TLG 0007 070 :: PLUTARCHUS :: Quomodo adulator ab amico internoscatur (48e–74e)

PLUTARCHUS Biogr. Phil.
(Chaeronensis: A.D. 1–2)

Quomodo adulator ab amico internoscatur (48e–74e)

Source: Babbitt, F.C. (ed.), Plutarch’s moralia, vol. 1. Cambridge, Mass.: Harvard University Press, 1927 (repr. 1969): 264–394.

Citation: Stephanus page — section — (line)

t

1

ΠΩΣ ΑΝ ΤΙΣ ΔΙΑΚΡΙΝΕΙΕ ΤΟΝ
ΚΟΛΑΚΑ ΤΟΥ ΦΙΛΟΥ

48

E

Τῷ σφόδρα φιλεῖν ἑαυτόν, ὦ Ἀντίοχε Φιλό‐ παππε, φάσκοντι συγγνώμην μὲν ἅπαντας ὁ Πλά‐

48

F

των διδόναι φησί, κακίαν δὲ σὺν πολλαῖς ἄλλαις ἐγγίγνεσθαι μεγίστην, ὑφ’ ἧς οὐκ ἔστιν αὑτοῦ κρι‐ τὴν δίκαιον οὐδ’ ἀδέκαστον εἶναι· “τυφλοῦται γὰρ τὸ φιλοῦν περὶ τὸ φιλούμενον,” ἂν μή τις μαθὼν
5ἐθισθῇ τὰ καλὰ τιμᾶν καὶ διώκειν μᾶλλον ἢ τὰ συγγενῆ καὶ οἰκεῖα. τοῦτο τῷ κόλακι πολλὴν μεταξὺ τῆς φιλίας εὐρυχωρίαν δίδωσιν, ὁρμητήριον ἐφ’ ἡμᾶς εὐφυὲς ἔχοντι τὴν φιλαυτίαν, δι’ ἣν αὐτὸς

49

A

αὑτοῦ κόλαξ ἕκαστος ὢν πρῶτος καὶ μέγιστος οὐ χαλεπῶς προσίεται τὸν ἔξωθεν ὧν οἴεται καὶ βού‐ λεται μάρτυν ἅμ’ αὐτῷ καὶ βεβαιωτὴν προσγιγνό‐ μενον. ὁ γὰρ λοιδορούμενος φιλοκόλαξ σφόδρα
5φίλαυτός ἐστι, δι’ εὔνοιαν ἑαυτῷ πάντα μὲν ὑπάρ‐ χειν βουλόμενος πάντα δ’ οἰόμενος ὧν ἡ μὲν βού‐
λησις οὐκ ἄτοπος ἡ δ’ οἴησις ἐπισφαλὴς καὶ δεομένη πολλῆς εὐλαβείας. εἰ δὲ δὴ θεῖον ἡ ἀλήθεια καὶ “πάντων μὲν ἀγαθῶν θεοῖς πάντων δ’ ἀνθρώποις”264

49

B

ἀρχὴ κατὰ Πλάτωνα, κινδυνεύει θεοῖς ἐχθρὸς ὁ κόλαξ εἶναι, τῷ δὲ Πυθίῳ διαφερόντως. ἀντι‐ τάττεται γὰρ ἀεὶ πρὸς τὸ “γνῶθι σαυτόν,” ἀπάτην ἑκάστῳ πρὸς ἑαυτὸν ἐμποιῶν καὶ ἄγνοιαν ἑαυτοῦ
5καὶ τῶν περὶ αὑτὸν ἀγαθῶν καὶ κακῶν, τὰ μὲν ἐλλιπῆ καὶ ἀτελῆ τὰ δ’ ὅλως ἀνεπανόρθωτα ποιῶν. Εἰ μὲν οὖν, ὡς τὰ πλεῖστα τῶν ἄλλων κακῶν, ὁ κόλαξ ἥπτετο μόνον ἢ μάλιστα τῶν ἀγεννῶν καὶ φαύλων, οὐκ ἂν ἦν οὕτω δεινὸν οὐδὲ δυσφύλακτον·
10ἐπεὶ δ’ ὥσπερ οἱ θρῖπες ἐνδύονται μάλιστα τοῖς ἁπαλοῖς καὶ γλυκέσι ξύλοις, οὕτω τὰ φιλότιμα τῶν ἠθῶν καὶ χρηστὰ καὶ ἐπιεικῆ τὸν κόλακα δέ‐

49

C

χεται καὶ τρέφει προσφυόμενον, ἔτι δ’ ὥσπερ ὁ Σιμωνίδης τὴν
2 “ἱπποτροφίαν,” φησίν, “οὐ Ζακύνθῳ ὀπαδεῖν ἀλλ’ ἀρούραισι πυροφόροις,”
4
5οὕτω τὴν κολακείαν ὁρῶμεν οὐ πένησιν οὐδ’ ἀδόξοις οὐδ’ ἀδυνάτοις ἀκολουθοῦσαν, ἀλλ’ οἴκων τε καὶ πραγμάτων μεγάλων ὀλίσθημα καὶ νόσημα γιγνομένην, πολλάκις δὲ καὶ βασιλείας καὶ ἡγε‐ μονίας ἀνατρέπουσαν, οὐ μικρὸν ἔργον ἐστὶν οὐδὲ
10φαύλης δεόμενον προνοίας ἡ περὶ αὐτὴν ἐπίσκεψις, ὡς ἂν μάλιστα περίφωρος οὖσα μὴ βλάπτῃ μηδὲ διαβάλλῃ τὴν φιλίαν. οἱ μὲν γὰρ φθεῖρες ἀπίασιν ἀπὸ τῶν τελευτώντων καὶ ἀπολείπουσι τὰ σώματα

49

D

σβεννυμένου τοῦ αἵματος ἐξ οὗ τρέφονται, τοὺς δὲ
κόλακας οὐδ’ ὅλως ἰδεῖν ἔστι πράγμασι ξηροῖς καὶ κατεψυγμένοις προσιόντας, ἀλλὰ ταῖς δόξαις καὶ ταῖς δυνάμεσιν ἐπιτίθενται καὶ αὔξονται, ταχὺ266
5δ’ ἐν ταῖς μεταβολαῖς ὑπορρέουσιν. ἀλλὰ τὴν τότε πεῖραν οὐ δεῖ περιμένειν ἀνωφελῆ, μᾶλλον δὲ βλαβερὰν καὶ οὐκ ἀκίνδυνον οὖσαν. χαλεπὴ γὰρ ἐν καιρῷ δεομένῳ φίλων ἡ τῶν μὴ φίλων αἴσθησις, ἀντικαταλλαγὴν οὐκ ἔχουσα χρηστοῦ
10καὶ βεβαίου πρὸς ἀβέβαιον καὶ κίβδηλον. ἀλλ’ ὥσπερ νόμισμα δεῖ τὸν φίλον ἔχειν πρὸ τῆς χρείας

49

E

δεδοκιμασμένον, μὴ ὑπὸ τῆς χρείας ἐλεγχόμενον. οὐ γὰρ δεῖ βλαβέντας αἰσθέσθαι, ἀλλ’ ὅπως μὴ βλαβῶμεν ἐμπειρίαν λαβεῖν καὶ κατανόησιν τοῦ κόλακος· εἰ δὲ μή, ταὐτὸ πεισόμεθα τοῖς αἰσθα‐
5νομένοις τῷ προγεγεῦσθαι τῶν θανασίμων φαρμά‐ κων, εἰς τὴν κρίσιν ἀπολλύντες ἑαυτοὺς καὶ δια‐ φθείροντες. οὔτε γὰρ δὴ τούτους ἐπαινοῦμεν οὔθ’ ὅσοι τὸν φίλον εἰς τὸ καλὸν τιθέμενοι καὶ ὠφέλιμον οἴονται τοὺς κεχαρισμένως ὁμιλοῦντας
10εὐθὺς ἔχειν ἐπ’ αὐτοφώρῳ κόλακας εἰλημμένους. οὐδὲ γὰρ ἀηδὴς ὁ φίλος οὐδ’ ἄκρατος, οὐδὲ τῷ

49

F

πικρῷ σεμνὸν ἡ φιλία καὶ αὐστηρῷ, ἀλλ’ αὐτὸ δὴ τοῦτο τὸ καλὸν καὶ τὸ σεμνὸν αὐτῆς ἡδὺ καὶ ποθούμενόν ἐστι,
3 πὰρ δ’ αὐτῇ Χάριτές τε καὶ Ἵμερος οἰκί’ ἔθεντο,
4
5καὶ οὐ δυστυχοῦντι μόνον
5
εἰς ὄμματ’ εὔνου φωτὸς ἐμβλέψαι γλυκὺ
6
κατ’ Εὐριπίδην, ἀλλ’ οὐδὲν ἧττον τοῖς ἀγαθοῖς ἡδονὴν ἐπιφέρουσα καὶ χάριν ἢ τῶν κακῶν ἀφ‐ αιροῦσα τὰς λύπας καὶ τὰς ἀπορίας παρέπεται.268

50

A

καὶ καθάπερ ὁ Εὔηνος εἶπε, τῶν ἡδυσμάτων τὸ πῦρ εἶναι κράτιστον, οὕτω τῷ βίῳ μείξας τὴν φιλίαν ὁ θεὸς ἅπαντα φαιδρὰ καὶ γλυκέα καὶ προσφιλῆ ταύτης παρούσης καὶ συναπολαυούσης
5ἐποίησεν. ἐπεὶ πῶς ἂν ὁ κόλαξ ὑπεδύετο ταῖς ἡδοναῖς, εἰ τὴν φιλίαν ἑώρα τὸ ἡδὺ μηδαμοῦ προσιεμένην, οὐκ ἔστιν εἰπεῖν. ἀλλ’ ὥσπερ τὰ ψευδόχρυσα καὶ τὰ κίβδηλα τὴν λαμπρότητα τοῦ χρυσοῦ καὶ τὸ γάνωμα μιμεῖται μόνον, οὕτως

50

B

ἔοικεν ὁ κόλαξ τοῦ φίλου τὸ ἡδὺ καὶ κεχαρισμένον ἐκμιμούμενος ἀεὶ παρέχειν ἱλαρὸν καὶ ἀνθηρὸν καὶ πρὸς μηδὲν ἀντιβαίνοντα μηδ’ ὑπεναντιούμενον ἑαυτόν. ὅθεν οὐδὲ τοὺς ἐπαινοῦντας εὐθὺς ὡς
5κολακεύοντας ἁπλῶς ὑφορατέον· ἔπαινος γὰρ οὐχ ἧττον ἐν καιρῷ ψόγου φιλίᾳ προσήκει, μᾶλλον δὲ τὸ μὲν δύσκολον ὅλως καὶ μεμψίμοιρον ἄφιλον καὶ ἀνομίλητον, τῆς δ’ ἀφθόνως καὶ προθύμως τὸν ἐπὶ τοῖς καλοῖς ἀποδιδούσης ἔπαινον εὐνοίας
10καὶ τὸ νουθετοῦν αὖθις καὶ παρρησιαζόμενον ἐλαφρῶς καὶ ἀλύπως ὑπομένομεν, πιστεύοντες καὶ ἀγαπῶντες ὡς ἀναγκαίως ψέγοντα τὸν ἡδέως ἐπαινοῦντα.

50

C

Χαλεπὸν οὖν φαίη τις ἄν ἐστι διακρῖναι τὸν κόλακα καὶ τὸν φίλον, εἰ μήθ’ ἡδονῇ μήτ’ ἐπαίνῳ διαφέρουσι· καὶ γὰρ ἐν ὑπουργίαις καὶ διακονίαις πολλάκις ἰδεῖν ἐστι τὴν φιλίαν ὑπὸ τῆς κολακείας
5παρατρεχομένην. τί δ’ οὐ μέλλει, φήσομεν, ἂν τὸν ἀληθινὸν κόλακα καὶ μετὰ δεινότητος καὶ τέχνης ἁπτόμενον τοῦ πράγματος διώκωμεν, ἀλλὰ μή, καθάπερ οἱ πολλοί, τοὺς αὐτοληκύθους τούτους λεγομένους καὶ τραπεζέας καὶ μετὰ τὸ κατὰ χειρὸς270
10ὕδωρ ἀκουομένους ὥς τις εἶπε κόλακας νομίζωμεν,

50

D

ὧν ἐν μιᾷ λοπάδι καὶ κύλικι μετὰ βωμολοχίας καὶ βδελυρίας ἡ ἀνελευθερία γίγνεται κατάδηλος; οὐ γὰρ δήπου Μελάνθιον ἔδει τὸν Ἀλεξάνδρου τοῦ Φεραίου παράσιτον ἐξελέγχειν, ὃς τοῖς ἐρωτῶσι
5πῶς Ἀλέξανδρος ἐσφάγη “διὰ τῆς πλευρᾶς” ἔλεγεν “εἰς τὴν γαστέρα τὴν ἐμήν,” οὐδὲ τοὺς ἀμφὶ πλουσίαν τράπεζαν ἐγκυκλουμένους, οὓς
7
οὐ πῦρ οὐδὲ σίδαρος
οὐδὲ χαλκὸς εἴργει
10μὴ φοιτᾶν ἐπὶ δεῖπνον,
10 οὐδὲ τὰς ἐν Κύπρῳ κολακίδας, ἐπειδὴ διέβησαν εἰς Συρίαν, κλιμακίδας προσαγορευθείσας, ὅτι ταῖς

50

E

γυναιξὶ τῶν βασιλέων ἀναβαίνειν ἐπὶ τὰς ἁμάξας δι’ αὑτῶν ὑποκατακλινόμεναι παρεῖχον. Τίνα οὖν δεῖ φυλάττεσθαι; τὸν μὴ δοκοῦντα μηδ’ ὁμολογοῦντα κολακεύειν, ὃν οὐκ ἔστι λαβεῖν
5περὶ τοὐπτάνιον, οὐδ’ ἁλίσκεται σκιὰν καταμετρῶν ἐπὶ δεῖπνον, οὐδ’ ἔρριπται μεθυσθεὶς ὅπως ἔτυχεν, ἀλλὰ νήφει τὰ πολλὰ καὶ πολυπραγμονεῖ καὶ πρά‐ ξεων μετέχειν οἴεται δεῖν καὶ λόγων ἀπορρήτων
βούλεται κοινωνὸς εἶναι, καὶ ὅλως τραγικός ἐστιν272
10οὐ σατυρικὸς φιλίας ὑποκριτὴς οὐδὲ κωμικός. ὡς γὰρ ὁ Πλάτων φησίν, “ἐσχάτης ἀδικίας εἶναι

50

F

δοκεῖν δίκαιον μὴ ὄντα,” καὶ κολακείαν ἡγητέον χαλεπὴν τὴν λανθάνουσαν οὐ τὴν ὁμολογοῦσαν, οὐδὲ τὴν παίζουσαν ἀλλὰ τὴν σπουδάζουσαν· αὕτη γὰρ ἀναπίμπλησι καὶ τὴν ἀληθινὴν φιλίαν
5ἀπιστίας, συνεμπίπτουσαν αὐτῇ πολλάκις, ἂν μὴ προσέχωμεν. ὁ μὲν οὖν Γωβρύας εἰς σκοτεινὸν οἴκημα τῷ μάγῳ φεύγοντι συνεισπεσὼν καὶ γενόμενος ἐν διαπάλαις ἐπιστάντα καὶ διαποροῦντα τὸν Δαρεῖον ἐκέλευσεν ὠθεῖν καὶ δι’ ἀμφοτέρων·
10ἡμεῖς δέ, εἰ μηδαμῆ μηδαμῶς ἐπαινοῦμεν τὸ “ἐρρέτω φίλος σὺν ἐχθρῷ,” διὰ πολλῶν ὁμοιοτή‐ των τὸν κόλακα τῷ φίλῳ συμπεπλεγμένον ἀπο‐

51

A

σπάσαι ζητοῦντες ὀφείλομεν εὖ μάλα φοβεῖσθαι μή πως ἢ τῷ κακῷ τὸ χρήσιμον συνεκβάλωμεν ἢ φειδόμενοι τοῦ οἰκείου τῷ βλάπτοντι περιπέσωμεν. ὥσπερ γὰρ οἶμαι τῶν ἀγρίων σπερμάτων ὅσα καὶ
5σχῆμα καὶ μέγεθος παραπλήσιον ἔχοντα τῷ πυρῷ συμμέμικται χαλεπὴν ἔχει τὴν ἀποκάθαρσιν (ἢ γὰρ οὐ διεκπίπτει τῶν στενοτέρων πόρων ἢ συνεκπίπτει διὰ τῶν ἀραιῶν), οὕτως ἡ κολακεία τῆς φιλίας εἰς πᾶν πάθος καὶ πᾶν κίνημα καὶ
10χρείαν καὶ συνήθειαν ἑαυτὴν καταμιγνύουσα δυσ‐ χώριστός ἐστιν. Ὅτι μέντοι γε πάντων ἥδιστόν ἐστιν ἡ φιλία

51

B

καὶ οὐδὲν ἄλλο μᾶλλον εὐφραίνει, διὰ τοῦτο καὶ ὁ
κόλαξ ἡδοναῖς ὑπάγεται καὶ περὶ ἡδονάς ἐστιν. ὅτι δ’ ἡ χάρις καὶ ἡ χρεία τῇ φιλίᾳ παρέπεται (καθ’ ὃ δὴ καὶ λέγεται πυρὸς καὶ ὕδατος ὁ φίλος274
5ἀναγκαιότερος εἶναι), διὰ τοῦτ’ ἐμβάλλων εἰς τὰς ὑπουργίας ἑαυτὸν ὁ κόλαξ ἁμιλλᾶται σπουδαστικὸς ἀεὶ φαίνεσθαι καὶ ἄοκνος καὶ πρόθυμος. ἐπεὶ δὲ τὸ μάλιστα φιλίας ἀρχὴν συνέχον ὁμοιότης ἐστὶν ἐπιτηδευμάτων καὶ ἠθῶν, καὶ ὅλως τὸ χαίρειν τε
10τοῖς αὐτοῖς καὶ τὸ ταὐτὰ φεύγειν πρῶτον εἰς ταὐτὸ συνάγει καὶ συνίστησι διὰ τῆς ὁμοιοπαθείας,

51

C

τοῦτο κατιδὼν ὁ κόλαξ αὑτὸν ὥσπερ ὕλην τινὰ ῥυθμίζει καὶ σχηματίζει, περιαρμόσαι καὶ περι‐ πλάσαι ζητῶν οἷς ἂν ἐπιχειρῇ διὰ μιμήσεως, ὑγρὸς ὢν μεταβάλλεσθαι καὶ πιθανὸς ἐπὶ τὰς
5ἐξομοιώσεις, ὥστ’ εἰπεῖν
5 οὐ παῖς Ἀχιλλέως, ἀλλ’ ἐκεῖνος αὐτὸς εἶ.
6 Ὃ δὲ πάντων ἐστὶν αὐτοῦ πανουργότατον, αἰσθανόμενος τὴν παρρησίαν καὶ λεγομένην καὶ δοκοῦσαν ἰδίαν εἶναι φωνὴν ὥσπερ τινὸς ζῴου τῆς
10φιλίας, τὸ δ’ ἀπαρρησίαστον ἄφιλον καὶ ἀγεννές, οὐδὲ ταύτην ἀμίμητον ἀπολέλοιπεν, ἀλλ’ ὥσπερ οἱ δεινοὶ τῶν ὀψοποιῶν τοῖς πικροῖς χυμοῖς καὶ αὐστηροῖς ἡδύσμασι χρῶνται, τῶν γλυκέων ἀφ‐ αιροῦντες τὸ πλήσμιον, οὕτως οἱ κόλακες οὐκ

51

D

ἀληθινὴν οὐδ’ ὠφέλιμον ἀλλ’ οἷον ἐπιλλώπτουσαν ἐξ ὀφρύος καὶ γαργαλίζουσαν ἀτεχνῶς παρρησίαν προσφέρουσιν. ἔστι μὲν οὖν διὰ ταῦτα δυσφώρατος ὁ ἀνήρ, ὥσπερ τῶν θηρίων ὅσα πεφυκότα τὴν
5χρόαν τρέπεσθαι συναφομοιοῦται τοῖς ὑποκειμένοις χρώμασι καὶ χωρίοις· ἐπεὶ δ’ ἐκεῖνος ἐξαπατᾷ τε καὶ περικαλύπτεται ταῖς ὁμοιότησιν, ἡμέτερον ἔργον ἐστὶ ταῖς διαφοραῖς ἀνακαλύπτειν καὶ ἀπογυμνοῦν αὐτὸν “ἀλλοτρίοις χρώμασι καὶ σχήμασιν,” ᾗ276
10φησιν ὁ Πλάτων, “χήτει οἰκείων κοσμούμενον.” Εὐθὺς οὖν ἀπὸ τῆς ἀρχῆς σκοπῶμεν. ἀρχὴν δὴ φιλίας ἔφαμεν εἶναι τοῖς πλείστοις τὴν ταὐτὰ

51

E

μὲν ἐπιεικῶς ἀσπαζομένην ἔθη καὶ ἤθη τοῖς δ’ αὐτοῖς χαίρουσαν ἐπιτηδεύμασι καὶ πράγμασι καὶ διατριβαῖς ὁμοιοπαθῆ διάθεσιν καὶ φύσιν, ἐφ’ ἧς καὶ ταῦτ’ εἴρηται·
4
5γέρων γέροντι γλῶσσαν ἡδίστην ἔχει, παῖς παιδί, καὶ γυναικὶ πρόσφορον γυνή, νοσῶν τ’ ἀνὴρ νοσοῦντι, καὶ δυσπραξίᾳ ληφθεὶς ἐπῳδός ἐστι τῷ πειρωμένῳ.
8 εἰδὼς οὖν ὁ κόλαξ ὅτι τῷ χαίρειν τοῖς ὁμοίοις καὶ
10τὸ χρῆσθαι καὶ ἀγαπᾶν ἔμφυτόν ἐστι, ταύτῃ πρῶ‐ τον ἐπιχειρεῖ πλησιάζειν ἑκάστῳ καὶ παρασκηνοῦν, ὥσπερ ἔν τισι νομαῖς τοῖς αὐτοῖς ἐπιτηδεύμασι καὶ

51

F

διατριβαῖς περὶ ταὐτὰ καὶ σπουδαῖς καὶ διαίταις ἀτρέμα παραβάλλων καὶ προσαναχρωννύμενος, ἄχρι οὗ λαβὴν παραδῷ καὶ ψαύοντι τιθασὸς γένη‐ ται καὶ συνήθης, ψέγων μὲν οἷς ἐκεῖνον αἰσθάνεται
5πράγμασι καὶ βίοις καὶ ἀνθρώποις ἀχθόμενον, ἐπ‐
αινέτης δὲ τῶν ἀρεσκόντων οὐ μέτριος ἀλλ’ ὥσθ’278

