TLG 0007 054 :: PLUTARCHUS :: Demosthenes

PLUTARCHUS Biogr. Phil.
(Chaeronensis: A.D. 1–2)

Demosthenes

Source: Ziegler, K. (ed.), Plutarchi vitae parallelae, vol. 1.2, 3rd edn. Leipzig: Teubner, 1964: 280–312.

Citation: Chapter — section — (line)

Dem
.

t

1

ΔΗΜΟΣΘΕΝΗΣ ΚΑΙ ΚΙΚΕΡΩΝ
Dem
.

1

.

1

Ὁ μὲν γράψας τὸ ἐπὶ τῇ νίκῃ τῆς Ὀλυμπίασιν ἱππο‐ δρομίας εἰς Ἀλκιβιάδην ἐγκώμιον, εἴτ’ Εὐριπίδης (PLG II p. 266 B4) ὡς ὁ πολὺς κρατεῖ λόγος, εἴθ’ ἕτερός τις ἦν, ὦ Σόσσιε Σενεκίων, φησὶ χρῆναι τῷ εὐδαίμονι πρῶτον
5ὑπάρξαι „τὰν πόλιν εὐδόκιμον·“ ἐγὼ δὲ τῷ μὲν εὐδαιμο‐ νήσειν μέλλοντι τὴν ἀληθινὴν εὐδαιμονίαν, ἧς ἐν ἤθει καὶ διαθέσει τὸ πλεῖστόν ἐστιν, οὐδὲν ἡγοῦμαι διαφέρειν ἀδό‐ ξου καὶ ταπεινῆς πατρίδος ἢ μητρὸς ἀμόρφου καὶ μικρᾶς
Dem
.

1

.

2

γενέσθαι. γελοῖον γάρ, εἴ τις οἴοιτο τὴν Ἰουλίδα, μέρος μικρὸν οὖσαν οὐ μεγάλης νήσου τῆς Κέω, καὶ τὴν Αἴγι‐ ναν, ἣν τῶν Ἀττικῶν τις ἐκέλευεν ὡς λήμην τοῦ Πειραιῶς ἀφελεῖν, ὑποκριτὰς μὲν ἀγαθοὺς τρέφειν καὶ ποιητάς,
5ἄνδρα δ’ οὐκ ἄν ποτε δύνασθαι δίκαιον καὶ αὐτάρκη καὶ
Dem
.

1

.

3

νοῦν ἔχοντα καὶ μεγαλόψυχον ἐξενεγκεῖν. τὰς μὲν γὰρ ἄλλας τέχνας εἰκός ἐστι, πρὸς ἐργασίαν καὶ δόξαν συνι‐ σταμένας, ἐν ταῖς ἀδόξοις καὶ ταπειναῖς πόλεσιν ἀπομα‐ ραίνεσθαι, τὴν δ’ ἀρετὴν ὥσπερ ἰσχυρὸν καὶ διαρκὲς φυτὸν
5ἐν ἅπαντι ῥιζοῦσθαι τόπῳ, φύσεώς γε χρηστῆς καὶ φι‐
Dem
.

1

.

4

λοπόνου ψυχῆς ἐπιλαμβανομένην. ὅθεν οὐδ’ ἡμεῖς, εἴ τι τοῦ φρονεῖν ὡς δεῖ καὶ βιοῦν ἐλλείπομεν, τοῦτο τῇ μι‐
κρότητι τῆς πατρίδος, ἀλλ’ αὑτοῖς δικαίως ἀναθήσομεν.280
Dem
.

2

.

1

Τῷ μέντοι σύνταξιν ὑποβεβλημένῳ καὶ ἱστορίαν, ἐξ οὐ προχείρων οὐδ’ οἰκείων, ἀλλὰ ξένων τε τῶν πολλῶν καὶ διεσπαρμένων ἐν ἑτέροις συνιοῦσαν ἀνα‐ γνωσμάτων, τῷ ὄντι χρῆν πρῶτον ὑπάρχειν καὶ μάλιστα
5„τὰν πόλιν εὐδόκιμον“ καὶ φιλόκαλον καὶ πολυάνθρωπον, ὡς βιβλίων τε παντοδαπῶν ἀφθονίαν ἔχων, καὶ ὅσα τοὺς γράφοντας διαφυγόντα σωτηρίᾳ μνήμης ἐπιφανεστέραν εἴληφε πίστιν, ὑπολαμβάνων ἀκοῇ καὶ διαπυνθανόμενος,
Dem
.

2

.

2

μηδενὸς τῶν ἀναγκαίων ἐνδεὲς ἀποδιδοίη τὸ ἔργον. ἡμεῖς δὲ μικρὰν μὲν οἰκοῦντες πόλιν, καὶ ἵνα μὴ μικροτέρα γένηται φιλοχωροῦντες, ἐν δὲ Ῥώμῃ καὶ ταῖς περὶ τὴν Ἰταλίαν διατριβαῖς οὐ σχολῆς οὔσης γυμνάζεσθαι περὶ
5τὴν Ῥωμαϊκὴν διάλεκτον ὑπὸ χρειῶν πολιτικῶν καὶ τῶν διὰ φιλοσοφίαν πλησιαζόντων, ὀψέ ποτε καὶ πόρρω τῆς ἡλικίας ἠρξάμεθα Ῥωμαϊκοῖς συντάγμασιν ἐντυγχάνειν,
Dem
.

2

.

3

καὶ πρᾶγμα θαυμαστὸν μέν, ἀλλ’ ἀληθὲς ἐπάσχομεν. οὐ γὰρ οὕτως ἐκ τῶν ὀνομάτων τὰ πράγματα συνιέναι καὶ γνωρίζειν συνέβαινεν ἡμῖν, ὡς ἐκ τῶν πραγμάτων, 〈ὧν〉 ἁμῶς γέ πως εἴχομεν ἐμπειρίαν, ἐπακολουθεῖν δι’ αὐτὰ
Dem
.

2

.

4

καὶ τοῖς ὀνόμασι. κάλλους δὲ Ῥωμαϊκῆς ἀπαγγελίας καὶ τάχους αἰσθάνεσθαι καὶ μεταφορᾶς ὀνομάτων καὶ ἁρμο‐ νίας καὶ τῶν ἄλλων, οἷς ὁ λόγος ἀγάλλεται, χαρίεν μὲν ἡγούμεθα καὶ οὐκ ἀτερπές· ἡ δὲ πρὸς τοῦτο μελέτη καὶ
5ἄσκησις οὐκ εὐχερής, ἀλλ’ οἷστισι πλείων τε σχολὴ καὶ τὰ τῆς ὥρας ἔτι [πρὸς] τὰς τοιαύτας ἐπιχωρεῖ φιλοτιμίας.
Dem
.

3

.

1

Διὸ καὶ γράφοντες ἐν τῷ βιβλίῳ τούτῳ, τῶν παραλ‐ λήλων βίων ὄντι πέμπτῳ, περὶ Δημοσθένους καὶ Κικέ‐
ρωνος, ἀπὸ τῶν πράξεων καὶ τῶν πολιτειῶν τὰς φύσεις αὐτῶν καὶ τὰς διαθέσεις πρὸς ἀλλήλας ἐπισκεψόμεθα,281
5τὸ δὲ τοὺς λόγους ἀντεξετάζειν καὶ ἀποφαίνεσθαι, πότε‐
Dem
.

3

.

2

ρος ἡδίων ἢ δεινότερος εἰπεῖν, ἐάσομεν. „κακὴ“ γὰρ ὥς φησιν ὁ Ἴων (TGF p. 744 N2) „δελφῖνος ἐν χέρ‐ σῳ βία“, *** ἣν ὁ περιττὸς ἐν ἅπασι Καικίλιος ἀγνοήσας, ἐνεανιεύσατο σύγκρισιν τοῦ Δημοσθένους λό‐
5γου καὶ Κικέρωνος ἐξενεγκεῖν. ἀλλὰ γὰρ ἴσως, εἰ παντὸς ἦν τὸ „γνῶθι σαυτὸν“ ἔχειν πρόχειρον, οὐκ ἂν ἐδόκει τὸ
Dem
.

3

.

3

πρόσταγμα θεῖον εἶναι. Δημοσθένει γὰρ Κικέρωνα τὸν αὐτὸν ἔοικε πλάττων ἐξ ἀρχῆς ὁ δαίμων πολλὰς μὲν εἰς τὴν φύσιν ἐμβαλεῖν αὐτοῦ τῶν ὁμοιοτήτων, ὥσπερ τὸ φιλότιμον καὶ φιλελεύθερον ἐν τῇ πολιτείᾳ, πρὸς δὲ κιν‐
5δύνους καὶ πολέμους ἄτολμον, πολλὰ δ’ ἀναμεῖξαι καὶ
Dem
.

3

.

4

τῶν τυχηρῶν. δύο γὰρ ἑτέρους οὐκ ἂν εὑρεθῆναι δοκῶ ῥήτορας ἐκ μὲν ἀδόξων καὶ μικρῶν ἰσχυροὺς καὶ μεγά‐ λους γενομένους, προσκρούσαντας δὲ βασιλεῦσι καὶ τυ‐ ράννοις, θυγατέρας δ’ ἀποβαλόντας, ἐκπεσόντας δὲ τῶν
5πατρίδων, κατελθόντας δὲ μετὰ τιμῆς, ἀποδράντας δ’ αὖθις καὶ ληφθέντας ὑπὸ τῶν πολεμίων, ἅμα δὲ παυσα‐ μένῃ τῇ τῶν πολιτῶν ἐλευθερίᾳ τὸν βίον συγκαταστρέ‐
Dem
.

3

.

5

ψαντας· ὥστ’ εἰ γένοιτο τῇ φύσει καὶ τῇ τύχῃ καθάπερ τεχνίταις ἅμιλλα, χαλεπῶς ἂν διακριθῆναι, πότερον αὕτη τοῖς τρόποις ἢ τοῖς πράγμασιν ἐκείνη τοὺς ἄνδρας ὁμοιο‐ τέρους ἀπείργασται. λεκτέον δὲ περὶ τοῦ πρεσβυτέρου
5πρότερον.
Dem
.

4

.

1

Δημοσθένης ὁ πατὴρ Δημοσθένους ἦν μὲν τῶν κα‐
λῶν καὶ ἀγαθῶν ἀνδρῶν, ὡς ἱστορεῖ Θεόπομπος (FGrH 115 F 325), ἐπεκαλεῖτο δὲ μαχαιροποιός, ἐργαστήριον ἔχων282
Dem
.

4

.

2

μέγα καὶ δούλους τεχνίτας τοὺς τοῦτο πράττοντας. ἃ δ’ Αἰσχίνης ὁ ῥήτωρ (3, 171) εἴρηκε περὶ τῆς μητρός, ὡς ἐκ Γύλωνός τινος ἐπ’ αἰτίᾳ προδοσίας φεύγοντος ἐξ ἄστε‐ ος γεγόνοι καὶ βαρβάρου γυναικός, οὐκ ἔχομεν εἰπεῖν
5εἴτ’ ἀληθῶς εἴρηκεν εἴτε βλασφημῶν καὶ καταψευδόμε‐
Dem
.

4

.

3

νος. ἀπολειφθεὶς δ’ ὁ Δημοσθένης ὑπὸ τοῦ πατρὸς ἑπτα‐ έτης ἐν εὐπορίᾳ—μικρὸν γὰρ ἀπέλιπεν ἡ σύμπασα τίμησις αὐτοῦ τῆς οὐσίας πεντεκαίδεκα ταλάντων—ὑπὸ τῶν ἐπιτρόπων ἠδικήθη, τὰ μὲν νοσφισαμένων, τὰ δ’
5ἀμελησάντων, ὥστε καὶ τῶν διδασκάλων αὐτοῦ τὸν μισθὸν
Dem
.

4

.

4

ἀποστερῆσαι. διά τε δὴ ταῦτα τῶν ἐμμελῶν καὶ προση‐ κόντων ἐλευθέρῳ παιδὶ μαθημάτων ἀπαίδευτος δοκεῖ γενέσθαι, καὶ διὰ τὴν τοῦ σώματος ἀσθένειαν καὶ θρύ‐ ψιν, οὐ προϊεμένης τοῖς πόνοις τῆς μητρὸς αὐτὸν οὐδὲ
Dem
.

4

.

5

προσβιαζομένων τῶν παιδαγωγῶν. ἦν γὰρ ἐξ ἀρχῆς κάτισ‐ χνος καὶ νοσώδης, διὸ καὶ τὴν λοιδορουμένην ἐπωνυμίαν, τὸν Βάταλον, εἰς τὸ σῶμα λέγεται σκωπτόμενος ὑπὸ τῶν
Dem
.

4

.

6

παίδων λαβεῖν. ἦν δ’ ὁ Βάταλος, ὡς μὲν ἔνιοί φασιν, αὐλη‐ τὴς τῶν κατεαγότων, καὶ δραμάτιον εἰς τοῦτο κωμῳδῶν αὐτὸν Ἀντιφάνης (fr. 57 CAF II 35) πεποίηκεν. ἕτεροι δέ τι‐ νες ὡς ποιητοῦ τρυφερὰ καὶ παροίνια γράφοντος τοῦ
Dem
.

4

.

7

Βατάλου μέμνηνται. δοκεῖ δὲ καὶ τῶν οὐκ εὐπρεπῶν τι λεχθῆναι τοῦ σώματος μορίων παρὰ τοῖς Ἀττικοῖς τότε
Dem
.

4

.

8

καλεῖσθαι βάταλος. ὁ δ’ Ἀργᾶς—καὶ τοῦτο γάρ φασι τῷ Δημοσθένει γενέσθαι παρωνύμιον—ἢ πρὸς τὸν τρό‐ πον ὡς θηριώδη καὶ πικρὸν ἐτέθη· τὸν γὰρ ὄφιν ἔνιοι τῶν ποιητῶν ἀργᾶν ὀνομάζουσιν· ἢ πρὸς τὸν λόγον, ὡς ἀνιῶν‐
5τα τοὺς ἀκροωμένους· καὶ γὰρ Ἀργᾶς τοὔνομα ποιητὴς ἦν νόμων πονηρῶν καὶ ἀργαλέων. καὶ ταῦτα μὲν ταύτῃ [κατὰ Πλάτωνα].283
Dem
.

5

.

1

Τῆς δὲ πρὸς τοὺς λόγους ὁρμῆς ἀρχὴν αὐτῷ φασι τοιαύτην γενέσθαι. Καλλιστράτου τοῦ ῥήτορος ἀγωνί‐ ζεσθαι τὴν περὶ Ὠρωποῦ κρίσιν ἐν τῷ δικαστηρίῳ μέλ‐ λοντος, ἦν προσδοκία τῆς δίκης μεγάλη διά τε τὴν τοῦ
5ῥήτορος δύναμιν, ἀνθοῦντος τότε μάλιστα τῇ δόξῃ, καὶ
Dem
.

5

.

2

διὰ τὴν πρᾶξιν οὖσαν περιβόητον. ἀκούσας οὖν ὁ Δημο‐ σθένης τῶν διδασκάλων καὶ τῶν παιδαγωγῶν συντιθε‐ μένων τῇ δίκῃ παρατυχεῖν, ἔπεισε τὸν ἑαυτοῦ παιδαγω‐ γὸν δεόμενος καὶ προθυμούμενος, ὅπως αὐτὸν ἀγάγοι πρὸς
Dem
.

5

.

3

τὴν ἀκρόασιν. ὁ δ’ ἔχων πρὸς τοὺς ἀνοίγοντας τὰ δικα‐ στήρια δημοσίους συνήθειαν, εὐπόρησε χώρας ἐν ᾗ κα‐
Dem
.

5

.

4

θήμενος ὁ παῖς ἀδήλως ἀκροάσεται τῶν λεγόντων. εὐη‐ μερήσαντος δὲ τοῦ Καλλιστράτου καὶ θαυμασθέντος ὑπερφυῶς, ἐκείνου μὲν ἐζήλωσε τὴν δόξαν, ὁρῶν προ‐ πεμπόμενον ὑπὸ πολλῶν καὶ μακαριζόμενον, τοῦ δὲ λό‐
5γου μᾶλλον ἐθαύμασε καὶ κατενόησε τὴν ἰσχὺν ὡς πάντα
Dem
.

5

.

5

χειροῦσθαι καὶ τιθασεύειν πεφυκότος. ὅθεν ἐάσας τὰ λοιπὰ μαθήματα καὶ τὰς παιδικὰς διατριβάς, αὐτὸς αὑτὸν ἤσκει καὶ διεπόνει ταῖς μελέταις, ὡς ἂν τῶν λεγόντων ἐσόμε‐
Dem
.

5

.

6

νος καὶ αὐτός. ἐχρήσατο δ’ Ἰσαίῳ πρὸς τὸν λόγον ὑφη‐ γητῇ, καίπερ Ἰσοκράτους τότε σχολάζοντος, εἴθ’ ὥς τινες λέγουσι τὸν ὡρισμένον μισθὸν Ἰσοκράτει τελέσαι μὴ δυνάμενος τὰς δέκα μνᾶς διὰ τὴν ὀρφανίαν, εἴτε μᾶλ‐
5λον τοῦ Ἰσαίου τὸν λόγον ὡς δραστήριον καὶ πανοῦργον εἰς
Dem
.

5

.

7

τὴν χρείαν ἀποδεχόμενος. Ἕρμιππος (FGH III 49) δέ φη‐ σιν ἀδεσπότοις ὑπομνήμασιν ἐντυχεῖν, ἐν οἷς ἐγέγραπτο
τὸν Δημοσθένη συνεσχολακέναι Πλάτωνι καὶ πλεῖστον εἰς τοὺς λόγους ὠφελῆσθαι, Κτησιβίου δὲ μέμνηται λέ‐284
5γοντος παρὰ Καλλίου τοῦ Συρακουσίου καί τινων ἄλλων τὰς Ἰσοκράτους τέχνας καὶ τὰς Ἀλκιδάμαντος κρύφα λαβόντα τὸν Δημοσθένη καταμαθεῖν.
Dem
.

6

.

1

Ὡς δ’ οὖν ἐν ἡλικίᾳ γενόμενος τοῖς ἐπιτρόποις ἤρξα‐ το δικάζεσθαι καὶ λογογραφεῖν ἐπ’ αὐτούς, πολλὰς διαδύ‐ σεις καὶ παλινδικίας εὑρίσκοντας, ἐγγυμνασάμενος κατὰ τὸν Θουκυδίδην (1, 18, 3) ταῖς μελέταις οὐκ ἀκινδύ‐
5νως οὐδ’ ἀργῶς, κατευτυχήσας ἐκπρᾶξαι μὲν οὐδὲ πολ‐ λοστὸν ἠδυνήθη μέρος τῶν πατρῴων, τόλμαν δὲ πρὸς τὸ λέγειν καὶ συνήθειαν ἱκανὴν λαβών, καὶ γευσάμενος τῆς περὶ τοὺς ἀγῶνας φιλοτιμίας καὶ δυνάμεως, ἐνεχεί‐
Dem
.

6

.

2

ρησεν εἰς μέσον παριέναι καὶ τὰ κοινὰ πράττειν, καὶ κα‐ θάπερ Λαομέδοντα τὸν Ὀρχομένιον λέγουσι καχεξίαν τινὰ σπληνὸς ἀμυνόμενον δρόμοις μακροῖς χρῆσθαι τῶν ἰα‐ τρῶν κελευσάντων, εἶθ’ οὕτως διαπονήσαντα τὴν ἕξιν
5ἐπιθέσθαι τοῖς στεφανίταις ἀγῶσι καὶ τῶν ἄκρων γενέ‐ σθαι δολιχοδρόμων, οὕτως τῷ Δημοσθένει συνέβη τὸ πρῶτον ἐπανορθώσεως ἕνεκα τῶν ἰδίων ἀποδύντι πρὸς τὸ λέγειν, ἐκ δὲ τούτου κτησαμένῳ δεινότητα καὶ δύ‐ ναμιν, ἐν τοῖς πολιτικοῖς ἤδη καθάπερ στεφανίταις ἀγῶσι
10πρωτεύειν τῶν ἀπὸ τοῦ βήματος ἀγωνιζομένων πολιτῶν.
Dem
.

6

.

3

καίτοι τό γε πρῶτον ἐντυγχάνων τῷ δήμῳ θορύβοις περι‐ έπιπτε καὶ κατεγελᾶτο δι’ ἀήθειαν, τοῦ λόγου συγκε‐ χύσθαι ταῖς περιόδοις καὶ βεβασανίσθαι τοῖς ἐνθυμήμασι
Dem
.

6

.

4

πικρῶς ἄγαν καὶ κατακόρως δοκοῦντος. ἦν δέ τις ὡς ἔοικε καὶ φωνῆς ἀσθένεια καὶ γλώττης ἀσάφεια καὶ
πνεύματος κολοβότης, ἐπιταράττουσα τὸν νοῦν τῶν λεγο‐285
Dem
.

6

.

5

μένων τῷ διασπᾶσθαι τὰς περιόδους. τέλος δ’ ἀποστάντα τοῦ δήμου καὶ ῥεμβόμενον ἐν Πειραιεῖ δι’ ἀθυμίαν Εὔνο‐ μος ὁ Θριάσιος ἤδη πάνυ γέρων θεασάμενος ἐπετίμησεν, ὅτι τὸν λόγον ἔχων ὁμοιότατον τῷ Περικλέους, προδίδω‐
5σιν ὑπ’ ἀτολμίας καὶ μαλακίας ἑαυτόν, οὔτε τοὺς ὄχλους ὑφιστάμενος εὐθαρσῶς, οὔτε τὸ σῶμα πρὸς τοὺς ἀγῶνας ἐξαρτυόμενος, ἀλλὰ τρυφῇ περιορῶν μαραινόμενον.
Dem
.

7

.

1

Πάλιν δέ ποτέ φασιν ἐκπεσόντος αὐτοῦ καὶ ἀπιόντος οἴκαδε συγκεχυμένου καὶ βαρέως φέροντος, ἐπακολου‐ θῆσαι Σάτυρον τὸν ὑποκριτὴν ἐπιτήδειον ὄντα καὶ συν‐
Dem
.

7

.

2

εισελθεῖν. ὀδυρομένου δὲ τοῦ Δημοσθένους πρὸς αὐτόν, ὅτι πάντων φιλοπονώτατος ὢν τῶν λεγόντων καὶ μικροῦ δέων καταναλωκέναι τὴν τοῦ σώματος ἀκμὴν εἰς τοῦτο, χάριν οὐκ ἔχει πρὸς τὸν δῆμον, ἀλλὰ κραιπαλῶντες ἄν‐
5θρωποι ναῦται καὶ ἀμαθεῖς ἀκούονται καὶ κατέχουσι τὸ
Dem
.

7

.

3

βῆμα, παρορᾶται δ’ αὐτός, „ἀληθῆ λέγεις ὦ Δημόσθε‐ νεσ“ φάναι τὸν Σάτυρον, „ἀλλ’ ἐγὼ τὸ αἴτιον ἰάσομαι ταχέως, ἄν μοι τῶν Εὐριπίδου τινὰ ῥήσεων ἢ Σοφο‐
Dem
.

7

.

4

κλέους ἐθελήσῃς εἰπεῖν ἀπὸ στόματος.“ εἰπόντος δὲ τοῦ Δημοσθένους, μεταλαβόντα τὸν Σάτυρον οὕτω πλάσαι καὶ διεξελθεῖν ἐν ἤθει πρέποντι καὶ διαθέσει τὴν αὐτὴν ῥῆσιν, ὥστ’ εὐθὺς ὅλως ἑτέραν τῷ Δημοσθένει φανῆναι.
Dem
.

7

.

5

πεισθέντα δ’ ὅσον ἐκ τῆς ὑποκρίσεως τῷ λόγῳ κόσμου καὶ χάριτος πρόσεστι, μικρὸν ἡγήσασθαι καὶ τὸ μηδὲν εἶναι τὴν ἄσκησιν ἀμελοῦντι τῆς προφορᾶς καὶ διαθέσεως τῶν
Dem
.

7

.

6

λεγομένων. ἐκ δὲ τούτου κατάγειον μὲν οἰκοδομῆσαι με‐ λετητήριον, ὃ δὴ διεσῴζετο καὶ καθ’ ἡμᾶς, ἐνταῦθα δὲ πάντως μὲν ἑκάστης ἡμέρας κατιόντα πλάττειν τὴν ὑπό‐
κρισιν καὶ διαπονεῖν τὴν φωνήν, πολλάκις δὲ καὶ μῆνας286
5ἑξῆς δύο καὶ τρεῖς συνάπτειν, ξυρούμενον τῆς κεφαλῆς θάτερον μέρος ὑπὲρ τοῦ μηδὲ βουλομένῳ πάνυ προελθεῖν ἐνδέχεσθαι δι’ αἰσχύνην.
Dem
.

8

.

1

Οὐ μὴν ἀλλὰ καὶ τὰς πρὸς τοὺς ἐκτὸς ἐντεύξεις καὶ λόγους καὶ ἀσχολίας ὑποθέσεις ἐποιεῖτο καὶ ἀφορμὰς τοῦ φιλοπονεῖν. ἀπαλλαγεὶς γὰρ αὐτῶν τάχιστα κατέ‐ βαινεν εἰς τὸ μελετητήριον, καὶ διεξῄει τάς τε πράξεις
Dem
.

8

.

2

ἐφεξῆς καὶ τοὺς ὑπὲρ αὐτῶν ἀπολογισμούς. ἔτι δὲ τοὺς λόγους οἷς παρέτυχε λεγομένοις ἀναλαμβάνων πρὸς ἑαυτὸν εἰς γνώμας ἀνῆγε καὶ περιόδους, ἐπανορθώσεις τε παντοδαπὰς καὶ μεταφράσεις ἐκαινοτόμει τῶν εἰρημέ‐
5νων ὑφ’ ἑτέρου πρὸς ἑαυτὸν ἢ ὑφ’ ἑαυτοῦ πάλιν πρὸς ἄλλον.
Dem
.

8

.

3

ἐκ δὲ τούτου δόξαν ἔσχεν ὡς οὐκ εὐφυὴς ὤν, ἀλλ’ ἐκ πό‐ νου συγκειμένῃ δεινότητι καὶ δυνάμει χρώμενος, ἐδόκει τε τούτου σημεῖον εἶναι μέγα καὶ τὸ μὴ ῥᾳδίως ἀκοῦσαί τινα Δημοσθένους ἐπὶ καιροῦ λέγοντος, ἀλλὰ καὶ καθή‐
5μενον ἐν ἐκκλησίᾳ πολλάκις τοῦ δήμου καλοῦντος ὀνο‐ μαστὶ μὴ παρελθεῖν, εἰ μὴ τύχοι πεφροντικὼς καὶ παρε‐
Dem
.

8

.

4

σκευασμένος. εἰς τοῦτο δ’ ἄλλοι τε πολλοὶ τῶν δημαγω‐ γῶν ἐχλεύαζον αὐτόν, καὶ Πυθέας ἐπισκώπτων ἐλλυ‐ χνίων ἔφησεν ὄζειν αὐτοῦ τὰ ἐνθυμήματα. τοῦτον μὲν
Dem
.

8

.

5

οὖν ἠμείψατο πικρῶς ὁ Δημοσθένης· „οὐ ταὐτά“ γὰρ εἶπεν „ἐμοὶ καὶ σοὶ ὁ λύχνος ὦ Πυθέα σύνοιδε.“ πρὸς δὲ τοὺς ἄλλους οὐ παντάπασιν ἦν ἔξαρνος, ἀλλ’ οὔτε
Dem
.

8

.

6

γράψας οὔτ’ ἄγραφα κομιδῇ λέγειν ὡμολόγει, καὶ μέντοι δημοτικὸν ἀπέφαινεν ἄνδρα τὸν λέγειν μελετῶντα· θερα‐ πείας γὰρ εἶναι τοῦ[το] δήμου 〈τὴν〉 παρασκευήν, τὸ δ’ ὅπως ἕξουσιν οἱ πολλοὶ πρὸς τὸν λόγον ἀφροντιστεῖν
Dem
.

8

.

7

ὀλιγαρχικοῦ καὶ βίᾳ μᾶλλον ἢ πειθοῖ προσέχοντος. τῆς δὲ πρὸς καιρὸν ἀτολμίας αὐτοῦ καὶ τοῦτο ποιοῦνται ση‐ μεῖον, ὅτι Δημάδης μὲν ἐκείνῳ θορυβηθέντι πολλάκις ἀναστὰς ἐκ προχείρου συνεῖπεν, ἐκεῖνος δ’ οὐδέποτε287
5Δημάδῃ.
Dem
.

9

.

1

Πόθεν οὖν, φαίη τις ἄν, ὁ Αἰσχίνης (3, 152) πρὸς τὴν ἐν τοῖς λόγοις τόλμαν θαυμασιώτατον ἀπεκάλει τὸν ἄνδρα; πῶς δὲ Πύθωνι τῷ Βυζαντίῳ, θρασυνομένῳ καὶ ῥέοντι πολλῷ κατὰ τῶν Ἀθηναίων, ἀναστὰς μόνος ἀντ‐
5εῖπεν, ἢ Λαμάχου τοῦ Σμυρναίου γεγραφότος ἐγκώμιον Ἀλεξάνδρου καὶ Φιλίππου τῶν βασιλέων, ἐν ᾧ πολλὰ Θηβαίους καὶ Ὀλυνθίους εἰρήκει κακῶς, καὶ τοῦτ’ ἀνα‐ γινώσκοντος Ὀλυμπίασι, παραναστὰς καὶ διεξελθὼν μεθ’ ἱστορίας καὶ ἀποδείξεως, ὅσα Θηβαίοις καὶ Χαλκιδεῦσιν
10ὑπάρχει καλὰ πρὸς τὴν Ἑλλάδα, καὶ πάλιν ὅσων αἴτιοι γεγόνασι κακῶν οἱ κολακεύοντες Μακεδόνας, οὕτως ἐπέ‐ στρεψε τοὺς παρόντας, ὥστε δείσαντα τῷ θορύβῳ τὸν
Dem
.

9

.

2

σοφιστὴν ὑπεκδῦναι τῆς πανηγύρεως; ἀλλ’ ἔοικεν ὁ ἀνὴρ τοῦ Περικλέους τὰ μὲν ἄλλα μὴ πρὸς αὑτὸν ἡγήσασθαι, τὸ δὲ πλάσμα καὶ τὸν σχηματισμὸν αὐτοῦ καὶ τὸ μὴ τα‐ χέως μηδὲ περὶ παντὸς ἐκ τοῦ παρισταμένου λέγειν,
5ὥσπερ ἐκ τούτων μεγάλου γεγονότος, ζηλῶν καὶ μιμού‐ μενος, οὐ πάνυ προσίεσθαι τὴν ἐν τῷ καιρῷ δόξαν, οὐδ’ ἐπὶ τῇ τύχῃ πολλάκις ἑκὼν εἶναι ποιεῖσθαι τὴν δύναμιν.
Dem
.

9

.

3

ἐπεὶ τόλμαν γε καὶ θάρσος οἱ λεχθέντες ὑπ’ αὐτοῦ λόγοι τῶν γραφέντων μᾶλλον εἶχον, εἴ τι δεῖ πιστεύειν Ἐρατο‐ σθένει καὶ Δημητρίῳ τῷ Φαληρεῖ καὶ τοῖς κωμι‐
Dem
.

9

.

4

κοῖς. ὧν Ἐρατοσθένης (FGrH 241 F 32) μέν φησιν αὐτὸν ἐν τοῖς λόγοις πολλαχοῦ γεγονέναι παράβακχον, ὁ δὲ
Φαληρεὺς (FGrH 228 F 16) τὸν ἔμμετρον ἐκεῖνον ὅρκον ὀμόσαι ποτὲ πρὸς τὸν δῆμον ὥσπερ ἐνθουσιῶντα (CAF II288
5128. 466)
5
μὰ γῆν, μὰ κρήνας, μὰ ποταμούς, μὰ νάματα.
6
Dem
.

9

.

5

τῶν δὲ κωμικῶν ὁ μέν τις αὐτὸν ἀποκαλεῖ ῥωποπερπε‐ ρήθραν, ὁ δὲ παρασκώπτων ὡς χρώμενον τῷ ἀντιθέτῳ φησὶν οὕτως (Antiphan. fr. 169 CAF II 80)·
3
ἀπέλαβεν ὥσπερ ἔλαβεν. 〈Β.〉 ἠγάπησεν ἂν
5τὸ ῥῆμα τοῦτο παραλαβὼν Δημοσθένης.
5
Dem
.

9

.

6

ἐκτὸς εἰ μὴ νὴ Δία πρὸς τὸν ὑπὲρ Ἁλοννήσου λόγον ὁ Ἀντιφάνης καὶ τουτὶ πέπαιχεν, ἣν Ἀθηναίοις Δημοσθέ‐ νης (7, 5) συνεβούλευε μὴ λαμβάνειν, ἀλλ’ ἀπολαμβάνειν παρὰ Φιλίππου, περὶ συλλαβῶν διαφερόμενος.
Dem
.

10

.

1

Πλὴν τόν γε Δημάδην πάντες ὡμολόγουν τῇ φύσει χρώμενον ