TLG 0007 059 :: PLUTARCHUS :: Comparatio Demetrii et Antonii PLUTARCHUS Biogr.
Phil. Comparatio Demetrii et Antonii Citation: Chapter — section — (line) | ||
1.1 | Ἐπεὶ τοίνυν μεγάλαι περὶ ἀμφοτέρους γεγό‐ νασι μεταβολαί, πρῶτον τὰ τῆς δυνάμεως καὶ τῆς ἐπι‐ φανείας σκοπῶμεν, ὅτι τῷ μὲν ἦν πατρῷα καὶ προκατειρ‐ γασμένα, μέγιστον ἰσχύσαντος Ἀντιγόνου τῶν διαδόχων | |
5 | καὶ πρὸ τοῦ Δημήτριον ἐν ἡλικίᾳ γενέσθαι τὰ πλεῖστα | |
---|---|---|
1.2 | τῆς Ἀσίας ἐπελθόντος καὶ κρατήσαντος· Ἀντώνιος δὲ χαρίεντος μὲν ἄλλως, ἀπολέμου δὲ καὶ μέγα μηδὲν εἰς δόξαν αὐτῷ καταλιπόντος γενόμενος πατρός, ἐπὶ τὴν Καίσαρος ἐτόλμησεν ἀρχὴν οὐδὲν αὐτῷ κατὰ γένος προσ‐ | |
5 | ήκουσαν ἐλθεῖν, καὶ τοῖς ἐκείνῳ προπεπονημένοις αὐ‐ | |
1.3 | τὸς ἑαυτὸν εἰσεποίησε διάδοχον. καὶ τοσοῦτον ἴσχυσεν ἐκ μόνων τῶν περὶ αὐτὸν ὑπαρχόντων ὁρμώμενος, ὥστε δύο μοίρας τὰ σύμπαντα ποιησάμενος, τὴν ἑτέραν ἑλέ‐ σθαι καὶ λαβεῖν τὴν ἐπιφανεστέραν, ἀπὼν δ’ αὐτὸς ὑπ‐ | |
5 | ηρέταις τε καὶ ὑποστρατήγοις Πάρθους τε νικῆσαι πολ‐ λάκις καὶ τὰ περὶ Καύκασον ἔθνη βάρβαρα μέχρι τῆς | |
1.4 | Κασπίας ὤσασθαι θαλάσσης. μαρτύρια δὲ τοῦ μεγέθους | |
1.5 | αὐτῷ καὶ δι’ ἃ κακῶς ἀκούει. Δημητρίῳ μὲν γὰρ ὁ πα‐ τὴρ ἠγάπησε τὴν Ἀντιπάτρου Φίλαν ὡς κρείττονα συν‐ οικίσαι παρ’ ἡλικίαν, Ἀντωνίῳ δ’ ὁ Κλεοπάτρας γά‐ μος ὄνειδος ἦν, γυναικὸς ὑπερβαλομένης δυνάμει καὶ | |
5 | λαμπρότητι πάντας πλὴν Ἀρσάκου τοὺς καθ’ αὑτὴν βα‐ | |
1.6 | σιλεῖς. ἀλλ’ οὕτως ἐποίησε μέγαν ἑαυτόν, ὥστε τοῖς ἄλ‐ λοις μειζόνων ἢ ἐβούλετο δοκεῖν ἄξιος. | |
2.1 | Ἡ μέντοι προαίρεσις, ἀφ’ ἧς ἐκτήσαντο τὴν ἀρχήν, ἄμεμπτός ἐστιν ἡ τοῦ Δημητρίου, κρατεῖν καὶ βα‐ σιλεύειν ἀνθρώπων εἰθισμένων κρατεῖσθαι καὶ βασιλεύ‐ εσθαι ζητοῦντος, ἡ δ’ Ἀντωνίου χαλεπὴ καὶ τυραννική, | |
