας ἠμέλησαν τοῦ ἀδικήματος, οἱ δ’ Ἀμφικτύονες, ἱερᾶς τῆς θεωρίας οὔσης, ἐπιστρα‐ φέντες τοὺς μὲν φυγῇ τοὺς δὲ θανάτῳ τῶν ἐναγῶν ἐζη‐ μίωσαν. οἱ δ’ ἀπὸ τοῦ γένους ‘ἁμαξοκυλισταί‘ προσ‐
10ηγορεύθησαν.366