52

A

ὑπερβάλλειν σὺν ἐκπλήξει καὶ θαύματι φαινόμενος, βεβαιῶν δὲ τὸ φιλοῦν καὶ τὸ μισοῦν ὡς κρίσει μᾶλλον ἢ πάθει γιγνόμενον. Πῶς οὖν ἐλέγχεται καὶ τίσιν ἁλίσκεται δια‐
5φοραῖς, οὐκ ὢν ὅμοιος οὐδὲ γιγνόμενος ἀλλὰ μιμού‐ μενος ὅμοιον; πρῶτον μὲν ὁρᾶν δεῖ τὴν ὁμαλότητα τῆς προαιρέσεως καὶ τὸ ἐνδελεχές, εἰ χαίρει τε τοῖς αὐτοῖς ἀεὶ καὶ ταὐτὰ ἐπαινεῖ καὶ πρὸς ἓν ἀπευθύνει καὶ καθίστησι παράδειγμα τὸν ἑαυτοῦ βίον, ὥσπερ
10ἐλευθέρῳ φιλίας ὁμοιοτρόπου καὶ συνηθείας ἐραστῇ προσήκει. τοιοῦτος γὰρ ὁ φίλος. ὁ δὲ κόλαξ ἅτε δὴ μίαν ἑστίαν ἤθους οὐκ ἔχων μόνιμον οὐδ’ ἑαυτῷ

52

B

βίον ζῶν αἱρετὸν ἀλλ’ ἑτέρῳ, καὶ πρὸς ἕτερον πλάτ‐ των καὶ προσαρμόττων ἑαυτὸν οὐχ ἁπλοῦς οὐδ’ εἷς ἀλλὰ παντοδαπός ἐστι καὶ ποικίλος, εἰς ἄλλον ἐξ ἄλλου τόπον ὥσπερ τὸ μετερώμενον ὕδωρ περιρ‐
5ρέων ἀεὶ καὶ συσχηματιζόμενος τοῖς ὑποδεχομένοις. Ὁ μὲν γὰρ πίθηκος, ὡς ἔοικε, μιμεῖσθαι τὸν ἄνθρωπον ἐπιχειρῶν ἁλίσκεται συγκινούμενος καὶ συνορχούμενος, ὁ δὲ κόλαξ αὐτὸς ἑτέρους ἐπάγεται καὶ παλεύει, μιμούμενος οὐχ ὁμοίως ἅπαντας ἀλλὰ
10τῷ μὲν συνορχούμενος καὶ συνᾴδων, τῷ δὲ συμ‐ παλαίων καὶ συγκονιόμενος· θηρατικοῦ δὲ καὶ κυ‐ νηγετικοῦ λαβόμενος μονονοὺ τὰ τῆς Φαίδρας ἀναβοῶν ἕπεται
13

52

C

πρὸς θεῶν ἔραμαι κυσὶ θωΰξαι
βαλιαῖς ἐλάφοις ἐγχριμπτόμενος, καὶ οὐδὲν αὐτῷ πρᾶγμα πρὸς τὸ θηρίον, ἀλλ’ αὐτὸν ἐκσαγηνεύει καὶ περιβάλλεται τὸν κυνηγόν. ἂν δὲ
280
5θηρεύῃ φιλόλογον καὶ φιλομαθῆ νέον, αὖθις ἐν βιβλίοις ἐστὶ καὶ πώγων ποδήρης καθεῖται καὶ τρι‐ βωνοφορία τὸ χρῆμα καὶ ἀδιαφορία, καὶ διὰ στό‐ ματος οἵ τε ἀριθμοὶ καὶ τὰ ὀρθογώνια τρίγωνα Πλάτωνος. εἴ τε ῥᾴθυμός τις ἐμπέπαικεν αὖθις
10καὶ φιλοπότης καὶ πλούσιος,
10 αὐτὰρ ὁ γυμνώθη ῥακέων πολύμητις Ὀδυσσεύς,
11

52

D

ἔρριπται μὲν ὁ τρίβων, κατακείρεται δ’ ὁ πώγων ὥσπερ ἄκαρπον θέρος, ψυκτῆρες δὲ καὶ φιάλαι καὶ γέλωτες ἐν περιπάτοις καὶ σκώμματα πρὸς τοὺς φιλοσοφοῦντας. ὥσπερ ἐν Συρακούσαις φασίν,
5ὁπηνίκα Πλάτων ἀφίκετο, καὶ Διονύσιον ζῆλος ἔσχε περιμανὴς φιλοσοφίας, τὰ βασίλεια κονιορτοῦ γέμειν ὑπὸ πλήθους τῶν γεωμετρούντων· ἐπεὶ δὲ προσέκρουσε Πλάτων, καὶ Διονύσιος ἐκπεσὼν φιλο‐ σοφίας πάλιν εἰς πότους καὶ γύναια καὶ τὸ ληρεῖν

52

E

καὶ ἀκολασταίνειν ἧκε φερόμενος, ἀθρόως ἅπαντας ὥσπερ ἐν Κίρκης μεταμορφωθέντας ἀμουσία καὶ λήθη καὶ εὐήθεια κατέσχε. μαρτυρεῖ δὲ καὶ τὰ τῶν μεγάλων ἔργα κολάκων καὶ τὰ τῶν δημαγωγῶν,
5ὧν ὁ μέγιστος Ἀλκιβιάδης, Ἀθήνησι μὲν σκώπτων καὶ ἱπποτροφῶν καὶ μετ’ εὐτραπελίας ζῶν καὶ χάριτος, ἐν δὲ Λακεδαίμονι κειρόμενος ἐν χρῷ καὶ τριβωνοφορῶν καὶ ψυχρολουτῶν, ἐν δὲ Θρᾴκῃ πολε‐
μῶν καὶ πίνων, ἐπεὶ δὲ πρὸς Τισσαφέρνην ἀφίκετο,282
10τρυφῇ καὶ ἁβρότητι καὶ ἀλαζονείᾳ χρώμενος, ἐδη‐ μαγώγει καὶ καθωμίλει τῷ συναφομοιοῦν καὶ συν‐

52

F

οικειοῦν ἑαυτὸν ἅπασιν. οὐ μὴν τοιοῦτος Ἐπα‐ μεινώνδας οὐδ’ Ἀγησίλαος, ἀλλὰ πλείστοις ὁμιλή‐ σαντες ἀνθρώποις καὶ πόλεσι καὶ βίοις τὸ προσῆκον ἦθος αὑτοῖς πανταχοῦ καὶ στολῇ καὶ διαίτῃ καὶ
5λόγῳ καὶ βίῳ διεφύλαττον. οὕτω καὶ Πλάτων ἐν Συρακούσαις οἷος ἐν Ἀκαδημείᾳ, καὶ πρὸς Διονύ‐ σιον οἷος πρὸς Δίωνα. Τὰς δὲ τοῦ κόλακος ὥσπερ πολύποδος τροπὰς ῥᾷστα φωράσειεν ἄν τις αὐτὸς ἐπὶ πολλὰ δοκῶν
10τρέπεσθαι, καὶ ψέγων μὲν ὃν ἐπῄνει πρότερον βίον, οἷς δ’ ἤχθετο πράγμασιν ἢ διαίταις ἢ λόγοις ὡς

53

A

ἀρέσκοντας ἐξαίφνης προσιέμενος. ὄψεται γὰρ αὐτὸν οὐδαμοῦ βέβαιον οὐδ’ ἴδιον οὐδ’ οἰκείῳ πάθει φιλοῦντα καὶ μισοῦντα καὶ χαίροντα καὶ λυπού‐ μενον, ἀλλὰ δίκην κατόπτρου παθῶν ὀθνείων καὶ
5βίων καὶ κινημάτων εἰκόνας ἀναδεχόμενον. τοιοῦ‐ τος γὰρ οἷος, εἰ ψέγοις τινὰ τῶν φίλων πρὸς αὐτόν, εἰπεῖν “βραδέως πεφώρακας τὸν ἄνθρωπον· ἐμοὶ μὲν γὰρ οὐδὲ πρότερον ἤρεσκεν.” ἂν δ’ αὖ πάλιν ἐπαινῇς μεταβαλόμενος, νὴ Δία φήσει συνήδεσθαι
10καὶ χάριν ἔχειν αὐτὸς ὑπὲρ τοῦ ἀνθρώπου καὶ πι‐

53

B

στεύειν. ἂν δὲ βίον ἀλλακτέον ἕτερον εἴπῃς, οἷον εἰς ἀπραγμοσύνην καὶ ἡσυχίαν ἐκ πολιτείας μετα‐
βαλόμενος, “πάλαι γ’ ἐχρῆν,” φησί, “θορύβων ἡμᾶς ἀπηλλάχθαι καὶ φθόνων.” ἂν δὲ πάλιν ὁρμᾶν284
5δοκῆς ἐπὶ τὸ πράττειν καὶ λέγειν, ὑπεφώνησεν “ἄξια σαυτοῦ φρονεῖς· ἡ δ’ ἀπραγμοσύνη γλυκὺ μέν, ἀλλ’ ἄδοξον καὶ ταπεινόν.” εὐθὺς οὖν λέγειν χρὴ πρὸς τὸν τοιοῦτον
8 ἀλλοῖός μοι, ξεῖν’, ἐφάνης νέον ἠὲ πάροιθεν,
9
10οὐ δέομαι φίλου συμμεθισταμένου καὶ συνεπινεύον‐ τος (ἡ γὰρ σκιὰ ταῦτα ποιεῖ μᾶλλον), ἀλλὰ συν‐ αληθεύοντος καὶ συνεπικρίνοντος. Εἷς μὲν οὖν τῶν ἐλέγχων τρόπος τοιοῦτός ἐστιν·

53

C

ἑτέραν δὲ δεῖ ταῖς ὁμοιώσεσι τοιαύτην παρα‐ φυλάττειν διαφοράν. ὁ μὲν ἀληθὴς φίλος οὔτε μιμη‐ τής ἐστι πάντων οὔτ’ ἐπαινέτης πρόθυμος, ἀλλὰ τῶν ἀρίστων μόνων·
4
5οὐ γὰρ συνέχθειν ἀλλὰ συμφιλεῖν ἔφυ
5 κατὰ τὸν Σοφοκλέα, καὶ νὴ Δία συγκατορθοῦν καὶ συμφιλοκαλεῖν, οὐ συναμαρτάνειν οὐδὲ συρρᾳδιουρ‐ γεῖν, ἂν μή τις οἷον ὀφθαλμίας ἀπορροὴ καὶ ἀνά‐ χρωσις ἄκοντα δι’ ὁμιλίαν καὶ συνήθειαν ἀναπλήσῃ
10φαυλότητος ἢ πλημμελείας τινός. ὥς που καὶ Πλά‐ τωνος ἀπομιμεῖσθαί φασι τοὺς συνήθεις τὸ ἐπί‐

53

D

κυρτον, Ἀριστοτέλους δὲ τὸν τραυλισμόν, Ἀλεξάν‐ δρου δὲ τοῦ βασιλέως τὴν ἔγκλισιν τοῦ τραχήλου καὶ τὴν ἐν τῷ διαλέγεσθαι τραχύτητα τῆς φωνῆς· τὰ γὰρ πολλὰ λανθάνουσιν ἔνιοι καὶ ἀπὸ τῶν ἠθῶν
5καὶ ἀπὸ τῶν βίων ἀναλαμβάνοντες. ὁ δὲ κόλαξ
ἀτεχνῶς τὸ τοῦ χαμαιλέοντος πέπονθεν. ἐκεῖνός τε γὰρ ἁπάσῃ χρόᾳ πλὴν τοῦ λευκοῦ συναφομοιοῦται, καὶ ὁ κόλαξ ἐν τοῖς ἀξίοις σπουδῆς ὅμοιον ἑαυτὸν ἐξαδυνατῶν παρέχειν οὐδὲν ἀπολείπει τῶν αἰσχρῶν286
10ἀμίμητον, ἀλλ’ ὥσπερ οἱ φαῦλοι ζῳγράφοι τῶν κα‐ λῶν ἐφικνεῖσθαι μὴ δυνάμενοι δι’ ἀσθένειαν ἐν ῥυτίσι καὶ φακοῖς καὶ οὐλαῖς τὰς ὁμοιότητας ἀνα‐

53

E

φέρουσιν, οὕτως ἐκεῖνος ἀκρασίας γίγνεται μιμητής, δεισιδαιμονίας, ἀκροχολίας, πικρίας πρὸς οἰκέτας, ἀπιστίας πρὸς οἰκείους καὶ συγγενεῖς. φύσει τε γὰρ ἀφ’ ἑαυτοῦ πρὸς τὰ χείρονα κατάντης ἐστί, καὶ
5δοκεῖ πορρωτάτω τοῦ ψέγειν τὸ αἰσχρὸν εἶναι μι‐ μούμενος. ὕποπτοι γὰρ οἱ τὰ βελτίω ζητοῦντες καὶ δοκοῦντες ἄχθεσθαι καὶ δυσκολαίνειν τοῖς ἁμαρ‐ τήμασι τῶν φίλων· ὃ δὴ καὶ Διονυσίῳ Δίωνα καὶ Σάμιον Φιλίππῳ καὶ Κλεομένη Πτολεμαίῳ διέβαλε
10καὶ ἀπώλεσεν. ὁ δὲ βουλόμενος εἶναι καὶ δοκεῖν ὁμοίως ἡδὺς ἅμα καὶ πιστὸς τοῖς χείροσι μᾶλλον ὑποκρίνεται χαίρειν, ὡς ὑπὸ τοῦ σφόδρα φιλεῖν οὐδὲ

53

F

τὰ φαῦλα δυσχεραίνων, ἀλλὰ συμπαθὴς πᾶσι καὶ συμφυὴς γιγνόμενος. ὅθεν οὐδὲ τῶν ἀβουλήτων καὶ τυχηρῶν ἀμοιρεῖν ἀξιοῦσιν, ἀλλὰ καὶ νοσεῖν ὅμοια προσποιοῦνται, κολακεύοντες τοὺς νοσώδεις,
5καὶ μήτε βλέπειν ὀξὺ μήτ’ ἀκούειν, ἂν ὑποτύφλοις ἢ ὑποκώφοις συνῷσιν, ὥσπερ οἱ Διονυσίου κόλακες ἀμβλυωποῦντος ἐμπίπτοντες ἀλλήλοις καὶ τὰς παρ‐ οψίδας ἐν τῷ δειπνεῖν καταβάλλοντες. ἔνιοι δὲ καὶ
μᾶλλον ἁπτόμενοι τῶν παθῶν ἐνδοτέρω ποιοῦσιν288

54

A

ἑαυτούς, καὶ καταμιγνύουσιν ἄχρι τῶν ἀπορρήτων τὰς ὁμοιοπαθείας. αἰσθόμενοι γὰρ ἢ περὶ γάμον δυστυχοῦντας ἢ πρὸς υἱοὺς ἢ πρὸς οἰκείους ὑπ‐ όπτως ἔχοντας αὐτοὶ σφῶν αὐτῶν ἀφειδοῦσι καὶ ἀπ‐
5οδύρονται περὶ τέκνων ἰδίων ἢ γυναικὸς ἢ συγγενῶν ἢ οἰκείων, αἰτίας τινὰς ἀπορρήτους ἐξαγορεύοντες. ἡ γὰρ ὁμοιότης συμπαθεστέρους ποιεῖ, καὶ μᾶλλον ὥσπερ ὅμηρα δεδεγμένοι προΐενταί τι τῶν ἀπορ‐ ρήτων αὐτοῖς, προέμενοι δὲ χρῶνται καὶ δεδίασιν
10ἐγκαταλιπεῖν τὴν πίστιν. ἐγὼ δ’ οἶδά τινα συνεκ‐ βαλόντα γαμετήν, ὡς ὁ φίλος ἀπεπέμψατο τὴν ἑαυ‐

54

B

τοῦ· κρύφα δὲ φοιτῶν πρὸς αὐτὴν καὶ διαπεμπό‐ μενος ἐφωράθη, συναισθομένης τῆς τοῦ φίλου γυναι‐ κός. οὕτως ἄπειρος ἦν κόλακος ὁ νομίζων τὰ ἰαμ‐ βεῖα ταυτὶ τῷ κόλακι μᾶλλον ἢ τῷ καρκίνῳ
5προσήκειν·
5
γαστὴρ ὅλον τὸ σῶμα, πανταχῆ βλέπων
ὀφθαλμός, ἕρπον τοῖς ὀδοῦσι θηρίον·
7 παρασίτου γὰρ ὁ τοιοῦτος εἰκονισμός ἐστι,
8
τῶν περὶ τάγηνον καὶ μετ’ ἄριστον φίλων,
9
10ὡς Εὔπολίς φησιν. Οὐ μὴν ἀλλὰ ταῦτα μὲν εἰς τὸν οἰκεῖον ἀναθώμεθα τοῦ λόγου τόπον· ἐκεῖνο δὲ μὴ παρῶμεν ἐν ταῖς μιμήσεσι τὸ σόφισμα τοῦ κόλακος, ὅτι κἂν

54

C

τῶν καλῶν τι μιμῆται τοῦ κολακευομένου, δια‐ φυλάττει τὴν ὑπεροχὴν ἐκείνῳ. τοῖς μὲν γὰρ ἀληθῶς φίλοις οὔτε ζῆλος οὐδείς ἐστι πρὸς ἀλλήλους οὔτε
φθόνος, ἀλλὰ κἂν ἴσον ἔχωσιν ἐν τῷ κατορθοῦν290
5κἂν ἔλαττον, ἀνεπαχθῶς καὶ μετρίως φέρουσιν. ὁ δὲ κόλαξ ἀεὶ μνημονεύων τοῦ τὰ δεύτερα λέγειν ὑφίεται τῇ ὁμοιότητι τῆς ἰσότητος, ἡττᾶσθαι παν‐ ταχοῦ καὶ ἀπολείπεσθαι πλὴν τῶν φαύλων ὁμολο‐ γῶν. ἐν δὲ τοῖς φαύλοις οὐ παρίησι τὸ πρωτεῖον,
10ἀλλά φησιν, ἂν ἐκεῖνος ᾖ δύσκολος, αὑτὸν εἶναι μελαγχολικόν· ἂν ἐκεῖνος δεισιδαίμων, αὑτὸν θεο‐

54

D

φόρητον· ἐρᾶν ἐκεῖνον, μαίνεσθαι δ’ αὑτόν. “ἀ‐ καίρως,” φησίν, “ἐγέλας, ἐγὼ δ’ ἐξέθνῃσκον ὑπὸ τοῦ γέλωτος.” ἀλλ’ ἔν γε τοῖς χρηστοῖς τοὐναντίον. αὐτός φησι ταχέως τρέχειν, ἵπτασθαι δ’ ἐκεῖνον·
5αὐτὸς ἱππεύειν ἐπιεικῶς, “ἀλλὰ τί πρὸς τὸν ἱππο‐ κένταυρον τοῦτον; εὐφυής εἰμι ποιητὴς καὶ στίχον οὐ φαυλότατον γράφω,
7
βροντᾶν δ’ οὐκ ἐμὸν ἀλλὰ Διός.”
8 ἅμα γὰρ αὐτοῦ δοκεῖ καὶ τὴν προαίρεσιν ἀπο‐
10φαίνειν καλὴν μιμούμενος καὶ τὴν δύναμιν ἀνέφικτον ἡττώμενος. Ἐν μὲν οὖν ταῖς ἐξομοιώσεσι τοιαῦταί τινές εἰσιν αἱ τοῦ κόλακος διαφοραὶ πρὸς τὸν φίλον. Ἐπεὶ δ’ ὥσπερ εἴρηται καὶ τὸ τῆς ἡδονῆς
15κοινόν ἐστι (χαίρει γὰρ οὐχ ἧττον τοῖς φίλοις ὁ χρηστὸς ἢ τοῖς κόλαξιν ὁ φαῦλος), φέρε καὶ τοῦτο διορίσωμεν. ἔστι δὲ διορισμὸς ἡ πρὸς τὸ τέλος

54

E

ἀναφορὰ τῆς ἡδονῆς. σκόπει δ’ οὕτως· ἔνεστι μέν
που τῷ μύρῳ τὸ εὐῶδες, ἔνεστι δ’ ἐν ἀντιδότῳ. διαφέρει δ’ ὅτι τοῦτο μὲν πρὸς ἡδονὴν καὶ πρὸς οὐδὲν ἕτερον γέγονεν, ἐκεῖ δὲ τὸ καθαῖρον ἢ τὸ292
5θερμαῖνον ἢ τὸ σαρκοῦν τῆς δυνάμεως ἄλλως εὐῶδές ἐστι. πάλιν οἱ γραφεῖς ἀνθηρὰ χρώματα καὶ βάμματα μιγνύουσιν, ἔστι δὲ καὶ τῶν ἰατρικῶν φαρμάκων ἔνια τὴν ὄψιν ἀνθηρὰ καὶ τὴν χρόαν οὐκ ἀπάνθρωπον ἔχοντα. τί τοίνυν διαφέρει; ἢ
10δῆλον ὅτι τῷ τέλει τῆς χρείας διακρινοῦμεν;

54

F

οὐκοῦν ὁμοίως αἱ μὲν τῶν φίλων χάριτες ἐπὶ καλῷ τινι καὶ ὠφελίμῳ τὸ εὐφραῖνον ὥσπερ ἐπανθοῦν ἔχουσιν, ἔστι δ’ ὅτε καὶ παιδιᾷ καὶ τραπέζῃ καὶ οἴνῳ καὶ νὴ Δία γέλωτι καὶ φλυάρῳ
5πρὸς ἀλλήλους οἷον ἡδύσμασιν ἐχρήσαντο τῶν καλῶν καὶ σπουδαίων. πρὸς ὃ δὴ καὶ λέλεκται τὸ
6 μύθοισιν τέρποντο πρὸς ἀλλήλους ἐνέποντες
7 καὶ τὸ
8
οὐδέ κεν ἄλλο
10ἄμμε διέκρινεν φιλέοντέ τε τερπομένω τε.
10

55

A

τοῦ δὲ κόλακος τοῦτ’ ἔργον ἐστὶ καὶ τέλος, ἀεί τινα παιδιὰν ἢ πρᾶξιν ἢ λόγον ἐφ’ ἡδονῇ καὶ πρὸς ἡδο‐ νὴν ὀψοποιεῖν καὶ καρυκεύειν. συνελόντι δ’ εἰπεῖν ὁ μὲν ἵν’ ἡδὺς ᾖ πάντα δεῖν οἴεται ποιεῖν, ὁ δ’
5ἀεὶ ποιῶν ἃ δεῖ πολλάκις μὲν ἡδὺς πολλάκις δ’ ἀηδής ἐστιν, οὐ τοῦτο βουλόμενος, εἰ δὲ βέλτιον εἴη, μηδὲ τοῦτο φεύγων. ὥσπερ γὰρ ἰατρός, ἂν
συμφέρῃ, κρόκον καὶ νάρδον ἐπέβαλε καὶ νὴ Δία πολλάκις ἔλουσε προσηνῶς καὶ ἔθρεψε φιλανθρώ‐294
10πως, ἔστι δ’ ὅπου ταῦτ’ ἐάσας καστόριον ἐνέσεισεν
10 ἢ πόλιον βαρύοσμον ὃ δὴ ῥίγιστον ὄδωδεν
11

