TLG 0007 073 :: PLUTARCHUS :: De amicorum multitudine (93a–97b)

PLUTARCHUS Biogr. Phil.
(Chaeronensis: A.D. 1–2)

De amicorum multitudine (93a–97b)

Source: Babbitt, F.C. (ed.), Plutarch’s moralia, vol. 2. Cambridge, Mass.: Harvard University Press, 1928 (repr. 1962): 46–68.

Citation: Stephanus page — section — (line)

t

1

ΠΕΡΙ ΠΟΛΥΦΙΛΙΑΣ

93

A

Μένωνα τὸν Θετταλὸν οἰόμενον ἐν λόγοις ἱκανῶς γεγυμνάσθαι καὶ τοῦτο δὴ τὸ ὑπὸ τοῦ

93

B

Ἐμπεδοκλέους λεγόμενον
1
σοφίης ἐπ’ ἄκροισι θαμίζειν
2 ἠρώτησεν ὁ Σωκράτης τί ἀρετή ἐστιν· ἀποκρινα‐ μένου δ’ ἰταμῶς ἐκείνου καὶ προχείρως ὅτι καὶ παι‐
5δός ἐστιν ἀρετὴ καὶ πρεσβύτου καὶ ἀνδρὸς καὶ γυναικὸς καὶ ἄρχοντος καὶ ἰδιώτου καὶ δεσπότου καὶ θεράποντος, “εὖ γ’,” εἶπεν ὁ Σωκράτης, “ὅτι μίαν ἀρετὴν αἰτηθεὶς σμῆνος ἀρετῶν κεκί‐ νηκας,” οὐ κακῶς τεκμαιρόμενος ὅτι μηδεμίαν
10εἰδὼς ἀρετὴν ὁ ἄνθρωπος πολλὰς ὠνόμαζεν. ἆρ’ οὖν οὐχὶ καὶ ἡμῖν ἄν τις ἐπιχλευάσειεν ὅτι μηδέπω

93

C

μίαν φιλίαν κεκτημένοι βεβαίως φοβούμεθα μὴ λάθωμεν εἰς πολυφιλίαν ἐμπεσόντες; σχεδὸν γὰρ οὐδὲν διαφέρομεν ἀνθρώπου κολοβοῦ καὶ τυφλοῦ, φοβουμένου μὴ Βριάρεως ὁ ἑκατόγχειρ καὶ Ἄργος
5ὁ πανόπτης γένηται. καίτοι τόν γε παρὰ τῷ Μενάνδρῳ νεανίσκον ὑπερφυῶς ἐπαινοῦμεν εἰπόντα θαυμαστὸν ὅσον νομίζειν46
7
ἀγαθὸν ἕκαστον, ἂν ἔχῃ φίλου σκιάν.
8 Ἐναντίον δὲ μετὰ πολλῶν ἄλλων οὐχ ἥκιστα
10γ’ εἰς φιλίας κτῆσιν ἡμῖν ἡ τῆς πολυφιλίας ὄρεξις, ὥσπερ ἀκολάστων γυναικῶν, τῷ πολλάκις καὶ

93

D

πολλοῖς συμπλέκεσθαι τῶν πρώτων κρατεῖν μὴ δυναμένοις ἀμελουμένων καὶ ἀπορρεόντων· μᾶλλον δ’ ὥσπερ ὁ τῆς Ὑψιπύλης τρόφιμος εἰς τὸν λειμῶνα καθίσας ἔδρεπεν
4
5ἕτερον ἐφ’ ἑτέρῳ αἰρόμενος ἄγρευμ’ ἀνθέων ἡδομένᾳ ψυχᾷ τὸ νήπιον ἄπληστον ἔχων,
7 οὕτως ἕκαστον ἡμῶν διὰ τὸ φιλόκαινον καὶ ἁψί‐ κορον ὁ πρόσφατος ἀεὶ καὶ ἀνθῶν ἐπάγεται, καὶ
10μετατίθησι πολλὰς ὁμοῦ καὶ ἀτελεῖς ἀρχὰς πράτ‐ τοντας φιλίας καὶ συνηθείας, ἔρωτι τοῦ διωκομέ‐ νου παρερχομένους τὸν καταλαμβανόμενον.

