TLG 0007 082 :: PLUTARCHUS :: Apophthegmata Laconica [Sp.?] (208b–242d) PLUTARCHUS Biogr.
Phil. Apophthegmata Laconica [Sp.?] (208b–242d)
Citation: Stephanus page — section — (line) | ||
t1 | *ΑΠΟΦΘΕΓΜΑΤΑ ΛΑΚΩΝΙΚΑ | |
208A(5) | ΑΓΑΣΙΚΛΗΣ Ἀγασικλῆς ὁ Λακεδαιμονίων βασιλεύς, θαυμάζον‐ | |
208B | τός τινος ὅτι φιλήκοος ὢν οὐ προσδέχεται Φιλοφάνη τὸν σοφιστήν, ἔφη ‘τούτων χρῄζω μαθητὴς εἶναι, ὧν εἴην | |
καὶ υἱός.‘ Πρὸς δὲ τὸν εἰπόντα, πῶς ἄν τις ἀδορυφόρητος ὢν | 110 | |
5 | 〈τῶν πολιτῶν〉 ἄρχειν ἀσφαλῶς δύναιτο, ‘ἐὰν οὕτωσ‘ ἔφη ‘αὐτῶν ἄρχῃ, ὥσπερ οἱ πατέρες τῶν υἱῶν.‘ ΑΓΗΣΙΛΑΟΣ Ἀγησίλαος ὁ μέγας παρὰ πότον ποτὲ λαχὼν συμπο‐ σίαρχος, ἐρωτηθεὶς ὑπὸ τοῦ οἰνοχόου πόσον ἑκάστῳ | |
---|---|---|
10 | προσφέροι, ‘εἰ μὲν πολὺς οἶνός ἐστιν‘ ἔφη ‘παρεσκευασ‐ | |
208C | μένος, ὅσον ἕκαστος αἰτεῖ· εἰ δ’ ὀλίγος, ἐξ ἴσου δίδου πᾶσι.‘ Κακούργου δέ τινος ἐμμόνως ὑπομείναντος βασά‐ νους, ‘ὡς σφόδρα πονηρόσ‘ εἶπεν ‘ἅνθρωπος, εἰς μοχθηρὰ | |
5 | καὶ αἰσχρὰ πράγματα τὴν ὑπομονὴν καὶ καρτερίαν κατα‐ τιθέμενος.‘ Ἐπαινοῦντος δέ τινος ῥήτορα ἐπὶ τῷ δυνατῶς αὔξειν τὰ μικρὰ πράγματα, ‘οὐδὲ σκυτοτόμον‘ ἔφησεν ‘ἡγοῦμαι σπουδαῖον, ὃς μικρῷ ποδὶ ὑποδήματα μεγάλα | |
10 | περιτίθησι.‘ Φαμένου δέ τινός ποτε πρὸς αὐτόν ‘ὡμολόγηκασ‘, καὶ πολλάκις τὸ αὐτὸ λέγοντος, ‘ναὶ μὰ Δία, εἴ γ’ ἐστὶ δίκαιον‘ ἔφη· ‘εἰ δὲ μή, ἔλεξα μέν, ὡμολόγησα δ’ οὔ.‘ | 111 |
208D | ἐπειπόντος δέ ‘ἀλλὰ μὴν δεῖ τοὺς βασιλεῖς ἐπιτελεῖν ὅττι κεν κεφαλῇ κατανεύσωσιν‘ ‘οὐ μᾶλλον‘ ἔφη ‘ἢ τοὺς προσιόντας τοῖς βασιλεῦσιν αἰτεῖσθαι δεῖ τὰ δίκαια καὶ λέγειν, στοχαζομένους τε τοῦ καιροῦ καὶ τοῦ ἁρμόζοντος | |
5 | τοῖς βασιλεῦσιν.‘ Ὁπότε δὲ ψεγόντων ἢ ἐπαινούντων τινῶν ἀκούοι, οὐχ ἧττον ᾤετο δεῖν καταμανθάνειν τοὺς τῶν λεγόντων τρόπους ἢ περὶ ὧν λέγοιεν. Ἔτι δὲ παῖδα αὐτὸν ὄντα, γυμνοπαιδίας ἀγομένης, | |
10 | ὁ χοροποιὸς ἔστησεν εἰς ἄσημον τόπον· ὁ δ’ ἐπείσθη καί‐ περ ἤδη βασιλεὺς ἀποδεδειγμένος καὶ εἶπεν ‘εὖγε· δείξω γὰρ ὅτι οὐχ οἱ τόποι τοὺς ἄνδρας ἐντίμους, ἀλλ’ οἱ ἄνδρες | |
208E | τοὺς τόπους ἐπιδεικνύουσι.‘ Προστάττοντος δέ τινος αὐτῷ ἰατροῦ περιεργοτέ‐ ραν θεραπείαν καὶ οὐχ ἁπλῆν, ‘νὴ τὼ θεώ‘ φησίν, ‘οὐ πάντως μοι πρόκειται ζῆν οὐδὲ πάντ’ ἀναδεχόμενον.‘ | |
5 | Ἐφεστὼς δέ ποτε τῷ βωμῷ τῆς Χαλκιοίκου βου‐ θυτῶν, ἐπειδὴ φθεὶρ αὐτὸν ἔδακεν, οὐ διετράπη· λαβὼν δὲ περιφανῶς ἐναντίον πάντων ἀπέκτεινε καὶ προσεῖπε | |
‘νὴ τοὺς θεοὺς, ἡδέως τὸν ἐπίβουλον καὶ ἐπὶ τῷ βωμῷ.‘ | 112 | |
208F | Ἄλλοτ’ ἰδὼν μῦν ἑλκόμενον ἐκ θυρίδος ὑπὸ παιδα‐ ρίου, ἐπεὶ ὁ μῦς ἐπιστραφεὶς ἔδακε τὴν χεῖρα τοῦ κρα‐ τοῦντος καὶ ἔφυγεν, ἐπιδείξας τοῖς παροῦσιν εἶπεν ‘ὅταν τὸ ἐλάχιστον ζῷον οὕτως ἀμύνηται τοὺς ἀδικοῦντας, τί | |
5 | τοὺς ἄνδρας προσήκει ποιεῖν λογίζεσθε;‘ Βουλόμενος δὲ τὸν πρὸς τὸν Πέρσην συστήσασθαι πόλεμον ἕνεκα τοῦ ἐλευθερῶσαι τοὺς τὴν Ἀσίαν κατοι‐ κοῦντας Ἕλληνας, τῷ κατὰ Δωδώνην Διὸς ἐχρήσατο μαντείῳ· κελεύσαντος δέ, εἴπερ ἐστίν, ᾧ δοκεῖ, στρατεύ‐ | |
209A | εσθαι, τὸ χρησθὲν ἀνήγγειλε τοῖς ἐφόροις· | οἱ δ’ ἐκέ‐ λευσαν αὐτὸν καὶ εἰς Δελφοὺς ἀφικόμενον περὶ τῶν αὐ‐ τῶν πυνθάνεσθαι. πορευθεὶς οὖν εἰς τὸ μαντεῖον ἐπηρώ‐ τησεν οὕτως ‘Ἄπολλον, ἦ δοκεῖ σοι ὃ καὶ τῷ πατρί;‘ | |
5 | συναινέσαντος δὲ αἱρεθεὶς οὕτως ἐστρατεύσατο. Ἐπεὶ δὲ Τισσαφέρνης ἐν ἀρχῇ μὲν φοβηθεὶς τὸν Ἀγησίλαον ἐποιήσατο σπονδὰς τὰς πόλεις αὐτῷ τὰς Ἑλληνικὰς ἀφήσειν αὐτονόμους, μεταπεμψάμενος δὲ παρὰ τοῦ βασιλέως πολὺ στράτευμα πόλεμον κατήγ‐ | |
10 | γειλεν αὐτῷ, εἰ μὴ ἀπίοι τῆς Ἀσίας, ἄσμενος τὴν παρά‐ βασιν δεξάμενος ὥρμησε μὲν ὡς ἐπὶ Καρίαν προάξων· | |
209B | ἐκεῖ δὲ τὴν δύναμιν τοῦ Τισσαφέρνους ἀθροίσαντος ἄρας εἰς Φρυγίαν ἐνέβαλε· καὶ λαβὼν πόλεις πλείστας καὶ χρημάτων πλῆθος εἶπε τοῖς φίλοις ὅτι σπεισάμενον μὲν | |
ἀδικεῖν ἀσεβές, τοὺς δὲ πολεμίους παραλογίζεσθαι οὐ | 113 | |
5 | μόνον δίκαιον καὶ ἐπίδοξον, ἀλλὰ καὶ ἡδὺ καὶ κερδα‐ λέον. Τοῖς δ’ ἱππεῦσιν ἐλαττωθεὶς ἀνεχώρησεν εἰς Ἔφεσον, καὶ τοῖς εὐπόροις προεῖπε παρέχειν ἵππον 〈ἕκαστον〉 ἀνθ’ ἑαυτοῦ καὶ ἄνδρα ἀπολυομένους τῆς | |
10 | στρατείας, ὥστε ταχὺ συνήχθησαν καὶ ἵπποι καὶ ἄνδρες ἐπιτήδειοι ἀντὶ δειλῶν καὶ πλουσίων. καὶ τὸν Ἀγαμέμνονα ἔφη ζηλοῦν· καὶ γὰρ ἐκεῖνον θήλειαν ἵππον ἀγαθὴν λα‐ | |
209C | βόντα κακὸν ἄνδρα καὶ πλούσιον τῆς στρατείας ἀπο‐ λῦσαι. Ἐπεὶ δὲ κελεύσαντος αὐτοῦ τοὺς αἰχμαλώτους γυμνοὺς [πωλεῖν] ἐπίπρασκον οἱ λαφυροπῶλαι καὶ τῆς | |
5 | μὲν ἐσθῆτος ἦσαν ὠνηταὶ πολλοί, τῶν δὲ σωμάτων λευ‐ κῶν καὶ ἁπαλῶν παντάπασι διὰ τὰς σκιατροφίας κατε‐ γέλων ὡς ἀχρήστων καὶ μηδενὸς ἀξίων, ἐπιστὰς ὁ Ἀγη‐ σίλαος ‘ταῦτα μέν‘ εἶπεν ‘ὑπὲρ ὧν μαχεῖσθε, οὗτοι δὲ οἷς μαχεῖσθε.‘ | |
10 | Τρεψάμενος δὲ περὶ Λυδίαν Τισσαφέρνην καὶ πλεί‐ στους ἀνελών, κατέτρεχε τῆς βασιλέως χώρας. τούτου δὲ χρήματα αὐτῷ προσπέμψαντος καὶ ἀξιοῦντος διαλύ‐ σασθαι τὸν πόλεμον, ὁ Ἀγησίλαος τῆς μὲν εἰρήνης ἔφη | |
209D | τὴν πόλιν εἶναι κυρίαν, τοὺς δὲ στρατιώτας πλουτίζων | |
ἥδεσθαι μᾶλλον ἢ αὐτὸς πλουτῶν· καλὸν δὲ νομίζειν Ἕλληνας οὐ δῶρα λαμβάνειν ἀπὸ τῶν πολεμίων, ἀλλὰ λά‐ φυρα κτᾶσθαι. | 114 | |
5 | Μεγαβάτου δὲ τοῦ Σπιθριδάτου παιδός, ὃς ἦν κάλ‐ λιστος τὴν μορφήν, προσελθόντος αὐτῷ ὡς ἀσπασομένου καὶ φιλήσοντος διὰ τὸ σφόδρα δοκεῖν ἀγαπᾶσθαι, ἐξέ‐ κλινεν· ὡς δ’ ἐπαύσατο ἐκεῖνος προσιών, ἐπεζήτησεν αὐ‐ τὸν ὁ Ἀγησίλαος. τῶν δὲ φίλων φαμένων ὡς αὐτὸς εἴη | |
10 | αἴτιος, τρέσας τὸ τοῦ καλοῦ φίλημα, εἰ δ’ ἐθέλει καὶ μὴ ἀποδειλιάσει, ἥξειν ἐκεῖνον, χρόνον [οὐκ] ὀλίγον πρὸς αὑ‐ | |
209E | τῷ γενόμενος ὁ Ἀγησίλαος καὶ διασιωπήσας ‘οὐδέν‘ ἔφη ‘δεῖ πείθειν ἐκεῖνον ὑμᾶς· ἐγὼ γάρ μοι δοκῶ τῶν τοιούτων βούλεσθαι ἐπάνω εἶναι ἢ τὴν εὐανδροτάτην τῶν ἀντιτεταγμένων πόλιν κατὰ κράτος ἑλεῖν· ἄμεινον γὰρ | |
5 | ἑαυτῷ φυλάττειν τὴν ἐλευθερίαν τοῦ ἑτέρων ἀφαιρεῖσθαι.‘ Τὰ δ’ ἄλλ’ ἀκριβὴς ὢν καὶ νόμιμος, ἐν τοῖς φιλι‐ κοῖς πράγμασιν ἐνόμιζε πρόφασιν εἶναι τὸ λίαν δίκαιον [πρὸς αὐτούς]. φέρεται γοῦν ἐπιστόλιον αὐτοῦ παραιτου‐ μένου τινὰ τῶν φίλων πρὸς Ἱδριέα τὸν Κᾶρα, οὕτω· | |
10 | ‘Νικίας εἰ μὲν οὐκ ἀδικεῖ, ἄφες· εἰ δ’ ἀδικεῖ, ἐμοὶ ἄφες· πάντως δ’ ἄφες.‘ Ἐν μὲν οὖν τοῖς πλείστοις τοιοῦτος ὑπὲρ τῶν φίλων | |
209F | ὁ Ἀγησίλαος· ἔστι δὲ ὅπου πρὸς τὸ συμφέρον ἐχρῆτο τῷ καιρῷ μᾶλλον. ἀναζυγῆς γοῦν ποτε γενομένης θορυβωδε‐ | |
στέρας ἀσθενοῦντα καταλιπὼν τὸν ἐρώμενον, ἐκείνου δεο‐ μένου καὶ ἀνακαλοῦντος μετὰ δακρύων αὐτόν, ἀποστρα‐ | 115 | |
5 | φεὶς εἶπεν ‘ὡς χαλεπόν ἐστιν ἐλεεῖν ἅμα καὶ φρονεῖν.‘ Δίαιταν δὲ τὴν περὶ τὸ σῶμα οὐδὲν ἀμείνονα τῶν συνόντων εἶχε, κόρου μὲν καὶ μέθης τὸ παράπαν ἀπεχό‐ μενος, ὕπνῳ δ’ οὐ δεσπότῃ ἀλλ’ ἀρχομένῳ ὑπὸ τῶν πρά‐ | |
210A | ξεων χρώμενος· | πρὸς δὲ θάλπος οὕτω καὶ ψῦχος εἶχεν, ὥστε μόνος ἀεὶ χρῆσθαι ταῖς ὥραις. ἐν μέσοις δὲ τοῖς στρατιώταις σκηνῶν οὐδενὸς ἀμείνονα κοίτην εἶχε. Διετέλει δὲ λέγων τὸν ἄρχοντα προσήκειν οὐ μαλα‐ | |
5 | κίᾳ καὶ τρυφῇ, καρτερίᾳ δὲ καὶ ἀνδρείᾳ [δεῖν] τῶν ἰδιωτῶν περιεῖναι. Πυθομένου γοῦν τινος τί περιεποίησαν οἱ Λυκούρ‐ γου νόμοι τῇ Σπάρτῃ, ‘καταφρονεῖν‘ ἔφη ‘τῶν ἡδονῶν.‘ Πρὸς δὲ τὸν ἐπιθαυμάζοντα τὴν μετριότητα τῆς | |
10 | ἐσθῆτος καὶ τῆς τροφῆς αὐτοῦ τε καὶ τῶν ἄλλων Λακε‐ δαιμονίων ‘ἀντὶ ταύτησ‘ ἔφη ‘τῆς διαίτης, ὦ ξένε, τὴν ἐλευθερίαν ἀμώμεθα.‘ | |
210B | Ἄλλου δὲ προτρεπομένου ἀνίεσθαι καὶ λέγον‐ τος διὰ τὸ τῆς τύχης ἄδηλον μὴ 〈περιμεῖναι〉, πότε καιρὸς τούτου γενή〈σε〉ται, ‘ἀλλ’ ἐγώ‘ εἶπεν ‘ἐμαυτὸν ἐθίζω [λέγων] ὥστ’ ἐν μηδεμιᾷ μεταβολῇ μεταβολὴν ζητεῖν.‘ | |
5 | Καὶ πρεσβύτης δὲ γενόμενος τῇ αὐτῇ ἀγωγῇ ἐχρῆτο· πρὸς οὖν τὸν πυθόμενον διὰ τί σφοδροῦ χειμῶ‐ νος ὄντος ἀχίτων περιέρχεται εἰς τοῦτο ἡλικίας ἥκων, ‘ἵνα‘ φησίν ‘οἱ νέοι μιμῶνται, παράδειγμα ἔχοντες τοὺς πρεσβυτάτους καὶ ἄρχοντας.‘ | 116 |
10 | † Θάσιοι δὲ τὴν χώραν αὐτῶν διαπορευομένῳ μετὰ τοῦ στρατεύματος ἄλφιτα καὶ χῆνας καὶ τραγήματα καὶ | |
210C | μελίπηκτα καὶ ἄλλα παντοδαπὰ βρώματά τε καὶ πό‐ ματα πολυτελῆ ἔπεμψαν· μόνα δὲ τὰ ἄλφιτα δεξά‐ μενος τὰ λοιπὰ ἀπάγειν ἐκέλευσεν ὀπίσω τοὺς κομίζοντας, ὡς οὐδὲν αὐτοῖς ὄντα χρήσιμα. λιπαρούντων δὲ καὶ δεο‐ | |
5 | μένων πάντως λαβεῖν, ἐκέλευσεν αὐτὰ τοῖς εἵλωσι δια‐ δοῦναι. πυθομένων δὲ τὴν αἰτίαν, ἔφη ‘τοὺς ἀνδραγαθίαν ἀσκοῦντας τὰς τοιαύτας λιχνείας οὐχ ἁρμόζει προσίεσθαι· τὰ γὰρ δελεάζοντα τοὺς ἀνδραποδώδεις τῶν ἐλευθέρων ἀλλότρια.‘ | |
10 | Πάλιν δὲ τῶν † Θασίων διὰ τὸ δοκεῖν μεγάλως ὑπ’ αὐτοῦ εὐεργετεῖσθαι ναοῖς αὐτὸν καὶ ἀποθεώσεσι τιμη‐ | |
210D | σάντων καὶ πρεσβείαν περὶ τούτου ἀποστειλάντων, ἀνα‐ γνοὺς τὰς τιμάς, ἃς αὐτῷ προσήνεγκαν οἱ πρέσβεις, ἠρώτησεν εἰ ἡ πατρὶς αὐτῶν ἀποθεοῦν ἀνθρώπους ἔχει δύναμιν· φαμένων δέ, ‘ἄγετ’‘ ἔφη ‘ποιήσατε πρώτους | |
5 | ἑαυτοὺς 〈θεούσ〉· καὶ τοῦτ’ ἂν πράξητε, τότε πιστεύσω | |
ὑμῖν ὅτι κἀμὲ δυνήσεσθε θεὸν ποιῆσαι.‘ Τῶν δ’ ἐπὶ τῆς Ἀσίας Ἑλληνικῶν ἐθνῶν ψηφισα‐ μένων ἐν ταῖς ἐπιφανεστάταις πόλεσιν εἰκόνας ἀνιστᾶν αὐτοῦ, προέγραψεν ‘ἐμοῦ μηδεμία εἰκὼν ἔστω μήτε | 117 | |
10 | γραπτὴ μήτε πλαστὴ μήτε κατασκευαστή.‘ Θεασάμενος δ’ ἐπὶ τῆς Ἀσίας οἰκίαν τετραγώνοις ὠροφωμένην δοκοῖς ἠρώτησε τὸν κεκτημένον εἰ τετρά‐ | |
210E | γωνα παρ’ αὐτοῖς φύεται 〈τὰ〉 ξύλα· φαμένου δὲ οὔ, ἀλλὰ στρογγύλα, ‘τί οὖν;‘ εἶπεν ‘εἰ τετράγωνα ἦν, στρογ‐ γύλ’ 〈ἂν〉 ἐτελεῖτε;‘ Ἐρωτηθεὶς δέ ποτε ἄχρι τίνος εἰσὶν οἱ τῆς Λακω‐ | |
5 | νικῆς ὅροι, κραδάνας τὸ δόρυ εἶπεν ‘ἄχρις οὗ τοῦτο φθάνει.‘ Ἄλλου δ’ ἐπιζητοῦντος διὰ τί ἀτείχιστος ἡ Σπάρτη, ἐπιδείξας τοὺς πολίτας ἐξωπλισμένους ‘ταῦτ’ ἐστιν‘ εἶπε ‘τὰ Λακεδαιμονίων τείχη.‘ | |
10 | Ἄλλου δὲ τὸ αὐτὸ ἐπιζητοῦντος, ‘οὐ λίθοις δεῖ καὶ ξύλοις τετειχίσθαι, [τὰς πόλεισ‘ ἔφη ‘]ταῖς δὲ τῶν ἐνοικούντων ἀρεταῖς.‘ Τοῖς δὲ φίλοις παρήγγειλε μὴ χρήμασιν, ἀνδρείᾳ δὲ καὶ ἀρετῇ σπουδάζειν πλουτεῖν. | |
210F | Ὁπότε δὲ βούλοιτο ἔργον τι ταχέως ὑπὸ τῶν στρατιωτῶν γενέσθαι, αὐτὸς πρῶτος ἐφήπτετο ἐν ὄψει ἁπάντων. Ἐμεγαλύνετο δ’ ἐπὶ τῷ μηδενὸς ἧττον πονεῖν | 118 |
5 | καὶ ἐπὶ τῷ ἄρχειν ἑαυτοῦ μᾶλλον ἢ ἐπὶ τῷ βασιλεύειν. Θεωρήσας δέ τινα Λάκωνα χωλὸν ἐπὶ πόλεμον ἐξιόντα καὶ ἵππον ζητοῦντα, ‘οὐκ αἰσθάνῃ‘ ἔφη ‘ὅτι οὐ φευγόντων ἀλλὰ μενόντων ὁ πόλεμος χρείαν ἔχει;‘ Ἐρωτώμενος δὲ πῶς μεγάλην δόξαν περιεποιήσατο, | |
10 | ‘θανάτου καταφρονήσασ‘ ἔφη. Ἐπιζητοῦντος δέ τινος διὰ τί Σπαρτιᾶται μετ’ αὐ‐ | |
211A | λῶν ἀγωνίζονται, | ἔφη ‘ἵν’, ὅταν πρὸς ῥυθμὸν βαίνωσιν, οἵ τε δειλοὶ καὶ οἱ ἀνδρεῖοι φανεροὶ ὦσι.‘ Μακαρίζοντος δέ τινος τὸν Περσῶν βασιλέα νέον ὄντα κομιδῇ, εἶπεν ‘ἀλλ’ οὐδὲ Πρίαμος ταύτην ἔχων τὴν | |
5 | ἡλικίαν ἠτύχησε.‘ Πολλὴν δὲ τῆς Ἀσίας ὑφ’ ἑαυτῷ ποιησάμενος διέ‐ γνω χωρεῖν ἐπ’ αὐτὸν βασιλέα, ὅπως παύσῃ σχολὴν ἄγοντα καὶ διαφθείροντα τοὺς τῶν Ἑλλήνων δημα‐ γωγούς. | |
10 | Μεταπεμφθεὶς δὲ ὑπὸ τῶν ἐφόρων ἕνεκα [τῆς] τοῦ | |
περιεστηκότος τὴν Σπάρτην Ἑλληνικοῦ πολέμου [αἰτίας] διὰ τὰ ὑπὸ τοῦ Πέρσου διαπεμφθέντα χρήματα, εἰπὼν | 119 | |
211B | τὸν ἀγαθὸν ἄρχοντα δεῖν ὑπὸ τῶν νόμων ἄρχεσθαι ἀπέ‐ πλευσε τῆς Ἀσίας πολὺν ἑαυτοῦ πόθον τοῖς ἐνταῦθα Ἕλλη‐ σι καταλιπών. Τοῦ δὲ Περσικοῦ νομίσματος χάραγμα τοξότην | |
5 | ἔχοντος, ἀναζευγνύων ἔφη τρισμυρίοις τοξόταις ὑπὸ τοῦ βασιλέως ἐξελαύνεσθαι τῆς Ἀσίας· τοσούτων γὰρ εἰς Ἀθήνας καὶ Θήβας κομισθέντων διὰ Τιμοκράτους χρυ‐ σῶν δαρεικῶν καὶ διαδοθέντων τοῖς δημαγωγοῖς, ἐξεπο‐ λεμώθησαν οἱ δῆμοι πρὸς τοὺς Σπαρτιάτας. | |
10 | Καὶ ἀντέγραψε τοῖς ἐφόροις ἐπιστολὴν τήνδε· ‘Ἀγησίλαος τοῖς ἐφόροις χαίρειν· τὰν πολλὰν τᾶς Ἀσίας κατεστρεψάμεθα καὶ τὼς βαρβάρως ἐλάσαμες καὶ ἐν | |
211C | τᾷ Ἰωνίᾳ ὅπλα ἐποιήσαμες πολλά· ἐπεὶ δὲ κέλεσθέ με κατὰ τὰν προθεσμίαν παραγίνεσθαι, ἕπομαι τᾷ ἐπιστολᾷ, σχεδὸν δ’ αὐτὰν καὶ φθάσω· ἄρχω γὰρ οὐκ ἐμαυτῷ ἀρχάν, ἀλλὰ τᾷ πόλει καὶ τοῖς συμμάχοις· καὶ τότε ἄρχων ἄρχει | |
5 | ἀλαθέως κατὰ δίκαν, ὅταν καὶ ἄρχηται ὑπό τε νόμων καὶ ἐφόρων ἢ οἷοι ἂν ἄλλοι ἐν πόλει ἄρχοντες ὦσιν.‘ Ὡς δὲ διαβὰς τὸν Ἑλλήσποντον ἐβάδιζε διὰ τῆς Θρᾴκης, ἐδεήθη μὲν οὐδενὸς τῶν βαρβάρων, πέμπων δὲ πρὸς ἑκάστους ἐπυνθάνετο πότερον ὡς φιλίαν ἢ ὡς πο‐ | |
10 | λεμίαν διαπορεύηται τὴν χώραν. οἱ μὲν οὖν ἄλλοι φιλικῶς | |
ἐδέχοντο καὶ παρέπεμπον· οἱ δὲ καλούμενοι Τρωχαλεῖς, οἷς καὶ Ξέρξης ὡς λέγεται ἔδωκε δῶρα, τῆς διόδου μι‐ σθὸν ᾔτουν τὸν Ἀγησίλαον ἑκατὸν ἀργυρίου τάλαντα καὶ τοσαύτας γυναῖκας· ὁ δὲ κατειρωνευσάμενος αὐτοὺς καὶ | 120 | |
211D | φήσας, ‘τί οὖν οὐκ εὐθὺς ἦλθον ληψόμενοι;‘ προῆγε καὶ συμβαλὼν αὐτοῖς παρατεταγμένοις τρεψάμενος καὶ δια‐ φθείρας πολλοὺς διῆλθε. Τῷ δὲ τῶν Μακεδόνων βασιλεῖ τὸ αὐτὸ ἐρώτημα | |
5 | προσέπεμψε· φήσαντος δ’ ἐκείνου βουλεύ〈σ〉εσθαι, ‘βου‐ λευέσθω τοίνυν‘ εἶπεν, ‘ἡμεῖς δ’ ἤδη πορευσόμεθα.‘ θαυ‐ μάσας οὖν τὴν τόλμαν καὶ δείσας ἐκέλευσεν ὡς φίλον προάγειν. Τῶν δὲ Θετταλῶν τοῖς πολεμίοις συμμαχούντων | |
211E | ἐπόρθει τὴν χώραν· εἰς δὲ Λάρισσαν ἔπεμψε Ξενοκλέα καὶ Σκύθην περὶ φιλίας. συλληφθέντων δὲ τούτων καὶ παραφυλαττομένων, οἱ μὲν ἄλλοι βαρέως φέροντες ᾤοντο δεῖν τὸν Ἀγησίλαον περιστρατοπεδεύσαντα πολιορκεῖν | |
5 | τὴν Λάρισσαν· ὁ δὲ φήσας οὐκ ἂν ἐθελῆσαι Θεσσαλίαν ὅλην λαβεῖν ἀπολέσας τῶν ἀνδρῶν τὸν ἕτερον, ὑποσπόν‐ δους αὐτοὺς ἀπέλαβε. Πυθόμενος δὲ μάχην γεγονέναι περὶ Κόρινθον καὶ Σπαρτιατῶν μὲν παντάπασιν ὀλίγους τεθνάναι, Κοριν‐ | |
10 | θίων δὲ καὶ Ἀθηναίων καὶ τῶν ἄλλων συμμάχων αὐτοῖς παμπόλλους, οὐκ ὤφθη περιχαρὴς οὐδ’ ἐπηρμένος τῇ | |
211F | νίκῃ, ἀλλὰ καὶ πάνυ βαρὺ στενάξας ‘φεῦ τᾶς Ἑλλάδοσ‘ ἔφη ‘ἣ τοσούτους ὑφ’ αὑτᾶς ἀπολώλεκεν, ὅσοις ἀρκεῖ τοὺς βαρβάρους νικᾶν ἅπαντας.‘ Φαρσαλίων δὲ προσκειμένων καὶ κακουργούντων | 121 |
5 | αὐτοῦ τὸ στράτευμα, πεντακοσίοις ἱππεῦσι τρεψάμενος αὐτοὺς τρόπαιον ἔστησεν ὑπὸ τῷ Ναρθακίῳ· καὶ τὴν νίκην ἐκείνην πάντων ὑπερηγάπησεν, ὅτι συστησάμενος τὸ ἱππικὸν αὐτὸς δι’ ἑαυτοῦ τούτῳ μόνῳ τοὺς μέγιστον ἐφ’ ἱππικῇ φρονοῦντας ἐκράτησε. | |
212A | Διφρίδα δ’ οἴκοθεν ἀπαγγείλαντος αὐτῷ | εὐθὺς ἐκ παρόδου ἐμβαλεῖν εἰς τὴν Βοιωτίαν, καίτοι ἐκ μείζονος παρασκευῆς ὕστερον τοῦτο ποιῆσαι διανοούμενος, οὐκ ἀπειθήσας τοῖς ἄρχουσι, μεταπεμψάμενος δύο μόρας τῶν | |
5 | περὶ Κόρινθον στρατευομένων ἐπέβη τῆς Βοιωτίας. καὶ συμβαλὼν ἐν Κορωνείᾳ Θηβαίοις Ἀθηναίοις Ἀργείοις Κορινθίοις Λοκροῖς ἀμφοτέροις ἐνίκησε, καίτοι ὑπὸ πολ‐ λῶν τραυμάτων κακῶς τὸ σῶμα διακείμενος, τὴν μεγί‐ στην μάχην ὥς φησι Ξενοφῶν (Hell. IV 3, 16 Ages. II 9) | |
10 | τῶν καθ’ ἑαυτὸν γενομένων. Οὐδὲν δὲ τῶν περὶ τὸν βίον καὶ τὴν δίαιταν διὰ τὰς τοσαύτας εὐτυχίας καὶ νίκας ἤλλαξεν οἴκαδ’ ἐπανελ‐ θών. Ὁρῶν δ’ ἐνίους τῶν πολιτῶν ἀφ’ ἱπποτροφίας | |
212B | δοκοῦντας εἶναί τινας καὶ μεγαλοφρονοῦντας, ἔπεισε τὴν ἀδελφὴν Κυνίσκαν ἅρμα καθεῖσαν Ὀλυμπίασιν ἀγωνίσα‐ σθαι, βουλόμενος ἐνδείξασθαι τοῖς Ἕλλησιν ὡς οὐδεμιᾶς ἐστιν ἀρετῆς πλούτου δὲ καὶ δαπάνης τὰ τοιαῦτα. | 122 |
5 | Ξενοφῶντα δὲ τὸν σοφὸν ἔχων μεθ’ ἑαυτοῦ σπου‐ δαζόμενον, ἐκέλευε τοὺς παῖδας ἐν Λακεδαίμονι τρέφειν μεταπεμψάμενον, 〈ὡσ〉 τὸ κάλλιστον τῶν μαθημάτων παιδευθησομένους, ἄρχειν τε καὶ ἄρχεσθαι. Ἄλλοτε δ’ ἐρωτώμενος διὰ τί μάλιστα παρὰ τοὺς | |
212C | ἄλλους εὐδαιμονοῦσιν οἱ Σπαρτιᾶται, ‘διότι‘ εἶπε ‘παρὰ τοὺς ἄλλους ἀσκοῦσιν ἄρχειν τε καὶ ἄρχεσθαι.‘ Λυσάνδρου δὲ τελευτήσαντος εὑρὼν ἑταιρείαν πολ‐ λὴν συνεστῶσαν, ἣν ἐκεῖνος εὐθὺς ἐπανελθὼν ἀπὸ τῆς | |
5 | Ἀσίας συνέστησεν ἐπὶ τὸν Ἀγησίλαον, ὥρμησεν αὐτὸν ἐξελέγχειν οἷος ἦν ζῶν πολίτης. καὶ λόγον ἀναγνοὺς ἐν βιβλίῳ ἀπολελειμμένον, ὃν ἔγραψε μὲν Κλέων ὁ Ἁλικαρ‐ νασσεύς, ἔμελλε δὲ λέγειν ἀναλαβὼν ὁ Λύσανδρος ἐν τῷ δήμῳ περὶ πραγμάτων καινῶν καὶ μεταστάσεως τοῦ πολι‐ | |