55

B

ἤ τινα ἐλλέβορον ἐκπιεῖν τρίψας ἠνάγκασεν, οὔτ’ ἐνταῦθα τὸ ἀηδὲς οὔτ’ ἐκεῖ τὸ ἡδὺ ποιούμενος τέλος ἀλλ’ ἐφ’ ἓν δι’ ἀμφοτέρων ἐπὶ τὸ συμφέρον ἄγων τὸν θεραπευόμενον, οὕτως ὁ φίλος ἔστι μὲν
5ὅτε σὺν ἐπαίνῳ καὶ χάριτι μεγαλύνων ἀεὶ καὶ εὐφραίνων ἄγει πρὸς τὸ καλόν, ὥσπερ οὗτος
6 Τεῦκρε, φίλη κεφαλή, Τελαμώνιε, κοίρανε λαῶν, βάλλ’ οὕτω
8 καὶ
9
10πῶς ἂν ἔπειτ’ Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην;
10 ὅπου δ’ αὖ πάλιν ἐπιστροφῆς δεῖται, λόγῳ δήκτῃ καὶ παρρησίᾳ κηδεμονικῇ καθαπτόμενος
12

55

C

ἀφραίνεις, Μενέλαε διοτρεφές, οὐδέ τί σε χρὴ ταύτης ἀφροσύνης.
2 ἔστι δ’ ὅπου καὶ τὸ ἔργον ἅμα τῷ λόγῳ συνῆψεν, ὡς Μενέδημος Ἀσκληπιάδου τοῦ φίλου τὸν υἱὸν
5ἄσωτον ὄντα καὶ ἄτακτον ἀποκλείων καὶ μὴ προσ‐ αγορεύων ἐσωφρόνισε, καὶ Βάτωνι τὴν σχολὴν ἀπεῖπεν Ἀρκεσίλαος, ὅτε πρὸς Κλεάνθην στίχον ἐποίησεν ἐν κωμῳδίᾳ, πείσαντος δὲ τὸν Κλεάνθην
καὶ μεταμελομένου διηλλάγη. δεῖ γὰρ ὠφελοῦντα296
10λυπεῖν τὸν φίλον, οὐ δεῖ δὲ λυποῦντα τὴν φιλίαν ἀναιρεῖν, ἀλλ’ ὡς φαρμάκῳ τῷ δάκνοντι χρῆσθαι,

55

D

σῴζοντι καὶ φυλάττοντι τὸ θεραπευόμενον. ὅθεν ὥσπερ ἁρμονικὸς ὁ φίλος τῇ πρὸς τὸ καλὸν καὶ συμφέρον μεταβολῇ τὰ μὲν ἐνδιδοὺς τὰ δ’ ἐπιτείνων πολλάκις μὲν ἡδὺς ἀεὶ δ’ ὠφέλιμός ἐστι· ὁ δὲ κόλαξ
5ἀφ’ ἑνὸς διαγράμματος ἀεὶ τὸ ἡδὺ καὶ τὸ πρὸς χάριν εἰωθὼς ὑποκρέκειν οὔτ’ ἔργον οἶδεν ἀντι‐ τεῖνον οὔτε ῥῆμα λυποῦν, ἀλλὰ μόνῳ παρέπεται τῷ βουλομένῳ, συνᾴδων ἀεὶ καὶ συμφθεγγόμενος. ὥσπερ οὖν τὸν Ἀγησίλαον ὁ Ξενοφῶν ἡδέως ἐπ‐
10αινεῖσθαί φησιν ὑπὸ τῶν καὶ ψέγειν ἐθελόντων, οὕτω δεῖ τὸ εὐφραῖνον καὶ χαριζόμενον ἡγεῖσθαι φιλικόν, ἂν καὶ λυπεῖν ποτε δύνηται καὶ ἀντιτείνειν, τὴν δὲ

55

E

συνεχῆ ταῖς ἡδοναῖς καὶ τὸ πρὸς χάριν ἔχουσαν ἄκρατον ἀεὶ καὶ ἄδηκτον ὁμιλίαν ὑπονοεῖν, καὶ νὴ Δία τὸ τοῦ Λάκωνος ἔχειν πρόχειρον, ὃς ἐπαινου‐ μένου Χαρίλλου τοῦ βασιλέως “πῶς οὗτος” ἔφη
5“χρηστός, ὃς οὐδὲ τοῖς πονηροῖς πικρός ἐστι;” Τοῖς μὲν οὖν ταύροις τὸν οἶστρον ἐνδύεσθαι παρὰ τὸ οὖς λέγουσι, καὶ τοῖς κυσὶ τὸν κρότωνα· τῶν δὲ φιλοτίμων ὁ κόλαξ τὰ ὦτα κατέχων τοῖς ἐπαίνοις καὶ προσπεφυκὼς δυσαπότριπτός ἐστιν.
10ὅθεν ἐνταῦθα δεῖ μάλιστα τὴν κρίσιν ἔχειν ἐγρη‐

55

F

γορυῖαν καὶ παραφυλάττουσαν πότερον τοῦ πράγμα‐ τος ἢ τοῦ ἀνδρὸς ὁ ἔπαινός ἐστιν. ἔστι δὲ τοῦ πράγματος, ἂν ἀπόντας μᾶλλον ἢ παρόντας ἐπ‐
αινῶσιν, ἂν καὶ αὐτοὶ ταὐτὰ βουλόμενοι καὶ ζηλοῦν‐298
5τες μὴ μόνους ἡμᾶς ἀλλὰ πάντας ἐπὶ τοῖς ὁμοίοις ἐπαινῶσιν, ἂν μὴ νῦν μὲν ταῦτα νῦν δὲ τἀναντία πράττοντες καὶ λέγοντες φαίνωνται· τὸ δὲ μέγιστον, ἂν αὐτοὶ γιγνώσκωμεν ἑαυτοὺς μὴ μεταμελομένους ἐφ’ οἷς ἐπαινούμεθα μηδ’ αἰσχυνομένους μηδὲ
10μᾶλλον ἡμῖν τἀναντία τούτων πεπρᾶχθαι καὶ λελέχθαι βουλομένους. ἡ γὰρ οἴκοθεν κρίσις ἀντι‐ μαρτυροῦσα καὶ μὴ προσδεχομένη τὸν ἔπαινον

56

A

ἀπαθής ἐστι καὶ ἄθικτος καὶ ὑπὸ τοῦ κολακεύοντος ἀνάλωτος. ἀλλ’ οὐκ οἶδ’ ὅπως οἱ πολλοὶ τὰς μὲν ἐπὶ τοῖς ἀτυχήμασι παρηγορίας οὐχ ὑπομένουσιν, ἀλλὰ μᾶλλον ὑπὸ τῶν συνεπιθρηνούντων ἄγονται
5καὶ συνοδυρομένων· ὅταν δ’ ἁμαρτάνωσι καὶ πλημμελῶσιν, ὁ μὲν ἐλέγχῳ καὶ ψόγῳ δηγμὸν ἐμποιῶν καὶ μετάνοιαν ἐχθρὸς δοκεῖ καὶ κατή‐ γορος, τὸν δ’ ἐπαινοῦντα καὶ κατευλογοῦντα τὰ πεπραγμένα ἀσπάζονται καὶ νομίζουσιν εὔνουν

56

B

καὶ φίλον. ὅσοι μὲν οὖν ἢ πρᾶξιν ἢ λόγον ἢ σπουδάσαντος ὁτιοῦν ἢ σκώψαντος εὐχερῶς ἐπ‐ αινοῦσι καὶ συνεπικροτοῦσιν, εἰς τὸ παρόν εἰσιν οὗτοι καὶ τὰ ὑπὸ χεῖρα βλαβεροὶ μόνον· ὅσοι δὲ
5πρὸς τὸ ἦθος ἐξικνοῦνται τοῖς ἐπαίνοις καὶ νὴ Δία τοῦ τρόπου τῇ κολακείᾳ θιγγάνουσι, ταὐτὸ ποιοῦσι τῶν οἰκετῶν τοῖς μὴ ἀπὸ τοῦ σωροῦ κλέπτουσιν ἀλλ’ ἀπὸ τοῦ σπέρματος· σπέρμα γὰρ τῶν πράξεων οὖσαν τὴν διάθεσιν καὶ τὸ ἦθος
10ἀρχὴν καὶ πηγὴν τοῦ βίου διαστρέφουσι, τὰ τῆς
ἀρετῆς ὀνόματα τῇ κακίᾳ περιτιθέντες. ἐν μὲν γὰρ ταῖς στάσεσι καὶ τοῖς πολέμοις ὁ Θουκυδίδης φησὶν ὅτι “τὴν εἰωθυῖαν ἀξίωσιν τῶν ὀνομάτων ἐς τὰ ἔργα ἀντήλλαξαν τῇ δικαιώσει. τόλμα μὲν300

56

C

γὰρ ἀλόγιστος ἀνδρεία φιλέταιρος ἐνομίσθη, μέλ‐ λησις δὲ προμηθὴς δειλία εὐπρεπής, τὸ δὲ σῶφρον τοῦ ἀνάνδρου πρόσχημα, καὶ τὸ πρὸς ἅπαν συνετὸν ἐπὶ πᾶν ἀργόν.” ἐν δὲ ταῖς κολακείαις ὁρᾶν χρὴ
5καὶ παραφυλάττειν ἀσωτίαν μὲν ἐλευθεριότητα καλουμένην καὶ δειλίαν ἀσφάλειαν, ἐμπληξίαν δ’ ὀξύτητα, μικρολογίαν δὲ σωφροσύνην, τὸν δ’ ἐρωτικὸν φιλοσυνήθη καὶ φιλόστοργον, ἀνδρεῖον δὲ τὸν ὀργίλον καὶ ὑπερήφανον, φιλάνθρωπον δὲ

56

D

τὸν εὐτελῆ καὶ ταπεινόν. ὥς που καὶ Πλάτων φησὶ τὸν ἐραστὴν κόλακα τῶν ἐρωμένων ὄντα τὸν μὲν σιμὸν καλεῖν ἐπίχαριν, τὸν δὲ γρυπὸν βασιλικόν, μέλανας δ’ ἀνδρικούς, λευκοὺς δὲ θεῶν παῖδας· τὸ
5δὲ μελίχρουν ὅλως ἐραστοῦ προσποίημα εἶναι ὑποκοριζομένου καὶ εὐκόλως φέροντος τὴν ὠχρό‐ τητα. καίτοι καλὸς μὲν εἶναι πεισθεὶς ὁ αἰσχρὸς ἢ μέγας ὁ μικρὸς οὔτε χρόνον πολὺν τῇ ἀπάτῃ

56

E

σύνεστι καὶ βλάπτεται βλάβην ἐλαφρὰν καὶ οὐκ ἀνήκεστον. ὁ δὲ ταῖς κακίαις ἐθίζων ἔπαινος ὡς ἀρεταῖς μὴ ἀχθόμενον ἀλλὰ χαίροντα χρῆσθαι, καὶ τὸ αἰδεῖσθαι τῶν ἁμαρτανομένων ἀφαιρῶν,
5οὗτος ἐπέτριψε Σικελιώτας, τὴν Διονυσίου καὶ Φαλάριδος ὠμότητα μισοπονηρίαν προσαγορεύων, οὗτος Αἴγυπτον ἀπώλεσε, τὴν Πτολεμαίου θηλύ‐
τητα καὶ θεοληψίαν καὶ ὀλολυγμοὺς καὶ τυμπάνων ἐγχαράξεις εὐσέβειαν ὀνομάζων καὶ θεῶν λατρείαν,302
10οὗτος τὰ Ῥωμαίων ἤθη τηνικαῦτα παρ’ οὐδὲν ἦλθεν ἀνατρέψαι καὶ ἀνελεῖν, τὰς Ἀντωνίου τρυφὰς καὶ ἀκολασίας καὶ πανηγυρισμοὺς ἱλαρὰ πράγματα καὶ φιλάνθρωπα χρωμένης ἀφθόνως

56

F

αὐτῷ δυνάμεως καὶ τύχης ὑποκοριζόμενος. Πτο‐ λεμαίῳ δὲ τί περιῆψεν ἄλλο φορβειὰν καὶ αὐλούς, τί δὲ Νέρωνι τραγικὴν ἐπήξατο σκηνὴν καὶ προσ‐ ωπεῖα καὶ κοθόρνους περιέθηκεν; οὐχ ὁ τῶν κολα‐
5κευόντων ἔπαινος; οἱ δὲ πολλοὶ τῶν βασιλέων οὐκ Ἀπόλλωνες μὲν ἂν μινυρίσωσι, Διόνυσοι δ’ ἂν μεθυσθῶσιν, Ἡρακλεῖς δ’ ἂν παλαίσωσι προσ‐ αγορευόμενοι καὶ χαίροντες εἰς ἅπασαν αἰσχύνην ὑπὸ τῆς κολακείας ἐξάγονται;
10 Διὸ φυλακτέον ἐστὶ μάλιστα τὸν κόλακα περὶ τοὺς ἐπαίνους. ὅπερ οὐδ’ αὐτὸν ἐκεῖνον λέ‐

57

A

ληθεν, ἀλλὰ δεινὸς ὢν φυλάττεσθαι τὸ ὕποπτον, ἂν μὲν εὐπαρύφου τινὸς ἢ ἀγροίκου λάβηται φορίνην παχεῖαν φέροντος, ὅλῳ τῷ μυκτῆρι χρῆται, καθά‐ περ ὁ Στρουθίας ἐμπεριπατῶν τῷ Βίαντι καὶ κατ‐
5ορχούμενος τῆς ἀναισθησίας αὐτοῦ τοῖς ἐπαίνοις
5
Ἀλεξάνδρου πλέον
τοῦ βασιλέως πέπωκας
7 καὶ
8
γελῶ τὸ πρὸς τὸν Κύπριον ἐννοούμενος.
9
10τοὺς δὲ κομψοτέρους ὁρῶν ἐνταῦθα μάλιστα προσ‐ έχοντας αὐτῷ καὶ φυλαττομένους τὸ χωρίον τοῦτο καὶ τὸν τόπον οὐκ ἀπ’ εὐθείας ἐπάγει τὸν ἔπαι‐ νον, ἀλλ’ ἀπαγαγὼν πόρρω κυκλοῦται καὶ304
13

57

B

πρόσεισιν, οἷον ἀψοφητὶ θρέμματος
1 ἐπιψαύων καὶ ἀποπειρώμενος. νῦν μὲν γὰρ ἑτέρων περὶ αὐτοῦ τινων ἐπαίνους ἀπαγγέλλει, καθάπερ οἱ ῥήτορες, ἀλλοτρίῳ προσχρώμενος προσώπῳ, ξένοις
5λέγων ἢ πρεσβυτέροις ἐν ἀγορᾷ μάλ’ ἡδέως παρα‐ γενέσθαι πολλὰ κἀγαθὰ μεμνημένοις αὐτοῦ καὶ θαυμάζουσι· νῦν δ’ αὖ πάλιν αἰτίας ἐλαφρὰς καὶ ψευδεῖς πλασάμενος καὶ συνθεὶς ἐπ’ αὐτόν, ὡς ἀκη‐ κοὼς ἑτέρων ἀφῖκται μετὰ σπουδῆς, πυνθανόμενος
10ποῦ τοῦτ’ εἶπεν ἢ ποῦ τοῦτ’ ἔπραξεν. ἀρνου‐ μένου δ’, ὡς εἰκός, αὐτόθεν ἑλὼν ἐμβέβληκεν εἰς

57

C

τοὺς ἐπαίνους τὸν ἄνθρωπον, “ἐγὼ δ’ ἐθαύμαζον εἰ σὺ κακῶς τινα τῶν συνήθων εἶπας ὁ μηδὲ τοὺς ἐχθροὺς πεφυκώς, εἰ σὺ τοῖς ἀλλοτρίοις ἐπεχείρη‐ σας ὁ τοσαῦτα τῶν ἰδίων δωρούμενος.”
5 Ἕτεροι τοίνυν, ὥσπερ οἱ ζῳγράφοι τὰ φω‐ τεινὰ καὶ λαμπρὰ τοῖς σκιεροῖς καὶ σκοτεινοῖς ἐπι‐ τείνουσιν ἐγγὺς παρατιθεμένοις, οὕτω τῷ ψέγειν τἀναντία καὶ λοιδορεῖν ἢ διασύρειν καὶ καταγελᾶν λανθάνουσι τὰ προσόντα κακὰ τοῖς κολακευομένοις
10ἐπαινοῦντες καὶ τρέφοντες. σωφροσύνην τε γὰρ ὡς ἀγροικίαν ψέγουσιν ἐν ἀσώτοις, κἀν πλεονέκταις καὶ κακούργοις καὶ πλουτοῦσιν ἀπὸ πραγμάτων

57

D

αἰσχρῶν καὶ πονηρῶν αὐτάρκειάν τε καὶ δικαιοσύ‐ νην ὡς ἀτολμίαν καὶ ἀρρωστίαν πρὸς τὸ πράττειν· ὅταν δὲ ῥᾳθύμοις σχολασταῖς καὶ τὰ μέσα φεύγουσι τῶν πόλεων ὁμιλῶσιν, οὐκ αἰσχύνονται πολιτείαν306
5μὲν ἀλλοτριοπραγίαν ἐπίπονον, φιλοτιμίαν δὲ κενο‐ δοξίαν ἄκαρπον ὀνομάζοντες. ἤδη δὲ καὶ ῥήτορος ἔστιν ὅτε κολακεία διασύρει φιλόσοφον, καὶ παρὰ γυναιξὶν ἀκολάστοις εὐδοκιμοῦσιν οἱ τὰς μονολεχεῖς καὶ φιλάνδρους ἀναφροδίτους καὶ ἀγροίκους ἀπο‐
10καλοῦντες. ὑπερβάλλει δὲ μοχθηρίᾳ τὸ μηδ’ ἑαυ‐ τῶν ἀπέχεσθαι τοὺς κόλακας. ὡς γὰρ οἱ παλαισταὶ τὸ σῶμα ποιοῦσι ταπεινόν, ὅπως ἑτέρους κατα‐

57

E

βάλωσιν, οὕτω τῷ ψέγειν ἑαυτοὺς εἰς τὸ θαυμάζειν τοὺς πλησίον ὑπορρέουσιν. “ἀνδράποδόν εἰμι δει‐ λὸν ἐν θαλάττῃ, πρὸς τοὺς πόνους ἀπαγορεύω, μαίνομαι κακῶς ἀκούσας ὑπ’ ὀργῆς· ἀλλὰ τούτῳ,”
5φησίν, “οὐδέν ἐστι δεινόν, οὐδὲν πονηρόν, ἀλλ’ ἴδιος ἄνθρωπος, πάντα πράως φέρει, πάντ’ ἀλύπως.” ἂν δ’ ᾖ τις οἰόμενος πολὺν ἔχειν νοῦν καὶ βουλόμενος αὐστηρὸς εἶναι καὶ αὐθέκαστος ὑπὸ δή τινος ὀρθό‐ τητος ἀεὶ προβάλληται τὸ
9
10Τυδείδη, μήτ’ ἄρ με μάλ’ αἴνεε μήτε τι νείκει,
10

57

F

οὐ ταύτῃ πρόσεισιν ὁ τεχνίτης κόλαξ, ἀλλ’ ἔστι τις ἑτέρα μηχανὴ πρὸς τὸν τοιοῦτον. ἥκει γὰρ αὐτῷ περὶ πραγμάτων ἰδίων ὡς δὴ φρονήσει περισσοτέρῳ
συμβουλευσόμενος, καί φησι μᾶλλον μὲν ἑτέρους308
5ἔχειν συνήθεις, ἐνοχλεῖν δ’ ἀναγκαίως ἐκείνῳ· “ποῖ γὰρ καταφύγωμεν οἱ γνώμης δεόμενοι, τίνι δὲ πιστεύσωμεν;” εἶτ’ ἀκούσας ὅ τι ἂν εἴπῃ, χρησμὸν εἰληφέναι φήσας οὐ γνώμην ἄπεισιν. ἂν δὲ καὶ λό‐

58

A

γων τινὸς ἐμπειρίας ὁρᾷ μεταποιούμενον, ἔδωκέ τι τῶν αὑτῷ γεγραμμένων, ἀναγνῶναι καὶ διορθῶσαι κελεύσας. Μιθριδάτῃ δὲ τῷ βασιλεῖ φιλιατροῦντι καὶ τεμεῖν ἔνιοι καὶ καῦσαι παρέσχον αὑτοὺς τῶν
5ἑταίρων, ἔργῳ κολακεύοντες οὐλόγῳ· μαρτυρεῖ‐ σθαι γὰρ ἐμπειρίαν ἐδόκει πιστευόμενος ὑπ’ αὐτῶν.
6
πολλαὶ μορφαὶ τῶν δαιμονίων,
7 τὸ δὲ γένος τοῦτο τῶν ἀρνουμένων ἐπαίνων παν‐ ουργοτέρας δεόμενον εὐλαβείας ἐλεγκτέον ἐπίτηδες
10ἀτόπους ἐκτάττοντα συμβουλίας καὶ ὑποθήκας, καὶ

58

B

διορθώσεις ποιούμενον ἀλόγους. πρὸς μηδὲν γὰρ ἀντιλέγων, ἀλλὰ πᾶσι συνεπινεύων καὶ δεχόμενος πάντα καὶ βοῶν παρ’ ἕκαστον ὡς εὖ καὶ καλῶς, γίγνεται καταφανὴς
4
5σύνθημ’ ἐρωτῶν, ἄλλο μαστεύων χρέος,
5 ἐπαινέσαι καὶ συνεπιτυφῶσαι βουλόμενος. Ἔτι τοίνυν ὥσπερ ἔνιοι τὴν ζῳγραφίαν σιω‐ πῶσαν ἀπεφήναντο ποιητικήν, οὕτως ἔστι τις κολα‐ κείας σιωπώσης ἔπαινος. ὥσπερ γὰρ οἱ θηρεύοντες
10ἂν μὴ τοῦτο ποιεῖν ἀλλ’ ὁδοιπορεῖν ἢ νέμειν ἢ γεωρ‐ γεῖν δοκῶσι, μᾶλλον τὰ θηρευόμενα λανθάνουσιν,
οὕτως οἱ κόλακες ἅπτονται μάλιστα τοῖς ἐπαίνοις, ὅταν ἐπαινεῖν μὴ δοκῶσιν ἀλλ’ ἕτερόν τι πράττειν. ὁ γὰρ ἕδρας εἴκων καὶ κλισίας ἐπιόντι καὶ λέγων310

58

C

πρὸς δῆμον ἢ βουλὴν ἂν αἴσθηταί τινα τῶν πλου‐ σίων βουλόμενον εἰπεῖν, ἀποσιωπῶν μεταξὺ καὶ παραδιδοὺς τὸ βῆμα καὶ τὸν λόγον ἐνδείκνυται σιωπῶν μᾶλλον τοῦ βοῶντος ὅτι κρείττονα νομίζει
5καὶ διαφέροντα τῷ φρονεῖν ἐκεῖνον. ὅθεν ὁρᾶν ἔστιν αὐτοὺς ἕδρας τε τὰς πρώτας ἐν ἀκροάσεσι καὶ θεάτροις καταλαμβάνοντας, οὐχ ὅτι τούτων ἀξιοῦσιν αὑτούς, ἀλλ’ ὅπως ὑπεξιστάμενοι τοῖς πλουσίοις κολακεύωσι, καὶ λόγου κατάρχοντας ἐν συνόδοις καὶ
10συνεδρίοις, εἶτα παραχωροῦντας ὡς κρείττοσι καὶ