5 | καταδουλουμένου τὸν Ῥωμαίων δῆμον ἄρτι διαφυγόντα | |
2.2 | τὴν ὑπὸ Καίσαρι μοναρχίαν. ὃ δ’ οὖν μέγιστον αὐτῷ | |
καὶ λαμπρότατόν ἐστι τῶν εἰργασμένων, ὁ πρὸς Κάσσιον καὶ Βροῦτον πόλεμος, ἐπὶ τῷ τὴν πατρίδα καὶ τοὺς πο‐ | 149 | |
2.3 | λίτας ἀφελέσθαι τὴν ἐλευθερίαν ἐπολεμήθη. Δημήτριος δὲ καί, πρὶν εἰς τύχας ἐλθεῖν ἀναγκαίας, ἐλευθερῶν τὴν Ἑλλάδα καὶ τῶν πόλεων ἐξελαύνων τὰς φρουρὰς διετέ‐ λεσεν, οὐχ ὥσπερ Ἀντώνιος, ὅτι τοὺς ἐλευθερώσαντας | |
2.4 | τὴν Ῥώμην ἀπέκτεινεν ἐν Μακεδονίᾳ, σεμνυνόμενος. ἓν τοίνυν ἐστὶ τῶν ἐπαινουμένων Ἀντωνίου, τὸ φιλόδωρον καὶ μεγαλόδωρον, ἐν ᾧ τοσοῦτον ὑπεραίρει Δημήτριος, ὥστε χαρίσασθαι τοῖς πολεμίοις ὅσα τοῖς φίλοις οὐκ | |
2.5 | ἔδωκεν Ἀντώνιος. καίτοι ταφῆναί γε καὶ περισταλῆναι κελεύσας Βροῦτον ἐκεῖνος εὐδοκίμησεν· οὗτος δὲ καὶ τοὺς ἀποθανόντας τῶν πολεμίων πάντας ἐκήδευσε, καὶ τοὺς ἁλόντας Πτολεμαίῳ μετὰ χρημάτων καὶ δωρεῶν ἀπ‐ | |
5 | έπεμψεν. | |
3.1 | Ὑβρισταὶ μὲν εὐτυχοῦντες ἀμφότεροι καὶ πρὸς | |
3.2 | τρυφὰς ἀνειμένοι καὶ ἀπολαύσεις. οὐκ ἂν εἴποι δέ τις, ὡς Δημήτριον ἐν εὐπαθείαις καὶ συνουσίαις ὄντα πρά‐ ξεων καιρὸς ἐξέφυγεν, ἀλλὰ τῇ περιουσίᾳ τῆς σχολῆς ἐπεισῆγε τὰς ἡδονάς, καὶ τὴν Λάμιαν ὥσπερ τὴν μυθι‐ | |
5 | κὴν ἀτεχνῶς παίζων καὶ νυστάζων ἐποιεῖτο διαγωγήν· | |
3.3 | ἐν δὲ ταῖς τοῦ πολέμου παρασκευαῖς οὐκ εἶχεν αὐτοῦ τὸ δόρυ κιττόν, οὐδὲ μύρων ὠδώδει τὸ κράνος, οὐδὲ γε‐ γανωμένος καὶ ἀνθηρὸς ἐπὶ τὰς μάχας ἐκ τῆς γυναικω‐ νίτιδος προῄει, κοιμίζων δὲ τοὺς θιάσους καὶ τὰ βακχεῖα | |
5 | καταπαύων, ἀμφίπολος Ἄρεος ἀνιέρου, κατὰ τὸν Εὐριπί‐ δην (fr. 992 N.2), ἐγίνετο, καὶ δι’ ἡδονὴν ἢ ῥᾳθυμίαν | |
