TLG 0007 071 :: PLUTARCHUS :: Quomodo quis suos in virtute sentiat profectus (75a–86a)

PLUTARCHUS Biogr. Phil.
(Chaeronensis: A.D. 1–2)

Quomodo quis suos in virtute sentiat profectus (75a–86a)

Source: Babbitt, F.C. (ed.), Plutarch’s moralia, vol. 1. Cambridge, Mass.: Harvard University Press, 1927 (repr. 1969): 400–456.

Citation: Stephanus page — section — (line)

t

1

ΠΩΣ ΑΝ ΤΙΣ ΑΙΣΘΟΙΤΟ ΕΑΥΤΟΥ ΠΡΟΚΟΠΤΟΝΤΟΣ ΕΠ’ ΑΡΕΤΗΙ

75

A

Τίς τῶν λόγων, ὦ Σόσσιε Σενεκίων, σώσει

75

B

τὴν ἑαυτοῦ βελτιουμένου πρὸς ἀρετὴν συναίσθησιν, εἰ μηδεμίαν αἱ προκοπαὶ ποιοῦσι τῆς ἀφροσύνης ἄνεσιν, ἀλλ’ ἴσῳ σταθμῷ πᾶσιν ἡ κακία περικειμένη
3
μολυβδὶς ὥστε δίκτυον κατέσπασεν;
4
5οὐδὲ γὰρ ἐν μουσικοῖς τις ἢ γραμματικοῖς ἐπιδιδοὺς ἂν γνοίη μηδὲν ἐν τῷ μανθάνειν ἀπαρύτων τῆς περὶ ταῦτα ἀμαθίας ἀλλ’ ἴσης ἀεὶ τῆς ἀτεχνίας αὐτῷ παρούσης, οὐδὲ κάμνοντι θεραπεία μὴ ποι‐ οῦσα ῥᾳστώνην μηδὲ κουφισμὸν ἁμωσγέπως τοῦ
10νοσήματος ὑπείκοντος καὶ χαλῶντος αἴσθησιν ἂν

75

C

παρέχοι διαφορᾶς, πρὶν εἰλικρινῆ τὴν ἐναντίαν ἕξιν ἐγγενέσθαι παντάπασιν ἀναρρωσθέντος τοῦ σώμα‐ τος. ἀλλ’ ὥσπερ ἐν τούτοις οὐ προκόπτουσιν, ἂν
προκόπτοντες ἀνέσει τοῦ βαρύνοντος οἷον ἐπὶ ζυγοῦ400
5πρὸς τοὐναντίον ἀναφερόμενοι μὴ γιγνώσκωσι τὴν μεταβολήν, οὕτως ἐν τῷ φιλοσοφεῖν οὔτε προκοπὴν οὔτε τινὰ προκοπῆς αἴσθησιν ὑποληπτέον, εἰ μηδὲν ἡ ψυχὴ μεθίησι μηδ’ ἀποκαθαίρεται τῆς ἀβελτερίας, ἄχρι δὲ τοῦ λαβεῖν ἄκρατον τὸ ἀγαθὸν καὶ τέλειον
10ἀκράτῳ τῷ κακῷ χρῆται. καὶ γὰρ ἀκαρεὶ χρόνου

75

D

καὶ ὥρας ἐκ τῆς ὡς ἔνι μάλιστα φαυλότητος εἰς οὐκ ἔχουσαν ὑπερβολὴν ἀρετῆς διάθεσιν μεταβαλὼν ὁ σοφός, ἧς οὐδ’ ἐν χρόνῳ πολλῷ μέρος ἀφεῖλε κακίας ἅμα πᾶσαν ἐξαίφνης ἐκπέφευγε.
5 Καίτοι ἤδη τοὺς ταῦτά γε λέγοντας οἶσθα δήπου πάλιν πολλὰ παρέχοντας αὑτοῖς πράγματα καὶ μεγάλας ἀπορίας περὶ τοῦ διαλεληθότος, ὃς αὐτὸς ἑαυτὸν οὐδέπω κατείληφε γεγονὼς σοφός, ἀλλ’ ἀγνοεῖ κἀμφιδοξεῖ τῷ κατὰ μικρὸν ἐν χρόνῳ πολλῷ
10τὰ μὲν ἀφαιροῦντι τὰ δὲ προστιθέντι γιγνομένην τὴν ἐπίδοσιν καθάπερ πορείαν τῇ ἀρετῇ λαθεῖν ἀτρέμα προσμείξασαν. εἰ δέ γε ἦν τάχος τοσοῦτον

75

E

τῆς μεταβολῆς καὶ μέγεθος, ὥστε τὸν πρωῒ κάκιστον ἑσπέρας γεγονέναι κράτιστον, ἢ ἂν οὕτω τινὶ συντύχῃ τὰ τῆς μεταβολῆς, καταδαρθόντα φαῦλον ἀνεγρέσθαι σοφὸν καὶ προσειπεῖν ἐκ τῆς ψυχῆς
5μεθεικότα τὰς χθιζὰς ἀβελτερίας καὶ ἀπάτας
5
ψευδεῖς ὄνειροι, χαίρετ’· οὐδὲν ἦτ’ ἄρα, τίς ἂν ἀγνοήσειεν ἑαυτοῦ διαφορὰν ἐν αὑτῷ τοσ‐ αύτην γενομένην καὶ φρόνησιν ἀθρόον ἐκλάμψασαν; ἐμοὶ μὲν γὰρ δοκεῖ μᾶλλον ἄν τις, ὡς ὁ Καινεύς,
402
10γενόμενος κατ’ εὐχὴν ἀνὴρ ἐκ γυναικὸς ἀγνοῆσαι τὴν μετακόσμησιν, ἢ σώφρων καὶ φρόνιμος καὶ

75

F

ἀνδρεῖος ἐκ δειλοῦ καὶ ἀνοήτου καὶ ἀκρατοῦς ἀπο‐ τελεσθεὶς καὶ μεταβαλὼν εἰς θεῖον ἐκ θηριώδους βίον ἀκαρὲς διαλαθεῖν αὑτόν. Ἀλλ’ ὀρθῶς μὲν εἴρηται τὸ
4
5
πρὸς στάθμῃ πέτρον τίθεσθαι, μή τι πρὸς πέτρῳ στάθμην.
6 οἱ δὲ μὴ τιθέμενοι τὰ δόγματα πρὸς τοῖς πράγμα‐ σιν ἀλλὰ τὰ πράγματα πρὸς τὰς ἑαυτῶν ὑποθέσεις ὁμολογεῖν μὴ πεφυκότα καταβιαζόμενοι πολλῶν
10ἀποριῶν ἐμπεπλήκασι τὴν φιλοσοφίαν, μεγίστης δὲ

76

A

τῆς εἰς μίαν ὁμοῦ κακίαν πάντας ἀνθρώπους πλὴν ἑνὸς τοῦ τελείου τιθεμένης, ὑφ’ ἧς αἴνιγμα γέγονεν ἡ λεγομένη προκοπή, μικρὸν ἀπολείπουσα ἀφρο‐ σύνης ἐσχάτης, τοὺς δὲ πάντων ἅμα παθῶν καὶ
5νοσημάτων ἀφειμένους ὑπ’ αὐτῆς ἔτι τοῖς μηδενὸς ἀπηλλαγμένοις τῶν κακίστων ὁμοίως παρέχουσα κακοδαιμονοῦντας. οὗτοι μὲν οὖν ἑαυτοὺς ἐλέγ‐ χουσιν, ἐν μὲν ταῖς σχολαῖς ἴσην ἀδικίαν τὴν Ἀριστείδου τῇ Φαλάριδος τιθέμενοι, καὶ δειλίαν τὴν

76

B

Βρασίδου τῇ Δόλωνος, καὶ νὴ Δία τῆς Μελήτου μηδ’ ὁτιοῦν τὴν Πλάτωνος ἀγνωμοσύνην διαφέρουσαν, ἐν δὲ τῷ βίῳ καὶ τοῖς πράγμασιν ἐκείνους μὲν ἐκτρεπόμενοι καὶ φεύγοντες ὡς ἀμειλίκτους, τούτοις404
5δ’ ὡς ἀξίοις πολλοῦ τὰ μέγιστα καὶ χρώμενοι καὶ πιστεύοντες. Ἡμεῖς δὲ παντὶ γένει κακοῦ, μάλιστα δὲ τῷ περὶ ψυχὴν ἀτάκτῳ καὶ ἀορίστῳ τὸ μᾶλλον καὶ ἧτ‐ τον προσγιγνόμενον ὁρῶντες (ᾗ καὶ διαφέρουσιν αἱ
10προκοπαί, καθάπερ, σκιᾶς ἀνέσει τῆς μοχθηρίας τοῦ λόγου διαφωτίζοντος ἀτρέμα τὴν ψυχὴν καὶ δια‐ καθαίροντος) οὐκ ἄλογον οἰόμεθα τὴν συναίσθησιν εἶναι τῆς μεταβολῆς ὥσπερ ἐκ βυθοῦ τινὸς ἀνα‐

76

C

φερομένοις, ἀλλ’ ἔχουσαν ἐπιλογισμούς. ὧν σκόπει τὸν πρῶτον εὐθύς. εἰ καθάπερ οἱ πρὸς ἀχανὲς θέοντες ἱστίοις πέλαγος ἅμα τῷ χρόνῳ πρὸς τὴν τοῦ πνεύματος ῥώμην ἀναμετροῦνται τὸν δρόμον,
5ὅσον εἰκὸς ἐν τοσούτῳ γεγονόσιν ὑπὸ τοσαύτης κομιζομένοις ἠνύσθαι δυνάμεως, οὕτως ἄν τις ἐν φιλοσοφίᾳ τὸ ἐνδελεχὲς καὶ τὸ συνεχὲς τῆς πορείας καὶ μὴ πολλὰς διὰ μέσου ποιούμενον ἐπιστάσεις, εἶτ’ αὖθις ὁρμὰς καὶ ἐπιπηδήσεις, ἀλλὰ λείως καὶ
10ὁμαλῶς τοῦ πρόσθεν ἐπιλαμβανόμενον ἀεὶ καὶ διϊὸν ἀπταίστως διὰ τοῦ λόγου τεκμήριον ἑαυτῷ ποιή‐ σαιτο προκοπῆς. τὸ γὰρ
12
εἰ καὶ σμικρὸν ἐπὶ σμικρῷ καταθεῖο
καὶ θαμὰ τοῦθ’ ἕρδοις
14