58

D

μετατιθεμένους ῥᾷστα πρὸς τοὐναντίον, ἄνπερ ᾖ δυνατὸς ἢ πλούσιος ἢ ἔνδοξος ὁ ἀντιλέγων. ᾧ καὶ μάλιστα δεῖ τὰς τοιαύτας ὑποκατακλίσεις καὶ ἀνα‐ χωρήσεις ἐξελέγχειν, οὐκ ἐμπειρίαις οὐδ’ ἀρεταῖς
5οὐδ’ ἡλικίαις ὑφιεμένων ἀλλὰ πλούτοις καὶ δόξαις. Ἀπελλῆς μὲν γὰρ ὁ ζῳγράφος, Μεγαβύζου παρα‐ καθίσαντος αὐτῷ καὶ περὶ γραμμῆς τι καὶ σκιᾶς βουλομένου λαλεῖν, “ὁρᾷς” ἔφη “τὰ παιδάρια ταυτὶ τὰ τὴν μηλίδα τρίβοντα; πάνυ σοι προσεῖχε τὸν
10νοῦν σιωπῶντι, καὶ τὴν πορφύραν ἐθαύμαζε καὶ τὰ

58

E

χρυσία· νῦν δέ σου καταγελᾷ περὶ ὧν οὐ μεμάθη‐ κας ἀρξαμένου λαλεῖν.” καὶ Σόλων, Κροίσου περὶ
εὐδαιμονίας πυνθανομένου, Τέλλον τινὰ τῶν οὐκ ἐπιφανῶν Ἀθήνησι καὶ Κλέοβιν καὶ Βίτωνα ἀπ‐312
5έφηνεν εὐποτμοτέρους. οἱ δὲ κόλακες τοὺς βασιλεῖς καὶ πλουσίους καὶ ἄρχοντας οὐκ ὀλβίους μόνον καὶ μακαρίους ἀλλὰ καὶ φρονήσει καὶ τέχνῃ καὶ ἀρετῇ πάσῃ πρωτεύοντας ἀναγορεύουσιν. Εἶτα τῶν μὲν Στωϊκῶν οὐδ’ ἀκούειν ἔνιοι
10ὑπομένουσι τὸν σοφὸν ὁμοῦ πλούσιον καλὸν εὐγενῆ βασιλέα προσαγορευόντων, οἱ δὲ κόλακες τὸν πλού‐ σιον ὁμοῦ καὶ ῥήτορα καὶ ποιητήν, ἂν δὲ βούληται,

58

F

καὶ ζῳγράφον καὶ αὐλητὴν ἀποφαίνουσι καὶ ποδώκη καὶ ῥωμαλέον, ὑποπίπτοντες ἐν τῷ παλαίειν καὶ ἀπολειπόμενοι θεόντων, ὥσπερ Κρίσων ὁ Ἱμεραῖος ἀπελείφθη διαθέων πρὸς Ἀλέξανδρον, ὁ δ’ αἰσθό‐
5μενος ἠγανάκτησε. Καρνεάδης δ’ ἔλεγε ὅτι πλου‐ σίων καὶ βασιλέων παῖδες ἱππεύειν μόνον, ἄλλο δ’ οὐδὲν εὖ καὶ καλῶς μανθάνουσι· κολακεύει γὰρ αὐτοὺς ἐν ταῖς διατριβαῖς ὁ διδάσκαλος ἐπαινῶν καὶ ὁ προσπαλαίων ὑποκατακλινόμενος, ὁ δ’ ἵππος,
10οὐκ εἰδὼς οὐδὲ φροντίζων ὅστις ἰδιώτης ἢ ἄρχων ἢ πλούσιος ἢ πένης, ἐκτραχηλίζει τοὺς μὴ δυνα‐

59

A

μένους ὀχεῖσθαι. εὐήθη τοίνυν καὶ ἀβέλτερα τὰ τοῦ Βίωνος “εἰ τὸν ἀγρὸν ἔμελλεν ἐγκωμιάζων εὔφορον ποιεῖν καὶ εὔκαρπον, εἶτ’ οὐκ ἂν ἁμαρτάνειν ἐδόκει τοῦτο μὴ ποιῶν μᾶλλον ἢ σκάπτων καὶ πράγματα
5ἔχων; οὐ τοίνυν οὐδ’ ἄνθρωπος ἄτοπος ἂν ἐπαίνων εἴη, εἰ τοῖς ἐπαίνοις μόνοις ὠφέλιμός ἐστι καὶ πάμ‐
φορος.” ὁ μὲν γὰρ ἀγρὸς οὐ γίγνεται χείρων ἐπ‐ αινούμενος, ἄνθρωπον δὲ τυφοῦσι καὶ ἀπολλύουσιν οἱ ψευδῶς καὶ παρ’ ἀξίαν ἐπαινοῦντες.314
10 Ταῦτα μὲν οὖν ἀπόχρη περὶ τούτων· ἐφεξῆς δὲ τὸ τῆς παρρησίας ἴδωμεν. ἔδει μὲν γάρ, ὡς ὁ

59

B

Πάτροκλος τοῦ Ἀχιλλέως τὰ ὅπλα περιβαλλόμενος καὶ τοὺς ἵππους ἐξελαύνων ἐπὶ τὴν μάχην μόνης οὐκ ἐτόλμησε τῆς Πηλιάδος θιγεῖν ἀλλ’ ἀφῆκεν, οὕτω τὸν κόλακα τοῖς τοῦ φίλου σκευοποιούμενον
5καὶ ἀναπλαττόμενον ἐπισήμοις καὶ συμβόλοις μόνην τὴν παρρησίαν ὥσπερ ἐξαίρετον βάσταγμα φιλίας
6
βριθὺ μέγα στιβαρὸν
7 καταλείπειν ἄθικτον καὶ ἀμίμητον. ἐπεὶ δὲ φεύ‐ γοντες τὸν ἐν γέλωτι καὶ ἀκράτῳ καὶ σκώμμασι
10καὶ παιδιαῖς ἔλεγχον εἰς ὀφρῦν αἴρουσιν ἤδη τὸ

59

C

πρᾶγμα καὶ κολακεύουσιν ἐσκυθρωπακότες καὶ ψόγον τινὰ καὶ νουθεσίαν παραμιγνύουσι, φέρε μηδὲ τοῦτο παραλίπωμεν ἀβασάνιστον. οἶμαι δέ, ὥσπερ ἐν κωμῳδίᾳ Μενάνδρου Ψευδηρακλῆς πρόσεισι
5ῥόπαλον οὐ στιβαρὸν κομίζων οὐδ’ ἰσχυρὸν ἀλλὰ χαῦνόν τι πλάσμα καὶ διάκενον, οὕτω τὴν τοῦ κόλακος παρρησίαν φανεῖσθαι πειρωμένοις μαλακὴν καὶ ἀβαρῆ καὶ τόνον οὐκ ἔχουσαν, ἀλλὰ ταὐτὰ τοῖς τῶν γυναικῶν προσκεφαλαίοις δρῶσαν, ἃ δοκοῦντα
10ταῖς κεφαλαῖς ἀντερείδειν καὶ ἀντέχειν ἐνδίδωσι καὶ

59

D

ὑπείκει μᾶλλον· ὥσπερ ἡ κίβδηλος αὕτη παρρησία κενὸν ἔχουσα καὶ ψευδῆ καὶ ὕπουλον ὄγκον ἐξ‐
ήρθη καὶ ᾤδησεν, ἵνα συσταλεῖσα καὶ συμπεσοῦσα δέξηται καὶ συνεπισπάσηται τὸν καταφερόμενον316
5εἰς αὐτήν. ἡ μὲν γὰρ ἀληθὴς καὶ φιλικὴ παρρησία τοῖς ἁμαρτανομένοις ἐπιφύεται, σωτήριον ἔχουσα καὶ κηδεμονικὸν τὸ λυποῦν, ὥσπερ τὸ μέλι τὰ ἡλκω‐ μένα δάκνουσα καὶ καθαίρουσα, τἄλλα δ’ ὠφέλιμος οὖσα καὶ γλυκεῖα, περὶ ἧς ἴδιος ἔσται λόγος. ὁ δὲ
10κόλαξ πρῶτον μὲν ἐνδείκνυται τὸ πικρὸς εἶναι καὶ περισπερχὴς καὶ ἀπαραίτητος ἐν τοῖς πρὸς ἑτέρους (οἰκέταις γὰρ αὑτοῦ χαλεπός ἐστι καὶ συγγενῶν καὶ οἰκείων ἐπεμβῆναι δεινὸς ἁμαρτήμασι καὶ μη‐

59

E

δένα θαυμάσαι μηδὲ σεμνῦναι τῶν ἐκτὸς ἀλλ’ ὑπερ‐ ορᾶν, ἀσυγγνώμων δὲ καὶ διάβολος ἐν τῷ πρὸς ὀργὴν ἑτέρους παροξύνειν, θηρώμενος μισοπονηρίας δόξαν, ὡς οὐκ ἂν ἑκὼν ὑφέμενος παρρησίας αὐτοῖς
5οὐδὲ ποιήσας οὐδὲν οὐδ’ εἰπὼν πρὸς χάριν), ἔπειτα δὲ τῶν μὲν ἀληθινῶν καὶ μεγάλων ἁμαρτημάτων οὐδὲν εἰδέναι προσποιούμενος οὐδὲ γιγνώσκειν, πρὸς δὲ τὰ μικρὰ καὶ τὰ ἐκτὸς ἐλλείμματα δεινὸς ᾆξαι καὶ μετὰ τόνου καθάψασθαι καὶ σφοδρότητος,

59

F

ἂν σκεῦος ἀμελῶς ἴδῃ κείμενον, ἂν οἰκοῦντα φαύλως, ἂν ὀλιγωροῦντα κουρᾶς ἢ ἀμπεχόνης ἢ κυνός τινος ἢ ἵππου μὴ κατ’ ἀξίαν ἐπιμελόμενον· γονέων δὲ ὀλιγωρία καὶ παίδων ἀμέλεια καὶ ἀτιμία γαμετῆς
5καὶ πρὸς οἰκείους ὑπεροψία καὶ χρημάτων ὄλεθρος οὐδέν ἐστι πρὸς αὐτόν, ἀλλ’ ἄφωνος ἐν τούτοις καὶ ἄτολμος, ὥσπερ ἀθλητὴν ἀλείπτης ἐῶν μεθύειν καὶ
ἀκολασταίνειν, εἶτα περὶ ληκύθου χαλεπὸς ὢν καὶ στλεγγίδος, ἢ γραμματικὸς ἐπιπλήττων παιδὶ περὶ318
10δέλτου καὶ γραφείου, σολοικίζοντος δὲ καὶ βαρβαρί‐ ζοντος οὐ δοκῶν ἀκούειν. τοιοῦτος γὰρ ὁ κόλαξ, οἷος ῥήτορος φαύλου καὶ καταγελάστου μηδὲν εἰπεῖν

60

A

πρὸς τὸν λόγον, ἀλλὰ περὶ τῆς φωνῆς αἰτιᾶσθαι καὶ χαλεπῶς ἐγκαλεῖν ὅτι τὴν ἀρτηρίαν διαφθείρει ψυχροποτῶν, καὶ σύγγραμμα κελευσθεὶς ἄθλιον διελθεῖν αἰτιᾶσθαι τὸ χαρτίον ὡς δασὺ καὶ τὸν γρα‐
5φέα μιαρὸν καὶ ὀλίγωρον ἀποκαλεῖν. οὕτω δὲ καὶ Πτολεμαίῳ φιλομαθεῖν δοκοῦντι περὶ γλώττης καὶ στιχιδίου μαχόμενοι καὶ ἱστορίας μέχρι μέσων νυκτῶν ἀπέτεινον· ὠμότητι δὲ χρωμένου καὶ ὕβρει καὶ τυμπανίζοντος καὶ τελοῦντος οὐδεὶς ἐνέστη τῶν

60

B

τοσούτων. ὥσπερ οὖν εἴ τις ἀνθρώπου φύματα καὶ σύριγγας ἔχοντος ἰατρικῷ σμιλίῳ τὰς τρίχας τέμνοι καὶ τοὺς ὄνυχας, οὕτως οἱ κόλακες τὴν παρρησίαν πρὸς τὰ μὴ λυπούμενα μέρη μηδ’ ἀλγοῦντα προσ‐
5φέρουσιν. Ἔτι δὲ τούτων ἕτεροι πανουργότεροι καὶ πρὸς ἡδονὴν χρῶνται τῷ παρρησιάζεσθαι καὶ ψέγειν. καθάπερ Ἆγις ὁ Ἀργεῖος, Ἀλεξάνδρου γελωτοποιῷ τινι μεγάλας δωρεὰς διδόντος, ὑπὸ
10φθόνου καὶ λύπης ἐξέκραγεν “ὢ τῆς πολλῆς ἀτοπίας,” ἐπιστρέψαντος δὲ τοῦ βασιλέως πρὸς αὐτὸν ὀργῇ καὶ “τί δὴ σὺ λέγεις;” εἰπόντος “ὁμολογῶ,” φησίν, “ἄχθεσθαι καὶ ἀγανακτεῖν, ὁρῶν ὑμᾶς τοὺς ἐκ Διὸς γεγονότας ἅπαντας ὁμοίως

60

C

κόλαξιν ἀνθρώποις καὶ καταγελάστοις χαίροντας· καὶ γὰρ Ἡρακλῆς Κέρκωψί τισι, καὶ Σειληνοῖς ὁ Διόνυσος ἐτέρπετο, καὶ παρὰ σοὶ τοιούτους ἰδεῖν ἔστιν εὐδοκιμοῦντας.” Τιβερίου δὲ Καίσαρος εἰς320
5τὴν σύγκλητόν ποτε παρελθόντος εἷς τῶν κολάκων ἀναστὰς ἔφη δεῖν ἐλευθέρους ὄντας παρρησιάζεσθαι καὶ μηδὲν ὑποστέλλεσθαι μηδ’ ἀποσιωπᾶν τῶν συμφερόντων· ἀνατείνας δὲ πάντας οὕτως, γενο‐ μένης αὐτῷ σιωπῆς καὶ τοῦ Τιβερίου προσέχοντος,
10“ἄκουσον,” ἔφη, “Καῖσαρ ἅ σοι πάντες ἐγκαλοῦ‐ μεν, οὐδεὶς δὲ τολμᾷ φανερῶς λέγειν. ἀμελεῖς σεαυτοῦ καὶ προΐεσαι τὸ σῶμα καὶ κατατρύχεις ἀεὶ φροντίσι καὶ πόνοις ὑπὲρ ἡμῶν, οὔτε μεθ’

60

D

ἡμέραν οὔτε νυκτὸς ἀναπαυόμενος.” πολλὰ δ’ αὐτοῦ τοιαῦτα συνείροντος, εἰπεῖν φασι τὸν ῥήτορα Κάσσιον Σευῆρον “αὕτη τοῦτον ἡ παρρησία τὸν ἄνθρωπον ἀποκτενεῖ.”
5 Καὶ ταυτὶ μὲν ἐλάττονά ἐστιν. ἐκεῖνα δ’ ἤδη χαλεπὰ καὶ λυμαινόμενα τοὺς ἀνοήτους, ὅταν εἰς τἀναντία πάθη καὶ νοσήματα κατηγορῶσιν (ὥσπερ Ἱμέριος ὁ κόλαξ τῶν πλουσίων τινὰ τὸν ἀνελευθερώτατον καὶ φιλαργυρώτατον Ἀθήνησιν
10ὡς ἄσωτον ἐλοιδόρει καὶ ἀμελῆ καὶ πεινήσοντα

60

E

κακῶς μετὰ τῶν τέκνων) ἢ τοὺς ἀσώτους αὖ πάλιν καὶ πολυτελεῖς εἰς μικρολογίαν καὶ ῥυπαρίαν ὀνειδίζωσιν (ὥσπερ Νέρωνα Τίτος Πετρώνιος) ἢ τοὺς ὠμῶς καὶ ἀγρίως προσφερομένους ἄρχοντας
5ὑπηκόοις ἀποθέσθαι κελεύωσι τὴν πολλὴν ἐπι‐ είκειαν καὶ τὸν ἄκαιρον ἔλεον καὶ ἀσύμφορον.
ὅμοιος δὲ τούτοις καὶ ὁ τὸν εὐήθη καὶ βλᾶκα καὶ ἀβέλτερον ὡς δεινόν τινα καὶ πανοῦργον καὶ φυλάττεσθαι καὶ δεδιέναι προσποιούμενος, καὶ ὁ322
10τοῦ βασκάνου δὲ καὶ τῷ κακολογεῖν ἀεὶ καὶ ψέγειν χαίροντος, ἄν ποτε προαχθεὶς ἐπαινέσῃ τινὰ τῶν ἐνδόξων, καθαπτόμενος καὶ ἀντιλέγων ὡς νόσημα

60

F

τοῦτ’ ἔχοντος, ἀνθρώπους ἐπαινεῖν καὶ μηδενὸς ἀξίους. “τίς γὰρ οὗτός ἐστιν ἢ τί λαμπρὸν εἴρηκεν ἢ πεποίηκε;” μάλιστα δὲ περὶ τοὺς ἔρωτας τοῖς κολακευομένοις ἐπιτίθενται καὶ προσ‐
5εκκάουσιν. ἀδελφοῖς μὲν γὰρ ὁρῶντες διαφερομέ‐ νους ἢ γονέων ὑπερφρονοῦντας ἢ πρὸς γυναῖκας αὐτῶν ὑπεροπτικῶς ἔχοντας οὔτε νουθετοῦσιν οὔτ’ ἐγκαλοῦσιν, ἀλλὰ καὶ προσεπιτείνουσι τὰς ὀργάς. “οὐ γὰρ αἰσθάνῃ σαυτοῦ” καὶ “σὺ τούτων αἴτιος,
10ἀεὶ θεραπευτικῶς προσφερόμενος καὶ ταπεινῶς.”

61

A

ἂν δὲ πρὸς ἑταίραν ἢ μοιχεύτριαν ἐρωμένην κνησμός τις ἐξ ὀργῆς καὶ ζηλοτυπίας ἐγγένηται, πάρεστιν εὐθὺς μετὰ παρρησίας λαμπρᾶς ἡ κολακεία, πῦρ ἐπὶ πῦρ εἰσφέρουσα καὶ δικαιολογουμένη καὶ
5κατηγοροῦσα τοῦ ἐρῶντος ὡς ἀνέραστα πολλὰ καὶ σκληρὰ καὶ νεμεσητὰ ποιοῦντος·
6
ὦ δυσχάριστε, τῶν πυκνῶν φιλημάτων.
7 οὕτως Ἀντώνιον οἱ φίλοι τῆς Αἰγυπτίας ἐρῶντα καὶ καόμενον ἀνέπειθον ὡς ὑπ’ ἐκείνης ἐρῷτο, καὶ
10λοιδοροῦντες ἐκάλουν ἀπαθῆ καὶ ὑπερήφανον. “ἡ μὲν γὰρ γυνὴ καταλιποῦσα βασιλείαν τοσαύτην

61

B

καὶ διατριβὰς εὐδαίμονας φθείρεται μετὰ σοῦ
στρατευομένη, σχῆμα παλλακίδος ἔχουσα· σοὶ δέ τις ἐν στήθεσσιν ἀκήλητος νόος ἐστί324
3 καὶ περιορᾷς αὐτὴν ἀνιωμένην.” ὁ δ’ ἡδέως
5ἐλεγχόμενος ὡς ἀδικῶν καὶ τοῖς κατηγοροῦσι χαίρων ὡς οὐδὲ τοῖς ἐπαινοῦσιν ἐλάνθανε τῷ νουθετεῖν δοκοῦντι προσδιαστρεφόμενος. ἔοικε γὰρ ἡ τοιαύτη παρρησία τοῖς τῶν ἀκολάστων δήγμασι γυναικῶν, ἐγείρουσα καὶ γαργαλίζουσα τῷ δοκοῦντι
10λυπεῖν τὸ ἡδόμενον. καὶ καθάπερ τὸν ἄκρατον ἄλλως βοηθοῦντα πρὸς τὸ κώνειον ἂν ἐμμείξωσι

61

C

προσεμβαλόντες αὐτῷ, κομιδῇ ποιοῦσι τὴν τοῦ φαρμάκου δύναμιν ἀβοήθητον, ὀξέως ἀναφερο‐ μένην ἐπὶ τὴν καρδίαν ὑπὸ θερμότητος, οὕτω τὴν παρρησίαν ἐπιστάμενοι μέγα βοήθημα πρὸς τὴν
5κολακείαν οὖσαν οἱ πονηροὶ δι’ αὐτῆς κολακεύουσι τῆς παρρησίας. ὅθεν οὐδ’ ὁ Βίας ἀπεκρίνατο καλῶς τῷ πυθομένῳ τί τῶν ζῴων χαλεπώτατόν ἐστιν, ἀποκρινάμενος ὅτι τῶν μὲν ἀγρίων ὁ τύραν‐ νος, τῶν δ’ ἡμέρων ὁ κόλαξ. ἀληθέστερον γὰρ ἦν
10εἰπεῖν ὅτι τῶν κολάκων ἥμεροι μέν εἰσιν οἱ περὶ

61

D

τὸ βαλανεῖον καὶ περὶ τὴν τράπεζαν, ὁ δ’ εἰς τὰ δωμάτια καὶ τὴν γυναικωνῖτιν ἐκτείνων ὥσπερ πλεκτάνας τὸ πολύπραγμον καὶ διάβολον καὶ κακό‐ ηθες ἄγριος καὶ θηριώδης καὶ δυσμεταχείριστος.
5 Εἷς δέ τις ἔοικε τρόπος εἶναι φυλακῆς τὸ γιγνώσκειν καὶ μνημονεύειν ἀεὶ ὅτι τῆς ψυχῆς τὸ μὲν ἀληθινὸν καὶ φιλόκαλον καὶ λογικὸν ἐχούσης, τὸ δ’ ἄλογον καὶ φιλοψευδὲς καὶ παθητικόν, ὁ μὲν
φίλος ἀεὶ τῷ κρείττονι πάρεστι σύμβουλος καὶ326
10συνήγορος, ὥσπερ ἰατρὸς τὸ ὑγιαῖνον αὔξων καὶ διαφυλάττων, ὁ δὲ κόλαξ τῷ παθητικῷ καὶ ἀλόγῳ

61

E

παρακάθηται, καὶ τοῦτο κνᾷ καὶ γαργαλίζει καὶ ἀναπείθει, καὶ ἀφίστησι τοῦ λογισμοῦ, μηχανώ‐ μενος αὐτῷ πονηράς τινας ἡδυπαθείας. ὥσπερ οὖν τῶν σιτίων ἔστιν ἃ μήθ’ αἵματι προσφύεται
5μήτε πνεύματι, μηδὲ νεύροις τινὰ τόνον ἢ μυελοῖς προστίθησιν, ἀλλ’ αἰδοῖα παρακινεῖ καὶ κοιλίαν ἐγείρει καὶ σάρκα ποιεῖ σαθρὰν καὶ ὕπουλον, οὕτως ὁ τοῦ κόλακος λόγος οὐδὲν τῷ φρονοῦντι καὶ λογιζομένῳ προστίθησιν, ἀλλ’ ἡδονήν τινα τιθα‐
10σεύων ἔρωτος ἢ θυμὸν ἐντείνων ἀνόητον ἢ διερε‐ θίζων φθόνον ἢ φρονήματος ὄγκον ἐμποιῶν ἐπαχθῆ καὶ κενὸν ἢ λύπῃ συνεπιθρηνῶν ἢ τὸ κακόηθες

61

F

καὶ ἀνελεύθερον καὶ ἄπιστον ἀεί τισι διαβολαῖς καὶ προαισθήσεσι δριμὺ καὶ ψοφοδεὲς ποιῶν καὶ ὕποπτον οὐ διαφεύξεται τοὺς προσέχοντας. ἀεὶ γὰρ ὑφορμεῖ τινι πάθει καὶ τοῦτο πιαίνει, καὶ
5πάρεστι βουβῶνος δίκην ἑκάστοτε τοῖς ὑπούλοις καὶ φλεγμαίνουσι τῆς ψυχῆς ἐπιγιγνόμενος. “ὀργίζῃ; κόλασον. ἐπιθυμεῖς; ὤνησαι. φοβῇ; φύγωμεν. ὑπονοεῖς; πίστευσον.” Ἂν δὲ περὶ ταῦτα δυσφώρατος ᾖ τὰ πάθη, διὰ
10σφοδρότητα καὶ μέγεθος ἐκκρουομένου τοῦ λογι‐ σμοῦ, περὶ τὰ μικρὰ λαβὴν παρέξει μᾶλλον, ὅμοιος

62

A

ὤν. καὶ γὰρ ἐν ὑποψίᾳ κραιπάλης τινὸς ἢ πλη‐ σμονῆς γενόμενον καὶ διστάζοντα περὶ λουτροῦ καὶ τροφῆς ὁ μὲν φίλος ἐφέξει, φυλάττεσθαι καὶ προσέχειν παραινῶν, ὁ δὲ κόλαξ εἰς τὸ βαλανεῖον328
5ἕλκει, καὶ κελεύει νεαρόν τι παρατιθέναι καὶ μὴ κακοῦν ἀνατάσει τὸ σῶμα. καὶ πρὸς ὁδὸν ἢ πλοῦν ἤ τινα πρᾶξιν ὁρῶν ἀπομαλακιζόμενον οὐ φήσει κατεπείγειν τὸν καιρόν, ἀλλὰ ταὐτὸ ποιήσειν ὑπερθεμένους ἢ πέμψαντας ἕτερον. ἂν δ’ ὑπεσχη‐
10μένος ἀργύριον οἰκείῳ τινὶ δανείσειν ἢ ἐπιδώσειν

62

B

μεταμέληται μὲν αἰδῆται δέ, τῇ χείρονι ῥοπῇ προστιθεὶς ἑαυτὸν ὁ κόλαξ ἐπέρρωσε τὴν εἰς τὸ βαλλάντιον γνώμην καὶ τὸ δυσωπούμενον ἐξέκο‐ ψεν, ὡς ἀναλίσκοντα πολλὰ καὶ πολλοῖς ἀρκεῖν
5ὀφείλοντα φείδεσθαι κελεύων. ὅθεν εἰ μὴ λανθά‐ νομεν ἑαυτοὺς ἐπιθυμοῦντες ἀναισχυντοῦντες ἀπο‐ δειλιῶντες, ὁ κόλαξ ἡμᾶς οὐ λήσεται. ἔστι γὰρ συνηγορῶν ἀεὶ τούτοις τοῖς πάθεσι καὶ περὶ τὰς τούτων ἐκβάσεις παρρησιαζόμενος. ταῦτα μὲν
10οὖν ἱκανὰ περὶ τούτων. Ἐπὶ δὲ τὰς χρείας καὶ τὰς ὑπουργίας ἴωμεν ἤδη· καὶ γὰρ ἐν ταύταις πολλὴν ἀπεργάζεται

62

C

σύγχυσιν καὶ ἀσάφειαν ὁ κόλαξ τῆς πρὸς τὸν φίλον διαφορᾶς ἄοκνος δοκῶν εἶναι καὶ πρόθυμος ἐν πᾶσι καὶ ἀπροφάσιστος. ὁ μὲν γὰρ τοῦ φίλου τρόπος ὥσπερ ὁ τῆς ἀληθείας μῦθος ἁπλοῦς ἐστι
5κατ’ Εὐριπίδην καὶ ἀφελὴς καὶ ἄπλαστος, ὁ δὲ
τοῦ κόλακος ὄντως
νοσῶν ἐν αὑτῷ φαρμάκων δεῖται σοφῶν
330
7 καὶ πολλῶν νὴ Δία καὶ περιττῶν. ὥσπερ οὖν ἐν ταῖς ἀπαντήσεσιν ὁ μὲν φίλος ἔστιν ὅτε μήτ’ εἰπὼν
10μήτ’ ἀκούσας μηδὲν ἀλλὰ προσβλέψας καὶ μειδιάσας τὸ εὐμενὲς καὶ τὸ οἰκεῖον ἔνδοθεν δοὺς ταῖς ὄψεσι

62

D

καὶ δεξάμενος παρῆλθεν, ὁ δὲ κόλαξ τρέχει κατα‐ διώκει δεξιοῦται πόρρωθεν, ἂν προσαγορευθῇ πρό‐ τερον ὀφθείς, ἀπολογεῖται μετὰ μαρτύρων καὶ ὅρκων πολλάκις, οὕτως ἐν ταῖς πράξεσι πολλὰ
5παραλείπουσιν οἱ φίλοι τῶν μικρῶν, οὐκ ἐξακρι‐ βοῦντες οὐδὲ πολυπραγμονοῦντες οὐδέν, οὐδ’ ἑαυ‐ τοὺς εἰς πᾶσαν ὑπουργίαν ἐμβάλλοντες. ἀλλ’ ἐκεῖνος ἐνταῦθα συνεχὴς καὶ ἐνδελεχὴς καὶ ἄτρυτος, οὐ διδοὺς ἑτέρῳ τόπον οὐδὲ χώραν διακονίας,
10ἀλλὰ βουλόμενος κελεύεσθαι, κἂν μὴ κελευσθῇ, δακνόμενος, μᾶλλον δ’ ὅλως ἐξαθυμῶν καὶ ποτνιώ‐ μενος. Ἔστι μὲν οὖν καὶ ταῦτα δηλώματα τοῖς

62

E

νοῦν ἔχουσιν οὐκ ἀληθινῆς φιλίας οὐδὲ σώφρονος ἀλλ’ ἑταιρούσης καὶ περιπλεκομένης ἑτοιμότερον τῶν δεομένων. Οὐ μὴν ἀλλὰ δεῖ πρῶτον ἐν ταῖς ἐπαγγελίαις
5σκοπεῖν τὴν διαφοράν. εὖ γὰρ εἴρηται καὶ τοῖς πρὸ ἡμῶν φίλου μὲν ἐκείνην εἶναι τὴν ἐπαγγελίαν
6 εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστί,
7 κόλακος δὲ ταύτην
8
αὔδα ὅ τι φρονέεις.
9
10καὶ γὰρ οἱ κωμικοὶ τοιούτους εἰσάγουσιν ἐμέ, Νικόμαχε, πρὸς τὸν στρατιώτην τάξατε, ἂν μὴ ποιήσω πέπονα μαστιγῶν ὅλον, ἂν μὴ ποιήσω σπογγιᾶς μαλακώτερον τὸ πρόσωπον.332
14

62

F

ἔπειτα τῶν μὲν φίλων οὐδεὶς γίγνεται συνεργός, εἰ μὴ γένηται σύμβουλος πρότερον, ἀλλ’ ὅταν δοκι‐ μάσῃ καὶ συγκαταστήσῃ τὴν πρᾶξιν εἰς τὸ πρέπον ἢ τὸ συμφέρον· ὁ δὲ κόλαξ, κἂν ἀποδῷ τις αὐτῷ
5τὸ συνδοκιμάσαι καὶ συναποφήνασθαι περὶ τοῦ πράγματος, οὐ μόνον ὑπείκειν καὶ χαρίζεσθαι βου‐ λόμενος, ἀλλὰ καὶ δεδιὼς ὑποψίαν ὀκνοῦντος παρ‐ έχειν καὶ φεύγοντος τὸ ἔργον, ἐνδίδωσι καὶ συνεξορμᾷ τῇ ἐπιθυμίᾳ. οὐδεὶς γάρ ἐστι ῥᾳδίως
10πλούσιος οὐδὲ βασιλεὺς οἷος εἰπεῖν
10

63

A

ἐμοὶ γὰρ εἴη πτωχός, εἰ δὲ βούλεται, πτωχοῦ κακίων, ὅστις ὢν εὔνους ἐμοὶ φόβον παρελθὼν τἀπὸ καρδίας ἐρεῖ,
3 ἀλλ’ ὥσπερ οἱ τραγῳδοὶ χοροῦ δέονται φίλων συν‐
5ᾳδόντων ἢ θεάτρου συνεπικροτοῦντος. ὅθεν ἡ μὲν τραγικὴ Μερόπη παραινεῖ
6 φίλους δὲ τοὺς μὲν μὴ χαλῶντας ἐν λόγοις κέκτησο, τοὺς δὲ πρὸς χάριν σὺν ἡδονῇ τῇ σῇ πονηροὺς κλῇθρον εἰργέτω στέγης,
9

63

B

οἱ δὲ τοὐναντίον δρῶσι, “τοὺς μὲν μὴ χαλῶντας ἐν λόγοις” ἀλλ’ ἀντιβαίνοντας ὑπὲρ τοῦ συμφέροντος
ἀφοσιοῦνται, “τοὺς δὲ πρὸς χάριν πονηροὺς” καὶ ἀνελευθέρους καὶ γόητας οὐ μόνον “κλῄθρων καὶ334
5στέγης” ἐντὸς ἀλλὰ καὶ παθῶν καὶ πραγμάτων ἀπορρήτων λαμβάνουσιν. ὧν ὁ μὲν ἁπλούστερος οὐκ οἴεται δεῖν οὐδ’ ἀξιοῖ σύμβουλος εἶναι πραγ‐ μάτων τηλικούτων ἀλλ’ ὑπουργὸς καὶ διάκονος, ὁ δὲ πανουργότερος ἔστη μὲν ἐν τῷ συνδιαπορεῖν
10καὶ τὰς ὀφρῦς συνάγειν καὶ συνδιανεύειν τῷ προσώπῳ, λέγει δ’ οὐδέν· ἂν δ’ ἐκεῖνος εἴπῃ τὸ φαινόμενον, “ὦ Ἡράκλεις, ἔφθης με,” φησί, “μικρὸν εἰπών, ἐγὼ γὰρ αὐτὸ τοῦτο λέγειν ἔμελ‐ λον.” ὡς γὰρ οἱ μαθηματικοὶ τὰς ἐπιφανείας καὶ

63

C

τὰς γραμμὰς λέγουσι μήτε κάμπτεσθαι μήτε διατείνεσθαι μήτε κινεῖσθαι καθ’ ἑαυτάς, νοητὰς καὶ ἀσωμάτους οὔσας, συγκάμπτεσθαι δὲ καὶ συνδιατείνεσθαι καὶ συμμεθίστασθαι τοῖς σώμασιν
5ὧν πέρατά εἰσιν, οὕτω τὸν κόλακα φωράσεις ἀεὶ συνεπιφάσκοντα καὶ συναποφαινόμενον καὶ συνηδό‐ μενον νὴ Δία καὶ συνοργιζόμενον, ὥστε παντελῶς ἔν γε τούτοις εὐφώρατον εἶναι τὴν διαφοράν. ἔτι δὲ μᾶλλον ἐν τῷ τρόπῳ τῆς ὑπουργίας. ἡ μὲν
10γὰρ παρὰ τοῦ φίλου χάρις ὥσπερ ζῷον ἐν βάθει

63

D

τὰς κυριωτάτος ἔχει δυνάμεις, ἐπιδεικτικὸν δὲ καὶ πανηγυρικὸν οὐδὲν ἔπεστιν ἀλλὰ πολλάκις, ὥσπερ ἰατρὸς λαθὼν ἐθεράπευσε, καὶ φίλος ὠφέλησεν ἐν‐ τυχὼν ἢ διαλυσάμενος, ἀγνοοῦντος ἐπιμεληθείς.
5τοιοῦτος Ἀρκεσίλαος περί τε τἄλλα καὶ νοσοῦντος Ἀπελλοῦ τοῦ Χίου τὴν πενίαν καταμαθὼν ἐπαν‐
ῆλθεν αὖθις ἔχων εἴκοσι δραχμάς, καὶ καθίσας πλησίον “ἐνταῦθα μέν,” εἶπεν, “οὐδὲν ἢ τὰ Ἐμπεδοκλέους στοιχεῖα ταυτὶ336
9
10πῦρ καὶ ὕδωρ καὶ γαῖα καὶ αἰθέρος ἤπιον ὕψος.
10 ἀλλ’ οὐδὲ κατάκεισαι σὺ δεξιῶς,” ἅμα δὲ διακινῶν τὸ προσκεφάλαιον αὐτοῦ, λαθὼν ὑπέβαλε τὸ κερ‐

63

E

μάτιον. ὡς οὖν ἡ διακονοῦσα πρεσβῦτις εὗρε καὶ θαυμάσασα τῷ Ἀπελλῇ προσήγγειλε, γελάσας ἐκεῖνος “Ἀρκεσιλάου,” εἶπε, “τοῦτο τὸ κλέμμα.” καὶ μὴν ἐοικότα γε τέκνα φύεται γονεῦσιν ἐν φιλο‐
5σοφίᾳ. Λακύδης γοῦν ὁ Ἀρκεσιλάου γνώριμος ἀπ’ εἰσαγγελίας φεύγοντι δίκην Κηφισοκράτει μετὰ τῶν ἄλλων φίλων παρειστήκει. τοῦ δὲ κατηγόρου τὸν δακτύλιον αἰτήσαντος, ὁ μὲν ἡσυχῇ παρακαθ‐ ῆκεν, αἰσθόμενος δ’ ὁ Λακύδης ἐπέβη τῷ ποδὶ καὶ
10ἐπέκρυψεν· ἦν γὰρ ὁ ἔλεγχος ἐν ἐκείνῳ. μετὰ δὲ τὴν ἀπόφασιν τοῦ Κηφισοκράτους δεξιουμένου τοὺς

63

F

δικαστὰς εἷς τις ὡς ἔοικεν ἑωρακὼς τὸ γενόμενον ἐκέλευσε Λακύδῃ χάριν ἔχειν καὶ τὸ πρᾶγμα διηγή‐ σατο, τοῦ Λακύδου πρὸς μηδένα φράσαντος. οὕτως οἶμαι καὶ τοὺς θεοὺς εὐεργετεῖν τὰ πολλὰ λανθά‐
5νοντας, αὐτῷ τῷ χαρίζεσθαι καὶ εὖ ποιεῖν φύσιν ἔχοντας ἥδεσθαι. τὸ δὲ τοῦ κόλακος ἔργον οὐδὲν ἔχει δίκαιον οὐδ’ ἀληθινὸν οὐδ’ ἁπλοῦν οὐδ’ ἐλευ‐ θέριον, ἀλλ’ ἱδρῶτα καὶ κραυγὴν καὶ διαδρομὴν καὶ σύντασιν προσώπου ποιοῦσαν ἔμφασιν καὶ δόκησιν

64

A

ἐπιπόνου χρείας καὶ κατεσπευσμένης, ὥσπερ ζῳ‐
γράφημα περίεργον ἀναιδέσι φαρμάκοις καὶ κεκλα‐ σμέναις στολίσι καὶ ῥυτίσι καὶ γωνίαις ἐναργείας φαντασίαν ἐπαγόμενον. ἔστι δὲ καὶ διηγούμενος338
5ἐπαχθὴς ὡς ἔπραξε πλάνας τινὰς ἐπ’ αὐτῷ καὶ φροντίδας, εἶτ’ ἀπεχθείας πρὸς ἑτέρους εἶτα πράγ‐ ματα μυρία καὶ μεγάλα πάθη διεξιών, ὥστ’ εἰπεῖν οὐκ ἄξια ταῦτ’ ἐκείνων· πᾶσα μὲν γὰρ ὀνειδιζομένη χάρις ἐπαχθὴς καὶ ἄχαρις καὶ οὐκ ἀνεκτή, ταῖς δὲ
10τῶν κολάκων οὐχ ὕστερον ἀλλὰ πραττομέναις ἔν‐

64

B

εστιν εὐθὺς τὸ ἐπονείδιστον καὶ δυσωποῦν. ὁ δὲ φίλος, ἂν εἰπεῖν δεήσῃ τὸ πρᾶγμα, μετρίως ἀπ‐ ήγγειλε, περὶ αὑτοῦ δ’ εἶπεν οὐδέν. ᾗ δὴ καὶ Λα‐ κεδαιμόνιοι Σμυρναίοις δεομένοις σῖτον πέμψαντες,
5ὡς ἐθαύμαζον ἐκεῖνοι τὴν χάριν, “οὐδέν,” ἔφασαν, “μέγα· μίαν γὰρ ἡμέραν ψηφισάμενοι τὸ ἄριστον ἀφελεῖν ἑαυτῶν καὶ τῶν ὑποζυγίων ταῦτ’ ἠθροίσα‐ μεν.” οὐ γὰρ μόνον ἐλευθέριος ἡ τοιαύτη χάρις, ἀλλὰ καὶ τοῖς λαμβάνουσιν ἡδίων, ὅτι τοὺς ὠφε‐
10λοῦντας οὐ μεγάλα βλάπτεσθαι νομίζουσιν. Οὐ τοίνυν μάλιστα τῷ περὶ τὰς ὑπουργίας ἐπαχθεῖ τοῦ κόλακος οὐδὲ τῇ περὶ τὰς ἐπαγγελίας

64

C

εὐχερείᾳ γνοίη τις ἂν τὴν φύσιν, ἀλλὰ μᾶλλον ἐν τῷ καλῷ τῆς χρείας ἢ αἰσχρῷ καὶ διαφέροντι πρὸς ἡδονὴν ἢ ὠφέλειαν. ὁ μὲν γὰρ φίλος οὐχ, ὥσπερ ἀπεφαίνετο Γοργίας, αὑτῷ μὲν ἀξιώσει τὰ δίκαια
5τὸν φίλον ὑπουργεῖν, ἐκείνῳ δ’ αὐτὸς ὑπηρετήσει
πολλὰ καὶ τῶν μὴ δικαίων·
συσσωφρονεῖν γάρ, οὐχὶ συννοσεῖν ἔφυ.
340
7 μᾶλλον οὖν κἀκεῖνον ἀποτρέψει τῶν μὴ προσηκόν‐ των· ἂν δὲ μὴ πείθῃ, καλὸν τὸ Φωκίωνος πρὸς
10Ἀντίπατρον “οὐ δύνασαί μοι καὶ φίλῳ χρῆσθαι καὶ κόλακι,” τουτέστι καὶ φίλῳ καὶ μὴ φίλῳ. συνεργεῖν γὰρ δεῖ τῷ φίλῳ μὴ συμπανουργεῖν, καὶ συμβουλεύειν μὴ συνεπιβουλεύειν, καὶ συμμαρτυ‐ ρεῖν μὴ συνεξαπατᾶν, καὶ συνατυχεῖν νὴ Δία μὴ

64

D

συναδικεῖν. οὐδὲ γὰρ τὸ συνειδέναι τοῖς φίλοις τὰ αἰσχρά, πόθεν γε δὴ τὸ συμπράττειν καὶ συνασχη‐ μονεῖν αἱρετόν ἐστιν; ὥσπερ οὖν Λακεδαιμόνιοι μάχῃ κρατηθέντες ὑπ’ Ἀντιπάτρου καὶ ποιούμενοι
5διαλύσεις ἠξίουν ὅ τι βούλεται ζημιῶδες, αἰσχρὸν δὲ μηδὲν ἐπιτάττειν αὐτοῖς, οὕτως ὁ φίλος, ἄν τις ἢ δαπάνην ἢ κίνδυνον ἢ πόνον ἔχουσα χρεία κατα‐ λαμβάνῃ, πρῶτος ἀξιῶν καλεῖσθαι καὶ μετέχειν ἀ‐ προφασίστως καὶ προθύμως, ὅπου δὲ πρόσεστιν αἰ‐
10σχύνη, μόνον ἐᾶν καὶ φείδεσθαι παραιτούμενος.

