TLG 0007 056 :: PLUTARCHUS :: Comparatio Demosthenis et Ciceronis

PLUTARCHUS Biogr. Phil.
(Chaeronensis: A.D. 1–2)

Comparatio Demosthenis et Ciceronis

Source: Ziegler, K. (ed.), Plutarchi vitae parallelae, vol. 1.2, 3rd edn. Leipzig: Teubner, 1964: 368–373.

Citation: Chapter — section — (line)

1

.

1

Ἃ μὲν οὖν ἄξια μνήμης τῶν περὶ Δημοσθέ‐ νους καὶ Κικέρωνος ἱστορουμένων εἰς τὴν ἡμετέραν ἀφῖ‐

1

.

2

κται γνῶσιν, ταῦτ’ ἐστίν. ἀφεικὼς δὲ τὸ συγκρίνειν τὴν ἐν τοῖς λόγοις ἕξιν αὐτῶν, ἐκεῖνό μοι δοκῶ μὴ παρήσειν ἄρ‐ ρητον, ὅτι Δημοσθένης μὲν εἰς τὸ ῥητορικὸν ἐνέτεινε πᾶν ὅσον εἶχεν ἐκ φύσεως ἢ ἀσκήσεως λόγιον, ὑπερβαλλόμε‐
5νος ἐναργείᾳ μὲν καὶ δεινότητι τοὺς ἐπὶ τῶν ἀγώνων καὶ τῶν δικῶν συνεξεταζομένους, ὄγκῳ δὲ καὶ μεγαλοπρε‐ πείᾳ τοὺς ἐπιδεικτικούς, ἀκριβείᾳ δὲ καὶ τέχνῃ τοὺς

1

.

3

σοφιστάς· Κικέρων δὲ καὶ πολυμαθὴς καὶ ποικίλος τῇ περὶ τοὺς λόγους σπουδῇ γενόμενος, συντάξεις μὲν ἰδίας φιλοσόφους ἀπολέλοιπεν οὐκ ὀλίγας εἰς τὸν Ἀκαδημαϊ‐ κὸν τρόπον, οὐ μὴν ἀλλὰ καὶ διὰ τῶν πρὸς τὰς δίκας καὶ τοὺς
5ἀγῶνας γραφομένων λόγων δῆλός ἐστιν ἐμπειρίαν τινὰ368

1

.

4

γραμμάτων παρενδείκνυσθαι βουλόμενος. ἔστι δέ τις καὶ τοῦ ἤθους ἐν τοῖς λόγοις ἑκατέρου δίοψις. ὁ μὲν γὰρ Δημοσθενικὸς ἔξω παντὸς ὡραϊσμοῦ καὶ παιδιᾶς εἰς δει‐ νότητα καὶ σπουδὴν συνηγμένος οὐκ ἐλλυχνίων ὄδωδεν, ὥσ‐
5περ ὁ Πυθέας ἔσκωπτεν, ἀλλ’ ὑδροποσίας καὶ φροντίδων καὶ τῆς λεγομένης πικρίας τοῦ τρόπου καὶ στυγνότητος· Κικέ‐ ρων δὲ πολλαχοῦ τῷ σκωπτικῷ πρὸς τὸ βωμολόχον ἐκφε‐ ρόμενος, καὶ πράγματα σπουδῆς ἄξια γέλωτι καὶ παιδιᾷ κατειρωνευόμενος ἐν ταῖς δίκαις εἰς τὸ χρειῶδες, ἠφείδει
10τοῦ πρέποντος, ὥσπερ ἐν τῇ Καιλίου συνηγορίᾳ (17, 41) μηδὲν ἄτοπον 〈φήσασ〉 ποιεῖν αὐτὸν ἐν τοσαύτῃ τρυφῇ καὶ πολυτελείᾳ ταῖς ἡδοναῖς χρώμενον· τὸ γὰρ ὧν ἔξεστι μὴ μετέχειν μανικὸν εἶναι, καὶ ταῦτ’ ἐν ἡδονῇ τὸ εὐδαι‐

1

.

5

μονοῦν τῶν ἐπιφανεστάτων φιλοσόφων τιθεμένων. λέ‐ γεται δὲ καὶ Κάτωνος Μουρήναν διώκοντος ὑπατεύων ἀπολογεῖσθαι καὶ πολλὰ διὰ τὸν Κάτωνα κωμῳδεῖν τὴν Στωικὴν αἵρεσιν ἐπὶ ταῖς ἀτοπίαις τῶν παραδόξων λεγο‐
5μένων δογμάτων· γέλωτος δὲ λαμπροῦ κατιόντος ἐκ τῶν περιεστώτων εἰς τοὺς δικαστάς, ἡσυχῇ διαμειδιάσας 〈ὁ Κάτων〉 πρὸς τοὺς παρακαθημένους εἰπεῖν· „ὡς γελοῖον

1

.

6

ὦ ἄνδρες ἔχομεν ὕπατον.“ δοκεῖ δὲ καὶ γέλωτος οἰκεῖος ὁ Κικέρων γεγονέναι καὶ φιλοσκώπτης, τό τε πρόσωπον αὐτοῦ μειδίαμα καὶ γαλήνη κατεῖχε· τῷ δὲ Δημοσθένους ἀεί τις ἐπῆν σπουδή, καὶ τὸ πεφροντικὸς τοῦτο καὶ σύν‐
5νουν οὐ ῥᾳδίως ἀπέλειπεν· ὅθεν καὶ δύσκολον αὐτὸν οἱ ἐχθροὶ καὶ δύστροπον, ὡς αὐτὸς εἴρηκεν (Phil. 2, 30), ἀπεκάλουν προδήλως.369

2

.

1

Ἔτι τοίνυν ἐν τοῖς συγγράμμασι κατιδεῖν ἔστι τὸν μὲν ἐμμελῶς καὶ ἀνεπαχθῶς τῶν εἰς ἑαυτὸν ἁπτόμε‐ νον ἐγκωμίων, ὅτε τούτου δεήσαι πρὸς ἕτερόν τι μεῖζον, τἆλλα δ’ εὐλαβῆ καὶ μέτριον· ἡ δὲ Κικέρωνος ἐν τοῖς λό‐
5γοις ἀμετρία τῆς περιαυτολογίας ἀκρασίαν τινὰ κατηγό‐ ρει πρὸς δόξαν, βοῶντος ὡς τὰ ὅπλα δεῖ τῇ τηβέννῳ καὶ τῇ γλώττῃ τὴν θριαμβικὴν ὑπείκειν δάφνην. τελευτῶν δ’ οὐ τὰ ἔργα καὶ τὰς πράξεις μόνον, ἀλλὰ καὶ τοὺς λόγους ἐπῄνει τοὺς εἰρημένους ὑφ’ αὑτοῦ καὶ γεγραμμένους, ὥσ‐
10περ Ἰσοκράτει καὶ Ἀναξιμένει τοῖς σοφισταῖς διαμειρα‐ κιευόμενος, οὐ τὸν Ῥωμαίων δῆμον ἄγειν ἀξιῶν καὶ ὀρθοῦν,
11 βριθύν, ὁπλιτοπάλαν, δάιον ἀντιπάλοις (Aeschyl. fr. 4 D.).
12 ἰσχύειν μὲν γὰρ διὰ λόγου τὸν πολιτευόμενον ἀναγκαῖον, ἀγαπᾶν δ’ ἀγεννὲς καὶ λιχνεύειν τὴν ἀπὸ τοῦ λόγου δόξαν.
15ὅθεν ἐμβριθέστερος ταύτῃ καὶ μεγαλοπρεπέστερος ὁ Δη‐ μοσθένης, τὴν μὲν αὑτοῦ δύναμιν ἐμπειρίαν τινὰ πολλῆς δεομένην τῆς παρὰ τῶν ἀκροωμένων εὐνοίας ἀποφαινόμενος (18, 277), ἀνελευθέρους δὲ καὶ βαναύσους, ὥσπερ εἰσί, τοὺς ἐπὶ τούτῳ φυσωμένους ἡγούμενος.

3

.