76

D

οὐ πρὸς ἀργυρίου μόνον αὔξησιν εἴρηται καλῶς, ἀλλ’ εἰς ἅπαντα ποιεῖ, μάλιστα δ’ εἰς ἀρετῆς ἐπίδοσιν, πολὺ καὶ τελεσιουργὸν ἔθος τοῦ λόγου προσλαμβά‐ νοντος· αἱ δ’ ἀνωμαλίαι καὶ ἀμβλύτητες τῶν φιλο‐406
5σοφούντων οὐ μόνον μονὰς ποιοῦσι καὶ ἐποχὰς ὥσπερ ἐν ὁδῷ τῆς προκοπῆς, ἀλλὰ καὶ ἀναλύσεις, ἀεὶ τῷ παρείκοντι κατὰ σχολὴν τῆς κακίας ἐπι‐ τιθεμένης καὶ πρὸς τοὐναντίον ἀνθυποφερούσης. Τοὺς μὲν γὰρ πλάνητας οἱ μαθηματικοὶ στηρίζειν
10λέγουσι παυσαμένης τῆς εἰς τοὔμπροσθεν αὐτῶν πορείας, ἐν δὲ τῷ φιλοσοφεῖν οὐκ ἔστι ληγούσης

76

E

διάλειμμα προκοπῆς οὐδὲ στηριγμός, ἀλλ’ ἀεί τινας ἔχουσα κινήσεις ἡ φύσις ὥσπερ ἐπὶ ζυγοῦ ῥέπειν ἐθέλει καὶ κατατείνεσθαι ταῖς βελτίοσιν, ἢ ταῖς ἐναντίαις πρὸς τὸ χεῖρον οἴχεται φερομένη. ἂν οὖν
5κατὰ τὸν δοθέντα χρησμὸν ὑπὸ τοῦ θεοῦ “Κιρραίοις πάντ’ ἤματα καὶ πάσας νύκτας πολεμεῖν” οὕτω συνειδῇς σεαυτὸν ἡμέρας τε καὶ νύκτωρ ἀεὶ τῇ κακίᾳ διαμεμαχημένον, ἢ μὴ πολλάκις γε τὴν φρουρὰν ἀνεικότα μηδὲ συνεχῶς παρ’ αὐτῆς οἱονεὶ
10κήρυκας ἡδονάς τινας ἢ ῥᾳστώνας ἢ ἀσχολίας ἐπὶ σπονδαῖς προσδεδεγμένον, εἰκότως ἂν εὐθαρσὴς καὶ πρόθυμος βαδίζοις ἐπὶ τὸ λειπόμενον.

76

F

Οὐ μὴν ἀλλὰ κἂν ᾖ διαλείμματα γιγνόμενα
τοῦ φιλοσοφεῖν, τὰ δ’ ὕστερα τῶν πρότερον ἑδραιό‐ τερα καὶ μακρότερα, σημεῖον οὐ φαῦλόν ἐστιν ἐκ‐ θλιβομένης πόνῳ καὶ ἀσκήσει τῆς ῥᾳθυμίας· τὸ δ’408
5ἐναντίον πονηρόν, αἱ μετ’ οὐ πολὺν χρόνον πολλαὶ καὶ συνεχεῖς ἀνακοπαί, τῆς προθυμίας οἷον ἀπο‐ μαραινομένης. ὡς γὰρ ἡ τοῦ καλάμου βλάστησις,

77

A

ὁρμὴν ἔχουσα πλείστην ἀπ’ ἀρχῆς εἰς μῆκος ὁμαλὸν καὶ συνεχές, τὸ πρῶτον ἐν διαστήμασι μεγάλοις ὀλίγας λαμβάνουσα προσκρούσεις καὶ ἀντικοπάς, εἶθ’ οἷον ὑπ’ ἄσθματος ἄνω δι’ ἀσθένειαν ἀπαγο‐
5ρεύουσα πολλοῖς ἐνίσχεται καὶ πυκνοῖς τοῖς γόνασι, τοῦ πνεύματος πληγὰς καὶ τρόμους λαμβάνοντος, οὕτως ὅσοι τὸ πρῶτον μεγάλαις ἐκδρομαῖς ἐχρή‐ σαντο πρὸς φιλοσοφίαν, εἶτα πολλὰ καὶ συνεχῆ προσκρούματα καὶ διασπάσματα λαμβάνουσι μη‐

77

B

δενὸς διαφόρου πρὸς τὸ βέλτιον ἐπαισθανόμενοι, τελευτῶντες ἐξέκαμον καὶ ἀπηγόρευσαν. “τῷ δ’ αὖτε πτερὰ γίγνετο” δι’ ὠφέλειαν φερομένῳ καὶ διακόπτοντι τὰς προφάσεις ὥσπερ ὄχλον ἐμποδὼν
5ὄντα ῥώμῃ καὶ προθυμίᾳ τῆς ἀνύσεως. καθάπερ οὖν ἔρωτος ἀρχομένου σημεῖόν ἐστιν οὐ τὸ χαίρειν τῷ καλῷ παρόντι (τοῦτο γὰρ κοινόν) ἀλλὰ τὸ δάκνεσθαι καὶ ἀλγεῖν ἀποσπώμενον, οὕτως ἄγονται μὲν ὑπὸ φιλοσοφίας πολλοὶ καὶ σφόδρα γε φιλοτίμως
10ἀντιλαμβάνεσθαι τοῦ μανθάνειν δοκοῦσιν, ἂν δ’ ἀπελαθῶσι ὑπὸ πραγμάτων ἄλλων καὶ ἀσχολιῶν,
ἐξερρύη τὸ πάθος αὐτῶν ἐκεῖνο, καὶ ῥᾳδίως φέρουσιν.
ὅτῳ δ’ ἔρωτος δῆγμα παιδικῶν
410
13

77

C

πρόσεστι, μέτριος μὲν ἄν σοι φανείη καὶ πρᾶος ἐν τῷ παρεῖναι καὶ συμφιλοσοφεῖν ὅταν δ’ ἀποσπασθῇ καὶ χωρὶς γένηται, θεῶ φλεγόμενον καὶ ἀδημο‐ νοῦντα καὶ δυσκολαίνοντα πᾶσι πράγμασι καὶ ἀσχο‐
5λίαις, μνήμην δὲ φιλῶν ὥσπερ ἄλογος ἐλαύνεται πόθῳ τῷ πρὸς φιλοσοφίαν. οὐ γὰρ δεῖ τοῖς λόγοις εὐφραίνεσθαι μὲν παρόντας ὥσπερ τοῖς μύροις, ἀπο‐ στάντας δὲ μὴ ζητεῖν μηδ’ ἀσχάλλειν, ἀλλὰ πείνῃ τινὶ καὶ δίψῃ πάθος ὅμοιον ἐν τοῖς ἀποσπασμοῖς
10πάσχοντας ἔχεσθαι τοῦ προκόπτοντος ἀληθῶς, ἄν τε γάμος ἄν τε πλοῦτος ἄν τε φιλία τις ἄν τε στρα‐

77

D

τεία προσπεσοῦσα ποιήσῃ τὸν χωρισμόν. ὅσῳ γὰρ πλέον ἐστὶ τὸ προσειλημμένον ἐκ φιλοσοφίας, το‐ σούτῳ πλέον ἐνοχλεῖ τὸ ἀπολειπόμενον. Τούτῳ δ’ ὁμοῦ τι ταὐτόν ἐστιν ἢ σύνεγγυς τὸ
5πρεσβύτατον δήλωμα προκοπῆς τοῦ Ἡσιόδου, μηκέτι προσάντη μηδ’ ὄρθιον ἄγαν ἀλλὰ ῥᾳδίαν καὶ λείαν καὶ δι’ εὐπετείας εἶναι τὴν ὁδόν, οἷον ἐκλεαινομένην τῇ ἀσκήσει καὶ φῶς ἐν τῷ φιλοσο‐ φεῖν καὶ λαμπρότητα ποιοῦσαν ἐξ ἀπορίας καὶ πλά‐
10νης καὶ μεταμελειῶν, αἷς προστυγχάνουσιν οἱ φιλο‐ σοφοῦντες τὸ πρῶτον, ὥσπερ οἱ γῆν ἀπολιπόντες

77

E

ἣν ἴσασι, μηδέπω δὲ καθορῶντες ἐφ’ ἣν πλέουσι. προέμενοι γὰρ τὰ κοινὰ καὶ συνήθη πρὶν ἢ τὰ βελ‐
τίονα γνῶναι καὶ λαβεῖν, ἐν μέσῳ περιφέρονται πολλάκις ὑποτρεπόμενοι. καθάπερ φασὶ Σέξτιον412
5τὸν Ῥωμαῖον ἀφεικότα τὰς ἐν τῇ πόλει τιμὰς καὶ ἀρχὰς διὰ φιλοσοφίαν, ἐν δὲ τῷ φιλοσοφεῖν αὖ πάλιν δυσπαθοῦντα καὶ χρώμενον τῷ λόγῳ χαλεπῷ τὸ πρῶτον, ὀλίγου δεῆσαι καταβαλεῖν ἑαυτὸν ἔκ τινος διήρους. καὶ περὶ Διογένους ὅμοια τοῦ
10Σινωπέως ἱστοροῦσιν ἀρχομένου φιλοσοφεῖν, ὡς Ἀθηναίοις ἦν ἑορτὴ καὶ δεῖπνα δημοτελῆ καὶ θέατρα

77

F

καὶ συνουσίας μετ’ ἀλλήλων ἔχοντες ἐχρῶντο κώμοις καὶ παννυχίσιν, ὁ δ’ ἔν τινι γωνίᾳ συνεσπει‐ ραμένος ὡς καθευδήσων ἐνέπιπτεν εἰς λογισμοὺς τρέποντας αὐτὸν οὐκ ἀτρέμα καὶ θραύοντας, ὡς ἀπ’
5οὐδεμιᾶς ἀνάγκης εἰς ἐπίπονον καὶ ἀλλόκοτον ἥκων βίον αὐτὸς ὑφ’ ἑαυτοῦ κάθηται τῶν ἀγαθῶν ἁπάντων ἐστερημένος. εἶτα μέντοι μῦν τινα προσερπύσαντα λέγεται περὶ τὰς ψίχας αὐτοῦ τῆς μάζης ἀναστρέ‐ φεσθαι, τὸν δ’ αὖθις ἀναφέρειν τῷ φρονήματι καὶ

78

A

λέγειν πρὸς ἑαυτὸν οἷον ἐπιπλήττοντα καὶ κακίζοντα “τί φῄς, ὦ Διόγενες; τοῦτον μὲν εὐωχεῖ τὰ σὰ λείμματα, σὺ δ’ ὁ γενναῖος ὅτι μὴ μεθύεις ἐκεῖ κατακείμενος ἐν ἁπαλοῖς καὶ ἀνθίνοις στρώμασιν
5ὀδύρῃ καὶ θρηνεῖς σεαυτόν;” ὅταν οὖν οἱ τοιοῦτοι κατασπασμοὶ γένωνται μὴ πολλάκις, αἵ τε πρὸς αὐ‐ τοὺς ἐξαιρέσεις καὶ ἀνακρούσεις τοῦ φρονήματος ὥσπερ ἐκ τροπῆς ταχεῖαι παρῶσι καὶ διαλύωσι ῥᾳδίως τὸν ἄλυν καὶ τὴν ἀδημονίαν, ἔν τινι βεβαίῳ
10τὴν προκοπὴν εἶναι δεῖ νομίζειν. Ἐπεὶ δ’ οὐ μόνον ἐξ αὑτῶν τὰ κατασείοντα καὶ στρέφοντα πρὸς τοὐναντίον ὑπ’ ἀσθενείας ἐπι‐414

78

B

γίγνεται τοῖς φιλοσοφοῦσιν, ἀλλὰ καὶ φίλων συμ‐ βουλαὶ μετὰ σπουδῆς καὶ διαφόρων ἀντιλήψεις ἐν γέλωτι καὶ παιδιᾷ γιγνόμεναι κάμπτουσι καὶ μαλάσ‐ σουσιν, ἐνίους δὲ καὶ τέλεον ἤδη φιλοσοφίας ἐξ‐
5έσεισαν, οὐ φαῦλον ἄν τι προκοπῆς εἴη σημεῖον ἡ πρὸς ταῦτα πραότης ἑκάστου καὶ τὸ μὴ ταρατ‐ τόμενον μηδὲ κνιζόμενον ὑπὸ τῶν λεγόντων καὶ ὀνομαζόντων ἥλικάς τινας ἐν αὐλαῖς βασιλέων εὐ‐ ημεροῦντας ἢ φερνὰς ἐπὶ γάμοις λαμβάνοντας ἢ κατ‐
10ιόντας ὑπὸ πλήθους εἰς ἀγορὰν ἐπ’ ἀρχήν τινα ἢ συνηγορίαν. ὁ γὰρ ἀνέκπληκτος ἐν τούτοις καὶ ἄτεγκτος ἤδη δῆλός ἐστιν εἰλημμένος ἣν προσήκει

78

C

λαβὴν ὑπὸ φιλοσοφίας. οὐ γὰρ οἷόν τε παύσασθαι ζηλοῦντας ἅπερ οἱ πολλοὶ θαυμάζουσιν, οἷς ἂν μὴ τὸ θαυμάζειν ἀρετὴν ἐγγένηται. πρὸς μὲν γὰρ ἀν‐ θρώπους θρασύνεσθαι καὶ δι’ ὀργὴν ἐνίοις παρέστη
5καὶ διὰ παραφροσύνην· ὧν δὲ θαυμάζουσιν ἄνθρω‐ ποι πραγμάτων οὐκ ἔστιν ἄνευ φρονήματος ἀλη‐ θινοῦ καὶ βεβαίου καταφρονῆσαι. διὸ καὶ ταῦτα παραβάλλοντες ἐκείνοις ἐπιγαυροῦσιν ἑαυτούς, ὥσ‐ περ ὁ Σόλων
9
10 ἀλλ’ ἡμεῖς αὐτοῖς οὐ διαμειψόμεθα τῆς ἀρετῆς τὸν πλοῦτον, ἐπεὶ τὸ μὲν ἔμπεδον αἰεί, χρήματα δ’ ἀνθρώπων ἄλλοτε ἄλλος ἔχει.
12 καὶ Διογένης τὴν εἰς Ἀθήνας ἐκ Κορίνθου καὶ

78

D

πάλιν εἰς Κόρινθον ἐξ Ἀθηνῶν μετάβασιν ἑαυτοῦ παρέβαλλε ταῖς βασιλέως ἔαρος μὲν ἐν Σούσοις καὶ χειμῶνος ἐν Βαβυλῶνι, θέρους δ’ ἐν Μηδίᾳ διατρι‐ βαῖς. καὶ Ἀγησίλαος περὶ τοῦ μεγάλου βασιλέως416
5“τί γὰρ ἐμοῦ μείζων ἐκεῖνος, εἰ μὴ καὶ δικαιότερος;” ὁ δ’ Ἀριστοτέλης πρὸς Ἀντίπατρον περὶ Ἀλεξάν‐ δρου γράφων ἔφη μὴ μόνον ἐκείνῳ προσήκειν ὅτι πολλῶν κρατεῖ μέγα φρονεῖν, ἀλλ’ οὐδὲν ἧττον εἴ

78

E

τις ὀρθῶς γιγνώσκει περὶ θεῶν. ὁ δὲ Ζήνων ὁρῶν τὸν Θεόφραστον ἐπὶ τῷ πολλοὺς ἔχειν μαθητὰς θαυμαζόμενον, “ὁ ἐκείνου μὲν χορός,” ἔφη, “μείζων, οὑμὸς δὲ συμφωνότερος.”
5 Ὅταν οὖν οὕτω τὰ τῆς ἀρετῆς πρὸς τὰ ἐκτὸς ἀντιτιθεὶς ὑπεκχέῃς φθόνους καὶ ζηλοτυπίας καὶ τὰ κνίζοντα καὶ ταπεινοῦντα πολλοὺς τῶν ἀρχομένων φιλοσοφεῖν, μέγα καὶ τοῦτο δήλωμα σεαυτῷ τοῦ προκόπτειν ποιεῖς. οὐκ ἔστι δὲ μικρὸν οὐδ’ ἡ περὶ
10τοὺς λόγους μεταβολή. πάντες γὰρ ὡς εἰπεῖν οἱ φιλοσοφεῖν ἀρχόμενοι τοὺς πρὸς δόξαν διώκουσι μᾶλλον, οἱ μὲν ὥσπερ ὄρνιθες ἐπὶ τὴν λαμπρότητα τῶν φυσικῶν καὶ τὸ ὕψος ὑπὸ κουφότητος καὶ φιλο‐ τιμίας καταίροντες, οἱ δ’ “ὥσπερ τὰ σκυλάκια,”

78

F

φησὶν ὁ Πλάτων, “τῷ ἕλκειν καὶ σπαράττειν χαί‐ ροντες” ἐπὶ τὰς ἔριδας καὶ τὰς ἀπορίας χωροῦσι καὶ τὰ σοφίσματα, οἱ δὲ πλεῖστοι τοῖς διαλεκτικοῖς ἐνδύντες εὐθὺς ἐπισιτίζονται πρὸς σοφιστείαν, ἔνιοι
5δὲ χρείας καὶ ἱστορίας ἀναλεγόμενοι περιίασιν, ὥσπερ Ἀνάχαρσις ἔλεγε τῷ νομίσματι τοὺς Ἕλλη‐
νας πρὸς οὐδὲν ἕτερον ἢ τὸ ἀριθμεῖν χρωμένους ὁρᾶν, οὕτω τοὺς λόγους παραριθμούμενοι καὶ παρα‐ μετροῦντες, ἄλλο δ’ οὐδὲν εἰς ὄνησιν αὑτῶν τιθέ‐418

79

A

μενοι. συμβαίνει δὴ τὸ τοῦ Ἀντιφάνους, ὅ τις εἶπεν ἐπὶ τῶν Πλάτωνος συνήθων. ὁ γὰρ Ἀντι‐ φάνης ἔλεγε παίζων ἔν τινι πόλει τὰς φωνὰς εὐθὺς λεγομένας πήγνυσθαι διὰ ψῦχος, εἶθ’ ὕστερον
5ἀνιεμένων ἀκούειν θέρους ἃ τοῦ χειμῶνος δι‐ ελέχθησαν· οὕτω δὴ τῶν ὑπὸ Πλάτωνος ἔφη νέοις οὖσιν ἔτι λεχθέντων μόλις ὀψὲ τοὺς πολλοὺς αἰσθάνεσθαι γέροντας γενομένους. καὶ πρὸς ὅλην δὲ τοῦτο τὴν φιλοσοφίαν πεπόνθασιν, ἄχρι οὗ
10κατάστασιν ὑγιεινὴν ἡ κρίσις λαβοῦσα τοῖς ἦθος ἐμποιοῦσι καὶ μέγεθος ἄρξηται συμφέρεσθαι καὶ ζητεῖν λόγους, ὧν κατὰ τὸν Αἴσωπον εἴσω μᾶλλον ἢ