64

E

ἀλλ’ ἥ γε κολακεία τοὐναντίον ἐν μὲν ταῖς ἐπιπόνοις καὶ κινδυνώδεσιν ὑπουργίαις ἀπαγορεύει, κἂν δια‐ πειρώμενος κρούσῃς, σαθρὸν ἔκ τινος προφάσεως ὑπηχεῖ καὶ ἀγεννές· ἐν δὲ ταῖς αἰσχραῖς καὶ ταπει‐
5ναῖς καὶ ἀδόξοις διακονίαις ἀπόχρησαι πάτησον, οὐδὲν ἡγεῖται δεινὸν οὐδ’ ὑβριστικόν. Ὁρᾷς τὸν πίθηκον; οὐ δύναται τὴν οἰκίαν φυλάτ‐
τειν ὡς ὁ κύων, οὐδὲ βαστάζειν ὡς ὁ ἵππος, οὐδ’ ἀροῦν τὴν γῆν ὡς οἱ βόες· ὕβριν οὖν φέρει καὶ342
10βωμολοχίαν καὶ παιδιὰς ἀνέχεται, γέλωτος ὄργανον ἐμπαρέχων ἑαυτόν. οὕτω δὴ καὶ ὁ κόλαξ οὐ συν‐ ειπεῖν οὐ συνεισενεγκεῖν οὐ συναγωνίσασθαι δυνά‐ μενος, πόνου τε καὶ σπουδῆς ἁπάσης ἀπολειπό‐

64

F

μενος, ἐν ταῖς ὑπὸ μάλης πράξεσιν ἀπροφάσιστός ἐστι, καὶ πιστὸς ἔρωτος ὑπηρέτης καὶ περὶ λύσιν πόρνης ἀκριβὴς καὶ πότου δαπάνης ἐκκαθῆραι λογισμὸν οὐκ ἀμελής, οὐδὲ ῥᾴθυμος ἐν δείπνων
5παρασκευαῖς, θεραπευτικὸς δὲ παλλακίδων, πρὸς δὲ κηδεστὰς ἀποθρασύνεσθαι κελευσθεὶς καὶ συνεκ‐ βαλεῖν γαμετὴν ἄτεγκτος καὶ ἀδυσώπητος. ὥστε

65

A

μηδὲ ταύτῃ δυσφώρατον εἶναι τὸν ἄνδρα· προσ‐ ταττόμενος γὰρ ὅ τι βούλει τῶν ἀδόξων καὶ μὴ καλῶν ἕτοιμος ἀφειδεῖν ἑαυτοῦ, τῷ προστάττοντι χαριζόμενος.
5 Οὐχ ἥκιστα δ’ ἄν τις αὐτὸν ἐν τῇ πρὸς τοὺς ἄλλους φίλους διαθέσει καταμάθοι πολὺ τοῦ φίλου διαφέροντα. τῷ μὲν γὰρ ἥδιστόν ἐστι μετὰ πολλῶν φιλεῖν καὶ φιλεῖσθαι, καὶ τοῦτο πράττων ἀεὶ διατελεῖ περὶ τὸν φίλον ὅπως πολύφιλος καὶ πολυ‐
10τίμητος ἔσται· κοινὰ γὰρ τὰ φίλων ἡγούμενος οὐδὲν οὕτως οἴεται δεῖν κοινὸν ὡς τοὺς φίλους

65

B

ὑπάρχειν· ὁ δὲ ψευδὴς καὶ νόθος καὶ ὑπόχαλκος ὤν, ἅτε δὴ μάλιστα γιγνώσκων ἑαυτὸν ἀδικοῦντα τὴν φιλίαν ὥσπερ νόμισμα παράσημον ὑπ’ αὐτοῦ γενομένην, ἔστι μὲν καὶ φύσει φθονερός, ἀλλὰ τῷ
5φθόνῳ χρῆται πρὸς τοὺς ὁμοίους, διαμιλλώμενος ὑπερβαλέσθαι βωμολοχίᾳ καὶ σπερμολογίᾳ, τὸν δὲ κρείττονα τρέμει καὶ δέδοικεν, οὐ μὰ Δία344
7
παρὰ Λύδιον ἅρμα πεζὸς οἰχνεύων
8 ἀλλὰ
9
10 “παρὰ χρυσὸν ἑφθόν,” ὥς φησι Σιμωνίδης, “ἀκήρατον οὐδὲ μόλυβδον ἔχων.”
11 ὅταν οὖν ἐλαφρὸς ὢν καὶ ἐπίτηκτος καὶ ἀπατηλὸς ἐγγύθεν ἀντεξετάζηται πρὸς ἀληθινὴν καὶ ἐμβριθῆ

65

C

φιλίαν καὶ σφυρήλατον, οὐκ ἀναφέρων ἀλλ’ ἐξελεγ‐ χόμευος ταὐτὸ ποιεῖ τῷ ζῳγραφήσαντι τοὺς ἀλεκ‐ τρυόνας ἀθλίως. ἐκεῖνός τε γὰρ ἐκέλευε τὸν παῖδα τοὺς ἀληθινοὺς ἀλεκτρυόνας ἀποσοβεῖν ἀπωτάτω τοῦ
5πίνακος, οὗτός τε τοὺς ἀληθινοὺς ἀποσοβεῖ φίλους καὶ οὐκ ἐᾷ πλησιάζειν· ἂν δὲ μὴ δύνηται, φανερῶς μὲν ὑποσαίνει καὶ περιέπει καὶ τέθηπεν ὡς ἀμεί‐ νονας, λάθρᾳ δ’ ὑφίησί τινας καὶ ὑποσπείρει δια‐ βολάς. κρυφίου δὲ λόγου κνήσαντος ἕλκος, κἂν μὴ
10παντελῶς εὐθὺς ἐργάσηται, τὸ τοῦ Μηδίου φυλάττει μεμνημένος. ἦν δ’ ὁ Μήδιος τοῦ περὶ τὸν Ἀλέξαν‐ δρον χοροῦ τῶν κολάκων οἷον ἔξαρχος καὶ σοφιστὴς

65

D

κορυφαῖος ἐπὶ τοὺς ἀρίστους συντεταγμένων. ἐκέλευεν οὖν θαρροῦντας ἅπτεσθαι καὶ δάκνειν ταῖς διαβολαῖς, διδάσκων ὅτι, κἂν θεραπεύσῃ τὸ ἕλκος ὁ δεδηγμένος, ἡ οὐλὴ μενεῖ τῆς διαβολῆς. ταύταις
5μέντοι ταῖς οὐλαῖς, μᾶλλον δὲ γαγγραίναις καὶ καρ‐ κινώμασι διαβρωθεὶς Ἀλέξανδρος ἀπώλεσε καὶ Καλλισθένη καὶ Παρμενίωνα καὶ Φιλώταν· Ἅγνωσι δὲ καὶ Βαγώαις καὶ Ἀγησίαις καὶ Δημητρίοις ἀφειδῶς ἐνέδωκεν ἑαυτὸν ὑποσκελίζεσθαι, προσ‐346
10κυνούμενον καὶ καταστολιζόμενον καὶ ἀναπλαττό‐

65

E

μενον ὑπ’ αὐτῶν ὥσπερ ἄγαλμα βαρβαρικόν. οὕτω μεγάλην ἔχει τὸ πρὸς χάριν δύναμιν, καὶ μεγίστην ὡς ἔοικεν ἐν τοῖς μεγίστοις εἶναι δοκοῦσι· τὸ γὰρ οἴεσθαι τὰ κάλλιστα μετὰ τοῦ βούλεσθαι πίστιν
5ἅμα τῷ κόλακι καὶ θάρσος δίδωσι. τῶν μὲν γὰρ τόπων τὰ ὑψηλὰ δυσπρόσοδα καὶ δυσέφικτα γί‐ γνεται τοῖς ἐπιβουλεύουσι, τὸ δ’ ἐν ψυχῇ νοῦν οὐκ ἐχούσῃ δι’ εὐτυχίαν ἢ δι’ εὐφυΐαν ὕψος καὶ φρόνημα τοῖς μικροῖς καὶ ταπεινοῖς μάλιστα βάσιμόν ἐστιν.
10 Ὅθεν ἀρχόμενοί τε τοῦ λόγου παρεκελευ‐ σάμεθα καὶ νῦν παρακελευόμεθα τὸ φίλαυτον ἐκ‐

65

F

κόπτειν ἑαυτῶν καὶ τὴν οἴησιν· αὕτη γὰρ ἡμᾶς προκολακεύουσα μαλακωτέρους ποιεῖ τοῖς θυραίοις κόλαξιν, ὡς ἑτοίμους ὄντας. ἂν δὲ πειθόμενοι τῷ θεῷ καὶ τὸ “γνῶθι σαυτὸν” ὡς ἑκάστῳ τοῦ παντὸς
5ἄξιόν ἐστι μαθόντες ἅμα καὶ φύσιν καὶ τροφὴν καὶ παίδευσιν ἑαυτῶν ἀναθεωρῶμεν ἐλλείμματα μυρία τοῦ καλοῦ καὶ πολὺ τὸ φαύλως καὶ εἰκῇ συμ‐ μεμιγμένον ἔχουσαν ἐν πράξεσιν ἐν λόγοις ἐν πά‐ θεσιν, οὐ πάνυ ῥᾳδίως ἐμπεριπατεῖν τοῖς κόλαξιν
10ἑαυτοὺς παρέξομεν. Ἀλέξανδρος μὲν γὰρ ἀπιστεῖν ἔφη τοῖς θεὸν αὐτὸν ἀναγορεύουσιν ἐν τῷ καθ‐
εύδειν μάλιστα καὶ ἀφροδισιάζειν, ὡς ἀγεννέστερος περὶ ταῦτα καὶ παθητικώτερος αὑτοῦ γιγνόμενος·348

66

A

ἡμεῖς δὲ πολλὰ πολλαχοῦ τῶν ἰδίων αἰσχρὰ καὶ λυπηρὰ καὶ ἀτελῆ καὶ ἡμαρτημένα καθορῶντες ἀεὶ φωράσομεν ἑαυτοὺς οὐκ ἐπαινοῦντος φίλου καὶ κατευλογοῦντος δεομένους, ἀλλ’ ἐλέγχοντος καὶ
5παρρησιαζομένου καὶ ψέγοντος ἡμᾶς νὴ Δία κακῶς πράττοντας. ὀλίγοι μὲν γὰρ ἐκ πολλῶν εἰσιν οἱ παρρησιάζεσθαι μᾶλλον ἢ χαρίζεσθαι τοῖς φίλοις τολμῶντες· ἐν δὲ τοῖς ὀλίγοις αὖθις οὐ ῥᾳδίως ἂν εὕροις ἐπισταμένους τοῦτο ποιεῖν, ἀλλ’ οἰομένους,
10ἂν λοιδορῶσι καὶ ψέγωσι, παρρησίᾳ χρῆσθαι. καί‐

66

B

τοι καθάπερ ἄλλῳ τινὶ φαρμάκῳ, καὶ τῷ παρρη‐ σιάζεσθαι μὴ τυχόντι καιροῦ τὸ λυπεῖν ἀχρήστως καὶ ταράττειν περίεστι καὶ ποιεῖν τρόπον τινὰ μετ’ ἀλγηδόνος ὃ ποιεῖ μεθ’ ἡδονῆς τὸ κολακεύειν. βλά‐
5πτονται γὰρ οὐκ ἐπαινούμενοι μόνον ἀκαίρως ἀλλὰ καὶ ψεγόμενοι· καὶ τοῦτο μάλιστα τοῖς κόλαξιν εὐ‐ λήπτους καὶ πλαγίους παραδίδωσιν, ἀπὸ τῶν σφόδρα προσάντων καὶ ἀντιτύπων ὥσπερ ἐπὶ τὰ κοῖλα καὶ μαλακὰ δίκην ὕδατος ἀπολισθάνοντας. διὸ δεῖ
10τὴν παρρησίαν ἤθει κεκρᾶσθαι καὶ λόγον ἔχειν ἀφ‐ αιροῦντα τὸ ἄγαν καὶ τὸ ἄκρατον αὐτῆς ὥσπερ φωτός, ἵνα μὴ ταραττόμενοι μηδ’ ἀλγοῦντες ὑπὸ τῶν ἅπαντα μεμφομένων καὶ πᾶσιν ἐγκαλούντων καταφεύγωσιν εἰς τὴν τοῦ κόλακος σκιάν, καὶ πρὸς
15τὸ μὴ λυποῦν ἀποστρέφωνται.

66

C

Πᾶσαν μὲν γάρ, ὦ Φιλόπαππε, κακίαν φευκτέον
ἐστὶ δι’ ἀρετῆς, οὐχὶ διὰ τῆς ἐναντίας κακίας, ὥσπερ ἔνιοι δοκοῦσιν αἰσχυντηλίαν μὲν ἀναισχυντίᾳ φεύ‐ γειν ἀγροικίαν δὲ βωμολοχίᾳ, δειλίας δὲ καὶ μα‐350
5λακίας ἀπωτάτω τίθεσθαι τὸν τρόπον ἂν ἔγγιστα φαίνωνται λαμυρίας καὶ θρασύτητος. ἔνιοι δὲ καὶ δεισιδαιμονίας ἀθεότητα καὶ πανουργίαν ἀβελτε‐

66

D

ρίας ἀπολόγημα ποιοῦνται, καθάπερ ξύλον τὸ ἦθος ἐκ καμπῆς εἰς τοὐναντίον ἀπειρίᾳ τοῦ κατορθοῦν διαστρέφοντες. αἰσχίστη δὲ κολακείας ἄρνησις ἀνωφελῶς λυπηρὸν εἶναι, καὶ κομιδῇ τινος ἀμούσου
5καὶ ἀτέχνου πρὸς εὔνοιαν ὁμιλίας ἀηδίᾳ καὶ χαλε‐ πότητι φεύγειν τὸ ἀγεννὲς ἐν φιλίᾳ καὶ ταπεινόν, ὥσπερ ἀπελεύθερον ἐν κωμῳδίᾳ τὴν κατηγορίαν ἰσηγορίας ἀπόλαυσιν ἡγούμενον. Ἐπεὶ τοίνυν αἰσχρὸν μέν ἐστι κολακείᾳ περι‐
10πεσεῖν διώκοντα τὸ πρὸς χάριν, αἰσχρὸν δὲ φεύγοντα κολακείαν παρρησίας ἀμετρίᾳ διαφθεῖραι τὸ φιλικὸν καὶ κηδεμονικόν, δεῖ δὲ μηδέτερον παθεῖν ἀλλ’ ὥσπερ ἄλλῳ τινὶ καὶ τῇ παρρησίᾳ τὸ καλὸν ἐκ τοῦ

66

E

μετρίου λαβεῖν, αὐτὸς ἔοικεν ὁ λόγος ὁ τὸ ἐφεξῆς ἀπαιτῶν ἐπιτιθέναι τὴν κορωνίδα τῷ συγγράμματι. Ὥσπερ οὖν κῆράς τινας ἐπούσας τῇ παρρη‐ σίᾳ πλείονας ὁρῶντες πρῶτον ἀφαιρῶμεν αὐτῆς τὴν
5φιλαυτίαν, εὖ μάλα φυλαττόμενοι μὴ διά τι τῶν ἰδίων οἷον ἀδικούμενοι καὶ ἀλγοῦντες ἐξονειδίζειν δοκῶμεν. οὔτε γὰρ ὑπ’ εὐνοίας ἀλλ’ ὑπ’ ὀργῆς
οἴονται γίγνεσθαι τὸν ὑπὲρ αὐτοῦ τοῦ λέγοντος γιγνόμενον λόγον, οὔτε νουθεσίαν ἀλλὰ μέμψιν352
10εἶναι. φιλικὸν γὰρ ἡ παρρησία καὶ σεμνόν, ἡ δὲ μέμψις καὶ φίλαυτον καὶ μικρολόγον. ὅθεν αἰδοῦν‐ ται τοὺς παρρησιαζομένους καὶ θαυμάζουσι, τοῖς δὲ μεμφομένοις ἀντεγκαλοῦσι καὶ καταφρονοῦσιν.

66

F

ὥσπερ ὁ Ἀγαμέμνων τὸν Ἀχιλλέα παρρησιάζεσθαι δοκοῦντα μετρίως οὐχ ὑπέμεινε, τοῦ δ’ Ὀδυσσέως καθαπτομένου πικρῶς καὶ λέγοντος
3 οὐλόμεν’, αἴθ’ ὤφελλες ἀεικελίου στρατοῦ ἄλλου
5σημαίνειν
5 εἴκει καὶ καρτερεῖ, τῷ κηδεμονικῷ τοῦ λόγου καὶ νοῦν ἔχοντι συστελλόμενος. οὗτος μὲν γὰρ οὐκ

67

A

ἔχων ἰδίας πρόφασιν ὀργῆς ἐπαρρησιάζετο πρὸς αὐτὸν ὑπὲρ τῆς Ἑλλάδος, ἐκεῖνος δὲ δι’ αὑτὸν ἐδόκει μάλιστα χαλεπαίνειν. αὐτός γε μὴν ὁ Ἀχιλλεύς, καίπερ οὐ γλυκύθυμος ὢν οὐδ’ ἀγανό‐
5φρων ἀλλὰ
5 δεινὸς ἀνήρ, οἷος καὶ ἀναίτιον αἰτιάασθαι,
6 παρεῖχε τῷ Πατρόκλῳ σιωπῇ καταφέρειν αὐτοῦ πολλὰ τοιαῦτα·
8 νηλεές, οὐκ ἄρα σοί γε πατὴρ ἦν ἱππότα Πηλεὺς
10οὐδὲ Θέτις μήτηρ· γλαυκὴ δέ σε τίκτε θάλασσα πέτραι τ’ ἠλίβατοι, ὅτι τοι νόος ἐστὶν ἀπηνής.
11

67

B

ὥσπερ γὰρ Ὑπερείδης ὁ ῥήτωρ ἠξίου σκοπεῖν Ἀθη‐ ναίους μὴ μόνον εἰ πικρός ἐστιν, ἀλλ’ εἰ προῖκα
πικρός, οὕτως ἡ τοῦ φίλου νουθεσία καθαρεύουσα παντὸς ἰδίου πάθους αἰδεστόν ἐστι καὶ σεμνὸν καὶ354
5ἀναντίβλεπτον. ἐὰν δὲ δὴ καὶ φανερὸς ᾖ τις ἐν τῷ παρρησιάζεσθαι τὰ μὲν εἰς αὑτὸν ἁμαρτήματα τοῦ φίλου κομιδῇ προϊέμενος καὶ ἀπολείπων, ἄλλας δέ τινας αὐτοῦ πλημμελείας ἐλέγχων καὶ δάκνων ἐφ’ ἑτέροις καὶ μὴ φειδόμενος, ἄμαχος ὁ τόνος τῆς
10παρρησίας οὗτός ἐστι καὶ τῇ γλυκύτητι τοῦ νουθε‐ τοῦντος ἐπιτείνων τὸ πικρὸν καὶ αὐστηρὸν τῆς νου‐ θεσίας. ὅθεν εὖ μὲν εἴρηται τὸ δεῖν ἐν ταῖς ὀργαῖς

67

C

καὶ ταῖς διαφοραῖς ταῖς πρὸς τοὺς φίλους μάλιστα πράττειν τι καὶ σκοπεῖν τῶν ἐκείνοις συμφερόντων ἢ πρεπόντων, οὐχ ἧττον δὲ τούτου φιλικόν ἐστι τὸ παρορᾶσθαι καὶ ἀμελεῖσθαι δοκοῦντας αὐτοὺς ὑπὲρ
5ἄλλων ἀμελουμένων παρρησιάζεσθαι καὶ ὑπομιμνῄ‐ σκειν. ὡς Πλάτων ἐν ταῖς πρὸς Διονύσιον ὑποψίαις καὶ διαφοραῖς ᾐτήσατο καιρὸν ἐντυχίας· εἶθ’ ὁ μὲν ἔδωκεν, οἰόμενος ὑπὲρ αὑτοῦ τι ἔχειν μέμψασθαι τὸν Πλάτωνα καὶ διελθεῖν, ὁ δὲ Πλάτων οὕτω πως
10διελέχθη πρὸς αὐτόν. “εἴ τινα αἴσθοιο, Διονύσιε,

67

D

δυσμενῆ πεπλευκότα εἰς Σικελίαν, κακόν τί σε ποιῆσαι βουλόμενον οὐκ ἔχοντα δὲ καιρόν, ἆρ’ ἂν ἐάσειας αὐτὸν ἐκπλεῦσαι καὶ περιίδοις ἀθῷον ἀπ‐ αλλαγέντα;” “πολλοῦ δέω,” εἶπεν ὁ Διονύσιος,
5“ὦ Πλάτων· δεῖ γὰρ οὐ τὰ ἔργα τῶν ἐχθρῶν μόνον ἀλλὰ καὶ τὴν προαίρεσιν μισεῖν καὶ κολάζειν.” “εἰ τοίνυν,” εἶπεν ὁ Πλάτων, “ἐπ’ εὐνοίᾳ τις ἀφιγμένος τῇ σῇ δεῦρο βούλεται μὲν ἀγαθοῦ τινος
αἴτιός σοι γενέσθαι, σὺ δὲ καιρὸν οὐ παρέχεις,356
10ἄξιόν ἐστι τοῦτον ἀχαρίστως προέσθαι καὶ ὀλι‐ γώρως;” ἐρωτήσαντος δὲ τοῦ Διονυσίου τίς ἐστιν οὗτος, “Αἰσχίνης,” εἶπεν, “ἀνὴρ τῷ τε ἤθει παρ’ ὁντινοῦν τῶν Σωκράτους ἑταίρων ἐπιεικὴς καὶ τῷ λόγῳ δυνατὸς ἐπανορθοῦν οἷς συνείη·

67

E

πλεύσας δὲ δεῦρο πολλὴν θάλατταν, ὡς συγγένοιτό σοι διὰ φιλοσοφίας, ἠμέληται.” ταῦθ’ οὕτως ἐκίνησε τὸν Διονύσιον, ὥστε τὰς μὲν χεῖρας τῷ Πλάτωνι εὐθὺς περιβαλεῖν καὶ κατασπάζεσθαι,
5τὴν εὐμένειαν καὶ τὴν μεγαλοφροσύνην ἀγάμενον, τοῦ δ’ Αἰσχίνου καλῶς καὶ μεγαλοπρεπῶς ἐπι‐ μεληθῆναι. Δεύτερον τοίνυν ὥσπερ ἐκκαθαίροντες ὕβριν ἅπασαν καὶ γέλωτα καὶ σκῶμμα καὶ βωμολοχίαν
10ἡδύσματα πονηρὰ τῆς παρρησίας ἀφαιρῶμεν. ὥσπερ

67

F

γὰρ ἰατροῦ σάρκα τέμνοντος εὐρυθμίαν τινὰ δεῖ καὶ καθαριότητα τοῖς ἔργοις ἐπιτρέχειν, ὀρχηστικὴν δὲ καὶ παράβολον καὶ περιτρέχουσαν ὑγρότητα καὶ περιεργίαν ἀπεῖναι τῆς χειρός, οὕτως ἡ παρρησία
5δέχεται τὸ ἐπιδέξιον καὶ τὸ ἀστεῖον, ἂν ἡ χάρις τὴν σεμνότητα σῴζῃ, θρασύτης δὲ καὶ βδελυρία καὶ ὕβρις προσοῦσα πάνυ διαφθείρει καὶ ἀπόλλυσιν. ὅθεν ὁ μὲν ψάλτης οὐκ ἀπιθάνως οὐδ’ ἀμούσως ἐπεστόμισε τὸν Φίλιππον ἐπιχειροῦντα περὶ κρου‐
10μάτων διαφέρεσθαι πρὸς αὐτόν, εἰπὼν “μὴ γένοιτό

68

A

σοι οὕτως, ὦ βασιλεῦ, κακῶς, ἵν’ ἐμοῦ ταῦτα σὺ βέλτιον εἰδῇς.” Ἐπίχαρμος δ’ οὐκ ὀρθῶς, τοῦ Ἱέρωνος ἀνελόντος ἐνίους τῶν συνήθων καὶ μεθ’
ἡμέρας ὀλίγας καλέσαντος ἐπὶ δεῖπνον αὐτόν,358
5“ἀλλὰ πρῴην,” ἔφη, “θύων τοὺς φίλους οὐκ ἐκάλεσας.” κακῶς δὲ καὶ Ἀντιφῶν, παρὰ Διονυ‐ σίῳ ζητήσεως οὔσης καὶ λόγου “ποῖος χαλκὸς ἄριστος,” “ἐκεῖνος,” εἶπεν, “ἐξ οὗ Ἀθήνησι κατεσκεύασαν τὰς Ἁρμοδίου καὶ Ἀριστογείτονος
10εἰκόνας.” οὔτε γὰρ ὠφελεῖ τούτων τὸ λυπηρὸν καὶ πικρόν, οὔτε τέρπει τὸ βωμολόχον καὶ παι‐ διῶδες, ἀλλ’ ἔστι κακοηθείᾳ καὶ ὕβρει μεμιγμένης

68

B

ἀκρασίας μετ’ ἔχθρας τὸ τοιοῦτον εἶδος, ᾧ χρώμενοι προσαπολλύουσιν αὑτούς, τὴν περὶ τὸ φρέαρ ὄρχησιν ἀτεχνῶς ὀρχούμενοι. καὶ γὰρ Ἀντιφῶν ἀπέθανεν ὑπὸ Διονυσίου καὶ Τιμαγένης ἐξέπεσε τῆς Καίσαρος
5φιλίας, ἐλευθέρᾳ μὲν οὐδέποτε φωνῇ χρησάμενος, ἐν δὲ τοῖς συμποσίοις καὶ τοῖς περιπάτοις ἑκάστοτε πρὸς οὐδ’ ἡντινοῦν σπουδὴν
7
ἀλλ’ ὅ τι οἱ εἴσαιτο γελοίιον Ἀργείοισιν
8 αἰτίαν φιλίας ὥσπερ σόφισμα λοιδορίας προφερό‐
10μενος. Ἐπεὶ καὶ τοῖς κωμικοῖς πολλὰ πρὸς τὸ θέατρον αὐστηρὰ καὶ πολιτικὰ πεποίητο· συμμεμιγμένον δὲ

68

C

τὸ γελοῖον αὐτοῖς καὶ βωμολόχον, ὥσπερ σιτίοις ὑπότριμμα μοχθηρόν, ἐξίτηλον ἐποίει τὴν παρ‐ ρησίαν καὶ ἄχρηστον, ὥστε περιῆν κακοηθείας δόξα καὶ βδελυρίας τοῖς λέγουσι, χρήσιμον δὲ τοῖς
5ἀκούουσιν οὐδὲν ἀπὸ τῶν λεγομένων. ἄλλως μὲν οὖν προσοιστέον ἐστὶ καὶ παιδιὰν καὶ γέλωτα τοῖς
φίλοις· ἡ δὲ παρρησία σπουδὴν ἐχέτω καὶ ἦθος. ἂν δ’ ὑπὲρ μειζόνων ᾖ, καὶ πάθει καὶ σχήματι καὶ τόνῳ φωνῆς ὁ λόγος ἀξιόπιστος ἔστω καὶ κινητικός.360
10 Ὁ δὲ καιρὸς ἐν παντὶ μὲν παρεθεὶς μεγάλα βλάπτει, μάλιστα δὲ τῆς παρρησίας διαφθείρει τὸ χρήσιμον. ὅτι μὲν οὖν ἐν οἴνῳ καὶ μέθῃ τὸ τοιοῦτο

68

D

φυλακτέον, εὔδηλόν ἐστιν. εὐδίᾳ γὰρ ἐπάγει νέφος ὁ κινῶν ἐν παιδιᾷ καὶ φιλοφροσύνῃ λόγον ὀφρῦν ἀνασπῶντα καὶ συνιστάντα τὸ πρόσωπον, ὥσπερ ἀντιταττόμενον τῷ Λυαίῳ θεῷ καὶ “λύοντι τὸ
5τῶν δυσφόρων σχοινίον μεριμνᾶν” κατὰ Πίνδαρον. ἔχει δὲ καὶ κίνδυνον ἡ ἀκαιρία μέγαν. ἀκροσφαλεῖς γάρ εἰσιν αἱ ψυχαὶ πρὸς ὀργὴν διὰ τὸν οἶνον, καὶ πολλάκις ἡ μέθη παραλαβοῦσα τὴν παρρησίαν ἔχθραν ἐποίησε. καὶ ὅλως οὐκ ἔστι γενναῖον
10οὐδὲ θαρραλέον ἀλλ’ ἄνανδρον ἐν τῷ νήφειν ἀ‐ παρρησιάστου τὸ παρρησιάζεσθαι παρὰ τράπεζαν ὥσπερ οἱ δειλοὶ κύνες. οὐδὲν οὖν δεῖ περὶ τούτων λέγοντα μηκύνειν.