93

E

Πρῶτον μὲν οὖν ὥσπερ ἀφ’ ἑστίας ἀρξάμενοι τῆς τοῦ βίου φήμης ἣν ὑπὲρ φίλων βεβαίων ἀπολέλοιπεν ἡμῖν, τὸν μακρὸν καὶ παλαιὸν αἰῶνα μάρτυρα ἅμα τοῦ λόγου καὶ σύμβουλον λάβωμεν,
5ἐν ᾧ κατὰ ζεῦγος φιλίας λέγονται Θησεὺς καὶ
Πειρίθους, Ἀχιλλεὺς καὶ Πάτροκλος, Ὀρέστης καὶ Πυλάδης, Φιντίας καὶ Δάμων, Ἐπαμεινώνδας καὶ Πελοπίδας. σύννομον γὰρ ἡ φιλία ζῷον οὐκ ἀγελαῖόν ἐστιν οὐδὲ κολοιῶδες, καὶ τὸ ἄλλον48
10αὑτὸν ἡγεῖσθαι τὸν φίλον καὶ προσαγορεύειν ἑταῖρον ὡς ἕτερον, οὐδέν ἐστιν ἢ μέτρῳ φιλίας τῇ δυάδι χρωμένων. οὔτε γὰρ δούλους οὔτε φίλους ἔστι κτήσασθαι πολλοὺς ἀπ’ ὀλίγου νομίσματος.

93

F

τί οὖν νόμισμα φιλίας; εὔνοια καὶ χάρις μετ’ ἀρετῆς, ὧν οὐδὲν ἔχει σπανιώτερον ἡ φύσις. ὅθεν τὸ σφόδρα φιλεῖν καὶ φιλεῖσθαι πρὸς πολλοὺς οὐκ ἔστιν, ἀλλ’ ὥσπερ οἱ ποταμοὶ πολλὰς σχίσεις καὶ
5κατατομὰς λαμβάνοντες ἀσθενεῖς καὶ λεπτοὶ ῥέου‐ σιν, οὕτω τὸ φιλεῖν ἐν ψυχῇ σφοδρὸν πεφυκὸς εἰς πολλοὺς μεριζόμενον ἐξαμαυροῦται. διὸ καὶ τῶν ζῴων τὸ φιλότεκνον τοῖς μονοτόκοις ἰσχυρότερον

94

A

ἐμφύεται, καὶ Ὅμηρος ἀγαπητὸν υἱὸν ὀνομάζει “μοῦνον τηλύγετον,” τουτέστι τὸν τοῖς μήτ’ ἔχουσιν ἕτερον γονεῦσι μήθ’ ἕξουσι γεγενημένον. Τὸν δὲ φίλον ἡμεῖς “μοῦνον” μὲν οὐκ ἀξιοῦ‐
5μεν εἶναι, μετ’ ἄλλων δὲ “τηλύγετός” τις καὶ ὀψί‐ γονος ἔστω, τὸν θρυλούμενον ἐκεῖνον χρόνῳ τῶν ἁλῶν συγκατεδηδοκὼς μέδιμνον, οὐχ ὥσπερ νῦν πολλοὶ φίλοι λεγόμενοι συμπιόντες ἅπαξ ἢ συσφαι‐ ρίσαντες ἢ συγκυβεύσαντες ἢ συγκαταλύσαντες,
10ἐκ πανδοκείου καὶ παλαίστρας καὶ ἀγορᾶς φιλίαν
συλλέγουσιν. Ἐν δὲ ταῖς τῶν πλουσίων καὶ ἡγεμονικῶν50

94

B

οἰκίαις πολὺν ὄχλον καὶ θόρυβον ἀσπαζομένων καὶ δεξιουμένων καὶ δορυφορούντων ὁρῶντες εὐ‐ δαιμονίζουσι τοὺς πολυφίλους. καίτοι πλείονάς γε μυίας ἐν τοῖς ὀπτανίοις αὐτῶν ὁρῶσιν. ἀλλ’ οὔθ’
5αὗται τῆς λιχνείας οὔτ’ ἐκεῖνοι τῆς χρείας ἐπι‐ λιπούσης παραμένουσιν. ἐπεὶ δ’ ἡ ἀληθινὴ φιλία τρία ζητεῖ μάλιστα, τὴν ἀρετὴν ὡς καλόν, καὶ τὴν συνήθειαν ὡς ἡδύ, καὶ τὴν χρείαν ὡς ἀναγκαῖον (δεῖ γὰρ ἀποδέξασθαι κρίναντα καὶ χαίρειν συνόντα
10καὶ χρῆσθαι δεόμενον, ἃ πάντα πρὸς τὴν πολυ‐ φιλίαν ὑπεναντιοῦται, καὶ μάλιστά πως τὸ κυριώ‐ τατον ἡ κρίσις), σκεπτέον δὴ πρῶτον εἰ δυνατόν