79

B

ἔξω τὰ ἴχνη τέτραπται. ὥσπερ γὰρ ὁ Σοφοκλῆς ἔλεγε τὸν Αἰσχύλου διαπεπαιχὼς ὄγκον εἶτα τὸ πικρὸν καὶ κατάτεχνον τῆς αὐτοῦ κατασκευῆς τρίτον ἤδη τὸ τῆς λέξεως μεταβάλλειν εἶδος, ὅπερ
5ἠθικώτατόν ἐστι καὶ βέλτιστον, οὕτως οἱ φιλοσο‐ φοῦντες, ὅταν ἐκ τῶν πανηγυρικῶν καὶ κατατέχνων εἰς τὸν ἁπτόμενον ἤθους καὶ πάθους λόγον μετα‐ βῶσιν, ἄρχονται τὴν ἀληθῆ προκοπὴν προκόπτειν καὶ ἄτυφον.
10Ὅρα δὴ μὴ μόνον φιλοσόφων συγγράμματα

79

C

διεξιὼν καὶ λόγους ἀκούων εἰ μὴ πλέον τοῖς ὀνό‐ μασι μόνοις προσέχεις ἢ τοῖς πράγμασι μηδὲ μᾶλ‐ λον ἐπιπηδᾷς τοῖς τὸ δύσκολον ἔχουσι καὶ περιττὸν ἢ τοῖς τὸ χρήσιμον καὶ σάρκινον καὶ ὠφέλιμον,420
5ἀλλὰ καὶ ποιήμασιν ὁμιλῶν καὶ ἱστορίᾳ παρα‐ φύλαττε σεαυτὸν εἰ μηδέν σε διαφεύγει τῶν πρὸς ἐπανόρθωσιν ἤθους ἢ πάθους κουφισμὸν ἐμμελῶς λεγομένων. ὥσπερ γὰρ ἄνθεσιν ὁμιλεῖν ὁ Σιμω‐ νίδης φησὶ τὴν μέλιτταν
9
10ξανθὸν μέλι μηδομέναν,
10 οἱ δ’ ἄλλοι χρόαν αὐτῶν καὶ ὀσμὴν ἕτερον δ’ οὐδὲν ἀγαπῶσιν, οὐδὲ λαμβάνουσιν, οὕτω τῶν ἄλλων ἐν ποιήμασιν ἡδονῆς ἕνεκα καὶ παιδιᾶς ἀναστρεφο‐ μένων αὐτὸς εὑρίσκων τι καὶ συνάγων σπουδῆς

79

D

ἄξιον ἔοικεν ἤδη γνωριστικὸς ὑπὸ συνηθείας καὶ φιλίας τοῦ καλοῦ καὶ οἰκείου γεγονέναι. τοὺς μὲν γὰρ Πλάτωνι καὶ Ξενοφῶντι χρωμένους διὰ τὴν λέξιν, ἕτερον δὲ μηδὲν ἀλλ’ ἢ τὸ καθαρόν τε καὶ
5Ἀττικὸν ὥσπερ δρόσον καὶ χνοῦν ἀποδρεπομένους τί ἂν ἄλλο φαίης ἢ φαρμάκων τὸ μὲν εὐῶδες καὶ ἀνθηρὸν ἀγαπᾶν, τὸ δ’ ἀνώδυνον καὶ καθαρτικὸν μὴ προσίεσθαι μηδὲ διαγιγνώσκειν; ἀλλ’ οἵ γε μᾶλ‐ λον ἔτι προκόπτοντες οὐκ ἀπὸ λόγων μόνον ἀλλὰ
10καὶ θεαμάτων καὶ πραγμάτων πάντων ὠφελεῖσθαι

79

E

δύνανται καὶ συνάγειν τὸ οἰκεῖον καὶ χρήσιμον, οἷα καὶ περὶ Αἰσχύλου λέγουσι καὶ περὶ ἄλλων ὁμοίων. Αἰσχύλος μὲν γὰρ Ἰσθμοῖ θεώμενος ἀγῶνα πυκτῶν, ἐπεὶ πληγέντος τοῦ ἑτέρου τὸ θέατρον ἐξ‐422
5έκραγε, νύξας Ἴωνα τὸν Χῖον “ὁρᾷς,” ἔφη, “οἷον ἡ ἄσκησίς ἐστιν; ὁ πεπληγὼς σιωπᾷ, οἱ δὲ θεώμενοι βοῶσιν.” Βρασίδας δὲ μῦν τινα συλλαβὼν ἐν ἰσχάσι καὶ δηχθεὶς ἀφῆκεν· εἶτα πρὸς ἑαυτόν “ὦ Ἡράκλεις,” ἔφη, “ὡς οὐδέν ἐστι μικρὸν οὐδ’
10ἀσθενές, ὃ μὴ ζήσεται τολμῶν ἀμύνεσθαι.” Διογέ‐ νης δὲ τὸν πίνοντα ταῖς χερσὶ θεασάμενος τῆς πήρας

79

F

ἐξέβαλε τὸ ποτήριον. οὕτω τὸ προσέχειν καὶ τετά‐ σθαι τὴν ἄσκησιν αἰσθητικοὺς καὶ δεκτικοὺς ποιεῖ τῶν πρὸς ἀρετὴν φερόντων ἁπανταχόθεν. γίγνεται δὲ τοῦτο μᾶλλον ἂν τοὺς λόγους ταῖς πράξεσι
5μιγνύωσι, μὴ μόνον, ὡς Θουκυδίδης ἔλεγε, “μετὰ κινδύνων ποιούμενοι τὰς μελέτας,” ἀλλὰ καὶ πρὸς ἡδονὰς καὶ πρὸς ἔριδας καὶ περὶ κρίσεις καὶ συνη‐ γορίας καὶ ἀρχάς, οἷον ἀπόδειξιν αὑτοῖς τῶν δογμά‐ των διδόντες, μᾶλλον δὲ τῷ χρῆσθαι ποιοῦντες τὰ

80

A

δόγματα. ὡς τούς γε μανθάνοντας ἔτι καὶ πραγμα‐ τευομένους καὶ σκοποῦντας ὃ λαβόντες ἐκ φιλοσοφίας εὐθὺς εἰς ἀγορὰν ἢ νέων διατριβὴν ἢ βασιλικὸν συμπόσιον ἐκκυκλήσουσιν, οὐ μᾶλλον οἴεσθαι χρὴ
5φιλοσοφεῖν ἢ τοὺς τὰ φάρμακα πωλοῦντας ἰατρεύειν·
μᾶλλον δ’ ὅλως οὐδὲν ὁ τοιοῦτος σοφιστὴς διαφέρει τῆς Ὁμηρικῆς ὄρνιθος, ὅ τι ἂν λάβῃ τοῖς μαθηταῖς ὥσπερ “ἀπτῆσι νεοσσοῖς” προσφέρων διὰ τοῦ στόματος.424
9
10κακῶς δέ τέ οἱ πέλει αὐτῷ
10 μηδὲν εἰς ὄνησιν οἰκείαν ἀναδιδόντι μηδὲ κατα‐ πέττοντι τῶν λαμβανομένων.

80

B

Ὅθεν ἐπισκοπεῖν ἀναγκαῖον εἰ χρώμεθα τῷ λόγῳ πρὸς ἑαυτοὺς μὲν χρηστικῶς, πρὸς ἑτέρους δὲ μὴ δόξης εἰκαίας ἕνεκα μηδ’ ἐκ φιλοτιμίας, ἀλλὰ μᾶλλον ἀκοῦσαί τι καὶ διδάξαι βουλόμενοι, μάλιστα
5δ’ εἰ τὸ φιλόνεικον καὶ δύσερι περὶ τὰς ζητήσεις ὑφεῖται καὶ πεπαύμεθα τοὺς λόγους ὥσπερ ἱμάντας ἢ σφαίρας ἐπιδούμενοι πρὸς ἀλλήλους καὶ τῷ πα‐ τάξαι καὶ καταβαλεῖν μᾶλλον ἢ τῷ μαθεῖν τι καὶ διδάξαι χαίροντες· ἡ γὰρ ἐν τούτοις ἐπιείκεια καὶ
10πραότης καὶ τὸ μὴ μετ’ ἀγῶνος συνίστασθαι μήτε

80

C

διαλύεσθαι μετ’ ὀργῆς τὰς κοινολογίας μηδ’ οἷον ἐφυβρίζειν ἐλέγξαντας ἢ χαλεπαίνειν ἐλεγχθέντας ἱκανῶς προκόπτοντός ἐστιν. ἐδήλωσε δ’ Ἀρίστ‐ ιππος ἔν τινι λόγῳ κατασοφισθεὶς ὑπ’ ἀνθρώπου
5τόλμαν μὲν ἔχοντος, ἄλλως δ’ ἀνοήτου καὶ μανι‐ κοῦ. χαίροντα γὰρ ὁρῶν αὐτὸν καὶ τετυφωμένον “ἐγὼ μὲν οὖν,” εἶπεν, “ὁ ἐλεγχθεὶς ἄπειμι σοῦ τοῦ ἐλέγξαντος ἥδιον καθευδήσων.”
Ἔστι δὲ καὶ λέγοντας ἑαυτῶν λαμβάνειν διάπει‐426
10ραν, εἰ μήτε πολλῶν παρὰ προσδοκίαν συνελθόντων ὑπὸ δειλίας ἀναδυόμεθα, μήτ’ ἐν ὀλίγοις ἀθυμοῦμεν

80

D

ἀγωνιζόμενοι, μήτε πρὸς δῆμον ἢ πρὸς ἀρχὴν εἰπεῖν δεῆσαν ἐνδείᾳ τῆς περὶ τὴν λέξιν παρασκευῆς προ‐ ϊέμεθα τὸν καιρόν, οἷα περὶ Δημοσθένους λέγουσι καὶ Ἀλκιβιάδου. καὶ γὰρ οὗτος νοῆσαι μὲν πράγ‐
5ματα δεινότατος ὢν περὶ δὲ τὴν λέξιν ἀθαρσέστερος ἑαυτὸν διέκρουεν ἐν τοῖς πράγμασι, καὶ πολλάκις ἐν αὐτῷ τῷ λέγειν ζητῶν καὶ διώκων ὄνομα καὶ ῥῆμα διαφεῦγον ἐξέπιπτεν· Ὅμηρος δὲ τὸν πρῶτον οὐ διηνέχθη τῶν στίχων ἐξενεγκὼν ἄμετρον· το‐
10σοῦτο περιῆν αὐτῷ φρονήματος εἰς τὰ λοιπὰ διὰ