10 | τεύματος, ἠθέλησεν εἰς μέσον ἐξενεγκεῖν· ἐπεὶ δέ τις τῶν γερόντων τὸν λόγον ἐπελθὼν καὶ φοβηθεὶς τὴν δεινό‐ | |
212D | τητα συνεβούλευσε μὴ τὸν Λύσανδρον ἀνορύττειν〈, ἀλλὰ τὸν λόγον μᾶλλον αὐτῷ συγκατορύττειν〉, ἐπείσθη καὶ | |
ἡσύχασε. Τοὺς δὲ ὑπεναντιουμένους αὐτῷ φανερῶς μὲν οὐκ | 123 | |
5 | ἐτάραττε· διαπραττόμενος δὲ πέμπεσθαί τινας ἀεὶ στρα‐ τηγοὺς καὶ ἄρχοντας ἐξ αὐτῶν ἐπεδείκνυε γινομένους ἐν ταῖς ἐξουσίαις πονηροὺς καὶ πλεονέκτας· εἶτα κρινομέ‐ νοις πάλιν αὖ βοηθῶν καὶ συναγωνιζόμενος οἰκείους ἐποιεῖ‐ το καὶ μεθίστη πρὸς ἑαυτόν, ὥστε μηδένα ἀντίπαλον | |
10 | εἶναι. Ἐδεήθη τις αὐτοῦ γράψαι πρὸς τοὺς ἐπ’ Ἀσίας ξένους, ὅπως τύχῃ τοῦ δικαίου· ‘ἀλλ’ οἱ ἐμοὶ ξένοι‘ εἶπε ‘τὰ δίκαια δι’ ἑαυτῶν, κἂν ἐγὼ μὴ γράψω, ποιοῦσιν.‘ | |
212E | Ἐπεδείκνυέ τις αὐτῷ τῆς πόλεως τὸ τεῖχος ὀχυρὸν καὶ καρτερῶς ἄγαν ἐξῳκοδομημένον καὶ ἠρώτα εἰ καλὸν αὐτῷ φαίνεται· ‘νὴ Δί’‘ ἔφη ‘καλὸν, οὐχ ὡς ἀνδράσι δὲ ἀλλ’ ὡς γυναιξὶν ἐνοικεῖν.‘ | |
5 | Μεγαρέως δέ τινος περὶ τῆς πόλεως πρὸς αὐτὸν μεγαλαυχουμένου, ‘μειράκιον‘ ἔφη, ‘οἱ λόγοι σου πολλῆς δυνάμεως δέονται.‘ Ἃ δὲ τοὺς ἄλλους ἑώρα θαυμάζοντας ἐδόκει μηδὲ γινώσκειν. καί ποτε Καλλιππίδας ὁ τῶν τραγῳδιῶν ὑπο‐ | |
10 | κριτής, ὄνομα καὶ δόξαν ἔχων ἐν τοῖς Ἕλλησι καὶ σπου‐ δαζόμενος ὑπὸ πάντων, πρῶτον μὲν ἀπήντησεν αὐτῷ καὶ | |
212F | προσεῖπεν, ἔπειτα σοβαρῶς εἰς τοὺς συμπεριπατοῦντας | |
ἐμβαλὼν ἑαυτὸν ἐπεδείκνυτο, νομίζων ἐκεῖνον ἄρξειν τινὸς φιλοφρονήσεως· τέλος δ’ εἶπεν ‘οὐκ ἐπιγινώσκεις με, ὦ βασιλεῦ, οὐδ’ ἤκουσας ὅστις εἰμί;‘ ὁ δ’ Ἀγησίλαος ἀπο‐ | 124 | |
5 | βλέψας εἰς αὐτὸν· ‘ἀλλ’ οὐ τύ ἐσσι Καλλιππίδας ὁ δεικηλίκτας;‘ οὕτω δὲ Λακεδαιμόνιοι τοὺς μίμους κα‐ λοῦσι. Τοῦ δὲ μιμουμένου τὴν τῆς ἀηδόνος φωνὴν ἀκοῦσαι παρακαλούμενος παρῃτήσατο φήσας ‘αὐτᾶς ἄκουκα πολ‐ | |
10 | λάκις.‘ | | |
213A | Μενεκράτους δὲ τοῦ ἰατροῦ, ἐπεὶ κατατυχὼν ἔν τισιν ἀπεγνωσμέναις θεραπείαις Ζεὺς ἐπεκλήθη, φορτι‐ κῶς ταύτῃ χρωμένου τῇ προσωνυμίᾳ, καὶ δὴ πρὸς τὸν Ἀγησίλαον ἐπιστεῖλαι τολμήσαντος οὕτως ‘Μενεκράτης | |
5 | Ζεὺς Ἀγησιλάῳ βασιλεῖ χαίρειν‘, οὐκ ἀναγνοὺς τὰ λοιπὰ ἀντέγραψε ‘βασιλεὺς Ἀγησίλαος Μενεκράτει ὑγιαίνειν.‘ Ἐπεὶ δὲ Κόνων καὶ Φαρνάβαζος τῷ βασιλέως ναυτικῷ θαλαττοκρατοῦντες ἐπολιόρκουν τὰ παράλια τῆς Λακωνικῆς, ἐτειχίσθη δὲ τὸ ἄστυ τῶν Ἀθηναίων Φαρνα‐ | |
10 | βάζου χρήματα δόντος, εἰρήνην ἐποιήσαντο Λακεδαιμό‐ | |
213B | νιοι πρὸς βασιλέα· καὶ πέμπουσι πολίτην Ἀνταλκίδαν πρὸς Τιρίβαζον, τοὺς ἐν τῇ Ἀσίᾳ Ἕλληνας, ὑπὲρ ὧν ἐπο‐ λέμησεν Ἀγησίλαος, βασιλεῖ παραδιδόντες. ὅθεν δὴ ἥκιστα συνέβη τῆς κακοδοξίας ταύτης Ἀγησιλάῳ μετασχεῖν· ὁ | |
5 | γὰρ Ἀνταλκίδας ἐχθρὸς ἦν αὐτῷ, καὶ τὴν εἰρήνην ἐξ ἅπαν‐ τος ἔπραττεν, ὡς τοῦ πολέμου τὸν Ἀγησίλαον αὔξοντος καὶ ποιοῦντος ἐνδοξότατον καὶ μέγιστον. | |
Οὐ μὴν ἀλλὰ καὶ πρὸς τὸν εἰπόντα μηδίζειν τοὺς Λακεδαιμονίους ἀπεκρίθη μᾶλλον τοὺς Μήδους λακω‐ | 125 | |
10 | νίζειν. Ἐρωτηθεὶς δέ ποτε ὁποτέρα βελτίων τῶν ἀρετῶν, ἀνδρεία ἢ δικαιοσύνη, οὐδὲν ὄφελος ἀνδρείας ἔφασκεν | |
213C | εἶναι μὴ παρούσης δικαιοσύνης· εἰ δὲ δίκαιοι πάντες γένοιντο, μηδέν’ ἀνδρείας δεηθήσεσθαι. Εἰθισμένων δὲ τῶν τὴν Ἀσίαν κατοικούντων τὸν Περσῶν βασιλέα μέγαν προσαγορεύειν, ‘τί δαὶ ἐκεῖνος | |
5 | ἐμοῦ μείζων‘ ἔφη, ‘εἰ μὴ καὶ δικαιότερος καὶ σωφρονέ‐ στερος;‘ Ἔλεγε δὲ τοὺς τὴν Ἀσίαν κατοικοῦντας ἐλευθέρους μὲν κακούς, δούλους δ’ ἀγαθοὺς εἶναι. Ἐρωτηθεὶς δὲ πῶς ἄν τις μάλιστα εὐδοκιμοίη | |
10 | παρ’ ἀνθρώποις ‘εἰ λέγοι‘ εἶπε ‘τὰ ἄριστα, πράττοι δὲ τὰ κάλλιστα.‘ Τὸν δὲ στρατηγὸν δεῖν ἔφασκε πρὸς μὲν τοὺς ἐναντί‐ ους τόλμαν, πρὸς δὲ τοὺς ὑποτεταγμένους εὔνοιαν ἔχειν, πρὸς δὲ τοὺς καιροὺς λογισμόν. | |
15 | Ἐπιζητοῦντος δέ τινος τίνα δεῖ μανθάνειν τοὺς | |
213D | παῖδας, ‘ταῦτ’‘ εἶπεν ‘οἷς καὶ ἄνδρες γενόμενοι χρήσονται.‘ Δικάζοντος δέ [τινος] δίκην αὐτοῦ καὶ τοῦ μὲν κατηγόρου εὖ εἰρηκότος τοῦ δ’ ἀπολογουμένου φαύλως, λέγοντος δὲ πρὸς ἕκαστα ‘Ἀγησίλαε, δεῖ τὸν βασιλέα τοῖς | |
5 | νόμοις βοηθεῖν,‘ ‘καὶ τὴν οἰκίαν‘ ἔφη ‘εἴ τίς σοι διέ‐ σκαπτε καὶ τὸ ἱμάτιον εἰ ἀφῃρεῖτο, προσεδέχου ἂν τὸν οἰκοδόμον ἢ τὸν τὸ ἱμάτιον ὑφάναντα ἐπικουρήσειν σοι;‘ Ἐπιστολῆς δ’ αὐτῷ παρὰ τοῦ Περσῶν βασιλέως κομισθείσης—τῆς εἰρήνης γενομένης—, ἣν ὁ μετὰ | 126 |
10 | Καλλίου τοῦ Λακεδαιμονίου Πέρσης ἤνεγκε, περὶ ξενίας καὶ φιλίας, οὐκ ἔλαβεν εἰπὼν ἀπαγγεῖλαι βασιλεῖ ὡς | |
213E | ἰδίᾳ μὲν πρὸς αὐτὸν οὐδὲν δέοι ἐπιστολὰς πέμπειν· ἢν δὲ φίλος τῇ Λακεδαίμονι καὶ τῇ Ἑλλάδι εὔνους ὢν φαίνηται, ὅτι καὶ αὐτὸς φίλος αὐτῷ κατὰ κράτος ἔσοιτο· ‘ἐὰν μέντοι ἐπιβουλεύων ἁλίσκηται, μηδ’ ἂν πάνυ πολλὰς | |
5 | δέχωμαι ἐπιστολάς, πιστευέτω ἕξειν με φίλον.‘ Φιλοτεκνότατος δ’ ὢν διαφερόντως λέγεται ὅτι μι‐ κροῖς τοῖς παιδίοις κάλαμον περιβεβηκὼς ὥσπερ ἵππον οἴκοι συνέπαιζεν· ὀφθεὶς δὲ ὑπό τινος τῶν φίλων παρε‐ κάλει μηδενὶ φράζειν, πρὶν καὶ αὐτὸς πατὴρ παίδων γέ‐ | |
10 | νηται. Συνεχῶς δ’ αὐτοῦ τοῖς Θηβαίοις πολεμοῦντος καὶ τρωθέντος ἐν τῇ μάχῃ, φασὶ τὸν Ἀνταλκίδαν εἰπεῖν | |
213F | ‘καλὰ τὰ διδασκάλια παρὰ Θηβαίων ἀπολαμβάνεις, μὴ βουλομένους αὐτοὺς μηδ’ ἐπισταμένους μάχεσθαι διδά‐ | |
ξας.‘ τῷ γὰρ ὄντι Θηβαίους αὐτοὺς ἑαυτῶν πολεμικωτά‐ τους τότε φασὶ γενέσθαι ταῖς πολλαῖς στρατείαις τῶν | 127 | |
5 | Λακεδαιμονίων ἐπ’ αὐτούς. διὸ καὶ Λυκοῦργος ὁ παλαιὸς ἐν ταῖς καλουμέναις Ῥήτραις ἀπεῖπε πολλάκις ἐπὶ τοὺς αὐτοὺς στρατεύειν, ὅπως πολεμεῖν μὴ μανθάνωσιν. Ἐπεὶ δ’ ἤκουσέ ποτε δυσχερᾶναι τοὺς συμμάχους | |
214A | διὰ τὰς συνεχεῖς στρατείας, | ὀλίγοις οὖσι τοῖς Λακε‐ δαιμονίοις πολλοὺς ἀκολουθοῦντας, ἐλέγξαι βουλόμενος αὐτῶν τὸ πλῆθος ἐκέλευσεν ἅπαντας τοὺς συμμάχους καθ‐ ίσαι μετ’ ἀλλήλων ἀναμεμιγμένους, ἰδίᾳ δὲ τοὺς Λακε‐ | |
5 | δαιμονίους ἐφ’ ἑαυτῶν· εἶτα ἐκήρυττε τοὺς κεραμεῖς ἀνίστασθαι πρώτους, ὡς δ’ ἀνέστησαν οὗτοι, δευτέρους ἐκήρυττε τοὺς χαλκεῖς, εἶτα τέκτονας ἐφεξῆς καὶ οἰκοδό‐ μους, καὶ τῶν ἄλλων τεχνῶν ἑκάστην. πάντες οὖν ὀλίγου δεῖν ἀνέστησαν οἱ σύμμαχοι, τῶν δὲ Λακεδαιμονίων οὐ‐ | |
10 | δείς· ἀπείρητο γὰρ αὐτοῖς τέχνην ἐργάζεσθαι ἢ μανθά‐ νειν βάναυσον. οὕτω δὴ γελάσας ὁ Ἀγησίλαος ‘ὁρᾶτε‘ | |
214B | εἶπεν ‘ὦ ἄνδρες, ὅσῳ πλείονας ὑμῶν στρατιώτας ἐκπέμ‐ πομεν ἡμεῖς;‘ Ἐν δὲ τῇ περὶ Λεῦκτρα μάχῃ πολλῶν Λακεδαιμο‐ νίων φυγόντων καὶ τούτων ταῖς ἐκ τοῦ νόμου ἀτιμίαις | |
5 | ὑπευθύνων ὄντων, οἱ ἔφοροι ἔρημον ἀνδρῶν τὴν πόλιν ὁρῶντες δεομένην στρατιωτῶν ἐβούλοντο τὴν ἀτιμίαν λῦ‐ σαι καὶ τοὺς νόμους τηρεῖν. αἱροῦνται οὖν νομοθέτην τὸν Ἀγησίλαον· ὁ δὲ προελθὼν εἰς τὸ δημόσιον ‘νομοθέτης | |
μὲν οὐκ ἂν γενοίμην ἑτέρων νόμων‘ εἶπε, ‘τοῖς γὰρ οὖσιν | 128 | |
10 | οὔτ’ ἂν προσθείην τι οὔτ’ ἂν ἀφέλοιμι οὔτε μεταποιή‐ σαιμι· τοὺς δ’ ὄντας ἡμῖν νόμους κυρίους εἶναι καλῶς ἔχον ἐστὶν ἀπὸ τῆς αὔριον.‘ | |
214C | Τὸν δ’ Ἐπαμεινώνδαν ἐπελθόντα μετὰ τοσού‐ του ῥεύματος καὶ κλύδωνος, τῶν Θηβαίων καὶ συμμά‐ χων μεγαλαυχουμένων ἐπὶ τῇ νίκῃ, ὅμως εἶρξε τῆς πό‐ λεως καὶ ἀναστρέψαι ἐποίησεν, ὀλίγων ὄντων τῶν ἐν τῇ | |
5 | πόλει. Ἐν δὲ τῇ περὶ Μαντίνειαν μάχῃ παρεκελεύσατο τοῖς Λακεδαιμονίοις τοὺς ἄλλους ἐάσαντας πάντας Ἐπα‐ μεινώνδᾳ μάχεσθαι, μόνους λέγων τοὺς ἔμφρονας ἀνδρεί‐ ους εἶναι καὶ μόνους νίκης αἰτίους ὑπάρχειν· εἰ οὖν τοῦ‐ | |
10 | τον ἀνέλοιεν, ῥᾷστα τοὺς ἄλλους ὑποχειρίους ποιήσειν· ἄφρονας γὰρ εἶναι καὶ οὐδενὸς ἀξίους. ὃ καὶ συνέβη· τῆς γὰρ νίκης σὺν Ἐπαμεινώνδᾳ οὔσης καὶ φυγῆς γενομένης, | |
214D | ἐπιστραφέντ’ αὐτὸν καὶ ἀνακαλούμενον τοὺς ἰδίους τῶν Λακεδαιμονίων τις καιρίως ἐπάταξε, καὶ πεσόντος ἀνα‐ στρέψαντες ἀπὸ τῆς φυγῆς οἱ σὺν Ἀγησιλάῳ ἐφάμιλλον τὴν νίκην ἐποίησαν, παρὰ πολὺ μὲν τῶν Θηβαίων χειρό‐ | |
5 | νων παρὰ πολὺ δὲ τῶν Λακεδαιμονίων ἀμεινόνων φα‐ νέντων. Χρημάτων δὲ δεομένης τῆς Σπάρτης πρὸς πόλε‐ μον καὶ ξενοτροφούσης ἐπορεύθη ὁ Ἀγησίλαος εἰς Αἴγυ‐ πτον μεταπεμφθεὶς ὑπὸ τοῦ βασιλέως Αἰγυπτίων ἐπὶ | |
10 | μισθῷ, διὰ δὲ τὸ λιτὸν τῆς ἐσθῆτος εἰς καταφρόνησιν | |
ἦλθε τοῖς ἐγχωρίοις· προσεδόκων γὰρ τὸν Σπάρτης βα‐ | 129 | |
214E | σιλέα καθάπερ τὸν Περσῶν κεκοσμημένον ὄψεσθαι δια‐ πρεπῶς τὸ σῶμα, φαύλην ἔχοντες περὶ βασιλέων δόξαν. ἔδειξε γοῦν αὐτοῖς μεταξύ, ὡς τὸ μεγαλεῖον καὶ ἀξιόλογον νοήσει καὶ ἀνδρείᾳ κτᾶσθαι προσήκει. | |
5 | Ἐπεὶ δὲ τοὺς παρ’ αὐτῷ παραστήσεσθαι μέλλον‐ τας ἑώρα δεδιότας τὸν ἐπιόντα κίνδυνον διὰ τὸ τῶν πολε‐ μίων πλῆθος (εἴκοσι γὰρ ἦσαν μυριάδες) καὶ τὴν τῶν περὶ αὑτὸν ὀλιγότητα, πρὸ τῆς παρατάξεως ἔγνω προ‐ θύσασθαι· καὶ ἀσυνειδήτως τοῖς ἄλλοις ἐπὶ τὴν ἀριστε‐ | |
10 | ρὰν ὑπεστραμμένην τῇ χειρὶ ‘νίκην‘ προσέγραψε, λαβὼν | |
214F | δὲ παρὰ τοῦ μάντεως τὸ ἧπαρ ἐπέθηκε μὲν ἐπὶ τὴν ὑπογεγραμμένην χεῖρα, κρατῶν δ’ ἐφ’ ἱκανὸν χρόνον ὑπέφαινε δισταγμὸν καὶ προσποίησιν εἶχεν ἀποροῦντος, μέχρι τῷ ἥπατι συναναλειφθέντες ἐτυπώθησαν οἱ τῶν | |
5 | γραμμάτων χαρακτῆρες. καὶ τότε τοῖς συναγωνίζεσθαι μέλλουσιν ἐπεδείκνυε, φάμενος τοὺς θεοὺς διὰ τῶν γε‐ γραμμένων ἐκφῆναι νίκην. ἀσφαλὲς οὖν τεκμήριον δό‐ ξαντες ἔχειν τοῦ κρατῆσαι ἐθάρρησαν πρὸς τὴν μάχην. Περιταφρευόντων δὲ τῶν πολεμίων τὸ στρατόπε‐ | |
10 | δον αὐτοῦ διὰ τὸ πλῆθος, καὶ Νεκτανάβιος, ᾧ συνεμάχει, ἀξιοῦντος ἐπεξιέναι καὶ διαμάχεσθαι, οὐκ ἔφη διακω‐ λύ〈σ〉ειν τοὺς πολεμίους ἴσους αὐτοῖς γενέσθαι βουλο‐ | |
215A | μένους. ἔτι δὲ μικρὸν ἀπολειπούσης τῆς τάφρου συνάψαι, κατὰ τοῦτο παρατάξας τὸ διαλεῖπον καὶ πρὸς ἴσους ἴσοις ἀγωνισάμενος τροπὴν ἐποιήσατο καὶ πολὺν φόνον τῶν πολεμίων ὀλίγοις τοῖς περὶ αὑτὸν στρατιώταις καὶ χρή‐ | 130 |
5 | ματα πολλὰ τῇ πόλει διεπέμψατο. Κατὰ δὲ τὸν 〈ἀπ’〉 Αἰγύπτου ἀπόπλουν ἀποθνῄ‐ σκων ἐνετείλατο τοῖς περὶ αὑτὸν μήτε πλαστὰν μήτε γραπτὰν [μήτε] μιμηλὰν τοῦ σώματος [εἰκόνα] ποιή‐ σασθαι, ‘εἰ γάρ τι καλὸν ἔργον πεποίηκα, τοῦτό μου | |
10 | μνημεῖον ἔσται· εἰ δὲ μή, οὐδ’ οἱ πάντες ἀνδριάντες, βα‐ ναύσων καὶ οὐδενὸς ἀξίων ἔργα ὄντες.‘ | |
215B | ΑΓΗΣΙΠΟΛΙΣ Ο ΚΛΕΟΜΒΡΟΤΟΥ Ἀγησίπολις ὁ Κλεομβρότου, εἰπόντος τινὸς ὅτι Φίλιππος ἐν ὀλίγαις ἡμέραις Ὄλυνθον κατέσκαψε, ‘μὰ τοὺς θεούσ‘ ἔφη ‘ἄλλην τοιαύτην ἐν πολλαπλασίονι χρόνῳ οὐκ | |
5 | οἰκοδομήσει.‘ Ἄλλου δ’ εἰπόντος ὅτι μετὰ τῶν ἀκμαζόντων βασιλεύων ὡμήρευσε καὶ οὐχ οἱ παῖδες οὐδ’ αἱ γυναῖκες αὐτῶν, ‘δικαίωσ‘ εἶπεν· ‘αὐτοὺς γὰρ ἡμᾶς καλῶς ἔχον ἐστὶ τὰς αὑτῶν ἁμαρτίας φέρειν.‘ | |
10 | Βουλομένου δ’ αὐτοῦ σκύλακας οἴκοθεν μετα‐ πέμψασθαι, ὥς τις εἶπεν ‘οὐκ ἔστιν ἐξαγωγὴ παρ’ 〈ἡμῶν〉 αὐτῶν‘, ‘οὐδὲ γὰρ ἀνδρῶν‘ ἔφη ‘πρόσθεν, ἀλλὰ | |
νῦν ἐγένετο.‘ | 131 | |
215C | ΑΓΗΣΙΠΟΛΙΣ Ο ΠΑΥΣΑΝΙΟΥ Ἀγησίπολις ὁ Παυσανίου, Ἀθηναίων πρὸς αὐτὸν περὶ ὧν εἶχον πρὸς ἀλλήλους ἐγκλημάτων τὴν τῶν Μεγαρέων πόλιν ἔκκλητον λαμβανόντων, ‘αἰσχρόν‘ ἔφη ‘ὦ Ἀθη‐ | |
5 | ναῖοι, τοὺς ἀφηγησαμένους τῶν Ἑλλήνων ἧσσον εἰδέναι Μεγαρέων τὸ δίκαιον.‘ ΑΓΙΣ Ο ΑΡΧΙΔΑΜΟΥ Ἆγις ὁ Ἀρχιδάμου, τῶν ἐφόρων ποτ’ εἰπόντων ‘βάδιζε τοὺς ἡβῶντας ἔχων ἐπὶ τὴν τούτου πατρίδα· | |
10 | ἡγήσεται δέ σοι αὐτὸς οὗτος ἐπὶ τὴν ἀκρόπολιν‘, ‘καὶ πῶσ‘ εἶπε ‘καλῶς ἔχον ἐστίν, ὦ ἔφοροι, τοσούτους νέους πιστεύειν τῷ τὴν ἑαυτοῦ πατρίδα προδιδόντι;‘ | |
215D | Ἐρωτηθεὶς δὲ τί μάλιστα μάθημα ἐν Σπάρτῃ ἀσκεῖται ‘τὸ γινώσκειν‘ εἶπεν ‘ἄρχειν τε καὶ ἄρχεσθαι.‘ Οὐκ ἔφη δὲ τοὺς Λακεδαιμονίους ἐρωτᾶν πόσοι εἰσὶν οἱ πολέμιοι, ἀλλὰ ποῦ εἰσίν. | |
5 | Ἐν δὲ Μαντινείᾳ κωλυόμενος διαμάχεσθαι τοῖς πολεμίοις πλείοσιν οὖσιν, εἶπεν ‘ἀνάγκη πολλοῖς μάχε‐ σθαι τὸν ἄρχειν πολλῶν βουλόμενον.‘ Πυνθανομένου δέ τινος πόσοι εἰσὶν οἱ Λακεδαι‐ μόνιοι, ‘ὅσοι ἱκανοί‘ εἶπε ‘τοὺς κακοὺς ἀπερύκειν.‘ | |
10 | Διερχόμενος δὲ τὰ τῶν Κορινθίων τείχη καὶ θεα‐ σάμενος ὑψηλά τε καὶ ὀχυρὰ ἐπὶ πολύ τε παρατείνοντα, | |
‘τίνεσ‘ εἶπεν ‘αἱ τὸν τόπον κατοικοῦσαι γυναῖκες;‘ | 132 | |
215E | Σοφιστοῦ δέ τινος εἰπόντος ‘πάντων λόγος ἐστὶ κράτιστον‘, ‘οὐκοῦν‘ ἔφη ‘σὺ ἐὰν σιωπᾷς οὐδενὸς ἄξιος εἶ.‘ Ὡς δ’ Ἀργεῖοι μετὰ τὴν ἧτταν ἀπήντων αὐτῷ | |
5 | πάλιν θρασύτερον, ταρασσομένους ὁρῶν τοὺς συμμάχους ‘θαρρεῖτε‘ εἶπεν ‘ὦ ἄνδρες· ὅπου γὰρ ἡμεῖς οἱ νικῶντες ὀρρωδοῦμεν, τί δοκεῖτε ποιεῖν τοὺς ὑφ’ ἡμῶν νενικη‐ μένους;‘ Πρὸς δὲ τὸν ἐκ τῶν Ἀβδήρων πρεσβευτήν, ὅτε | |
10 | κατεπαύσατο πολλ’ εἰπών, ἐρωτῶντα τί τοῖς πολίταις ἀπαγγείλῃ, ‘ὅτι‘ ἔφη ‘ὅσον σὺ χρόνον λέγειν ἔχρῃζες, τοσοῦτον ἐγὼ σιωπῶν ἤκουον.‘ Ἐπαινούντων δέ τινων Ἠλείους, ὅτι δικαιότατοί | |
215F | εἰσι περὶ τὸν ἀγῶνα τῶν Ὀλυμπίων, ‘καὶ τί μέγα‘ εἶπεν ‘ἢ θαυμαστὸν ποιοῦσιν, εἰ ἐν ἔτεσι πέντε μιᾷ μόνον ἡμέρᾳ δικαιοσύνῃ χρῶνται;‘ Πρὸς δὲ τοὺς φάσκοντας ὅτι φθονοῦσί τινες αὐτῷ | |
5 | τῶν ἐκ τῆς ἑτέρας οἰκίας, ‘οὐκοῦν‘ ἔφη ‘τὰ ἴδι’ αὐτοὺς κακὰ λυπήσει, καὶ πρὸς τούτοις τά τ’ ἐμὰ καὶ τὰ τῶν ἐμῶν φίλων ἀγαθά.‘ Συμβουλεύοντος δέ τινος ὅτι δεῖ τοῖς φεύγουσι τῶν πολεμίων διδόναι δίοδον, ‘καὶ πῶσ‘ ἔφη ‘τοῖς διὰ | |
10 | δειλίαν φεύγουσι μὴ μαχόμενοι τοῖς δι’ ἀνδρείαν μένουσι | |
μαχησόμεθα;‘ | | 133 | |
216A | Προφερομένου δέ τινος περὶ τῆς τῶν Ἑλλήνων ἐλευθερίας οὐκ ἀγεννῆ μὲν δυσχερῆ δ’ ἐπιτελεσθῆναι, ‘προσδέονταί σου, ὦ ξένε,‘ ἔφη ‘οἱ λόγοι δυνάμεως καὶ χρημάτων.‘ | |
5 | Λέγοντος δέ τινος ὅτι Φίλιππος αὐτοῖς ἀνεπί‐ βατον τὴν Ἑλλάδα ποιήσει, ‘ἱκανὴ ἡμῖν‘ ἔφη, ‘ὦ ξένε, ἡ ἐν τῇ ἰδίᾳ ἀναστροφή.‘ Πρεσβευτὴς ἐκ Περίνθου παραγενόμενος εἰς Λακεδαίμον’ ἐμακρολόγει· ὡς δ’ ἐπαύσατο λέγων καὶ | |
10 | ἠρώτα τὸν Ἆγιν τί δεῖ τοῖς Περινθίοις ἀπαγγεῖλαι, ‘τί δ’ ἄλλ’‘ ἔφη ‘ἢ ὅτι σὺ μὲν μόγις ἐπαύσω λέγων, ἐγὼ δὲ σιωπῶν;‘ Πρεσβεύων δὲ μόνος ἧκε πρὸς Φίλιππον· εἰπόν‐ | |
216B | τος δ’ ἐκείνου ‘τί τοῦτο; μόνος ἥκεις;‘ ἔφη ‘καὶ γὰρ πρὸς ἕνα.‘ Φήσαντος δέ τινος τῶν πρεσβυτέρων πρὸς αὐτὸν γηραιὸν ὄντα, ἐπειδὴ τὰ ἀρχαῖα νόμιμα ἐκλυόμενα ἑώρα | |
5 | ἄλλα δὲ παρεισδυόμενα μοχθηρά, διὰ τί τὰ ἄνω κάτω [ἤδη] γίνεται ἐν τῇ Σπάρτῃ, παίζων εἶπε ‘κατὰ λόγον οὕτω προβαίνει τὰ πράγματα, εἰ τοῦτο γίνεται· καὶ γὰρ ἐγὼ παῖς ὢν ἤκουον παρὰ τοῦ πατρός, ὅτι τὰ ἄνω κάτω γέγονε παρ’ αὐτοῖς· ἔφη δὲ καὶ τὸν πατέρ’ αὐτῷ παιδὶ | |
10 | ὄντι τοῦτ’ εἰρηκέναι· ὥστ’ οὐ χρὴ θαυμάζειν, εἰ χείρω τὰ μετὰ ταῦτα τῶν προτέρων, ἀλλ’ εἴ που βελτίω καὶ παρα‐ | |
πλήσια γένοιτο.‘ | 134 | |
216C | Ἐρωτηθεὶς δὲ πῶς ἄν τις ἐλεύθερος διαμένοι, ‘θανάτου καταφρονῶν‘ ἔφη. ΑΓΙΣ Ο ΝΕΩΤΕΡΟΣ Ἆγις ὁ νεώτερος, Δημάδου λέγοντος ὅτι τὰ Λακω‐ | |
5 | νικὰ ξίφη διὰ μικρότητα καταπίνουσιν οἱ θαυματοποιοί, ‘καὶ μήν‘ ἔφη ‘οἱ Λακεδαιμόνιοι τῶν πολεμίων τοῖς ξίφεσιν ἐφικνοῦνται.‘ Πρὸς δ’ ἄνθρωπον πονηρὸν ἐρωτῶντα πολλάκις τίς ἄριστος εἴη Σπαρτιάτης ‘ὁ σοὶ ἀνομοιότατος.‘ | |
10 | ΑΓΙΣ Ο ΤΕΛΕΥΤΑΙΟΣ Ἆγις ὁ τελευταῖος τῶν Λακεδαιμονίων βασιλεὺς ἐξ ἐνέδρας συλληφθεὶς καὶ καταδικασθεὶς ὑπὸ τῶν ἐφόρων | |
216D | χωρὶς δίκης, ἀπαγόμενος ἐπὶ τὸν βρόχον ἰδών τινα τῶν ὑπηρετῶν κλαίοντα, ‘παῦσαι‘ εἶπεν, ‘ὦ ἄνθρωπε, ἐπ’ ἐμοὶ κλαίων· καὶ γὰρ οὕτω παρανόμως καὶ ἀδίκως ἀπολλύμενος κρείσσων εἰμὶ τῶν ἀναιρούντων.‘ καὶ ταῦτ’ | |
5 | εἰπὼν παρέδωκε τῷ βρόχῳ τὸν τράχηλον ἑκουσίως. ΑΚΡΟΤΑΤΟΣ Ἀκρότατος, ἐπεὶ οἱ γονεῖς αὐτὸν ἄδικόν τι συμπρᾶξαι αὐτοῖς ἠξίουν, μέχρι τινὸς ἀντέλεγεν· ὡς δ’ ἐνέκειντο, εἶπεν ‘ἕως μὲν παρ’ ὑμῖν ἦν, οὐκ ἠπιστάμην δικαιοσύνης | |
10 | οὐδεμίαν ἔννοιαν· ἐπεὶ δέ με τῇ πατρίδι παρέδοτε καὶ τοῖς ταύτης νομίμοις, ἔτι τε δικαιοσύνῃ καὶ καλοκαγαθίᾳ ἐπαιδεύσατε ὡς ἠδύνασθε, τούτοις πειράσομαι 〈οὐχ | 135 |
216E | ἧττον〉 ἢ ὑμῖν ἕπεσθαι· καὶ ἐπεί 〈με〉 θέλετε 〈τὰ〉 ἄριστα πράττειν, ἄριστα δὲ τὰ δίκαιά ἐστι καὶ ἰδιώτῃ καὶ πολὺ μᾶλλον ἄρχοντι, πράξω ἃ θέλετε· ἃ δὲ λέγετε παραιτήσομαι.‘ | |
5 | ΑΛΚΑΜΕΝΗΣ Ο ΤΗΛΕΚΛΟΥ Ἀλκαμένης ὁ Τηλέκλου, πυθομένου τινὸς πῶς ἄν τις ἄριστα βασιλείαν διατηροίη, ‘εἰ περὶ πλείονοσ‘ ἔφη ‘τὸ κέρδος μὴ ποιοῖτο.‘ Ἑτέρου δ’ ἐπιζητοῦντος διὰ τί παρὰ Μεσσηνίων | |