94

C

ἐστιν ἐν βραχεῖ χρόνῳ δοκιμάσαι χορευτὰς συγ‐ χορευσομένους, ἐρέτας ὁμορροθήσοντας, οἰκέτας χρημάτων ἐπιτρόπους ἢ τέκνων παιδαγωγοὺς ἐσομένους, μήτι γε φίλους πολλοὺς εἰς ἀγῶνα
5πάσης τύχης συναποδυσομένους, ὧν ἕκαστος αὐτός θ’ αὑτόν
6
πράσσων εὖ τίθησιν εἰς μέσον,
τοῦ δυστυχοῦς τε λαγχάνων οὐκ ἄχθεται.
8 οὔτε ναῦς γὰρ ἐπὶ τοσούτους ἕλκεται χειμῶνας εἰς
10θάλατταν, οὔτε χωρίοις θριγχοὺς καὶ λιμέσι προ‐ βάλλουσιν ἕρκη καὶ χώματα τηλικούτους προσ‐

94

D

δεχόμενοι κινδύνους καὶ τοσούτους, ὅσων ἐπαγ‐
γέλλεται φιλία καταφυγὴν καὶ βοήθειαν, ὀρθῶς καὶ βεβαίως ἐξετασθεῖσα· τῶν δ’ ἀνεξετάστως παραρρυέντων ὥσπερ νομισμάτων ἀδοκίμων52
5ἐλεγχομένων
5
οἱ μὲν ἐστερημένοι
χαίρουσιν, οἱ δ’ ἔχοντες εὔχονται φυγεῖν.
7 ἔστι δὲ τοῦτο χαλεπὸν καὶ οὐ ῥᾴδιον τὸ φυγεῖν ἢ ἀποθέσθαι δυσαρεστουμένην φιλίαν. ἀλλ’ ὥσπερ
10σιτίον βλαβερὸν καὶ δυσχεραινόμενον οὔτε κατ‐ έχειν οἷόν τε μὴ λυποῦν καὶ διαφθεῖρον οὔτ’ ἐκ‐ βάλλειν οἷον εἰσῆλθεν ἀλλ’ εἰδεχθὲς καὶ συμ‐ πεφυρμένον καὶ ἀλλόκοτον, οὕτω φίλος πονηρὸς ἢ σύνεστι λυπῶν καὶ λυμαινόμενος, ἢ βίᾳ μετ’

94

E

ἔχθρας καὶ δυσμενείας ὥσπερ χολή τις ἐξέπεσε. Διὸ δεῖ μὴ ῥᾳδίως προσδέχεσθαι μηδὲ κολ‐ λᾶσθαι τοῖς ἐντυγχάνουσι μηδὲ φιλεῖν τοὺς διώ‐ κοντας, ἀλλὰ τοὺς ἀξίους φιλίας διώκειν. οὐ γὰρ
5αἱρετέον πάντως τὸ ῥᾳδίως ἁλισκόμενον. καὶ γὰρ ἀπαρίνην καὶ βάτον ἐπιλαμβανομένην ὑπερβάντες καὶ διωσάμενοι βαδίζομεν ἐπὶ τὴν ἐλαίαν καὶ τὴν ἄμπελον. οὕτως ἀεὶ μὴ τὸν εὐχερῶς περιπλεκό‐ μενον ποιεῖσθαι συνήθη καλόν, ἀλλὰ τοῖς ἀξίοις
10σπουδῆς καὶ ὠφελίμοις αὐτοὺς περιπλέκεσθαι