1

Ἡ μὲν οὖν ἐν τῷ δημηγορεῖν καὶ πολιτεύεσθαι δύναμις ὁμαλῶς ἀμφοτέροις ὑπῆρξεν, ὥστε καὶ τοὺς τῶν ὅπλων καὶ στρατοπέδων κυρίους δεῖσθαι, Δημοσθένους
μὲν Χάρητα καὶ Διοπείθη καὶ Λεωσθένην, Κικέρωνος δὲ370
5Πομπήιον καὶ Καίσαρα τὸν νέον, ὡς αὐτὸς ὁ Καῖσαρ ἐν τοῖς πρὸς Ἀγρίππαν καὶ Μαικήναν ὑπομνήμασιν εἴρηκεν

3

.

2

(HRR II 56). ὃ δὲ δοκεῖ μάλιστα καὶ λέγεται τρόπον ἀν‐ δρὸς ἐπιδεικνύναι καὶ βασανίζειν, ἐξουσία καὶ ἀρχὴ πᾶν πάθος κινοῦσα καὶ πᾶσαν ἀποκαλύπτουσα κακίαν, Δη‐ μοσθένει μὲν οὐχ ὑπῆρξεν, οὐδ’ ἔδωκε τοιαύτην διάπειραν
5αὑτοῦ, μηδεμίαν ἀρχὴν τῶν ἐπιφανῶν ἄρξας, ὃς οὐδὲ τῆς ὑφ’ αὑτοῦ συντεταγμένης ἐπὶ Φίλιππον ἐστρατήγησε δυ‐

3

.

3

νάμεως· Κικέρων δὲ ταμίας εἰς Σικελίαν καὶ ἀνθύπατος εἰς Κιλικίαν καὶ Καππαδοκίαν ἀποσταλείς, ἐν ᾧ καιρῷ τῆς φιλοπλουτίας ἀκμαζούσης καὶ τῶν πεμπομένων στρα‐ τηγῶν καὶ ἡγεμόνων, ὡς τοῦ κλέπτειν ἀγεννοῦς ὄντος, ἐπὶ
5τὸ ἁρπάζειν τρεπομένων, οὐ τὸ λαμβάνειν ἐδόκει δεινόν, ἀλλ’ ὁ μετρίως τοῦτο ποιῶν ἠγαπᾶτο, πολλὴν μὲν ἐπίδει‐ ξιν ὑπεροψίας χρημάτων ἐποιήσατο, πολλὴν δὲ φιλαν‐

3

.

4

θρωπίας καὶ χρηστότητος. ἐν αὐτῇ δὲ τῇ Ῥώμῃ λόγῳ μὲν ἀποδειχθεὶς ὕπατος, ἐξουσίαν δὲ λαβὼν αὐτοκράτορος καὶ δικτάτορος ἐπὶ τοὺς περὶ Κατιλίναν, ἐμαρτύρησε τῷ Πλάτωνι (resp. 473d) μαντευομένῳ παῦλαν ἕξειν κακῶν
5τὰς πόλεις, ὅταν εἰς ταὐτὸ δύναμίς τε μεγάλη καὶ φρόνη‐ σις ἔκ τινος τύχης χρηστῆς ἀπαντήσῃ μετὰ δικαιοσύνης.

3

.

5

Χρηματίσασθαι τοίνυν ἀπὸ τοῦ λόγου Δημοσθένης μὲν ἐπιψόγως λέγεται, λογογραφῶν κρύφα τοῖς περὶ Φορ‐ μίωνα καὶ Ἀπολλόδωρον ἀντιδίκοις, καὶ διαβληθεὶς μὲν ἐπὶ τοῖς βασιλικοῖς χρήμασιν, ὀφλὼν δὲ τῶν Ἁρπαλείων.

3

.

6

εἰ δὲ ταῦτα τοὺς γράφοντας (οὐκ ὀλίγοι δ’ εἰσὶν οὗτοι) ψεύδεσθαι φαίημεν, ἀλλ’ ὅτι γε πρὸς δωρεὰς βασιλέων σὺν χάριτι καὶ τιμῇ διδομένας ἀντιβλέψαι Δημοσθένης
οὐκ ἂν ἐτόλμησεν (οὐδ’ ἦν τοῦτ’ ἔργον ἀνθρώπου371

3

.

7

δανείζοντος ἐπὶ ναυτικοῖς), ἀμήχανον ἀντειπεῖν· περὶ δὲ Κικέρωνος, ὅτι καὶ Σικελιωτῶν ἀγορανομοῦντι καὶ βασι‐ λέως τοῦ Καππαδοκῶν ἀνθυπατεύοντι καὶ τῶν ἐν Ῥώμῃ φίλων, ὅτε τῆς πόλεως ἐξέπιπτε, δωρουμένων πολλὰ καὶ
5δεομένων λαβεῖν ἀντέσχεν, εἴρηται.

4

.

1

Καὶ μὴν ἥ γε φυγὴ τῷ μὲν αἰσχρὰ κλοπῆς ἁλόντι συνέπεσε, τῷ δὲ διὰ κάλλιστον ἔργον, ἀνθρώπους

4

.

2

ἀλιτηρίους τῆς πατρίδος ἐκκόψαντι. διὸ τοῦ μὲν οὐδεὶς λόγος ἐκπίπτοντος, ἐφ’ ᾧ δ’ ἡ σύγκλητος ἐσθῆτά τε διήλ‐ λαξε καὶ πένθος ἔσχε καὶ γνώμην ὑπὲρ οὐδενὸς εἰπεῖν ἐπείσθη πρότερον ἢ Κικέρωνι κάθοδον ψηφίσασθαι. τὴν
5μέντοι φυγὴν ἀργῶς ὁ Κικέρων διήνεγκεν ἐν Μακεδονίᾳ καθήμενος, τῷ δὲ Δημοσθένει καὶ ἡ φυγὴ μέρος μέγα

4

.

3

τῆς πολιτείας γέγονε. συναγωνιζόμενος γὰρ ὡς εἴρηται τοῖς Ἕλλησι καὶ τοὺς Μακεδόνων πρέσβεις ἐξελαύνων ἐπήρχετο τὰς πόλεις, πολὺ βελτίων Θεμιστοκλέους καὶ Ἀλκιβιάδου παρὰ τὰς αὐτὰς τύχας διαφανεὶς πολίτης·
5καὶ μέντοι καὶ κατελθὼν αὖθις αὑτὸν ἐπέδωκεν εἰς τὴν αὐτὴν ταύτην πολιτείαν, καὶ διετέλει πολεμῶν πρὸς

4

.

4

Ἀντίπατρον καὶ Μακεδόνας. Κικέρωνα δ’ ὠνείδισεν ἐν τῇ βουλῇ Λαίλιος, αἰτουμένου Καίσαρος ὑπατείαν μετιέ‐ ναι παρὰ νόμον οὔπω γενειῶντος, σιωπῇ καθήμενον. ἔ‐ γραφε δὲ καὶ Βροῦτος (Brut. 1, 16) ἐγκαλῶν ὡς μείζονα
5καὶ βαρυτέραν πεπαιδοτριβηκότι τυραννίδα τῆς ὑφ’ αὑτοῦ καταλυθείσης.

5

.

1

Ἐπὶ πᾶσι δὲ τῆς τελευτῆς τὸν μὲν οἰκτίσαι τις 〈ἄν〉, ἄνδρα πρεσβύτην δι’ ἀγέννειαν ὑπ’ οἰκετῶν ἄνω
καὶ κάτω περιφερόμενον καὶ φεύγοντα τὸν θάνατον καὶ ἀποκρυπτόμενον τοὺς οὐ πολὺ πρὸ τῆς φύσεως ἥκοντας372

5

.

2

ἐπ’ αὐτόν, εἶτ’ ἀποσφαγέντα· τοῦ δ’, εἰ καὶ μικρὰ πρὸς τὴν ἱκεσίαν ἐνέδωκεν, ἀγαστὴ μὲν ἡ παρασκευὴ τοῦ φαρ‐ μάκου καὶ τήρησις, ἀγαστὴ δ’ ἡ χρῆσις, ὅτι τοῦ θεοῦ μὴ παρέχοντος αὐτῷ τὴν ἀσυλίαν, ὥσπερ ἐπὶ μείζονα βωμὸν
5καταφυγών, ἐκ τῶν ὅπλων καὶ τῶν δορυφόρων λαβὼν
ἑαυτὸν ᾤχετο, τῆς Ἀντιπάτρου καταγελάσας ὠμότητος.373