10 | δῶρα οὐκ ἐδέξατο, ‘ὅτι λαβόντος μου‘ ἔφη ‘πρὸς τοὺς νόμους εἰρήνην ἄγειν ἀδύνατον.‘ Λέγοντος δέ τινος ὅτι συνεσταλμένως ζῇ ἱκανὴν | |
216F | οὐσίαν κεκτημένος, ‘καλὸν γάρ‘ ἔφη ‘πολλὰ κεκτημένον ζῆν κατὰ λογισμὸν καὶ μὴ κατὰ τὴν ἐπιθυμίαν.‘ ΑΝΑΞΑΝΔΡΙΔΑΣ Ἀναξανδρίδας ὁ Λέοντος πρὸς τὸν δυσφοροῦντα διὰ | |
5 | τὴν ἐκ τῆς πόλεως αὐτῷ γενομένην φυγήν ‘ὦ λῷστε‘ ἔφη, ‘μὴ τὴν πόλιν φεύγων ὀρρώδει, ἀλλὰ τὴν δικαιο‐ σύνην.‘ Τῷ δὲ τοῖς ἐφόροις τὰ δέοντα μὲν λέγοντι πλείω | |
δὲ τῶν ἱκανῶν ‘ὦ ξένε‘ ἔφη, ‘οὐκ ἐν δέοντι τῷ δέοντι χρῇ.‘ | 136 | |
10 | Πυνθανομένου δέ τινος διὰ τί τοῖς εἵλωσι τοὺς | |
217A | ἀγροὺς ἐγχειρίζουσι καὶ οὐκ αὐτοὶ ἐπιμελοῦνται, | ‘ὅτι‘ ἔφη ‘οὐ τούτων ἐπιμελούμενοι ἀλλ’ αὑτῶν αὐτοὺς ἐκτησάμεθα.‘ Ἑτέρου δέ τινος λέγοντος, ὅτι βλάπτουσιν αἱ δόξαι | |
5 | καὶ ὅτι τούτων ὁ ἀπαλλαγεὶς εὐδαιμονήσει, ‘οὐκοῦν οἱ τὰ ἄδικα ποιοῦντεσ‘ ἔφη ‘κατὰ τὸν σὸν λόγον εὐδαίμονες ἂν εἶεν· πῶς γὰρ ἄν τις ἱεροσυλῶν ἢ ἀδικῶν δόξης ἐπι‐ μελοῖτο;‘ Ἄλλου δ’ ἐρωτῶντος διὰ τί ἐν τοῖς πολέμοις Σπαρ‐ | |
10 | τιᾶται θαρραλέως κινδυνεύουσιν, ‘ὅτι‘ ἔφη ‘αἰδεῖσθαι περὶ βίου μελετῶμεν, οὐχ ὥσπερ οἱ ἄλλοι φοβεῖσθαι.‘ Ἐρωτῶντος δέ τινος αὐτὸν διὰ τί τὰς περὶ θανάτου δίκας πλείοσιν ἡμέραις οἱ γέροντες κρίνουσι, κἂν ἀπο‐ | |
217B | φύγῃ τις, οὐδὲν ἧσσόν ἐστιν ὑπόδικος, ‘πολλαῖς μὲν ἡμέραισ‘ ἔφη ‘κρίνουσιν, ὅτι περὶ θανάτου τοῖς δια‐ μαρτάνουσιν οὐκ ἔστι μεταβουλεύσασθαι· νόμῳ δ’ ὑπό‐ δικον δεήσει εἶναι, διότι κατὰ τοῦτον τὸν νόμον ἂν εἴη | |
5 | καὶ τὸ κρείττονα βουλεύσασθαι.‘ ΑΝΑΞΑΝΔΡΟΣ Ο ΕΥΡΥΚΡΑΤΕΟΣ Ἀνάξανδρος ὁ Εὐρυκράτεος, πυνθανομένου τινὸς διὰ τί χρήματα οὐ συνάγουσιν εἰς τὸ δημόσιον, ‘ὅπωσ‘ ἔφη | |
‘μὴ οἱ φύλακες αὐτῶν γινόμενοι διαφθείρωνται.‘ | 137 | |
10 | ΑΝΑΞΙΛΑΣ Ἀναξίλας πρὸς τὸν θαυμάζοντα διὰ τί οἱ ἔφοροι τοῖς | |
217C | βασιλεῦσιν οὐχ ὑπεξανίστανται, καὶ ταῦτα ὑπὸ τῶν βασιλέων καθισταμένοι, ‘διὰ τὴν αὐτὴν αἰτίαν‘ ἔφη ‘δι’ ἣν καὶ ἐφορεύουσιν.‘ ΑΝΔΡΟΚΛΕΙΔΑΣ | |
5 | Ἀνδροκλείδας ὁ Λάκων πηρωθεὶς τὸ σκέλος κατέταξεν αὑτὸν εἰς τοὺς πολεμιστάς· ὡς δ’ ἐνίσταντό τινες διακω‐ λύοντες ὅτι ἐπεπήρωτο, ‘ἀλλ’ οὐ φεύγοντα‘ εἶπε ‘μέ‐ νοντα δὲ δεῖ τοῖς ἀντιτεταγμένοις μάχεσθαι.‘ ΑΝΤΑΛΚΙΔΑΣ | |
10 | Ἀνταλκίδας ἐν Σαμοθρᾴκῃ μυούμενος, ἐρωτηθεὶς ὑπὸ τοῦ ἱερέως τί δεινότερον δέδρακεν ἐν τῷ βίῳ, ‘εἴ τί μοι πέπρακται τοιοῦτον, εἴσονται‘ εἶπεν ‘αὐτοὶ οἱ θεοί.‘ | |
217D | Πρὸς δὲ τὸν ἀμαθεῖς καλοῦντα τοὺς Λακεδαιμονίους Ἀθηναῖον ‘μόνοι γοῦν‘ εἶπεν ‘ἡμεῖς οὐδὲν μεμαθήκαμεν παρ’ ὑμῶν κακόν.‘ Ἑτέρου δ’ Ἀθηναίου πρὸς αὐτὸν εἰπόντος ‘ἀλλὰ μὴν | |
5 | ἡμεῖς ἀπὸ τοῦ Κηφισοῦ πολλάκις ὑμᾶς ἐδιώξαμεν‘, ‘ἡμεῖς δέ‘ ἔφη ‘οὐδέποτε ὑμᾶς ἀπὸ τοῦ Εὐρώτα.‘ Ἐρωτηθεὶς δὲ πῶς ἄν τις μάλιστα ἀρέσκοι τοῖς ἀνθρώποις, ‘εἰ ἥδιστα μέν‘ ἔφη ‘αὐτοῖς διαλέγοιτο, | |
ὠφελιμώτατα δὲ προσφέροιτο.‘ | 138 | |
10 | Σοφιστοῦ δέ τινος μέλλοντος ἀναγινώσκειν ἐγκώ‐ μιον Ἡρακλέους, ‘τίς γὰρ αὐτόν‘ ἔφη ‘ψέγει;‘ Πρὸς δ’ Ἀγησίλαον πληγέντα ἐν μάχῃ ὑπὸ Θη‐ βαίων ‘ἀπέχεισ‘ εἶπε ‘τὰ διδασκάλια, μὴ βουλομένους | |
217E | αὐτοὺς μηδ’ ἐπισταμένους μάχεσθαι διδάξας.‘ ἐδόκουν γὰρ ταῖς συνεχέσιν ἐπ’ αὐτοὺς τοῦ Ἀγησιλάου στρατείαις μάχιμοι γεγονέναι. Τείχη δ’ ἔλεγεν εἶναι τῆς Σπάρτης τοὺς νέους, | |
5 | ὅρια δὲ τὰς ἐπιδορατίδας. Πρὸς δὲ τὸν ἐπιζητοῦντα διὰ τί ἐγχειριδίοις βρα‐ χέσι κατὰ πόλεμον χρῶνται Λακεδαιμόνιοι, ‘διότι‘ εἶπε ‘πλησίον τοῖς πολεμίοις μαχόμεθα.‘ ΑΝΤΙΟΧΟΣ | |
10 | Ἀντίοχος ἐφορεύων ὡς ἤκουσεν ὅτι Μεσσηνίοις Φί‐ λιππος τὴν χώραν ἔδωκεν, ἠρώτησεν, εἰ καὶ δύναμιν αὐτοῖς παρέσχετο ὥστε μαχομένους περὶ τῆς χώρας κρατεῖν. ΑΡΕΥΣ | |
217F | Ἄρευς, ἐπαινούντων τινῶν οὐκ ἰδίας ἀλλά τινας | |
τῶν ἀλλοτρίων γυναικῶν, ‘μὰ τοὺς θεούσ‘ εἶπε ‘περὶ τῶν καλῶν κἀγαθῶν γυναικῶν οὐδένα δεῖ λόγον [εἰκῆ] λέγεσθαι, ἀγνοεῖσθαι δ’ αὐτὰς τὸ παράπαν, ὁποῖαι | 139 | |
5 | τυγχάνουσι, πλὴν μόνοις τοῖς συμβιοῦσι.‘ Διὰ Σελινοῦντος δέ ποτε τῆς Σικελίας πορευόμενος ἰδὼν ἐπὶ μνήματος ἐλεγεῖον ἐπιγεγραμμένον (41 Preger) | |
7 | ‘σβεννύντας ποτὲ τούσδε τυραννίδα χάλκεος Ἄρης εἷλε· Σελινοῦντος δ’ ἀμφὶ πύλας ἔθανον‘, | |
9 | ||
10 | ‘δικαίωσ‘ ἔφη ‘ἀπεθάνετε τυραννίδα καιομένην ἀπο‐ σβεννύναι ἐπιχειρήσαντες· τοὐναντίον γὰρ ἔδει ὅλην αὐτὴν ἀφεῖναι κατακαῆναι.‘ | ΑΡΙΣΤΩΝ | |
218A | Ἀρίστων, ἐπαινοῦντός τινος τὴν τοῦ Κλεομένους χρείαν, ὅτι ἐρωτηθεὶς τί δεῖ τὸν ἀγαθὸν βασιλέα ποιεῖν εἶπε τοὺς μὲν φίλους εὐεργετεῖν τοὺς δ’ ἐχθροὺς κακῶς ποιεῖν· ‘καὶ πόσῳ κρεῖσσον‘ ἔφη, ‘ὦ λῷστε, τοὺς μὲν | |
5 | φίλους εὐεργετεῖν τοὺς δ’ ἐχθροὺς φίλους ποιεῖν;‘ (αὕτη Σωκράτους ὁμολογουμένη πρὸς πάντων χρεία οὖσα καὶ εἰς αὐτὸν ἀναφέρεται.) Πυνθανομένου δέ τινος πόσοι Σπαρτιᾶται τὸ πλῆ‐ θος, ‘ὅσοι ἱκανοί‘ εἶπε ‘τοὺς ἐχθροὺς ἀπερύκειν.‘ | |
10 | Τῶν Ἀθηναίων δέ τινος ἔπαινον ἐπιτάφιον ἀναγινώ‐ | |
218B | σκοντος τῶν πεσόντων ὑπὸ Λακεδαιμονίων, ‘ποδαποὺς οὖν‘ ἔφη ‘τοὺς ἡμετέρους νομίζεις εἶναι νικήσαντας τούτους;‘ ΑΡΧΙΔΑΜΙΔΑΣ | 140 |
5 | Ἀρχιδαμίδας πρὸς τὸν ἐπαινοῦντα Χαρίλαν, ὅτι πρὸς ἅπαντας ὁμοίως πρᾶος ἦν, ‘καὶ πῶς τισ‘ ἔφη ‘δικαίως ἂν ἐπαινοῖτο, εἰ καὶ πρὸς τοὺς πονηροὺς πρᾶος εἴη;‘ Μεμφομένου δέ τινος Ἑκαταῖον τὸν σοφιστήν, ὅτι παραληφθεὶς εἰς τὸ συσσίτιον αὐτῶν οὐδὲν ἔλεγεν, ‘ἀγνο‐ | |
10 | εῖν μοι δοκεῖς, ὅτι ὁ εἰδὼς λόγον‘ εἶπε ‘καὶ τὸν τοῦ λέγειν καιρὸν οἶδεν.‘ ΑΡΧΙΔΑΜΟΣ Ο ΖΕΥΞΙΔΑΜΟΥ | |
218C | Ἀρχίδαμος ὁ Ζευξιδάμου, πυθομένου τινὸς αὐτοῦ τίνες προεστήκασι τῆς Σπάρτης, ‘οἱ νόμοι καὶ τὰ ἀρχεῖα‘ ἔφη ‘κατὰ τοὺς νόμουσ‘. Πρὸς δὲ τὸν ἐπαινοῦντα κιθαρῳδὸν καὶ θαυμάζοντα | |
5 | τὴν δύναμιν αὐτοῦ ‘ὦ λῷστε‘ ἔφη ‘ποῖον γέρας παρὰ σοῦ τοῖς ἀγαθοῖς ἀνδράσιν ἔσται, ὅταν κιθαρῳδὸν οὕτως ἐπαινῇς;‘ Ἐπεὶ δέ τις αὐτῷ συνιστὰς ψάλτην εἶπεν ‘οὗτος ἀγαθὸς ψάλτης ἐστίν‘, ‘παρ’ ἡμῖν δέ γε οὗτοσ‘ ἔφη | |
10 | ‘ἀγαθὸς ζωμοποιόσ‘, ὡς οὐδὲν διαφέρον 〈τὸ〉 δι’ ὀργά‐ νων φωνῆς ἡδονὴν ἐμποιεῖν τῆς δι’ ὄψων καὶ ζωμοῦ σκευασίας. [Ἐρωτηθεὶς δὲ διὰ τί μικροῖς τοῖς ἐγχειριδίοις χρῶνται ‘ὅτι τῶν ἄλλων‘ ἔφη ‘τοῖς πολεμίοις ἔγγιον | 141 |
15 | προσπελάζομεν.‘] [Πονηροῦ δέ τινος αὐτὸν ἐρωτήσαντος, τίς ἐστι Σπαρτιατῶν ἐπιεικέστατος, ‘ὁ σοί‘ ἔφη ‘μηδὲν παρ‐ όμοιος.‘] Ὑπισχνουμένου δέ τινος αὐτῷ τὸν οἶνον ἡδὺν ποι‐ | |
20 | ήσειν, ‘πρὸς τί;‘ ἔφη ‘καὶ γὰρ δαπανηθήσεται πλείων καὶ ποιήσει τὰ ἀνδρεῖα ἀχρηστότερα.‘ | |
218D | Ἐπιὼν δὲ τὴν Κορινθίων πόλιν μετὰ στρατεύματος εἶδεν ἔκ του περὶ τὸ τεῖχος τόπου λαγωοὺς ἀναστάντας· εἶπεν οὖν πρὸς τοὺς συστρατιώτας· ‘εὐάλωτοι ἡμῖν οἱ πολέμιοί εἰσι.‘ | |
5 | Δύο δέ τινων διαιτητὴν αὐτὸν λαβόντων, ἀγαγὼν εἰς τὸ τῆς Χαλκιοίκου τέμενος ἐξώρκισεν ἐμμεῖναι τοῖς κριθεῖσιν αὐτούς· ὀμοσάντων δ’ ἐκείνων ‘κρίνω τοίνυν‘ ἔφη ‘μὴ πρότερον ἀπελθεῖν ὑμᾶς ἐκ τοῦ τεμένους, πρὶν | |
ἂν τὰ πρὸς ἀλλήλους διαλύσησθε.‘ | 142 | |
10 | Ταῖς δὲ θυγατράσιν αὐτοῦ ἱματισμὸν πολυτελῆ Διο‐ | |
218E | νυσίου τοῦ Σικελίας τυράννου πέμψαντος, οὐκ ἐδέξατο εἰπών ‘φοβοῦμαι μὴ περιθέμεναι αἱ κόραι φανῶσί μοι αἰσχραί.‘ Θεασάμενος δὲ τὸν υἱὸν προπετῶς μαχόμενον Ἀθη‐ | |
5 | ναίοις ‘ἢ τῇ δυνάμει πρόσθεσ‘ ἔφη ‘ἢ τοῦ φρονήματος ὕφες.‘ ΑΡΧΙΔΑΜΟΣ Ο ΑΓΗΣΙΛΑΟΥ Ἀρχίδαμος ὁ Ἀγησιλάου, Φιλίππου μετὰ τὴν ἐν Χαιρωνείᾳ μάχην σκληροτέραν αὐτῷ ἐπιστολὴν γρά‐ | |
10 | ψαντος, ἀντέγραψεν ‘εἰ μετρήσαις τὴν σαυτοῦ σκιάν, οὐκ ἂν εὕροις αὐτὴν μείζονα γεγενημένην ἢ πρὶν νικᾶν.‘ Ἐρωτηθεὶς δὲ πόσης χώρας κρατοῦσιν 〈οἱ〉 Σπαρ‐ | |
218F | τιᾶται ‘ὅσης ἄν‘ ἔφη ‘τῷ δόρατι ἐφικνῶνται.‘ Περιάνδρου δὲ τοῦ ἰατροῦ ἀξιολόγου κατὰ τέχνην ὄντος καὶ ἐπαινουμένου ἐς τὰ μάλιστα, φαῦλα δὲ ποι‐ ήματα γράφοντος, ‘τί δήποτε, ὦ Περίανδρε‘ εἶπεν, ‘ἀντὶ | |
5 | χαρίεντος ἰατροῦ κακὸς ποιητὴς καλεῖσθαι ἐπιθυμεῖς;‘ Ἐν δὲ τῷ πρὸς Φίλιππον πολέμῳ συμβουλευόντων τινῶν ὅτι πόρρω τῆς οἰκείας τὴν μάχην συνάπτειν δεῖ, ‘ἀλλ’ οὐ τοῦτο‘ ἔφη ‘ὁρᾶν δεῖ, ἀλλ’ εἰ μαχόμενοι κρείσ‐ | |
σονες τῶν πολεμίων ἐσόμεθα.‘ | 143 | |
10 | Πρὸς δὲ τοὺς ἐπαινοῦντας αὐτόν, ὅτε τὴν πρὸς τοὺς Ἀρκάδας μάχην ἐνίκησε, ‘βέλτιον ἂν ἦν, εἰ τῇ φρονήσει‘ ἔφη ‘αὐτοὺς ἐνικῶμεν μᾶλλον ἢ τῇ ἰσχύι.‘ | |
219A | Ὅτε δ’ εἰς Ἀρκαδίαν ἐνέβαλε, πυθόμενος βοηθεῖν αὐτοῖς Ἠλείους ἐπέστειλεν αὐτοῖς ‘Ἀρχίδαμος Ἠλείοις· καλὸν ἡσυχία.‘ Τῶν δὲ συμμάχων ἐν τῷ Πελοποννησιακῷ πολέμῳ | |
5 | ἐπιζητούντων, πόσα χρήματα ἀρκέσει, καὶ ἀξιούντων ὁρίσαι τοὺς φόρους, ‘ὁ πόλεμοσ‘ ἔφη ‘οὐ τεταγμένα ζητεῖ.‘ Καταπελτικὸν δ’ ἰδὼν βέλος τότε πρῶτον ἐκ Σικε‐ λίας κομισθὲν ἀνεβόησεν ‘Ἡράκλεις, ἀπόλωλεν ἀνδρὸς | |
10 | ἁρετά.‘ Ἐπεὶ δ’ οὐκ ἐβούλοντο οἱ Ἕλληνες πείθεσθαι αὐτῷ καὶ λῦσαι τὰς πρὸς Ἀντίπατρον καὶ Κρατερὸν τοὺς Μακεδόνας ὁμολογίας καὶ ἐλεύθεροι εἶναι, ὡς χαλεπωτέ‐ | |
219B | ρων ἐσομένων Λακεδαιμονίων ἢ Μακεδόνων, εἶπε ‘πρό‐ βατον μὲν ἀεὶ τὴν αὐτὴν φθέγγεται φωνήν, ἄνθρωπος δὲ πολλὰς καὶ ποικίλας, ἕως ἂν τὸ δόξαν ἐπιτελέσῃ.‘ ΑΣΤΥΚΡΑΤΙΔΑΣ | |
5 | Ἀστυκρατίδας, εἰπόντος τινὸς αὐτῷ μετὰ τὸ ἡττη‐ θῆναι Ἆγιν τὸν βασιλέα ἐν τῇ πρὸς Ἀντίπατρον μάχῃ | |
περὶ Μεγάλην πόλιν ‘τί ποιήσετε, ὦ Λακεδαιμόνιοι; ἦ δουλεύσετε Μακεδόσιν;‘ εἶπε ‘τί δέ; κωλῦσαι ἂν δύναιτο Ἀντίπατρος μαχομένους ἡμᾶς ἀποθανεῖν ὑπὲρ τῆς Σπάρ‐ | 144 | |
10 | της;‘ 〈ΑΝΑΞΙ〉ΒΙΟΣ | |
219C | 〈Ἀναξί〉βιος ἐνεδρευθεὶς ὑπὸ Ἰφικράτους τοῦ Ἀθη‐ ναίων στρατηγοῦ καὶ ἐρωτώμενος ὑπὸ τῶν στρατιωτῶν τί δεῖ ποεῖν, ‘τί γὰρ ἄλλο‘ ἔφη ‘ἢ ὑμᾶς μὲν σῴζεσθαι, ἐμὲ δὲ μαχόμενον ἀποθανεῖν;‘ | |
5 | ΒΡΑΣΙΔΑΣ Βρασίδας ἐν ἰσχάσι συλλαβὼν μῦν καὶ δηχθεὶς ἀφῆκεν· εἶτα πρὸς τοὺς παρόντας ‘οὐδὲν οὕτωσ‘ ἔφη ‘μικρόν ἐστιν, ὃ οὐ σῴζεται τολμῶν ἀμύνεσθαι τοὺς ἐπι‐ χειροῦντας.‘ | |
10 | Ἐν δέ τινι μάχῃ διὰ τῆς ἀσπίδος ἀκοντισθεὶς καὶ τὸ δόρυ τοῦ τραύματος ἐξελκύσας αὐτῷ τούτῳ τὸν πολέ‐ μιον ἀπέκτεινε καὶ πῶς ἐτρώθη ἐρωτηθείς ‘προδούσης με‘ ἔφη ‘τῆς ἀσπίδος.‘ [Παρακαλούμενος δὲ ὑπό τινος ἀκοῦσαι σοφιστοῦ | |
15 | τὸν παρακαλοῦντα ἤρετο, τί ἐπιδείκνυσθαι μέλλει. κἀ‐ κεῖνος εἶπεν ‘Ἡρακλέους ἐγκώμιον.‘ καὶ ὅς· ‘τίς γὰρ | |
ψέγει τὸν θεὸν τοῦτον;‘] | 145 | |
219D | Ἐξελθὼν δ’ ἐπὶ πόλεμον ἔγραψε τοῖς ἐφόροις ‘ἅσσα δήλομαι πράξω κατὰ πόλεμον ἢ τεθναξοῦμαι.‘ Ἐπεὶ δὲ συνέβη πεσεῖν αὐτὸν ἐλευθεροῦντα τοὺς ἐπὶ Θρᾴκης Ἕλληνας, οἱ δὲ πεμφθέντες εἰς Λακε‐ | |
5 | δαίμονα πρέσβεις τῇ μητρὶ αὐτοῦ Ἀρχιλεωνίδι προσῆλ‐ θον, πρῶτον μὲν ἠρώτησεν εἰ καλῶς ὁ Βρασίδας ἐτελεύ‐ τησεν, ἐγκωμιαζόντων δὲ τῶν Θρᾳκῶν καὶ λεγόντων ὡς οὐδεὶς ἄλλος ἐστὶ τοιοῦτος, ‘ἀγνοεῖτε‘ εἶπεν ‘ὦ ξένοι· Βρασίδας γὰρ ἦν μὲν ἀνὴρ ἀγαθός, πολλοὺς δ’ ἐκείνου | |
10 | κρείσσονας ἔχει ἡ Σπάρτη.‘ ΔΑΜΩΝΙΔΑΣ | |
219E | Δαμωνίδας ταχθεὶς ἔσχατος τοῦ χοροῦ ὑπὸ τοῦ τὸν χορὸν ἱστάντος ‘εὖγε‘ εἶπεν, ‘ὦ χοραγέ, ἐξεῦρες πῶς καὶ αὕτη ἡ χώρα ἄτιμος οὖσα ἔντιμος γένηται.‘ ΔΑΜΙΣ | |
5 | Δᾶμις πρὸς τὰ ἐπισταλέντα περὶ τοῦ Ἀλέξανδρον θεὸν εἶναι ψηφίσασθαι, ‘συγχωρῶμεν‘ ἔφη ‘Ἀλεξάνδρῳ, ἐὰν | |
θέλῃ, θεὸς καλεῖσθαι.‘ ΔΑΜΙΝΔΑΣ Δαμίνδας, Φιλίππου ἐμβαλόντος εἰς Πελοπόννησον καὶ | 146 | |
10 | εἰπόντος τινός ‘κινδυνεύουσι δεινὰ παθεῖν Λακεδαιμόνιοι, εἰ μὴ τὰς πρὸς αὐτὸν διαλλαγὰς ποιήσονται,‘ ‘ἀνδρό‐ γυνε‘ εἶπε, ‘τί δ’ ἂν πάθοιμεν δεινὸν θανάτου καταφρονή‐ σαντες;‘ | |
219F | ΔΕΡΚΥΛΛΙΔΑΣ Δερκυλλίδας, Πύρρου τὴν στρατιὰν ἐπὶ τῆς Σπαρτιά‐ τιδος ἔχοντος, πεμφθεὶς πρὸς αὐτὸν πρεσβευτής, τοῦ Πύρρου προστάττοντος καταδέχεσθαι τὸν βασιλέα αὐτῶν | |
5 | Κλεώνυμον ἢ γνώσεσθαι ὡς οὐδενὸς τῶν ἄλλων ἀνδρειό‐ τεροι τυγχάνουσιν, ὑποτυχὼν εἶπεν ‘εἰ μὲν θεός ἐστιν, οὐ φοβούμεθα· οὐδὲν γὰρ ἀδικοῦμεν· εἰ δ’ ἄνθρωπος, οὐχ ἡμῶν γε κρείσσων.‘ ΔΗΜΑΡΑΤΟΣ | |
10 | Δημάρατος, Ὀρόντου πρὸς αὐτὸν σκληρότερον ὁμι‐ | |
220A | λήσαντος καὶ εἰπόντος τινός ‘σκληρῶς σοι | κέχρηται Ὀρόντης, ὦ Δημάρατε‘, ‘οὐδὲν ἥμαρτεν εἰς ἐμέ‘ εἶπεν· ‘οἱ γὰρ πρὸς χάριν ὁμιλοῦντες βλάπτουσιν, οὐχ οἱ μετ’ ἀπεχθείας.‘ | |
5 | Ἐρωτήσαντος δέ τινος διὰ τί τοὺς μὲν τὰς ἀσπίδας παρ’ αὐτοῖς ἀποβαλόντας ἀτιμοῦσι, τοὺς δὲ τὰ κράνη καὶ τοὺς θώρακας οὐκέτι, ‘ὅτι‘ ἔφη ‘ταῦτα μὲν ἑαυτῶν χάριν | |
περιτίθενται· τὴν δ’ ἀσπίδα τῆς κοινῆς τάξεως ἕνεκα.‘ Ψάλτου δ’ ἀκροώμενος ‘οὐ κακῶσ‘ εἶπε ‘φαίνεταί | 147 | |
10 | μοι φλυαρεῖν.‘ Ἐν δέ τινι συνεδρίῳ ἐρωτώμενος πότερον διὰ μωρίαν ἢ δι’ ἀπορίαν λόγων σιωπᾷ, ‘ἀλλ’ ὅ γε μωρὸς οὐκ ἂν δύναιτο σιγᾶν‘ ἔφη. | |
220B | Πυθομένου δέ τινος διὰ τί φεύγει τὴν Σπάρτην βασιλεὺς ὤν, ‘ὅτι‘ ἔφη ‘κρείσσονες αὐτῆς οἱ νόμοι εἰσί.‘ Τῶν δὲ Περσῶν τινος διὰ τὸ συνεχὲς τῆς δωρο‐ δοκίας τὸν ἐρώμενον αὐτοῦ ἀπαγαγόντος καὶ λέγοντος ‘ὦ | |
5 | Λάκων, τεθήρευκά σου τὸν ἐρώμενον‘, ‘μὰ τοὺς θεούσ‘ ἔφη ‘οὐχὶ σύ γε, ἀλλ’ ἠγόρακας.‘ Ἀποστάντος δέ τινος τῶν Περσῶν τοῦ βασιλέως καὶ μεταπεισθέντος ὑπὸ Δημαράτου ἐπανελθεῖν καὶ μέλ‐ λοντος τοῦ βασιλέως τὸν Πέρσην διαχειρίζεσθαι, ‘αἰσχρόν‘ | |
10 | ἔφη, ‘ὦ βασιλεῦ, ὅτε μὲν ἐχθρὸς ἦν σοι, μὴ δύνασθαι δίκην τῆς ἀποστάσεως παρ’ αὐτοῦ λαβεῖν, ὅτε δὲ φίλος γέγονεν, ἀποκτείνειν.‘ | |
220C | Πρὸς δὲ τὸν παρασιτοῦντα τῷ βασιλεῖ καὶ περὶ τῆς φυγῆς πολλάκις ἐπισκώπτοντα αὐτόν ‘οὐ μαχοῦμαί σοι‘ ἔφη, ‘ὦ ξένε· κατανάλωκα γὰρ τὴν τοῦ βίου τάξιν.‘ ΕΚΠΡΕΠΗΣ | |
5 | Ἐκπρέπης ἔφορος Φρύνιδος τοῦ μουσικοῦ σκεπάρνῳ τὰς δύο τῶν ἐννέα 〈χορδῶν〉 ἐξέτεμεν, εἰπών ‘μὴ κα‐ | |
κούργει τὴν μουσικήν.‘ ΕΠΑΙΝΕΤΟΣ Ἐπαίνετος πάντων ἔφη τοὺς ψεύστας τῶν ἁμαρτη‐ | 148 | |
10 | μάτων καὶ τῶν ἀδικημάτων αἰτίους εἶναι. ΕΥΒΟΙΔΑΣ Εὐβοίδας ἀκούων τινῶν ἐπαινούντων γυναῖκα ἀλλο‐ | |
220D | τρίαν οὐκ ἀπεδέχετο, φήσας ὅλως περὶ γυναικείας φύσεως παρὰ τοῖς ἔξω λόγον εἶναι οὐδένα δεῖ〈ν〉. ΕΥΔΑΜΙΔΑΣ Ο ΑΡΧΙΔΑΜΟΥ Εὐδαμίδας ὁ Ἀρχιδάμου, ἀδελφὸς δ’ Ἄγιδος, ἰδὼν | |
5 | ἐν Ἀκαδημείᾳ Ξενοκράτην πρεσβύτερον ἤδη μετὰ τῶν γνωρίμων φιλοσοφοῦντα, ἐπύθετο τίς ὁ πρεσβύτης· φα‐ μένου δέ τινος ὅτι σοφὸς ἀνὴρ καὶ τῶν ζητούντων τὴν ἀρετήν, ‘καὶ πότε‘ ἔφη ‘χρήσεται αὐτῇ, ἐὰν ἔτι ζητῇ;‘ Ἀκούσας δὲ φιλοσόφου διαλεχθέντος ὅτι μόνος ἀγα‐ | |
10 | θὸς στρατηγὸς ὁ σοφός ἐστιν, ‘ὁ μὲν λόγοσ‘ ἔφη ‘θαυ‐ | |
220E | μαστός· ὁ δὲ λέγων ἄπιστος· οὐ γὰρ περισεσάλπιγκται.‘ Τὴν θέσιν δὲ Ξενοκράτους εἰρηκότος καὶ καταπαυο‐ μένου, παρῆν ὁ Εὐδαμίδας· ὡς δ’ εἶπέ τις τῶν μετ’ αὐτοῦ ‘ὅτε πάρεσμεν ἡμεῖς, τότε πέπαυται·‘ ‘καλῶς γε‘ ἔφη | |
5 | ‘εἴπερ ἤδη ἔλεξε ταῦτα ἃ ἔχρῃζε·‘ τοῦ δ’ εἰπόντος ‘καλὸν ἦν ἀκοῦσαι‘ ‘ἦ καὶ πρὸς δεδειπνηκότα μολόντεσ‘ εἶπεν ‘ἠξιοῦμεν 〈ἂν〉 πάλιν αὐτὸν δειπνεῖν;‘ | |
Πυνθανομένου δέ τινος διὰ τί, τῶν πολιτῶν αἱρου‐ μένων τὸν πρὸς Μακεδόνας πόλεμον, αὐτὸς ἡσυχίαν ἄγειν | 149 | |
10 | δοκιμάζει, ‘ὅτι‘ ἔφη ‘οὐ χρῄζω ψευδομένους αὐτοὺς ἐλέγξαι.‘ Ἑτέρου δὲ προφερομένου τὰ κατὰ Περσῶν ἀριστεῖα | |
220F | καὶ προτρέποντος ἐπὶ τὸν πόλεμον, ‘ἀγνοεῖν‘ ἔφη ‘μοι δοκεῖς γε, ὅτι ταὐτόν ἐστι 〈τῷ〉 χιλίων προβάτων κρα‐ τήσαντα πεντήκοντα λύκοις μάχεσθαι.‘ Ψάλτου δέ τινος εὐημερήσαντος, ἠρώτησαν αὐτὸν | |
5 | ποδαπός τις αὐτῷ δοκεῖ εἶναι, ‘μέγασ‘ ἔφη ‘〈δει〉κη‐ λίκτας ἐν μικρῷ πράγματι.‘ Ἐπαινοῦντος δέ τινος τὰς Ἀθήνας, ἔφη ‘καὶ τίς ἂν ταύτην τὴν πόλιν δεόντως ἐπαινοίη, ἣν οὐδεὶς ἔστερξε γενόμενος βελτίων;‘ | |
10 | Ἀργείου δέ τινος λέγοντος, ὡς φαυλότεροι γίνονται κατὰ τὰς ἀποδημίας οἱ Λάκωνες ἐξιστάμενοι τῶν πα‐ | |
221A | τρίων νομίμων, | ‘ἀλλ’ οὐχ ὑμεῖς γε‘ ἔφη ‘εἰς τὴν Σπάρτην ἐλθόντες χείρονες ἀλλὰ βελτίονες γίνεσθε.‘ Ἀλεξάνδρου δὲ κηρύξαντος ἐν Ὀλυμπίᾳ κατιέναι τοὺς φυγάδας ἅπαντας εἰς τὴν ἰδίαν πλὴν Θηβαίων, | |
5 | ‘ἀτυχὲς μέν‘ ἔφη, ‘ὦ Θηβαῖοι, τὸ κήρυγμα ἀλλ’ ἔνδοξον· μόνους γὰρ ὑμᾶς φοβεῖται Ἀλέξανδρος.‘ Ἐρωτηθεὶς δὲ τίνος ἕνεκα πρὸ τῶν κινδύνων ταῖς Μούσαις σφαγιάζουσιν, ‘ὅπωσ‘ ἔφη ‘αἱ πράξεις λόγων | |