80

E

τὴν δύναμιν. οὐκοῦν μᾶλλον εἰκός ἐστιν, οἷς πρὸς ἀρετὴν καὶ τὸ καλὸν ἡ ἅμιλλα, τῷ καιρῷ καὶ τοῖς πράγμασι χρῆσθαι τῶν ἐπὶ ταῖς λέξεσι θορύβων καὶ κρότων ἐλάχιστα φροντίζοντας.
5 Οὐ μόνον δὲ δεῖ τοὺς λόγους ἀλλὰ καὶ τὰς πράξεις ἕκαστον ἐπισκοπεῖν εἰ τὸ χρειῶδες τοῦ πανηγυρικοῦ καὶ τοῦ πρὸς ἐπίδειξιν αὐταῖς πλέον ἔνεστι τὸ πρὸς ἀλήθειαν. εἰ γὰρ ἀληθινὸς ἔρως παιδὸς ἢ γυναικὸς οὐ ζητεῖ μάρτυρας, ἀλλὰ καρ‐
10ποῦται τὸ ἡδὺ κἂν κρύφα κατεργάσηται τὸν πόθον, ἔτι μᾶλλον εἰκός ἐστι τὸν φιλόκαλον καὶ φιλόσοφον
συνόντα διὰ τῶν πράξεων τῇ ἀρετῇ καὶ χρώμενον αὐτὸν ἐν ἑαυτῷ σιωπῇ μέγα φρονεῖν, ἐπαινετῶν καὶ428

80

F

ἀκροατῶν μηδὲν δεόμενον. ὥσπερ οὖν ὁ καλῶν ἐκεῖνος οἴκοι τὴν θεραπαινίδα καὶ βοῶν “θέασαι, Διονυσία, πέπαυμαι τετυφωμένος,” οὕτως ὁ ποιή‐ σας τι χαρίεν καὶ ἀστεῖον εἶτα τοῦτο διηγούμενος
5καὶ περιφέρων ἁπανταχόσε δῆλός ἐστιν ἔξω βλέπων ἔτι καὶ πρὸς δόξαν ἑλκόμενος, οὔπω δὲ τῆς ἀρετῆς γεγονὼς θεατής, οὐδ’ ὕπαρ ἀλλ’ ὄναρ αὐτῆς ἐν σκιαῖς καὶ εἰδώλοις ῥεμβόμενος, εἶθ’ ὥσπερ ζω‐ γράφημα προτιθεὶς ἐπὶ θέαν τὸ πεπραγμένον. ἔστιν

81

A

οὖν τοῦ προκόπτοντος οὐ μόνον δόντα τῷ φίλῳ καὶ γνώριμον εὐεργετήσαντα μὴ φράσαι πρὸς ἑτέρους, ἀλλὰ καὶ ψῆφον ἐν πολλαῖς θέμενον ἀδίκοις δικαίαν καὶ πρὸς ἔντευξιν αἰσχρὰν πλουσίου τινὸς ἢ ἄρχον‐
5τος ἀπισχυρισάμενον καὶ δωρεὰς ὑπεριδόντα καὶ νὴ Δία διψήσαντα νύκτωρ καὶ μὴ πιόντα ἢ πρὸς φί‐ λημα καλῆς ἢ καλοῦ διαμαχεσάμενον, ὡς ὁ Ἀγησί‐ λαος, ἐν ἑαυτῷ κατασχεῖν καὶ σιγῆσαι. οὗτος γὰρ αὐτὸς εὐδοκιμῶν παρ’ ἑαυτῷ μὴ καταφρονῶν ἀλλὰ
10χαίρων κἀγαπῶν ὡς ἱκανὸς ὢν μάρτυς ἅμα καὶ

81

B

θεατὴς τῶν καλῶν δείκνυσι τὸν λόγον ἐντὸς ἤδη τρεφόμενον καὶ ῥιζούμενον ἐν ἑαυτῷ καὶ κατὰ Δη‐
μόκριτον αὐτὸν “ἐξ ἑαυτοῦ λαμβάνειν τὰς τέρψιας ἐθιζόμενον.” οἱ μὲν οὖν γεωργοὶ τῶν σταχύων430
5ἥδιον ὁρῶσι τοὺς κεκλιμένους καὶ νεύοντας ἐπὶ γῆν, τοὺς δ’ ὑπὸ κουφότητος αἰρομένους ἄνω κενοὺς ἡγοῦνται καὶ ἀλαζόνας· οὕτω δὲ καὶ τῶν φιλο‐ σοφεῖν βουλομένων νέων οἱ μάλιστα κενοὶ καὶ βάρος οὐκ ἔχοντες θράσος ἔχουσι καὶ σχῆμα καὶ βάδισμα
10καὶ πρόσωπον ὑπεροψίας καὶ ὀλιγωρίας μεστὸν ἀφειδούσης ἁπάντων, ἀρχόμενοι δὲ πληροῦσθαι καὶ συλλέγειν καρπὸν ἀπὸ τῶν λόγων τὸ σοβαρὸν καὶ

81

C

φλοιῶδες ἀποτίθενται. —καὶ καθάπερ ἀγγείων κενῶν ὑγρὸν δεχομένων ὁ ἐντὸς ἀὴρ ὑπέξεισιν ἐκθλιβόμε‐ νος, οὕτως ἀνθρώποις πληρουμένοις τῶν ἀληθινῶν ἀγαθῶν ἐνδίδωσιν ὁ τῦφος καὶ γίγνεται τὸ οἴημα
5μαλακώτερον, καὶ παυόμενοι τοῦ διὰ πώγωνα καὶ τρίβωνα φρονεῖν μέγα τὴν ἄσκησιν ἐπὶ τὴν ψυχὴν μεταφέρουσι, καὶ τῷ δηκτικῷ καὶ πικρῷ χρῶνται πρὸς ἑαυτοὺς μάλιστα, τοῖς δ’ ἄλλοις πραότερον ἐντυγχάνουσι. τὸ δὲ φιλοσοφίας ὄνομα καὶ τὴν
10τοῦ φιλοσοφεῖν δόξαν οὐχ ἁρπάζουσιν ἑαυτοῖς ὡς

81

D

πρότερον οὐδὲ προσγράφουσιν, ἀλλὰ καὶ προσαγο‐ ρευθεὶς ὑφ’ ἑτέρου τῇ προσηγορίᾳ ταύτῃ φθάσας ἂν εὐφυὴς νέος εἴποι μετ’ ἐρυθήματος,
3 οὔ τίς τοι θεός εἰμι· τί μ’ ἀθανάτοισιν ἐίσκεις;
4
5“νέας” μὲν γὰρ “γυναικός,” ὡς Αἰσχύλος φησίν, “οὔ τι λανθάνει φλέγων
6
ὀφθαλμός, ἥτις ἀνδρὸς ᾖ γεγευμένη·” νέῳ δ’ ἀνδρὶ γευσαμένῳ προκοπῆς ἀληθοῦς ἐν φιλο‐ σοφίᾳ τὰ Σαπφικὰ ταυτὶ παρέπεται
432
9
10κὰμ μὲν γλῶσσα ἔαγε, λέπτον δ’ αὔτικα χρῷ πῦρ ὑποδεδρόμακεν,
11 ἀθόρυβον δ’ ὄψει καὶ πρᾶον ὄμμα, φθεγγομένου δ’ ἂν ἀκοῦσαι ποθήσειας. ὥσπερ γὰρ οἱ τελούμενοι κατ’ ἀρχὰς μὲν ἐν θορύβῳ καὶ βοῇ συνίασι πρὸς

81

E

ἀλλήλους ὠθούμενοι, δρωμένων δὲ καὶ δεικνυμένων τῶν ἱερῶν προσέχουσιν ἤδη μετὰ φόβου καὶ σιωπῆς, οὕτω καὶ φιλοσοφίας ἐν ἀρχῇ καὶ περὶ θύρας πολὺν θόρυβον ὄψει καὶ λαλιὰν καὶ θρασύτητα, ὠθουμέ‐
5νων πρὸς τὴν δόξαν ἐνίων ἀγροίκως τε καὶ βιαίως· ὁ δ’ ἐντὸς γενόμενος καὶ μέγα φῶς ἰδών, οἷον ἀνακτόρων ἀνοιγομένων, ἕτερον λαβὼν σχῆμα καὶ σιωπὴν καὶ θάμβος ὥσπερ θεῷ τῷ λόγῳ “ταπεινὸς συνέπεται καὶ κεκοσμημένος.” εἰς δὲ τούτους ἔοικε
10καὶ τὸ Μενεδήμῳ πεπαιγμένον καλῶς λέγεσθαι·

81

F

καταπλεῖν γὰρ ἔφη τοὺς πολλοὺς ἐπὶ σχολὴν Ἀθή‐ ναζε, σοφοὺς τὸ πρῶτον, εἶτα γίγνεσθαι φιλο‐ σόφους, εἶτα ῥήτορας, τοῦ χρόνου δὲ προϊόντος ἰδιώ‐ τας, ὅσῳ μᾶλλον ἅπτονται τοῦ λόγου, μᾶλλον τὸ
5οἴημα καὶ τὸν τῦφον κατατιθεμένους. Τῶν τοίνυν δεομένων ἰατρείας οἱ μὲν ὀδόντα πονοῦντες ἢ δάκτυλον αὐτόθεν βαδίζουσι παρὰ τοὺς
θεραπεύοντας, οἱ δὲ πυρέττοντες οἴκαδε καλοῦσι καὶ δέονται βοηθεῖν, οἱ δ’ εἰς μελαγχολίαν ἢ φρε‐434
10νῖτιν ἢ παρακοπὴν ἥκοντες οὐδὲ φοιτῶντας ἐνιαχοῦ πρὸς αὐτοὺς ἀνέχονται, ἀλλ’ ἐξελαύνουσιν ἢ φεύ‐

82

A

γουσιν, μηδ’ ὅτι νοσοῦσιν ὑπὸ τοῦ σφόδρα νοσεῖν αἰσθανόμενοι. οὕτω δὴ καὶ τῶν ἁμαρτανόντων ἀνήκεστοι μέν εἰσιν οἱ πρὸς τοὺς ἐλέγχοντας καὶ νουθετοῦντας ἐχθρῶς καὶ ἀγρίως διατιθέμενοι καὶ
5χαλεπαίνοντες· οἱ δ’ ὑπομένοντες καὶ προσιέμενοι πραότερον ἔχουσι. τὸ δ’ ἑαυτὸν ἁμαρτάνοντα παρ‐ έχειν τοῖς ἐλέγχουσι καὶ τὸ πάθος λέγειν καὶ τὴν μοχθηρίαν ἀποκαλύπτειν καὶ μὴ χαίρειν λανθά‐ νοντα μηδ’ ἀγαπᾶν ἀγνοούμενον ἀλλ’ ὁμολογεῖν καὶ
10δεῖσθαι τοῦ ἁπτομένου καὶ νουθετοῦντος οὐ φαῦλον ἂν εἴη προκοπῆς σημεῖον. ὥς που Διογένης ἔλεγε τῷ σωτηρίας δεομένῳ ζητεῖν προσήκειν ἢ φίλον σπουδαῖον ἢ διάπυρον ἐχθρόν, ὅπως ἐλεγχόμενος ἢ

82

B

θεραπευόμενος ἐκφεύγοι τὴν κακίαν. ἄχρι δ’ οὗ τις ἐπιδεικνύμενος ῥύπον ἢ κηλῖδα χιτῶνος ἢ δι‐ ερρωγὸς ὑπόδημα καλλωπίζεται πρὸς τοὺς ἐκτὸς ἀτυφίᾳ κενῇ καὶ διασκώπτων αὐτὸς ἑαυτὸν ὡς
5μικρὸν ἢ ὡς κυρτὸν οἴεται νεανιεύεσθαι, τὰ δ’ ἐντὸς αἴσχη τῆς ψυχῆς καὶ τὰ περὶ τὸν βίον ἐγχρέμματα καὶ μικρολογίας καὶ φιληδονίας καὶ κακοηθείας καὶ φθόνους ὥσπερ ἕλκη περιστέλλων καὶ ἀποκρύπτων
οὐδένα θιγεῖν οὐδὲ προσιδεῖν ἐᾷ δεδιὼς τὸν ἔλεγχον,436
10ὀλίγον αὐτῷ προκοπῆς μέτεστι, μᾶλλον δ’ οὐδέν.

82

C

ἀλλ’ ὁ τούτοις ὁμόσε χωρῶν καὶ μάλιστα μὲν αὐτὸς ἑαυτὸν ἀλγύνειν ἁμαρτάνοντα καὶ κακίζειν, δεύ‐ τερον δὲ παρέχειν ἑτέρου νουθετοῦντος ἐγκαρτεροῦν‐ τα καὶ καθαιρόμενον ὑπὸ τῶν ἐλέγχων καὶ δυνά‐
5μενος καὶ βουλόμενος, οὗτος ἀποτριβομένῳ καὶ βδελυττομένῳ τὴν μοχθηρίαν ἀληθῶς ἔοικε. δεῖ μὲν γὰρ ἀμέλει καὶ τὸ δοκεῖν εἶναι πονηρὸν αἰδεῖ‐ σθαι καὶ φεύγειν· ὁ δὲ τὴν οὐσίαν μᾶλλον τῆς μο‐ χθηρίας ἢ τὴν ἀδοξίαν δυσχεραίνων οὐ φεύγει τὸ
10κακῶς ἀκοῦσαι καὶ εἰπεῖν ἐπὶ τῷ βελτίων γενέσθαι. χαρίεν γὰρ τὸ τοῦ Διογένους πρός τινα νεανίσκον ὀφθέντα μὲν ἐν καπηλείῳ, καταφυγόντα δ’ εἰς τὸ

82

D

καπηλεῖον, “ὅσῳ,” γὰρ εἶπεν, “ἐνδοτέρω φεύγεις, μᾶλλον ἐν τῷ καπηλείῳ γίγνῃ.” καὶ τῶν φαύλων ἕκαστος ὅσῳ μᾶλλον ἀρνεῖται, τοσούτῳ μᾶλλον ἐν‐ δύεται καὶ καθείργνυσιν εἰς τὴν κακίαν ἑαυτόν.
5ἀμέλει τῶν πενομένων οἱ προσποιούμενοι πλουτεῖν ἔτι μᾶλλον πένονται διὰ τὴν ἀλαζονείαν· ὁ δὲ προ‐ κόπτων ἀληθῶς καὶ τὸν Ἱπποκράτη ποιεῖται παρά‐ δειγμα, τὸ περὶ τὰς ῥαφὰς τῆς κεφαλῆς ἀγνοηθὲν αὐτῷ καὶ ἐξαγορεύσαντα καὶ γράψαντα, λογιζό‐
10μενος ὅτι δεινόν ἐστιν ἐκεῖνον μέν, ὅπως ἂν ἕτεροι

82

E

μὴ τὸ αὐτὸ πάθωσιν, ἑαυτοῦ τὴν ἁμαρτίαν κατ‐
ειπεῖν, αὐτὸν δέ τινα μέλλοντα σῴζεσθαι μὴ τολμᾶν ἐλέγχεσθαι μηδ’ ὁμολογεῖν τὴν ἀβελτερίαν καὶ ἀμα‐ θίαν. καὶ μὴν τά γε Βίωνος καὶ Πύρρωνος οὐ438
5προκοπῆς ἄν τις ἀλλ’ ἀμείνονος ἕξεως σημεῖα θεῖτο καὶ τελειοτέρας. ὁ μὲν γὰρ ἠξίου τοὺς συνήθεις οἴεσθαι προκόπτειν ὅταν τῶν λοιδορούντων οὕτως ἀκούωσιν ὡς λεγόντων
8 ὦ ξέν’ ἐπεὶ οὔτε κακῷ οὔτ’ ἄφρονι φωτὶ ἔοικας,
10οὖλέ τε καὶ μέγα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν.
10

82

F

Πύρρωνα δέ φασι πλέοντα καὶ κινδυνεύοντα χειμῶ‐ νος δελφάκιόν τι δεῖξαι χρώμενον ἀσμένως κριθαῖς παρεγκεχυμέναις, καὶ πρὸς τοὺς ἑταίρους εἰπεῖν ὅτι τοιαύτην ἀπάθειαν παρασκευαστέον ἐκ λόγου καὶ
5φιλοσοφίας τὸν ὑπὸ τῶν προστυγχανόντων ταράτ‐ τεσθαι μὴ βουλόμενον. Ὅρα δὴ καὶ τὸ τοῦ Ζήνωνος ὁποῖόν ἐστιν. ἠξίου γὰρ ἀπὸ τῶν ὀνείρων ἕκαστον αὑτοῦ συναι‐ σθάνεσθαι προκόπτοντος, εἰ μήθ’ ἡδόμενον αἰσχρῷ
10τινι ἑαυτὸν μήτε τι προσιέμενον ἢ πράττοντα τῶν δεινῶν καὶ ἀτόπων ὁρᾷ κατὰ τοὺς ὕπνους, ἀλλ’ οἷον ἐν βυθῷ γαλήνης ἀκλύστου καταφανεῖ διαλάμ‐ πει τῆς ψυχῆς τὸ φανταστικὸν καὶ παθητικὸν δια‐

83

A

κεχυμένον ὑπὸ τοῦ λόγου. τοῦτο δὲ καὶ Πλάτων, ὡς ἔοικε, συνιδὼν πρότερος ἐξεμόρφωσε καὶ διετύ‐ πωσε τῆς φύσει τυραννικῆς ψυχῆς τὸ φανταστικὸν
καὶ ἄλογον οἷα κατὰ τοὺς ὕπνους δρᾷ. “μητρί τε440
5γὰρ ἐπιχειρεῖ μίγνυσθαι” καὶ περὶ βρώσεις ὁρμᾷ παντοδαπάς, παρανομοῦν καὶ χρώμενον ἑαυτοῦ ταῖς ἐπιθυμίαις οἷον λελυμέναις, ἃς μεθ’ ἡμέραν ὁ νόμος αἰσχύνῃ καὶ φόβῳ καθείργνυσιν. ὥσπερ οὖν τὰ πεπαιδευμένα καλῶς τῶν ὑποζυγίων, οὐδ’ ἂν ἀφῇ
10τὰς ἡνίας ὁ ἄρχων, ἐπιχειρεῖ παρατρέπεσθαι καὶ

83

B

ἀπολείπειν τὴν ὁδόν, ἀλλ’ ὥσπερ εἴθισται πρόεισιν ἐν τάξει, διαφυλάττοντα τὴν πορείαν ἄπταιστον, οὕτως οἷς ἂν εὐπειθὲς τὸ ἄλογον ἤδη καὶ πρᾶον ᾖ γεγονὸς ὑπὸ τοῦ λόγου καὶ κεκολασμένον, οὔτε
5καθ’ ὕπνους οὔθ’ ὑπὸ νόσων ἔτι ῥᾳδίως ἐξυβρίζειν ἢ παρανομεῖν ἐθέλει ταῖς ἐπιθυμίαις, ἀλλὰ τηρεῖ καὶ διαμνημονεύει τὸν ἐθισμόν, ἰσχὺν ἐμποιοῦντα τῇ προσοχῇ καὶ τόνον. εἰ γὰρ καὶ τὸ σῶμα τῇ ἀσκήσει τῆς ἀπαθείας ὑπήκοον ἑαυτὸ καὶ τὰ μέρη
10παρέχειν πέφυκεν, ὡς ὀφθαλμούς τε πρὸς οἶκτον ἴσχεσθαι δακρύων καὶ καρδίαν πηδήματος ἐν φό‐

83

C

βοις, αἰδοῖά τε σωφρόνως ἔχειν ἀτρέμα καὶ μηδὲν ἐνοχλεῖν παρὰ καλοῖς ἢ καλαῖς, πῶς οὐ μᾶλλον εἰκός ἐστι τῆς ψυχῆς τοῦ παθητικοῦ τὴν ἄσκησιν ἐπιλαβομένην οἷον ἐκλεαίνειν καὶ συσχηματίζειν
5τὰ φαντάσματα καὶ τὰ κινήματα μέχρι τῶν ὕπνων πιέζουσαν; οἷα λέγεται καὶ περὶ τοῦ φιλοσόφου Στίλπωνος, ὃς ἰδεῖν ἔδοξε κατὰ τοὺς ὕπνους ὀργι‐ ζόμενον αὐτῷ τὸν Ποσειδῶνα μὴ θύσαντι βοῦν, ὥσπερ ἔθος ἦν ἱερεύειν· αὑτὸν δὲ μηδὲν ἐκπλαγέντα
10“τί λέγεις,” φάναι, “ὦ Πόσειδον; ὥσπερ παῖς ἥκεις μεμψιμοιρῶν ὅτι μὴ δανεισάμενος ἐνέπλησα442

83

D

κνίσης τὴν πόλιν, ἀλλ’ ἀφ’ ὧν εἶχον ἔθυσά σοι με‐ τρίως οἴκοθεν;” καὶ μέντοι δοκεῖν αὐτῷ τὸν Πο‐ σειδῶνα μειδιάσαντα τὴν δεξιὰν προτεῖναι καὶ εἰπεῖν ὡς ἀφύων φορὰν Μεγαρεῦσι ποιήσει δι’ ἐκεῖνον.
5οἷς οὖν οὕτως εὐόνειρα καὶ φανὰ καὶ ἄλυπα, φοβε‐ ρὸν δὲ μηδὲν ἢ τραχὺ μηδὲ κακόηθες ἢ σκολιὸν ἐκ τῶν ὕπνων ἐπαναφέρεται, ταῦτα τῆς προκοπῆς ἀπαυγασμούς τινας εἶναι λέγουσιν, οἴστρους δὲ καὶ πτοίας καὶ φυγὰς ἀγεννεῖς καὶ παιδικὰς περι‐
10χαρείας καὶ ὀλοφύρσεις ἐνυπνίων οἰκτρῶν καὶ ἀλλο‐ κότων ῥαχίαις τέ τισι καὶ σάλοις ἐοικέναι, ψυχῆς οὔπω τὸ κοσμοῦν ἐχούσης οἰκεῖον, ἀλλὰ πλαττο‐ μένης ἔτι δόξαις καὶ νόμοις, ὧν ἀπωτάτω γιγνο‐

83

E

μένη κατὰ τοὺς ὕπνους αὖθις ἀναλύεται καὶ ἀνελίτ‐ τεται τοῖς πάθεσι. ταῦτα μὲν οὖν συνεπισκόπει καὶ αὐτός, εἴτε προκοπῆς ἐστιν εἴτε τινὸς ἕξεως ἤδη βεβαιότητα καὶ κράτος ἐχούσης ἐπὶ τοῖς λόγοις
5ἀσάλευτον. Ἐπεὶ δ’ ἡ παντελὴς ἀπάθεια μέγα καὶ θεῖον, ἡ προκοπὴ δ’ ὡς λέγουσιν ἔοικεν ἐνδόσει τινὶ πα‐ θῶν καὶ πραότητι, δεῖ καὶ πρὸς αὐτὰ καὶ πρὸς ἄλ‐ ληλα τὰ πάθη σκοποῦντας κρίνειν τὰς διαφοράς·
10πρὸς αὐτὰ μέν, εἰ νῦν ἐπιθυμίαις τε χρώμεθα μαλα‐444

83

F

κωτέραις τῶν πάλαι καὶ φόβοις καὶ ὀργαῖς, ταχὺ τῷ λόγῳ τὸ ἐξάπτον αὐτῶν καὶ φλεγμαῖνον ἀφ‐ αιροῦντες· πρὸς ἄλληλα δέ, εἰ μᾶλλον αἰσχυνόμεθα νῦν ἢ φοβούμεθα καὶ ζηλοῦμεν μᾶλλον ἢ φθονοῦμεν
5καὶ φιλοδοξοῦμεν ἢ φιλοχρηματοῦμεν, καὶ ὅλως εἰ Δωρίοις μᾶλλον ἢ Λυδίοις ὥσπερ οἱ μελῳδοῦντες ὑπερβολαῖς ἁμαρτάνομεν, σκληρότεροι περὶ τὴν δίαι‐ ταν ὄντες ἢ μαλακώτεροι, καὶ βραδύτεροι περὶ τὰς πράξεις ἢ προπετέστεροι, καὶ θαυμασταὶ παρ’ ὃ δεῖ

84

A

λόγων καὶ ἀνθρώπων ἢ καταφρονηταί. καθάπερ γὰρ αἱ τῶν νόσων εἰς τὰ μὴ κύρια μέρη τοῦ σώμα‐ τος ἐκτροπαὶ σημεῖόν εἰσιν οὐ φαῦλον, οὕτως ἡ κακία τῶν προκοπτόντων ἔοικεν εἰς ἐπιεικέστερα
5πάθη μεθισταμένη κατὰ μικρὸν ἐξαλείφεσθαι. Φρῦ‐ νιν μὲν γὰρ οἱ ἔφοροι ταῖς ἑπτὰ χορδαῖς δύο παρ‐ εντεινάμενον ἠρώτων πότερον τὰς ἄνωθεν ἢ τὰς κάτωθεν ἐκτεμεῖν αὐτοῖς ἐθέλει παρασχεῖν· ἡμῶν δὲ δεῖται μέν πως τὰ ἄνω καὶ τὰ κάτω περικοπῆς,
10εἰ μέλλομεν εἰς τὸ μέσον καθίστασθαι καὶ μέτριον· ἡ δὲ προκοπὴ τὰς ὑπερβολὰς πρότερον καὶ τὰς ὀξύτητας τῶν παθῶν ἀνίησι
12

84

B

πρὸς ἅσπερ οἱ μαργῶντες ἐντονώτατοι
1 κατὰ Σοφοκλέα. Καὶ μὴν ὅτι τὸ τὰς κρίσεις ἐπὶ τὰ ἔργα μετάγειν καὶ τοὺς λόγους μὴ λόγους ἐᾶν ἀλλὰ
5πράξεις ποιεῖν μάλιστα τῆς προκοπῆς ἴδιόν ἐστιν εἴρηται. δήλωμα δ’ αὐτοῦ πρῶτον μὲν ὁ πρὸς τὰ ἐπαινούμενα ζῆλος καὶ τὸ ποιεῖν εἶναι προθύμους ἃ θαυμάζομεν, ἃ δὲ ψέγομεν μὴ ἐθέλειν μηδ’ ὑπο‐ μένειν. ἐπεὶ πάντας μὲν Ἀθηναίους εἰκὸς ἦν ἐπ‐446
10αινεῖν τὴν Μιλτιάδου τόλμαν καὶ ἀνδρείαν, Θεμιστο‐

84

C

κλῆς δ’ εἰπὼν ὡς οὐκ ἐᾷ καθεύδειν αὐτὸν ἀλλ’ ἐκ τῶν ὕπνων ἀνίστησι τὸ Μιλτιάδου τρόπαιον, οὐκ ἐπαινῶν μόνον οὐδὲ θαυμάζων ἀλλὰ καὶ ζηλῶν καὶ μιμούμενος εὐθὺς ἦν καταφανής. σμικρὸν οὖν
5οἴεσθαι χρὴ προκόπτειν, ἄχρι οὗ τὸ θαυμάζειν τοὺς κατορθοῦντας ἀργὸν ἔχομεν καὶ ἀκίνητον ἐξ ἑαυτοῦ πρὸς μίμησιν. οὔτε γὰρ ἔρως σώματος ἐνεργός, εἰ μὴ μετὰ ζηλοτυπίας ἔνεστιν, οὔτ’ ἔπαινος ἀρετῆς διάπυρος καὶ δραστήριος ὁ μὴ νύττων μηδὲ κεντρί‐
10ζων μηδὲ ποιῶν ἀντὶ φθόνου ζῆλον ἐπὶ τοῖς καλοῖς,

84

D

ἀναπληρώσεως ὀρεγόμενον. οὐ γὰρ ὑπὸ τῶν λόγων δεῖ τοῦ φιλοσοφοῦντος μόνον ὥσπερ Ἀλκιβιάδης ἔλεγε τὴν καρδίαν στρέφεσθαι καὶ δάκρυα ἐκπίπτειν, ἀλλ’ ὅ γε προκόπτων ἀληθῶς, μᾶλλον ἔργοις καὶ
5πράξεσιν ἀνδρὸς ἀγαθοῦ καὶ τελείου παραβάλλων ἑαυτόν, ἅμα τῷ συνειδότι τοῦ ἐνδεοῦς δακνόμενος καὶ δι’ ἐλπίδα καὶ πόθον χαίρων καὶ μεστὸς ὢν ὁρμῆς οὐκ ἠρεμούσης οἷός ἐστι κατὰ Σιμωνίδην
8
ἄθηλος ἵππῳ πῶλος ὣς ἅμα τρέχειν,
9

84

E

τῷ ἀγαθῷ μονονουχὶ συμφῦναι γλιχόμενος. καὶ γὰρ τοῦτο προκοπῆς ἀληθοῦς ἴδιόν ἐστι πάθος, ὧν ζη‐ λοῦμεν τὰ ἔργα τὴν διάθεσιν φιλεῖν καὶ ἀγαπᾶν καὶ μετ’ εὐνοίας ἀεὶ τιμὴν εὔφημον ἀποδιδούσης448
5ἐξομοιοῦσθαι. φιλονεικία δ’ ὅτῳ καὶ φθόνος ἐν‐ έστακται πρὸς τοὺς κρείττονας, οὗτος ἴστω δόξης τινὸς ἢ δυνάμεως ζηλοτυπίᾳ κνιζόμενος, ἀρετὴν δὲ μὴ τιμῶν μηδὲ θαυμάζων. Ὅταν οὖν οὕτως ἀρχώμεθα τῶν ἀγαθῶν
10ἐρᾶν, ὥστε μὴ μόνον κατὰ Πλάτωνα μακάριον μὲν αὐτὸν ἡγεῖσθαι τὸν σώφρονα, “μακάριον δὲ τὸν ξυν‐ ήκοον τῶν ἐκ τοῦ σωφρονοῦντος στόματος ἰόντων λόγων,” ἀλλὰ καὶ σχῆμα καὶ βάδισμα καὶ βλέμμα καὶ μειδίαμα θαυμάζοντες αὐτοῦ καὶ ἀγαπῶντες
15οἷον συναρμόττειν καὶ συγκολλᾶν ἑαυτοὺς ὦμεν