3.4 | οὐθὲν ἁπλῶς ἔπταισεν. Ἀντώνιον δ’, ὥσπερ ἐν ταῖς γραφαῖς ὁρῶμεν τοῦ Ἡρακλέους τὴν Ὀμφάλην ὑφαι‐ ροῦσαν τὸ ῥόπαλον καὶ τὴν λεοντῆν ἀποδύουσαν, οὕτω πολλάκις Κλεοπάτρα παροπλίσασα καὶ καταθέλξασα συν‐ | |
5 | έπεισεν ἀφέντα μεγάλας πράξεις ἐκ τῶν χειρῶν καὶ | |
στρατείας ἀναγκαίας ἐν ταῖς περὶ Κάνωβον καὶ Ταφόσιριν | 150 | |
3.5 | ἀκταῖς ἀλύειν καὶ παίζειν μετ’ αὐτῆς. τέλος δ’ ὡς ὁ Πάρις ἐκ τῆς μάχης ἀποδρὰς εἰς τοὺς ἐκείνης κατεδύετο κόλ‐ πους (Il. 3, 380 sq.)· μᾶλλον δ’ ὁ μὲν Πάρις ἡττηθεὶς ἔφευγεν εἰς τὸν θάλαμον, Ἀντώνιος δὲ Κλεοπάτραν | |
5 | διώκων ἔφευγε καὶ προήκατο τὴν νίκην. | |
4.1 | Ἔτι Δημήτριος μέν, οὐ κεκωλυμένον, ἀλλ’ ἀπὸ Φιλίππου καὶ Ἀλεξάνδρου γεγονὸς ἐν ἔθει τοῖς Μακεδόνων βασιλεῦσιν, ἐγάμει γάμους πλείονας ὥσπερ Λυσίμαχος καὶ | |
4.2 | Πτολεμαῖος, ἔσχε δὲ διὰ τιμῆς ὅσας ἔγημεν· Ἀντώνιος δὲ πρῶτον μὲν ὁμοῦ δύο γυναῖκας ἠγάγετο, πρᾶγμα μηδενὶ Ῥωμαίῳ τετολμημένον, ἔπειτα τὴν ἀστὴν καὶ δικαίως γαμηθεῖσαν ἐξήλασε, τῇ ξένῃ καὶ μὴ κατὰ νόμους συν‐ | |
5 | ούσῃ χαριζόμενος· ὅθεν ἐκ γάμου τῷ μὲν οὐθέν, τῷ δὲ | |
4.3 | τὰ μέγιστα τῶν κακῶν ἀπήντησεν. ἀσέβημα μέντοι το‐ σοῦτον δι’ ἀσέλγειαν οὐθὲν ταῖς Ἀντωνίου πράξεσιν ὅσον ταῖς Δημητρίου πρόσεστιν. οἱ μὲν γὰρ ἱστορικοί φασι καὶ τῆς ἀκροπόλεως ὅλης εἴργεσθαι τὰς κύνας διὰ τὸ τὴν | |
4.4 | μεῖξιν ἐμφανῆ μάλιστα τοῦτο ποιεῖσθαι τὸ ζῷον· ὁ δ’ ἐν αὐτῷ τῷ Παρθενῶνι ταῖς τε πόρναις συνῆν καὶ τῶν | |
4.5 | ἀστῶν κατεπόρνευσε πολλάς· καὶ οὗ τις ἂν ἥκιστα τὰς τοιαύτας τρυφὰς καὶ ἀπολαύσεις οἴοιτο μετέχειν κακοῦ, τῆς ὠμότητος, τοῦτ’ 〈ἔν〉εστι τῇ Δημητρίου φιληδονίᾳ, περιιδόντος, μᾶλλον δ’ ἀναγκάσαντος οἰκτρῶς ἀποθανεῖν | |
5 | τὸν κάλλιστον καὶ σωφρονέστατον Ἀθηναίων, φεύγοντα | |
4.6 | τὸ καθυβρισθῆναι. συνελόντι δ’ εἰπεῖν, Ἀντώνιος μὲν ἑαυτὸν διὰ τὴν ἀκρασίαν, Δημήτριος δ’ ἄλλους ἠδίκησε. | |
5.1 | Πρὸς μέντοι γονεῖς ἄμεμπτον ἑαυτὸν εἰς ἅπαν‐ | |
5.2 | τα παρέσχεν ὁ Δημήτριος· Ἀντώνιος δὲ τὸν ἀδελφὸν τῆς μητρὸς ἐξέδωκεν ἐπὶ τῷ Κικέρωνα ἀποκτεῖναι, πρᾶγμα | |
καὶ καθ’ ἑαυτὸ μιαρὸν καὶ ὠμόν, ὡς μόλις 〈ἂν〉 Ἀντώ‐ νιον ἐπ’ αὐτῷ συγγνώμης τυχεῖν, εἰ σωτηρίας τοῦ θείου | 151 | |
5.3 | μισθὸς ἦν ὁ Κικέρωνος θάνατος. ἃ τοίνυν ἐπιώρκησαν ἀμφότεροι καὶ παρεσπόνδησαν, ὁ μὲν Ἀρταουάσδην συλ‐ λαβών, ὁ δ’ Ἀλέξανδρον ἀποκτείνας, Ἀντωνίῳ μὲν ἔχει τὴν πρόφασιν ὁμολογουμένην· ἀπελείφθη γὰρ ἐν Μήδοις | |
5.4 | ὑπ’ Ἀρταουάσδου καὶ προεδόθη· Δημήτριον δὲ πολλοὶ λέγουσι ψευδεῖς αἰτίας ἐφ’ οἷς ἔδρασε πλασάμενον κατη‐ | |
5.5 | γορεῖν ἀδικηθέντος, οὐκ ἀδικήσαντα ἀμύνασθαι. πάλιν δὲ τῶν μὲν κατορθωμάτων αὐτουργὸς ὁ Δημήτριος γέγονε, καὶ τοὐναντίον ὁ Ἀντώνιος ἐν οἷς οὐ παρῆν καλλίστας καὶ μεγίστας διὰ τῶν στρατηγῶν ἀνῃρεῖτο | |
5 | νίκας. | |
6.1 | Ἐξέπεσον δὲ τῶν πραγμάτων ἀμφότεροι μὲν δι’ αὑτούς, οὐ μὴν ὁμοίως, ἀλλ’ ὁ μὲν ἐγκαταλειφθείς, ἀπέστησαν γὰρ αὐτοῦ Μακεδόνες, ὁ δ’ ἐγκαταλιπών, | |
6.2 | ἔφυγε γὰρ τοὺς ὑπὲρ αὐτοῦ κινδυνεύοντας· ὥστε τοῦ μὲν ἔγκλημα εἶναι τὸ δυσμενεῖς οὕτω πρὸς αὑτὸν ἀπερ‐ γάσασθαι τοὺς μαχομένους, τοῦ δὲ τὸ παρεσκευασμένην | |
6.3 | εὔνοιαν τοιαύτην καὶ πίστιν ἐγκαταλιπεῖν. τὸν δὲ θάνατον οὐδετέρου μὲν ἔστιν ἐπαινέσαι, ψεκτὸς δ’ ὁ Δημητρίου μᾶλλον· αἰχμάλωτός τε γὰρ ὑπέμεινε γενέσθαι, καὶ καθειρχθεὶς ἠγάπησεν ἐπικερδᾶναι τριετίαν οἴνῳ καὶ | |
6.4 | γαστρί, καθάπερ τὰ ζῷα χειροήθης γενόμενος. Ἀντώνιος δὲ δειλῶς μὲν καὶ οἰκτρῶς καὶ ἀτίμως, οὐ μὴν ἀλλὰ πρό γε τοῦ κύριον γενέσθαι τὸν πολέμιον τοῦ σώματος ἑαυτὸν | |
ἐξήγαγεν. | 152 |