ἀγαθῶν τυγχάνωσιν.‘ | 150 | |
10 | ΕΥΡΥΚΡΑΤΙΔΑΣ Ο ΑΝΑΞΑΝΔΡΙΔΟΥ Εὐρυκρατίδας ὁ Ἀναξανδρίδου, πυνθανομένου τινὸς διὰ | |
221B | τί τὰ περὶ τῶν συμβολαίων δίκαια ἑκάστης ἡμέρας κρί‐ νουσιν οἱ ἔφοροι, ‘ὅπωσ‘ ἔφη ‘καὶ ἐν τοῖς πολεμίοις πιστεύωμεν ἀλλήλοις.‘ ΖΕΥΞΙΔΑΜΟΣ | |
5 | Ζευξίδαμος, πυνθανομένου τινὸς διὰ τί τοὺς περὶ τῆς ἀνδρείας νόμους ἀγράφους τηροῦσι καὶ τοῖς νέοις ἀπογραψάμενοι οὐ διδόασιν ἀναγινώσκειν, ‘ὅτι‘ ἔφη ‘συν‐ εθίζεσθαι [δεῖ] ταῖς ἀνδραγαθίαις κρεῖττον ἢ ταῖς γρα‐ φαῖς προσέχειν.‘ | |
10 | Αἰτωλοῦ δέ τινος λέγοντος ὅτι τοῖς ἀνδραγαθεῖν βουλομένοις κρείσσων τῆς εἰρήνης ὁ πόλεμος, ‘οὐ μὰ | |
221C | τοὺς θεούσ‘ ἔφη ‘ἀλλὰ τούτοις κρείσσων ὁ θάνατος τῆς ζωῆς.‘ ΗΡΩΝΔΑΣ Ἡρώνδας Ἀθήνησιν ἁλόντος τινὸς γραφὴν ἀργίας | |
5 | παρὼν καὶ πυθόμενος ἐκέλευσεν ἐπιδεῖξαι αὑτῷ τὸν τὴν ἐλευθερίας δίκην ἡττηθέντα. ΘΕΑΡΙΔΑΣ Θεαρίδας ξίφος ἀκονῶν καὶ ἐρωτώμενος, εἰ ὀξύ ἐστιν, | |
εἶπεν ‘ὀξύτερον διαβολῆς.‘ | 151 | |
10 | ΘΕΜΙΣΤΕΑΣ Θεμιστέας προεῖπε μὲν Λεωνίδᾳ τῷ βασιλεῖ τὴν ἐσο‐ μένην ἀπώλειαν περὶ Θερμοπύλας αὐτοῦ τε καὶ τῶν συστρατευομένων αὐτῷ, μάντις ὤν· ἀποπεμπόμενος δὲ | |
221D | ὑπὸ τοῦ Λεωνίδα εἰς τὴν Λακεδαίμονα, προφάσει τοῦ ἀπαγγεῖλαι τὰ συμβησόμενα ταῖς δ’ ἀληθείαις ἵνα μὴ παραπόληται, οὐκ ἠνέσχετο ἀλλ’ εἶπε ‘μαχητὴς ἐπέμ‐ φθην οὐκ ἀγγελιαφόρος.‘ | |
5 | ΘΕΟΠΟΜΠΟΣ Θεόπομπος πρὸς τὸν ἐρωτήσαντα πῶς ἄν τις ἀσφα‐ λέστατα τηροίη τὴν βασιλείαν, ‘εἰ τοῖς μὲν φίλοισ‘ ἔφη ‘μεταδιδοίη παρρησίας δικαίας, τοὺς δ’ ἀρχομένους κατὰ δύναμιν μὴ περιορῴη ἀδικουμένους.‘ | |
10 | Πρὸς δὲ τὸν ξένον τὸν λέγοντα ὅτι παρὰ τοῖς αὑτοῦ πολίταις καλεῖται φιλολάκων, ‘κρεῖσσον‘ ἔφη ‘ἦν σε φιλοπολίτην ἢ φιλολάκωνα καλεῖσθαι.‘ | |
221E | Τοῦ δ’ ἐκ τῆς Ἤλιδος πρεσβευτοῦ εἰπόντος ὅτι διὰ τοῦτ’ αὐτὸν ἐξαπέστειλαν οἱ πολῖται, ὅτι μόνος τὸν Λακωνικὸν ἐζήλωσε βίον, ‘καὶ πότερον,‘ ἔφη, ‘ὦ Ἠλεῖε, ὁ σὸς ἢ ὁ τῶν ἄλλων πολιτῶν βίος βελτίων ἐστί;‘ τοῦ δ’ | |
5 | εἰπόντος τὸν αὑτοῦ, ‘πῶς οὖν ἄν‘ ἔφη ‘αὕτη ἡ πόλις σῴζοιτο, ἐν ᾗ πολλῶν ὄντων εἷς μόνος ἀγαθός ἐστι;‘ Λέγοντος δέ τινος ὅτι ἡ Σπάρτη σῴζεται διὰ τοὺς βασιλεῖς ἀρχικοὺς ὄντας, ‘οὔκ‘ ἔφη ‘ἀλλὰ διὰ τοὺς | |
πολίτας πειθαρχικοὺς ὄντας.‘ | 152 | |
10 | Πυλίων δ’ αὐτῷ μείζονας τιμὰς ψηφισαμένων, ἀντ‐ έγραψεν ὅτι ‘τὰς μὲν μετρίας ὁ χρόνος αὔξει, τὰς δ’ ὑπερ‐ αιρούσας ἀφανίζει.‘ Ἐπιδεικνυμένου δέ τινος αὐτῷ τεῖχος καὶ πυνθανο‐ μένου εἰ καρτερὸν καὶ ὑψηλόν, ‘οὐδ’ εἰ γυναικῶν‘ | |
15 | εἶπεν ‘ἦν.‘ | |
221F | ΘΗΡΥΚΙΩΝ Θηρυκίων ἐκ Δελφῶν παραγενόμενος, ἰδὼν τὸ Φι‐ λίππου στρατόπεδον ἐν Ἰσθμῷ τὰ στενὰ κατειληφότος, ‘κακούσ‘ ἔφη ‘πυλωροὺς ὑμᾶς, ὦ Κορίνθιοι, ἡ Πελο‐ | |
5 | πόννησος ἔχει.‘ ΘΗΚΤΑΜΕΝΗΣ Θηκταμένης, καταγνόντων αὐτοῦ θάνατον τῶν ἐφόρων, ἀπῄει μειδιῶν· καί τινος τῶν παρόντων ἐρωτήσαντος εἰ [καὶ] καταφρονεῖ τῶν τῆς Σπάρτης νομίμων, ‘οὐχί‘ εἶπεν, | |
10 | ‘ἀλλὰ γέγηθα, ὅτι δεῖ με τὴν ζημίαν ἐκτῖσαι ταύτην, παρ’ | |
οὐδενὸς οὔτε τι αἰτήσαντα οὔτε δανεισάμενον.‘ | | 153 | |
222A | ΙΠΠΟΔΑΜΟΣ Ἱππόδαμος, ὅτε Ἆγις Ἀρχιδάμῳ παρετάσσετο, [συμ]πεμφθεὶς τῷ Ἄγιδι εἰς Σπάρτην ἐκεῖ τὰς χρείας παρέχεσθαι, ‘ἀλλ’ οὗτοσ‘ ἔφη ‘οὔτοι κάλλιον | |
5 | [θάνατον] ἀποθανοῦμαι ὑπὲρ Σπάρτας ἀνδραγαθῶν;‘ ἦν δὲ βεβιωκὼς ὑπὲρ τὰ ὀγδοήκοντα ἔτη· καὶ μετὰ ταῦτα λαβὼν τὰ ὅπλα καὶ στὰς ἐν δεξιᾷ τοῦ βασιλέως, μαχό‐ μενος ἀποθνῄσκει. ΙΠΠΟΚΡΑΤΙΔΑΣ | |
10 | Ἱπποκρατίδας πρὸς τὸν τῆς Καρίας σατράπην ἐπι‐ στείλαντα διότι Λακεδαιμόνιος ἀνὴρ ἐπιβουλευόντων τι‐ | |
222B | νῶν συνειδὼς τὴν ἐπιβουλὴν κατεσιώπησε, καὶ προσ‐ θέντος πῶς χρήσεται αὐτῷ, ἀντέγραψεν ‘εἰ μὲν μέγα τι ἀγαθὸν αὐτὸν πεποίηκας, κατάκτανε· εἰ δὲ μή, ἐκ τῆς χώρας ἔκβαλε δειλὸν πρὸς ἀρετὴν ὄντα.‘ | |
5 | Ἀπαντήσαντος δέ ποτε αὐτῷ μειρακίου, ᾧ ἠκολού‐ θει ἐραστής τις, καὶ διατραπέντος, ‘μετὰ τοιούτων‘ ἔφη ‘βαδίζειν δεῖ, μεθ’ ὧν ὀφθεὶς τὴν αὐτὴν χρόαν τηρήσεις.‘ ΚΑΛΛΙΚΡΑΤΙΔΑΣ Καλλικρατίδας ναύαρχος, τῶν Λυσάνδρου φίλων | |
10 | ἀξιούντων ἐπιτρέψαι αὐτοῖς ἕνα τινὰ τῶν ἐχθρῶν ἀνελεῖν | 154 |
222C | καὶ λαβεῖν πεντήκοντα τάλαντα, καίτοι σφόδρα δεόμενος χρημάτων εἰς ὀψώνια τοῖς ναύταις, οὐ συνεχώρησε. Κλέανδρος δὲ σύμβουλος ὤν ‘ἀλλ’ ἔγωγ’ ἂν ἔλαβον‘ εἶπεν ‘εἰ σὺ ἤμην·‘ ‘καὶ γὰρ αὐτόσ‘ εἶπεν ‘εἰ σὺ ἦν.‘ | |
5 | Παραγενόμενος δὲ πρὸς Κῦρον τὸν νεώτερον εἰς Σάρδεις, σύμμαχον ὄντα Λακεδαιμονίοις, ἐπὶ χρήματα τῷ ναυτικῷ, τῇ μὲν πρώτῃ ἡμέρᾳ ἐκέλευσεν εἰσαγγεῖλαι ὅτι βούλεται Κύρῳ ἐντυχεῖν· ὡς δ’ ἤκουσε πίνειν, ‘προσ‐ μενῶ‘ εἶπεν ‘ἕως ἂν πίῃ.‘ καὶ τότε μὲν ἀπηλλάγη, ὡς | |
10 | ἔγνω οὐχ οἷόν τε εἶναι συμβαλεῖν αὐτῷ ἐκείνῃ τῇ ἡμέρᾳ, | |
222D | δόξας ἀγροικότερος εἶναι. τῇ δ’ ἐχομένῃ, ὡς πάλιν αὐτὸν πίνοντ’ ἤκουσε καὶ οὐ προϊόντα, φήσας ‘οὐχ οὕτω σπου‐ δαστέον χρήματα λαβεῖν ὡς μηδὲν ἀνάξιον τῆς Σπάρτης ποιεῖν;‘ ἀπηλλάγη εἰς Ἔφεσον, πολλὰ μὲν ἐπαρώμενος | |
5 | κακὰ τοῖς πρώτοις ἐντρυφηθεῖσιν ὑπὸ βαρβάρων καὶ δι‐ δάξασιν αὐτοὺς ὑβρίζειν διὰ πλοῦτον· ὤμνυε δὲ πρὸς τοὺς παρόντας ὡς, ὅταν πρῶτον εἰς Σπάρτην παραγένη‐ ται, πάντα ποιήσει ὑπὲρ τοῦ διαλλάξαι τοὺς Ἕλληνας, ὡς φοβερώτεροι τοῖς βαρβάροις εἶεν καὶ παύσαιντο τῆς | |
10 | ἐκείνων ἐπ’ ἀλλήλους δεόμενοι δυνάμεως. Ἐρωτηθεὶς δὲ ὁποῖοι ἄνδρες εἰσὶν οἱ Ἴωνες, ‘δοῦλοι | |
222E | μὲν ἀγαθοί‘ εἶπεν ‘ἐλεύθεροι δὲ κακοί.‘ Τοῦ δὲ Κύρου τὸν μισθὸν προπέμψαντος τοῖς στρα‐ τιώταις καὶ ξένια αὐτῷ, μόνον ἔλαβε τὸν μισθὸν τὰ δὲ | |
ξένια ἀνέπεμψε, φήσας μὴ δεῖν φιλίαν αὐτῷ ἰδίαν πρὸς | 155 | |
5 | αὐτὸν εἶναι, ἀλλὰ τὴν κοινὴν πρὸς ἅπαντας Λακεδαι‐ μονίους γεγονυῖαν καὶ αὐτῷ ὑπάρχειν. Μέλλων δὲ περὶ τὰς Ἀργινούσας ναυμαχεῖν, Ἕρμω‐ νος τοῦ κυβερνήτου εἰπόντος ὅτι καλῶς ἔχει ἀποπλεῦσαι, αἱ γὰρ τριήρεις τῶν Ἀθηναίων πολλῷ πλείους εἰσίν, εἶπε | |
10 | ‘καὶ τί τοῦτο; ἀλλὰ φεύγειν αἰσχρὸν καὶ βλαβερὸν τῇ Σπάρτῃ· μένοντα δὲ ἢ ἀποθανεῖν ἢ νικᾶν ἄριστον.‘ | |
222F | Προθυσάμενος δέ, ὡς ἤκουσε τοῦ μάντεως σημαίνε‐ σθαι διὰ τῶν ἐμπύρων τῷ μὲν στρατῷ νίκην τῷ δὲ στρατη‐ γοῦντι θάνατον, οὐδὲν καταπλαγεὶς εἶπεν ‘οὐ παρ’ ἕνα τὰ Σπάρτας· ἀποθανόντος μὲν γάρ μου οὐδὲν ἡ πατρὶς | |
5 | ἐλαττωθήσεται, εἴξαντος δὲ τοῖς πολεμίοις ἐλαττω‐ θήσεται.‘ ἀποδείξας οὖν ἀνθ’ ἑαυτοῦ Κλέανδρον ἡγε‐ μόνα ὥρμησεν ἐπὶ τὴν ναυμαχίαν, καὶ μαχόμενος ἐτε‐ λεύτα. | | |
223A | ΚΛΕΟΜΒΡΟΤΟΣ Ο ΠΑΥΣΑΝΙΟΥ Κλεόμβροτος ὁ Παυσανίου, ξένου τινὸς διαφερομένου πρὸς τὸν πατέρα περὶ ἀρετῆς, ‘μέχρι τούτου‘ εἶπεν ‘κρείσσων σού ἐστιν ὁ πατήρ, μέχρις ἂν καὶ σὺ γεννήσῃς.‘ | |
5 | ΚΛΕΟΜΕΝΗΣ Ο ΑΝΑΞΑΝΔΡΙΔΕΩ Κλεομένης ὁ Ἀναξανδρίδεω τὸν μὲν Ὅμηρον Λακε‐ | |
δαιμονίων εἶναι ποιητὴν ἔφη, τὸν δὲ Ἡσίοδον τῶν εἱλώ‐ των· τὸν μὲν γὰρ ὡς χρὴ πολεμεῖν, τὸν δὲ ὡς χρὴ γε‐ ωργεῖν παρηγγελκέναι. | 156 | |
10 | Ἀνοχὰς δὲ ἑφθημέρους πρὸς Ἀργείους ποιησάμενος, φυλάξας αὐτὰς 〈δύο ἡμέρασ〉, τῇ τρίτῃ νυκτὶ κοιμω‐ | |
223B | μένοις διὰ τὸ πεποιθέναι ταῖς σπονδαῖς ἐπέθετο· καὶ τοὺς μὲν ἀπέκτεινε τοὺς δ’ αἰχμαλώτους ἔλαβεν. ὀνει‐ διζόμενος δ’ ἐπὶ τῇ παραβάσει τῶν ὅρκων, οὐκ ἔφη προσ‐ ομωμοκέναι ταῖς ἡμέραις τὰς νύκτας· ἄλλως τε [καὶ], | |
5 | ὅτι ἂν κακόν τις ποιῇ τοὺς πολεμίους, τοῦτο καὶ παρὰ θεοῖς καὶ παρ’ ἀνθρώποις δίκης ὑπέρτερον νομίζεσθαι. Συνέβη δ’ αὐτῷ τοῦ μὲν Ἄργους, δι’ ὃ παρεσπόν‐ δησεν, ἀποπεσεῖν διὰ τὸ τὰς γυναῖκας τὰ ἀπὸ τῶν ἱερῶν καθελούσας ὅπλα τούτοις αὐτὸν ἀμύνεσθαι· καὶ ὕστερον | |
10 | δὲ τῶν φρενῶν ἔξω γενόμενον δράξασθαί τινος μαχαιρίου | |
223C | καὶ αὑτὸν ἀνατεμεῖν ἀπὸ τῶν σφυρῶν ἕως ἐπὶ τοὺς και‐ ρίους τόπους, καὶ οὕτως ἐκλιπεῖν τὸν βίον γελῶντα καὶ σεσηρότα. Τοῦ δὲ μάντεως ἀποτρέποντος μὴ ἄγειν ἐπὶ τὴν | |
5 | Ἀργείων πόλιν τὸ στράτευμα (τὴν γὰρ ἐπάνοδον αἰσχρὰν γενήσεσθαι) προσελθὼν τῇ πόλει ὡς τὰς μὲν πύλας κεκλεισ‐ | |
μένας εἶδε, τὰς δὲ γυναῖκας ἐπὶ τῶν τειχῶν, ‘αὕτη σοι‘ ἔφη ‘ἡ ἐπάνοδος αἰσχρὰ φαίνεται εἶναι, ἐν ᾗ τῶν ἀνδρῶν τεθνηκότων αἱ γυναῖκες τὰς πύλας κεκλείκασι;‘ | 157 | |
10 | Πρὸς δὲ τοὺς λοιδοροῦντας αὐτὸν τῶν Ἀργείων ὡς ἐπίορκον καὶ ἀσεβῆ ‘τοῦ μὲν κακῶς λέγειν‘ ἔφη ‘ὑμεῖς κύριοι, τοῦ δὲ κακῶς ὑμᾶς ποιεῖν ἐγώ.‘ | |
223D | Τοῖς δ’ ἀπὸ τῆς Σάμου πρέσβεσι παρακαλοῦ‐ σιν αὐτὸν Πολυκράτει τῷ τυράννῳ πολεμεῖν καὶ διὰ τοῦτο μακρολογοῦσιν, ‘ὧν εἰρήκατε‘ ἔφη ‘τὰ μὲν ἐξ ἀρχῆς οὐ μέμνημαι, διὰ τοῦτο δὲ καὶ τὰ μέσα οὐ συνίημι· | |
5 | τὰ δ’ ἐπὶ πᾶσιν οὐ δοκιμάζω.‘ Πειρατοῦ δὲ καταδραμόντος τὴν χώραν καί, ὡς ἑάλω, λέγοντος ὅτι ‘τροφὴν οὐκ εἶχον τοῖς στρατιώταις παρέχειν, πρὸς τοὺς ἔχοντας οὖν ἑκοντὶ δ’ οὐκ ἂν δι‐ δόντας βίᾳ ληψόμενος ἦλθον‘ ‘νὴ τοὺς θεούσ‘ ἔφη ‘σύν‐ | |
10 | τομος ἡ πονηρία.‘ Φαύλου δέ τινος αὐτὸν κακῶς λέγοντος ‘ἆρα διὰ τοῦτο‘ ἔφη ‘πάντας σὺ κακῶς λέγεις, ἵνα ἀπολογούμενοι | |
223E | μὴ εὐκαιρῶμεν περὶ τῆς σῆς κακίας λέγειν;‘ Τῶν δὲ πολιτῶν τινος λέγοντος, ὅτι τὸν ἀγαθὸν βασιλέα πάντῃ πάντως πρᾶον εἶναι δεῖ, ‘οὐκοῦν‘ ἔφη ‘ἄχρι τοῦ μὴ εὐκαταφρόνητον εἶναι.‘ | |
5 | Ἑλκυσθεὶς δὲ νόσῳ μακρᾷ, ἐπεὶ καθαρταῖς καὶ μάντεσι προσεῖχε τὸ πρὶν οὐ προσέχων, θαυμάζοντός τινος, ‘τί θαυμάζεις;‘ ἔφη ‘οὐ γάρ εἰμι ὁ αὐτὸς νῦν καὶ | |
τότε· οὐκ ὢν δὲ ὁ αὐτὸς οὐδὲ τὰ αὐτὰ δοκιμάζω.‘ Σοφιστοῦ δέ τινος περὶ ἀνδρείας λέγοντος πλείω, | 158 | |
10 | ἐγέλασε· τοῦ δ’ εἰπόντος ‘τί γελᾷς, Κλεόμενες, περὶ ἀνδρείας λέγοντος ἀκούων, καὶ ταῦτα βασιλεὺς ὤν;‘ | |
223F | ‘ὅτι‘ ἔφη, ‘ὦ ξένε, καὶ ἡ χελιδὼν εἰ περὶ αὐτῆς ἔλεγε, τὸ αὐτὸ τοῦτ’ ἂν ἐποίουν· εἰ δ’ ἀετός, πολλὴν ἂν εἶχον ἠρεμίαν.‘ Τῶν δ’ Ἀργείων τὴν προτέραν ἧτταν φασκόντων | |
5 | ἀναμαχεῖσθαι, ‘θαυμάζω‘ ἔφη ‘εἰ δύο συλλαβῶν προσ‐ θήκῃ νῦν κρείσσονες ἐγένεσθε ἢ πρόσθεν ἦτε.‘ Λοιδοροῦντος δέ τινος αὐτὸν καὶ φήσαντος ‘θρυπτι‐ κὸς εἶ, ὦ Κλεόμενες,‘ ‘ἀλλὰ κρεῖσσον‘ ἔφη ‘ἢ ἄδικον εἶναι· σὺ δὲ φιλοχρήματος καίπερ ἱκανὰ κεκτημένος.‘ | |
10 | [Ψάλτην δέ τις αὐτῷ βουλόμενος συστῆσαι τά τ’ | |
224A | ἄλλα τὸν ἄνδρα ἐπῄνει | καὶ ψάλτην αὐτὸν ἔφη κρά‐ τιστον εἶναι τῶν Ἑλλήνων· ὁ δὲ δείξας τινὰ τῶν πλησίον ‘νὴ τοὺς θεούσ‘ ἔφη ‘〈ὡσ〉 οὗτος παρ’ ἐμοὶ ζωμοποιός.‘] Μαιανδρ〈ί〉ου δὲ τοῦ τῆς Σάμου τυράννου διὰ τὴν | |
5 | Περσῶν ἔφοδον εἰς Σπάρτην φυγόντος καὶ ἐπιδείξαντος ὅσα κεκομίκει χρύσεά τε καὶ ἀργύρεα ἐκπώματα χαριζο‐ μένου τε ὅσα βούλεται, ἔλαβε μὲν οὐδέν, εὐλαβούμενος δὲ μὴ ἑτέροις τισὶ τῶν ἀστῶν διαδῷ, πορευθεὶς ἐπὶ τοὺς ἐφόρους ἄμεινον εἶναι ἔφη τῇ Σπάρτῃ τὸν ξένον ἑαυτοῦ | |
10 | 〈τὸν〉 Σάμιον ἀπαλλάττεσθαι τῆς Πελοποννήσου, ἵνα μὴ πείσῃ τινὰ τῶν Σπαρτιατῶν κακὸν γενέσθαι. οἱ δὲ ὑπακού‐ | |
224B | σαντες ἐξεκήρυξαν τὸν Μαιάνδρ〈ι〉ον αὐτῆς ἡμέρας. Εἰπόντος δέ τινος ‘διὰ τί πολεμοῦντας ὑμῖν Ἀργεί‐ ους πολλάκις κρατήσαντες οὐκ ἀνῃρήκατε;‘ ‘οὐδ’ ἂν ἀνέλοιμεν‘ ἔφη, ‘ὡς ἂν γυμναστὰς τοῖς νέοισιν ἔχωμεν.‘ | 159 |
5 | Πυνθανομένου δέ τινος αὐτοῦ διὰ τί Σπαρτιᾶται τοῖς θεοῖς οὐκ ἀνατιθέασι τὰ ἀπὸ τῶν πολεμίων σκῦλα, ‘ὅτι‘ ἔφη ‘ἀπὸ δειλῶν ἐστι.‘ ΚΛΕΟΜΕΝΗΣ Ο ΚΛΕΟΜΒΡΟΤΟΥ Κλεομένης ὁ Κλεομβρότου, διδόντος αὐτῷ τινος μαχί‐ | |
224C | μους ἀλεκτρυόνας καὶ λέγοντος ὅτι μαχόμενοι ἀποθνῄ‐ σκουσι περὶ νίκης, ‘τῶν κατακτεινόντων τοίνυν αὐτούσ‘ ἔφη ‘τινὰς δός μοι, ἐκεῖνοι γὰρ τούτων ἀμείνους.‘ ΛΑΒΩΤΑΣ | |
5 | Λαβώτας, μακρολογοῦντός τινος, εἶπε ‘τί μοι μικρῶν πέρι μεγάλα φροιμιάζῃ; † ὅσον γὰρ εἴη πρᾶγμα, τοσοῦτος | |
καὶ ὁ λόγος, ᾧ χρῆσαι.‘ ΛΕΩΤΥΧΙΔΑΣ Λεωτυχίδας ὁ πρῶτος, λέγοντός τινος ὡς ἔστιν | 160 | |
10 | εὐμετάβολος, ‘διὰ τοὺς καιρούσ‘ ἔφη, ‘οὐχ ὡς ὑμεῖς διὰ τὴν αὑτῶν κακίαν.‘ Πρὸς δὲ τὸν ἐρωτῶντα πῶς ἄν τις μάλιστα δια‐ | |
224D | φυλάσσοι τὰ παρόντα τῶν ἀγαθῶν, εἶπεν ‘εἰ μὴ πάντα τῇ τύχῃ πιστεύοι.‘ Ἐρωτηθεὶς δὲ τί δεῖ μάλιστα μανθάνειν τοὺς ἐλευ‐ θέρους παῖδας, ‘ταῦτ’‘ ἔφη ‘ὅσαπερ ἂν αὐτοὺς ὠφελή‐ | |
5 | σειεν ἄνδρας γενομένους.‘ Πυνθανομένου δέ τινος διὰ τίνα αἰτίαν ὀλιγοπο‐ τοῦσιν οἱ Σπαρτιᾶται, ἔφη ‘ἵνα μὴ ἄλλοι ὑπὲρ ἡμῶν βουλεύωνται, ἀλλ’ ἡμεῖς ὑπὲρ ἄλλων.‘ ΛΕΩΤΥΧΙΔΑΣ Ο ΑΡΙΣΤΩΝΟΣ | |
10 | Λεωτυχίδας ὁ Ἀρίστωνος πρὸς τὸν εἰπόντα ὅτι κακῶς αὐτὸν οἱ τοῦ Δημαράτου λέγουσι ‘μὰ τοὺς θεούσ‘ ἔφη ‘οὐ θαυμάζω, καλῶς γὰρ λέγειν οὐδεὶς ἂν αὐτῶν δυνη‐ θείη.‘ | |
224E | Τῇ δ’ ἐνδοτέρω πύλῃ δράκοντος περὶ τὴν κλεῖν ἑλι‐ χθέντος καὶ τῶν μάντεων τέρας ἀποφαινομένων εἶναι, ‘οὔτι ἔμοιγ’‘ ἔφη ‘δοκεῖ, ἀλλ’ εἰ ἡ κλεὶς τῷ δράκοντι | |
περιειλίχθη, τέρας ἂν ἦν.‘ | 161 | |
5 | Πρὸς δὲ Φίλιππον τὸν ὀρφεοτελεστὴν παντελῶς πτωχὸν ὄντα, λέγοντα δ’ ὅτι οἱ παρ’ αὐτῷ μυηθέντες μετὰ τὴν τοῦ βίου τελευτὴν εὐδαιμονοῦσι, ‘τί οὖν, ὦ ἀνόητε‘ εἶπεν, ‘οὐ τὴν ταχίστην ἀποθνῄσκεις, ἵν’ ἅμα παύσῃ κακο‐ δαιμονίαν καὶ πενίαν κλαίων;‘ | |
10 | Πυθομένου δέ τινος διὰ τί τὰ ἀπὸ τῶν πολεμίων ὅπλα τοῖς θεοῖς οὐκ ἀνατιθέασιν, ‘ὅτι‘ ἔφη ‘τὰ διὰ τὴν δειλίαν τῶν κεκτημένων θηραθέντα οὔτε τοὺς νέους ὁρᾶν καλὸν οὔτε τοῖς θεοῖς ἀνατιθέναι.‘ ΛΕΩΝ Ο ΕΥΡΥΚΡΑΤΙΔΑ | |
15 | Λέων ὁ Εὐρυκρατίδα ἐρωτηθείς, ποίαν τις ἂν πόλιν | |
224F | οἰκήσας ἀσφαλῶς οἰκοίη, ‘ὅπου‘ ἔφη ‘μήτε πλείω μήτε ἐλάσσονα κεκτήσονται οἱ ἐνοικοῦντες· καὶ ὅπου τὸ μὲν δίκαιον ἰσχύσει, τὸ δ’ ἄδικον ἀσθενὲς ἔσται.‘ Ὁρῶν δὲ τοὺς ἐν Ὀλυμπίᾳ δρομεῖς σπουδάζοντας | |
5 | περὶ τὴν ἄφεσιν ἵνα πλεονεκτήσωσιν, ‘ὅσῳ μᾶλλον‘ ἔφη ‘οἱ δρομεῖς σπουδάζουσι περὶ τῆς ταχυτῆτος ἢ περὶ τῆς δικαιοσύνης.‘ Ἀκαίρως δέ τινος περὶ πραγμάτων οὐκ ἀχρήστων διαλεχθέντος, ‘ὦ ξένε‘ εἶπεν, ‘οὐκ ἐν δέοντι χρῇ τῷ | |
10 | δέοντι.‘ ΛΕΩΝΙΔΑΣ Ο ΑΝΑΞΑΝΔΡΙΔΑ Λεωνίδας ὁ Ἀναξανδρίδα, ἀδελφὸς δὲ Κλεομένους, | |
225A | πρός τινα εἰπόντα | ‘πλὴν τοῦ βασιλεύειν οὐδὲν ἡμῶν διαφέρεισ‘ ‘ἀλλ’ οὐκ ἄν‘ ἔφη, ‘εἰ μὴ βελτίων ὑμῶν ἤμην, ἐβασίλευον.‘ Τῆς δὲ γυναικὸς αὐτοῦ Γοργοῦς πυνθανομένης, ὅτε | 162 |
5 | εἰς Θερμοπύλας ἐξῄει τῷ Πέρσῃ μαχούμενος, εἴ τι αὐτῇ ἐντέλλεται, ἔφη ‘ἀγαθοῖς γαμεῖσθαι καὶ ἀγαθὰ τίκτειν.‘ Λεγόντων δὲ τῶν ἐφόρων ὀλίγους ἄγειν αὐτὸν εἰς Θερμοπύλας, † ‘οὐκ ἄλλασ‘ ἔφη ‘πρὸς ἣν βαδίζομεν πρᾶξιν.‘ | |
10 | Πάλιν δ’ αὐτῶν εἰπόντων ‘μή τι ἕτερον διέγνωκας ποιεῖν ἢ τὰς παρόδους τῶν βαρβάρων κωλύειν;‘ ‘τῷ λόγῳ‘ ἔφη ‘τῷ δ’ ἔργῳ ἀποθανούμενος ὑπὲρ τῶν Ἑλ‐ λήνων.‘ | |
225B | Γενόμενος δ’ ἐν Θερμοπύλαις πρὸς τοὺς συστρατιώ‐ τας εἶπε ‘λέγοντι τὸν βάρβαρον ἐγγύθι γενόμενον **, ἄμμε δὲ χρονοτριβέειν· ἤδη γὰρ ἢ κτάμεν τὼς βαρβάρως ἢ αὐτοὶ τεθνάμεν θέλομες.‘ | |
5 | Λέγοντος δέ τινος ‘ἀπὸ τῶν ὀιστευμάτων τῶν βαρ‐ βάρων οὐδὲ τὸν ἥλιον ἰδεῖν ἔστιν,‘ ‘οὐκοῦν‘ ἔφη ‘χάριεν, εἰ ὑπὸ σκιὰν αὐτοῖς μαχεσόμεθα.‘ Ἄλλου δ’ εἰπόντος ‘πάρεισιν ἐγγὺς ἡμῶν,‘ ‘οὐκοῦν‘ ἔφη ‘καὶ ἡμεῖς αὐτῶν [ἐγγύς].‘ | 163 |
10 | Εἰπόντος δέ τινος ‘ὦ Λεωνίδα, πρὸς πολλοὺς μετ’ ὀλίγων διακινδυνεύσων οὕτως πάρει;‘ ‘εἰ μὲν οἴεσθέ με‘ ἔφη ‘τῷ πλήθει 〈δεῖν πιστεύειν〉, οὐδ’ ἡ πᾶσα Ἑλλὰς ἀρκεῖ· | |
225C | βραχεῖα γὰρ μοῖρα τοῦ ἐκείνων πλήθους ἐστίν· εἰ δὲ ταῖς ἀφεταῖς, καὶ οὗτος ὁ ἀριθμὸς ἱκανός.‘ Ἄλλου δὲ τὰ αὐτὰ λέγοντος, ‘καὶ μήν‘ εἶπεν ‘πολ‐ λοὺς ἐπάγομαι ὡς ἀποθανουμένους.‘ | |
5 | Ξέρξου δὲ γράψαντος αὐτῷ ‘ἔξεστί σοι μὴ θεο‐ μαχοῦντι, μετ’ ἐμοῦ δὲ τασσομένῳ τῆς Ἑλλάδος μοναρ‐ χεῖν‘ ἀντέγραψεν ‘εἰ τὰ καλὰ τοῦ βίου γινώσκοις, ἀπ‐ έστης ἂν τῆς τῶν ἀλλοτρίων ἐπιθυμίας· ἐμοὶ δὲ κρείσσων ὁ ὑπὲρ τῆς Ἑλλάδος θάνατος τοῦ μοναρχεῖν τῶν ὁμο‐ | |
10 | φύλων.‘ Πάλιν δὲ τοῦ Ξέρξου γράψαντος ‘πέμψον τὰ ὅπλα‘, ἀντέγραψε ‘μολὼν λαβέ.‘ | |
225D | Βουλομένου δ’ αὐτοῦ ἤδη τοῖς πολεμίοις ἐπιτί‐ θεσθαι, 〈ἐπεὶ〉 οἱ πολέμαρχοι πρὸς αὐτὸν ἔφασαν ὅτι δεῖ προσμένειν αὐτὸν τοὺς ἄλλους συμμάχους, ‘οὐ γάρ‘ | |
ἔφη ‘πάρεισιν οἱ μέλλοντες μάχεσθαι; ἢ οὐκ ἴστε, ὅτι | 164 | |
5 | μόνοι πρὸς τοὺς πολεμίους μάχονται οἱ τοὺς βασιλέας αἰδούμενοι καὶ φοβούμενοι;‘ Τοῖς δὲ στρατιώταις παρήγγειλεν ἀριστοποιεῖσθαι ὡς ἐν Ἅιδου δειπνοποιησομένους. Ἐρωτηθεὶς δὲ διὰ τί οἱ ἄριστοι τὸν ἔνδοξον θάνα‐ | |