68

E

Ἐπεὶ δὲ πολλοὶ τοὺς φίλους εὖ φερομένους ἐν τοῖς πράγμασιν οὔτ’ ἀξιοῦσιν οὔτε τολμῶσι ῥυθμίζειν, ἀλλ’ ὅλως ἀπρόσιτον καὶ ἀνέφικτον ἡγοῦνται νουθεσίᾳ τὸ εὐτυχοῦν εἶναι, σφαλλομένοις
5δὲ καὶ πταίουσιν ἐπιτίθενται καὶ πατοῦσιν ὑπὸ χεῖρα καὶ ταπεινοὺς γεγενημένους, ὥσπερ ῥεῦμα κεκρατημένον παρὰ φύσιν τὴν παρρησίαν ἀθρόως
ἐφιέντες αὐτοῖς καὶ ἀπολαύοντες ἄσμενοι τῆς μετα‐ βολῆς διὰ τὴν πρόσθεν ὑπεροψίαν ἐκείνων αὑτῶν362
10δ’ ἀσθένειαν, οὐ χεῖρόν ἐστι καὶ περὶ τούτων διελθεῖν καὶ ἀποκρίνασθαι τῷ Εὐριπίδῃ λέγοντι
11
ὅταν δ’ ὁ δαίμων εὖ διδῷ, τί δεῖ φίλων;
12

68

F

ὅτι δεῖ μάλιστα παρρησιαζομένων φίλων τοῖς εὐ‐ τυχοῦσι καὶ τὸ ἄγαν ὑφιέντων τοῦ φρονήματος. ὀλίγοι γάρ εἰσιν οἷς μετὰ τοῦ εὐτυχεῖν παραγίγνε‐ ται τὸ φρονεῖν· οἱ δὲ πολλοὶ φρενῶν ἐπεισάκτων
5δέονται καὶ λογισμῶν πιεζόντων ἔξωθεν αὐτοὺς ὑπὸ τῆς τύχης φυσωμένους καὶ σαλευομένους. ὅταν δ’ ὁ δαίμων καταβάλῃ καὶ περιέλῃ τὸν ὄγκον, αὐτοῖς τοῖς πράγμασιν ἔνεστι τὸ νουθετοῦν καὶ μετά‐ νοιαν ἐμποιοῦν. ὅθεν οὐδὲν ἔργον τότε παρρησίας
10φιλικῆς οὐδὲ λόγων βάρος ἐχόντων καὶ δηγμόν, ἀλλ’ ὡς ἀληθῶς ἐν ταῖς τοιαύταις μεταβολαῖς
11

69

A

εἰς ὄμματ’ εὔνου φωτὸς ἐμβλέψαι γλυκὺ
1 παρηγοροῦντος καὶ παραθαρρύνοντος, ὥσπερ τοῦ Κλεάρχου τὸ πρόσωπον ὁ Ξενοφῶν ἐν ταῖς μάχαις καὶ παρὰ τὰ δεινά φησιν ὁρώμενον εὐμενὲς καὶ
5φιλάνθρωπον εὐθαρσεστέρους ποιεῖν τοὺς κινδυ‐ νεύοντας. ὁ δὲ παρρησίαν καὶ δηγμὸν ἀνθρώπῳ δυστυχοῦντι προσάγων ὥσπερ ὀξυδορκικὸν ὄμματι ταραττομένῳ καὶ φλεγμαίνοντι, θεραπεύει μὲν οὐ‐ δὲν οὐδ’ ἀφαιρεῖ τοῦ λυποῦντος, ὀργὴν δὲ τῇ λύπῃ

69

B

προστίθησι καὶ παροξύνει τὸν ἀνιώμενον. αὐτίκα γοῦν ὑγιαίνων μέν τις οὐ χαλεπός ἐστιν οὐδ’ ἄγριος παντάπασιν ἀνδρὶ φίλῳ ψέγοντι μὲν συνουσίας καὶ πότους αὐτοῦ ψέγοντι δ’ ἀργίαν καὶ ἀγυμνασίαν
5καὶ λουτρὰ συνεχῆ καὶ πλησμονὰς ἀκαίρους· νο‐ σοῦντι δ’ οὐκ ἀνεκτὸν ἀλλὰ μείζων νόσος ἀκούειν ὅτι ταῦτά σοι γέγονεν ἐξ ἀκρασίας καὶ μαλακίας καὶ δι’ ὄψα καὶ γυναῖκας. ὢ τῆς ἀκαιρίας, ἄνθρωπε· διαθήκην γράφω καὶ παρασκευάζεταί μοι καστόριον364
10ἢ σκαμώνιον ὑπὸ τῶν ἰατρῶν, σὺ δὲ νουθετεῖς καὶ φιλοσοφεῖς. οὕτω τοίνυν καὶ τὰ πράγματα τῶν δυστυχούντων οὐ παρρησίαν ἐνδέχεται καὶ γνωμο‐

69

C

λογίαν, ἀλλ’ ἐπιεικείας δεῖται καὶ βοηθείας. καὶ γὰρ αἱ τίτθαι τοῖς παιδίοις πεσοῦσιν οὐ λοιδορησό‐ μεναι προστρέχουσιν, ἀλλ’ ἤγειραν καὶ περιέπλυναν καὶ κατέστειλαν, εἶθ’ οὕτως ἐπιπλήττουσι καὶ κολά‐
5ζουσι. Λέγεται δὲ καὶ Δημήτριος ὁ Φαληρεὺς ὅτε τῆς πατρίδος ἐξέπεσε καὶ περὶ Θήβας ἀδοξῶν καὶ ταπεινὰ πράττων διῆγεν, οὐχ ἡδέως ἰδεῖν προσιόντα Κράτητα, παρρησίαν κυνικὴν καὶ λόγους τραχεῖς
10προσδεχόμενος· ἐντυχόντος δὲ πράως αὐτῷ τοῦ Κράτητος καὶ διαλεχθέντος περὶ φυγῆς ὡς οὐδὲν

69

D

ἔχοι κακὸν οὐδ’ ἄξιον φέρειν βαρέως πραγμάτων σφαλερῶν καὶ ἀβεβαίων ἀπηλλαγμένον, ἅμα δὲ θαρρεῖν ἑαυτῷ καὶ τῇ διαθέσει παρακαλοῦντος, ἡδίων γενόμενος καὶ ἀναθαρρήσας πρὸς τοὺς
5φίλους εἶπε “φεῦ τῶν πράξεων ἐκείνων καὶ ἀσχολιῶν δι’ ἃς ἄνδρα τοιοῦτον οὐκ ἔγνωμεν.”
6
λυπουμένῳ γὰρ μῦθος εὐμενὴς φίλων,
ἄγαν δὲ μωραίνοντι νουθετήματα. Οὗτος ὁ τρόπος τῶν γενναίων φίλων· οἱ δ’366
10ἀγεννεῖς καὶ ταπεινοὶ τῶν εὐτυχούντων κόλακες,

69

E

“ὥσπερ τὰ ῥήγματα καὶ τὰ σπάσματά,” φησι Δημοσθένης, “ὅταν τι κακὸν τὸ σῶμα λάβῃ τότε κινεῖσθαι,” καὶ οὗτοι ταῖς μεταβολαῖς ἐπιφύονται, καθάπερ ἡδόμενοι καὶ ἀπολαύοντες. καὶ γὰρ ἂν
5δέηταί τινος ὑπομνήσεως ἐν οἷς δι’ αὑτὸν ἔπταισε βουλευσάμενος κακῶς, ἱκανόν ἐστι τὸ
6 οὔ τι καθ’ ἡμέτερόν γε νόον· μάλα γάρ τοι
ἔγωγε πόλλ’ ἀπεμυθεόμην.
9
10 Ἐν τίσιν οὖν σφοδρὸν εἶναι δεῖ τὸν φίλον καὶ πότε τῷ τόνῳ χρῆσθαι τῆς παρρησίας; ὅταν ἡδονῆς ἢ ὀργῆς ἢ ὕβρεως ἐπιλαβέσθαι φερομένης οἱ

69

F

καιροὶ παρακαλῶσιν ἢ κολοῦσαι φιλαργυρίαν ἢ ἀπροσεξίαν ἀνασχεῖν ἀνόητον. οὕτως ἐπαρρησιά‐ ζετο Σόλων πρὸς Κροῖσον ὑπ’ εὐτυχίας ἀβεβαίου διεφθορότα καὶ τρυφῶντα, τὸ τέλος ὁρᾶν κελεύσας·
5οὕτω Σωκράτης Ἀλκιβιάδην ἐκόλουε, καὶ δάκρυον ἐξῆγεν ἀληθινὸν ἐξελεγχομένου καὶ τὴν καρδίαν ἔστρεφε. τοιαῦτα τὰ Κύρου πρὸς Κυαξάρην καὶ τὰ πρὸς Δίωνα Πλάτωνος, ὅτε λαμπρότατος ἦν καὶ πάντας εἰς ἑαυτὸν ἀνθρώπους ἐπέστρεφε διὰ τὸ

70

A

κάλλος τῶν πράξεων καὶ τὸ μέγεθος, παρακελευο‐ μένου φυλάττεσθαι καὶ δεδιέναι τὴν “αὐθάδειαν,
ὡς ἐρημίᾳ ξύνοικον.” ἔγραφε δὲ καὶ Σπεύσιππος αὐτῷ μὴ μέγα φρονεῖν εἰ πολὺς αὐτοῦ λόγος ἐστὶν368
5ἐν παιδαρίοις καὶ γυναίοις, ἀλλ’ ὁρᾶν ὅπως ὁσιότητι καὶ δικαιοσύνῃ καὶ νόμοις ἀρίστοις κοσμήσας Σικελίαν “εὐκλεᾶ θήσει” τὴν Ἀκαδήμειαν. Εὖ‐ κτος δὲ καὶ Εὐλαῖος, ἑταῖροι Περσέως, εὐτυχοῦντι μὲν ἀεὶ πρὸς χάριν ὁμιλοῦντες καὶ συνεπινεύοντες
10ὥσπερ οἱ λοιποὶ παρηκολούθουν· ἐπεὶ δὲ Ῥωμαίοις συμβαλὼν περὶ Πύδναν ἔπταισε καὶ ἔφυγε, προσ‐ πεσόντες ἐπετίμων πικρῶς καὶ ἀνεμίμνῃσκον ὧν ἐξ‐ ήμαρτεν ἢ παρεῖδεν, ἕκαστον ἐξονειδίζοντες, ἄχρι οὗ

70

B

διαλγήσας ὁ ἄνθρωπος ὑπὸ λύπης καὶ ὀργῆς ἀμφο‐ τέρους τῷ ξιφιδίῳ παίων ἀνεῖλεν. Ὁ μὲν οὖν κοινὸς οὕτω προωρίσθω καιρός· οὓς δὲ παρέχουσιν αὐτοὶ πολλάκις οὐ χρὴ προΐεσθαι
5τὸν κηδόμενον φίλον ἀλλὰ χρῆσθαι· καὶ γὰρ ἐρώ‐ τησις ἐνίοις καὶ διήγησις καὶ ψόγος ὁμοίων ἐφ’ ἑτέροις ἢ ἔπαινος ὥσπερ ἐνδόσιμον εἰς παρρησίαν ἐστίν. οἷον ἐλθεῖν Δημάρατον εἰς Μακεδονίαν λέ‐ γουσι καθ’ ὃν χρόνον ἐν διαφορᾷ πρὸς τὴν γυναῖκα

70

C

καὶ τὸν υἱὸν ὁ Φίλιππος ἦν· ἀσπασαμένου δ’ αὐτὸν τοῦ Φιλίππου καὶ πυθομένου πῶς πρὸς ἀλλήλους ἔχουσιν ὁμονοίας οἱ Ἕλληνες, εἰπεῖν τὸν Δημάρατον εὔνουν ὄντα καὶ συνήθη “πάνυ γοῦν, ὦ Φίλιππε,
5καλόν ἐστί σοι πυνθάνεσθαι μὲν περὶ τῆς Ἀθηναίων καὶ Πελοποννησίων ὁμοφροσύνης, τὴν δ’ οἰκίαν
περιορᾶν τὴν σεαυτοῦ τοσαύτης στάσεως καὶ διχο‐ νοίας γέμουσαν.” εὖ δὲ καὶ Διογένης, ὃς ἐπεὶ παρελθὼν εἰς τὸ τοῦ Φιλίππου στρατόπεδον, ὅτε370
10τοῖς Ἕλλησιν ἐβάδιζε μαχούμενος, ἀνήχθη πρὸς αὐτόν, ὁ δ’ ἀγνοῶν ἠρώτησεν εἰ κατάσκοπός ἐστι, “πάνυ μὲν οὖν,” ἔφη, “κατάσκοπος, ὦ Φίλιππε, τῆς

70

D

ἀβουλίας σου καὶ τῆς ἀνοίας, δι’ ἣν οὐδενὸς ἀναγκά‐ ζοντος ἔρχῃ περὶ βασιλείας καὶ τοῦ σώματος ὥρᾳ μιᾷ διακυβεύσων.” Τοῦτο μὲν οὖν ἴσως σφοδρότερον· ἕτερος δὲ
5καιρός ἐστι νουθεσίας ὅταν ὑπ’ ἄλλων λοιδορηθέν‐ τες ἐφ’ οἷς ἁμαρτάνουσι ταπεινοί τε γένωνται καὶ συσταλῶσιν. ᾧ χρῷτ’ ἂν ἐμμελῶς ὁ χαρίεις τοὺς μὲν λοιδοροῦντας ἀνακόπτων καὶ διακρουόμενος, ἰδίᾳ δ’ αὐτὸς ἁπτόμενος τοῦ φίλου καὶ ὑπομιμνῄσκων
10ὡς εἰ διὰ μηδὲν ἄλλο προσεκτέον αὐτῷ, ὅπως γε μὴ θρασεῖς ὦσιν οἱ ἐχθροί. “ποῦ γὰρ ἔστι τούτοις τὸ στόμα διᾶραι, τί δὲ πρὸς σὲ εἰπεῖν, ἂν ἀφῇς ταῦτα

70

E

καὶ ῥίψῃς ἐφ’ οἷς κακῶς ἀκούεις;” γίγνεται γὰρ οὕτω τὸ μὲν λυπηρὸν τοῦ λοιδοροῦντος, τὸ δ’ ὠφέ‐ λιμον τοῦ νουθετοῦντος. Ἔνιοι δὲ κομψότερον, ἄλλους ψέγοντες, ἐπι‐
5στρέφουσι τοὺς συνήθεις· κατηγοροῦσι γὰρ ἑτέρων ἃ πράττοντας ἐκείνους ἴσασιν. ὁ δ’ ἡμέτερος καθ‐ ηγητὴς Ἀμμώνιος ἐν δειλινῇ διατριβῇ τῶν γνω‐ ρίμων τινὰς αἰσθόμενος ἠριστηκότας οὐχ ἁπλοῦν ἄριστον ἐκέλευσεν ἰδίῳ παιδὶ πληγὰς ἐμβαλεῖν τὸν
10ἀπελεύθερον, ἐπειπὼν ὅτι χωρὶς ὄξους ἀριστᾶν οὐ δύναται. καὶ ἅμα πρὸς ἡμᾶς ἀπέβλεψεν, ὥστε τῶν ἐνόχων ἅψασθαι τὴν ἐπιτίμησιν. Ἔτι τοίνυν εὐλαβητέον ἐστὶν ἐν πολλοῖς παρ‐ ρησίᾳ χρῆσθαι πρὸς φίλον, ἐνθυμούμενον τὸ τοῦ372

70

F

Πλάτωνος. ἐπεὶ γὰρ ὁ Σωκράτης ἥψατό τινος τῶν συνήθων σφοδρότερον ἐπὶ ταῖς τραπέζαις διαλεγό‐ μενος, “οὐκ ἄμεινον ἦν,” ὁ Πλάτων ἔφη, “ἰδίᾳ ταῦτα λελέχθαι;” καὶ ὁ Σωκράτης “σὺ δ’ οὐκ
5ἄμεινον,” εἶπεν, “ἐποίησας ἂν ἰδίᾳ πρὸς ἐμὲ τοῦτ’ εἰπών;” Πυθαγόρου δὲ τραχύτερον ἐν πολλοῖς γνωρίμῳ προσενεχθέντος ἀπάγξασθαι τὸ μειράκιον λέγουσιν, ἐκ τούτου δὲ μηδέποτε τὸν Πυθαγόραν αὖθις ἄλλου παρόντος ἄλλον νουθετῆσαι. δεῖ γὰρ
10ὡς νοσήματος οὐκ εὐπρεποῦς τῆς ἁμαρτίας τὴν νουθέτησιν καὶ ἀνακάλυψιν ἀπόρρητον εἶναι καὶ μὴ

71

A

πανηγυρικὴν μηδ’ ἐπιδεικτικὴν μηδὲ μάρτυρας καὶ θεατὰς συνάγουσαν. οὐ γὰρ φιλικὸν ἀλλὰ σοφι‐ στικὸν ἀλλοτρίοις ἐνευδοκιμεῖν σφάλμασι, καλλωπι‐ ζόμενον πρὸς τοὺς παρόντας, ὥσπερ οἱ χειρουργοῦν‐
5τες ἐν τοῖς θεάτροις ἰατροὶ πρὸς ἐργολαβίαν. ἄνευ δὲ τῆς ὕβρεως, ἣν οὐδεμιᾷ θεραπείᾳ προσεῖναι δίκαιόν ἐστι, καὶ τὸ τῆς κακίας σκεπτέον φιλόνεικον καὶ αὔθαδες. οὐ γὰρ ἁπλῶς
8
νουθετούμενος ἔρως
10μᾶλλον πιέζει
10
κατ’ Εὐριπίδην, ἀλλ’ ἂν νουθετῇ τις ἐν πολλοῖς καὶ μὴ φειδόμενος, πᾶν νόσημα καὶ πᾶν πάθος εἰς τὸ374

71

B

ἀναίσχυντον καθίστησιν. ὥσπερ οὖν ὁ Πλάτων τοὺς παρασκευάζοντας ἐν τοῖς νέοις αἰσχύνην γέρον‐ τας αὐτοὺς ἀξιοῖ πρῶτον αἰσχύνεσθαι τοὺς νέους, οὕτω τῶν φίλων ἡ δυσωπουμένη παρρησία δυσωπεῖ
5μάλιστα, καὶ τὸ μετ’ εὐλαβείας ἀτρέμα προσιέναι καὶ ἅπτεσθαι τοῦ ἁμαρτάνοντος ὑπερείπει καὶ διερ‐ γάζεται τὴν κακίαν ἀναπιμπλαμένην τοῦ αἰδεῖσθαι τὸ αἰδούμενον. ὅθεν ἄριστα μὲν ἔχει τὸ
8 ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθ’ οἱ ἄλλοι,
9

71

C

ἥκιστα δὲ πρέπει γαμετῆς ἀκουούσης ἄνδρα καὶ παίδων ἐν ὄψει πατέρα καὶ ἐραστὴν ἐρωμένου παρ‐ όντος ἢ γνωρίμων διδάσκαλον ἀποκαλύπτειν· ἐξ‐ ίστανται γὰρ ὑπὸ λύπης καὶ ὀργῆς ἐλεγχόμενοι
5παρ’ οἷς εὐδοκιμεῖν ἀξιοῦσιν. οἶμαι δὲ καὶ Κλεῖτος οὐχ οὕτω παρώξυνε διὰ τὸν οἶνον, ὡς ὅτι πολλῶν παρόντων ἐδόκει κολούειν Ἀλέξανδρον. Καὶ Ἀριστομένης ὁ Πτολεμαίου καθηγητὴς ὅτι νυστάζοντα πρεσβείας παρούσης ἐπάταξεν ἐξεγεί‐
10ρων, λαβήν τινα παρέσχε τοῖς κόλαξι, προσποιου‐ μένοις ἀγανακτεῖν ὑπὲρ τοῦ βασιλέως καὶ λέγουσιν

71

D

“εἰ τοσαῦτα κοπιῶν καὶ ἀγρυπνῶν κατηνέχθης, ἰδίᾳ σε νουθετεῖν ὀφείλομεν, οὐκ ἐναντίον ἀνθρώπων
τοσούτων προσφέρειν τὰς χεῖρας.” ὁ δὲ φαρμάκου κύλικα πέμψας ἐκέλευσεν ἐκπιεῖν τὸν ἄνθρωπον.376
5Ἀριστοφάνης δὲ καὶ τὸν Κλέωνα τοῦτ’ ἐγκαλεῖν φησιν ὅτι
6
ξένων παρόντων τὴν πόλιν κακῶς λέγει
7 καὶ παροξύνειν τοὺς Ἀθηναίους. διὸ δεῖ φυλάτ‐ τεσθαι καὶ τοῦτο μετὰ τῶν ἄλλων τοὺς μὴ παρεπι‐
10δείκνυσθαι μηδὲ δημαγωγεῖν ἀλλ’ ὀνησιφόρως καὶ θεραπευτικῶς χρῆσθαι τῇ παρρησίᾳ βουλομένους.