94

F

δοκιμάζοντας. Ὥσπερ οὖν ὁ Ζεῦξις αἰτιωμένων αὐτόν τινων ὅτι ζωγραφεῖ βραδέως, “ὁμολογῶ,” εἶπεν, “ἐν πολλῷ χρόνῳ γράφειν, καὶ γὰρ εἰς πολύν,”
5οὕτω φιλίαν δεῖ καὶ συνήθειαν σῴζειν παρα‐ λαβόντας ἐν πολλῷ κριθεῖσαν. ἆρ’ οὖν κρῖναι μὲν οὐκ ἔστι πολλοὺς φίλους ῥᾴδιον, συνεῖναι δὲ πολ‐ λοῖς ὁμοῦ ῥᾴδιον, ἢ καὶ τοῦτο ἀδύνατον; καὶ μὴν ἀπόλαυσίς ἐστιν ἡ συνήθεια τῆς φιλίας, καὶ τὸ54
10ἥδιστον ἐν τῷ συνεῖναι καὶ συνδιημερεύειν·
10 οὐ μὲν γὰρ ζωοί γε φίλων ἀπάνευθεν ἑταίρων βουλὰς ἑζόμενοι βουλεύσομεν.
12

95

A

καὶ περὶ τοῦ Ὀδυσσέως ὁ Μενέλαος
1
οὐδέ κεν ἄλλο ἄμμε διέκρινεν φιλέοντέ τε τερπομένω τε, πρίν γ’ ὅτε δὴ θανάτοιο μέλαν νέφος ἀμφεκάλυψε.
4
5τοὐναντίον οὖν ἔοικεν ἡ καλουμένη πολυφιλία ποιεῖν. ἡ μὲν γὰρ συνάγει καὶ συνίστησι καὶ συνέχει καταπυκνοῦσα ταῖς ὁμιλίαις καὶ φιλο‐ φροσύναις
8 ὡς δ’ ὅτ’ ὀπὸς γάλα λευκὸν ἐγόμφωσεν καὶ ἔδησε
9

95

B

κατ’ Ἐμπεδοκλέα (τοιαύτην γὰρ ἡ φιλία βούλεται ποιεῖν ἑνότητα καὶ σύμπηξιν), ἡ δὲ πολυφιλία δι‐ ίστησι καὶ ἀποσπᾷ καὶ ἀποστρέφει, τῷ μετακαλεῖν καὶ μεταφέρειν ἄλλοτε πρὸς ἄλλον οὐκ ἐῶσα κρᾶ‐
5σιν οὐδὲ κόλλησιν εὐνοίας ἐν τῇ συνηθείᾳ περι‐
χυθείσῃ καὶ παγείσῃ γενέσθαι. τοῦτο δ’ εὐθὺς ὑποβάλλει καὶ τὴν περὶ τὰς ὑπουργίας ἀνωμαλίαν καὶ δυσωπίαν· τὰ γὰρ εὔχρηστα τῆς φιλίας δύσ‐ χρηστα γίγνεται διὰ τὴν πολυφιλίαν.56
9
10“ἄλλον τρόπον” γὰρ “ἄλλων ἐγείρει φροντὶς ἀνθρώπων·”
11 οὔτε γὰρ αἱ φύσεις ἡμῶν ἐπὶ ταὐτὰ ταῖς ὁρμαῖς ῥέπουσιν, οὔτε τύχαις ὁμοτρόποις ἀεὶ σύνεσμεν· οἵ

95

C

τε τῶν πράξεων καιροὶ καθάπερ τὰ πνεύματα τοὺς μὲν φέρουσι τοῖς δ’ ἀντιπίπτουσι. Καίτοι κἂν πάντες ἅμα τῶν αὐτῶν οἱ φίλοι δέωνται, χαλεπὸν ἐξαρκέσαι πᾶσι βουλευομένοις ἢ
5πολιτευομένοις ἢ φιλοτιμουμένοις ἢ ὑποδεχομένοις. ἂν δ’ ἑνὶ καιρῷ διαφόροις πράγμασι καὶ πάθεσι προστυγχάνοντες ὁμοῦ παρακαλῶσιν ὁ μὲν πλέων συναποδημεῖν, ὁ δὲ κρινόμενος συνδικεῖν, ὁ δὲ κρίνων συνδικάζειν, ὁ δὲ πιπράσκων ἢ ἀγοράζων
10συνδιοικεῖν, ὁ δὲ γαμῶν συνθύειν, ὁ δὲ θάπτων συμπενθεῖν,
11
πόλις δ’ ὁμοῦ μὲν θυμιαμάτων γέμῃ,
ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων
13