10 | τον τῆς ἀδόξου προκρίνουσι ζωῆς, ‘ὅτι‘ ἔφη ‘τὸ μὲν τῆς φύσεως ἴδιον, τὸ δὲ αὑτῶν εἶναι νομίζουσιν.‘ Τοὺς δ’ ἠιθέους βουλόμενος σῷσαι καὶ ἐπιστά‐ μενος ἄντικρυς οὐκ ἀνεξομένους, σκυτάλας δοὺς καθ’ | |
225E | ἕνα αὐτῶν πρὸς τοὺς ἐφόρους ἔπεμψε. καὶ τῶν τελείων δὲ τρεῖς ἐβουλήθη διασῷσαι· οἱ δὲ συννοήσαντες οὐκ ἠνέσχοντο λαβεῖν τὰς σκυτάλας· ὧν ὁ μὲν εἶπεν ‘οὐ κῆρυξ ἀλλὰ μαχητὰς ἀκολούθησα‘· ὁ δὲ δεύτερος ‘αὐτοῦ | |
5 | μένων κρέσσων ἂν εἴην‘· ὁ δὲ τρίτος ‘οὐχ ὕστερος τού‐ των, πρῶτος δὲ μαχήσομαι.‘ ΛΟΧΑΓΟΣ Λόχαγος ὁ Πολυαινίδου καὶ Σείρωνος πατήρ, ἀπαγγεί‐ λαντός τινος αὐτῷ ὅτι τῶν υἱῶν τεθνήκοι ὁ ἕτερος, ‘πάλαι | |
10 | ᾔδειν‘ ἔφη ‘ὅτι ἀποθανεῖν αὐτὸν ἔδει.‘ | |
ΛΥΚΟΥΡΓΟΣ Λυκοῦργος ὁ νομοθέτης βουλόμενος ἐκ τῆς προϋπαρ‐ | 165 | |
225F | χούσης διαίτης τοὺς πολίτας εἰς σωφρονεστέραν βίου | |
τάξιν μετάγειν καὶ καλοκαγαθικοὺς ἀπεργάζεσθαι (ἁβρο‐ δίαιτοι γὰρ ἦσαν) δύο σκύλακας ἀνέθρεψε ταὐτοῦ πατρὸς καὶ μητρὸς γενομένους· καὶ τὸν μὲν εἴθισε περὶ λιχνείας | 167 | |
5 | οἴκοι ἐάσας· τὸν δ’ ἀπαγόμενος ἤσκησε περὶ κυνηγέσια. ἔπειτα ἀγαγὼν εἰς τὴν ἐκκλησίαν ἔθηκε † ἀκάνθας καὶ λιχνείας τινάς, ἀφῆκε δὲ καὶ λαγώ· ἑκατέρου δ’ ἐπὶ τὰ συνήθη ὁρμήσαντος καὶ θατέρου τὸν λαγὼ χειρωσα‐ μένου, εἶπεν ‘ὁρᾶτε, ὦ πολῖται, ὅτι ταὐτοῦ γένους ὑπάρ‐ | |
10 | χοντες ἐν τῇ τοῦ βίου ἀγωγῇ παρὰ πολὺ ἀλλήλων διά‐ | |
226A | φοροι ἀπέβησαν, | καὶ ποιητικωτέρα τῆς φύσεως ἡ ἄσκη‐ σις πρὸς τὰ καλὰ τυγχάνει;‘ τινὲς δέ φασιν, 〈ὡσ〉 οὐ παρῆγε σκύλακας, οἳ ἐκ τῶν αὐτῶν γεγονότες ἐτύγχανον, ἀλλ’ ὁ μὲν ἐξ οἰκουρῶν, ἅτερος δ’ ἐκ κυνηγετικῶν· | |
5 | κἄπειτα τὸν μὲν ἐκ τοῦ χείρονος γένους πρὸς τὰ κυνη‐ γέσια ἤσκησε, τὸν δ’ ἐκ τοῦ ἀμείνονος περὶ λιχνείας μόνον εἴθισεν· εἶθ’ ἑκατέρου ἐφ’ ἃ εἴθιστο ὁρμήσαντος, φανερὸν ποιήσας ὅσον ἡ ἀγωγὴ πρὸς τὸ ἄμεινον καὶ χεῖρον συλλαμβάνει, εἶπεν ‘οὐκοῦν καὶ ἡμᾶς, ὦ πολῖται, | |
10 | οὐδὲν ἡ παρὰ τοῖς πολλοῖς θαυμαζομένη εὐγένεια καὶ τὸ ἀφ’ Ἡρακλέους εἶναι ὀνίνησιν, εἰ μὴ πράττοιμεν δι’ ἃ | |
226B | ἐκεῖνος ἁπάντων ἀνθρώπων ἐπιδοξότερος καὶ εὐγενέστε‐ ρος ἐφάνη, ἀσκούμενοι καὶ μανθάνοντες καλὰ δι’ ὅλου | |
τοῦ βίου.‘ Ἀναδασμὸν δὲ τῆς γῆς ποιήσας καὶ ἅπασιν ἴσον | 168 | |
5 | κλῆρον τοῖς πολίταις νείμας, λέγεται ὕστερόν ποτε χρόνῳ τὴν χώραν διερχόμενος ἐξ ἀποδημίας ἄρτι τεθερι‐ σμένην, ἰδὼν δὲ τοὺς σωροὺς κειμένους παραλλήλους καὶ ὁμαλοὺς ἡσθῆναι, καὶ μειδιάσας εἰπεῖν πρὸς τοὺς παρόντας ὡς ἡ Λακωνικὴ φαίνεται πᾶσα πολλῶν ἀδελ‐ | |
10 | φῶν εἶναι νεωστὶ νενεμημένων. Καὶ τῶν χρεῶν δ’ ἀποκοπὰς εἰσηγησάμενος ἐπ‐ εχείρησε καὶ τὰ κατ’ οἶκον ὄντα πάντα ἐξ ἴσου διαιρεῖν, | |
226C | ὅπως παντάπασιν ἐξέλοι τὸ ἄνισον καὶ ἀνώμαλον. ἐπεὶ δὲ χαλεπῶς ἑώρα προσδεξομένους τὴν ἄντικρυς ἀφαί‐ ρεσιν, τό τε χρυσοῦν καὶ ἀργυροῦν νόμισμα ἠκύρωσε, μόνῳ δὲ τῷ σιδηρῷ προσέταξε χρῆσθαι· καὶ μέχρις οὗ | |
5 | δεῖ ἔχειν τὴν ὅλην ὕπαρξιν πρὸς ἀμοιβὴν τούτου, περι‐ ώρισε. τούτου δὲ γενομένου ἐξέπεσε τῆς Λακεδαίμονος ἀδικία πᾶσα· οὔτε γὰρ κλέπτειν οὔτε δωροδοκεῖν οὔτε ἀποστερεῖν ἢ ἁρπάζειν ἔτι ἐδύνατό τις, ὃ μήτε κατακρύψαι δυνατὸν ἦν μήτε κτήσασθαι ζηλωτὸν μήτε χρήσασθαι | |
10 | ἀκίνδυνον μήτε ἐξάγειν ἢ ἐπάγειν ἀσφαλές. πρὸς δὲ | |
226D | τούτοις καὶ ἁπάντων τῶν περισσῶν ξενηλασίαν ἐποιήσατο· διὸ οὔτ’ ἔμπορος οὔτε σοφιστὴς οὔτε μάντις ἢ ἀγύρτης οὔτε τῶν κατασκευασμάτων δημιουργὸς εἰσῄει εἰς τὴν Σπάρτην. οὐδὲ γὰρ νόμισμα παρ’ αὐτοῖς εὔχρηστον εἴασε, | |
5 | μόνον δὲ τὸ σιδηροῦν εἰσηγήσατο, ὅ ἐστι μνᾶ ὁλκῇ Αἰγι‐ | |
ναία, δυνάμει δὲ χαλκοῖ τέσσαρες. Ἐπιθέσθαι δὲ τῇ τρυφῇ καὶ τὸν ζῆλον ἀφελέσθαι τοῦ πλούτου διανοηθεὶς τὰ συσσίτια εἰσηγήσατο. πρὸς γοῦν τοὺς ἐπιζητοῦντας, διὰ τί ταῦτα συνεστήσατο καὶ | 169 | |
10 | μεθ’ ὅπλων κατ’ ὀλίγους τοὺς πολίτας διῄρηκεν, ‘ὅπωσ‘ | |
226E | εἶπεν ‘ἐξ ἑτοίμου τὰ παραγγελλόμενα δέχωνται, καὶ ἐάν τι νεωτερίζωσιν, ἐν ὀλίγοις ᾖ τὸ ἀμπλάκημα, ἰσομοιρία τε τῆς τροφῆς καὶ πόσεως ᾖ, καὶ μήτε πόσει τινὶ ἢ βρώσει ἀλλὰ μηδὲ στρωμνῇ ἢ σκεύεσιν ἢ ἄλλῳ τινὶ τὸ σύνολον | |
5 | πλέον ἔχῃ ὁ πλούσιος τοῦ πένητος.‘ Ἄζηλον δὲ ποιήσας τὸν πλοῦτον, οὐδενὸς οὔτε χρῆ‐ σθαι οὔτ’ ἐπιδεῖξαι δυναμένου, ἔλεγε πρὸς τοὺς συνήθεις ‘ὡς καλόν ἐστιν, ὦ ἑταῖροι, διὰ τῶν ἔργων ἐπιδεῖξαι τὸν πλοῦτον ὁποῖός ἐστι τῇ ἀληθείᾳ, ὅτι τυφλός.‘ | |
10 | Παρεφύλαξε δὲ ὥστε μηδὲ οἴκοι προδειπνήσαντας ἐξεῖναι βαδίζειν ἐπὶ τὰ συσσίτια, πεπληρωμένους ἑτέρων | |
226F | ἐδεσμάτων ἢ πομάτων· ἐκάκιζον δὲ οἱ λοιποὶ τὸν μὴ πιόντα ἢ φαγόντα μετ’ αὐτῶν, ὡς ἀκρατῆ καὶ πρὸς τὴν κοινὴν ἀπομαλακιζόμενον δίαιταν· ἐζημιοῦτο δὲ καὶ ὁ φανερὸς γενόμενος. Ἄγιδος γοῦν μετὰ πολὺν χρόνον τοῦ | |
5 | βασιλέως ἐπανελθόντος ἀπὸ στρατείας (καταπεπολε‐ μήκει δ’ Ἀθηναίους), βουλομένου παρὰ τῇ γυναικὶ μιᾷ | |
227A | ἡμέρᾳ δειπνῆσαι καὶ μεταπεμπομένου τὰς μερίδας, | οὐκ ἔπεμψαν οἱ πολέμαρχοι· μεθ’ ἡμέραν δὲ φανεροῦ γενο‐ μένου τοῖς ἐφόροις, ἐζημιώθη ὑπ’ αὐτῶν. Πρὸς οὖν τὰ τοιαῦτα τῶν νομοθετημάτων χαλεπή‐ | 170 |
5 | ναντες οἱ εὔποροι ἐπισυνέστησαν καὶ ἐβλασφήμουν αὐτὸν καὶ ἔβαλλον, καταλεῦσαι βουλόμενοι· διωκόμενος δὲ διέπεσε διὰ τῆς ἀγορᾶς· καὶ τοὺς μὲν ἄλλους ἔφθασεν εἰς τὸ ἱερὸν τῆς χαλκιοίκου Ἀθηνᾶς καταφυγών· Ἄλκανδρος δ’ ἐπιστραφέντος αὐτοῦ διώκων τῇ βακτηρίᾳ τὸν ὀφθαλ‐ | |
10 | μὸν ἐξέκοψεν [αὐτοῦ]. τοῦτον δὲ κοινῷ δόγματι παρα‐ λαβὼν ἐπὶ τιμωρίᾳ οὔτε κακῶς διέθηκεν οὔτε ἐμέμψατο, | |
227B | συνδιαιτώμενον δ’ ἔχων ἀπέδειξεν ἐπαινέτην αὑτοῦ τε καὶ τῆς διαίτης ἣν εἶχε [σὺν αὐτῷ] καὶ καθόλου τῆς ἀγωγῆς ἐραστήν. τοῦ δὲ πάθους ὑπόμνημα ἱδρύσατο ἐν τῷ τῆς Χαλκιοίκου τεμένει ἱερὸν Ἀθηνᾶς, Ὀπτιλλέτιν | |
5 | προσαγορεύσας· τοὺς γὰρ ὀφθαλμοὺς ὀπτίλλους οἱ τῇδε Δωριεῖς λέγουσιν. Ἐρωτηθεὶς δὲ διὰ τί οὐκ ἐχρήσατο νόμοις ἐγγράφοις, ‘ὅτι‘ ἔφη ‘οἱ πεπαιδευμένοι καὶ ἀχθέντες τῇ προσ‐ ηκούσῃ ἀγωγῇ τὸ τοῦ καιροῦ χρήσιμον δοκιμάζουσι.‘ | |
10 | Πάλιν δ’ ἐπιζητούντων τινῶν, διὰ τί ὀροφὴν ἀπὸ πελέκεως ταῖς οἰκίαις ἐπιτιθέναι προσέταξε, θύραν δ’ ἀπὸ πρίονος μόνου καὶ μηδενὸς τῶν ἄλλων ἐργαλείων, | |
227C | ‘ὅπως ἄν‘ ἔφη ‘μετριάζωσιν οἱ πολῖται περὶ πάντα, ὅσα εἰς τὴν οἰκίαν εἰσάγουσι, καὶ μηδὲν τῶν παρ’ ἄλλοις ζηλουμένων ἔχωσιν.‘ Ἐκ δὲ ταύτης τῆς συνηθείας φασὶ καὶ Λεωτυχίδην | 171 |
5 | τὸν πρῶτον βασιλέα δειπνοῦντα παρά τινι καὶ θεασάμε‐ νον τῆς στέγης τοῦ οἴκου τὴν παρασκευὴν πολυτελῆ καὶ φατνωματικὴν ἐρωτῆσαι τὸν ξένον, εἰ τετράγωνα παρ’ αὐτοῖς ξύλα φύεται. Ἐρωτηθεὶς δὲ διὰ τί ἐκώλυσεν ἐπὶ τοὺς αὐτοὺς | |
10 | πολεμίους πολλάκις στρατεύεσθαι, ἔφη ‘ἵνα μὴ πολλάκις ἀμύνεσθαι συνεθιζόμενοι ἔμπειροι πολέμου γένωνται.‘ διὸ | |
227D | καὶ Ἀγησιλάου ἔγκλημα οὐ βραχὺ ἔδοξεν εἶναι, ταῖς εἰς τὴν Βοιωτίαν συνεχέσιν εἰσβολαῖς καὶ στρατείαις τοὺς Θηβαίους ἀντιπάλους 〈τοῖσ〉 Λακεδαιμονίοις κατασκευ‐ άσαντος. τετρωμένον γοῦν ἰδὼν αὐτὸν Ἀνταλκίδας ‘καλά‘ | |
5 | εἶπε ‘τροφεῖα ἀπέχεις, μὴ βουλομένους αὐτοὺς μήτ’ εἰ‐ δότας μάχεσθαι διδάξας.‘ Ἄλλου δ’ ἐπιζητοῦντος, διὰ τί τὰ σώματα τῶν παρθένων δρόμοις καὶ πάλαις καὶ βολαῖς δίσκων καὶ ἀκοντίων διεπόνησεν, ‘ἵν’‘ ἔφη ‘ἡ τῶν γεννωμένων ῥίζω‐ | |
10 | σις ἰσχυρὰν ἐν ἰσχυροῖς σώμασιν ἀρχὴν λαβοῦσα καλῶς | |
βλαστάνῃ, αὐταί τε μετὰ ῥώμης τοὺς τόκους ὑπομένουσαι ῥᾳδίως τε ἅμα καὶ καλῶς ἀγωνίζωνται πρὸς τὰς ὠδῖνας, καὶ εἴ τις ἀνάγκη γένοιτο, δύνωνται ὑπὲρ αὑτῶν καὶ τέκνων καὶ τῆς πατρίδος μάχεσθαι.‘ | 172 | |
227E | Μεμφομένων δέ τινων τὴν γύμνωσιν τῶν παρ‐ θένων ἐν ταῖς πομπαῖς καὶ τὴν αἰτίαν ζητούντων, ‘ἵν’‘ ἔφη ‘τὰ αὐτὰ τοῖς ἀνδράσιν ἐπιτηδεύουσαι μηδὲν μεῖον ἔχωσι μήτε κατὰ σώματος ἰσχὺν καὶ ὑγίειαν μήτε κατὰ | |
5 | ψυχῆς φιλοτιμίαν καὶ ἀρετήν, δόξης δὲ τῆς παρὰ τοῖς πολλοῖς ὑπερφρονῶσιν.‘ ὅθεν καὶ περὶ Γοργοῦς ἱστο‐ ρεῖται τῆς Λεωνίδου γυναικὸς τοιοῦτον· εἰπούσης γάρ τινος, ὡς ἔοικε, ξένης πρὸς αὐτὴν ὡς ‘μόναι τῶν ἀνδρῶν ἄρχετε ὑμεῖς αἱ Λάκαιναι‘ ἀπεκρίνατο ‘μόναι γὰρ ἡμεῖς | |
10 | ἄνδρας τίκτομεν.‘ Εἴρξας δὲ τοὺς ἀγάμους τῆς ἐν ταῖς γυμνο‐ παιδίαις θέας καὶ ἀτιμίαν προσθεὶς πολλὴν πρόνοιαν | |
227F | ἐποιήσατο τῆς παιδοποιίας· τιμῆς δὲ καὶ θεραπείας, ἣν νέοι πρεσβυτέροις παρεῖχον, ἐστέρησε. καὶ τὸ πρὸς Δερ‐ κυλλίδαν ῥηθὲν οὐδεὶς ἐμέμψατο, καίπερ εὐδόκιμον ὄντα στρατηγόν· ἐπιόντι γὰρ αὐτῷ τῶν νεωτέρων τις ἕδρας | |
5 | οὐχ ὑπεῖξεν εἰπών ‘οὐδὲ γὰρ ἐμοὶ σὺ τὸν ὑπείξοντα ἐγέν‐ νησας.‘ | |
Πυνθανομένου δέ τινος, διὰ τί τὰς κόρας ἐνο‐ μοθέτησεν ἀπροίκους ἐκδίδοσθαι, ‘ὅπωσ‘ ἔφη ‘μήτε δι’ ἔνδειαν ἄγαμοί τινες ἐαθῶσι μήτε διὰ περιουσίαν σπου‐ | 173 | |
10 | δάζωνται, ἕκαστος δ’ εἰς τὸν τρόπον τῆς παιδὸς ἀφορῶν | | |
228A | ἀρετῇ τὴν αἵρεσιν ποιῶνται.‘ διὰ τοῦτο δὲ καὶ τὸν καλλω‐ πισμὸν τῆς πόλεως ἀπήλασεν. Ὁρίσαντος δ’ αὐτοῦ καὶ τὸν χρόνον τῶν τε γαμου‐ μένων καὶ τῶν γαμούντων, πρὸς τὸν ζητοῦντα 〈τὴν | |
5 | αἰτίαν〉 ‘ἵν’‘ ἔφη ‘τὰ γεννώμενα ἰσχυρὰ ᾖ ἐκ τελείων γεννώμενα.‘ Πρὸς δὲ τὸν θαυμάζοντα, διότι τὸν γεγαμηκότα ἀπεῖρξε μὴ συγκοιμᾶσθαι τῇ γεγαμημένῃ, προσέταξε δὲ τὸ πλεῖστον τῆς ἡμέρας συνεῖναι τοῖς ἡλικιώταις καὶ τὰς | |
10 | νύκτας ὅλας συναναπαύεσθαι, τῇ δὲ νύμφῃ κρύφα καὶ μετ’ εὐλαβείας συνεῖναι, ‘ὅπωσ‘ ἔφη ‘καὶ τοῖς σώμασιν ἰσχυροὶ ὦσι διακορεῖς μὴ γινόμενοι, καὶ τῷ φιλεῖν ἀεὶ | |
228B | καινοὶ ὑπάρχωσι καὶ τὰ ἔγγονα ἐρρωμενέστερα παρ‐ έχωσι.‘ Καὶ τὸ μὲν μύρον ἐξήλασεν ὡς τοῦ ἐλαίου φθορὰν καὶ ὄλεθρον, τὴν δὲ βαφικὴν ὡς κολακείαν αἰσθήσεως. | |
5 | Πᾶσι δὲ τοῖς περὶ τὸν τοῦ σώματος καλλωπισμὸν δημιουργοῖς ἀνεπίβατον ἐποίησε τὴν Σπάρτην, ὡς διὰ τῆς κακοτεχνίας τὰς τέχνας λυμαινομένοις. Τοσαύτη δ’ ἦν κατ’ ἐκείνους τοὺς χρόνους σωφρο‐ | |
σύνη τῶν γυναικῶν καὶ τοσοῦτον ἀπεῖχε τῆς ὕστερον | 174 | |
10 | περὶ αὐτὰς εὐχερείας, ὡς πρότερον ἄπιστον εἶναι τὸ τῆς μοιχείας παρ’ αὐταῖς. καὶ λόγος ἀπομνημονεύεται Γερα‐ δάτα τινὸς Σπαρτιάτου τῶν σφόδρα παλαιῶν, ὃς ἐρω‐ | |
228C | τηθεὶς ὑπὸ ξένου, τί πάσχουσιν οἱ μοιχοὶ παρ’ αὐτοῖς (οὐδὲν γὰρ ὁρᾶν περὶ τούτου νενομοθετημένον ὑπὸ Λυκούργου), εἶπεν ‘οὐδείς, ὦ ξένε, γίνεται μοιχὸς παρ’ ἡμῖν.‘ ἐκείνου δὲ ὑπολαβόντος ‘ἂν οὖν γένηται;‘ ‘ταῦρον‘ | |
5 | ἔφη ὁ Γεραδάτας 〈‘ἐκτίνει μέγαν, ὃς ὑπερκύψας τὸ Ταΰ‐ γετον ἀπὸ τοῦ Εὐρώτα πίεται.‘ θαυμάσαντος δ’ ἐκείνου καὶ φήσαντος ‘πῶς δ’ ἂν γένοιτο βοῦς τηλικοῦτος;‘ γελάσας ὁ Γεραδάτασ〉 ‘πῶς γὰρ ἄν‘ ἔφη ‘μοιχὸς ἐν Σπάρτῃ γένοιτο, ἐν ᾗ πλοῦτος μὲν καὶ τρυφὴ καὶ καλλω‐ | |
10 | πισμὸς ἀτιμάζονται, αἰδὼς δὲ καὶ εὐκοσμία καὶ τῶν ἡγου‐ μένων πειθὼ πρεσβεύονται;‘ Πρὸς δὲ τὸν ἀξιοῦντα δημοκρατίαν ἐν τῇ πόλει καταστήσασθαι ὁ Λυκοῦργος ‘σὺ πρῶτοσ‘ ἔφη ‘ἐν τῇ οἰκίᾳ σου ποίησον δημοκρατίαν.‘ | |
15 | Πυνθανομένου δέ τινος διὰ τί μικρὰς οὕτω καὶ | |
228D | εὐτελεῖς ἔταξε τῶν θεῶν τὰς θυσίας, ‘ὅπωσ‘ ἔφη ‘μηδέ‐ ποτε τιμῶντες τὸ θεῖον διαλείπωμεν.‘ Μόνα δὲ ταῦτα τῶν ἀθλημάτων ἐφέντος αὐτοῦ τοὺς | |
πολίτας ἀγωνίζεσθαι, ὅπου ἡ χεὶρ οὐκ ἀνατείνεται, | 175 | |
5 | ἐπύθετό τις τὴν αἰτίαν· ὁ δέ ‘ὅπωσ‘ εἶπε ‘μηδεὶς αὐτῶν ἐν τῷ πονεῖν ἀπαυδᾶν ἐθίζηται.‘ Ἐρωτῶντος δέ τινος, διὰ τί πυκνὰ μεταστρατο‐ πεδεύειν κελεύει, ‘ὅπωσ‘ εἶπε ‘πλείω τοὺς ἐχθροὺς βλά‐ πτωμεν.‘ | |
10 | Ἄλλου δ’ ἐπιζητοῦντος διὰ τί πυργομαχεῖν ἀπεῖπε, ‘ἵν’‘ ἔφη ‘μὴ ὑπὸ γυναικὸς ἢ παιδὸς ἤ τινος παραπλησίου ἀνθρώπου οἱ ἀμείνονες ἀποθνῄσκωσιν.‘ Τοῖς δὲ συμβουλευομένοις τῶν Θηβαίων περὶ τῆς | |
228E | ἱερουργίας καὶ τοῦ πένθους, ἣν ποιοῦνται τῇ Λευκοθέᾳ, συνεβούλευσεν ‘εἰ μὲν θεὸν ἡγοῦνται, μὴ θρηνεῖν· εἰ δ’ ἄνθρωπον, μὴ ἱερουργεῖν ὡς θεῷ.‘ Πρὸς δὲ τοὺς ἐπιζητοῦντας τῶν πολιτῶν ‘πῶς ἂν | |
5 | πολεμίων ἔφοδον ἀλεξοίμεθα;‘ ‘ἐὰν πτωχοί‘ ἔφη ‘ἦτε καὶ μὴ μείζων ἅτερος θατέρου ἐρᾷ εἶναι.‘ Καὶ πάλιν ἐπιζητούντων περὶ τειχῶν, ‘οὐκ‘ ἔφη ‘πόλιν εἶναι ἀτείχιστον, ἥτις ἀνδράσι καὶ οὐ πλίνθοις ἐστεφάνωται.‘ | |
10 | Ἐπεμέλοντο δὲ οἱ Σπαρτιᾶται καὶ τῆς κόμης, ἀπο‐ μνημονεύοντές τινα Λυκούργου λόγον περὶ τούτου, ὅτι τοὺς μὲν καλοὺς ἡ κόμη εὐπρεπεστέρους ποιεῖ, τοὺς δ’ αἰσχροὺς φοβερωτέρους. | |
228F | Παρήγγειλε δ’ ἐν τοῖς πολέμοις τρεψαμένους καὶ | |
νικήσαντας μέχρι τοῦ βεβαιώσασθαι τὸ νίκημα ἐπιδιώ‐ κειν, εἶτ’ εὐθὺς ἀναχωρεῖν· 〈οὔτε γενναῖον〉 οὔτε Ἑλ‐ ληνικὸν φονεύειν τοὺς παρακεχωρηκότας φάσκων. 〈εἶναι | 176 | |
5 | δ’ οὐ μόνον καλὸν τοῦτο καὶ μεγαλόψυχον〉 ἀλλὰ καὶ χρήσιμον· εἰδότας γὰρ τοὺς μαχομένους πρὸς αὑτοὺς ὅτι φείδονται μὲν τῶν ἐνδιδόντων, ἀναιροῦσι δὲ τοὺς ὑφιστα‐ μένους, τοῦ μένειν τὸ φεύγειν ὠφελιμώτερον ἡγήσεσθαι. Πυνθανομένου δέ τινος, διὰ τί τοὺς τῶν πολεμίων | |
10 | νεκροὺς ἀπηγόρευσε σκυλεύειν, ‘ὅπωσ‘ ἔφη ‘μὴ κυπτά‐ | |
229A | ζοντες περὶ | τὰ σκῦλα τῆς μάχης ἀμελῶσιν, ἀλλὰ καὶ τὴν πενίαν ἅμα τῇ τάξει διασῴζωσι.‘ ΛΥΣΑΝΔΡΟΣ Λύσανδρος, Διονυσίου τοῦ τῆς Σικελίας τυράννου | |
5 | πέμψαντος αὐτοῦ ταῖς θυγατράσιν ἱμάτια πολυτελῆ, οὐκ ἔλαβεν εἰπὼν δεδιέναι, μὴ διὰ ταῦτα μᾶλλον αἰσχραὶ φανῶσιν. ἀλλ’ ὀλίγον ὕστερον πρὸς τὸν αὐτὸν τύραννον ἐκ τῆς αὐτῆς πόλεως ἀποσταλεὶς πρεσβευτής, προσπέμψαντος αὐτῷ τοῦ Διονυσίου δύο στολὰς καὶ κε‐ | |
10 | λεύσαντος ἣν βούλεται ταύτην ἑλόμενον τῇ θυγατρὶ κο‐ μίζειν, αὐτὴν ἐκείνην ἔφη βέλτιον αἱρήσεσθαι· καὶ λαβὼν | |
ἀμφοτέρας ἀπῆλθεν. Σοφιστὴς δὲ δεινὸς γενόμενος ὁ Λύσανδρος καὶ ἀπάταις τὰ πολλὰ ποικίλλων, τὸ δίκαιον ἐν μόνῳ τῷ | 177 | |
15 | λυσιτελεῖ τιθέμενος καὶ τὸ καλὸν ἐν τῷ συμφέροντι, τὸ ἀληθὲς ἔλεγε τοῦ ψεύδους κρεῖττον εἶναι, ἑκατέρου δὲ | |
229B | τῇ χρείᾳ τὴν ἀξίαν καὶ τὴν τιμὴν ὁρίζεσθαι. Πρὸς δὲ τοὺς ψέγοντας αὐτὸν ἐπὶ τῷ δι’ ἀπάτης τὰ πλεῖστα πράττειν ὡς ἀνάξιον τοῦ Ἡρακλέους καὶ δόλῳ, οὐκ ἄντικρυς κατορθοῦντα, γελῶν ἔλεγεν, ὅπου μὴ ἐφι‐ | |
5 | κνεῖται ἡ λεοντῆ, προσραπτέον εἶναι τὴν ἀλωπεκῆν. Ἐπιμεμφομένων δ’ ἑτέρων αὐτὸν ἐπὶ ταῖς παρα‐ βάσεσι τῶν ὅρκων, οὓς ἐν Μιλήτῳ ἐποιήσατο, ἔλεγε ‘τοὺς μὲν παῖδας τοῖς ἀστραγάλοις δεῖ ἐξαπατᾶν, τοὺς δὲ ἄνδρας τοῖς ὅρκοις.‘ | |
10 | Νικήσας δὲ τοὺς Ἀθηναίους ἐξ ἐνέδρας περὶ Αἰγὸς ποταμοὺς καὶ λιμῷ πιέσας αὐτοὺς παρεστήσατο τὴν πόλιν καὶ ἔγραψε τοῖς ἐφόροις ‘ἑαλώκασιν αἱ Ἀθῆναι.‘ | |
229C | Πρὸς Ἀργείους δὲ περὶ γῆς ὅρων ἀμφισβητοῦντας πρὸς Λακεδαιμονίους καὶ δικαιότερα λέγειν αὐτῶν φά‐ σκοντας σπασάμενος τὴν μάχαιραν ‘ὁ ταύτησ‘ ἔφη ‘κρατῶν βέλτιστα περὶ γῆς ὅρων διαλέγεται.‘ | |
5 | Τοὺς δὲ Βοιωτοὺς ἐπαμφοτερίζοντας, ὅτε διῄει τὴν | |
χώραν, ὁρῶν προσέπεμψε πυνθανόμενος πότερον ὀρθοῖς τοῖς δόρασιν ἢ κεκλιμένοις διαπορεύηται τὴν χώραν αὐτῶν. Μεγαρέως δ’ ἀνδρὸς ἔν τῳ κοινῷ συλλόγῳ παρρησίᾳ | 178 | |
10 | χρησαμένου πρὸς αὐτόν, ‘οἱ λόγοι σου‘ εἶπεν ‘ὦ ξένε, πόλεως δέονται.‘ Ἐπεὶ δὲ Κορινθίων ἀφεστώτων διερχόμενος παρὰ | |
229D | τὰ τείχη τοὺς Λακεδαιμονίους ἑώρα προσβάλλειν ὀκνοῦν‐ τας, καὶ λαγώς τις ὤφθη διαπηδῶν τὴν τάφρον, ‘οὐκ αἰσχύνεσθε‘ εἶπεν, ‘ὦ Σπαρτιᾶται, τοιούτους φοβούμενοι πολεμίους, ὧν δι’ ἀργίαν οἱ λαγωοὶ τοῖς τείχεσιν ἐγκαθ‐ | |
5 | εύδουσιν;‘ Ἐν δὲ Σαμοθρᾴκῃ χρηστηριαζομένῳ αὐτῷ ὁ ἱερεὺς ἐκέλευσεν εἰπεῖν, ὅ τι ἀνομώτατον ἔργον αὐτῷ ἐν τῷ βίῳ πέπρακται. ἐπηρώτησεν οὖν ‘πότερον σοῦ κελεύοντος ἢ τῶν θεῶν τοῦτο δεῖ ποιεῖν;‘ φαμένου δέ ‘τῶν θεῶν,‘ ‘σὺ | |
10 | τοίνυν‘ ἔφη ‘ἐκποδών μοι μετάστηθι, κἀκείνοις ἐρῶ, ἐὰν πυνθάνωνται.‘ Πέρσου δ’ ἐρωτήσαντος ποίαν μάλιστα ἐπαινεῖ | |
229E | πολιτείαν, ‘ἥτισ‘ ἔφη ‘τοῖς ἀνδρείοις καὶ 〈τοῖσ〉 δειλοῖς τὰ προσήκοντα ἀποδίδωσι.‘ Πρὸς δὲ τὸν εἰπόντα, ὅτι ἐπαινοίη αὐτὸν καὶ ὑπερ‐ ασπάζοιτο, ‘δύο βοῦσ‘ ἔφη ‘ἔχω ἐν ἀγρῷ· σιγώντων δ’ | |
5 | ἀμφοτέρων, ἀκριβῶς ἐπίσταμαι τόν τ’ ἀργὸν καὶ τὸν | |