84

F

πρόθυμοι, τότε χρὴ νομίζειν ἀληθῶς προκόπτειν. ἔτι δὲ μᾶλλον, ἂν μὴ μόνον εὐημεροῦντας τοὺς ἀγαθοὺς θαυμάζωμεν, ἀλλ’ ὥσπερ οἱ ἐρῶντες καὶ τραυλότητας ἀσπάζονται τῶν ἐν ὥρᾳ καὶ ὠχρότητας,
5τῆς δὲ Πανθείας καὶ δάκρυα καὶ κατήφεια πενθού‐ σης ἄρα καὶ κεκακωμένης ἐξέπληξε τὸν Ἀράσπην, οὕτως ἡμεῖς μήτε φυγὴν Ἀριστείδου μήθ’ εἱργμὸν Ἀναξαγόρου μήτε πενίαν Σωκράτους ἢ Φωκίωνος καταδίκην ὑποδειμαίνωμεν, ἀλλὰ καὶ μετὰ τούτων
10ἀξιέραστον ἡγούμενοι τὴν ἀρετὴν ὁμόσε χωρῶμεν
αὐτῇ, τὸ Εὐριπίδειον ἐφ’ ἑκάστῳ φθεγγόμενοι450

85

A

φεῦ, τοῖσι γενναίοισιν ὡς ἅπαν καλόν.
1 τὸν γὰρ ἄχρι τοῦ καὶ τὰ φαινόμενα δεινὰ μὴ δυσ‐ χεραίνειν ἀλλὰ θαυμάζειν καὶ ζηλοῦν ἐνθουσιασμὸν οὐκ ἂν ἔτι γε τῶν καλῶν οὐδεὶς ἀποτρέψειεν. ἤδη
5δὲ τοῖς τοιούτοις παρέπεται τὸ βαδίζουσιν ἐπὶ πρά‐ ξεις τινὰς ἢ λαβοῦσιν ἀρχὴν ἢ χρησαμένοις τύχῃ τίθεσθαι πρὸ ὀφθαλμῶν τοὺς ὄντας ἀγαθοὺς ἢ γενομένους, καὶ διανοεῖσθαι “τί δ’ ἂν ἔπραξεν ἐν τούτῳ Πλάτων, τί δ’ ἂν εἶπεν Ἐπαμεινώνδας, ποῖος

85

B

δ’ ἂν ὤφθη Λυκοῦργος ἢ Ἀγησίλαος,” οἷόν τι πρὸς ἔσοπτρα κοσμοῦντας ἑαυτοὺς ἢ μεταρρυθμίζοντας ἢ φωνῆς ἀγεννεστέρας αὑτῶν ἐπιλαμβανομένους ἢ πρός τι πάθος ἀντιβαίνοντας. οἱ μὲν γὰρ ἐκμε‐
5μαθηκότες τὰ τῶν Ἰδαίων ὀνόματα Δακτύλων χρῶν‐ ται πρὸς τοὺς φόβους αὐτοῖς ὡς ἀλεξικάκοις, ἀτρέμα καταλέγοντες ἕκαστον· ἡ δὲ τῶν ἀγαθῶν ἀνδρῶν ἐπίνοια καὶ μνήμη ταχὺ παρισταμένη καὶ διαλαμ‐ βάνουσα τοὺς προκόπτοντας, ἐν πᾶσι πάθεσι καὶ
10ἀπορίαις ἁπάσαις ὀρθούς τε καὶ ἀπτῶτας δια‐ φυλάττει. ὅθεν ἔστω σοι καὶ τοῦτο σημεῖον τοῦ πρὸς ἀρετὴν ἐπιδιδόντος. Πρὸς δὲ τούτῳ τὸ μηκέτι ταράττεσθαι σφό‐

85

C

δρα μηδ’ ἐρυθριᾶν μηδὲ κατακρύπτειν ἢ μετασχη‐ ματίζειν τι τῶν καθ’ ἑαυτόν, ἀνδρὸς ἐνδόξου καὶ σώφρονος ἐξαπίνης ἐπιφανέντος, ἀλλὰ θαρρεῖν ὁμόσε
χωροῦντα τοῖς τοιούτοις ἔχει τοῦ συνειδότος τινὰ452
5βεβαίωσιν. Ἀλέξανδρος μὲν γὰρ ὡς ἔοικεν ἄγγε‐ λον ἰδὼν περιχαρῆ προσθέοντα καὶ τὴν δεξιὰν προ‐ τείνοντα “τί μοι μέλλεις,” εἶπεν, “ὦ τᾶν ἀπαγ‐ γελεῖν; ἢ ὅτι Ὅμηρος ἀναβεβίωκεν;” οὐδενὸς αὐτῷ τὰ πράγματα πλὴν ὑστεροφημίας ἐνδεῖν οἰό‐
10μενος. νέῳ δ’ ἀνδρὶ βελτιουμένῳ τὸ ἦθος οὐδενὸς

85

D

ἔρως ἐμφύεται μᾶλλον ἢ καλοῖς κἀγαθοῖς ἀνδράσιν ἐγκαλλωπίσασθαι καὶ παρασχεῖν οἰκίαν αὑτοῦ κατα‐ φανῆ, τράπεζαν, γυναῖκα, παιδία, σπουδήν, λόγους λεγομένους ἢ γραφομένους, ὥστε καὶ δάκνεσθαι
5πατρὸς τεθνεῶτος ἢ καθηγητοῦ μεμνημένον οὐκ ἐπιδόντος αὐτὸν ἐν διαθέσει τοιαύτῃ, καὶ μηδὲν ἂν οὕτως εὔξασθαι παρὰ τῶν θεῶν, ὡς ἐκείνους ἀναβιώσαντας αὐτῷ γενέσθαι τοῦ βίου καὶ τῶν πράξεων θεατάς. ὥσπερ αὖ τοὐναντίον οἱ κατα‐
10μελήσαντες ἑαυτῶν καὶ διαφθαρέντες οὐδ’ ἐν ὕπνῳ τοὺς προσήκοντας ἀτρέμα καὶ ἀδεῶς ὁρῶσιν.

85

E

Ἔτι τοίνυν πρόσλαβε τοῖς εἰρημένοις σημεῖον οὐ μικρόν, εἰ βούλει, τὸ μηδὲν ἔτι μικρὸν ἡγεῖσθαι τῶν ἐξαμαρτανομένων ἀλλ’ ἐξευλαβεῖσθαι καὶ προσ‐ έχειν ἅπασιν. ὥσπερ γὰρ οἱ τὸ πλουτήσειν ἀπ‐
5εγνωκότες ἐν οὐδενὶ τίθενται τὰ μικρὰ δαπανήματα, μηδὲν οἰόμενοι ποιήσειν μέγα τὸ μικρῷ τινι προσ‐ τιθέμενον, ἡ δ’ ἐλπὶς ἐγγυτέρω τοῦ τέλους βαδί‐ ζουσα τῷ πλούτῳ συναύξει τὴν φιλοπλουτίαν, οὕτως ἐν τοῖς πρὸς ἀρετὴν πράγμασιν ὁ μὴ πολλὰ συγχω‐
10ρῶν τῷ “τί γὰρ τὸ παρὰ τοῦτο;” καὶ “νῦν μὲν οὕτως αὖθις δὲ βέλτιον,” ἀλλὰ προσέχων ἑκάστῳ κἂν εἰς τὸ σμικρότατον ἡ κακία ποτὲ τῶν ἁμαρτη‐454

85

F

μάτων ἐνδῦσα συγγνώμην πορίζηται δυσανασχετῶν καὶ δυσκολαίνων, δῆλός ἐστιν ἤδη τι καθαρὸν κτώ‐ μενος ἑαυτῷ καὶ οὐδ’ ὁπωσοῦν ἀξιῶν ῥυπαίνεσθαι· τὸ δὲ μηδὲν οἴεσθαι καταισχύνειν μέγα μηδ’
5ἔχειν εὐχερεῖς ποιεῖ καὶ ὀλιγώρους πρὸς τὰ μικρά. καὶ γὰρ αἱμασιάν τινα καὶ θριγκὸν οἰκοδομοῦσιν οὐ διαφέρει ξύλον τὸ τυχὸν ἢ λίθον ὑποβαλεῖν χυδαῖον ἢ στήλην ὑποθεῖναι παραπεσοῦσαν ἀπὸ μνήματος, οἷα ποιοῦσιν οἱ φαῦλοι, πᾶσαν ἐργασίαν
10καὶ πρᾶξιν ὡς ἔτυχε συμφοροῦντες εἰς ταὐτὸ καὶ

86

A

σωρεύοντες· ἀλλ’ οἵ γε προκόπτοντες, οἷς ἤδη, καθ‐ άπερ ἱεροῦ τινος οἰκοδομήματος καὶ βασιλικοῦ τοῦ βίου
3
κεκρότηται χρυσέα κρηπίς,
4
5οὐδὲν εἰκῇ προσίενται τῶν γιγνομένων, ἀλλ’ οἷον ἀπὸ στάθμης τοῦ λόγου προσάγουσι καὶ προσαρμότ‐ τουσιν ἕκαστον. ὑπὲρ οὗ τὸν Πολύκλειτον οἰόμεθα λέγειν ὡς ἔστι χαλεπώτατον τὸ ἔργον οἷς ἂν εἰς
ὄνυχα ὁ πηλὸς ἀφίκηται.456