TLG 0007 083 :: PLUTARCHUS :: Mulierum virtutes (242e–263c)

PLUTARCHUS Biogr. Phil.
(Chaeronensis: A.D. 1–2)

Mulierum virtutes (242e–263c)

Source: Nachstädt, W. (ed.), Plutarchi moralia, vol. 2.1. Leipzig: Teubner, 1935 (repr. 1971): 225–272.

Citation: Stephanus page — section — (line)

t

1

ΓΥΝΑΙΚΩΝ ΑΡΕΤΑΙ

242

E

Περὶ ἀρετῆς, ὦ Κλέα, γυναικῶν οὐ τὴν αὐτὴν τῷ Θουκυδίδῃ γνώμην ἔχομεν. ὁ μὲν γάρ, ἧς ἂν ἐλάχιστος ᾖ παρὰ τοῖς ἐκτὸς ψόγου πέρι ἢ ἐπαίνου λόγος, ἀρίστην
ἀποφαίνεται, καθάπερ τὸ σῶμα καὶ τοὔνομα τῆς ἀγαθῆς225
5γυναικὸς οἰόμενος δεῖν κατάκλειστον εἶναι καὶ ἀνέξοδον. ἡμῖν δὲ κομψότερος μὲν ὁ Γοργίας φαίνεται, κελεύων μὴ τὸ εἶδος ἀλλὰ τὴν δόξαν εἶναι πολλοῖς γνώριμον τῆς γυναικός· ἄριστα δ’ ὁ Ῥωμαίων δοκεῖ νόμος ἔχειν,

242

F

ὥσπερ ἀνδράσι καὶ γυναιξὶ δημοσίᾳ μετὰ τὴν τελευτὴν τοὺς προσήκοντας ἀποδιδοὺς ἐπαίνους. διὸ καὶ Λεοντίδος τῆς ἀρίστης ἀποθανούσης, εὐθύς τε μετὰ σοῦ τότε πολὺν λόγον εἴχομεν οὐκ ἀμοιροῦντα παραμυθίας φιλοσόφου καὶ
5νῦν, ὡς ἠβουλήθης, τὰ ὑπόλοιπα τῶν λεγομένων εἰς τὸ μίαν εἶναι καὶ τὴν αὐτὴν ἀνδρός τε καὶ γυναικὸς ἀρετὴν |

243

A

προσανέγραψά σοι, τὸ ἱστορικὸν ἀποδεικτικὸν ἔχοντα καὶ πρὸς ἡδονὴν μὲν ἀκοῆς οὐ συντεταγμένον, εἰ δὲ τῷ πεί‐ θοντι καὶ τὸ τέρπον ἔνεστι φύσει τοῦ παραδείγματος, οὐ φεύγει χάριν ἀποδείξεως συνεργὸν ὁ λόγος οὐδ’ αἰσχύνε‐
5ται ‘ταῖς Μούσαις τὰς Χάριτας συγκαταμιγνὺς καλ‐ λίστην συζυγίαν‘ ὡς Εὐριπίδης φησίν (Herc. 673), ἐκ τοῦ φιλοκάλου μάλιστα τῆς ψυχῆς ἀναδούμενος τὴν πίστιν. Φέρε γάρ, εἰ λέγοντες τὴν αὐτὴν εἶναι ζωγραφίαν
10ἀνδρῶν καὶ γυναικῶν παρειχόμεθα τοιαύτας γραφὰς γυναικῶν, οἵας Ἀπελλῆς ἀπολέλοιπεν ἢ Ζεῦξις ἢ Νικό‐

243

B

μαχος, ἆρ’ ἄν τις ἐπετίμησεν ἡμῖν, ὡς τοῦ χαρίζεσθαι καὶ ψυχαγωγεῖν μᾶλλον ἢ τοῦ πείθειν στοχαζομένοις; ἐγὼ μὲν οὐκ οἶμαι. τί δέ; ἐὰν ποιητικὴν πάλιν ἢ μαντι‐ κὴν ἀποφαίνοντες οὐχ ἑτέραν μὲν ἀνδρῶν ἑτέραν δὲ
5γυναικῶν οὖσαν, ἀλλὰ τὴν αὐτήν, τὰ Σαπφοῦς μέλη τοῖς Ἀνακρέοντος ἢ τὰ Σιβύλλης λόγια τοῖς Βάκιδος ἀντι‐
παραβάλλωμεν, ἕξει τις αἰτιάσασθαι δικαίως τὴν ἀπόδει‐ ξιν, ὅτι χαίροντα καὶ τερπόμενον ἐπάγει τῇ πίστει τὸν ἀκροατήν; οὐδὲ τοῦτ’ ἂν εἴποις. καὶ μὴν οὐκ ἔστιν226
10ἀρετῆς γυναικείας καὶ ἀνδρείας ὁμοιότητα καὶ διαφορὰν ἄλλοθεν καταμαθεῖν μᾶλλον, ἢ βίους βίοις καὶ πράξεσι

243

C

πράξεις ὥσπερ ἔργα μεγάλης τέχνης παρατιθέντας ἅμα καὶ σκοποῦντας, εἰ τὸν αὐτὸν ἔχει χαρακτῆρα καὶ τύπον ἡ Σεμιράμεως μεγαλοπραγμοσύνη τῇ Σεσώστριος ἢ ἡ Τανακυλλίδος σύνεσις τῇ Σερουίου τοῦ βασιλέως ἢ τὸ
5Πορκίας φρόνημα τῷ Βρούτου καὶ τῷ Πελοπίδου τὸ Τιμοκλείας, κατὰ τὴν κυριωτάτην κοινότητα καὶ δύνα‐ μιν· ἐπειδὴ διαφοράς γέ τινας ἑτέρας ὥσπερ χροιὰς ἰδίας αἱ ἀρεταὶ διὰ τὰς φύσεις λαμβάνουσι καὶ συνεξομοι‐ οῦνται τοῖς ὑποκειμένοις ἔθεσι καὶ κράσεσι σωμάτων
10καὶ τροφαῖς καὶ διαίταις· ἄλλως γὰρ ἀνδρεῖος ὁ Ἀχιλ‐ λεὺς ἄλλως ὁ Αἴας· καὶ φρόνησις Ὀδυσσέως οὐχ ὁμοία

243

D

τῇ Νέστορος, οὐδὲ δίκαιος ὡσαύτως Κάτων καὶ Ἀγησί‐ λαος, οὐδ’ Εἰρήνη φίλανδρος ὡς Ἄλκηστις οὐδὲ Κορνηλία μεγαλόφρων ὡς Ὀλυμπιάς. ἀλλὰ μὴ παρὰ τοῦτο πολλὰς καὶ διαφόρους ποιῶμεν ἀνδρείας καὶ φρονήσεις καὶ
5δικαιοσύνας, ἂν μόνον τοῦ λόγου τοῦ οἰκείου μηδεμίαν αἱ καθ’ ἕκαστον ἀνομοιότητες ἐκβιβάζωσι. τὰ μὲν οὖν
ἄγαν περιβόητα καὶ ὅσων οἶμαί σε βεβαίαν 〈ἄλλοισ〉 βιβλίοις ἐντυχοῦσαν ἱστορίαν ἔχειν καὶ γνῶσιν ἤδη, παρή‐ σω· πλὴν εἰ μή τινα τοὺς τὰ κοινὰ καὶ δεδημευμένα227
10πρὸ ἡμῶν ἱστορήσαντας ἀκοῆς ἄξια διαπέφευγεν. ἐπεὶ δὲ πολλὰ καὶ κοινῇ καὶ ἰδίᾳ γυναιξὶν ἄξια λόγου πέπρακται,

243

E

βραχέα τῶν κοινῶν οὐ χεῖρόν ἐστι προϊστορῆσαι.
ΤΡΩΙΑΔΕΣ Τῶν ἀπ’ Ἰλίου περὶ τὴν ἅλωσιν ἐκφυγόντων οἱ πλεῖ‐ στοι χειμῶνι χρησάμενοι καὶ δι’ ἀπειρίαν τοῦ πλοῦ καὶ
5ἄγνοιαν τῆς θαλάττης ἀπενεχθέντες εἰς τὴν Ἰταλίαν καὶ περὶ τὸν Θύμβριν ποταμὸν ὅρμοις καὶ ναυλόχοις ἀναγ‐ καίοις μόλις ὑποδραμόντες, αὐτοὶ μὲν ἐπλανῶντο περὶ τὴν χώραν φραστήρων δεόμενοι, ταῖς δὲ γυναιξὶν ἐμπίπτει λογισμός, ὡς ἡτισοῦν ἵδρυσις ἐν γῇ πάσης πλάνης καὶ
10ναυτιλίας † εὖ τε καὶ καλῶς πράττουσιν ἀνθρώποις ἀμείνων ἐστί, καὶ πατρίδα δεῖ ποιεῖν αὑτοῖς 〈τοὺσ〉 ἀπο‐

243

F

λαβεῖν ἣν ἀπολωλέκασι μὴ δυναμένους. ἐκ δὲ τούτου συμφρονήσασαι κατέφλεξαν τὰ πλοῖα, μιᾶς καταρξα‐ μένης ὥς φασι Ῥώμης. πράξασαι δὲ ταῦτα τοῖς ἀνδρά‐ σιν ἀπήντων βοηθοῦσι πρὸς τὴν θάλασσαν, καὶ φοβού‐
5μεναι τὴν ὀργὴν αἱ μὲν ἀνδρῶν αἱ δ’ οἰκείων ἀντιλαμ‐

244

A

βανόμεναι καὶ καταφιλοῦσαι λιπαρῶς, | ἐξεπράυναν τῷ τρόπῳ τῆς φιλοφροσύνης. διὸ καὶ γέγονε καὶ παραμένει
ταῖς Ῥωμαίων γυναιξὶν ἔτι νῦν ἔθος ἀσπάζεσθαι μετὰ τοῦ καταφιλεῖν τοὺς κατὰ γένος προσήκοντας αὐταῖς.228
5συνιδόντες γὰρ ὡς ἔοικε τὴν ἀνάγκην οἱ Τρῶες καὶ ἅμα πειρώμενοι τῶν ἐγχωρίων, εὐμενῶς καὶ φιλανθρώπως προσδεχομένων, ἠγάπησαν τὸ πραχθὲν ὑπὸ τῶν γυναι‐ κῶν καὶ συγκατῴκησαν αὐτόθι τοῖς Λατίνοις.
ΦΩΚΙΔΕΣ
10 Τὸ δὲ τῶν Φωκίδων ἐνδόξου μὲν οὐ τετύχηκε συγ‐ γραφέως, οὐδενὸς δὲ τῶν γυναικείων ἔλαττον εἰς ἀρετήν ἐστι, μαρτυρούμενον ἱεροῖς τε μεγάλοις, ἃ δρῶσι Φωκεῖς

244

B

ἔτι νῦν περὶ Ὑάμπολιν, καὶ δόγμασι παλαιοῖς, ὧν τὸ μὲν καθ’ ἕκαστον τῆς πράξεως ἐν τῷ Δαϊφάντου βίῳ γέγρα‐ πται, τὸ δὲ τῶν γυναικῶν τοιοῦτόν ἐστιν. ἄσπονδος ἦν Θετταλοῖς πρὸς Φωκέας πόλεμος· οἱ μὲν γὰρ ἄρχοντας
5αὐτῶν καὶ τυράννους ἐν ταῖς Φωκικαῖς πόλεσιν ἡμέρᾳ μιᾷ πάντας ἀπέκτειναν, οἱ δὲ πεντήκοντα καὶ διακοσίους ἐκείνων ὁμήρους κατηλόησαν· εἶτα πανστρατιᾷ διὰ Λο‐ κρῶν ἐνέβαλον, δόγμα θέμενοι μηδενὸς φείδεσθαι τῶν ἐν ἡλικίᾳ, παῖδας δὲ καὶ γυναῖκας ἀνδραποδίσασθαι.
10Δαΐφαντος οὖν ὁ Βαθυλλίου, τρίτος αὐτὸς ἄρχων, ἔπεισε

244

C

τοὺς Φωκεῖς αὐτοὺς μὲν ἀπαντήσαντας τοῖς Θετταλοῖς μάχεσθαι, τὰς δὲ γυναῖκας ἅμα τοῖς τέκνοις εἰς ἕνα που τόπον συναγαγόντας ἐξ ἁπάσης τῆς Φωκίδος, ὕλην τε περινῆσαι ξύλων καὶ φυλακὰς καταλιπεῖν, πρόσταγμα
5δόντας, ἂν αἴσθωνται νικωμένους αὐτούς, κατὰ τάχος τὴν ὕλην ἀνάψαι καὶ καταπρῆσαι τὰ σώματα. ψηφισαμένων δὲ ταῦτα τῶν ἄλλων, εἷς ἐξαναστὰς ἔφη δίκαιον εἶναι ταῦτα
συνδοκεῖν καὶ ταῖς γυναιξίν· εἰ δὲ μή, χαίρειν ἐᾶν καὶ μὴ προσβιάζεσθαι. τούτου τοῦ λόγου διελθόντος εἰς τὰς229
10γυναῖκας, αὐταὶ καθ’ ἑαυτὰς συνελθοῦσαι ταὐτὰ ἐψη‐

244

D

φίσαντο καὶ τὸν Δαΐφαντον ἀνέδησαν, ὡς τὰ ἄριστα τῇ Φωκίδι βεβουλευμένον· τὰ δ’ αὐτὰ καὶ τοὺς παῖδας ἰδίᾳ φασὶν ἐκκλησιάσαντας ἐπιψηφίσασθαι. πραχθέντων δὲ τούτων, συμβαλόντες οἱ Φωκεῖς περὶ Κλεωνὰς τῆς Ὑαμ‐
5πόλιδος ἐνίκησαν. τὸ μὲν οὖν ψήφισμα Φωκέων Ἀπό‐ νοιαν οἱ Ἕλληνες ὠνόμασαν· ἑορτὴν δ’ ἐκ πασῶν μεγί‐ στην τὰ Ἐλαφηβόλια μέχρι νῦν τῇ Ἀρτέμιδι τῆς νίκης ἐκείνης ἐν Ὑαμπόλιδι τελοῦσιν.
ΧΙΑΙ
10 Χῖοι Λευκωνίαν ἐπῴκησαν ἐκ τοιαύτης αἰτίας. ἐγάμει τις ἐν Χίῳ τῶν δοκούντων γνωρίμων εἶναι· ἀγομένης

244

E

δὲ τῆς νύμφης ἐπὶ ζεύγους ὁ βασιλεὺς Ἵπποκλος, ἐπιτή‐ δειος ὢν τῷ γαμοῦντι καὶ παρὼν ὥσπερ οἱ λοιποί, μέθης οὔσης καὶ γέλωτος, ἀνεπήδησεν ἐπὶ τὸ ζεῦγος, οὐδὲν ὑβριστικὸν πράξων, ἀλλ’ ἔθει κοινῷ καὶ παιδιᾷ χρώ‐
5μενος· οἱ δὲ φίλοι τοῦ γαμοῦντος ἀπέκτειναν αὐτόν. μηνιμάτων δὲ τοῖς Χίοις προφαινομένων καὶ τοῦ θεοῦ κελεύσαντος τοὺς Ἵπποκλον ἀνελόντας ἀνελεῖν, ἅπαντες ἔφασαν Ἵπποκλον ἀνῃρηκέναι. πάντας οὖν αὖθις ὁ θεὸς ἐκέλευσε τὴν πόλιν ἐκλιπεῖν, εἰ πᾶσι τοῦ ἄγους μέτεστιν.
10οὕτω δὴ τοὺς αἰτίους καὶ μετασχόντας τοῦ φόνου καὶ

244

F

συνεπαινέσαντας ἁμωσγέπως, οὐκ ὀλίγους γενομένους οὐδ’ ἀδυνάτους ὄντας, ἀπῴκισαν εἰς Λευκωνίαν, ἣν Κο‐
ρωνεῖς ἀφελόμενοι πρότερον ἐκτήσαντο μετ’ Ἐρυθραίων. ὕστερον δὲ πολέμου πρὸς τοὺς Ἐρυθραίους αὐτοῖς γενο‐230
5μένου, μέγιστον Ἰώνων δυναμένους τότε, κἀκείνων ἐπὶ τὴν Λευκωνίαν στρατευσάντων ἀντέχειν μὴ δυνάμενοι

245

A

συνεχώρησαν ἐξελθεῖν ὑπόσπονδοι, χλαῖναν | μίαν ἑκά‐ στου καὶ ἱμάτιον ἄλλο δὲ μηδὲν ἔχοντος. αἱ δὲ γυναῖκες ἐκάκιζον αὐτούς, εἰ προέμενοι τὰ ὅπλα γυμνοὶ διὰ τῶν πολεμίων ἐξίασιν· ὀμωμοκέναι δὲ φασκόντων, ἐκέλευον
5αὐτοὺς τὰ μὲν ὅπλα μὴ καταλιπεῖν, λέγειν δὲ πρὸς τοὺς πολεμίους ὅτι χλαῖνα μέν ἐστι τὸ ξυστόν, χιτὼν δ’ ἡ ἀσπὶς ἀνδρὶ θυμὸν ἔχοντι. πεισθέντων δὲ ταῦτα τῶν Χίων καὶ πρὸς τοὺς Ἐρυθραίους παρρησιαζομένων καὶ τὰ ὅπλα δεικνυόντων, ἐφοβήθησαν οἱ Ἐρυθραῖοι τὴν
10τόλμαν αὐτῶν καὶ οὐδεὶς προσῆλθεν οὐδ’ ἐκώλυσεν, ἀλλ’ ἠγάπησαν ἀπαλλαγέντων. οὗτοι μὲν οὖν θαρρεῖν διδαχ‐

245

B

θέντες ὑπὸ τῶν γυναικῶν οὕτως ἐσώθησαν. Τούτου δ’ οὐδέν τι λειπόμενον ἔργον ἀρετῇ καὶ χρό‐ νοις ὕστερον πολλοῖς ἐπράχθη ταῖς Χίων γυναιξίν, ὁπη‐ νίκα Φίλιππος ὁ Δημητρίου πολιορκῶν τὴν πόλιν ἐκήρυξε
5κήρυγμα βάρβαρον καὶ ὑπερήφανον, ἀφίστασθαι τοὺς οἰκέ‐ τας πρὸς ἑαυτὸν ἐπ’ ἐλευθερίᾳ καὶ γάμῳ τῆς κεκτημένης, ὡς συνοικιῶν αὐτοὺς ταῖς τῶν δεσποτῶν γυναιξί. δεινὸν δ’ αἱ γυναῖκες καὶ ἄγριον θυμὸν λαβοῦσαι, μετὰ τῶν οἰκετῶν καὶ αὐτῶν συναγανακτούντων καὶ συμπαρόν‐
10των ὥρμησαν ἀναβαίνειν ἐπὶ τὰ τείχη, καὶ λίθους καὶ βέλη προσφέρουσαι καὶ παρακελευόμεναι καὶ προσλιπα‐