71

E

καὶ μὴν ὅπερ ὁ Θουκυδίδης τοὺς Κορινθίους λέγον‐ τας περὶ αὑτῶν πεποίηκεν, ὡς “ἄξιοί” εἰσιν ἑτέροις “ἐπενεγκεῖν ψόγον,” οὐ κακῶς εἰρημένον, ἔδει παρεῖναι τοῖς παρρησιαζομένοις. Λύσανδρος
5μὲν γὰρ ὡς ἔοικε πρὸς τὸν ἐκ Μεγάρων ἐν τοῖς συμ‐ μάχοις παρρησιαζόμενον ὑπὲρ τῆς Ἑλλάδος ἔφη τοὺς λόγους αὐτοῦ πόλεως δεῖσθαι· παρρησία δὲ παντὸς ἀνδρὸς ἤθους ἴσως δεῖται, καὶ τοῦτ’ ἀληθέ‐ στατόν ἐστιν ἐπὶ τῶν ἑτέρους νουθετούντων καὶ
10σωφρονιζόντων λεγόμενον. ὁ γοῦν Πλάτων ἔλεγε νουθετεῖν τῷ βίῳ τὸν Σπεύσιππον, ὥσπερ ἀμέλει καὶ Πολέμωνα Ξενοκράτης ὀφθεὶς μόνον ἐν τῇ

71

F

διατριβῇ καὶ ἀποβλέψας πρὸς αὐτὸν ἐτρέψατο καὶ μετέθηκεν. ἐλαφροῦ δὲ καὶ φαύλου τὸ ἦθος ἀν‐ θρώπου λόγῳ παρρησίας ἁπτομένῳ περίεστι προσ‐
ακοῦσαι τὸ378
5ἄλλων ἰατρὸς αὐτὸς ἕλκεσιν βρύων.
5 Οὐ μὴν ἀλλ’ ἐπεὶ φαύλους γε ὄντας αὐτοὺς ἑτέροις τε τοιούτοις ὁμιλοῦντας ἐξάγει τὰ πράγματα πολλάκις εἰς τὸ νουθετεῖν, ἐπιεικέστατος ἂν εἴη τρό‐ πος ὁ συνεμπλέκων καὶ συμπεριλαμβάνων ἁμηγέπη
10τῷ ἐγκλήματι τὸν παρρησιαζόμενον· ἐφ’ ᾧ λέ‐ λεκται καὶ τὸ
11
Τυδείδη, τί παθόντε λελάσμεθα θούριδος ἀλκῆς;
12

72

A

καὶ τὸ
1
νῦν δ’ οὐδ’ ἑνὸς ἄξιοί εἰμεν
Ἕκτορος.
3 καὶ ὁ Σωκράτης οὕτως ἀτρέμα τοὺς νέους ἤλεγχεν,
5ὡς μηδ’ αὐτὸς ἀπηλλαγμένος ἀμαθίας, ἀλλὰ μετ’ ἐκείνων οἰόμενος δεῖν ἀρετῆς ἐπιμελεῖσθαι καὶ ζητεῖν τἀληθές· καὶ γὰρ εὔνοιαν καὶ πίστιν ἔχουσιν οἱ ταὐτὰ μὲν ἁμαρτάνειν, ἐπανορθοῦσθαι δὲ τοὺς φί‐ λους ὥσπερ αὑτοὺς δοκοῦντες. ὁ δὲ σεμνύνων ἑαυ‐
10τὸν ἐν τῷ κολούειν ἕτερον, ὡς δή τις εἰλικρινὴς καὶ ἀπαθής, ἂν μὴ πολὺ καθ’ ἡλικίαν ᾖ προήκων μηδ’ ἔχων ἀρετῆς ὁμολογούμενον ἀξίωμα καὶ δόξης,

72

B

ἐπαχθὴς φανεὶς καὶ βαρὺς οὐδὲν ὠφέλησεν. ὅθεν οὐχ ἁπλῶς ὁ Φοῖνιξ ἐνέβαλε τὰ περὶ αὑτὸν ἀτυχή‐ ματα, δι’ ὀργὴν ἐπιχειρήσαντος ἀνελεῖν τὸν πατέρα καὶ ταχὺ μεταγνόντος,
4
5ὡς μὴ πατροφόνος μετ’ Ἀχαιοῖσιν καλεοίμην,
5
ἵνα μὴ δοκῇ νουθετεῖν ἐκεῖνον ὡς αὐτὸς ἀπαθὴς ὢν ὑπ’ ὀργῆς καὶ ἀναμάρτητος. ἐνδύεται γὰρ ἠθικῶς τὰ τοιαῦτα, καὶ μᾶλλον εἴκουσι τοῖς ὁμοιοπαθεῖν ἀλλὰ μὴ περιφρονεῖν δοκοῦσιν.380
10 Ἐπεὶ δ’ οὔτε φῶς λαμπρὸν ὄμματι φλεγμαίνοντι προσοιστέον, οὔτ’ ἐμπαθὴς ψυχὴ παρρησίαν ἀνα‐

72

C

δέχεται καὶ νουθεσίαν ἄκρατον, ἐν τοῖς χρησιμω‐ τάτοις ἐστὶ τῶν βοηθημάτων ὁ παραμιγνύμενος ἐλαφρὸς ἔπαινος, ὥσπερ ἐν τούτοις
3 ὑμεῖς δ’ οὐκέτι καλὰ μεθίετε θούριδος ἀλκῆς
5πάντες ἄριστοι ἐόντες ἀνὰ στρατόν. οὐδ’ ἂν ἔγωγε ἀνδρὶ μαχεσσαίμην ὅστις πολέμοιο μεθείη λυγρὸς ἐών· ὑμῖν δὲ νεμεσσῶμαι περὶ κῆρι
7 καὶ
8 Πάνδαρε, ποῦ τοι τόξον ἰδὲ πτερόεντες ὀιστοὶ
10καὶ κλέος, ᾧ οὔ τίς τοι ἐρίζεται ἐνθάδε γ’ ἀνήρ;
10 σφόδρα δ’ ἐμφανῶς ἀνακαλεῖται καὶ τὰ τοιαῦτα τοὺς ὑποφερομένους
12 ὁ δ’ Οἰδίπους ποῦ καὶ τὰ κλείν’ αἰνίγματα;
13 καὶ
14
15ὁ πολλὰ δὴ τλὰς Ἡρακλῆς λέγει τάδε;
15

72

D

οὐ γὰρ μόνον ἀνίησι τοῦ ψόγου τὸ τραχὺ καὶ κελευ‐ στικόν, ἀλλὰ καὶ ζῆλον ἐμποιεῖ πρὸς ἑαυτὸν αἰδου‐ μένῳ τὰ αἰσχρὰ τῇ τῶν καλῶν ὑπομνήσει καὶ παράδειγμα ποιουμένῳ τῶν βελτιόνων ἑαυτόν.
5ὅταν δ’ ἑτέρους οἷον ἥλικας ἢ πολίτας ἢ συγγενεῖς
παραβάλλωμεν, ἄχθεται καὶ διαγριαίνεται τὸ φιλό‐ νεικον τῆς κακίας, καὶ τοῦτο πολλάκις εἴωθεν ὑποφωνεῖν μετ’ ὀργῆς “τί οὖν οὐκ ἄπει πρὸς τοὺς ἐμοῦ κρείττονας, ἐμοὶ δὲ μὴ παρέχεις πράγματα;”382
10φυλακτέον οὖν ἑτέρους ἐπαινεῖν παρρησιαζόμενον πρὸς ἑτέρους, ἂν μὴ νὴ Δία γονεῖς ὦσιν. ὡς Ἀγαμέμνων
12

72

E

ἦ ὀλίγον οἱ παῖδα ἐοικότα γείνατο Τυδεύς,
1 καὶ ὁ ἐν τοῖς Σκυρίοις Ὀδυσσεὺς
2 σὺ δ’, ὦ τὸ λαμπρὸν φῶς καταισχύνων γένους, ξαίνεις, ἀρίστου πατρὸς Ἑλλήνων γεγώς;
4
5 Ἥκιστα δὲ προσήκει νουθετούμενον ἀντι‐ νουθετεῖν καὶ παρρησίᾳ παρρησίαν ἀντεισφέρειν· ταχὺ γὰρ ἐκκάει καὶ ποιεῖ διαφοράν, καὶ ὅλως οὐκ ἀντιπαρρησιαζομένου δόξειεν ἂν ἀλλὰ παρρησίαν μὴ

72

F

φέροντος ὁ τοιοῦτος ὠθισμὸς εἶναι. βέλτιον οὖν ὑπομένειν τὸν νουθετεῖν δοκοῦντα φίλον· ἂν γὰρ ὕστερον αὐτὸς ἁμαρτάνῃ καὶ δέηται νουθεσίας, αὐτὸ τοῦτο τῇ παρρησίᾳ τρόπον τινὰ παρρησίαν
5δίδωσιν. ὑπομιμνῃσκόμενος γὰρ ἄνευ μνησικακίας ὅτι τοὺς φίλους καὶ αὐτὸς εἰώθει μὴ περιορᾶν ἁμαρτάνοντας ἀλλ’ ἐξελέγχειν καὶ διδάσκειν, μᾶλλον ἐνδώσει καὶ παραδέξεται τὴν ἐπανόρθωσιν, ὡς οὖσαν εὐνοίας καὶ χάριτος οὐ μέμψεως ἀνταπόδοσιν
10οὐδ’ ὀργῆς.

73

A

Ἔτι τοίνυν ὁ μὲν Θουκυδίδης φησὶν “ὅστις
ἐπὶ μεγίστοις τὸ ἐπίφθονον λαμβάνει, ὀρθῶς βου‐ λεύεται”· τῷ δὲ φίλῳ προσήκει τὸ ἐκ τοῦ νουθετεῖν ἐπαχθὲς ὑπὲρ μεγάλων ἀναδέχεσθαι καὶ σφόδρα384
5διαφερόντων. ἂν δ’ ἐπὶ πᾶσι καὶ πρὸς πάντα δυσκολαίνῃ καὶ μὴ φιλικῶς ἀλλὰ παιδαγωγικῶς προσφέρηται τοῖς συνήθεσιν, ἀμβλὺς ἐν τοῖς μεγίστοις νουθετῶν ἔσται καὶ ἄπρακτος, ὥσπερ ἰατρὸς δριμὺ φάρμακον ἢ πικρὸν ἀναγκαῖον δὲ

73

B

καὶ πολυτελὲς εἰς πολλὰ καὶ μικρὰ καὶ οὐκ ἀναγκαῖα διελὼν τῇ παρρησίᾳ κατακεχρημένος. αὐτὸς μὲν οὖν σφόδρα φυλάξεται τὸ συνεχὲς καὶ φιλαίτιον· ἑτέρου δὲ μικρολογουμένου περὶ πάντα καὶ παρα‐
5συκοφαντοῦντος ὥσπερ ἐνδόσιμον ἕξει πρὸς τὰ μείζονα τῶν ἁμαρτημάτων. καὶ γὰρ ἰατρὸς Φιλό‐ τιμος ἐμπύου τὸ ἧπαρ ἀνθρώπου δείξαντος αὐτῷ τὸν δάκτυλον ἡλκωμένον “οὐκ ἔστι σοι,” εἶπεν, “ὦ τᾶν, περὶ παρωνυχίας ὁ λόγος.” οὐκοῦν καὶ
10τῷ φίλῳ δίδωσιν ὁ καιρὸς εἰπεῖν πρὸς τὸν ἐπὶ μικροῖς καὶ μηδενὸς ἀξίοις ἐγκαλοῦντα “τί παιδιὰς καὶ πότους καὶ φλυάρους λέγομεν; οὗτος, ὦ τᾶν, ἀποπεμψάσθω τὴν ἑταίραν ἢ παυσάσθω κυβεύων, καὶ τἄλλα θαυμαστὸς ἡμῖν ἄνθρωπός ἐστιν.” ὁ

73

C

γὰρ εἰς τὰ μικρὰ συγγνώμην λαβὼν οὐκ ἀηδῶς εἰς τὰ μείζονα τῷ φίλῳ παρρησίαν δίδωσιν· ὁ δ’
ἐγκείμενος ἀεὶ καὶ πανταχοῦ πικρὸς καὶ ἀτερπὴς καὶ πάντα γιγνώσκων καὶ πολυπραγμονῶν οὐδὲ386
5παισὶν ἀνεκτὸς οὐδ’ ἀδελφοῖς, ἀλλὰ καὶ δούλοις ἀφόρητος. Ἐπεὶ δ’ οὔτε τῷ γήρᾳ πάντα πρόσεστι κακὰ κατ’ Εὐριπίδην οὔτε τῇ τῶν φίλων ἀβελτερίᾳ, δεῖ μὴ μόνον ἁμαρτάνοντας ἀλλὰ καὶ κατορθοῦντας
10ἐπιτηρεῖν τοὺς φίλους, καὶ νὴ Δία προθύμως ἐπαινεῖν τὸ πρῶτον· εἶθ’ ὥσπερ ὁ σίδηρος πυκνοῦται

73

D

τῇ περιψύξει καὶ δέχεται τὴν στόμωσιν ἀνεθεὶς πρῶτον ὑπὸ θερμότητος καὶ μαλακὸς γενόμενος, οὕτω τοῖς φίλοις διακεχυμένοις καὶ θερμοῖς οὖσιν ὑπὸ τῶν ἐπαίνων ὥσπερ βαφὴν ἀτρέμα τὴν παρ‐
5ρησίαν ἐπάγειν. δίδωσι γὰρ ὁ καιρὸς εἰπεῖν “ἆρ’ ἄξιον ἐκεῖνα τούτοις παραβάλλειν; ὁρᾷς τὸ καλὸν οἵους καρποὺς ἀποδίδωσι; ταῦτ’ ἀπαιτοῦμεν οἱ φίλοι, ταῦτ’ ἐστὶν οἰκεῖα, πρὸς ταῦτα πέφυκας· ἐκεῖνα δ’ ἀποδιοπομπητέον
9
10εἰς ὄρος ἢ ἐς κῦμα πολυφλοίσβοιο θαλάσσης.
10 ὡς γὰρ ἰατρὸς εὐγνώμων βούλοιτ’ ἂν ὕπνῳ καὶ τροφῇ μᾶλλον ἢ καστορίῳ καὶ σκαμωνίῳ τὸ νόσημα λῦσαι τοῦ κάμνοντος, οὕτω καὶ φίλος ἐπιεικὴς καὶ

73

E

πατὴρ χρηστὸς καὶ διδάσκαλος ἐπαίνῳ μᾶλλον ἢ ψόγῳ χαίρει πρὸς ἐπανόρθωσιν ἤθους χρώμενος. οὐδὲν γὰρ ἄλλο ποιεῖ τὸν παρρησιαζόμενον ἥκιστα λυπεῖν καὶ μάλιστα θεραπεύειν ἢ τὸ φειδόμενον
5ὀργῆς ἐν ἤθει καὶ μετ’ εὐνοίας προσφέρεσθαι τοῖς ἁμαρτάνουσιν. ὅθεν οὔτ’ ἀρνουμένους δεῖ πικρῶς
ἐξελέγχειν οὔτε κωλύειν ἀπολογουμένους, ἀλλὰ καὶ προφάσεις εὐσχήμονας ἁμωσγέπως συνεκπορίζειν καὶ τῆς χείρονος αἰτίας ἀφισταμένους αὐτοὺς388
10ἐνδιδόναι μετριωτέραν, ὡς ὁ Ἕκτωρ
10
δαιμόνι’, οὐ μὲν καλὰ χόλον τόνδ’ ἔνθεο θυμῷ
11

73

F

πρὸς τὸν ἀδελφόν, ὡς οὐκ ἀπόδρασιν οὐδὲ δειλίαν οὖσαν ἀλλ’ ὀργὴν τὴν ἐκ τῆς μάχης ἀναχώρησιν αὐτοῦ. καὶ πρὸς τὸν Ἀγαμέμνονα ὁ Νέστωρ
3
σὺ δὲ σῷ μεγαλήτορι θυμῷ
5εἴξας.
5 ἠθικώτερον γὰρ οἶμαι τοῦ “ἠδίκησας” τὸ “ἠσχη‐ μόνησας” καὶ “οὐκ ἐπέστησας” τοῦ “ἠγνόησας,” καὶ τὸ “μὴ φιλονείκει πρὸς τὸν ἀδελφὸν” ἢ τὸ

74

A

“μὴ φθόνει τῷ ἀδελφῷ,” καὶ τὸ “φύγε τὴν γυ‐ ναῖκα διαφθείρουσαν” ἢ τὸ “παῦσαι τὴν γυναῖκα διαφθείρων”· τοιοῦτον γὰρ ἡ θεραπευτικὴ παρ‐ ρησία ζητεῖ τρόπον, ἡ δὲ πρακτικὴ τὸν ἐναντίον.
5ὅταν γὰρ ἢ μέλλοντας ἁμαρτάνειν ἐκκροῦσαι δεήσῃ ἢ πρὸς ὁρμήν τινα βίαιον ἱσταμένους ἐξ ἐναντίας φερομένην ἢ πρὸς τὰ καλὰ μαλακῶς καὶ ἀπροθύμως ἔχοντας ἐντεῖναι καὶ παρορμῆσαι θελήσωμεν, εἰς αἰτίας δεῖ περιφέρειν ἀτόπους καὶ μὴ πρεπούσας
10τὸ γιγνόμενον. ὡς ὁ παρὰ Σοφοκλεῖ τὸν Ἀχιλλέα παροξύνων Ὀδυσσεὺς οὔ φησιν ὀργίζεσθαι διὰ τὸ
δεῖπνον, ἀλλ’ “ἤδη,” φησί, “τὰ Τροίας εἰσορῶν ἑδώλια390

74

B

δέδοικας,”
1 καὶ πρὸς ταῦτα πάλιν τοῦ Ἀχιλλέως διαγανακτοῦν‐ τος καὶ ἀποπλεῖν λέγοντος
3 ἐγᾦδ’ ὃ φεύγεις, οὐ τὸ μὴ κλύειν κακῶς,
5ἀλλ’ ἐγγὺς Ἕκτωρ ἐστί· οὐ μένειν καλόν.
5 τὸν μὲν οὖν θυμοειδῆ καὶ ἀνδρώδη δειλίας δόξῃ, τὸν δὲ σώφρονα καὶ κόσμιον ἀκολασίας, τὸν δ’ ἐλευθέριον καὶ μεγαλοπρεπῆ μικρολογίας καὶ φιλ‐ αργυρίας δεδιττόμενοι παρορμῶσι πρὸς τὰ καλὰ
10καὶ τῶν αἰσχρῶν ἀπελαύνουσι, μέτριοι μὲν ἐν τοῖς

74

C

ἀνηκέστοις ἐξεταζόμενοι καὶ τὸ λυπούμενον καὶ τὸ συναλγοῦν πλέον ἐν τῷ παρρησιάζεσθαι τοῦ ψέγοντος ἔχοντες, ἐν δὲ ταῖς κωλύσεσι τῶν ἁμαρ‐ τανομένων καὶ πρὸς τὰ πάθη διαμάχαις σφοδροὶ καὶ
5ἀπαραίτητοι καὶ συνεχεῖς ὄντες· οὗτος γὰρ ὁ καιρὸς εὐνοίας ἀθρύπτου καὶ παρρησίας ἀληθινῆς ἐστι. Τῷ δὲ ψέγειν τὰ πραχθέντα καὶ τοὺς ἐχθροὺς κατ’ ἀλλήλων ὁρῶμεν χρωμένους, ὥσπερ Διο‐ γένης ἔλεγεν ὅτι τῷ μέλλοντι σῴζεσθαι δεῖ φίλους
10ἀγαθοὺς ἢ διαπύρους ἐχθροὺς ὑπάρχειν· οἱ μὲν γὰρ διδάσκουσιν, οἱ δ’ ἐλέγχουσι. βέλτιον δὲ τὰς ἁμαρτίας φυλάττεσθαι τοῖς συμβουλεύουσι πειθό‐ μενον ἢ μετανοεῖν ἁμαρτόντα διὰ τοὺς κακῶς

74

D

λέγοντας. καὶ διὰ τοῦτο δεῖ καὶ περὶ τὴν παρ‐ ρησίαν φιλοτεχνεῖν, ὅσῳ μέγιστόν ἐστι καὶ κρά‐ τιστον ἐν φιλίᾳ φάρμακον, εὐστοχίας τε καιροῦ
μάλιστα καὶ κράσεως μέτρον ἐχούσης ἀεὶ δεομένην.392
5 Ἐπεὶ τοίνυν, ὥσπερ εἴρηται, πολλάκις ἡ παρρησία τῷ θεραπευομένῳ λυπηρὰ πέφυκε, δεῖ μιμεῖσθαι τοὺς ἰατρούς· οὔτε γὰρ ἐκεῖνοι τέμνοντες ἐν τῷ πονεῖν καὶ ἀλγεῖν καταλείπουσι τὸ πεπονθός, ἀλλ’ ἐνέβρεξαν προσηνῶς καὶ κατῃόνησαν, οὔθ’ οἱ
10νουθετοῦντες ἀστείως τὸ πικρὸν καὶ δηκτικὸν προσβαλόντες ἀποτρέχουσιν, ἀλλ’ ὁμιλίαις ἑτέραις

74

E

καὶ λόγοις ἐπιεικέσιν ἐκπραΰνουσι καὶ διαχέουσιν, ὥσπερ οἱ λιθοξόοι τὰ πληγέντα καὶ περικοπέντα τῶν ἀγαλμάτων ἐπιλεαίνοντες καὶ γανοῦντες. ὁ δὲ πληγεὶς μὲν τῇ παρρησίᾳ καὶ χαραχθείς, ἀφεθεὶς
5δὲ τραχὺς καὶ οἰδῶν καὶ ἀνώμαλος ὑπ’ ὀργῆς δυσανάκλητος αὖθίς ἐστι καὶ δυσπαρηγόρητος. διὸ καὶ τοῦτο δεῖ παραφυλάττειν ἐν τοῖς μάλιστα τοὺς νουθετοῦντας καὶ μὴ προαπολείπειν, μηδὲ ποιεῖσθαι πέρας ὁμιλίας καὶ συνουσίας τὸ λυποῦν
10καὶ παροξῦνον τοὺς συνήθεις.394