ἐργαζόμενον.‘ Λοιδορουμένου δέ τινος αὐτῷ, εἶπε ‘λέγε πυκνῶς, ὦ ξενύλλιον, λέγε μηδὲν ἐλλείπων, ἄν σου δύνῃ τὰν ψυχὰν κενῶσαι κακῶν, ὧν ἔοικας πλήρης εἶναι.‘ | 179 | |
10 | Χρόνῳ δ’ ὕστερον μετὰ τὴν τελευτὴν ἀντιλογίας συμμαχικῆς γενομένης, Ἀγησίλαος ἦλθεν ἐπὶ τὴν τοῦ Λυσάνδρου οἰκίαν, ὅπως τὰ περὶ αὐτῆς γράμματα δια‐ | |
229F | σκέψηται· ταῦτα γὰρ παρ’ αὑτῷ κατέσχεν ὁ Λύσαν‐ δρος. εὗρε δὲ καὶ βιβλίον γεγραμμένον τῷ Λυσάνδρῳ περὶ τῆς πολιτείας, ὡς χρὴ τῶν Εὐρυπωντιδῶν καὶ Ἀγιαδῶν τὴν βασιλείαν ἀφελομένους εἰς μέσον θεῖναι καὶ ποιεῖσθαι | |
5 | τὴν αἵρεσιν ἐκ τῶν ἀρίστων, ἵνα μὴ τῶν ἀφ’ Ἡρακλέους, ἀλλὰ 〈τῶν〉 οἷος Ἡρακλῆς τῇ ἀρετῇ κρινομένων τὸ γέρας ᾖ, ᾗ κἀκεῖνος εἰς θεῶν τιμὰς ἀνήχθη. καὶ τοῦτον τὸν λόγον ὥρμησε μὲν εἰς τοὺς πολίτας ἐξενεγκεῖν καὶ παραδεικνύναι τὸν Λύσανδρον οἷος ὢν πολίτης διαλαν‐ | |
10 | θάνοι καὶ ἐπὶ διαβολῇ τῶν Λυσάνδρου φίλων. 〈Λα〉κρα‐ τίδην δέ φασι τότε προεστῶτα τῶν ἐφόρων, εὐλαβηθέντα μὴ πείσῃ 〈τιν’〉 ἀναγνωσθεὶς ὁ λόγος, ἐπιλαβέσθαι τοῦ Ἀγησιλάου καὶ εἰπεῖν ὡς οὐ δεῖ ἀνορύττειν τὸν Λύσαν‐ | |
230A | δρον, ἀλλὰ καὶ τὸν λόγον αὐτῷ συγκατορύττειν, πανούρ‐ γως καὶ πιθανῶς συντεταγμένον. Τοὺς δὲ μνηστεύσαντας αὐτοῦ τὰς θυγατέρας, εἶτα μετὰ τὴν τελευτὴν πένητος εὑρεθέντος ἀπειπαμένους | |
5 | ἐζημίωσαν οἱ ἔφοροι, ὅτι πλούσιον μὲν νομίζοντες ἐθερά‐ πευον, δίκαιον δὲ καὶ χρηστὸν ἐκ τῆς πενίας ἐπιγνόντες ὑπερεῖδον. ΝΑΜΕΡΤΗΣ Ναμέρτης πρεσβευτὴς ἀποσταλείς, μακαρίζοντός τινος | 180 |
10 | αὐτὸν τῶν ἐκεῖθι διότι πολύφιλος εἴη, ἠρώτησεν εἰ δο‐ κίμιον ἔχει τίνι τρόπῳ πειράζεται ὁ πολύφιλος· ἐπιζη‐ | |
230B | τοῦντος δὲ θατέρου μαθεῖν, ‘ἀτυχίᾳ‘ εἶπεν. ΝΙΚΑΝΔΡΟΣ Νίκανδρος, εἰπόντος τινὸς ὅτι κακῶς αὐτὸν λέγου‐ σιν Ἀργεῖοι, ‘οὐκοῦν‘ ἔφη ‘δίκην τίνουσι τοὺς ἀγαθοὺς | |
5 | κακῶς λέγοντες.‘ Πυθομένου δέ τινος διὰ τί κομῶσι καὶ πωγωνο‐ τροφοῦσιν, ‘ὅτι‘ ἔφη ‘πάντων κάλλιστος καὶ ἀδαπανώ‐ τατος ἀνδρὶ ὁ ἴδιος κόσμος.‘ Τῶν Ἀθηναίων δ’ εἰπόντος τινός ‘λίαν ἀντέχεσθε, | |
10 | ὦ Νίκανδρε, τοῦ σχολάζειν‘, ‘ἀληθίζῃ‘ ἔφη, ‘ἀλλ’ οὐχ ὥσπερ ὑμεῖς ὅπως 〈ὅτι ἂν〉 τύχῃ σπουδάζωμεν.‘ ΠΑΝΘΟΙΔΑΣ | |
230C | Πανθοίδας πρεσβεύων εἰς τὴν Ἀσίαν, ἐπιδεικνύν‐ των αὐτῷ τινων τεῖχος μέγα καὶ ὑψηλόν, εἶπε ‘νὴ τοὺς | |
θεούς, ὦ ξένοι, καλὴ γυναικωνῖτις.‘ Ἐν Ἀκαδημείᾳ δὲ τῶν φιλοσόφων διαλεγομένων | 181 | |
5 | πολλὰ καὶ σπουδαῖα, ἐπερωτώντων δὲ τὸν Πανθοίδαν μετὰ ταῦτα τί δοκοῦσιν αὐτῷ οἱ λόγοι εἶναι, ‘τί δ’ ἄλλο‘ ἔφη ‘ἢ σπουδαῖοι; ὄφελος δ’ οὐδέν, μὴ χρωμένων ὑμῶν αὐτοῖς.‘ ΠΑΥΣΑΝΙΑΣ Ο ΚΛΕΟΜΒΡΟΤΟΥ | |
10 | Παυσανίας ὁ Κλεομβρότου, Δηλίων δικαιολογου‐ μένων περὶ τῆς νήσου πρὸς Ἀθηναίους καὶ λεγόντων, ὅτι κατὰ τὸν νόμον τὸν παρ’ αὐτοῖς οὔθ’ αἱ γυναῖκες ἐν τῇ | |
230D | νήσῳ τίκτουσιν οὔθ’ οἱ τελευτήσαντες θάπτονται, ‘πῶς 〈ἂν〉 οὖν‘ ἔφη ‘αὕτη πατρὶς ὑμῶν εἴη, ἐν ᾗ οὔτε γέγονέ τις ὑμῶν οὔτ’ ἔσται;‘ Τῶν δὲ φυγάδων αὐτὸν προτρεπομένων ἐπὶ τοὺς | |
5 | Ἀθηναίους ἄγειν τὴν στρατιὰν λεγόντων τε ὅτι τοῖς Ὀλυμπίοις ἀνακηρυττομένου αὐτοῦ ἐσύριττον αὐτὸν μόνοι, ‘τί οὖν οἴεσθε‘ ἔφη ‘τοὺς ὅτε εὖ ἔπασχον συρίτ‐ τοντας κακῶς παθόντας ποιήσειν;‘ Πυνθανομένου δέ τινος διὰ τί Τυρταῖον τὸν ποιητὴν | |
10 | ἐποιήσαντο πολίτην, ‘ὅπωσ‘ ἔφη ‘μηδέποτε ξένος φαίνη‐ ται ἡμῶν ἡγεμών.‘ Πρὸς δὲ τὸν ἀσθενῆ μὲν τῷ σώματι, συμβουλεύ‐ οντα δὲ πρὸς τοὺς πολεμίους κατὰ γῆν καὶ κατὰ θά‐ | |
230E | λατταν διακινδυνεύειν, ‘θέλεις οὖν‘ ἔφη ‘δεῖξαι σεαυτὸν | |
ἐκδύς, οἷος ὢν ἡμῖν μάχεσθαι συμβουλεύεις;‘ Θαυμαζόντων δέ τινων ἐν τοῖς λαφύροις τῶν βαρ‐ βάρων τὴν πολυτέλειαν τῆς ἐσθῆτος, ‘κρεῖσσον‘ ἔφη | 182 | |
5 | ‘αὐτοὺς εἶναι πολλοῦ ἀξίους ἢ κεκτῆσθαι πολλοῦ ἄξια.‘ Μετὰ δὲ τὴν ἐν Πλαταιαῖς κατὰ Μήδων γενομένην νίκην τοῖς ἀμφ’ αὑτὸν ἐκέλευσε τὸ προητοιμασμένον Περσικὸν δεῖπνον παραθεῖναι· τούτου δὲ θαυμαστὴν πολυτέλειαν ἔχοντος, ‘νὴ τοὺς θεούσ‘ ἔφη, ‘λίχνος ἦν ὁ | |
10 | Πέρσης, ὅτι τοσαῦτα ἔχων ἐπὶ τὴν ἡμετέραν ἦλθε μᾶζαν.‘ ΠΑΥΣΑΝΙΑΣ Ο ΠΛΕΙΣΤΩΝΑΚΤΟΣ | |
230F | Παυσανίας ὁ Πλειστώνακτος πρὸς τὸν ἐρωτή‐ σαντα, διὰ τί τῶν ἀρχαίων νόμων οὐδένα κινεῖν ἔξεστι παρ’ αὐτοῖς, ‘ὅτι τοὺς νόμουσ‘ ἔφη ‘τῶν ἀνδρῶν, οὐ τοὺς ἄνδρας τῶν νόμων κυρίους εἶναι δεῖ.‘ | |
5 | Ἐπαινοῦντος δ’ αὐτοῦ ἐν Τεγέᾳ μετὰ τὴν φυγὴν τοὺς Λακεδαιμονίους, εἶπέ τις ‘διὰ τί οὖν οὐκ ἔμενες ἐν Σπάρτῃ ἀλλ’ ἔφυγες;‘ ‘ὅτι οὐδ’ οἱ ἰατροί‘ ἔφη ‘παρὰ τοῖς ὑγιαίνουσιν, ὅπου δὲ οἱ νοσοῦντες, διατρίβειν εἰώ‐ θασιν.‘ | |
10 | Πυνθανομένου δέ τινος αὐτοῦ, πῶς ἂν δυνηθεῖεν τοὺς Θρᾷκας νικῆσαι, ‘εἰ τὸν 〈μὲν〉 ἰατρόν‘ εἶπε ‘στρα‐ | |
τηγόν, 〈ἰατρὸν δὲ τὸν στρατηγὸν〉 καταστήσαιμεν.‘ | | 183 | |
231A | Ἰατροῦ δ’ ἐπισκεπτομένου αὐτὸν καὶ εἰπόντος ‘οὐδὲν κακὸν ἔχεισ‘, ‘οὐ γὰρ σοὶ‘ ἔφη ‘ἰατρῷ χρῶμαι;‘ Μεμφομένου δέ τινος αὐτὸν τῶν φίλων, διότι ἰατρόν τινα κακῶς λέγει, πεῖραν οὐκ ἔχων αὐτοῦ οὐδ’ ἀδικηθείς | |
5 | τι, ‘ὅτι‘ εἶπεν ‘εἰ ἔλαβον αὐτοῦ πεῖραν, οὐκ ἂν ἔζων.‘ Ἄλλου δ’ ἰατροῦ εἰπόντος αὐτῷ ‘γέρων γέγονασ‘, ‘διότι‘ εἶπεν ‘οὐκ ἐχρησάμην σοὶ ἰατρῷ.‘ Κράτιστον δ’ ἔλεγε τοῦτον ἰατρὸν εἶναι τὸν μὴ κατασήποντα τοὺς ἀρρωστοῦντας ἀλλὰ τάχιστα θά‐ | |
10 | πτοντα. ΠΕΔΑΡΙΤΟΣ Πεδάριτος, λέγοντός τινος ὅτι πολλοὶ εἴησαν οἱ | |
231B | πολέμιοι, ‘οὐκοῦν‘ ἔφη ‘ἡμεῖς εὐκλεέστεροι ἐσόμεθα· πλείους γὰρ ἀποκτενοῦμεν.‘ Ἰδὼν δέ τινα τῇ μὲν φύσει μαλακὸν δι’ ἐπιείκειαν δ’ ἐπαινούμενον ὑπὸ τῶν πολιτῶν, ἔφη ‘οὔτ’ ἄνδρας γυναι‐ | |
5 | ξὶν ὁμοίους ὄντας ἐπαινεῖν δεῖ οὔτε γυναῖκας ἀνδράσιν, ἐὰν μὴ [τὴν γυναῖκα] χρεία τις καταλάβῃ.‘ Οὐκ ἐγκριθεὶς δ’ εἰς τοὺς τριακοσίους, ἥτις ἐν τῇ πόλει πρωτεύουσα τιμὴ τῇ τάξει ἦν, ἱλαρὸς καὶ μειδιῶν ἀπῄει· ἀνακαλεσαμένων δ’ αὐτὸν τῶν ἐφόρων καὶ πυνθα‐ | |
10 | νομένων διότι γελᾷ, εἶπε ‘διότι συγχαίρω τῇ πόλει τρι‐ | |
ακοσίους κρείττονάς μου πολίτας ἐχούσῃ.‘ | 184 | |
231C | ΠΛΕΙΣΤΑΡΧΟΣ Πλείσταρχος 〈ὁ〉 Λεωνίδου πρὸς τὸν ἐπερωτή‐ σαντα, διὰ τίν’ αἰτίαν οὐκ ἀπὸ τῶν πρώτων βασιλέων προσαγορεύονται, ‘ὅτι‘ ἔφη ‘ἐκεῖνοι μὲν ἄγαν βασι‐ | |
5 | λεύειν ἔχρῃζον, οἱ δ’ ἐκείνων ὕστεροι οὐδαμῶς.‘ Συνηγόρου δέ τινος γελοῖα λέγοντος, ‘οὐ φυλάξῃ, ὦ ξένε‘, ἔφη, ‘συνεχῶς γελοιάζων, ὅπως μὴ γελοῖος γένῃ, ὥσπερ καὶ οἱ συνεχῶς παλαίοντες παλαισταί;‘ Πρὸς δὲ τὸν ἀηδόνα μιμούμενον ‘ἥδιον‘ ἔφη, ‘ὦ ξένε, | |
10 | αὐτῆς ἄκουσα τῆς ἀηδόνος.‘ Λέγοντος δέ τινος, ὅτι κακολόγος τις αὐτὸν ἐπῄνει ‘θαυμάζω‘ ἔφη ‘εἰ μή τις αὐτῷ εἶπεν ὅτι ἀπέθανον· ζῶντα γὰρ ἐκεῖνος οὐδένα καλῶς λέξαι δύναται.‘ | |
231D | ΠΛΕΙΣΤΩΝΑΞ Πλειστῶναξ ὁ Παυσανίου, Ἀττικοῦ τινος ῥήτορος τοὺς Λακεδαιμονίους ἀμαθεῖς ἀποκαλοῦντος, ‘ὀρθῶσ‘ ἔφη ‘λέγεις· μόνοι γὰρ Ἑλλήνων ἡμεῖς οὐδὲν κακὸν μεμαθή‐ | |
5 | καμεν παρ’ ὑμῶν.‘ ΠΟΛΥΔΩΡΟΣ Πολύδωρος ὁ Ἀλκαμένους, ἀπειλοῦντός τινος τοῖς ἐχθροῖς συχνά, ‘οὐ συνίησ‘ ἔφη ‘τῆς τιμωρίας τὸ πλεῖστον καταναλίσκων μέρος;‘ | 185 |
10 | Ἐξάγοντος δ’ αὐτοῦ τὸ στράτευμα ἐπὶ Μεσσήνην, ἤρετό τις εἰ τοῖς ἀδελφοῖς μάχεσθαι μέλλει, ‘οὐκ‘ ἔφη, ‘ἀλλ’ ἐπὶ τὴν ἀκλήρωτον τῆς χώρας βαδίζειν.‘ | |
231E | Ἀργείων δὲ πάλιν μετὰ τὴν τῶν τριακοσίων μάχην ἐκ παρατάξεως πανδημεὶ κρατηθέντων, τὸν Πολύδωρον οἱ σύμμαχοι παρεκελεύοντο μὴ παριέναι τὸν καιρόν, ἀλλ’ ἐπελθόντα τῷ τείχει τῶν πολεμίων τὴν πόλιν αἱρεῖν· | |
5 | ῥᾷστον γὰρ ἔσεσθαι, τῶν μὲν ἀνδρῶν ἀπολωλότων, τῶν γυναικῶν δ’ ἀπολελειμμένων· ἔφη οὖν πρὸς αὐτούς ‘τὸ μὲν ἐκ τοῦ ἴσου μαχόμενον νικᾶν τοὺς ἐναντιουμένους ἐστί μοι καλόν, τὸ δ’ ὑπὲρ τῶν ὅρων τῆς χώρας μεμαχη‐ μένον τὴν πόλιν ἐπιθυμεῖν λαβεῖν οὐ δίκαιον τίθεμαι. | |
10 | εἶναι· ἦλθον γὰρ χώραν ἀπολαβεῖν οὐ καταλαβέσθαι πόλιν.‘ Ἐρωτηθεὶς δὲ διὰ τί Σπαρτιᾶται κατὰ πόλεμον κιν‐ | |
231F | δυνεύουσιν ἀνδρείως, ‘ὅτι‘ ἔφη ‘αἰδεῖσθαι τοὺς ἡγε‐ μόνας ἔμαθον, οὐ φοβεῖσθαι.‘ ΠΟΛΥΚΡΑΤΙΔΑΣ Πολυκρατίδας πρεσβεύων πρὸς τοὺς βασιλέως στρα‐ | |
5 | τηγοὺς μεθ’ ἑτέρων, ἐρομένων αὐτὸν πότερον ἰδίᾳ πάρει‐ σιν ἢ δημοσίᾳ ἐπέμφθησαν, ‘αἴκα τύχωμεν, δημοσίᾳ‘ εἶπεν, ‘εἰ δὲ μή, ἰδίᾳ.‘ ΦΟΙΒΙΔΑΣ † Φοιβίδας, πρὸ τοῦ κινδύνου τοῦ Λευκτρικοῦ λεγόν‐ | 186 |
10 | των τινῶν δείξειν τὴν ἡμέραν ταύτην τὸν ἀγαθόν, πολλοῦ τὴν ἡμέραν ἔφησεν ἀξίαν εἶναι, δυναμένην τὸν ἀγαθὸν δεῖξαι. ΣΟΟΣ | |
232A | Σόον | λέγεται ἐν χωρίῳ χαλεπῷ καὶ ἀνύδρῳ πολιορ‐ κούμενον ὑπὸ Κλειτορίων ὁμολογῆσαι τὴν δορίκτητον αὐτοῖς 〈ἂν〉 ἀφεῖναι γῆν, εἰ πίοιεν 〈οἱ〉 μετ’ αὐτοῦ πάντες ἀπὸ τῆς πλησίον πηγῆς· ἐφρούρουν δ’ αὐτὴν οἱ πολέμιοι. γενο‐ | |
5 | μένων δὲ τῶν ὅρκων, συναγαγόντα τοὺς μεθ’ ἑαυτοῦ δι‐ δόναι τῷ μὴ πιόντι τὴν βασιλείαν· οὐδενὸς δὲ καρτερή‐ σαντος ἀλλὰ πάντων πιόντων, αὐτὸν ἐπὶ πᾶσι καταβάντα καὶ περιρρανάμενον, ἔτι τῶν πολεμίων παρόντων, ἀπελ‐ θεῖν καὶ τὴν χώραν κατασχεῖν ὡς μὴ πιόντα. | |
10 | ΤΗΛΕΚΛΟΣ Τήλεκλος πρὸς τὸν εἰπόντα, ὅτι ὁ πατὴρ λέγει | |
232B | κακῶς αὐτόν, ‘εἰ μὴ αὐτῷ‘ ἔφη ‘λεκτὸν ἦν, οὐκ ἂν | |
ἔλεγεν.‘ Εἰπόντος δὲ τοῦ ἀδελφοῦ, ὅτι οὐχ ὁμοίως αὐτῷ προσ‐ φέρονται οἱ πολῖται ὡς ἐκείνῳ ὄντι ἐκ τῶν αὐτῶν, ἀγνω‐ | 187 | |
5 | μονέστερον δέ, εἶπε ‘σὺ γὰρ οὐκ οἶδας ἀδικεῖσθαι, ἐγὼ δέ.‘ Ἐρωτηθεὶς δὲ διὰ τί ἔθος παρ’ αὐτοῖς ἐστι τοὺς νεωτέρους τοῖς πρεσβυτέροις ἐξανίστασθαι, ‘ὅπωσ‘ ἔφη ‘περὶ τοὺς μὴ προσήκοντας οὕτως ἔχοντες τιμῆς μᾶλλον τιμῶσι τοὺς γονέας.‘ | |
10 | Πυθομένου δέ τινος πόσην κέκτηται οὐσίαν, ἔφη ‘οὐ πλείω τῆς ἱκανῆς.‘ ΧΑΡΙΛΛΟΣ Χάριλλος ἐρωτηθεὶς διὰ τί τοὺς νόμους ὁ Λυκοῦργος οὕτως ὀλίγους ἔθηκεν, ‘ὅτι‘ ἔφη ‘τοῖς ὀλίγα λέγουσιν | |
15 | ὀλίγων καὶ νόμων ἐστὶ χρεία.‘ | |
232C | Πυνθανομένου δέ τινος διὰ τί τὰς μὲν κόρας ἀκα‐ λύπτους, τὰς δὲ γυναῖκας ἐγκεκαλυμμένας εἰς τοὐμφανὲς ἄγουσιν, ‘ὅτι‘ ἔφη ‘τὰς μὲν κόρας ἄνδρας εὑρεῖν δεῖ, τὰς δὲ γυναῖκας σῴζειν τοὺς ἔχοντας.‘ | |
5 | Τῶν δὲ εἱλώτων τινὸς θρασύτερον αὐτῷ προσφερο‐ μένου, ‘εἰ μὴ ὠργιζόμην‘ εἶπε, ‘κατέκτανον ἄν σε.‘ Ἐρωτήσαντος δέ τινος αὐτὸν τίνα νομίζει πολιτείαν ἀρίστην, ἔφη ‘ἐν ᾗ ἂν περὶ ἀρετῆς πλεῖστοι πολιτευ‐ όμενοι πρὸς ἀλλήλους ἄνευ στάσεως ἀγωνίζεσθαι θέ‐ | |
10 | λωσι.‘ | |
Πυνθανομένου δέ τινος διὰ τί πάντα τὰ τῶν θεῶν ξόανα μεθ’ ὅπλων ἵδρυται παρ’ αὐτοῖς, ‘ὅπωσ‘ ἔφη ‘μήτε τὰ κατὰ τῶν ἀνθρώπων ὀνείδη λεγόμενα διὰ τὴν δειλίαν ἐπὶ τοὺς θεοὺς ἀναφέρωμεν, μήτε οἱ νέοι τοῖς | 188 | |
15 | θεοῖς ἀνόπλοι〈σ〉 εὔχωνται.‘ Πρὸς δὲ τὸν πυθόμενον διὰ τί κομῶσιν εἶπεν ὅτι ‘τῶν κόσμων ὁ φυσικὸς καὶ ἀδάπανος οὗτός ἐστι.‘ — — — | |
232D | Σαμίων πρεσβευταῖς μακρολογοῦσιν ἔφασαν οἱ Σπαρ‐ τιᾶται ‘τὰ μὲν πρῶτα ἐπιλελάθαμες, τὰ δὲ ὕστερα οὐ συν‐ ήκαμες διὰ τὸ τὰ πρῶτα ἐπιλελᾶσθαι.‘ Ῥήτορος μακρὸν κατατείναντος λόγον καὶ τὰς ἀπο‐ | |
5 | κρίσεις αἰτοῦντος, ἵνα τοῖς πολίταις ἀπαγγείλῃ, ‘ἀπ‐ άγγελλε τοίνυν‘ ἔφασαν ‘ὅτι μόλις μὲν σὺ ἐπαύσω λέγων, μόλις δὲ ἡμεῖς ἀκούοντες.‘ Πρὸς Θηβαίους περί τινων ἀντιλέγοντας ‘ἢ φρο‐ νεῖν‘ εἶπον ‘δεῖ ἔλασσον ἢ δύνασθαι μεῖζον.‘ | |
232E | Λάκων ἐρωτηθεὶς, δι’ ἣν αἰτίαν τὰς τοῦ πώγωνος τρίχας ἐπὶ πολὺ κομᾷ, εἶπεν ‘ἵνα βλέπων τὰς πολιὰς μηδὲν ἀνάξιον αὐτῶν πράττω.‘ Ἄλλος πυθομένου τινός ‘διὰ τί ἐγχειριδίοις βραχέσι | |
5 | χρῆσθε;‘ ‘ἵνα πλησίον‘ εἶπε ‘τοῖς πολεμίοις εἰς χεῖρας | |
ἵκωμες.‘ Ἐπαινοῦντός τινος τοὺς 〈Ἀργείους ὡσ〉 ἀρίστους μαχητάς, Λάκων εἶπεν ‘ἐν Τροίᾳ.‘ Ἕτερος ἀκούσας δειπνήσαντάς τινας βιάζεσθαι πί‐ | 189 | |
10 | νειν ‘μὴ καὶ ἐσθίειν‘ εἶπε ‘βιάζονται;‘ Πινδάρου δὲ γράψαντος (dith. 4 fr. 76 Schr.) | |
11 | Ἑλλάδος ἔρεισμα Ἀθῆναι | |
12 | Λάκων ἔφη καταπεσεῖν ἂν τὴν Ἑλλάδα ὀχουμένην ἐρεί‐ σματι τοιούτῳ. | |
15 | Ἐπεὶ δ’ ἰδών τις ἐν πίνακι γραπτῷ Λάκωνας ὑπ’ Ἀθηναίων σφαττομένους ἔλεγεν ‘ἀνδρεῖοί γ’ Ἀθηναῖοι‘, Λάκων ὑποτυχών ‘ἐν τῷ πίνακι‘ εἶπε. | |
232F | Πρὸς δέ τινα προσιέμενον τὰς ἐκ διαβολῆς βλασ‐ φημίας Λάκων εἶπε ‘παῦσαι κατ’ ἐμοῦ τὰ ὦτα χορ‐ ηγῶν.‘ Πρὸς δὲ τὸν κολαζόμενον καὶ λέγοντα ‘ἄκων | |
5 | ἥμαρτον‘ εἶπέ τις ‘ἄκων τοίνυν καὶ κολάζου.‘ Ἰδών τις ἐν ἀποχωρήσει θακεύοντας ἐπὶ δίφρων ἀνθρώπους ‘μὴ γένοιτο‘ εἶπεν ‘ἐνταῦθα καθίσαι, ὅθεν οὐκ ἔστιν 〈ὑπ〉εξαναστῆναι πρεσβυτέρῳ.‘ Χίων ποτὲ κατ’ ἐπιδημίαν ἀπὸ δείπνου ἐμεσάν‐ | |
10 | των ἐν τῷ ἐφορείῳ καὶ χεσάντων ἐπὶ τῶν δίφρων, ἔνθα | |
233A | οἱ ἔφοροι ἐκάθηντο, | τὸ μὲν πρῶτον ἰσχυρῶς ἀνεζήτουν τοὺς ποιήσαντας μὴ πολῖται τυγχάνουσιν· ὡς δ’ ᾔσθοντο ὅτι Χῖοι ἦσαν, ἐκήρυξαν 〈ὅτι〉 τοῖς Χίοις ἐφιᾶσιν ἀσελ‐ γαίνειν. | 190 |
5 | Ἐπεὶ δέ τις τῶν ἀμυγδαλῶν τὰς σκληρὰς ἑώρα διπλασίου πωλουμένας, ‘μὴ σπάνιοι‘ ἔφη ‘οἱ λίθοι;‘ Τίλας τις ἀηδόνα καὶ βραχεῖαν πάνυ σάρκα εὑρὼν εἶπε ‘φωνὰ τύ τίς ἐσσι καὶ οὐδὲν ἄλλο.‘ Ἰδών τις τῶν Λακώνων Διογένη τὸν κύνα περι‐ | |
10 | λαμβάνοντα ἀνδριάντα χάλκεον, ψύχους ὄντος σφοδροῦ, ἐπύθετο εἰ ῥιγοῖ· ἀρνησαμένου δέ, ‘τί οὖν‘ ἔφη ‘μέγα ποιεῖς;‘ Ὀνειδισθείς τις τῶν Μεταποντίων εἰς δειλίαν ὑπὸ | |
233B | Λάκωνος, ‘ἀλλὰ μήν‘ ἔφη ‘οὐκ ὀλίγα τῆς ἀλλοτρίας ἔχομεν·‘ ὁ δέ ‘οὐ μόνον ἄρα‘ ἔφη ‘δειλοὶ ἀλλὰ καὶ ἄδικοί ἐστε.‘ Κατ’ ἐπιδημίαν τις ἐν Σπάρτῃ κρηπιδούμενος | |
5 | ὀρθὸς ἐπὶ θατέρου σκέλους εἶπε πρὸς Λάκωνα ‘οὐκ ἂν οἶμαί σε, ὦ Λάκων, τοσοῦτον χρόνον ἐπὶ τοῦ ποδὸς ὅσον ἐγὼ στῆναι.‘ καὶ ὃς ὑπολαβών ‘οὐ γάρ‘ ἔφη· ‘τῶν μέντοι χηνῶν οὐκ ἔστιν ὅστις οὔ.‘ | |
Μεγαλυνομένου τινὸς ἐπὶ τῇ ῥητορικῇ τέχνῃ, εἶπέ | 191 | |
10 | τις Λάκων ‘ἀλλὰ νὴ τὼ σιὼ τέχνη ἄνευ τοῦ ἀληθείας ἧφθαι οὔτε ἐστὶν οὔτε μήποτε γένηται.‘ Ἀργείου ποτὲ εἰπόντος ‘πολλοὶ τάφοι παρ’ ἡμῖν εἰσὶ Σπαρτιατῶν‘, Λάκων εἶπεν ‘ἀλλὰ μὴν παρ’ ἡμῖν | |
233C | Ἀργείων οὐδὲ εἷσ‘, ὡς αὐτῶν μὲν πολλάκις Ἄργους ἐπι‐ βεβηκότων Ἀργείων δὲ τῆς Σπάρτης οὐδέποτε. Λάκων αἰχμαλωτισθεὶς καὶ πιπρασκόμενος, τοῦ κήρυκος λέγοντος ‘Λάκωνα πωλῶ‘, ἐπεστόμισεν εἰπών | |
5 | ‘αἰχμάλωτον κήρυσσε.‘ Τῶν παρὰ Λυσιμάχῳ στρατευομένων ἐρωτηθείς τις ὑπ’ αὐτοῦ, μήτι τῶν εἱλώτων ἐστί, ‘σὺ δ’ οἴει‘ ἔφη ‘ἐπὶ τὸ παρὰ σοῦ τετρώβολον Λάκωνα ἥξειν;‘ Ὅτε Θηβαῖοι νικήσαντες τοὺς Λάκωνας ἐν Λεύκ‐ | |
10 | τροις πρὸς αὐτὸν παρῆσαν τὸν Εὐρώταν, καί τις μεγαλ‐ αυχῶν εἶπε ‘ποῦ νῦν εἰσὶν οἱ Λάκωνες;‘ Σπαρτιάτης | |
233D | ληφθεὶς ὑπ’ αὐτῶν ‘οὐ πάρεισιν‘ ἔφη· ‘οὐ γὰρ ἂν ὑμεῖς δεῦρο ἤλθετε.‘ Ἀθηναίων ἀξιούντων, ὅτε παρέδωκαν τὸ ἄστυ, Σάμον αὐτοῖς μόνην ἐᾶσαι, εἶπον ‘ὅταν αὑτῶν ἦτε, τότε | |
5 | καὶ ἄλλους ἔχειν ζητεῖτε·‘ ἀφ’ οὗ καὶ ἡ παροιμία (Par. gr. II 571) | |
6 | ‘ὃς αὐτὸς αὑτὸν οὐκ ἔχει, Σάμον θέλει.‘ | |
7 | Πόλιν τινὰ κατὰ κράτος ἑλόντων Λακεδαιμονίων, οἱ ἔφοροι εἶπον ‘οἴχεται τὸ πάλαισμα τῶν νέων· [οὐκέτι | |
10 | ἕξουσιν ἀνταγωνιστὰς οἱ νέοι].‘ | |
Ἄλλην πόλιν ὑπισχνουμένου τοῦ βασιλέως αὐτῶν τέλεον ἀφανιεῖν ἣν συμβεβήκει πράγματα πολλάκις παρ‐ εσχῆσθαι τοῖς Λάκωσιν, οὐκ ἐπέτρεψαν, φάμενοι ‘μηδα‐ μῶς ἀφανίσῃς μηδ’ ἀνέλῃς τὴν ἀκόνην τῶν νέων.‘ | 192 | |
233E | Τοῖς παλαίουσι παιδοτρίβας οὐκ ἐφίστανον, ἵνα μὴ τέχνης ἀλλ’ ἀρετῆς ἡ φιλοτιμία γένηται. διὸ καὶ Λύσ‐ ανδρος ἐρωτώμενος, ὅπως ὁ Χάρων ἐνίκησεν αὐτόν, ‘τᾷ πολυμηχανίᾳ‘ εἶπε. | |
5 | Φιλίππου γράφοντος, ὅτε εἰς τὴν χώραν αὐτῶν παρεγένετο, πότερον βούλονται φίλιον ἐλθεῖν ἢ πολέμιον αὐτόν, ἀντεφώνησαν ‘οὐδέτερον.‘ Πρεσβευτήν τινα διαπεμψάμενοι πρὸς Ἀντίγονον τὸν Δημητρίου, πυθόμενοι ὅτι ἐκάλεσεν αὐτὸν βασιλέα, | |
10 | ἐζημίωσαν, καίτοι μέδιμνον πυρῶν ἑκάστῳ παρ’ αὐτοῦ σιτοδείας οὔσης κομίζοντα. Δημητρίου ἐγκαλοῦντος ὅτι ἕνα πρεσβευτὴν ἔπεμ‐ ψαν πρὸς αὐτόν, ‘οὐχ ἱκανὸς οὖν‘ εἶπον, ‘εἰ πρὸς ἕνα εἷς;‘ | |
233F | Ἐνέγκαντός τινος ἀρίστην γνώμην μοχθηροῦ, ταύ‐ την μὲν ἀπεδέξαντο, περιελόμενοι δὲ τούτου περιέθηκαν ἑτέρῳ καλῶς βεβιωκότι. Ἀδελφῶν πρὸς ἀλλήλους διαφερομένων τὸν πατέρα | |
5 | ἐζημίωσαν, ὅτι τοὺς υἱεῖς στασιάζοντας περιορᾷ. Ψάλτην ἐπιδημήσαντα ἐζημίωσαν, ὅτι δακτύλοις κιθαρίζει. Δύο παῖδες ἐμάχοντο, ἅτερος δ’ αὐτῶν τὸν ἕτερον ἔτρωσε δρεπάνῳ πληγῇ θανασίμῳ· τῶν δὲ συνήθων | 193 |
10 | παίδων, ἐπεὶ διαλύεσθαι ἔμελλεν, ἐπαγγελλομένων ἀμυ‐ νεῖσθαι καὶ ἀναιρήσειν τὸν πλήξαντα, ‘μηδαμῶσ‘ εἶπε | | |
234A | ‘πρὸς θεῶν, οὐ γὰρ δίκαιον· καὶ γὰρ ἂν ἐγὼ ἐποίησα τοῦτο, εἰ ἔφθασα καὶ ἀγαθὸς ἐγενόμην.‘ Ἕτερον παιδάριον, ἐπεὶ παρῆν ὁ καιρός, ἐν ᾧ κλέ‐ πτειν νενόμιστο τοὺς ἐλευθέρους παῖδας ὅ τι τις δύναιτο | |
5 | καὶ μὴ λαθεῖν αἰσχρὸν ἦν, ὡς οἱ σὺν αὐτῷ παῖδες ζῶν ἔκλεψαν ἀλωπέκιον καὶ ἔδοσαν αὐτῷ φυλάττειν, παρα‐ γενομένων τῶν ἀπολωλεκότων ἐπὶ ζήτησιν, ἔτυχε μὲν ὑποβαλὼν τὸ ἀλωπέκιον ὑπὸ τὸ αὑτοῦ ἱμάτιον, ἀγριαί‐ νοντος δὲ τοῦ θηρίου καὶ τὴν αὐτοῦ πλευρὰν κατεσθίοντος | |
10 | μέχρι τῶν σπλάγχνων ἠρέμει, ἵνα μὴ γένηται καταφανής. | |
234B | ὡς δ’ ὕστερον ἐκείνων ἀπελθόντων ἐθεάσαντο τὸ γεγονὸς οἱ παῖδες καὶ ἐμέμφοντο, λέγοντες ἄμεινον εἶναι φανερὸν ποιῆσαι τὸ ἀλωπέκιον ἢ μέχρι θανάτου κρύπτειν, ‘οὐ μὲν οὖν‘ εἶπεν, ‘ἀλλὰ κρεῖττον ταῖς ἀλγηδόσι μὴ ἐνδόντα τε‐ | |
5 | λευτᾶν ἢ περίφωρον γενόμενον διὰ μαλακίαν τὸ ζῆν αἰσχρῶς περιποιήσασθαι.‘ Περιτυχόντες τινὲς Λάκωσι καθ’ ὁδὸν εἶπον ‘εὐτυχή‐ κατε, ἀρτίως ἐντεῦθεν λῃστῶν ἀπιόντων.‘ οἱ δέ ‘οὐ μὰ | |
τὸν Ἐνυάλιον, ἀλλ’ ἐκεῖνοι μὴ περιτυχόντες ἡμῖν.‘ | 194 | |
10 | Λάκων ἐρωτηθεὶς τί ἐπίσταται, εἶπεν ‘ἐλεύθερος εἶναι.‘ Παῖς Σπαρτιάτης αἰχμαλωτισθεὶς ὑπ’ Ἀντιγόνου τοῦ βασιλέως καὶ πραθεὶς τὰ μὲν ἄλλα πάντα ὑπήκοος | |
234C | ἦν τῷ πριαμένῳ, ὅσα ᾤετο προσήκειν ἐλευθέρῳ ποιεῖν· ὡς δὲ προσέταξεν ἀμίδα κομίζειν, οὐκ ἠνέσχετο εἰπών ‘οὐ δουλεύσω.‘ ἐνισταμένου δ’ ἐκείνου, ἀναβὰς ἐπὶ τὸν κέραμον καὶ εἰπών ‘ † εἴσῃ τῆς ὠνῆσ‘ ἔβαλεν ἑαυτὸν κάτω | |
5 | καὶ ἐτελεύτα. Ἕτερος πωλούμενος, εἰπόντος τινός ‘ἐὰν ἀγοράσω σε, χρήσιμος ἔσῃ;‘ ‘κἂν μὴ ἀγοράσῃσ‘ εἶπεν. Ἄλλος αἰχμάλωτος πιπρασκόμενος, τοῦ κήρυκος ἐπιλέγοντος ἀνδράποδον πωλεῖν, ‘κατάρατε‘ εἶπεν, ‘οὐκ | |
10 | ἐρεῖς αἰχμάλωτον;‘ Λάκων ἐπὶ τῆς ἀσπίδος μυῖαν ἔχων ἐπίσημον καὶ ταύτην οὐ μείζω τῆς ἀληθινῆς, ὡς καταγελῶντές τινες | |
234D | ἔλεγον 〈ὅτι〉 ὑπὲρ τοῦ λανθάνειν τοῦτο πεποιήκει, ‘ἵνα μὲν οὖν‘ εἶπε ‘φανερὸς ὦ· οὕτω γὰρ τοῖς πολεμίοις πλη‐ σίον προσέρχομαι, ὥστε τὸ ἐπίσημον ἡλίκον ἐστὶν ὑπ’ αὐτῶν ὁρᾶσθαι.‘ | |
5 | Ἕτερος, ἐν συμποσίῳ προσενεχθείσης λύρας, ‘οὐ | |
Λακωνικόν‘ εἶπε ‘τὸ φλυαρεῖν.‘ Σπαρτιάτης ἐρωτηθεὶς εἰ ἀσφαλὴς ἡ εἰς Σπάρτην ὁδὸς εἶπεν ‘ὁποῖος † καθίσῃς· οἱ μὲν γὰρ λέοντες βαδί‐ ζοντι ὅπα κα λέωντι, τὼς δὲ λαγὼς ἐπὶ τᾷ σκηνᾷ θη‐ | 195 | |
10 | ρεύομες.‘ Ἐν χειραψίᾳ περικρούοντος τοῦ προστραχηλίζοντος κενοσπούδως καὶ κατασπῶντος ἐπὶ τὴν γῆν, ἐπειδὴ τῷ σώματι ἐλείπετο ὁ προσπεσών, ἔδακε τὸν βραχίονα· καὶ | |
234E | ὁ ἕτερος εἶπε ‘δάκνεις, ὦ Λάκων, ὥσπερ αἱ γυναῖκες·‘ ‘οὐ μὲν οὖν‘ εἶπεν ἅτερος, ‘ἀλλ’ ὥσπερ οἱ λέοντες.‘ Χωλὸς ἐπὶ πόλεμον ἐξιών, ἐπακολουθούντων αὐτῷ τινων καὶ διαγελώντων, ἐπιστραφεὶς εἶπε ‘κακαὶ κε‐ | |
5 | φαλαί, οὐ φεύγοντα δεῖ τοῖς πολεμίοις μάχεσθαι, ἀλλὰ μένοντα καὶ τὴν τάξιν φυλάττοντα.‘ Ἕτερος τοξευθεὶς καὶ ἐκλείπων τὸν βίον οὐχὶ τοῦτο ἔφησεν αὐτῷ μέλειν, ὅτι ἀποθανεῖται, ἀλλ’ ὅτι ὑπὸ γύν‐ νιδος τοξότου καὶ μηδὲν πράξας. | |
10 | Εἰς πανδοκεῖόν τις καταλύσας καὶ δοὺς ὄψον τῷ πανδοκεῖ κατασκευάσαι, ὡς ἅτερος τυρὸν ᾔτει καὶ ἔλαιον, ‘εἶτ’‘ ἔφη ‘εἰ τυρὸν εἶχον, ἔτι ἂν ἐδεόμην ὄψου;‘ Πρὸς δὲ τὸν μακαρίζοντα Λάμπιν τὸν Αἰγινήτην, | 196 |
234F | διότι ἐδόκει πλουσιώτατος εἶναι ναυκλήρια πολλὰ ἔχων, Λάκων εἶπεν ‘οὐ προσέχω εὐδαιμονίᾳ ἐκ σχοινίων ἀπ‐ ηρτημένῃ.‘ Εἰπόντος δέ τινος Λάκωνι ὅτι ψεύδεται, ἀπ‐ | |
5 | εκρίνατο ‘ἐλεύθεροι γάρ εἰμες· οἱ δ’ ἄλλοι, αἴκα μὴ τἀληθῆ λέγωντι, οἰμώξονται.‘ Προθέμενός τις νεκρὸν στῆσαι ὀρθόν, ὡς πάντα ποιῶν οὐκ ἐδύνατο, ‘νὴ τὼ σιώ‘ εἶπεν, ‘ἔνδον τι εἶναι δεῖ.‘ Τύννιχος, Θρασυβούλου τοῦ παιδὸς ἀποθανόντος, | |
10 | εὐρώστως ἤνεγκε· καὶ ἐπίγραμμα εἰς τοῦτον ἐγένετο· | (Dioscorides Anth. Pal. VII 229) | |
11 | ||
235A | τὰν Πιτάναν Θρασύβουλος ἐπ’ ἀσπίδος ἤλυθεν ἄπνους ἑπτὰ πρὸς Ἀργείων τραύματα δεξάμενος, | |
δεικνὺς ἀντία πάντα· τὸν αἱματόεντα δ’ ὁ πρέσβυς θεὶς ἐπὶ πυρκαϊὴν Τύννιχος εἶπε τάδε· | 197 | |
5 | ‘Δειλοὶ κλαιέσθωσαν· ἐγὼ δέ σε τέκνον ἄδακρυς θάψω, τὸν καὶ ἐμὸν καὶ Λακεδαιμόνιον.‘ | |
6 | Ἀλκιβιάδῃ τῷ Ἀθηναίῳ βαλανέως ἐπὶ πλεῖστον παραχέοντος ὕδωρ, Λάκων εἶπε ‘τί τοῦτο ὡς οὐ καθαρῷ, σφόδρα δὲ ῥυπαρῷ; πλεῖον παράχει.‘ | |
10 | Φιλίππου τοῦ Μακεδόνος προστάσσοντός τινα δι’ ἐπιστολῆς, ἀντέγραψαν οἱ Λακεδαιμόνιοι ‘Φιλίππῳ· περὶ ὧν ἄμμιν ἔγραψας, οὔ‘. ὅτε δ’ ἐνέβαλεν εἰς τὴν Λακωνικὴν ὁ Φίλιππος καὶ ἐδόκουν ἅπαντες ἀπολεῖσθαι, | |
235B | εἶπε πρός τινα τῶν Σπαρτιατῶν ‘τί νῦν ποιήσετε, ὦ Λάκωνες;‘ ‘τί γάρ‘ ἔφη ‘ἄλλο ἢ ἀνδρείως ἀποθανούμεθα; μόνοι γὰρ ἡμεῖς Ἑλλήνων ἐλεύθεροι εἶναι καὶ μὴ ὑπ‐ ακούειν ἄλλοις ἐμάθομεν.‘ | |
5 | Μετὰ δὲ τὴν Ἄγιδος ἧτταν, ὁμήρους αἰτοῦντος Ἀντιπάτρου πεντήκοντα παῖδας, Ἐτεοκλῆς ἐφορεύων εἶπε | |
παῖδας μὲν οὐ δώσειν, ἵνα μὴ ἀπαίδευτοι γένωνται, τῆς πατρίου ἀγωγῆς ἀτευκτήσαντες· οὐδὲ πολῖται γὰρ ἂν εἴησαν· πρεσβύτας δ’ ἢ γυναῖκας, εἰ βούλοιτο, διπλα‐ | 198 | |
10 | σίους δώσειν. ἀπειλοῦντος δ’ αὐτοῦ δεινά, εἰ μὴ λάβοι, ἀπεκρίναντο κοινῇ ‘ἐὰν χαλεπώτερα θανάτου ἐπιτάττῃς, εὐκολώτερον ἀποθανούμεθα.‘ | |
235C | Πρεσβύτης ἐν Ὀλυμπίᾳ συντελουμένου τοῦ ἀγῶνος προθυμούμενος θεάσασθαι, καθέδρας ἠπόρει· πολλοὺς δ’ ἐπιπορευόμενος τόπους ὑβρίζετο καὶ ἐσκώπτετο, μη‐ δενὸς αὐτὸν παραδεχομένου· ὡς δὲ κατὰ τοὺς Λακεδαι‐ | |
5 | μονίους ἧκεν, ἀνέστησαν πάντες οἱ παῖδες καὶ πολλοὶ τῶν ἀνδρῶν τοῦ τόπου ἐκχωροῦντες· τῶν δὲ Πανελλήνων ἐπι‐ σημειωσαμένων κρότῳ τὸ ἔθος καὶ ὑπερεπαινούντων, ὁ πρεσβύτης κινήσας ‘πολιόν τε κάρη πολιόν τε γένειον‘ (Χ 74 Ω 516) καὶ δακρύσας ‘οἴμοι τῶν κακῶν‘ φησίν, | |
10 | ‘ὡς ἅπαντες μὲν οἱ Ἕλληνες ἐπίστανται τὰ καλά, χρῶνται δ’ αὐτοῖς μόνοι Λακεδαιμόνιοι.‘ | |
235D | φασὶ δέ τινες, ὅτι καὶ Ἀθήνησι τὸ αὐτὸ ἐγένετο· Παν‐ αθηναίων γὰρ ὄντων οἱ Ἀττικοὶ γέροντα προεπηλάκιζον, προσκαλούμενοι μὲν ὡς παραδεξόμενοι, εἰ δὲ παραγένοιτο, οὐ προσδεχόμενοι· ὡς δὲ διεξιὼν σχεδὸν ἅπαντας ἐγένετο | |
5 | κατὰ τοὺς τῶν Λακεδαιμονίων θεωρούς, ἅπαντες τῶν βάθρων ἀναστάντες τοῦ τόπου παρεχώρουν· ἀγασθεὶς δὲ ὁ ὄχλος ἐπὶ τῷ γεγονότι ἐκρότησε μετὰ πολλῆς ἐπιση‐ μασίας, καί τις εἶπε τῶν Σπαρτιατῶν ‘νὴ τὼ σιώ, ἴσασι | |
μὲν οἱ Ἀθηναῖοι τὰ καλά, οὐ πράσσουσι δέ.‘ | 199 | |
10 | Ἐπαίτης ᾔτησε Λάκωνα· ‘ἀλλ’ εἰ δοίην σοι‘ ἔφη ‘μᾶλλον πτωχεύσεις, τῆς δ’ ἀσχημοσύνης σου ταύτης ὁ | |
235E | πρῶτος μεταδοὺς αἴτιος, ἀργόν σε ποιήσας.‘ Λάκων ἰδὼν ἀγείροντά τινα θεοῖς ‘οὐδέν‘ εἶπε ‘φροντίζειν θεῶν πτωχοτέρων ἑαυτοῦ.‘ Λαβών τις μοιχὸν ἐπ’ αἰσχρᾷ γυναικί ‘ἄθλιε‘ εἶπε | |
5 | ‘τίς τοι ἀνάγκα;‘ Ἄλλος ἀκούων ῥήτορος μεγάλας στρέφοντος περι‐ όδους, ‘ἀλλὰ νὴ τὼ σιώ‘ εἶπεν ‘ἀνδρεῖός γε ὁ ἄνθρω‐ πος, 〈ὃσ〉 πρὸς οὐδὲν ὑποκείμενον εὖ στροβιλοῖ τὰν γλῶσσαν.‘ | |
10 | Εἰς Λακεδαίμονα παραγενόμενός τις καὶ τὴν πρὸς τοὺς πρεσβύτας τῶν νέων τιμὴν θεασάμενος, ‘ἐν Σπάρτῃ μόνῃ‘ εἶπε ‘λυσιτελεῖ γηράσκειν.‘ Ἐρωτηθεὶς Λάκων ὁποῖός ἐστι Τυρταῖος ὁ ποιη‐ | |
235F | τής, ‘ἀγαθόσ‘ εἶπε ‘κακκονῆν νέων ψυχάς.‘ Ἕτερος ἀλγῶν τοὺς ὀφθαλμοὺς ἐξῄει ἐπὶ πόλεμον· λεγόντων δ’ αὐτῷ τινων ‘ποῖ ἄπει οὕτως ἔχων ἢ τί ποιήσων;‘ ‘κἂν μηδὲν ἕτερον πράξω‘ ἔφη ‘πολεμίου γε | |
5 | μάχαιραν ἀμβλυνῶ.‘ Βοῦλις καὶ Σπέρχις Λακεδαιμόνιοι πορευθέντες ἐθελονταὶ πρὸς Ξέρξην τὸν Περσῶν βασιλέα ἐπὶ τιμωρίᾳ, ἣν ὦφλεν ἡ Λακεδαίμων κατὰ χρησμόν, διότι κήρυκας | | 200 |
236A | πεμφθέντας ὑπὸ τοῦ Πέρσου ὡς αὐτοὺς ἀπέκτειναν, ἐλθόντες πρὸς τὸν Ξέρξην ἐκέλευον ᾧ βούλεται τρόπῳ διαχρήσασθαι αὐτοὺς ὑπὲρ Λακεδαιμονίων. ὡς δ’ ἐκεῖνος ἀγασθεὶς ἀπέλυσε τοὺς ἄνδρας καὶ ἠξίου μένειν παρ’ | |
5 | αὐτῷ, ‘καὶ πῶς ἄν‘ ἔφασαν ‘δυναίμεθα ζῆν ἐνταῦθα, πα‐ τρίδα καταλιπόντες καὶ νόμους καὶ τούτους τοὺς ἄν‐ δρας, ὑπὲρ ὧν τοσαύτην ἤλθομεν ὁδὸν ἀποθανούμενοι;‘ Ἰνδάρνου δὲ τοῦ στρατηγοῦ ἐπὶ πλέον δεομένου καὶ λέ‐ γοντος τεύξεσθαι αὐτοὺς τῆς ἴσης τιμῆς τοῖς μάλιστα ἐν | |
10 | προαγωγῇ φίλοις τοῦ βασιλέως, ἔφασαν ‘ἀγνοεῖν ἡμῖν δοκεῖς, ἡλίκον ἐστὶ τὸ τῆς ἐλευθερίας, ἧς οὐκ ἂν ἀλλά‐ ξαιτό τις νοῦν ἔχων τὴν Περσῶν βασιλείαν.‘ | |
236B | Λάκων, ἐπεὶ τῇ μὲν προτέρᾳ ἡμέρᾳ ὁ ξένος αὐτὸν ἐξέκλινε, τῇ δ’ ἑξῆς στρώματα χρησάμενος δαψιλῶς ὑπ‐ εδέχετο, ἐπιβὰς τοῖς στρώμασι κατεπάτει, ἐπιλέγων διὰ ταῦτα ἐχθὲς οὐδ’ ἐπὶ ψιάθου ὑπνωκέναι. | |
5 | Ἕτερος ἐλθὼν εἰς Ἀθήνας καὶ ὁρῶν τοὺς Ἀθη‐ ναίους τὸ τάριχος ἀποκηρύττοντας καὶ τὸ ὄψον καὶ τελω‐ νοῦντας καὶ πορνοβοσκοῦντας καὶ ἕτερα ἔργα ἀσχήμονα | |
πράττοντας καὶ μηδὲν αἰσχρὸν ἡγουμένους, ὅτε ἐπανῆλθεν εἰς τὴν πατρίδα, τῶν πολιτῶν πυνθανομένων αὐτοῦ ποῖά | 201 | |
236C | τινά ἐστι τὰ ἐν Ἀθήναις, ‘πάντα‘ εἶπε ‘καλά,‘ εἰρω‐ νευόμενος καὶ παριστὰς ὅτι πάντα παρὰ τοῖς Ἀθηναίοις καλὰ νομίζεται, αἰσχρὸν δ’ οὐδέν. Ἄλλος ἐρωτώμενος περί τινος ἀπεκρίνατο ‘οὔ·‘ | |
5 | ὡς δ’ ὁ ἐρωτήσας ἀπεκρίνατο ὅτι ‘ψεύδῃ‘, ‘ὁρᾷς οὖν‘ ἔφη ‘ὅτι μάταιος εἶ περὶ ὧν ἐπίστασαι ἐρωτῶν.‘ Ἧκόν ποτε κατὰ πρεσβείαν Λάκωνες πρὸς Λύγδα‐ μιν τὸν τύραννον· ὡς δ’ ἐκεῖνος ὑπερτιθέμενος πολλάκις συντυχεῖν ἀνεβάλλετο, τὸ δ’ ἐπὶ πᾶσι μαλακῶς ἔχειν | |
10 | αὐτὸν ἔφη τις, οἱ πρέσβεις ‘λέγε αὐτῷ‘ εἶπον ‘ὅτι μὰ τοὺς θεοὺς οὐ παλαισόμενοι πρὸς αὐτὸν ἐληλύθαμεν, ἀλλὰ διαλεχθησόμενοι.‘ | |
236D | Λάκωνά τινά τις μυσταγωγῶν ἠρώτα τί πράξας ἑαυτῷ σύνοιδεν ἀσεβέστατον, ὁ δέ ‘γινώσκουσιν οἱ θεοί‘ ἔφη· ἐπικειμένου δὲ μᾶλλον καὶ λέγοντος ‘πάντως σε δεῖ εἰπεῖν‘, ὁ Λάκων ἀντηρώτησε ‘τίνι με δεῖ εἰπεῖν, σοὶ ἢ | |
5 | τῷ θεῷ;‘ τοῦ δ’ εἰπόντος ‘τῷ θεῷ‘, ‘σὺ τοίνυν‘ ἔφη ‘ἀποχώρησον.‘ Ἕτερος νυκτὸς μνῆμα παριὼν καὶ φαντασιωθεὶς δαιμόνιόν τι ἐπέδραμε τῇ λόγχῃ διαράμενος, καὶ ἐναπερεί‐ δων εἶπε ‘πῆ με φεύγεις, δὶς ἀποθανουμένη ψυχή;‘ | |
10 | Ἄλλος εὐξάμενος ἀπὸ τοῦ Λευκάτα ῥίπτειν ἑαυτὸν ἀνέβη καὶ ὑπέστρεψεν ἰδὼν τὸ ὕψος· ὀνειδιζόμενος δ’ εἶπεν ‘οὐκ ᾤμαν τὰν εὐχὰν ἄλλας μείζονος εὐχᾶς δεῖσθαι.‘ | 202 |
236E | Ἄλλος ἐπὶ παρατάξεως τῷ πολεμίῳ τὸ ξίφος κατα‐ φέρειν μέλλων, ἐπεὶ τὸ ἀνακλητικὸν ἐσήμηνεν, οὐκέτι κατήνεγκε· πυθομένου δέ τινος, διὰ τί τὸν ἐχθρὸν ἔχων ὑποχείριον οὐκ ἀπέκτεινεν, ‘ὅτι‘ ἔφη ‘βέλτιόν ἐστι τοῦ | |
5 | φονεύειν τὸ πείθεσθαι τῷ ἄρχοντι.‘ Λάκωνί τινι ἡττωμένῳ ἐν Ὀλυμπίᾳ πάλην εἶπέ τις ‘ὁ ἀνταγωνιστής, ὦ Λάκων, ἐγένετό σου κρείσσων·‘ ‘οὐ | |
μὲν οὖν‘ ἔφη ‘ἀλλὰ καββαλικώτερος.‘ | 203 | |
236F | Τῶν εἰσιόντων εἰς τὰ συσσίτια ἑκάστῳ δεικνύων ὁ πρεσβύτατος τὰς θύρας, ‘διὰ τούτων‘ φησίν ‘οὐδεὶς ἐξέρχεται λόγος.‘ Δοκιμαζομένου μάλιστα παρ’ αὐτοῖς τοῦ μέλανος | |
5 | λεγομένου ζωμοῦ, ὥστε μὴ κρεαδίου δεῖσθαι τοὺς πρε‐ σβυτέρους, παραχωρεῖν δὲ τοῖς νεανίσκοις, λέγεται Διο‐ νύσιος ὁ τῆς Σικελίας τύραννος τούτου χάριν Λακωνικὸν μάγειρον πρίασθαι καὶ προστάξαι σκευάσαι αὐτῷ μηδενὸς φειδόμενον ἀναλώματος· ἔπειτα γευσάμενον καὶ δυσχε‐ | |
237A | ράναντα | ἀποπτύσαι, καὶ τὸν μάγειρον εἰπεῖν ‘ὦ βασι‐ λεῦ, τοῦτον δεῖ τὸν ζωμὸν γυμνασάμενον Λακωνικῶς 〈ἐν〉 τῷ Εὐρώτᾳ λελουμένον ἐποψᾶσθαι.‘ | |
Πιόντες οἱ Λάκωνες ἐν τοῖς συσσιτίοις μετρίως | 204 | |
5 | ἀπίασι δίχα λαμπάδος· οὐ γὰρ ἔξεστι πρὸς φῶς βαδίζειν οὔτε ταύτην οὔτ’ ἄλλην ὁδόν, ὅπως ἐθίζωνται σκότους καὶ νυκτὸς εὐθαρσῶς καὶ ἀδεῶς ὁδεύειν. Γράμματα ἕνεκα τῆς χρείας ἐμάνθανον· τῶν δ’ ἄλλων παιδευμάτων ξενηλασίαν ἐποιοῦντο, οὐ μᾶλλον | |
10 | ἀνθρώπων ἢ λόγων. ἡ δὲ παιδεία ἦν αὐτοῖς πρὸς τὸ ἄρχεσθαι καλῶς καὶ καρτερεῖν πονοῦντα καὶ μαχόμενον νικᾶν ἢ ἀποθνήσκειν. | |
237B | Διετέλουν δὲ καὶ ἄνευ χιτῶνος, ἓν ἱμάτιον εἰς τὸν ἐνιαυτὸν λαμβάνοντες, αὐχμηροὶ τὰ σώματα καὶ λουτρῶν καὶ ἀλειμμάτων κατὰ τὸ πλεῖστον ἀπεχόμενοι. Ἐκάθευδον δὲ οἱ νέοι ὁμοῦ κατ’ ἴλην καὶ κατ’ | |
5 | ἀγέλην ἐπὶ στιβάδων, ἃς αὐτοὶ συνεφόρουν, τοῦ παρὰ τῷ Εὐρώτᾳ πεφυκότος καλάμου τὰ ἄκρα ταῖς χερσὶν ἄνευ σιδήρου κατακλάσαντες· ἐν δὲ τῷ χειμῶνι τοὺς λεγο‐ μένους λυκοφάνους ὑπεβάλλοντο καὶ κατεμίγνυσαν ταῖς στιβάσι, θερμαντικὸν ἔχειν τι τῆς ὕλης δοκούσης. | |
10 | Ἐρᾶν τῶν τὴν ψυχὴν σπουδαίων παίδων ἐφεῖτο· τὸ | |
δὲ πλησιάζειν αἰσχρὸν νενόμιστο, ὡς τοῦ σώματος ἐρῶν‐ | 205 | |
237C | τας ἀλλ’ οὐ τῆς ψυχῆς· ὁ δ’ ἐγκληθεὶς ὡς ἐπ’ αἰσχύνῃ πλησιάζων ἄτιμος διὰ βίου ἦν. Ἔθος ἦν καὶ τοὺς νεωτέρους ὑπὸ τῶν πρεσβυτέρων ἐρωτᾶσθαι, ποῖ πορεύονται καὶ ἐπὶ τί, καὶ τὸν μὴ | |
5 | ἀποκρινόμενον ἢ προφάσεις πλέκοντα ἐπιπλήττειν· ὁ δὲ μὴ ἐπιπλήττων παρόντος αὐτοῦ ἁμαρτάνοντα ἔνοχος ἦν τῷ ἴσῳ ἐπιτιμίῳ ᾧπερ καὶ ὁ ἁμαρτών· καὶ ὁ δυσχεραί‐ νων δέ, εἰ ἐπιτιμῷτο, ἐν μεγάλῳ ὀνείδει ἦν. Εἴ τις φωραθείη ἁμαρτάνων, ἔδει τοῦτον βωμόν | |
10 | τινα τῶν ἐν τῇ πόλει κύκλῳ περιιέναι, ψόγον ᾄδοντα πεποιημένον εἰς ἑαυτόν· ὅπερ ἦν οὐδὲν ἕτερον ἢ ἐπι‐ πλήττειν αὐτὸν αὑτῷ. Καὶ τοὺς νέους δ’ οὐ μόνον τοὺς ἰδίους αἰδεῖσθαι | |
237D | πατέρας καὶ ὑπηκόους τούτοις εἶναι, ἀλλὰ πάντας τοὺς πρεσβυτέρους ἐντρέπεσθαι, καὶ ὁδῶν ὑποχωροῦντας καὶ καθέδρας ὑπεξανισταμένους καὶ παρόντων ἡσυχάζοντας. διὸ καὶ ἦρχεν ἕκαστος οὐχ ὥσπερ ἐν ταῖς ἄλλαις πόλεσι | |
5 | τῶν αὑτοῦ καὶ τῶν τοῦ πλησίον, ὅπως ὅτι μάλιστα κοι‐ τῶν αὑτοῦ καὶ τῶν τοῦ πλησίον, ὅπως ὅτι μάλιστα κοι‐ νωνῶσι καὶ φροντίζωσιν ὡς οἰκείων. Παῖς δὲ ὑπό τινος κολασθείς, εἰ τῷ πατρὶ ἐξ‐ ήγγειλεν, αἰσχρὸν ἦν τῷ πατρὶ μὴ προσεντεῖναι ἀκού‐ | |
10 | σαντα πάλιν ἑτέρας· ἐπίστευον γὰρ ἑαυτοῖς ἐκ τῆς πα‐ | |
τρίου ἀγωγῆς μηδὲν αἰσχρὸν προστάξαι τοῖς τέκνοις. Κλέπτουσι δὲ οἱ νέοι καὶ τῶν σιτίων ὅ τι ἂν δύ‐ | 206 | |
237E | νωνται, μανθάνοντες εὐφυῶς ἐπιτίθεσθαι τοῖς καθεύ‐ δουσιν ἢ ῥᾳθύμως φυλάσσουσι· τῷ δὲ ἁλόντι ζημία πληγαὶ καὶ τὸ πεινῆν. γλίσχρον γὰρ αὐτοῖς ἐστι δεῖπνον, ὅπως δι’ αὑτῶν ἀμυνόμενοι τὴν ἔνδειαν ἀναγκάζωνται | |
5 | τολμᾶν καὶ πανουργεῖν. Τὸ δ’ ἔργον τῆς συσσιτίας διά τε ταῦτα γλίσχρον ἦν καὶ ἵν’ ἐθίζωνται μηδέποτε γίνεσθαι πλήρεις, δύνα‐ σθαι δὲ πεινῆν· οὕτω γὰρ ᾤοντο καὶ εἰς τὸν πόλεμον χρησιμωτέρους ἔσεσθαι, εἰ δύναιντο καὶ ἀσιτήσαντες | |
10 | ἐπιπονῆσαι, καὶ ἐγκρατεστέρους δὲ καὶ εὐτελεστέρους, εἰ πλείω χρόνον διάγοιεν ἀπὸ μικρᾶς δαπάνης· τὸ δ’ | |
237F | ἀνοψίαν ὑποφέρειν καὶ βρῶμα τὸ τυχὸν προσφέρεσθαι ᾤοντο ὑγιεινότερα τὰ σώματα καὶ εὐαυξῆ ἀπὸ τῆς ἐλλει‐ πούσης ποιεῖν τροφῆς, νομίζοντες εἰς βάθος τε καὶ πλά‐ τος μὴ πιεζόμενον ἐπαίρειν εἰς ὕψος τὰ σώματα· καὶ καλὰ | |
5 | δὲ ποιεῖν· τὰς γὰρ ἰσχνὰς καὶ διακένους ἕξεις ὑπακούειν πρὸς τὴν διάρθρωσιν, τὰς δὲ πολυτρόφους διὰ βάρος | |
ἀντιβαίνειν. Ἐσπούδαζον δὲ καὶ περὶ τὰ μέλη καὶ τὰς ᾠδὰς | 207 | |
238A | οὐδενὸς ἧττον· | κέντρον δ’ εἶχε ταῦτα ἐγερτικὸν θυμοῦ καὶ φρονήματος καὶ παραστατικὸν ὁρμῆς ἐνθουσιώδους καὶ πρακτικῆς. καὶ ἡ λέξις ἦν ἀφελὴς καὶ ἄθρυπτος· οὐδὲν δ’ ἕτερον εἶχεν ἢ ἐπαίνους τῶν γεννικῶς ζησάντων | |
5 | καὶ ὑπὲρ τῆς Σπάρτης ἀποθανόντων καὶ εὐδαιμονιζομένων καὶ ψόγους τῶν τρεσάντων ὡς ἀλγεινὸν καὶ κακοδαίμονα βιούντων βίον· ἐπαγγελία τε καὶ μεγαλαυχία πρὸς ἀρετὴν πρέπουσα ταῖς ἡλικίαις. Τριῶν οὖν χορῶν ὄντων κατὰ τὰς τρεῖς ἡλικίας | |
10 | καὶ συνισταμένων ἐν ταῖς ἑορταῖς, ὁ μὲν τῶν γερόντων ἀρχόμενος ᾖδεν (PLGr III 4 661 = II 197 Diehl) | |
11 | ‘ἁμές ποτ’ ἦμες ἄλκιμοι νεανίαι·‘ | |
12 | ||
238B | εἶτα ὁ τῶν ἀκμαζόντων ἀνδρῶν ἀμειβόμενος [ἔλεγεν] | |
1 | ‘ἁμὲς δέ γ’ εἰμές· αἰ δὲ λῇς, αὐγάσδεο·‘ | |
2 | ὁ δὲ τρίτος ὁ τῶν παίδων | |
3 | ||
‘ἁμὲς δέ γ’ ἐσσόμεσθα πολλῷ κάρρονες.‘ | 208 | |
5 | Καὶ οἱ ἐμβατήριοι δὲ ῥυθμοὶ παρορμητικοὶ ἦσαν πρὸς ἀνδρείαν καὶ θαρραλεότητα καὶ ὑπερφρόνησιν θα‐ νάτου, οἷς ἐχρῶντο ἔν τε χοροῖς καὶ πρὸς αὐλὸν ἐπάγοντες τοῖς πολεμίοις. ὁ γὰρ Λυκοῦργος παρέζευξε τῇ κατὰ πόλεμον ἀσκήσει τὴν φιλομουσίαν, ὅπως τὸ ἄγαν πο‐ | |