245

C

ροῦσαι τοῖς μαχομένοις, τέλος δ’ ἀμυνόμεναι καὶ βάλ‐ λουσαι τοὺς πολεμίους, ἀπώσαντο τὸν Φίλιππον, οὐδενὸς
δούλου τὸ παράπαν ἀποστάντος πρὸς αὐτόν.
ΑΡΓΕΙΑΙ
231
5 Οὐδενὸς δ’ ἧττον ἔνδοξόν ἐστι τῶν κοινῇ διαπεπραγ‐ μένων γυναιξὶν ἔργων ὁ πρὸς Κλεομένη περὶ Ἄργους ἀγών, ὃν ἠγωνίσαντο Τελεσίλλης τῆς ποιητρίας προτρε‐ ψαμένης. ταύτην δέ φασιν οἰκίας οὖσαν ἐνδόξου τῷ δὲ σώματι νοσηματικὴν εἰς θεοῦ πέμψαι περὶ ὑγιείας· καὶ
10χρησθὲν αὐτῇ Μούσας θεραπεύειν, πειθομένην τῷ θεῷ καὶ ἐπιθεμένην ᾠδῇ καὶ ἁρμονίᾳ τοῦ τε πάθους ἀπαλ‐ λαγῆναι ταχὺ καὶ θαυμάζεσθαι διὰ ποιητικὴν ὑπὸ τῶν

245

D

γυναικῶν. ἐπεὶ δὲ Κλεομένης ὁ βασιλεὺς τῶν Σπαρτιατῶν πολλοὺς ἀποκτείνας (οὐ μήν, ὡς ἔνιοι μυθολογοῦσιν, ἑπτὰ καὶ ἑβδομήκοντα καὶ ἑπτακοσίους πρὸς ἑπτακισχι‐ λίοις) ἐβάδιζε πρὸς τὴν πόλιν, ὁρμὴ καὶ τόλμα δαιμόνιος
5παρέστη ταῖς ἀκμαζούσαις τῶν γυναικῶν ἀμύνεσθαι τοὺς πολεμίους ὑπὲρ τῆς πατρίδος. ἡγουμένης δὲ τῆς Τελεσίλ‐ λης ὅπλα λαμβάνουσαι καὶ παρ’ ἔπαλξιν ἱστάμεναι κύκλῳ τὰ τείχη περιέστεψαν, ὥστε θαυμάζειν τοὺς πολεμίους. τὸν μὲν οὖν Κλεομένη πολλῶν πεσόντων ἀπεκρούσαντο·

245

E

τὸν δ’ ἕτερον βασιλέα Δημάρατον, ὡς Σωκράτης φησίν (FHG IV p. 497), ἐντὸς γενόμενον καὶ κατασχόντα τὸ Παμφυλιακὸν ἐξέωσαν. οὕτω δὲ τῆς πόλεως περιγενο‐ μένης, τὰς μὲν πεσούσας ἐν τῇ μάχῃ τῶν γυναικῶν ἐπὶ
5τῆς ὁδοῦ τῆς Ἀργείας ἔθαψαν, ταῖς δὲ σωθείσαις ὑπό‐ μνημα τῆς ἀριστείας ἔδοσαν ἱδρύσασθαι τὸν Ἐνυάλιον. τὴν δὲ μάχην οἱ μὲν ἑβδόμῃ λέγουσιν ἱσταμένου μηνός,
οἱ δὲ νουμηνίᾳ γενέσθαι τοῦ νῦν μὲν τετάρτου, πάλαι δ’ Ἑρμαίου παρ’ Ἀργείοις, καθ’ ἣν μέχρι νῦν τὰ Ὑβρι‐232
10στικὰ τελοῦσι, γυναῖκας μὲν ἀνδρείοις χιτῶσι καὶ χλα‐

245

F

μύσιν, ἄνδρας δὲ πέπλοις γυναικῶν καὶ καλύπτραις ἀμ‐ φιεννύντες. ἐπανορθούμενοι δὲ τὴν ὀλιγανδρίαν οὐχ, ὡς Ἡρόδοτος ἱστορεῖ (VI 83), τοῖς δούλοις, ἀλλὰ τῶν περιοίκων ποιησάμενοι πολίτας τοὺς ἀρίστους, συνῴκι‐
5σαν τὰς γυναῖκας· ἐδόκουν δὲ καὶ τούτους ἀτιμάζειν καὶ περιορᾶν ἐν τῷ συγκαθεύδειν ὡς χείρονας. ὅθεν ἔθεντο νόμον τὸν κελεύοντα πώγωνα δεῖν ἐχούσας συναναπαύε‐ σθαι τοῖς ἀνδράσι τὰς γεγαμημένας. |
ΠΕΡΣΙΔΕΣ

246

A

Πέρσας Ἀστυάγου βασιλέως καὶ Μήδων ἀποστήσας Κῦρος ἡττήθη μάχῃ· φεύγουσι δὲ τοῖς Πέρσαις εἰς τὴν πόλιν, ὀλίγον ἀπεχόντων συνεισπεσεῖν τῶν πολεμίων, ἀπήντησαν αἱ γυναῖκες πρὸ τῆς πόλεως καὶ τοὺς πέπλους
5ἐκ τῶν κάτω μερῶν ἐπάρασαι ‘ποῖ φέρεσθε‘ εἶπον, ‘ὦ κάκιστοι πάντων ἀνθρώπων; οὐ γὰρ ἐνταῦθά γε δύνασθε καταδῦναι φεύγοντες, ὅθεν ἐξεγένεσθε.‘ ταύτην τὴν ὄψιν ἅμα καὶ τὴν φωνὴν αἰδεσθέντες οἱ Πέρσαι καὶ κακί‐ σαντες ἑαυτοὺς ἀνεστρέψαντο καὶ συμβαλόντες ἐξ ἀρχῆς

246

B

ἐτρέψαντο τοὺς πολεμίους. ἐκ τούτου κατέστη νόμος, εἰσελάσαντος βασιλέως εἰς τὴν πόλιν ἑκάστην γυναῖκα χρυσοῦν λαμβάνειν, Κύρου νομοθετήσαντος. Ὦχον δέ φασι, τά τ’ ἄλλα μοχθηρὸν καὶ φιλοκερδέστατον βασι‐
5λέων ὄντα, περικάμψαι τὴν πόλιν ἀεὶ καὶ μὴ παρελθεῖν ἀλλ’ ἀποστερῆσαι τῆς δωρεᾶς τὰς γυναῖκας. Ἀλέξανδρος
δὲ καὶ δὶς εἰσῆλθε καὶ ταῖς κυούσαις διπλοῦν ἔδωκε.
ΚΕΛΤΑΙ Κελτοῖς, πρὶν ὑπερβαλεῖν Ἄλπεις καὶ κατοικῆσαι τῆς
233
10Ἰταλίας ἣν νῦν νέμονται χώραν, στάσις ἐμπεσοῦσα δεινὴ

246

C

καὶ δυσκατάπαυστος εἰς πόλεμον ἐμφύλιον προῆλθεν. αἱ δὲ γυναῖκες ἐν μέσῳ τῶν ὅπλων γενόμεναι καὶ παρα‐ λαβοῦσαι τὰ νείκη διῄτησαν οὕτως ἀμέμπτως καὶ διέκρι‐ ναν, ὥστε φιλίαν πᾶσι θαυμαστὴν καὶ κατὰ πόλεις καὶ
5κατ’ οἴκους γενέσθαι πρὸς πάντας. ἐκ τούτου διετέλουν περί τε πολέμου καὶ εἰρήνης βουλευόμενοι μετὰ τῶν γυναικῶν καὶ τὰ πρὸς τοὺς συμμάχους ἀμφίβολα δι’ ἐκείνων βραβεύοντες. ἐν γοῦν ταῖς πρὸς Ἀννίβαν συνθή‐ καις ἐγράψαντο, Κελτῶν μὲν ἐγκαλούντων Καρχηδονίοις
10τοὺς ἐν Ἰβηρίᾳ Καρχηδονίων ἐπάρχους καὶ στρατηγοὺς εἶναι δικαστάς· ἂν δὲ Καρχηδόνιοι Κελτοῖς ἐγκαλῶσι,

246

D

τὰς Κελτῶν γυναῖκας.
ΜΗΛΙΑΙ Μήλιοι γῆς χρῄζοντες ἀμφιλαφοῦς Νυμφαῖον ἡγεμόνα τῆς ἀποικίας ἐποιήσαντο, νέον ἄνδρα καὶ κάλλει δια‐
5φέροντα· τοῦ 〈δὲ〉 θεοῦ πλεῖν κελεύσαντος αὐτούς, ὅπου δ’ ἂν ἀποβάλωσι τοὺς κομιστῆρας, ἐκεῖ κατοικεῖν, συν‐ έπεσε τῇ Καρίᾳ προσβαλοῦσιν αὐτοῖς καὶ ἀποβᾶσι τὰς ναῦς ὑπὸ χειμῶνος διαφθαρῆναι. τῶν δὲ Καρῶν οἱ Κρύασσαν οἰκοῦντες, εἴτε τὴν ἀπορίαν οἰκτείραντες εἴτε
10δείσαντες αὐτῶν τὴν τόλμαν, ἐκέλευον οἰκεῖν παρ’ αὐτοῖς καὶ τῆς χώρας μετέδωκαν· εἶτα πολλὴν ἐν ὀλίγῳ χρόνῳ

246

E

λαμβάνοντας αὔξησιν ὁρῶντες, ἐπεβούλευον ἀνελεῖν εὐω‐
χίαν τινὰ καὶ θοίνην παρασκευάσαντες. ἔτυχε δὲ Καρίνη παρθένος ἐρῶσα τοῦ Νυμφαίου [καὶ] λανθάνουσα τοὺς ἄλλους· ἐκαλεῖτο δὲ Καφένη· πραττομένων δὲ τούτων234
5οὐ δυναμένη τὸν Νυμφαῖον περιορᾶν ἀπολλύμενον ἐξήγ‐ γειλε τὴν διάνοιαν αὐτῷ τῶν πολιτῶν. ὡς οὖν ἧκον οἱ Κρυασσεῖς καλοῦντες αὐτούς, οὐκ ἔφη νόμον ὁ Νυμ‐ φαῖος Ἕλλησιν εἶναι βαδίζειν ἐπὶ δεῖπνον ἄνευ γυναικῶν· ἀκούσαντες δ’ οἱ Κᾶρες ἐκέλευον ἄγειν καὶ τὰς γυναῖκας.
10οὕτω δὴ φράσας τὰ πεπραγμένα Μηλίοις ἐκέλευσεν

246

F

αὐτοὺς μὲν ἀνόπλους ἐν ἱματίοις βαδίζειν, τῶν δὲ γυναι‐ κῶν ἑκάστην ξίφος ἐν τῷ κόλπῳ κομίζειν καὶ καθέ‐ ζεσθαι παρὰ τὸν αὑτῆς. ἐπεὶ δὲ τοῦ δείπνου μεσοῦντος ἐδόθη τὸ σύνθημα τοῖς Καρσὶ καὶ συνῄσθοντο τὸν καιρὸν
5οἱ Ἕλληνες, αἱ μὲν γυναῖκες ἅμα πᾶσαι τοὺς κόλπους διέσχον, οἱ δὲ τὰ ξίφη λαβόντες ἐπέθεντο τοῖς βαρβάροις καὶ διέφθειραν αὐτοὺς ἅμα πάντας· κτησάμενοι δὲ τὴν χώραν καὶ τὴν πόλιν ἐκείνην καταβαλόντες ᾤκισαν ἑτέ‐

247

A

ραν, ἣν Νέαν Κρύασσαν ὠνόμασαν. | ἡ δὲ Καφένη τῷ Νυμφαίῳ γαμηθεῖσα τιμὴν καὶ χάριν ἔσχε ταῖς εὐερ‐ γεσίαις πρέπουσαν. ἄξιον οὖν ἄγασθαι τῶν γυναικῶν καὶ τὴν σιωπὴν καὶ τὸ θάρσος καὶ τὸ μηδεμίαν ἐν πολ‐
5λαῖς μηδ’ ἄκουσαν ὑπὸ δειλίας κακὴν γενέσθαι.
ΤΥΡΡΗΝΙΔΕΣ Τυρρηνῶν τοίνυν τῶν Λῆμνον καὶ Ἴμβρον κατασχόν‐ των, ἁρπασάντων δὲ Βραυρωνόθεν τὰς Ἀθηναίων γυναῖ‐ κας, ἐγένοντο παῖδες, οὓς ἐξήλασαν Ἀθηναῖοι μιξοβαρ‐
10βάρους ὄντας ἐκ τῶν νήσων. οἱ δ’ εἰς Ταίναρον κατά‐ ραντες ἐγένοντο χρήσιμοι Σπαρτιάταις περὶ τὸν εἱλωτι‐235

247

B

κὸν πόλεμον, καὶ διὰ τοῦτο πολιτείας καὶ γάμων τυχόν‐ τες, οὐκ ἀξιούμενοι δ’ ἀρχείων καὶ βουλῆς, ὑπόνοιαν ἔσχον ὡς ἐπὶ νεωτερισμῷ συνερχόμενοι καὶ διανοούμενοι τὰ καθεστῶτα κινεῖν. συλλαβόντες οὖν αὐτοὺς οἱ Λακε‐
5δαιμόνιοι καὶ καθείρξαντες ἐφύλαττον ἰσχυρῶς, ζητοῦν‐ τες ἑλεῖν σαφέσι καὶ βεβαίοις ἐλέγχοις· αἱ δὲ τῶν καθειργ‐ μένων γυναῖκες ἐπὶ τὴν εἱρκτὴν παραγενόμεναι, πολ‐ λαῖς ἱκεσίαις καὶ δεήσεσι παρείθησαν ὑπὸ τῶν φυλάκων ὅσον ἀσπάσασθαι καὶ προσειπεῖν τοὺς ἄνδρας. ἐπεὶ δ’
10εἰσῆλθον, ἐκέλευον αὐτοὺς μεταμφιέννυσθαι ταχὺ τὰ ἱμάτια καὶ τὰ μὲν αὑτῶν ἐκείναις ἀπολιπεῖν, τὰ δ’

247

C

ἐκείνων ἐνδύντας αὐτοὺς ἀπιέναι περικαλυψαμένους. γενο‐ μένων δὲ τούτων, αἱ μὲν ὑπέμειναν αὐτοῦ παραταξάμεναι πρὸς πάντα τὰ δεινά, τοὺς δ’ ἄνδρας ἐξαπατηθέντες οἱ φύλακες παρῆκαν ὡς δὴ γυναῖκας. ἐκ δὴ τούτου καταλα‐
5βομένων αὐτῶν τὰ Ταΰγετα καὶ τὸ εἱλωτικὸν ἀφιστάν‐ των καὶ προσδεχομένων, οἱ Σπαρτιᾶται εἰς πολὺν φόβον καταστάντες ἐπεκηρυκεύσαντο καὶ διηλλάγησαν ἐπὶ τῷ κομίσασθαι μὲν αὐτοὺς τὰς γυναῖκας, χρήματα δὲ καὶ ναῦς λαβόντας ἐκπλεῦσαι καὶ γῆς τυχόντας ἀλλαχόθι καὶ
10πόλεως ἀποίκους Λακεδαιμονίων καὶ συγγενεῖς νομίζε‐

247

D

σθαι. ταῦτ’ ἔπραττον οἱ Πελασγοὶ Πόλλιν ἡγεμόνα καὶ Δελφὸν καὶ Κραταΐδαν Λακεδαιμονίους λαβόντες· καὶ μέρος μὲν αὐτῶν ἐν Μήλῳ κατῴκησαν· τοὺς δὲ πλεί‐
στους οἱ περὶ Πόλλιν ἔχοντες εἰς Κρήτην ἔπλευσαν,236
5ἀποπειρώμενοι τῶν λογίων. ἐχρήσθη γὰρ αὐτοῖς, ὅταν τὴν θεὸν καὶ τὴν ἄγκυραν ἀπολέσωσι, παύσασθαι πλάνης καὶ πόλιν ἐκεῖ συνοικίζειν. ὁρμισθεῖσιν οὖν πρὸς τῇ λεγομένῃ Χερρονήσῳ θόρυβοι πανικοὶ προσέπεσον νύκ‐ τωρ, ὑφ’ ὧν διαπτοηθέντες ἐνεπήδησαν εἰς τὰς ναῦς
10ἀκόσμως, ἀπολιπόντες ἐν τῇ γῇ ξόανον τῆς Ἀρτέμιδος,

247

E

ὃ πατρῷον ἦν αὐτοῖς εἰς Λῆμνον ἐκ Βραύρωνος κομι‐ σθέν, ἐκ δὲ Λήμνου πανταχοῦ συμπεριαγόμενον. ἐπεὶ δὲ τοῦ θορύβου λήξαντος ἐπόθησαν αὐτὸ κατὰ πλοῦν, ἅμα δ’ ὁ Πόλλις κατέμαθε τῇ ἀγκύρᾳ τὸν ὄνυχα μὴ προσόντα
5(βίᾳ γὰρ ἑλκομένης ὡς ἔοικεν ἐν τόποις ὑποπέτροις ἀποσπασθεὶς ἔλαθε), περαίνεσθαι τὰ πυθόχρηστα φήσας ἐσήμαινεν ἀναστρέφειν· καὶ κατέσχε τὴν χώραν, καὶ μάχαις πολλαῖς τῶν ἀντιταξαμένων ἐπικρατήσας Λύκτον ᾤκησε καὶ πόλεις ἄλλας ἔλαβεν ὑποχειρίους. διὸ καὶ
10νομίζουσιν αὑτοὺς Ἀθηναίοις τε διὰ τὰς μητέρας κατὰ γένος προσήκειν καὶ Σπαρτιατῶν ἀποίκους εἶναι.