95

D

ἡ πολυφιλία. πᾶσι μὲν ἀμήχανον παρεῖναι, μηδενὶ δ’ ἄτοπον, ἑνὶ δ’ ὑπουργοῦντα προσκρούειν πολ‐ λοῖς ἀνιαρόν·
3
οὐδεὶς γὰρ ἀγαπῶν αὐτὸς ἀμελεῖθ’ ἡδέως.58
5 Καίτοι τὰς ἀμελείας καὶ ῥᾳθυμίας τῶν φίλων πραότερον φέρουσι, καὶ τὰς τοιαύτας ἀπολογίας ἀμηνίτως δέχονται παρ’ αὐτῶν “ἐξελαθόμην” “ἠγνόησα.” ὁ δὲ λέγων “οὐ παρέστην σοι δίκην ἔχοντι, παριστάμην γὰρ ἑτέρῳ φίλῳ,” καὶ “πυρέτ‐
10τοντά ς’ οὐκ εἶδον, τῷ δεῖνι γὰρ φίλους ἑστιῶντι συνησχολούμην” αἰτίαν τῆς ἀμελείας τὴν ἑτέρων

95

E

ἐπιμέλειαν ποιούμενος οὐ λύει τὴν μέμψιν, ἀλλὰ προσεπιβάλλει ζηλοτυπίαν. ἀλλ’ οἱ πολλοὶ τὰς πολυφιλίας ἃ δύνανται παρέχειν μόνον ὡς ἔοικε σκοποῦσιν, ἃ δ’ ἀνταπαιτοῦσι παρορῶσι, καὶ οὐ
5μνημονεύουσιν ὅτι δεῖ τὸν πολλοῖς εἰς ἃ δεῖται χρώμενον πολλοῖς δεομένοις ἀνθυπουργεῖν. ὥσπερ οὖν ὁ Βριάρεως ἑκατὸν χερσὶν εἰς πεντήκοντα φορῶν γαστέρας οὐδὲν ἡμῶν πλέον εἶχε τῶν ἀπὸ δυεῖν χεροῖν μίαν κοιλίαν διοικούντων, οὕτως ἐν
10τῷ φίλοις χρῆσθαι πολλοῖς καὶ τὸ λειτουργεῖν πολλοῖς ἔνεστι καὶ τὸ συναγωνιᾶν καὶ τὸ συν‐ ασχολεῖσθαι καὶ συγκάμνειν. οὐ γὰρ Εὐριπίδῃ πειστέον λέγοντι
13
χρῆν γὰρ μετρίαν εἰς ἀλλήλους
15φιλίαν θνητοὺς ἀνακίρνασθαι

95

F

καὶ μὴ πρὸς ἄκρον μυελὸν ψυχῆς, εὔλυτα δ’ εἶναι θέλγητρα φρενῶν, ἀπό τ’ ὤσασθαι καὶ ξυντεῖναι,
3 καθάπερ πόδα νεὼς ἐνδιδόντι καὶ προσάγοντι ταῖς
5χρείαις τὴν φιλίαν. ἀλλὰ τοῦτο μέν, ὦ Εὐριπίδη, μεταθῶμεν ἐπὶ τὰς ἔχθρας, καὶ κελεύωμεν “με‐ τρίας” ποιεῖσθαι τὰς διαφορὰς καὶ “μὴ πρὸς ἄκρον μυελὸν ψυχῆς, εὔλυτα δ’ εἶναι” μίση καὶ ὀργὰς60

96

A

καὶ μεμψιμοιρίας καὶ ὑπονοίας· ἐκεῖνο δὲ μᾶλλον ἡμῖν παραίνει τὸ Πυθαγορικὸν “μὴ πολλοῖς ἐμ‐ βάλλειν δεξιάν,” τουτέστι μὴ πολλοὺς ποιεῖσθαι φίλους μηδὲ πολύκοινον μηδὲ πάνδημον ἀσπά‐
5ζεσθαι φιλίαν, καὶ πρὸς ἕν’ ἄν τις ᾖ μετὰ πολλῶν παθῶν εἰσιοῦσα, ὧν τὸ μὴ συναγωνιᾶν καὶ συνάχθεσθαι καὶ συμπονεῖν καὶ συγκινδυνεύειν πάνυ δύσοιστον τοῖς ἐλευθέροις καὶ γενναίοις ἐστίν.
10 Τὸ δὲ τοῦ σοφοῦ Χίλωνος ἀληθές, ὃς πρὸς τὸν εἰπόντα μηδένα ἔχειν ἐχθρόν “ἔοικας,” ἔφη, “σὺ μηδὲ φίλον ἔχειν.” αἱ γὰρ ἔχθραι ταῖς φιλίαις εὐθὺς ἐπακολουθοῦσι καὶ συμπλέκονται,