10 | λεμικὸν τῷ ἐμμελεῖ κερασθὲν συμφωνίαν καὶ ἁρμονίαν ἔχῃ· διὸ καὶ ἐν ταῖς μάχαις προεθύετο ταῖς Μούσαις ὁ βασιλεύς, ἵνα λόγου ἀξίας παρέχωσι τὰς πράξεις οἱ | |
238C | μαχόμενοι καὶ μνήμης εὐκλεοῦς. Εἰ δέ τις παραβαίνοι τι τῆς ἀρχαίας μουσικῆς, οὐκ ἐπέτρεπον· ἀλλὰ καὶ τὸν Τέρπανδρον ἀρχαϊκώτατον ὄντα καὶ ἄριστον τῶν καθ’ ἑαυτὸν κιθαρῳδῶν καὶ τῶν ἡρωικῶν | |
5 | πράξεων ἐπαινέτην ὅμως οἱ ἔφοροι ἐζημίωσαν καὶ τὴν κιθάραν αὐτοῦ προσεπαττάλευσαν φέροντες, ὅτι μίαν μόνην χορδὴν ἐνέτεινε περισσοτέραν τοῦ ποικίλου τῆς φωνῆς χάριν· μόνα γὰρ τὰ ἁπλούστερα τῶν μελῶν ἐδοκί‐ μαζον. Τιμοθέου δ’ ἀγωνιζομένου τὰ Κάρνεια, εἷς τῶν | |
10 | ἐφόρων μάχαιραν λαβὼν ἠρώτησεν αὐτόν, ἐκ ποτέρου τῶν μερῶν ἀποτέμῃ τὰς πλείους τῶν ἑπτὰ χορδῶν. | |
238D | Τῶν δὲ ταφῶν ἀνεῖλε τὴν δεισιδαιμονίαν ἅπασαν ὁ Λυκοῦργος, ἐν τῇ πόλει θάπτειν τοὺς νεκροὺς καὶ | |
πλησίον ἔχειν τὰ μνημεῖα τῶν ἱερῶν συγχωρήσας. περι‐ εῖλε δὲ καὶ τοὺς μιασμούς, συνθάπτειν δ’ οὐδὲν ἐπέτρεψεν, | 209 | |
5 | ἀλλ’ ἐν φοινικίδι καὶ φύλλοις ἐλαίας θέντας τὸ σῶμα περιστέλλειν κατ’ ἴσον ἅπαντας. ἀνεῖλε καὶ τὰς ἐπιγραφὰς τὰς ἐπὶ τῶν μνημείων, πλὴν τῶν ἐν πολέμῳ τελευτησάντων, καὶ τὰ πένθη καὶ τοὺς ὀδυρμούς. | |
10 | Ἀποδημεῖν δ’ οὐκ ἐξῆν αὐτοῖς, ἵνα μὴ ξενικῶν ἐθῶν καὶ βίων ἀπαιδεύτων μετάσχωσι. Καὶ ξενηλασίας δ’ εἰσηγήσατο, ὅπως οἱ παρεισ‐ | |
238E | ρέοντες μὴ διδάσκαλοι κακοῦ τινος τοῖς πολίταις ὑπ‐ άρχωσι. Τῶν πολιτῶν ὃς ἂν μὴ ὑπομείνῃ τὴν τῶν παίδων ἀγωγὴν οὐ μετεῖχε τῶν τῆς πόλεως δικαίων. | |
5 | Ἔνιοι δ’ ἔφασαν, ὅτι καὶ τῶν ξένων ὃς ἂν ὑπο‐ μείνῃ ταύτην τὴν ἄσκησιν τῆς πολιτείας κατὰ τὸ βού‐ λημα τοῦ Λυκούργου μετεῖχε *** τῆς ἀρχῆθεν διατεταγ‐ μένης μοίρας· πωλεῖν δ’ οὐκ ἐξῆν. Τοῖς τῶν πλησίον οἰκέταις ὡς ἰδίοις χρῆσθαι ἔθος | |
10 | ἦν, εἴ που δέοιντο, καὶ κυσὶ καὶ ἵπποις, εἰ μὴ οἱ δεσπόται χρῄζοιεν· καὶ ἐν ἀγρῷ δ’ εἴ τίς τινος ἐλλιπὴς γενόμενος δεηθείη, ἀνοίξας καὶ βαστάσας τὰ ἐπιτήδεια τοῦ ἔχοντος, | |
τὰ ταμιεῖα σημηνάμενος κατέλειπεν. | 210 | |
238F | Ἐν τοῖς πολέμοις φοινικίσιν ἐχρῶντο· ἅμα μὲν γὰρ ἡ χρόα ἐδόκει αὐτοῖς ἀνδρικὴ εἶναι, ἅμα δὲ τὸ αἱματῶδες τοῦ χρώματος πλείονα τοῖς ἀπείροις φόβον παρέχειν· καὶ τὸ μὴ εὐπερίφωρον δὲ τοῖς πολεμίοις εἶναι, ἐάν τις αὐτῶν | |
5 | πληγῇ, ἀλλὰ διαλανθάνειν διὰ τὸ ὁμόχρουν χρήσιμον. Ὅταν στρατηγήματι τοὺς πολεμίους νικήσωσι, βοῦν τῷ Ἄρει θύουσιν· ὅταν δ’ ἐκ τοῦ φανεροῦ, ἀλεκτρυ‐ όνα· ἐθίζοντες τοὺς ἡγουμένους οὐ μόνον πολεμικοὺς ἀλλὰ καὶ στρατηγικοὺς εἶναι. | |
239A | Ταῖς εὐχαῖς προστιθέασι | τὸ ἀδικεῖσθαι δύνα‐ σθαι. Εὐχὴ δ’ αὐτῶν διδόναι τὰ καλὰ ἐπὶ τοῖς ἀγαθοῖς, καὶ πλέον οὐδέν. | |
5 | Ἀφροδίτην σέβουσι τὴν ἐνόπλιον· καὶ πάντας δὲ τοὺς θεοὺς θήλεις καὶ ἄρρενας λόγχας ἔχοντας ποι‐ οῦνται, ὡς ἁπάντων τὴν πολεμικὴν ἀρετὴν ἐχόντων. Ἐπιλέγουσι δὲ καὶ [οἱ] παροιμιαζόμενοι (Apost. XV 92 Paroem. Gr. II 653) | |
9 | ||
10 | ‘τὰν χεῖρα ποτιφέροντα τὰν τύχαν καλεῖν,‘ | |
10 | ὡς δέον ἐπικαλεῖσθαι τοὺς θεοὺς μετὰ τοῦ ἐγχειρεῖν τι καὶ πράττειν, ἄλλως δὲ μή. Τοῖς παισὶν ἐπεδείκνυον τοὺς εἵλωτας μεθύσαντες | |
εἰς ἀποτροπὴν πολυοινίας. | 211 | |
15 | Ἔθος ἦν αὐτοῖς μηδὲ κόπτειν τὰς αὐλείους ἀλλ’ ἔξωθεν βοᾶν. | |
239B | Στλεγγίσιν οὐ σιδηραῖς ἀλλὰ καλαμίναις ἐχρῶντο. Κωμῳδίας καὶ τραγῳδίας οὐκ ἠκροῶντο, ὅπως μήτ’ ἐν σπουδῇ μήτ’ ἐν παιδιᾷ ἀκούωσι τῶν ἀντιλεγόν‐ των τοῖς νόμοις. | |
5 | Ἀρχίλοχον τὸν ποιητὴν ἐν Λακεδαίμονι γενό‐ μενον αὐτῆς ὥρας ἐδίωξαν, διότι ἐπέγνωσαν αὐτὸν πεποι‐ ηκότα ὡς κρεῖττόν ἐστιν ἀποβαλεῖν τὰ ὅπλα ἢ ἀπο‐ θανεῖν· (I 213 D.) | |
8 | ‘ἀσπίδι μὲν Σαΐων τις ἀγάλλεται, ἣν περὶ θάμνῳ | |
10 | ἔντος ἀμώμητον κάλλιπον οὐκ ἐθέλων· 〈αὐτὸς δ’ ἐξέφυγον θανάτου τέλος·〉 ἀσπὶς ἐκείνη ἐρρέτω· ἐξαῦθις κτήσομαι οὐ κακίω.‘ | |
12 | ||
239C | Κόραις καὶ κόροις κοινὰ τὰ ἱερά. Σκιραφίδαν ἐζημίωσαν οἱ ἔφοροι, ὅτι ὑπὸ πολε‐ μίων ἠδικεῖτο. Σακκοφόρον ἀνεῖλον, διότι παρυφὴν εἰς τὸν σάκκον | |
5 | ἐνέβαλε. Τὸν ἐκ τοῦ γυμνασίου νεανίσκον ἐπετίμων, ὅτι τὴν | |
εἰς Πυλαίαν ὁδὸν ἠπίστατο. Κηφισοφῶντα, εἰπόντα περὶ τοῦ τυχόντος δύνα‐ σθαι ὅλην τὴν ἡμέραν λέγειν, ἐξέβαλον, φάμενοι τὸν | 212 | |
10 | ἀγαθὸν μυθικτὰν δεῖν τοῖς πράγμασιν ἴσον τὸν λόγον ἔχειν. Οἱ παῖδες παρ’ αὐτοῖς ξαινόμενοι μάστιξι δι’ ὅλης τῆς ἡμέρας ἐπὶ τοῦ βωμοῦ τῆς Ὀρθίας Ἀρτέμιδος μέχρι θανάτου πολλάκις διακαρτεροῦσιν ἱλαροὶ καὶ γαῦροι, | |
239D | ἁμιλλώμενοι περὶ νίκης πρὸς ἀλλήλους, ὅστις αὐτῶν ἐπὶ πλέον τε καὶ μᾶλλον καρτερήσει τυπτόμενος· καὶ ὁ περι‐ γενόμενος ἐν τοῖς μάλιστα ἐπίδοξός ἐστι. καλεῖται δὲ ἡ ἅμιλλα διαμαστίγωσις· γίνεται δὲ καθ’ ἕκαστον ἔτος. | |
5 | Ἓν δέ τι τῶν καλῶν καὶ μακαρίων ἐδόκει παρ‐ εσκευακέναι τοῖς πολίταις ὁ Λυκοῦργος ἀφθονίαν σχολῆς· τέχνης μὲν γὰρ ἅψασθαι βαναύσου τὸ παράπαν οὐκ ἐξῆν· χρηματισμοῦ δὲ συναγωγὴν ἔχοντος ἐργώδη καὶ πραγμα‐ τείας οὐδ’ ὁτιοῦν ἔδει διὰ τὸ κομιδῇ τὸν πλοῦτον ἄζηλον | |
10 | πεποιηκέναι καὶ ἄτιμον. οἱ δὲ εἵλωτες αὐτοῖς εἰργάζοντο | |
239E | τὴν γῆν ἀποφορὰν τὴν ἄνωθεν ἱσταμένην 〈τελοῦντεσ〉. | |
ἐπάρατον δ’ ἦν πλείονός τινα μισθῶσαι, ἵν’ ἐκεῖνοι μὲν κερδαίνοντες ἡδέως ὑπηρετῶσιν, αὐτοὶ δὲ μὴ πλέον ἐπι‐ ζητῶσιν. | 213 | |
5 | Ἀπείρητο δ’ αὐτοῖς ναύταις εἶναι καὶ ναυμαχεῖν· ὕστερον μέντοι ἐναυμάχησαν, καὶ τῆς θαλάσσης κρατή‐ σαντες πάλιν ἀπέστησαν, διαφθειρόμενα τὰ ἤθη τῶν πολιτῶν θεωροῦντες. ἀλλὰ πάλιν μετεβάλοντο καθάπερ ἐν τοῖς ἄλλοις πᾶσι· καὶ γὰρ χρημάτων συναχθέντων | |
10 | τοῖς Λακεδαιμονίοις οἱ συναγαγόντες θανάτῳ κατεδι‐ κάσθησαν. Ἀλκαμένει γὰρ καὶ Θεοπόμπῳ τοῖς βασιλεῦσι χρησμὸς ἐδόθη (Paroem. Gr. I 39. 201. 327 II 150) | |
12 | ‘ἁ φιλοχρηματία Σπάρταν ὀλεῖ·‘ | |
13 | ||
239F | ἀλλ’ ὅμως Λύσανδρος ἑλὼν Ἀθηναίους πολὺν χρυσὸν καὶ ἄργυρον εἰσήγαγε, καὶ παρεδέξαντο καὶ ἐτίμησαν τὸν ἄνδρα. τοῖς μὲν οὖν Λυκούργου χρωμένη νόμοις ἡ πόλις καὶ | |
5 | τοῖς ὅρκοις ἐμμείνασα ἐπρώτευε τῆς Ἑλλάδος εὐνομίᾳ καὶ δόξῃ χρόνον ἐτῶν πεντακοσίων· κατ’ ὀλίγον δὲ παραβαι‐ νομένων καὶ πλεονεξίας καὶ φιλοπλουτίας παρεισδυομέ‐ | |
240A | νης | καὶ τὰ τῆς δυνάμεως ἠλαττοῦτο· καὶ οἱ σύμμαχοι διὰ ταῦτα δυσμενῶς εἶχον πρὸς αὐτούς. ἀλλ’ ὅμως οὕτως | |
ἔχοντες μετὰ τὴν Φιλίππου τοῦ Μακεδόνος ἐν Χαιρωνείᾳ νίκην, πάντων αὐτὸν τῶν Ἑλλήνων ἡγεμόνα κατά τε γῆν | 214 | |
5 | καὶ κατὰ θάλασσαν ἀναγορευσάντων, καὶ μεταξὺ δ’ Ἀλέξανδρον τὸν υἱὸν μετὰ τὴν Θηβαίων καταστροφήν, μόνοι Λακεδαιμόνιοι, καίπερ ἀτείχιστον πόλιν ἔχοντες καὶ ὀλίγοι πάνυ ὄντες διὰ τοὺς συνεχεῖς πολέμους καὶ πολὺ ἀσθενέστεροι καὶ εὐχείρωτοι γενόμενοι, πάνυ βρα‐ | |
10 | χέα τινὰ ζώπυρα διασῴζοντες τῆς Λυκούργου νομο‐ | |
240B | θεσίας, οὔτε συνεστράτευσαν οὔτε τούτοις οὔτε τοῖς μεταξὺ Μακεδονικοῖς βασιλεῦσιν, οὔτ’ εἰς συνέδριον κοινὸν εἰσῆλθον οὔτε φόρον ἤνεγκαν· ἕως οὗ παντάπασιν ὑπεριδόντες τὴν Λυκούργου νομοθεσίαν ὑπὸ τῶν ἰδίων | |
5 | πολιτῶν ἐτυραννεύθησαν μηδὲν ἔτι σῴζοντες τῆς πατρίου ἀγωγῆς, καὶ παραπλήσιοι τοῖς ἄλλοις γενόμενοι τὴν πρόσθεν εὔκλειαν καὶ παρρησίαν ἀπέθεντο καὶ εἰς δου‐ λείαν μετέστησαν, καὶ νῦν ὑπὸ Ῥωμαίοις καθάπερ οἱ | |
ἄλλοι Ἕλληνες ἐγένοντο. | 215 | |
240C | ΑΡΧΙΛΕΩΝΙΣ Ἀρχιλεωνὶς ἡ Βρασίδου μήτηρ, τελευτήσαντος αὐτῇ τοῦ υἱοῦ, ὡς παραγενόμενοί τινες τῶν Ἀμφιπολιτῶν εἰς Σπάρτην ἧκον πρὸς αὐτήν, ἠρώτησεν εἰ καλῶς καὶ ἀξίως | |
5 | τῆς Σπάρτης ὁ υἱὸς ἐτελεύτα· μεγαλυνόντων δ’ ἐκείνων καὶ λεγόντων ἄριστον ἐν τοῖς ἔργοις ἁπάντων Λακεδαι‐ μονίων εἶναι, εἶπεν· ‘ὦ ξένοι, καλὸς μὲν ἦν κἀγαθὸς ὁ παῖς μου, πολλοὺς δ’ ἄνδρας Λακεδαίμων ἔχει τήνου κάρρονας.‘ | |
10 | ΓΟΡΓΩ | |
240D | Γοργώ, βασιλέως Κλεομένους θυγάτηρ, Ἀριστα‐ γόρου τοῦ Μιλησίου παρακαλοῦντος αὐτὸν ἐπὶ τὸν πρὸς βασιλέα πόλεμον ὑπὲρ Ἰώνων καὶ ὑπισχνουμένου χρη‐ μάτων πλῆθος καὶ ὅσῳ ἀντέλεγε πλείονα προστιθέντος, | |
5 | ‘καταφθερεῖ σε‘ ἔφη, ‘ὦ πάτερ, τὸ ξενύλλιον, ἐὰν μὴ τάχιον αὐτὸν τῆς οἰκίας ἐκβάλῃς.‘ Προστάξαντος δέ ποτ’ αὐτῇ τοῦ πατρὸς δοῦναί τινι σῖτον εἰς μισθοῦ λόγον καὶ προστιθέντος ‘ἐδίδαξε γάρ | |
με τὸν οἶνον χρηστὸν ποιεῖν‘, ‘οὐκοῦν, ὦ πάτερ‘ ἔφη, | 216 | |
10 | ‘ὅ τ’ οἶνος πλείων ἐκποθήσεται καὶ οἱ πίνοντες θρυπτι‐ κώτεροι καὶ χείρονες ἔσονται.‘ Τὸν δ’ Ἀρισταγόραν ὑπό τινος τῶν οἰκετῶν ὑπο‐ | |
240E | δούμενον θεασαμένη ‘πάτερ‘ ἔφη, ‘ὁ ξένος χεῖρας οὐκ ἔχει.‘ Ξένου δέ τινος μάλα 〈κε〉κοσ〈μημένῃ〉 στολῇ προσ‐ άγοντος, παρωσαμένη αὐτόν ‘οὐκ ἄπει ἐντεῦθεν‘ εἶπεν | |
5 | ‘οὐδὲ τὰ τῆς γυναικὸς δυνάμενος;‘ Ἐρωτηθεῖσα δὲ ὑπό τινος Ἀττικῆς ‘διὰ τί ὑμεῖς ἄρχετε μόναι τῶν ἀνδρῶν αἱ Λάκαιναι;‘ ‘ὅτι‘ ἔφη ‘καὶ τίκτομεν μόναι ἄνδρας.‘ Προτρεπομένη δὲ τὸν ἄνδρα Λεωνίδαν ἐξιόντα εἰς | |
10 | Θερμοπύλας ἄξιον τῆς Σπάρτης φανῆναι, ἠρώτα τί χρὴ πράττειν· ὁ δ’ ἔφη ‘ἀγαθὸν γαμεῖν καὶ ἀγαθὰ τίκτειν.‘ ΓΥΡΤΙΑΣ Γυρτιάς, Ἀκροτάτου ποτὲ τοῦ θυγατριδοῦ αὐτῆς ἔκ τινος τῶν παίδων μάχης πολλὰς πληγὰς λαβόντος καὶ | |
15 | ἀπενεχθέντος οἴκαδε ὡς τεθνηκότος, κλαιόντων τῶν οἰκείων τε καὶ γνωρίμων, ‘οὐ σιωπήσετε;‘ ἔφη· ‘ἔδειξε γὰρ οἵου αἵματος ἦν,‘ καὶ οὐκ ἔφη δεῖν τοὺς ἀγαθοὺς | |
βοᾶσθαι ἀλλ’ ἰατρεύεσθαι. | 217 | |
240F | Ὅτε δ’ ἄγγελος ἦλθεν ἐκ Κρήτης τὸν Ἀκροτάτου θάνατον ἀπαγγέλλων, ‘οὐκ ἔμελλεν‘ ἔφη ‘πρὸς τοὺς πολεμίους ἥκων ἢ αὐτὸς ὑπ’ ἐκείνων ἀποθανεῖσθαι ἢ κατακανεῖν ἐκείνους; ἥδιον δ’ ἀκούειν ὅτι ἀπέθανε καὶ | |
5 | ἑαυτῆς καὶ τῆς πόλεως ἀξίως καὶ τῶν προγόνων, ἢ εἰ ἔζη τὸν ἅπαντα χρόνον κακὸς ὤν.‘ ΔΑΜΑΤΡΙΑ Δαματρία τὸν υἱὸν δειλὸν καὶ ἀνάξιον ἑαυτῆς ἀκού‐ σασα, παραγενόμενον ἀνεῖλε· τὸ δ’ ἐπίγραμμα ἐπ’ αὐτῆς | |
10 | τόδε· (Anth. Pal. VII 433) | |
10 | ‘τὸν παραβάντα νόμους Δαμάτριον ἔκτανε μάτηρ, ἁ Λακεδαιμονία τὸν Λακεδαιμόνιον.‘ | |
12 | ||
241A | Ἑτέρα | Λάκαινα τὸν υἱὸν λιποτακτήσαντα ὡς ἀν‐ άξιον τῆς πατρίδος ἀνεῖλεν, εἰποῦσα ‘οὐκ ἐμὸν τὸ φίτυμα.‘ ἐφ’ ἧς τὸ ἐπίγραμμα τόδε· (Anth. Pal. VII 433) | |
3 | ‘ἔρρε κακὸν φίτυμα διὰ σκότος, οὗ διὰ μῖσος | |
5 | Εὐρώτας δειλαῖς μηδ’ ἐλάφοισι ῥέοι. ἀχρεῖον σκυλάκευμα, κακὰ μερίς, ἔρρε ποθ’ Ἅιδαν, ἔρρε· τὸ μὴ Σπάρτας ἄξιον οὐδ’ ἔτεκον.‘ | 218 |
7 | Ἄλλη τὸν υἱὸν ἐν παρατάξει μαθοῦσα πεσόντα ἔφη· (Anth. Pal. 229) | |
9 | ||
10 | ‘δειλοὶ κλαιέσθωσαν· ἐγὼ δέ σε, τέκνον, ἄδακρυς θάπτω τὸν καὶ ἐμὸν καὶ Λακεδαιμόνιον.‘ | |
11 | Ἀκούσασά τις τὸν υἱὸν σεσῳσμένον καὶ πεφευγότα ἐκ τῶν πολεμίων, γράφει αὐτῷ ‘κακὰ φάμα τευ κακκέχυ‐ ται· ἢ ταύταν νῦν ἔκνιψαι ἢ μὴ ἔσο.‘ | |
241B | Ἄλλη, τῶν υἱῶν φυγόντων ἐκ μάχης καὶ παραγενο‐ μένων ὡς αὐτήν, ‘ποῖ‘ φησίν ‘ἥκετε δραπετεύσαντες, κακὰ ἀνδράποδα; ἢ δεῦρο ὅθεν ἐξέδυτε καταδυσόμενοι;‘ ἀνασυραμένη καὶ ἐπιδείξασα αὐτοῖς τὴν κοιλίαν. | |
5 | Προσάγοντά τις τὸν υἱὸν θεασαμένη ἐπύθετο τί πράσσει ἡ πατρίς· εἰπόντος δέ ‘πάντες ἀπολώλασι‘, κεραμίδα ἄρασα ἐπαφῆκεν αὐτῷ καὶ ἀνεῖλεν, εἰποῦσα ‘σὲ οὖν κακάγγελον ἔπεμψαν ἡμῖν;‘ Διηγουμένου τινὸς τῇ μητρὶ γενναῖον θάνατον τοῦ | |
10 | ἀδελφοῦ, ‘εἶτ’ οὐκ αἰσχρόν‘ εἶπε ‘τῆς τοιαύτης συνοδίας | |
ἀτυχῆσαι;‘ Ἐκπέμψασά τις τοὺς υἱοὺς αὑτῆς πέντε ὄντας ἐπὶ | 219 | |
241C | πόλεμον, ἐν τοῖς προαστείοις εἱστήκει καραδοκοῦσα τί ἐκ τῆς μάχης ἀποβήσοιτο· ὡς δὲ παραγενόμενός τις πυθομένῃ αὐτῇ ἀπήγγειλε τοὺς παῖδας ἅπαντας τετελευ‐ τηκέναι, ‘ἀλλ’ οὐ τοῦτ’ ἐπυθόμην‘ εἶπε, ‘κακὸν ἀνδράπο‐ | |
5 | δον, ἀλλὰ τί πράσσει ἡ πατρίς.‘ φήσαντος δὲ ὅτι νικᾷ, ‘ἀσμένη τοίνυν‘ εἶπε ‘δέχομαι καὶ τὸν τῶν παίδων θάνατον.‘ Θάπτουσά τις τὸν υἱόν, ὡς γραΐδιον εὐτελὲς προσ‐ ελθὸν αὐτῇ ‘ὦ γύναι, τᾶς τύχασ‘ εἶπε, ‘νὴ τὼ σιώ, ἀλλὰ | |
10 | τᾶς καλᾶς γ’‘ ἔφη· ‘οὗ γὰρ αὐτὸν ἕνεκεν ἔτεκον, ἵν’ ὑπὲρ τᾶς Σπάρτας ἀποθάνῃ, τοῦτό μοι συνέβη.‘ Σεμνυνομένης γυναικός τινος Ἰωνικῆς ἐπί τινι τῶν | |
241D | ἑαυτῆς ὑφασμάτων ὄντι πολυτελεῖ, Λάκαινα ἐπιδείξασα τοὺς τέσσαρας υἱοὺς ὄντας κοσμιωτάτους, τοιαῦτα ἔφη δεῖν εἶναι τὰ τῆς καλῆς καὶ ἀγαθῆς γυναικὸς ἔργα καὶ μεγαλαυχεῖν ἐπὶ τούτοις καὶ ἐπαίρεσθαι. | |
5 | Ἄλλη ἀκούσασα περὶ τοῦ υἱοῦ, ὡς κακῶς ἐπὶ τῆς ξένης ἀναστρέφοιτο, ἔγραψε ‘κακά τευ φάμα κακκέχυται· ἢ ταύταν ἀπόθευ ἢ μὴ ἔσο.‘ | |
Παραπλησίως δὲ καὶ Χίων φυγάδες ἐλθόντες εἰς Σπάρτην πολλὰ Πεδαρίτου κατηγόρουν· μεταπεμψαμένη | 220 | |
10 | δ’ αὐτοὺς ἡ μήτηρ αὐτοῦ Τελευτία καὶ ἀκούσασα ὧν ἐν‐ εκάλουν, ἐπεὶ ἐδόκει αὐτῇ ἁμαρτάνειν ὁ υἱός, ἐπέστειλεν | |
241E | αὐτῷ ‘ἁ μάτηρ Πεδαρίτῳ. ἢ βελτίονα πρᾶσσε ἢ αὖθι μένε, ἀπογνοὺς τὰν ἐς Σπάρταν σωτηρίαν.‘ Ἑτέρα ἐπ’ ἀδικήματι τῷ παιδὶ κρινομένῳ ‘τέκνον‘ εἶπεν, ‘ἢ τᾶς αἰτίας σεαυτὸν ἢ τοῦ ζῆν ἀπόλυσον.‘ | |
5 | Ἄλλη χωλὸν υἱὸν ἐπὶ παράταξιν προπέμπουσα, ‘τέκνον‘ εἶπε, ‘κατὰ βῆμα τῆς ἀρετῆς μέμνησο.‘ Ἄλλη, τοῦ παιδὸς αὐτῇ ἀφικομένου ἀπὸ παρα‐ τάξεως τετρωμένου τὸν πόδα καὶ σφόδρα ἀλγοῦντος, ‘ἐὰν τῆς ἀρετῆσ‘ εἶπε ‘μέμνῃ, ὦ τέκνον, καὶ ἄπονος ἔσῃ | |
10 | καὶ θαρρήσεις.‘ Λάκων τρωθεὶς ἐν πολέμῳ καὶ βαδίζειν μὴ δυ‐ νάμενος, τετραποδιστὶ ὥδευεν. αἰσχυνομένῳ δ’ αὐτῷ ἐπὶ | |
241F | τῷ γελοίῳ ἡ μήτηρ ‘καὶ πόσῳ βέλτιον, ὦ τέκνον‘ εἶπε, ‘μᾶλλον ἐπὶ τῇ ἀνδρείᾳ γεγηθέναι ἢ αἰσχύνεσθαι ἐπὶ γέλωτι ἀνοήτων;‘ | |
Ἄλλη προσαναδιδοῦσα τῷ παιδὶ τὴν ἀσπίδα | 221 | |
5 | καὶ παρακελευομένη ‘τέκνον‘ ἔφη, ‘ἢ ταύταν ἢ ἐπὶ ταύτας.‘ Ἄλλη προϊόντι τῷ υἱῷ ἐπὶ πόλεμον ἀναδιδοῦσα τὴν ἀσπίδα ‘ταύτην‘ ἔφη ‘ὁ πατήρ σοι ἀεὶ ἔσῳζε· καὶ σὺ οὖν ἢ ταύτην σῷζε ἢ μὴ ἔσο.‘ | |
10 | Ἄλλη πρὸς τὸν υἱὸν λέγοντα μικρὸν ἔχειν τὸ ξίφος εἶπε ‘[καὶ] βῆμα πρόσθες.‘ | |
242A | Ἄλλη ἀκούσασα, ὅτι ὁ υἱὸς αὐτῆς ἐν παρατάξει ἀνδραγαθήσας ἀπέθανεν, ‘ἐμὸς γὰρ ἦσ‘ εἶπε. περὶ δὲ τοῦ ἑτέρου πυθομένη ὅτι ἀποδειλιάσας σῴζεται, ‘οὐ γὰρ ἦς ἐμόσ‘ ἔφη. | |
5 | Ἑτέρα ἀκούσασα τεθνηκέναι τὸν υἱὸν ἐν μάχῃ καθάπερ ἐτέτακτο ‘κάτθετ’ αὐτόν‘ ἔφη, ‘ἀναπληρω‐ σάτω δὲ τὴν ἐκείνου τάξιν ὁ ἀδελφός.‘ Ἄλλη πομπὴν τελοῦσα πάνδημον ἤκουσεν ἐπὶ τῆς παρατάξεως νικᾶν τὸν υἱόν, ἐκ δὲ τῶν τραυμάτων πολλῶν | |
10 | γενομένων θνήσκειν. οὐ περιελομένη οὖν τὸν στέφανον, ἀλλὰ σεμνυνθεῖσα πρὸς τὰς πλησίον εἶπεν ‘ὡς πολλῷ | |
242B | κάλλιον, ὦ φίλαι, ἐστὶν ἐν παρατάξει νικῶντα τελευτᾶν ἢ τὰ Ὀλύμπια περιγενόμενον ζῆν.‘ | |
Διηγουμένου τινὸς τῇ ἀδελφῇ γενναῖον θάνατον τοῦ παιδὸς αὐτῆς, ἐκείνη εἶπεν ὅτι ‘ὅσον ἐπ’ ἐκείνῳ | 222 | |
5 | γέγηθα, τοσοῦτον ἐπὶ σοὶ ἄχθομαι, ἐναρέτου συνοδίας ἀπολειφθέντι.‘ Λακαίνῃ τις προσέπεμψεν, εἰ φθορᾷ συνεπινεύει. ἡ δ’ ἔφη ‘παῖς μὲν οὖσα ἔμαθον τῷ πατρὶ πείθεσθαι, καὶ τοῦτο ἔπραξα· γυνὴ δὲ γενομένη τῷ ἀνδρί· εἰ οὖν | |
10 | δίκαιά με παρακαλεῖ, τούτῳ φανερὸν ποιησάτω πρῶτον.‘ Παρθένος πενιχρὰ ἐρωτηθεῖσα τίνα δίδωσι τῷ γαμοῦντι προῖκα, ‘τὴν πάτριον‘ εἶπε ‘σωφροσύνην.‘ | |
242C | Λάκαινα ἐρωτηθεῖσα εἰ ἀνδρὶ προσελήλυθεν ‘οὐκ ἐγώ‘ εἶπεν ‘ἀλλ’ ὁ ἀνὴρ ἐμοί.‘ Κρύφα τις διαπαρθενευθεῖσα καὶ διαφθείρασα τὸ βρέφος οὕτως ἐνεκαρτέρησε μηδεμίαν προενεγκαμένη | |
5 | φωνήν, ὥστε καὶ τὸν πατέρα καὶ ἄλλους πολλοὺς πλησίον ὄντας λαθεῖν ἀποκυήσασα· τὸ γὰρ μέγεθος τῶν ἀλγη‐ δόνων τῇ ἀσχημοσύνῃ τὸ εὔσχημον προσπεσὸν ἐνίκησε. Λάκαινα πιπρασκομένη καὶ ἐρωτωμένη τί ἐπίστα‐ ται ἔφη ‘πιστὰ ἦμεν.‘ | |
10 | Ἄλλη αἰχμαλωτισθεῖσα καὶ ἐρωτωμένη παρα‐ πλησίως ‘εὖ οἰκεῖν οἶκον‘ ἔφη. Ἐρωτηθεῖσά τις ὑπό τινος, εἰ ἔσται ἀγαθή, ἂν | |
αὐτὴν ἀγοράσῃ, εἶπε ‘κἂν μὴ ἀγοράσῃς.‘ | 223 | |
242D | Ἄλλη πιπρασκομένη, τοῦ κήρυκος πυνθανομένου τί ἐπίσταται, ‘ἐλευθέρα‘ εἶπεν ‘ἦμεν.‘ ὡς δὲ ὁ ὠνησά‐ μενος προσέτασσέ τινα αὐτῇ οὐχ ἁρμόζοντα ἐλευθέρᾳ, εἰποῦσα ‘οἰμώξῃ φθονήσας σεαυτῷ τοιούτου κτήματοσ‘ | |
5 | ἐξήγαγεν ἑαυτήν. | 224 |