247

F

ΛΥΚΙΑΙ Τὸ δ’ ἐν Λυκίᾳ γενέσθαι λεγόμενον μυθῶδες μέν ἐστιν, ἔχει δέ τινα φήμην ὁμοῦ μαρτυροῦσαν. Ἀμισώδαρος γάρ, ὥς φασιν, ὃν Ἰσάραν Λύκιοι καλοῦσιν, ἧκεν ἐκ τῆς περὶ
5Ζέλειαν ἀποικίας Λυκίων, λῃστρίδας ἄγων ναῦς, ὧν Χίμαρρος ἡγεῖτο, πολεμιστὴς μὲν ἀνὴρ ὠμὸς δὲ καὶ θηριώδης. ἔπλει δὲ πλοίῳ λέοντα μὲν ἔχοντι πρῴραθεν

248

A

ἐπίσημον, ἐκ δὲ πρύμνης δράκοντα, | καὶ πολλὰ κακὰ τοὺς Λυκίους ἐποίει, καὶ πλεῦσαι τὴν θάλατταν οὐκ ἦν οὐδὲ τὰς ἐγγὺς θαλάττης πόλεις οἰκεῖν. τοῦτον οὖν ἀποκτείνας ὁ Βελλεροφόντης φεύγοντα τῷ Πηγάσῳ διώ‐237
5ξας, ἐκβαλὼν δὲ καὶ τὰς Ἀμαζόνας, οὐδενὸς ἐτύγχανε τῶν δικαίων, ἀλλ’ ἦν ἀδικώτατος περὶ αὐτὸν Ἰοβάτης· ὅθεν εἰς τὴν θάλατταν ἐμβὰς ηὔξατο κατ’ αὐτοῦ τῷ Ποσειδῶνι τὴν χώραν ἄκαρπον γενέσθαι καὶ ἀνόνητον. εἶθ’ ὁ μὲν ἀπῄει κατευξάμενος, κῦμα δὲ διαρθὲν ἐπέκλυζε
10τὴν γῆν, καὶ θέαμα δεινὸν ἦν ἑπομένης μετεώρου τῆς θαλάττης καὶ ἀποκρυπτούσης τὸ πεδίον. ἐπεὶ δὲ τῶν

248

B

ἀνδρῶν δεομένων τὸν Βελλεροφόντην ἐπισχεῖν οὐδὲν ἔπει‐ θον, αἱ γυναῖκες ἀνασυράμεναι τοὺς χιτωνίσκους ἀπήντη‐ σαν αὐτῷ· πάλιν οὖν ὑπ’ αἰσχύνης ἀναχωροῦντος ὀπίσω καὶ τὸ κῦμα λέγεται συνυποχωρῆσαι. τινὲς δὲ τοῦ λόγου
5τούτου παραμυθούμενοι τὸ μυθῶδες οὔ φασι κατάραις ὑπαγαγέσθαι τὴν θάλασσαν αὐτόν, ἀλλὰ τοῦ πεδίου τὸ πιότατον ὑποκεῖσθαι τῇ θαλάσσῃ ταπεινότερον· ὀφρὺν δὲ παρατείνουσαν ἀκτῆς, ἣ διεῖργε τὴν θάλασσαν, ἐκρῆξαι τὸν Βελλεροφόντην, καὶ βίᾳ τοῦ πελάγους ἐπιφερομένου
10καὶ κατακλύζοντος τὸ πεδίον τοὺς μὲν ἄνδρας οὐδὲν

248

C

περαίνειν δεομένους αὐτοῦ, τὰς δὲ γυναῖκας ἀθρόας περιχυθείσας αἰδοῦς τυχεῖν καὶ ἀποπαῦσαι τὴν ὀργήν. οἱ δ’ ὅλως τὴν λεγομένην Χίμαιραν ὄρος ἀντήλιον γεγο‐ νέναι φασὶ καὶ ποιεῖν ἀνακλάσεις [καὶ ἀνακαύσεις] ἐν
5τῷ θέρει χαλεπὰς καὶ πυρώδεις, ὑφ’ ὧν ἀνὰ τὸ πεδίον
σκεδαννυμένων μαραίνεσθαι τοὺς καρπούς. τὸν δὲ Βελ‐ λεροφόντην συμφρονήσαντα διακόψαι τοῦ κρημνοῦ τὸ λειότατον καὶ μάλιστα τὰς ἀνακλάσεις ἀνταποστέλλον· ἐπεὶ δ’ οὐκ ἐτύγχανε χάριτος, ὀργῇ πρὸς ἄμυναν τραπέ‐238
10σθαι τῶν Λυκίων, πεισθῆναι δ’ ὑπὸ τῶν γυναικῶν. ἣν

248

D

δὲ Νύμφις ἐν τῷ τετάρτῳ περὶ Ἡρακλείας (FHG III p. 14) αἰτίαν εἴρηκεν, ἥκιστα μυθώδης ἐστί· λέγει γάρ, ὅτι σῦν ἄγριον ἐν τῇ Ξανθίων χώρᾳ καὶ ζῷα καὶ καρποὺς λυμαινόμενον ἀνελὼν ὁ Βελλεροφόντης οὐδεμιᾶς ἐτύγχα‐
5νεν ἀμοιβῆς· καταρασαμένου δὲ τῶν Ξανθίων αὐτοῦ πρὸς τὸν Ποσειδῶνα πᾶν τὸ πεδίον ἐξήνθησεν ἁλμυρίδα καὶ διέφθαρτο παντάπασι, τῆς γῆς πικρᾶς γενομένης· μέχρι οὗ τὰς γυναῖκας αἰδεσθεὶς δεομένας εὔξατο τῷ Ποσειδῶνι τὴν ὀργὴν ἀφεῖναι. διὸ καὶ νόμος ἦν τοῖς
10Ξανθίοις μὴ πατρόθεν ἀλλ’ ἀπὸ μητέρων χρηματίζειν.
ΣΑΛΜΑΤΙΔΕΣ

248

E

Ἀννίβα δὲ τοῦ Βάρκα, πρὶν ἐπὶ Ῥωμαίους στρα‐ τεύειν, ἐν Ἰβηρίᾳ πόλει μεγάλῃ Σαλματικῇ προσμα‐ χομένου, πρῶτον μὲν ἔδεισαν οἱ πολιορκούμενοι καὶ συνέ‐ θεντο ποιήσειν τὸ προσταττόμενον Ἀννίβᾳ τριακόσια
5δόντες ἀργυρίου τάλαντα καὶ τριακοσίους ὁμήρους. ἀνέν‐ τος δὲ τὴν πολιορκίαν ἐκείνου μεταγνόντες οὐδὲν ἔπρατ‐ τον ὧν ὡμολόγησαν. αὖθις οὖν ἐπιστρέψαντος αὐτοῦ καὶ τοὺς στρατιώτας ἐπὶ διαρπαγῇ χρημάτων κελεύσαντος ἐπιχειρεῖν τῇ πόλει, παντάπασι καταπλαγέντες οἱ βάρ‐
10βαροι συνεχώρησαν ἐξελθεῖν ἐν ἱματίῳ τοὺς ἐλευθέρους,

248

F

ὅπλα καὶ χρήματα καὶ ἀνδράποδα καὶ τὴν πόλιν καταλι‐
πόντας. αἱ δὲ γυναῖκες οἰόμεναι τῶν μὲν ἀνδρῶν φωρά‐ σειν ἕκαστον ἐξιόντα τοὺς πολεμίους, αὐτῶν δ’ οὐκ ἂν ἅψασθαι, ξίφη λαβοῦσαι καὶ ἀποκρύψασαι συνεξέπιπτον239
5τοῖς ἀνδράσιν. ἐξελθόντων δὲ πάντων ὁ Ἀννίβας φρουρὰν Μασαισυλίων ἐπιστήσας ἐν τῷ προαστείῳ συνεῖχεν αὐτούς, οἱ δ’ ἄλλοι τὴν πόλιν ἀτάκτως ἐμπεσόντες διήρπαζον. πολλῶν δ’ ἀγομένων οἱ Μασαισύλιοι καρτερεῖν οὐκ ἠδύ‐

249

A

ναντο βλέποντες | οὐδὲ τῇ φυλακῇ τὸν νοῦν προσεῖχον, ἀλλ’ ἠγανάκτουν καὶ ἀπεχώρουν ὡς μεθέξοντες τῆς ὠφελείας. ἐν τούτῳ δ’ αἱ γυναῖκες ἐμβοήσασαι τοῖς ἀνδράσι τὰ ξίφη παρέδοσαν, ἔνιαι δὲ καὶ δι’ ἑαυτῶν ἐπετί‐
5θεντο τοῖς φρουροῦσι· μία δὲ καὶ λόγχην ἐξαρπάσασα Βάνωνος τοῦ ἑρμηνέως αὐτὸν ἐκεῖνον ἔπαισεν· ἔτυχε δὲ τεθωρακισμένος· τῶν δ’ ἄλλων τοὺς μὲν καταβαλόντες, τοὺς δὲ τρεψάμενοι διεξέπεσον ἀθρόοι μετὰ τῶν γυναι‐ κῶν. πυθόμενος δ’ ὁ Ἀννίβας καὶ διώξας τοὺς μὲν κατα‐
10ληφθέντας ἀνεῖλεν· οἱ δὲ τῶν ὀρῶν ἐπιλαβόμενοι παρα‐ χρῆμα μὲν διέφυγον, ὕστερον δὲ πέμψαντες ἱκετηρίαν εἰς

249

B

τὴν πόλιν ὑπ’ αὐτοῦ κατήχθησαν, ἀδείας καὶ φιλανθρω‐ πίας τυχόντες.
ΜΙΛΗΣΙΑΙ Τὰς Μιλησίων ποτὲ παρθένους δεινὸν πάθος καὶ
5ἀλλόκοτον κατέσχεν ἐκ δή τινος αἰτίας ἀδήλου· μάλιστα δ’ εἰκάζετο κρᾶσιν ἐκστατικὴν καὶ φαρμακώδη λαβὼν ὁ ἀὴρ τροπὴν αὐταῖς καὶ παραφορὰν τῆς διανοίας ἐνερ‐ γάσασθαι. πάσαις μὲν γὰρ ἐξαίφνης ἐπιθυμία θανάτου καὶ πρὸς ἀγχόνην ὁρμὴ περιμανὴς ἐνέπιπτε, πολλαὶ δ’
10ἀπήγχοντο λανθάνουσαι· λόγοι δὲ καὶ δάκρυα γονέων καὶ παρηγορίαι φίλων οὐδὲν ἐπέραινον, ἀλλὰ περιῆσαν240

249

C

ἐπινοίας καὶ πανουργίας ἁπάσης τῶν φυλαττόντων ἑαυτὰς διαχρώμεναι. καὶ τὸ κακὸν ἐδόκει δαιμόνιον εἶναι καὶ κρεῖττον ἀνθρωπίνης βοηθείας, ἄχρις οὗ γνώμῃ νοῦν ἔχοντος ἀνδρὸς ἐγράφη προβούλευμα, τὰς ἀπαγχομένας
5γυμνὰς ἐκκομίζεσθαι διὰ τῆς ἀγορᾶς· καὶ τοῦτο κυρω‐ θὲν οὐ μόνον ἐπέσχεν, ἀλλὰ καὶ παντελῶς ἔπαυσε θανα‐ τώσας τὰς παρθένους. μέγα δὴ τεκμήριον εὐφυΐας καὶ ἀρετῆς ἡ τῆς ἀδοξίας εὐλάβεια καὶ τὸ πρὸς τὰ δεινότατα τῶν ὄντων, θάνατον καὶ πόνον, ἀδεῶς ἐχούσας αἰσχροῦ
10φαντασίαν μὴ ὑπομεῖναι μηδ’ ἐνεγκεῖν αἰσχύνην μετὰ θάνατον ἐσομένην.

249

D

ΚΙΑΙ Ταῖς Κίων παρθένοις ἔθος ἦν εἰς ἱερὰ δημόσια συμ‐ πορεύεσθαι καὶ διημερεύειν μετ’ ἀλλήλων, οἱ δὲ μνη‐ στῆρες ἐθεῶντο παιζούσας καὶ χορευούσας· ἑσπέρας δὲ
5πρὸς ἑκάστην ἀνὰ μέρος βαδίζουσαι διηκονοῦντο τοῖς ἀλλήλων γονεῦσι καὶ ἀδελφοῖς ἄχρι τοῦ καὶ τοὺς πόδας ἀπονίζειν. 〈τῶν δὲ μνηστήρων〉 ἤρων πολλάκις μιᾶς πλείονες οὕτω κόσμιον ἔρωτα καὶ νόμιμον, ὥστε τῆς κόρης ἐγγυηθείσης ἑνὶ τοὺς ἄλλους εὐθὺς πεπαῦσθαι.
10κεφάλαιον δὲ τῆς εὐταξίας τῶν γυναικῶν τὸ μήτε μοιχείαν μήτε φθορὰν ἀνέγγυον ἐτῶν ἑπτακοσίων μνη‐
μονεύεσθαι παρ’ αὐτοῖς γενομένην.241

249

E

ΦΩΚΙΔΕΣ Τῶν ἐν Φωκεῦσι τυράννων κατειληφότων Δελφοὺς καὶ τὸν ἱερὸν κληθέντα πόλεμον Θηβαίων πολεμούντων πρὸς αὐτούς, αἱ περὶ τὸν Διόνυσον γυναῖκες, ἃς Θυιάδας ὀνο‐
5μάζουσιν, ἐκμανεῖσαι καὶ περιπλανηθεῖσαι νυκτὸς ἔλαθον ἐν Ἀμφίσσῃ γενόμεναι· κατάκοποι δ’ οὖσαι καὶ μηδέπω τοῦ φρονεῖν παρόντος αὐταῖς ἐν τῇ ἀγορᾷ προέμεναι τὰ σώματα σποράδην ἔκειντο καθεύδουσαι. τῶν δ’ Ἀμφισ‐ σέων αἱ γυναῖκες, φοβηθεῖσαι μὴ διὰ τὸ σύμμαχον τὴν
10πόλιν Φωκέων γεγονέναι καὶ συχνοὺς στρατιώτας παρεῖ‐ ναι τῶν τυράννων ἀγνωμονηθῶσιν αἱ Θυιάδες, ἐξέδραμον

249

F

εἰς τὴν ἀγορὰν ἅπασαι καὶ κύκλῳ περιστᾶσαι σιωπῇ κοιμωμέναις μὲν οὐ προσῄεσαν, ἐπεὶ δ’ ἐξανέστησαν, ἄλλαι περὶ ἄλλας ἐγίνοντο θεραπεύουσαι καὶ τροφὴν προσφέρουσαι· τέλος δὲ πείσασαι τοὺς ἄνδρας ἐπηκολούθη‐
5σαν αὐταῖς ἄχρι τῶν ὅρων ἀσφαλῶς προπεμπομέναις.

250

A

ΟΥΑΛΕΡΙΑ ΚΑΙ ΚΛΟΙΛΙΑ Ταρκύνιον Σούπερβον, ἕβδομον ἀπὸ Ῥωμύλου βασι‐ λεύοντα Ῥωμαίων, ἐξήλασεν ὕβρις καὶ ἀρετὴ Λουκρη‐ τίας, γυναικὸς ἀνδρὶ γεγαμημένης λαμπρῷ καὶ κατὰ
5γένος προσήκοντι τοῖς βασιλεῦσιν. ἐβιάσθη μὲν γὰρ ὑφ’ ἑνὸς τῶν Ταρκυνίου παίδων ἐπιξενωθέντος αὐτῇ· φρά‐
σασα δὲ τοῖς φίλοις καὶ οἰκείοις τὸ πάθος εὐθὺς ἀπέ‐ σφαξεν ἑαυτήν. ἐκπεσὼν δὲ τῆς ἀρχῆς ὁ Ταρκύνιος ἄλλους τε πολλοὺς ἐπολέμησε πολέμους, πειρώμενος ἀνα‐242
10λαβεῖν τὴν ἡγεμονίαν, καὶ τέλος ἄρχοντα Τυρρηνῶν Πορσίναν ἔπεισεν ἐπὶ τὴν Ῥώμην στρατεῦσαι μετὰ

250

B

πολλῆς δυνάμεως. ἅμα δὲ τῷ πολέμῳ καὶ λιμοῦ συνε‐ πιτιθεμένου τοῖς Ῥωμαίοις, πυνθανόμενοι τὸν Πορσίναν οὐ πολεμικὸν εἶναι μόνον, ἀλλὰ καὶ δίκαιον ἄνδρα καὶ χρηστόν, ἐβούλοντο χρῆσθαι 〈τούτῳ〉 δικαστῇ πρὸς τὸν
5Ταρκύνιον. ἀπαυθαδισαμένου δὲ τοῦ Ταρκυνίου καὶ τὸν Πορσίναν, εἰ μὴ μενεῖ σύμμαχος βέβαιος, οὐδὲ κριτὴν δίκαιον ἔσεσθαι φάσκοντος, ἀφεὶς ἐκεῖνον ὁ Πορσίνας ἔπραττεν, ὅπως φίλος ἄπεισι Ῥωμαίων, τῆς τε χώρας ὅσην ἀπετέτμηντο Τυρρηνῶν καὶ τοὺς αἰχμαλώτους κο‐
10μισάμενος. ἐπὶ τούτοις ὁμήρων αὐτῷ δοθέντων δέκα

250

C

μὲν ἀρρένων παίδων δέκα δὲ θηλειῶν (ἐν αἷς ἦν ἡ Ποπλικόλα τοῦ ὑπάτου θυγάτηρ Οὐαλερία), πᾶσαν εὐθὺς ἀνῆκε τὴν πρὸς τὸν πόλεμον παρασκευήν, καίπερ οὔπω τέλος ἐχούσης τῆς ὁμολογίας. αἱ δὲ παρθένοι
5κατέβησαν μὲν ἐπὶ τὸν ποταμὸν ὡς λουσόμεναι μικρὸν ἀπωτέρω τοῦ στρατοπέδου· μιᾶς δ’ αὐτῶν ὄνομα Κλοι‐ λίας προτρεψαμένης ἀναδησάμεναι περὶ τὰς κεφαλὰς τοὺς χιτωνίσκους παρεβάλοντο πρὸς ῥεῦμα πολὺ καὶ δίνας βαθείας νέουσαι 〈καὶ〉 διεπέρασαν ἀλλήλων ἐχό‐
10μεναι πολυπόνως καὶ μόλις. εἰσὶ δ’ οἱ λέγοντες ἵππου τὴν Κλοιλίαν εὐπορήσασαν αὐτὴν μὲν ἐπιβῆναι καὶ δι‐

250

D

εξελαύνειν ἠρέμα, ταῖς δ’ ἄλλαις ὑφηγεῖσθαι παραθαρ‐ σύνουσαν νηχομένας καὶ παραβοηθοῦσαν. ᾧ δὲ τεκμηρίῳ χρῶνται, μετ’ ὀλίγον ἐροῦμεν. ἐπεὶ δὲ σωθείσας εἶδον
οἱ Ῥωμαῖοι, τὴν μὲν ἀρετὴν καὶ τὴν τόλμαν ἐθαύμασαν,243
5τὴν δὲ κομιδὴν οὐκ ἠγάπησαν οὐδ’ ὑπέμειναν ἐν πίστει χείρονες ἀνδρὸς ἑνὸς γενέσθαι. πάλιν οὖν τὰς κόρας ἐκέλευσαν ἀπιέναι καὶ συνέπεμψαν αὐταῖς ἀγωγούς, οἷς διαβᾶσι τὸν ποταμὸν ἐνέδραν ὑφεὶς ὁ Ταρκύνιος ὀλίγον ἐδέησεν ἐγκρατὴς γενέσθαι τῶν παρθένων. ἡ μὲν οὖν τοῦ
10ὑπάτου Ποπλικόλα θυγάτηρ Οὐαλερία μετὰ τριῶν προ‐