96

B

ἐπείπερ οὐκ ἔστι φίλον μὴ συναδικεῖσθαι μηδὲ συναδοξεῖν μηδὲ συναπεχθάνεσθαι· οἱ γὰρ ἐχθροὶ τὸν φίλον εὐθὺς ὑφορῶνταί τε καὶ μισοῦσιν, οἱ δὲ φίλοι πολλάκις φθονοῦσί τε καὶ ζηλοτυποῦσι καὶ
5περισπῶσιν. ὥσπερ οὖν ὁ τῷ Τιμησίᾳ περὶ τῆς ἀποικίας δοθεὶς χρησμὸς προηγόρευσε
6 σμῆνα μελισσάων τάχα τοι καὶ σφῆκες ἔσονται,
7 οὕτως οἱ φίλων ζητοῦντες ἑσμὸν ἔλαθον ἐχθρῶν σφηκιαῖς περιπεσόντες.
10 Καὶ οὐκ ἴσον ἄγει σταθμὸν ἐχθροῦ μνησικακία καὶ φίλου χάρις. ὅρα δὲ τοὺς Φιλώτου καὶ62

96

C

Παρμενίωνος φίλους καὶ οἰκείους ἃ διέθηκεν Ἀλέξανδρος, ἃ τοὺς Δίωνος Διονύσιος τοὺς Πλαύτου Νέρων καὶ τοὺς Σηιανοῦ Τιβέριος στρε‐ βλοῦντες καὶ ἀποκτιννύοντες. ὡς γὰρ τὸν Κρέοντα
5τῆς θυγατρὸς οὐδὲν ὁ χρυσὸς οὐδ’ ὁ πέπλος ὠφέλει, τὸ δὲ πῦρ ἀναφθὲν αἰφνιδίως προσδραμόντα καὶ περιπτύξαντα κατέκαυσε καὶ συναπώλεσεν, οὕτως ἔνιοι τῶν φίλων οὐδὲν ἀπολαύσαντες εὐτυχούντων συναπόλλυνται δυστυχοῦσι. καὶ τοῦτο μάλιστα
10πάσχουσιν οἱ φιλόσοφοι καὶ χαρίεντες, ὡς Θη‐ σεὺς τῷ Πειρίθῳ κολαζομένῳ καὶ δεδεμένῳ
11
αἰδοῦς ἀχαλκεύτοισιν ἔζευκται πέδαις,
12

96

D

ἐν δὲ τῷ λοιμῷ φησιν ὁ Θουκυδίδης τοὺς ἀρετῆς μάλιστα μεταποιουμένους συναπόλλυσθαι τοῖς φί‐ λοις νοσοῦσιν· ἠφείδουν γὰρ σφῶν αὐτῶν ἰόντες παρὰ τοὺς ἐπιτηδείους.
5 Ὅθεν οὕτω τῆς ἀρετῆς ἀφειδεῖν οὐ προσῆκον ἄλλοτ’ ἄλλοις συνδέοντας αὐτὴν καὶ συμπλέκοντας, ἀλλὰ τοῖς ἀξίοις τὴν αὐτὴν κοινωνίαν φυλάττειν, τουτέστι τοῖς ὁμοίως φιλεῖν καὶ κοινωνεῖν δυναμέ‐ νοις. καὶ γὰρ δὴ τοῦτο πάντων μέγιστόν ἐστιν
10ἐναντίωμα πρὸς τὴν πολυφιλίαν, ὅτι τῇ φιλίᾳ γένεσις δι’ ὁμοιότητός ἐστιν. ὅπου γὰρ καὶ τὰ ἄψυχα τὰς μίξεις πρὸς τὰ ἀνόμοια ποιεῖται μετὰ64

96

E

βίας ἀναγκαζόμενα καὶ ὀκλάζει καὶ ἀγανακτεῖ φεύγοντα ἀπ’ ἀλλήλων, τοῖς δὲ συγγενέσι καὶ οἰκείοις ὁμοπαθεῖ κεραννύμενα καὶ προσίεται τὴν κοινωνίαν λείως καὶ μετ’ εὐμενείας, πῶς οἷόν τε
5φιλίαν ἤθεσι διαφόροις ἐγγενέσθαι καὶ πάθεσιν ἀνομοίοις καὶ βίοις ἑτέρας προαιρέσεις ἔχουσιν; ἡ μὲν γὰρ περὶ ψαλμοὺς καὶ φόρμιγγας ἁρμονία δι’ ἀντιφώνων ἔχει τὸ σύμφωνον, ὀξύτησι καὶ βαρύτησιν ἁμωσγέπως ὁμοιότητος ἐγγιγνομένης·
10τῆς δὲ φιλικῆς συμφωνίας ταύτης καὶ ἁρμονίας οὐδὲν ἀνόμοιον οὐδ’ ἀνώμαλον οὐδ’ ἄνισον εἶναι δεῖ μέρος, ἀλλ’ ἐξ ἁπάντων ὁμοίως ἐχόντων

96

F

ὁμολογεῖν καὶ ὁμοβουλεῖν καὶ ὁμοδοξεῖν καὶ συνομοπαθεῖν, ὥσπερ μιᾶς ψυχῆς ἐν πλείοσι διῃρημένης σώμασι. Τίς οὖν ἐστιν οὕτως ἐπίπονος καὶ μετάβολος
5καὶ παντοδαπὸς ἄνθρωπος, ὥστε πολλοῖς ἑαυτὸν ἐξομοιοῦν καὶ προσαρμόττειν καὶ μὴ καταγελᾶν τοῦ Θεόγνιδος παραινοῦντος
7 πουλύποδος νόον ἴσχε πολυχρόου, ὃς ποτὶ πέτρῃ,
τῇ περ ὁμιλήσῃ, τοῖος ἰδεῖν ἐφάνη;
9
10καίτοι τοῦ πολύποδος αἱ μεταβολαὶ βάθος οὐκ ἔχουσιν, ἀλλὰ περὶ αὐτὴν γίγνονται τὴν ἐπι‐ φάνειαν, στυφότητι καὶ μανότητι τὰς ἀπορροίας τῶν

97

A

πλησιαζόντων ἀναλαμβάνουσαν· αἱ δὲ φιλίαι τὰ ἤθη ζητοῦσι συνεξομοιοῦν καὶ τὰ πάθη καὶ τοὺς λόγους καὶ τὰ ἐπιτηδεύματα καὶ τὰς διαθέσεις. Πρωτέως τινὸς οὐκ εὐτυχοῦς οὐδὲ πάνυ χρηστοῦ66
5τὸ ἔργον, ἀλλ’ ὑπὸ γοητείας ἑαυτὸν εἰς ἕτερον εἶδος ἐξ ἑτέρου μεταλλάττοντος ἐν ταὐτῷ πολλάκις, φιλολόγοις συναναγιγνώσκοντος καὶ παλαισταῖς συγκονιομένου καὶ φιλοθήροις συγκυνηγετοῦντος καὶ φιλοπόταις συμμεθυσκομένου καὶ πολιτικοῖς
10συναρχαιρεσιάζοντος, ἰδίαν ἤθους ἑστίαν οὐκ ἔχον‐ τος. ὡς δὲ τὴν ἀσχημάτιστον οἱ φυσικοὶ καὶ

97

B

ἀχρώματον οὐσίαν καὶ ὕλην λέγουσιν ὑποκειμένην καὶ τρεπομένην ὑφ’ αὑτῆς νῦν μὲν φλέγεσθαι νῦν δ’ ἐξυγραίνεσθαι, τοτὲ δ’ ἐξαεροῦσθαι πήγνυσθαι δ’ αὖθις, οὕτως ἄρα τῇ πολυφιλίᾳ ψυχὴν ὑπο‐
5κεῖσθαι δεήσει πολυπαθῆ καὶ πολύτροπον καὶ ὑγρὰν καὶ ῥᾳδίαν μεταβάλλειν. ἀλλ’ ἡ φιλία στά‐ σιμόν τι ζητεῖ καὶ βέβαιον ἦθος καὶ ἀμετάπτωτον ἐν μιᾷ χώρᾳ καὶ συνηθείᾳ· διὸ καὶ σπάνιον καὶ
δυσεύρετόν ἐστι φίλος βέβαιος.68