250

E

εξέφυγεν οἰκετῶν εἰς τὸ τοῦ Πορσίνα στρατόπεδον, τὰς δ’ ἄλλας ὁ τοῦ Πορσίνα υἱὸς Ἄρρους ταχὺ προσβοηθή‐ σας ἐξείλετο τῶν πολεμίων. ἐπεὶ δ’ ἤχθησαν, ἰδὼν αὐτὰς ὁ Πορσίνας ἐκέλευσεν εἰπεῖν, ἥτις ἐστὶν ἡ προτρε‐
5ψαμένη καὶ κατάρξασα τοῦ βουλεύματος. αἱ μὲν οὖν ἄλλαι φοβηθεῖσαι περὶ τῆς Κλοιλίας ἐσιώπησαν· αὐτῆς δὲ τῆς Κλοιλίας εἰπούσης ἑαυτήν, ἀγασθεὶς ὁ Πορσίνας ἐκέλευσεν ἵππον ἀχθῆναι κεκοσμημένον εὐπρεπῶς, καὶ τῇ Κλοιλίᾳ δωρησάμενος ἀπέπεμψεν εὐμενῶς καὶ φιλαν‐
10θρώπως πάσας. τοῦτο ποιοῦνται σημεῖον οἱ πολλοὶ τοῦ τὴν Κλοιλίαν ἵππῳ διεξελάσαι τὸν ποταμόν· οἱ δ’ οὔ

250

F

φασιν, ἀλλὰ τὴν ῥώμην θαυμάσαντα καὶ τὴν τόλμαν αὐτῆς ὡς κρείττονα γυναικὸς ἀξιῶσαι δωρεᾶς ἀνδρὶ πολεμιστῇ πρεπούσης. ἀνέκειτο γοῦν ἔφιππος εἰκὼν γυ‐ ναικὸς ἐπὶ τῆς ὁδοῦ τῆς ἱερᾶς λεγομένης, ἣν οἱ μὲν τῆς
5Κλοιλίας οἱ δὲ τῆς Οὐαλερίας λέγουσιν εἶναι.
ΜΙΚΚΑ ΚΑΙ ΜΕΓΙΣΤΩ Ἀριστότιμος Ἠλείοις ἐπαναστὰς τύραννος ἴσχυε μὲν δι’ Ἀντιγόνου τοῦ βασιλέως, ἐχρῆτο δὲ τῇ δυνάμει πρὸς οὐδὲν ἐπιεικὲς οὐδὲ μέτριον· καὶ γὰρ αὐτὸς ἦν φύσει

251

A

θηριώδης, | καὶ τοῖς φυλάττουσι τὴν ἀρχὴν καὶ τὸ σῶμα
βαρβάροις μιγάσι δουλεύων ὑπὸ φόβου, πολλὰ μὲν ὑβρι‐ στικὰ πολλὰ δ’ ὠμὰ τοὺς πολίτας ὑπ’ αὐτῶν περιεώρα πάσχοντας· οἷον ἦν καὶ τὸ Φιλοδήμου πάθος. ἔχοντος244
5γὰρ αὐτοῦ θυγατέρα καλὴν ὄνομα Μίκκαν ἐπεχείρησέ τις τῶν περὶ τὸν τύραννον ξεναγῶν ὄνομα Λεύκιος ὕβρει μᾶλλον ἢ ἔρωτι συγγενέσθαι· καὶ πέμψας ἐκάλει τὴν παρθένον. οἱ μὲν οὖν γονεῖς τὴν ἀνάγκην ὁρῶντες ἐκέ‐ λευον βαδίζειν· ἡ δὲ παῖς οὖσα γενναία καὶ μεγαλόφρων
10ἐδεῖτο τοῦ πατρὸς περιπλεκομένη καὶ καθικετεύουσα

251

B

μᾶλλον αὐτὴν περιιδεῖν ἀποθανοῦσαν ἢ τὴν παρθενίαν αἰσχρῶς καὶ παρανόμως ἀφαιρεθεῖσαν. καὶ διατριβῆς γενομένης σπαργῶν καὶ μεθύων ὁ Λεύκιος αὐτὸς ἐξανέ‐ στη μεταξὺ πίνων πρὸς ὀργήν· καὶ τὴν Μίκκαν εὑρὼν ἐν
5τοῖς γόνασι τοῦ πατρὸς τὴν κεφαλὴν ἔχουσαν ἐκέλευεν αὐτῷ συνακολουθεῖν· οὐ βουλομένης δὲ τὸ χιτώνιον περιρρήξας ἐμαστίγου γυμνήν, αὐτὴν μὲν ἐγκαρτεροῦσαν σιωπῇ ταῖς ἀλγηδόσιν· ὁ δὲ πατὴρ καὶ ἡ μήτηρ, ὡς οὐδὲν ἀντιβολοῦντες καὶ δακρύοντες ἐπέραινον, ἐτράποντο
10πρὸς θεῶν καὶ ἀνθρώπων ἀνάκλησιν ὡς δεινὰ καὶ παρά‐ νομα πάσχοντες. ὁ δὲ βάρβαρος ἐκμανεὶς παντάπασιν

251

C

ὑπὸ τοῦ θυμοῦ καὶ μέθης ἀποσφάττει τὴν παρθένον, ὡς ἔτυχεν ἐν τοῖς κόλποις τοῦ πατρὸς ἔχουσα τὸ πρόσωπον. Ἀλλ’ οὐδὲ τούτοις ὁ τύραννος ἐκάμπτετο, πολλοὺς δ’ ἀνῄρει καὶ πλείονας ἐφυγάδευεν· ὀκτακόσιοι γοῦν λέγον‐
5ται καταφυγεῖν ἐπ’ Αἰτωλοὺς δεόμενοι τὰς γυναῖκας αὑτοῖς καὶ τὰ νήπια τῶν τέκνων κομίσασθαι παρὰ τοῦ τυράννου. ὀλίγῳ δ’ ὕστερον αὐτὸς ἐκήρυξε τὰς βουλο‐ μένας γυναῖκας ἀπιέναι πρὸς τοὺς ἄνδρας, ὅσα βούλονται τῶν γυναικείων χρημάτων ἐπιφερομένας. ἐπεὶ δὲ πάσας
10ᾔσθετο μεθ’ ἡδονῆς τὸ κήρυγμα δεδεγμένας (ἐγένοντο

251

D

γὰρ ὑπερεξακόσιαι τὸ πλῆθος), ἐκέλευσεν ἀθρόας ἡμέρᾳ ῥητῇ βαδίζειν, ὡς τὴν ἀσφάλειαν αὐτὸς παρέξων. ἐνστά‐ σης δὲ τῆς ἡμέρας αἱ μὲν ἐπὶ τὰς πύλας ἠθροίζοντο τὰ χρήματα συσκευασάμεναι, καὶ τῶν τέκνων τὰ μὲν ἐν245
5ταῖς ἀγκάλαις φέρουσαι τὰ δ’ ἐπὶ τῶν ἁμαξῶν ἔχουσαι, καὶ περιέμενον ἀλλήλας· ἄφνω δὲ πολλοὶ τῶν τοῦ τυράν‐ νου ἐπεφέροντο, μένειν βοῶντες ἔτι πόρρωθεν. ὡς δ’ ἐγγὺς ἐγένοντο, τὰς μὲν γυναῖκας ἐκέλευον ἀναχωρεῖν ὀπίσω, τὰ δὲ ζεύγη καὶ τὰς ἁμάξας ὑποστρέψαντες
10ἔωσαν εἰς αὐτὰς καὶ διὰ μέσων ἀφειδῶς διήλαυνον, οὔτ’ ἀκολουθεῖν οὔτε μένειν ἐῶντες οὔτε τοῖς νηπίοις βοηθεῖν

251

E

ἀπολλυμένοις (τὰ μὲν γὰρ ἐκπίπτοντα τῶν ἁμαξῶν τὰ δ’ ὑποπίπτοντα διεφθείροντο), βοῇ καὶ μάστιξιν ὥσπερ πρόβατα τῶν μισθοφόρων ἐπειγόντων ἀνατρεπομένας ὑπ’ ἀλλήλων, ἕως εἰς τὸ δεσμωτήριον ἐνέβαλον ἁπάσας, τὰ
5δὲ χρήματα πρὸς τὸν Ἀριστότιμον ἀπεκομίσθη. χαλε‐ πῶς δὲ τῶν Ἠλείων ἐπὶ τούτοις ἐχόντων αἱ περὶ τὸν Διόνυσον ἱεραὶ γυναῖκες, ἃς 〈τὰσ〉 ἑκκαίδεκα καλοῦσιν, ἱκετηρίας καὶ στέμματα τῶν ἀπὸ τοῦ θεοῦ λαβοῦσαι περὶ τὴν ἀγορὰν ἀπήντησαν τῷ Ἀριστοτίμῳ, καὶ τῶν δορυ‐
10φόρων ὑπ’ αἰδοῦς διαστάντων, ἔστησαν τὸ πρῶτον σιωπῇ

251

F

〈καὶ〉 ὁσίως προϊσχόμεναι τὰς ἱκετηρίας. ἐπεὶ δ’ ἐγέ‐ νοντο φανεραὶ δεόμεναι καὶ παραιτούμεναι τὴν ὀργὴν ὑπὲρ τῶν γυναικῶν, παροξυνθεὶς πρὸς τοὺς δορυφόρους καὶ κεκραγὼς ὅτι προσελθεῖν εἴασαν αὐτὰς ἐποίησε τὰς
5μὲν ὠθοῦντας τὰς δὲ τύπτοντας ἐξελάσαι [ἐκ] τῆς ἀγορᾶς, ἑκάστην δὲ δυσὶ ταλάντοις ἐζημίωσε. Γενομένων δὲ τούτων, ἐν μὲν τῇ πόλει συνέστησε πρᾶξιν ἐπὶ τὸν τύραννον Ἑλλάνικος, ἀνὴρ διὰ γῆρας ἤδη
καὶ δύο τέκνων θάνατον ὡς οὐδὲν ἂν πράξας ὑπὸ τοῦ246

252

A

τυράννου περιορώμενος. | ἐκ δ’ Αἰτωλίας διαπεράσαντες οἱ φυγάδες καταλαμβάνουσι τῆς χώρας ἐπιτήδειον ἐμπολε‐ μεῖν ἔρυμα τὴν Ἀμυμώνην, καὶ συχνοὺς προσεδέχοντο τῶν πολιτῶν ἐκ τῆς Ἤλιδος ἀποδιδράσκοντας. ταῦτα δὲ
5δείσας ὁ Ἀριστότιμος εἰσῆλθε πρὸς τὰς γυναῖκας, καὶ νομίζων φόβῳ μᾶλλον ἢ χάριτι διαπράξεσθαι προσέταττε πέμπειν καὶ γράφειν αὐτὰς τοῖς ἀνδράσιν ὅπως ἀπίωσιν ἐκ τῆς χώρας· εἰ δὲ μή, κατασφάξειν ἠπείλει πάσας αἰκισάμενος καὶ προανελὼν τοὺς παῖδας. αἱ μὲν οὖν
10ἄλλαι, πολὺν χρόνον ἐφεστῶτος καὶ κελεύοντος εἰπεῖν

252

B

εἴ τι πράξουσι τούτων, οὐδὲν ἀπεκρίναντο πρὸς ἐκεῖνον, ἀλλὰ προσέβλεψαν ἀλλήλαις σιωπῇ καὶ διένευσαν, ἀνθο‐ μολογούμεναι τὸ μὴ δεδιέναι μηδ’ ἐκπεπλῆχθαι τὴν ἀπειλήν. Μεγιστὼ δ’ ἡ Τιμολέοντος γυνὴ καὶ διὰ τὸν
5ἄνδρα καὶ τὴν ἀρετὴν ἡγεμονικὴν ἔχουσα τάξιν, διανα‐ στῆναι μὲν οὐκ ἠξίωσεν οὐδ’ εἴασε τὰς ἄλλας· καθεζο‐ μένη δ’ ἀπεκρίνατο πρὸς αὐτόν ‘εἰ μὲν ἦς ἀνὴρ φρόνιμος, οὐκ ἂν διελέγου γυναιξὶ περὶ ἀνδρῶν, ἀλλὰ πρὸς ἐκείνους ἂν ὡς κυρίους ἡμῶν ἔπεμπες, ἀμείνονας λόγους εὑρὼν ἢ
10δι’ ὧν ἡμᾶς ἐξηπάτησας· εἰ δ’ αὐτὸς ἐκείνους πεῖσαι

252

C

ἀπεγνωκὼς δι’ ἡμῶν ἐπιχειρεῖς παραλογίζεσθαι, μήθ’ ἡμᾶς ἔλπιζε πάλιν ἐξαπατήσειν μήτ’ ἐκεῖνοι κακῶς οὕτω φρονήσειαν, ὥστε φειδόμενοι παιδαρίων καὶ γυναικῶν ἐγκαταλιπεῖν τὴν τῆς πατρίδος ἐλευθερίαν· οὐ γὰρ το‐
5σοῦτο κακὸν αὐτοῖς ἡμᾶς ἀπολέσαι μηδὲ νῦν ἔχοντας, ὅσον ἀγαθὸν ἐξελέσθαι τῆς σῆς ὠμότητος καὶ ὕβρεως τοὺς πολίτας.‘ ταῦτα τῆς Μεγιστοῦς λεγούσης, οὐκ ἀνασχόμενος ὁ Ἀριστότιμος ἐκέλευσε τὸ παιδίον αὐτῆς ὡς ἀποκτενῶν ἐν ὄψει κομισθῆναι. ζητούντων δὲ τῶν
10ὑπηρετῶν ἀναμεμιγμένον ἐν τοῖς ἄλλοις παίζουσι καὶ
διαπαλαίουσιν, ἡ μήτηρ ὀνομαστὶ προσκαλεσαμένη ‘δεῦ‐247

252

D

ρο‘ ἔφη ‘τέκνον, πρὶν αἰσθέσθαι καὶ φρονεῖν ἀπαλλάγηθι τῆς πικρᾶς τυραννίδος· ὡς ἐμοὶ βαρύτερόν ἐστι δουλεύ‐ οντά σε παρ’ ἀξίαν ἐφορᾶν ἢ ἀποθνήσκοντα.‘ τοῦ δ’ Ἀριστοτίμου σπασαμένου τὴν μάχαιραν ἐπ’ αὐτὴν ἐκεί‐
5νην καὶ μετ’ ὀργῆς ἐπιφερομένου, τῶν συνήθων τις αὐτῷ Κύλ〈λ〉ων ὄνομα πιστὸς δοκῶν εἶναι, μισῶν δὲ καὶ μετέχων τῆς συνωμοσίας τοῖς περὶ τὸν Ἑλλάνικον, ἀντέστη καὶ ἀπέστρεψε δεόμενος καὶ λέγων ἀγεννὲς εἶναι καὶ γυναικῶδες, οὐκ ἀνδρὸς ἡγεμονικοῦ καὶ πράγμασι
10χρῆσθαι μεμαθηκότος τὸ ἔργον· ὥστε μόλις ἔννουν γενόμενον τὸν Ἀριστότιμον ἀπελθεῖν. γίγνεται δὲ σημεῖον

252

E

αὐτῷ μέγα· μεσημβρία μὲν γὰρ ἦν καὶ μετὰ τῆς γυναικὸς ἀνεπαύετο· παρασκευαζομένων δὲ τῶν περὶ τὸ δεῖπνον, ἀετὸς μετέωρος ὤφθη δινούμενος ὑπὲρ τῆς οἰκίας, εἶθ’ ὥσπερ ἐκ προνοίας καὶ στοχασμοῦ λίθον ἀφῆκεν εὐμε‐
5γέθη κατ’ ἐκεῖνο τῆς στέγης τὸ μέρος, οὗ τὸ δωμάτιον ἦν, ἐν ᾧ κατακείμενος ἐτύγχανεν ὁ Ἀριστότιμος. ἅμα δ’ ἄνωθεν ψόφου μεγάλου καὶ κραυγῆς ἔξωθεν ὑπὸ τῶν ἰδόντων τὸν ὄρνιν γενομένης, ἐκπλαγεὶς καὶ πυθόμενος τὸ γεγονὸς μετεπέμψατο μάντιν, ᾧ χρώμενος διετέλει
10κατ’ ἀγοράν, καὶ διηρώτα περὶ τοῦ σημείου συντεταραγ‐

252

F

μένος. ὁ δ’ ἐκεῖνον μὲν παρεκάλει ὡς τοῦ Διὸς αὐτὸν ἐξεγείροντος καὶ βοηθοῦντος, οἷς δ’ ἐπίστευε τῶν πολι‐ τῶν ἔφρασεν ὅσον οὔπω τὴν δίκην αἰωρουμένην ὑπὲρ κεφαλῆς ἐμπεσεῖσθαι τῷ τυράννῳ. διὸ καὶ τοῖς περὶ τὸν
5Ἑλλάνικον ἔδοξε μὴ μέλλειν, ἀλλ’ ἐπιτίθεσθαι τῇ ὑστε‐ ραίᾳ. τῆς δὲ νυκτὸς Ἑλλάνικος ἐδόκει κατὰ τοὺς ὕπνους τῶν τεθνηκότων υἱῶν τὸν ἕτερον λέγειν αὐτῷ παρα‐
στάντα ‘τί πέπονθας, ὦ πάτερ, καθεύδων; αὔριον δέ σε248

253

A

δεῖ τῆς πόλεως στρατηγεῖν.‘ | οὗτός τε δὴ διὰ τὴν ὄψιν εὐθαρσὴς γεγενημένος παρεκάλει τοὺς ἑταίρους, ὅ τ’ Ἀριστότιμος πυθόμενος Κρατερὸν αὐτῷ βοηθοῦντα μετὰ πολλῆς δυνάμεως ἐν Ὀλυμπίᾳ καταστρατοπεδεύειν, οὕτως
5ἐξεθάρσησεν, ὥστ’ ἄνευ δορυφόρων εἰς τὴν ἀγορὰν προελθεῖν μετὰ τοῦ Κύλ〈λ〉ωνος. ὡς οὖν συνεῖδε τὸν καιρὸν Ἑλλάνικος, ὃ μὲν ἦν σημεῖον αὐτῷ πρὸς τοὺς μέλλοντας ἐπιχειρεῖν συγκείμενον οὐκ ἔδωκε, λαμπρᾷ δὲ τῇ φωνῇ καὶ ἅμα τὰς χεῖρας προτείνων ἀμφοτέρας ‘τί
10μέλλετ’,‘ 〈ἀνεβόησεν,〉 ‘ἄνδρες ἀγαθοί; καλὸν τὸ θέατρον ἐν μέσῳ τῆς πατρίδος ἐναγωνίσασθαι.‘ πρῶτος οὖν

253

B

ὁ Κύλ〈λ〉ων σπασάμενος τὸ ξίφος παίει τινὰ τῶν ἑπο‐ μένων τῷ Ἀριστοτίμῳ· Θρασυβούλου δὲ καὶ Λάμπιδος ἐξ ἐναντίας ἐπιφερομένων, ἔφθη μὲν ὁ Ἀριστότιμος εἰς τὸ τοῦ Διὸς ἱερὸν καταφυγών· ἐκεῖ δ’ ἀποκτείναντες
5αὐτὸν καὶ τὸ σῶμα προβαλόντες εἰς τὴν ἀγορὰν ἐκάλουν τοὺς πολίτας ἐπὶ τὴν ἐλευθερίαν. οὐ μὴν ἔφθησάν γε πολλῷ τὰς γυναῖκας· εὐθὺς γὰρ ἐξέδραμον μετὰ χαρᾶς καὶ ὀλολυγμοῦ, καὶ περιστᾶσαι τοὺς ἄνδρας ἀνέδουν καὶ κατέστεφον. εἶτα τοῦ πλήθους ἐπὶ τὴν οἰκίαν τοῦ τυράν‐
10νου ῥυέντος, ἡ μὲν γυνὴ συγκλείσασα τὸν θάλαμον αὑτὴν

253

C

ἀνήρτησε. δύο δ’ ἦσαν αὐτῷ θυγατέρες, παρθένοι μὲν ἔτι, κάλλισται δὲ τὴν ὄψιν, ἤδη γάμων ὥραν ἔχουσαι· ταύτας συλλαβόντες εἷλκον ἔξω πάντως μὲν ἀνελεῖν, αἰκίσασθαι δὲ καὶ καθυβρίσαι πρότερον ἐγνωκότες. ἀπαντήσασα δ’
5ἡ Μεγιστὼ μετὰ τῶν ἄλλων ἐβόα δεινὰ ποιεῖν αὐτούς, εἰ δῆμος ἀξιοῦντες εἶναι ταῦτα τολμῶσι καὶ ἀσελγαί‐ νουσι τοῖς τυράννοις ὅμοια. ἐντρεπομένων δὲ πολλῶν τὸ
ἀξίωμα τῆς γυναικὸς παρρησιαζομένης καὶ δακρυούσης, ἔδοξεν ἀφελεῖν τὴν ὕβριν, αὐτὰς δ’ ἐᾶσαι δι’ αὑτῶν249
10ἀποθανεῖν. ὡς δ’ οὖν ἀναστρέψαντες ἔνδον ἐκέλευον εὐθὺς ἀποθνήσκειν τὰς παρθένους, ἡ πρεσβυτέρα Μυρὼ

253

D

λύσασα τὴν ζώνην καὶ βρόχον ἅψασα τὴν ἀδελφὴν κατη‐ σπάζετο καὶ παρεκάλει προσέχειν καὶ ποιεῖν ἅπερ ἂν αὐτὴν θεάσηται ποιοῦσαν, ‘ὅπως ἄν‘ ἔφη ‘μὴ ταπεινῶς μηδ’ ἀναξίως ἑαυτῶν καταστρέψωμεν.‘ τῆς δὲ νεωτέρας
5δεομένης αὐτῇ παρεῖναι πρότερον ἀποθανεῖν καὶ τῆς ζώνης ἀντιλαμβανομένης ‘οὐδ’ ἄλλο πώποτ’‘ εἶπεν ‘οὐδὲν ἤρνημαί σοι δεομένῃ, καὶ ταύτην οὖν λαβὲ τὴν χάριν, ἐγὼ δ’ ὑπομενῶ καὶ τλήσομαι τοῦ θανάτου βαρύ‐ τερον τὸ σέ, φιλτάτη, προτέραν ἰδεῖν ἀποθνήσκουσαν.‘
10ἐκ τούτου τὴν μὲν ἀδελφὴν αὐτὴν διδάξασα τῷ τραχήλῳ

253

E

περιβαλέσθαι τὸν βρόχον, ὡς ᾔσθετο τεθνηκυῖαν, καθεῖ‐ λε καὶ κατεκάλυψεν· αὑτῆς δὲ τὴν Μεγιστὼ παρε‐ κάλεσεν ἐπιμεληθῆναι, καὶ μὴ περιιδεῖν αἰσχρῶς, ἐπει‐ δὰν ἀποθάνῃ, 〈ἐκ〉τεθεῖσαν· ὥστε μηδένα πικρὸν μηδὲ μισο‐
5τύραννον οὕτω γενέσθαι τῶν παρόντων, ὃς οὐκ ἔκλαυσεν οὐδὲ κατηλέησε τὴν τῶν παρθένων εὐγένειαν.
6 Τῶν μὲν οὖν κοινῇ πεπραγμένων γυναιξὶ μυρίων ὄντων ἱκανὰ ταῦτα παραδείγματα· τὰς δὲ καθ’ ἑκάστην ἀρετάς, ὅπως ἂν ἐπίῃ, σποράδην ἀναγράψομεν, οὐδὲν οἰόμενοι
10τῆς κατὰ χρόνον τάξεως δεῖσθαι τὴν ὑποκειμένην ἱστορίαν.

253

F

ΠΙΕΡΙΑ Τῶν εἰς Μίλητον ἀφικομένων Ἰώνων στασιάσαντες ἔνιοι πρὸς τοὺς Νείλεω παῖδας ἀπεχώρησαν εἰς Μυοῦντα
κἀκεῖ κατῴκουν, πολλὰ κακὰ πάσχοντες ὑπὸ τῶν Μιλη‐250
5σίων· ἐπολέμουν γὰρ αὐτοῖς διὰ τὴν ἀποστασίαν. οὐ μὴν ἀκήρυκτος ἦν οὐδ’ ἀνεπίμικτος ὁ πόλεμος, ἀλλ’ ἔν τισιν ἑορταῖς ἐφοίτων εἰς Μίλητον ἐκ τοῦ Μυοῦντος αἱ γυναῖκες. ἦν δὲ Πύθης ἀνὴρ ἐν αὐτοῖς ἐμφανής, γυναῖκα μὲν ἔχων Ἰαπυγίαν, θυγατέρα δὲ Πιερίαν. οὔσης οὖν ἑορτῆς Ἀρτέ‐

254

A

μιδι καὶ θυσίας παρὰ Μιλησίοις, | ἣν Νηληίδα προσ‐ αγορεύουσιν, ἔπεμψε τὴν γυναῖκα καὶ τὴν θυγατέρα, δεη‐ θείσας ὅπως τῆς ἑορτῆς μετάσχωσι· τῶν δὲ Νείλεω παίδων ὁ δυνατώτατος ὄνομα Φρύγιος τῆς Πιερίας ἐρα‐
5σθεὶς ἐνενόει, τί ἂν αὐτῇ μάλιστα γένοιτο παρ’ αὐτοῦ κεχαρισμένον. εἰπούσης δ’ ἐκείνης ‘εἰ διαπράξαιό μοι τὸ πολλάκις ἐνταῦθα καὶ μετὰ πολλῶν βαδίζειν‘, συνεὶς [οὖν] ὁ Φρύγιος δεομένην φιλίας καὶ εἰρήνης τοῖς πολί‐ ταις κατέπαυσε τὸν πόλεμον. ἦν οὖν ἐν ἀμφοτέραις ταῖς
10πόλεσι δόξα καὶ τιμὴ τῆς Πιερίας, ὥστε καὶ τὰς Μιλη‐ σίων εὔχεσθαι γυναῖκας ἄχρι νῦν οὕτως ἐρᾶν 〈τοὺς

254

B

ἄνδρασ〉 αὐτῶν, ὡς Φρύγιος ἠράσθη Πιερίας.
ΠΟΛΥΚΡΙΤΗ Ναξίοις καὶ Μιλησίοις συνέστη πόλεμος διὰ τὴν Ὑψικρέοντος τοῦ Μιλησίου γυναῖκα Νέαιραν. αὕτη γὰρ
5ἠράσθη Προμέδοντος Ναξίου καὶ συνεπένευσεν· ὃς ἦν μὲν ξένος τοῦ Ὑψικρέοντος, ἐρασθείσῃ δὲ τῇ Νεαίρᾳ συνῆλθε, καὶ τὸν ἄνδρα φοβουμένην ἀπαγαγὼν εἰς Νάξον ἱκέτιν τῆς Ἑστίας ἐκάθισεν. τῶν δὲ Ναξίων οὐκ ἐκδι‐ δόντων χάριν τοῦ Προμέδοντος, ἄλλως δὲ ποιουμένων
10πρόφασιν τὴν ἱκετείαν ὁ πόλεμος συνέστη. τοῖς δὲ Μιλη‐ σίοις ἄλλοι τε πολλοὶ καὶ προθυμότατα τῶν Ἰώνων

254

C

Ἐρυθραῖοι συνεμάχουν, καὶ μῆκος ἔσχε καὶ συμφορὰς ἤνεγκε μεγάλας ὁ πόλεμος· εἶτ’ ἐπαύσατο δι’ ἀρετὴν γυναικός, ὡς συνέστη διὰ μοχθηρίαν. Διόγνητος γὰρ ὁ τῶν Ἐρυθραίων στρατηγὸς [ἔχων καὶ] πεπιστευμένος251
5ἔρυμα κατὰ τῆς Ναξίων πόλεως εὖ πεφυκὸς καὶ κατ‐ εσκευασμένον, ἠλάσατο λείαν τῶν Ναξίων πολλὴν καὶ γυναῖκας ἐλευθέρας καὶ παρθένους ἔλαβεν. ὧν μιᾶς Πολυκρίτης ἐρασθεὶς εἶχεν αὐτὴν οὐχ ὡς αἰχμάλωτον ἀλλ’ ἐν τάξει γαμετῆς γυναικός. ἑορτῆς δὲ τοῖς Μιλη‐
10σίοις καθηκούσης ἐν τῇ στρατιᾷ καὶ πρὸς πόσιν ἁπάν‐ των καὶ συνουσίας τραπομένων, ἠρώτησε τὸν Διόγνητον

254

D

ἡ Πολυκρίτη, μή τι κωλύοι πεμμάτων μερίδας ἀποπέμ‐ ψαι τοῖς ἀδελφοῖς αὑτῆς. ἐπιτρέψαντος δ’ ἐκείνου καὶ κελεύσαντος, ἐνέβαλε μολίβδινον γραμματίδιον εἰς πλα‐ κοῦντα, κελεύσασα φράσαι τὸν κομίζοντα τοῖς ἀδελφοῖς,
5ὅπως αὐτοὶ μόνοι καταναλώσωσιν ἃ ἔπεμψε. οἱ δ’ ἐντυ‐ χόντες τῷ μολίβδῳ καὶ τὰ γράμματα τῆς Πολυκρίτης ἀναγνόντες, κελευούσης νυκτὸς ἐπιθέσθαι τοῖς πολεμίοις, ὡς ὑπὸ μέθης διὰ τὴν ἑορτὴν ἐξημελημένων πάντων, προσήγγειλαν τοῖς στρατηγοῖς καὶ παρώρμησαν ἐξελθεῖν
10μετ’ αὐτῶν. ἁλόντος δὲ τοῦ χωρίου καὶ πολλῶν διαφθαρέν‐

254

E

των, ἐξῃτήσατο τὸν Διόγνητον ἡ Πολυκρίτη παρὰ τῶν πολιτῶν καὶ διέσῳσεν. αὐτὴ δὲ πρὸς ταῖς πύλαις γενομένη 〈καὶ θεασαμένη〉 τοὺς πολίτας ἀπαντῶντας αὐτῇ, μετὰ χαρᾶς καὶ στεφάνων ὑποδεχομένους καὶ θαυμάζοντας,
5οὐκ ἤνεγκε τὸ μέγεθος τῆς χαρᾶς, ἀλλ’ ἀπέθανεν αὐτοῦ πεσοῦσα παρὰ τὴν πύλην, ὅπου τέθαπται, καὶ καλεῖται βασκάνου τάφος, ὡς βασκάνῳ τινὶ τύχῃ τὴν Πολυκρίτην
φθονηθεῖσαν 〈οὐκ〉 ἀπολαῦσαι τῶν τιμῶν. Οὕτω μὲν οἱ Ναξίων συγγραφεῖς ἱστοροῦσιν· ὁ δ’252
10Ἀριστοτέλης φησὶν (fr. 511) οὐχ ἁλούσης τῆς Πολυ‐ κρίτης, ἄλλως δέ πως ἰδόντα τὸν Διόγνητον ἐρασθῆναι

254

F

καὶ πάντα διδόναι καὶ ποιεῖν ἕτοιμον εἶναι· τὴν δ’ ὁμολο‐ γεῖν ἀφίξεσθαι πρὸς αὐτόν, ἑνὸς μόνου τυχοῦσαν, περὶ οὗ τὸν Διόγνητον, ὥς φησιν ὁ φιλόσοφος, ὅρκον ᾔτησεν· ἐπεὶ δ’ ὤμοσεν, ἠξίου τὸ Δήλιον αὐτῇ δοθῆναι (Δήλιον
5γὰρ ἐκαλεῖτο τὸ χωρίον), ἄλλως δ’ οὐκ ἂν ἔφη συνελθεῖν. ὁ δὲ καὶ διὰ τὴν ἐπιθυμίαν καὶ διὰ τὸν ὅρκον ἐξέστη καὶ παρέδωκε τῇ Πολυκρίτῃ τὸν τόπον, ἐκείνη δὲ τοῖς πολίταις. ἐκ δὲ τούτου πάλιν εἰς ἴσον καταστάντες, ἐφ’ οἷς ἠβούλοντο πρὸς τοὺς Μιλησίους διελύθησαν. |

255

A

ΛΑΜΨΑΚΗ Ἐκ Φωκαίας τοῦ Κοδριδῶν γένους ἦσαν ἀδελφοὶ δίδυμοι Φόξος καὶ Βλέψος· ὧν ὁ Φόξος ἀπὸ τῶν Λευκά‐ δων πετρῶν πρῶτος ἀφῆκεν ἑαυτὸν εἰς θάλασσαν, ὡς
5Χάρων ὁ Λαμψακηνὸς (fr. 7 M.) ἱστόρηκεν. ἔχων δὲ δύναμιν καὶ βασιλικὸν ἀξίωμα παρέπλευσεν εἰς Πάριον ἰδίων ἕνεκα πραγμάτων· καὶ γενόμενος φίλος καὶ ξένος Μάνδρωνι, βασιλεύοντι Βεβρύκων τῶν Πιτυοεσσηνῶν προσαγορευομένων, ἐβοήθησε καὶ συνεπολέμησεν αὐτοῖς
10ὑπὸ τῶν προσοίκων ἐνοχλουμένοις. ὁ δὲ Μάνδρων ἄλλην τε πολλὴν ἐνεδείξατο τῷ Φόξῳ φιλοφροσύνην ἀποπλέ‐

255

B

οντι καὶ μέρος τῆς τε χώρας καὶ τῆς πόλεως ὑπισχνεῖτο δώσειν, εἰ βούλοιτο Φωκαεῖς ἔχων ἐποίκους εἰς τὴν Πιτυόεσσαν ἀφικέσθαι. πείσας οὖν τοὺς πολίτας ὁ Φόξος
ἐξέπεμψε τὸν ἀδελφὸν ἄγοντα τοὺς ἐποίκους. καὶ τὰ μὲν253
5παρὰ τοῦ Μάνδρωνος ὑπῆρχεν αὐτοῖς, ὥσπερ προσε‐ δόκησαν· ὠφελείας δὲ μεγάλας καὶ λάφυρα [καὶ λείας] ἀπὸ τῶν προσοίκων βαρβάρων λαμβάνοντες, ἐπίφθονοι τὸ πρῶτον εἶτα καὶ φοβεροὶ τοῖς Βέβρυξιν ἦσαν. ἐπι‐ θυμοῦντες οὖν αὐτῶν ἀπαλλαγῆναι, τὸν μὲν Μάνδρωνα,
10χρηστὸν ὄντα καὶ δίκαιον ἄνδρα περὶ τοὺς Ἕλληνας, οὐκ

255

C

ἔπεισαν, ἀποδημήσαντος δ’ ἐκείνου παρεσκευάζοντο τοὺς Φωκαεῖς δόλῳ διαφθεῖραι. τοῦ δὲ Μάνδρωνος ἡ θυγάτηρ Λαμψάκη παρθένος οὖσα τὴν ἐπιβουλὴν προέγνω, καὶ πρῶτον μὲν ἐπεχείρει τοὺς φίλους καὶ οἰκείους ἀποτρέ‐
5πειν καὶ διδάσκειν, ὡς ἔργον δεινὸν καὶ ἀσεβὲς ἐγχει‐ ροῦσι πράττειν, εὐεργέτας καὶ συμμάχους ἄνδρας νῦν δὲ καὶ πολίτας ἀποκτιννύντες. ὡς δ’ οὐκ ἔπειθε, τοῖς Ἕλ‐ λησιν ἔφρασε κρύφα τὰ πραττόμενα καὶ παρεκελεύσατο φυλάττεσθαι. οἱ δὲ θυσίαν τινὰ παρασκευασάμενοι καὶ
10θοίνην ἐξεκαλέσαντο τοὺς Πιτυοεσσηνοὺς εἰς τὸ προά‐ στειον· αὑτοὺς δὲ διελόντες δίχα, τοῖς μὲν τὰ τείχη

255

D

κατελάβοντο τοῖς δὲ τοὺς ἀνθρώπους ἀνεῖλον. οὕτω δὴ τὴν πόλιν κατασχόντες τόν τε Μάνδρωνα μετεπέμποντο, συμβασιλεύειν τοῖς παρ’ αὐτῶν κελεύοντες· καὶ τὴν Λαμψά‐ κην ἐξ ἀρρωστίας ἀποθανοῦσαν ἔθαψαν ἐν τῇ πόλει
5μεγαλοπρεπῶς καὶ τὴν πόλιν ἀπ’ αὐτῆς Λάμψακον προσηγόρευσαν. ἐπεὶ δ’ ὁ Μάνδρων προδοσίας ὑποψίαν φεύγων τὸ μὲν οἰκεῖν μετ’ αὐτῶν παρῃτήσατο, παῖδας δὲ τῶν τεθνηκότων καὶ γυναῖκας ἠξίωσε κομίσασθαι, καὶ ταῦτα προθύμως οὐδὲν ἀδικήσαντες ἐξέπεμψαν καὶ τῇ
10Λαμψάκῃ πρότερον ἡρωικὰς τιμὰς ἀποδιδόντες, ὕστερον

255

E

ὡς θεῷ θύειν ἐψηφίσαντο καὶ διατελοῦσιν οὕτω θύ‐
οντες.
ΑΡΕΤΑΦΙΛΑ Ἀρεταφίλα δ’ ἡ Κυρηναία παλαιὰ μὲν οὐ γέγονεν ἀλλ’
254
5ἐν τοῖς Μιθριδατικοῖς καιροῖς, ἀρετὴν δὲ καὶ πρᾶξιν ἐνάμιλλον τῇ [βουλῇ] τῶν ἡρωίδων παρέσχεν. ἦν δὲ θυγάτηρ μὲν Αἰγλάνορος Φαιδίμου δὲ γυνή, γνωρίμων ἀνδρῶν· καλὴ δὲ τὴν ὄψιν οὖσα καὶ τὸ φρονεῖν ἐδόκει περιττή τις εἶναι καὶ πολιτικῆς δεινότητος οὐκ ἄμοιρος·
10ἐπιφανῆ δ’ αὐτὴν αἱ κοιναὶ τύχαι τῆς πατρίδος ἐποίησαν. Νικοκράτης γὰρ ἐπαναστὰς Κυρηναίοις τύραννος ἄλλους τε πολλοὺς ἐφόνευε τῶν πολιτῶν καὶ τὸν ἱερέα τοῦ

255

F

Ἀπόλλωνος αὐτόχειρ ἀνελὼν Μελάνιππον εἶχε τὴν ἱερω‐ σύνην· ἀνεῖλε δὲ καὶ Φαίδιμον τὸν τῆς Ἀρεταφίλας ἄνδρα καὶ τὴν Ἀρεταφίλαν ἔγημεν ἄκουσαν. πρὸς δὲ μυρίοις ἄλλοις παρανομήμασι φύλακας ἐπὶ τῶν πυλῶν
5κατέστησεν, οἳ τοὺς ἐκφερομένους νεκροὺς ἐλυμαίνοντο νύττοντες ξιφιδίοις καὶ καυτήρια προσβάλλοντες ὑπὲρ τοῦ μηδένα τῶν πολιτῶν ὡς νεκρὸν λαθεῖν ἐκκομιζό‐ μενον. δύσφορα μὲν οὖν ἦν τῇ Ἀρεταφίλᾳ τὰ οἰκεῖα κακά, καίπερ ἐνδιδόντος αὐτῇ δι’ ἔρωτα τοῦ τυράννου

256

A

πλεῖστον ἀπολαύειν τῆς δυνάμεως | (ἥττητο γὰρ ἐκείνης καὶ μόνῃ χειροήθη παρεῖχεν αὑτὸν ἄτεγκτος ὢν τἄλλα καὶ θηριώδης)· ἠνία δὲ μᾶλλον αὐτὴν ἡ πατρὶς οἰκτρὰ πάσχουσα παρ’ ἀξίαν. ἄλλος γὰρ ἐπ’ ἄλλῳ τῶν πολιτῶν
5ἐσφάττετο, τιμωρία δ’ ἀπ’ οὐδενὸς ἠλπίζετο· καὶ γὰρ οἱ φυγάδες, ἀσθενεῖς παντάπασιν ὄντες καὶ περίφοβοι, διεσπάρησαν. αὑτὴν οὖν ἡ Ἀρεταφίλα ὑποθεῖσα μόνην τοῖς κοινοῖς ἐλπίδα καὶ τὰ Θήβης ζηλώσασα τῆς Φεραίας
καλὰ καὶ περιβόητα τολμήματα, συμμάχων δὲ πιστῶν255
10καὶ οἰκείων, οἵους ἐκείνῃ τὰ πράγματα παρέσχεν, ἔρημος οὖσα, φαρμάκοις ἐπεχείρησε διεργάσασθαι τὸν ἄνδρα.

256

B

παρασκευαζομένη δὲ καὶ πορίζουσα καὶ διαπειρωμένη πολλῶν δυνάμεων οὐκ ἔλαθεν ἀλλ’ ἐμηνύθη· καὶ γινο‐ μένων ἐλέγχων, Καλβία μὲν ἡ τοῦ Νικοκράτους μήτηρ, φύσει φονικὴ γυνὴ καὶ ἀπαραίτητος, εὐθὺς ᾤετο δεῖν
5ἀναιρεῖν αἰκισαμένην τὴν Ἀρεταφίλαν· τοῦ δὲ Νικοκρά‐ τους μέλλησιν ἐνεποίει τῇ ὀργῇ καὶ ἀσθένειαν ὁ ἔρως, καὶ τὸ τὴν Ἀρεταφίλαν ἐρρωμένως ὁμόσε χωρεῖν ταῖς κατηγορίαις ἀμύνουσαν ἑαυτῇ πρόφασίν τινα τῷ πάθει παρεῖχεν. ἐπεὶ δὲ κατελαμβάνετο τοῖς ἐλέγχοις καὶ τὴν
10παρασκευὴν τῆς φαρμακείας ἑώρα μὴ δεχομένην ἄρνη‐ σιν, ὡμολόγει, παρασκευάσασθαι δ’ οὐκ ὀλέθριον φαρμα‐

256

C

κείαν, ‘ἀλλ’ ὑπὲρ μεγάλων‘ εἶπεν, ‘ὦ ἄνερ, ἀγωνίζομαι, τῆς σῆς εὐνοίας πρὸς ἐμὲ καὶ δόξης καὶ δυνάμεως, ἣν διὰ σὲ καρποῦμαι πολλαῖς ἐπίφθονος οὖσα κακαῖς γυναιξίν· ὧν φάρμακα δεδοικυῖα καὶ μηχανὰς ἐπείσθην ἀντιμηχα‐
5νήσασθαι, μωρὰ μὲν ἴσως καὶ γυναικεῖα, θανάτου δ’ οὐκ ἄξια· πλὴν εἰ κριτῇ σοι δόξειε φίλτρων ἕνεκα καὶ γοητείας κτεῖναι γυναῖκα, πλεῖον ἢ σὺ βούλει φιλεῖσθαι δεομένην.‘ τοιαῦτα τὴν Ἀρεταφίλαν ἀπολογουμένην ἔδοξε τῷ Νικοκρά‐ τει βασανίσαι· καὶ τῆς Καλβίας ἐφεστώσης ἀτέγκτου καὶ

256

D

ἀπαραιτήτου, ταῖς βασάνοις ἀνέκρινε· καὶ διεφύλαττεν αὑτὴν ἀήττητον ἐν ταῖς ἀνάγκαις ἄχρι καὶ τὴν Καλβίαν ἀποκαμεῖν ἄκουσαν. ὁ δὲ Νικοκράτης ἀφῆκε πεισθεὶς καὶ μετενόει βα‐ σανίσας· καὶ χρόνον οὐ πολὺν διαλιπὼν αὖθις ἧκεν ὑπὸ τοῦ
5πάθους εἰς αὐτὴν φερόμενος, καὶ συνῆν αὖθις ἀναλαμβάνων τιμαῖς καὶ φιλοφροσύναις τὴν εὔνοιαν. ἡ δ’ οὐκ ἔμελλε
χάριτος ἡττᾶσθαι κρατήσασα βασάνων καὶ πόνων, ἀλλὰ τῷ φιλοκάλῳ φιλονεικίας προσγενομένης ἑτέρας ἥπτετο μηχα‐ νῆς. ἦν γὰρ αὐτῇ θυγάτηρ ἀνδρὸς ὥραν ἔχουσα καὶ τὴν256

256

E

ὄψιν ἱκανή· ταύτην ὑφῆκε τἀδελφῷ τοῦ τυράννου δέλεαρ, ὄντι μειρακίῳ πρὸς ἡδονὰς εὐαλώτῳ. πολὺς δὲ λόγος ἐστὶ χρησαμένην γοητείᾳ καὶ φαρμάκοις ἐπὶ τῇ κόρῃ τὴν Ἀρεταφίλαν χειρώσασθαι καὶ διαφθεῖραι τοῦ νεανίσκου
5τὸν λογισμόν· ἐκαλεῖτο δὲ Λάανδρος. ἐπεὶ δ’ ἡλώκει καὶ λιπαρήσας τὸν ἀδελφὸν ἔτυχε τοῦ γάμου, τὰ μὲν ἡ κόρη παρῆγεν αὐτὸν ὑπὸ τῆς μητρὸς διδασκομένη καὶ ἀνέ‐ πειθεν ἐλευθεροῦν τὴν πόλιν, ὡς μηδ’ αὐτὸν ἐλεύθερον ἐν τυραννίδι ζῶντα μηδὲ τοῦ λαβεῖν γάμον ἢ φυλάξαι
10κύριον ὄντα, τὰ δ’ οἱ φίλοι τῇ Ἀρεταφίλᾳ χαριζόμενοι

256

F

διαβολάς τινας ἀεὶ καὶ ὑπονοίας κατεσκεύαζον αὐτῷ πρὸς τὸν ἀδελφόν. ὡς δ’ ᾔσθετο καὶ τὴν Ἀρεταφίλαν τὰ αὐτὰ βουλευομένην καὶ σπουδάζουσαν, ἐπεχείρει τὸ ἔργον, καὶ Δάφνιν οἰκέτην παρορμήσας ἀπέκτεινε δι’
5ἐκείνου τὸν Νικοκράτην. τὰ λοιπὰ δ’ οὐκέτι τῇ Ἀρετα‐ φίλᾳ προσεῖχεν, ἀλλ’ εὐθὺς ἔδειξε τοῖς ἔργοις ἀδελφο‐ κτόνος οὐ τυραννοκτόνος γεγονώς· ἦρχε γὰρ ἐμπλήκτως

257

A

καὶ ἀνοήτως. | τιμὴ δέ τις ὅμως ἦν τῆς Ἀρεταφίλας παρ’ αὐτῷ καὶ δύναμις, οὐκ ἀπεχθανομένης οὐδὲ πολε‐ μούσης ἄντικρυς ἀλλ’ ἀδήλως διαταττούσης τὰ πράγ‐ ματα. πρῶτον μὲν γὰρ αὐτῷ Λιβυκὸν ὑπεκίνησε πόλε‐
5μον, Ἀνάβουν τινὰ πείσασα δυνάστην τὴν χώραν ἐπιδρα‐ μεῖν καὶ τῇ πόλει προσαγαγεῖν, ἔπειτα διέβαλε τοὺς φίλους καὶ τοὺς στρατηγοὺς πρὸς τὸν Λάανδρον, ὡς πολεμεῖν οὐκ ὄντας προθύμους, εἰρήνης δὲ μᾶλλον δεο‐ μένους καὶ ἡσυχίας, ἣν καὶ τὰ πράγματα ποθεῖν αὐτοῦ
10καὶ τὴν τυραννίδα, βουλομένου βεβαίως κρατεῖν τῶν πολιτῶν· αὐτὴ δὲ πράξειν ἔφη τὰς διαλύσεις καὶ τὸν

257

B

Ἀνάβουν εἰς λόγους αὐτῷ συνάξειν, ἐὰν κελεύῃ, πρὶν ἀνήκεστόν τι τὸν πόλεμον ἐξεργάσασθαι. κελεύσαντος δὲ τοῦ Λαάνδρου, πρότερον αὐτὴ τῷ Λίβυι διελέχθη, συλ‐ λαβεῖν δεομένη τὸν τύραννον ἐπὶ δωρεαῖς μεγάλαις καὶ257
5χρήμασιν, ὅταν εἰς λόγους αὐτῷ παραγένηται. πεισθέν‐ τος δὲ τοῦ Λίβυος, ὤκνει μὲν ὁ Λάανδρος, αἰδεσθεὶς δὲ τὴν Ἀρεταφίλαν αὐτὴν παρέσεσθαι φάσκουσαν, ἐξῆλ‐ θεν ἄνοπλος καὶ ἀφύλακτος. ὡς δ’ ἐγγὺς ἦλθε καὶ τὸν Ἀνάβουν εἶδεν, αὖθις ἐδυσχέραινε καὶ περιμένειν ἐβού‐
10λετο τοὺς δορυφόρους· ἡ δ’ Ἀρεταφίλα παροῦσα τὰ μὲν ἐθάρρυνεν αὐτὸν τὰ δ’ ἐκάκιζε· τέλος δὲ γενομένης

257

C

διατριβῆς, ἐφελκυσαμένη τῆς χειρὸς ἰταμῶς πάνυ καὶ τεθαρρηκότως προσήγαγε τῷ βαρβάρῳ καὶ παρέδωκεν. εὐθὺς οὖν ἀνήρπαστο καὶ συνείληπτο καὶ δεθεὶς ὑπὸ τῶν Λιβύων ἐτηρεῖτο, ἄχρι οὗ τὰ χρήματα τῇ Ἀρετα‐
5φίλᾳ κομίζοντες οἱ φίλοι παρεγένοντο μετὰ τῶν ἄλλων πολιτῶν. πυθόμενοι γὰρ οἱ πλεῖστοι ἐξέδραμον ἐπὶ τὴν παράκλησιν· ὡς δ’ εἶδον τὴν Ἀρεταφίλαν, ὀλίγου ἐδέησαν ἐκλαθέσθαι τῆς πρὸς τὸν τύραννον ὀργῆς, καὶ πάρεργον τὴν ἐκείνου τιμωρίαν ἐνόμιζον· ἔργον δὲ πρῶτον ἦν
10αὐτοῖς καὶ ἀπόλαυσμα τῆς ἐλευθερίας ἐκείνην ἀσπάσα‐ σθαι μετὰ χαρᾶς καὶ δακρύων, ὥσπερ ἀγάλματι θεοῦ

257

D

προσπίπτοντας. ἄλλων δ’ ἐπ’ ἄλλοις ἐπιρρεόντων, μόλις ἑσπέρας τὸν Λάανδρον παραλαβόντες ἐπανῆλθον εἰς τὴν πόλιν. ἐπεὶ δὲ τῶν τιμῶν τῆς Ἀρεταφίλας καὶ τῶν ἐπαίνων ἐνεπλήσθησαν, οὕτω τραπόμενοι πρὸς τοὺς τυ‐
5ράννους τὴν μὲν Καλβίαν ζῶσαν κατέκαυσαν, τὸν δὲ Λάανδρον ἐνράψαντες εἰς βύρσαν κατεπόντισαν. ἠξίουν δὲ τὴν Ἀρεταφίλαν συνάρχειν καὶ συνδιοικεῖν τοῖς ἀρί‐ στοις ἀνδράσι τὴν πολιτείαν. ἡ δ’ ὡς ποικίλον τι δρᾶμα καὶ πολυμερὲς ἀγωνισαμένη μέχρι στεφάνου διαδόσεως,
10ὡς ἐπεῖδε τὴν πόλιν ἐλευθέραν, εὐθὺς εἰς τὴν γυναι‐258

257

E

κωνῖτιν ἐνεδύετο, καὶ τοῦ πολυπραγμονεῖν ὁτιοῦν προ‐ βαλλομένη τὸν λοιπὸν χρόνον ἐν ἱστοῖς ἡσυχίαν ἄγουσα μετὰ τῶν φίλων καὶ οἰκείων διετέλεσεν.
ΚΑΜΜΑ
5 Ἦσαν ἐν Γαλατίᾳ δυνατώτατοι τῶν τετραρχῶν καί τι καὶ κατὰ γένος προσήκοντες ἀλλήλοις Σινάτος τε καὶ Σινόριξ. ὧν ὁ Σινάτος γυναῖκα παρθένον ἔσχε Κάμμαν ὄνομα, περίβλεπτον μὲν ἰδέᾳ σώματος καὶ ὥρᾳ, θαυμα‐ ζομένην δὲ μᾶλλον δι’ ἀρετήν· οὐ γὰρ μόνον σώφρων καὶ
10φίλανδρος, ἀλλὰ καὶ συνετὴ καὶ μεγαλόφρων καὶ ποθεινὴ τοῖς ὑπηκόοις ἦν διαφερόντως ὑπ’ εὐμενείας καὶ χρηστό‐ τητος· ἐπιφανεστέραν δ’ αὐτὴν ἐποίει καὶ τὸ τῆς Ἀρτέ‐

257

F

μιδος ἱέρειαν εἶναι, ἣν μάλιστα Γαλάται σέβουσι, περί τε πομπὰς ἀεὶ καὶ θυσίας κεκοσμημένην ὁρᾶσθαι μεγαλο‐ πρεπῶς. ἐρασθεὶς οὖν αὐτῆς ὁ Σινόριξ, καὶ μήτε πεῖσαι μήτε βιάσασθαι ζῶντος τοῦ ἀνδρὸς δυνατὸς ὤν, ἔργον
5εἰργάσατο δεινόν· ἀπέκτεινε γὰρ δόλῳ τὸν Σινάτον, καὶ χρόνον οὐ πολὺν διαλιπὼν ἐμνᾶτο τὴν Κάμμαν ἐν τῷ

258

A

ἱερῷ ποιουμένην τὰς διατριβὰς | καὶ φέρουσαν οὐκ οἰκ‐ τρῶς καὶ ταπεινῶς ἀλλὰ θυμῷ νοῦν ἔχοντι καὶ καιρὸν περιμένοντι τὴν τοῦ Σινόριγος παρανομίαν. ὁ δὲ λιπαρὴς ἦν περὶ τὰς δεήσεις, καὶ λόγων ἐδόκει μὴ παντάπασιν
5ἀπορεῖν εὐπρέπειαν ἐχόντων, ὡς τὰ μὲν ἄλλα Σινάτου βελτίονα παρεσχηκὼς ἑαυτὸν ἀνελὼν δ’ ἐκεῖνον ἔρωτι τῆς Κάμμας, μὴ δι’ ἑτέραν τινὰ πονηρίαν. ἦσαν οὖν τὸ
πρῶτον ἀρνήσεις οὐκ ἄγαν ἀπηνεῖς τῆς γυναικός, εἶτα κατὰ μικρὸν ἐδόκει μαλάσσεσθαι· καὶ γὰρ οἰκεῖοι καὶ259
10φίλοι προσέκειντο θεραπείᾳ καὶ χάριτι τοῦ Σινόριγος μέγιστον δυναμένου, πείθοντες αὐτὴν καὶ καταβιαζό‐

258

B

μενοι· τέλος δὲ συνεχώρει καὶ μετεπέμπετο πρὸς ἑαυτὴν ἐκεῖνον, ὡς παρὰ τῇ θεῷ τῆς συναινέσεως καὶ καταπι‐ στώσεως γενησομένης. ἐλθόντα δὲ δεξαμένη φιλοφρό‐ νως καὶ προσαγαγοῦσα τῷ βωμῷ κατέσπεισεν ἐκ φιά‐
5λης, καὶ τὸ μὲν ἐξέπιεν αὐτὴ τὸ δ’ ἐκεῖνον ἐκέλευσεν· ἦν δὲ πεφαρμαγμένον μελίκρατον. ὡς δ’ εἶδε πεπωκότα, λαμπρὸν ἀνωλόλυξε καὶ τὴν θεὸν προσκυνήσασα ‘μαρτύ‐ ρομαί σε‘ εἶπεν, ‘ὦ πολυτίμητε δαῖμον, ὅτι ταύτης ἕνεκα τῆς ἡμέρας ἐπέζησα τῷ Σινάτου φόνῳ, χρόνον
10τοσοῦτον οὐδὲν ἀπολαύουσα τοῦ βίου χρηστὸν ἀλλ’ ἢ τὴν ἐλπίδα τῆς δίκης, ἣν ἔχουσα καταβαίνω πρὸς τὸν

258

C

ἐμὸν ἄνδρα. σοὶ δ’, ὦ πάντων ἀνοσιώτατε ἀνθρώπων, τάφον ἀντὶ θαλάμου καὶ γάμου παρασκευαζέτωσαν οἱ προσήκοντες.‘ ταῦτα δ’ ἀκούσας ὁ Γαλάτης καὶ τοῦ φαρμάκου δρῶντος ἤδη καὶ διακινοῦντος τὸ σῶμα συναι‐
5σθόμενος ἐπέβη μὲν ὀχήματος ὡς σάλῳ καὶ τιναγμῷ χρησόμενος, ἐξέστη δὲ παραχρῆμα καὶ μεταβὰς εἰς φο‐ ρεῖον ἑσπέρας ἀπέθανεν. ἡ δὲ Κάμμα διενεγκοῦσα τὴν νύκτα καὶ πυθομένη τέλος ἔχειν ἐκεῖνον, εὐθύμως καὶ ἱλαρῶς κατέστρεψεν.
10ΣΤΡΑΤΟΝΙΚΗ

258

D

Παρέσχε δ’ ἡ Γαλατία καὶ Στρατονίκην τὴν Δηιοτάρου
καὶ Χιομάραν τὴν Ὀρτιάγοντος ἀξίας μνήμης γυναῖκας· ἡ μὲν οὖν Στρατονίκη δεόμενον γνησίων παίδων ἐπὶ δια‐ δοχῇ τῆς βασιλείας ἐπισταμένη τὸν ἄνδρα, μὴ τίκτουσα260
5δ’ αὐτὴ συνέπεισεν ἐξ ἑτέρας γυναικὸς παιδοποιησά‐ μενον αὐτῇ τὸ παιδίον περιιδεῖν ὑποβαλλόμενον. τοῦ δὲ Δηιοτάρου τήν τε γνώμην θαυμάσαντος καὶ πᾶν ἐπ’ αὐτῇ ποιησαμένου, παρθένον εὐπρεπῆ παρασκευάσασα τῶν αἰχμαλώτων ὄνομα Ἠλέκτραν συνεῖρξε τῷ Δηιο‐
10τάρῳ καὶ τοὺς γενομένους παῖδας ὥσπερ γνησίους αὐτῆς ἔθρεψε φιλοστόργως καὶ μεγαλοπρεπῶς.

258

E

ΧΙΟΜΑΡΑ Χιομάραν δὲ συνέβη τὴν Ὀρτιάγοντος αἰχμάλωτον γενέσθαι μετὰ τῶν ἄλλων γυναικῶν, ὅτε Ῥωμαῖοι καὶ Γναῖος ἐνίκησαν μάχῃ τοὺς ἐν Ἀσίᾳ Γαλάτας. ὁ δὲ λα‐
5βὼν αὐτὴν ταξίαρχος ἐχρήσατο τῇ τύχῃ στρατιωτικῶς καὶ κατῄσχυνεν. ἦν δ’ ἄρα καὶ πρὸς ἡδονὴν καὶ ἀργύριον ἐμπαθὴς καὶ ἀκρατὴς ἄνθρωπος, ἡττήθη δ’ ὅμως ὑπὸ τῆς φιλαργυρίας, καὶ χρυσίου συχνοῦ διομολογηθέντος ὑπὲρ τῆς γυναικὸς ἦγεν αὐτὴν ἀπολυτρώσων, ποταμοῦ
10τινος ἐν μέσῳ διείργοντος. ὡς δὲ διαβάντες οἱ Γαλάται τὸ χρυσίον ἔδωκαν αὐτῷ καὶ παρελάμβανον τὴν Χιο‐

258

F

μάραν, ἡ μὲν ἀπὸ νεύματος προσέταξεν ἑνὶ παῖσαι τὸν Ῥωμαῖον ἀσπαζόμενον αὐτὴν καὶ φιλοφρονούμενον· ἐκεί‐ νου δὲ πεισθέντος καὶ τὴν κεφαλὴν ἀποκόψαντος, ἀρα‐ μένη καὶ περιστείλασα τοῖς κόλποις ἀπήλαυνεν. ὡς δ’
5ἦλθε πρὸς τὸν ἄνδρα καὶ τὴν κεφαλὴν αὐτῷ προύβαλεν, ἐκείνου θαυμάσαντος καὶ εἰπόντος ‘ὦ γύναι, καλὸν ἡ
πίστισ‘, ‘ναί‘ εἶπεν ‘ἀλλὰ κάλλιον ἕνα μόνον ζῆν ἐμοὶ συγγεγενημένον.‘ ταύτῃ μὲν ὁ Πολύβιός φησι διὰ λόγων ἐν Σάρδεσι γενόμενος θαυμάσαι τό τε φρόνημα καὶ τὴν261
10σύνεσιν. |

259

A

〈ΓΥΝΑΙΟΝ ΠΕΡΓΑΜΗΝΟΝ〉 Ἐπεὶ δὲ Μιθριδάτης ἑξήκοντα Γαλατῶν τοὺς ἀρίστους μεταπεμψάμενος εἰς Πέργαμον ὡς φίλους ὑβριστικῶς ἐδόκει καὶ δεσποτικῶς προσφέρεσθαι καὶ πάντες ἠγανά‐
5κτουν, 〈Ἐ〉πορηδόριξ, ἀνὴρ τό τε σῶμα ῥωμαλέος καὶ τὴν ψυχὴν διαφέρων (ἦν δὲ † Τοσιωπῶν τετράρχης), ἀνεδέ‐ ξατο τὸν Μιθριδάτην, ὅταν ἐν τῷ βήματι 〈τοῦ〉 γυμνα‐ σίου χρηματίζῃ, συναρπάσας ὤσειν ἅμα σὺν αὐτῷ κατὰ τῆς φάραγγος. τύχῃ δέ τινι τῆς ἡμέρας ἐκείνης οὐκ
10ἀναβάντος εἰς τὸ γυμνάσιον αὐτοῦ, μεταπεμπομένου δὲ τοὺς Γαλάτας οἴκαδε, θαρρεῖν παρεκάλει, καὶ ὅταν ἐν

259

B

ταὐτῷ γένωνται, διασπάσαι τὸ σῶμα καὶ διαφθεῖραι πανταχόθεν προσπεσόντας. τοῦτ’ οὐκ ἔλαθε τὸν Μιθρι‐ δάτην, ἀλλὰ μηνύσεως γενομένης, καθ’ ἕνα τῶν Γαλα‐ τῶν παρεδίδου σφαγησόμενον· εἶτά πως ἀναμνησθεὶς
5νεανίσκου πολὺ προέχοντος ὥρᾳ καὶ κάλλει τῶν καθ’ αὑτὸν ᾤκτειρε καὶ μετενόει, καὶ δῆλος ἦν ἀχθόμενος ὡς ἐν πρώτοις ἀπολωλότος, ὅμως δ’ ἔπεμψεν, εἰ ζῶν
εὑρεθείη, μεθεῖναι κελεύων· ἦν δ’ ὄνομα τῷ νεανίσκῳ Βηπολιτανός. καί τις αὐτῷ τύχη θαυμαστὴ συνέπεσε·262
10καλὴν γὰρ ἐσθῆτα καὶ πολυτελῆ συνελήφθη φορῶν· ἣν ὁ δήμιος ἀναίμακτον αὑτῷ καὶ καθαρὰν διαφυλάξαι

259

C

βουλόμενος, καὶ ἀποδύων ἀτρέμα τὸν νεανίσκον, εἶδε τοὺς παρὰ τοῦ βασιλέως προσθέοντας ἅμα καὶ τοὔνομα τοῦ μειρακίου βοῶντας. τὸν μὲν οὖν Βηπολιτανὸν ἡ πολλοὺς ἀπολέσασα φιλαργυρία διέσωσεν ἀπροσδοκήτως.
5ὁ δ’ 〈Ἐ〉πορηδόριξ κατακοπεὶς ἄταφος ἐξεβέβλητο, καὶ τῶν φίλων οὐδεὶς ἐτόλμησε προσελθεῖν· γύναιον δὲ Περγαμηνὸν ἐγνωσμένον ἀφ’ ὥρας ζῶν [τι] τῷ Γαλάτῃ παρεκινδύνευσε θάψαι καὶ περιστεῖλαι τὸν νεκρόν· ᾔσθοντο δ’ οἱ φύλακες καὶ συλλαβόντες ἀνήγαγον πρὸς τὸν βασι‐
10λέα. λέγεται μὲν οὖν τι καὶ πρὸς τὴν ὄψιν αὐτῆς παθεῖν ὁ Μιθριδάτης, νέας παντάπασι καὶ ἀκάκου τῆς παιδί‐

259

D

σκης φανείσης· ἔτι δὲ μᾶλλον ὡς ἔοικε τὴν αἰτίαν γνοὺς ἐρωτικὴν οὖσαν ἐπεκλάσθη καὶ συνεχώρησεν ἀνελέσθαι καὶ θάψαι τὸν νεκρὸν ἐσθῆτα καὶ κόσμον ἐκ τῶν ἐκείνου λαβοῦσαν.
5
ΤΙΜΟΚΛΕΙΑ Θεαγένης ὁ Θηβαῖος, Ἐπαμεινώνδᾳ καὶ Πελοπίδᾳ καὶ τοῖς ἀρίστοις ἀνδράσι τὴν αὐτὴν ὑπὲρ τῆς πόλεως λα‐ βὼν διάνοιαν, ἔπταισε περὶ τὴν κοινὴν τύχην τῆς Ἑλ‐ λάδος ἐν Χαιρωνείᾳ, κρατῶν ἤδη καὶ διώκων τοὺς κατ’
10αὐτὸν ἀντιτεταγμένους. ἐκεῖνος γὰρ ἦν ὁ πρὸς τὸν ἐμβοή‐ σαντα ‘μέχρι ποῦ διώκεις;‘ ἀποκρινάμενος ‘μέχρι Μακε‐

259

E

δονίας.‘ ἀποθανόντι δ’ αὐτῷ περιῆν ἀδελφὴ μαρτυροῦσα κἀκεῖνον ἀρετῇ γένους καὶ φύσει μέγαν ἄνδρα καὶ λαμ‐ πρὸν γενέσθαι· πλὴν ταύτῃ γε καὶ χρηστὸν ἀπολαῦσαί τι τῆς ἀρετῆς ὑπῆρξεν, ὥστε κουφότερον, ὅσον τῶν κοι‐263
5νῶν ἀτυχημάτων εἰς αὐτὴν ἦλθεν, ἐνεγκεῖν. ἐπεὶ γὰρ ἐκράτησε Θηβαίων Ἀλέξανδρος, ἄλλοι δ’ ἄλλα τῆς πόλεως ἐπόρθουν ἐπιόντες, ἔτυχε τῆς Τιμοκλείας τὴν οἰκίαν καταλαβὼν ἄνθρωπος οὐκ ἐπιεικὴς οὐδ’ ἥμερος ἀλλ’ ὑβριστὴς καὶ ἀνόητος· ἦρχε δὲ Θρᾳκίου τινὸς ἴλης καὶ
10ὁμώνυμος ἦν τοῦ βασιλέως οὐδὲν δ’ ὅμοιος. οὔτε γὰρ τὸ γένος οὔτε τὸν βίον αἰδεσθεὶς τῆς γυναικός, ὡς ἐνέπλησεν

259

F

ἑαυτὸν οἴνου, μετὰ δεῖπνον ἐκάλει συναναπαυσομένην. καὶ τοῦτο πέρας οὐκ ἦν· ἀλλὰ καὶ χρυσὸν ἐζήτει καὶ ἄργυρον, εἴ τις εἴη κεκρυμμένος ὑπ’ αὐτῆς, τὰ μὲν [ὡς] ἀπειλῶν τὰ δ’ ὡς ἕξων διὰ παντὸς ἐν τάξει γυναικός.
5ἡ δὲ δεξαμένη λαβὴν αὐτοῦ διδόντος ‘ὤφελον μέν‘ εἶπε ‘τεθνάναι πρὸ ταύτης ἐγὼ τῆς νυκτὸς ἢ ζῆν, 〈ὥστε〉 τὸ γοῦν σῶμα πάντων ἀπολλυμένων ἀπείρατον ὕβρεως δια‐

260

A

φυλάξαι· | πεπραγμένων δ’ οὕτως, εἴ σε κηδεμόνα καὶ δεσπότην καὶ ἄνδρα δεῖ νομίζειν, τοῦ δαίμονος διδόντος, οὐκ ἀποστερήσω σε τῶν σῶν· ἐμαυτὴν γάρ, ὅ τι βούλῃ σύ, ὁρῶ γεγενημένην. ἐμοὶ περὶ σῶμα κόσμος ἦν καὶ
5ἄργυρος ἐν ἐκπώμασιν, ἦν τι καὶ χρυσοῦ καὶ νομίσματος. ὡς δ’ ἡ πόλις ἡλίσκετο, πάντα συλλαβεῖν κελεύσασα τὰς θεραπαινίδας ἔρριψα, μᾶλλον δὲ κατεθέμην εἰς φρέαρ ὕδωρ οὐκ ἔχον· οὐδ’ ἴσασιν αὐτὸ πολλοί· πῶμα γὰρ ἔπεστι καὶ κύκλῳ περιπέφυκεν ὕλη σύσκιος. ταῦτα σὺ
10μὲν εὐτυχοίης λαβών, ἐμοὶ δ’ ἔσται πρός σε μαρτύρια

260

B

καὶ γνωρίσματα τῆς περὶ τὸν οἶκον εὐτυχίας καὶ λαμπρό‐ τητος.‘ ἀκούσας οὖν ὁ Μακεδὼν οὐ περιέμεινε τὴν ἡμέραν, ἀλλ’ εὐθὺς ἐβάδιζεν ἐπὶ τὸν τόπον, ἡγουμένης τῆς Τιμοκλείας· καὶ τὸν κῆπον ἀποκλεῖσαι κελεύσας,264
5ὅπως αἴσθοιτο μηδείς, κατέβαινεν ἐν τῷ χιτῶνι. στυγερὰ δ’ ἡγεῖτο Κλωθὼ τιμωρὸς ὑπὲρ τῆς Τιμοκλείας ἐφε‐ στώσης ἄνωθεν. ὡς δ’ ᾔσθετο τῇ φωνῇ κάτω γεγο‐ νότος, πολλοὺς μὲν αὐτὴ τῶν λίθων ἐπέφερε πολλοὺς δὲ καὶ μεγάλους αἱ θεραπαινίδες ἐπεκυλίνδουν, ἄχρι οὗ
10κατέκοψαν αὐτὸν καὶ κατέχωσαν. ὡς δ’ ἔγνωσαν οἱ Μακεδόνες καὶ τὸν νεκρὸν ἀνείλοντο κηρύγματος ἤδη γεγο‐

260

C

νότος μηδένα κτείνειν Θηβαίων, ἦγον αὐτὴν συλλαβόντες ἐπὶ τὸν βασιλέα καὶ προσήγγειλαν τὸ τετολμημένον. ὁ δὲ καὶ τῇ καταστάσει τοῦ προσώπου καὶ τῷ σχολαίῳ τοῦ βαδίσματος ἀξιωματικόν τι καὶ γενναῖον ἐνιδὼν πρῶτον
5ἀνέκρινεν αὐτὴν τίς εἴη γυναικῶν. ἡ δ’ ἀνεκπλήκτως πάνυ καὶ τεθαρρηκότως εἶπεν ‘ἐμοὶ Θεαγένης ἦν ἀδελ‐ φός, ὃς ἐν Χαιρωνείᾳ στρατηγῶν καὶ μαχόμενος πρὸς ὑμᾶς ὑπὲρ τῆς τῶν Ἑλλήνων ἐλευθερίας ἔπεσεν, ὅπως ἡμεῖς μηδὲν τοιοῦτον πάθωμεν· ἐπεὶ δὲ πεπόνθαμεν
10ἀνάξια τοῦ γένους, ἀποθανεῖν οὐ φεύγομεν· οὐδὲ γὰρ ἄμεινον ἴσως ζῶσαν ἑτέρας πειρᾶσθαι νυκτός, εἰ σὺ

260

D

τοῦτο μὴ κωλύσεις.‘ οἱ μὲν οὖν ἐπιεικέστατοι τῶν παρ‐ όντων ἐδάκρυσαν, Ἀλεξάνδρῳ δ’ οἰκτείρειν μὲν οὐκ ἐπῄει τὴν ἄνθρωπον ὡς μείζονα συγγνώμης πράξασαν, θαυμάσας δὲ τὴν ἀρετὴν καὶ τὸν λόγον εὖ μάλα καθαψά‐
5μενον αὐτοῦ, τοῖς μὲν ἡγεμόσι παρήγγειλε προσέχειν
καὶ φυλάττειν, μὴ πάλιν ὕβρισμα τοιοῦτον εἰς οἰκίαν ἔνδοξον γένηται, τὴν δὲ Τιμόκλειαν ἀφῆκεν αὐτήν τε καὶ πάντας, ὅσοι κατὰ γένος αὐτῇ προσήκοντες εὑρέθησαν.
ΕΡΥΞΩ
265
10 Βάττου τοῦ ἐπικληθέντος Εὐδαίμονος υἱὸς Ἀρκεσίλαος ἦν οὐδὲν ὅμοιος τῷ πατρὶ τοὺς τρόπους· καὶ γὰρ ζῶντος

260

E

ἔτι περὶ τὴν οἰκίαν περιθεὶς ἐπάλξεις ὑπὸ τοῦ πατρὸς ἐζημιώθη ταλάντῳ· καὶ τελευτήσαντος ἐκείνου, τοῦτο μὲν φύσει χαλεπὸς ὤν (ὅπερ καὶ ἐπεκλήθη), τοῦτο δὲ φίλῳ πονηρῷ, Λαάρχῳ, χρώμενος ἀντὶ βασιλέως ἐγεγόνει
5τύραννος. ὁ δὲ Λάαρχος ἐπιβουλεύων τῇ τυραννίδι καὶ τοὺς ἀρίστους τῶν Κυρηναίων ἐξελαύνων ἢ φονεύων ἐπὶ τὸν Ἀρκεσίλαον τὰς αἰτίας ἔτρεπε· καὶ τέλος ἐκεῖνον μὲν εἰς νόσον ἐμβαλὼν φθινάδα καὶ χαλεπὴν λαγὼν πιόντα θαλάσσιον διέφθειρεν, αὐτὸς δὲ τὴν ἀρχὴν εἶχεν
10ὡς τῷ παιδὶ τῷ ἐκείνου Βάττῳ διαφυλάττων. ὁ μὲν οὖν παῖς καὶ διὰ τὴν χωλότητα καὶ διὰ τὴν ἡλικίαν

260

F

κατεφρονεῖτο, τῇ δὲ μητρὶ πολλοὶ προσεῖχον αὐτοῦ· σώφρων τε γὰρ ἦν καὶ φιλάνθρωπος οἰκείους τε πολλοὺς καὶ δυνατοὺς εἶχε. διὸ καὶ θεραπεύων αὐτὴν ὁ Λάαρχος ἐμνηστεύετο καὶ τὸν Βάττον ἠξίου παῖδα θέσθαι γήμας
5ἐκείνην καὶ κοινωνὸν ἀποδεῖξαι τῆς ἀρχῆς· ἡ δ’ Ἐρυξὼ (τοῦτο γὰρ ἦν ὄνομα τῇ γυναικὶ) βουλευσαμένη μετὰ τῶν ἀδελφῶν ἐκέλευε τὸν Λάαρχον ἐντυγχάνειν ἐκείνοις, ὡς

261

A

αὐτῆς προσιεμένης τὸν γάμον. | ἐπεὶ δ’ ὁ Λάαρχος ἐνετύγ‐ χανε τοῖς ἀδελφοῖς, ἐκεῖνοι δ’ ἐπίτηδες παρῆγον καὶ
ἀνεβάλλοντο, πέμπει πρὸς αὐτὸν ἡ Ἐρυξὼ θεραπαινίδα παρ’ αὑτῆς παραγγέλλουσαν, ὅτι νῦν μὲν ἀντιλέγουσιν οἱ266
5ἀδελφοί, γενομένης δὲ τῆς συνόδου παύσονται διαφερό‐ μενοι καὶ συγχωρήσουσι· δεῖν οὖν αὐτόν, εἰ βούλεται, νύκτωρ ἀφικέσθαι πρὸς αὐτήν· καλῶς γὰρ ἕξειν καὶ τὰ λοιπὰ τῆς ἀρχῆς γενομένης. ἦν οὖν ταῦτα πρὸς ἡδονὴν τῷ Λαάρχῳ, καὶ παντάπασιν ἀναπτοηθεὶς πρὸς τὴν
10φιλοφροσύνην τῆς γυναικὸς ὡμολόγησεν ἥξειν, ὅταν ἐκείνη κελεύσῃ· ταῦτα δ’ ἔπραττεν ἡ Ἐρυξὼ μετὰ Πο‐

261

B

λυάρχου τοῦ πρεσβυτάτου τῶν ἀδελφῶν. ὁρισθέντος δὲ καιροῦ πρὸς τὴν σύνοδον, ὁ Πολύαρχος εἰς τὸ δωμάτιον τῆς ἀδελφῆς παρεισήχθη κρύφα, νεανίσκους ἔχων δύο σὺν αὑτῷ ξιφήρεις, φόνῳ πατρὸς ἐπεξιόντας, ὃν ὁ Λάαρ‐
5χος ἐτύγχανεν ἀπεκτονὼς νεωστί. μεταπεμψαμένης δὲ τῆς Ἐρυξοῦς αὐτὸν ἄνευ δορυφόρων εἰσῆλθε, καὶ τῶν νεανίσκων αὐτῷ προσπεσόντων τυπτόμενος τοῖς ξίφεσιν ἀπέθανε. τὸν μὲν οὖν νεκρὸν ἔρριψαν ὑπὲρ τὸ τεῖχος, τὸν δὲ Βάττον προαγαγόντες ἀνέδειξαν ἐπὶ τοῖς πατρίοις
10βασιλέα, καὶ τὴν ἀπ’ ἀρχῆς πολιτείαν ὁ Πολύαρχος ἀπέδωκε τοῖς Κυρηναίοις. ἐτύγχανον δ’ Ἀμάσιδος τοῦ

261

C

Αἰγυπτίων βασιλέως στρατιῶται συχνοὶ παρόντες, οἷς ὁ Λάαρχος ἐχρῆτο πιστοῖς, καὶ φοβερὸς ἦν οὐχ ἥκιστα δι’ ἐκείνων τοῖς πολίταις. οὗτοι πρὸς Ἄμασιν ἔπεμψαν τοὺς κατηγορήσοντας τοῦ τε Πολυάρχου καὶ τῆς Ἐρυξοῦς.
5χαλεπαίνοντος δ’ ἐκείνου καὶ διανοουμένου πολεμεῖν τοῖς Κυρηναίοις συνέβη τὴν μητέρα τελευτῆσαι, καὶ ταφὰς αὐτῆς ἐπιτελοῦντος 〈τοὺσ〉 ἀπαγγέλλοντας ἐλθεῖν παρὰ τοῦ Ἀμάσιδος. ἔδοξεν οὖν τῷ Πολυάρχῳ βαδίζειν ἀπο‐ λογησομένῳ· τῆς δ’ Ἐρυξοῦς μὴ ἀπολειπομένης, ἀλλ’
10ἕπεσθαι καὶ συγκινδυνεύειν βουλομένης οὐδ’ ἡ μήτηρ Κριτόλα, καίπερ οὖσα πρεσβῦτις, ἀπελείπετο. μέγιστον267

261

D

δ’ αὐτῆς ἦν ἀξίωμα, Βάττου γεγενημένης ἀδελφῆς τοῦ Εὐδαίμονος. ὡς οὖν ἦλθον εἰς Αἴγυπτον, οἵ τ’ ἄλλοι θαυμαστῶς ἀπεδέξαντο τὴν πρᾶξιν αὐτῶν, καὶ ὁ Ἄμασις οὐ μετρίως ἀπεδέξατο τήν τε σωφροσύνην καὶ τὴν ἀνδρείαν
5τῆς Ἐρυξοῦς· δώροις δὲ τιμήσας καὶ θεραπείᾳ βασιλικῇ τόν τε Πολύαρχον καὶ τὰς γυναῖκας εἰς Κυρήνην ἀπέ‐ στειλεν.
ΞΕΝΟΚΡΙΤΗ Οὐχ ἧττον δ’ ἄν τις ἀγάσαιτο τὴν Κυμαίαν Ξενο‐
10κρίτην ἐπὶ τοῖς πραχθεῖσι περὶ Ἀριστόδημον τὸν τύραν‐ νον, ᾧ τινες Μαλακὸν ἐπίκλησιν οἴονται γεγονέναι, τὸ

261

E

ἀληθὲς ἀγνοοῦντες. ἐπεκλήθη γὰρ ὑπὸ τῶν βαρβάρων Μαλακός, ὅπερ ἐστὶν ἀντίπαις, ὅτι μειράκιον ὢν παν‐ τάπασι μετὰ τῶν ἡλίκων ἔτι κομώντων (οὓς κορωνιστὰς ὡς ἔοικεν ἀπὸ τῆς κόμης ὠνόμαζον) ἐν τοῖς πρὸς τοὺς
5βαρβάρους πολέμοις ἐπιφανὴς ἦν καὶ λαμπρὸς οὐ τόλμῃ μόνον οὐδὲ χειρὸς ἔργοις, ἀλλὰ καὶ συνέσει καὶ προνοίᾳ φανεὶς περιττός. ὅθεν εἰς τὰς μεγίστας προῆλθεν ἀρχὰς θαυμαζόμενος ὑπὸ τῶν πολιτῶν, καὶ Ῥωμαίοις ἐπι‐ κουρίαν ἄγων ἐπέμφθη πολεμουμένοις ὑπὸ τῶν Τυρρη‐
10νῶν, Ταρκύνιον Σούπερβον ἐπὶ τὴν βασιλείαν καταγόν‐ των. ἐν ταύτῃ δὲ τῇ στρατείᾳ μακρᾷ γενομένῃ πάντα

261

F

πρὸς χάριν ἐνδιδοὺς τοῖς στρατευομένοις τῶν πολιτῶν καὶ δημαγωγῶν μᾶλλον ἢ στρατηγῶν ἔπεισεν αὐτοὺς συνεπιθέσθαι τῇ βουλῇ καὶ συνεκβαλεῖν τοὺς ἀρίστους
καὶ δυνατωτάτους. ἐκ δὲ τούτου γενόμενος τύραννος ἦν268
5μὲν ἐν ταῖς περὶ γυναῖκας καὶ παῖδας ἐλευθέρους ἀδι‐ κίαις αὐτὸς ἑαυτοῦ μοχθηρότατος. ἱστόρηται γάρ, ὅτι τοὺς μὲν ἄρρενας παῖδας ἤσκει κομᾶν καὶ χρυσοφορεῖν, τὰς δὲ θηλείας ἠνάγκαζε περιτρόχαλα κείρεσθαι καὶ φορεῖν ἐφηβικὰς χλαμύδας κατὰ τῶν ἀνακώλων χιτω‐

262

A

νίσκων. | οὐ μὴν ἀλλ’ ἐξαιρέτως ἐρασθεὶς τῆς Ξενο‐ κρίτης εἶχεν αὐτὴν φυγάδος οὖσαν πατρός, οὐ κατα‐ γαγὼν οὐδὲ πείσας ἐκεῖνον, ἀλλ’ ὁπωσοῦν ἡγούμενος ἀγαπᾶν συνοῦσαν αὐτῷ τὴν κόρην, ἅτε δὴ ζηλουμένην
5καὶ μακαριζομένην ὑπὸ τῶν πολιτῶν. τὴν δὲ ταῦτα μὲν οὐκ ἐξέπληττεν· ἀχθομένη δ’ ἐπὶ τῷ συνοικεῖν ἀνέκδοτος καὶ ἀνέγγυος οὐδεν〈ὸσ〉 ἧττον ἐπόθει τῶν μισουμένων ὑπὸ τοῦ τυράννου τὴν τῆς πατρίδος ἐλευθερίαν. ἔτυχε δὲ κατ’ ἐκεῖνο καιροῦ τάφρον ἄγων κύκλῳ περὶ τὴν
10χώραν ὁ Ἀριστόδημος, οὔτ’ ἀναγκαῖον ἔργον οὔτε χρήσι‐ μον, ἄλλως δὲ τρίβειν καὶ ἀποκναίειν πόνοις καὶ ἀσχο‐

262

B

λίαις τοὺς πολίτας βουλόμενος· ἦν γὰρ προστεταγμένον ἑκάστῳ μέτρων τινῶν ἀριθμὸν ἐκφέρειν τῆς γῆς. ** ὡς εἶδεν ἐπιόντα τὸν Ἀριστόδημον, ἐξέκλινε καὶ παρεκαλύ‐ ψατο τῷ χιτωνίσκῳ τὸ πρόσωπον. ἀπελθόντος οὖν τοῦ
5Ἀριστοδήμου, σκώπτοντες οἱ νεανίσκοι καὶ παίζοντες ἠρώτων, ὅ τι δὴ μόνον ὑπ’ αἰδοῦς φύγοι τὸν Ἀριστό‐ δημον, πρὸς δὲ τοὺς ἄλλους οὐδὲν πάθοι τοιοῦτον· ἡ δὲ καὶ μάλα μετὰ σπουδῆς ἀπεκρίνατο ‘μόνος γάρ‘ ἔφη
‘Κυμαίων Ἀριστόδημος ἀνήρ ἐστι.‘ τοῦτο γὰρ λεχθὲν269
10τὸ ῥῆμα πάντων μὲν ἥψατο, τοὺς δὲ γενναίους καὶ παρώξυνεν αἰσχύνῃ τῆς ἐλευθερίας ἀντέχεσθαι. λέγεται

262

C

δὲ καὶ Ξενοκρίτην ἀκούσασαν εἰπεῖν, ὡς ἐβούλετ’ ἂν καὶ αὐτὴ γῆν ὑπὲρ τοῦ πατρὸς φέρειν παρόντος ἢ τρυφῆς συμμετέχειν Ἀριστοδήμῳ καὶ δυνάμεως τοσαύτης. ἐπέρ‐ ρωσεν οὖν ταῦτα τοὺς συνισταμένους ἐπὶ τὸν Ἀριστό‐
5δημον, ὧν ἡγεῖτο Θυμοτέλης· καὶ τῆς Ξενοκρίτης εἰσό‐ δου παρεχούσης αὐτοῖς ἄδειαν καὶ τὸν Ἀριστόδημον ἄοπλον καὶ ἀφύλακτον, οὐ χαλεπῶς παρεισπεσόντες δια‐ φθείρουσιν αὐτόν. οὕτω μὲν ἡ Κυμαίων πόλις ἠλευ‐ θερώθη δυεῖν ἀρετῇ γυναικῶν, τῆς μὲν ἐπίνοιαν αὐτοῖς
10καὶ ὁρμὴν ἐμβαλούσης τοῦ ἔργου, τῆς δὲ πρὸς τὸ τέλος συλλαβομένης. τιμῶν δὲ καὶ δωρεῶν μεγάλων τῇ Ξενο‐ κρίτῃ προτεινομένων ἐάσασα πάσας ἓν ᾐτήσατο, θάψαι

262

D

τὸ σῶμα τοῦ Ἀριστοδήμου· καὶ τοῦτ’ οὖν ἔδοσαν αὐτῇ καὶ Δήμητρος ἱέρειαν αὐτὴν εἵλοντο, οὐχ ἧττον οἰόμενοι τῇ θεῷ κεχαρισμένην ἢ πρέπουσαν ἐκείνῃ τιμὴν ἔσε‐ σθαι.
5
ΠΥΘΕΩ ΓΥΝΗ Λέγεται δὲ καὶ τὴν Πύθεω τοῦ κατὰ Ξέρξην γυναῖκα σοφὴν γενέσθαι καὶ χρηστήν. αὐτὸς μὲν γὰρ ὁ Πύθης ὡς ἔοικε χρυσείοις ἐντυχὼν μετάλλοις καὶ ἀγα‐ πήσας τὸν ἐξ αὐτῶν πλοῦτον οὐ μετρίως ἀλλ’ ἀπλή‐
10στως καὶ περιττῶς, αὐτός τε περὶ ταῦτα διέτριβε καὶ τοὺς πολίτας καταβιβάζων ἅπαντας ὁμαλῶς ὀρύττειν ἢ φορεῖν ἢ καθαίρειν ἠνάγκαζε τὸ χρυσίον, ἄλλο μηδὲν

262

E

ἐργαζομένους τὸ παράπαν μηδὲ πράττοντας. ἀπολλυ‐ μένων δὲ πολλῶν πάντων δ’ ἀπαγορευόντων αἱ γυναῖκες ἱκετηρίαν ἔθεσαν ἐπὶ τὰς θύρας ἐλθοῦσαι τῆς τοῦ Πύ‐ θεω γυναικός. ἡ δ’ ἐκείνας μὲν ἀπιέναι καὶ θαρρεῖν270
5ἐκέλευσεν, αὐτὴ δὲ τῶν περὶ τὸ χρυσίον τεχνιτῶν οἷς ἐπίστευε μάλιστα καλέσασα καὶ καθείρξασα, ποιεῖν ἐκέ‐ λευεν ἄρτους τε χρυσοῦς καὶ πέμματα παντοδαπὰ καὶ ὀπώρας, καὶ ὅσοις δὴ μάλιστα τὸν Πύθην ἐγίνωσκεν ἡδόμενον ὄψοις καὶ βρώμασι. ποιηθέντων δὲ πάντων ὁ
10μὲν Πύθης ἧκεν ἀπὸ τῆς ξένης· ἐτύγχανε γὰρ ἀποδη‐ μῶν· ἡ δὲ γυνὴ δεῖπνον αἰτοῦντι παρέθηκε χρυσῆν τρά‐

262

F

πεζαν οὐδὲν ἐδώδιμον ἔχουσαν ἀλλὰ πάντα χρυσᾶ. τὸ μὲν οὖν πρῶτον ἔχαιρε Πύθης τοῖς μιμήμασιν, ἐμπλη‐ σθεὶς δὲ τῆς ὄψεως ᾔτει φαγεῖν· ἡ δὲ χρυσοῦν ὅ τι τύχοι ποθήσας προσέφερε. δυσχεραίνοντος δ’ αὐτοῦ καὶ πεινῆν
5βοῶντος, ‘ἀλλὰ σύ γε τούτων‘ εἶπεν ‘ἄλλου δ’ οὐδενὸς

263

A

εὐπορίαν πεποίηκας ἡμῖν· | καὶ γὰρ ἐμπειρία καὶ τέχνη πᾶσα φροῦδος, γεωργεῖ δ’ οὐδείς, ἀλλὰ τὰ σπειρόμενα καὶ φυτευόμενα καὶ τρέφοντα τῆς γῆς ὀπίσω καταλι‐ πόντες ὀρύσσομεν ἄχρηστα καὶ ζητοῦμεν, ἀποκναίοντες
5αὑτοὺς καὶ τοὺς πολίτας.‘ ἐκίνησε ταῦτα τὸν Πύθην, καὶ πᾶσαν μὲν οὐ κατέλυσε τὴν περὶ τὰ μέταλλα πραγματείαν, ἀνὰ μέρος δὲ τὸ πέμπτον ἐργάζεσθαι κελεύσας τῶν πολι‐ τῶν τοὺς λοιποὺς ἐπὶ γεωργίαν καὶ τὰς τέχνας ἔτρεψε. Ξέρξου δὲ καταβαίνοντος ἐπὶ τὴν Ἑλλάδα λαμπρό‐
10τατος ἐν ταῖς ὑποδοχαῖς καὶ ταῖς δωρεαῖς γενόμενος χάριν ᾐτήσατο παρὰ τοῦ βασιλέως, πλειόνων αὐτῷ

263

B

παίδων ὄντων, ἕνα παρεῖναι τῆς στρατείας καὶ κατα‐ λιπεῖν αὐτῷ γηροβοσκόν. ὁ δὲ Ξέρξης ὑπ’ ὀργῆς
τοῦτον μὲν, ὃν ἐξῃτήσατο, σφάξας καὶ διατεμὼν ἐκέ‐ λευσε τὸν στρατὸν διελθεῖν, τοὺς δ’ ἄλλους ἀπηγάγετο,271
5καὶ πάντες ἀπώλοντο κατὰ τὰς μάχας. ἐφ’ οἷς ὁ Πύ‐ θης ἀθυμήσας ἔπαθεν ὅμοια πολλοῖς τῶν κακῶν καὶ ἀνοήτων· τὸν μὲν γὰρ θάνατον ἐφοβεῖτο, τῷ βίῳ δ’ ἤχθετο. βουλόμενος δὲ μὴ ζῆν, προέσθαι δὲ τὸ ζῆν μὴ δυνάμενος, χώματος ὄντος ἐν τῇ πόλει μεγάλου καὶ
10ποταμοῦ διαρρέοντος, ὃν Πυθοπολίτην ὠνόμαζον, ἐν μὲν τῷ χώματι κατεσκεύασε μνημεῖον, ἐκτρέψας δὲ τὸ ῥεῖ‐

263

C

θρον, ὥστε διὰ τοῦ χώματος φέρεσθαι ψαύοντα τοῦ τάφου τὸν ποταμόν, ἐπὶ τούτοις συντελεσθεῖσιν αὐτὸς μὲν εἰς τὸ μνημεῖον κατῆλθε, τῇ δὲ γυναικὶ τὴν ἀρχὴν καὶ τὴν πόλιν ἀναθεὶς ἅπασαν ἐκέλευσε μὴ προσιέναι,
5πέμπειν δὲ τὸ δεῖπνον αὐτῷ καθ’ ἑκάστην ἡμέραν εἰς βᾶριν ἐντιθεῖσαν, ἄχρις οὗ τὸν τάφον ἡ βᾶρις παρέλθῃ τὸ δεῖπνον ἀκέραιον ἔχουσα, τότε δὲ παύσασθαι πέμπου‐ σαν, ὡς αὐτοῦ τεθνηκότος. ἐκεῖνος μὲν οὕτω τὸν λοιπὸν βίον διῆγεν, ἡ δὲ γυνὴ τῆς ἀρχῆς καλῶς ἐπεμελήθη καὶ
10μεταβολὴν κακῶν τοῖς ἀνθρώποις παρέσχεν.272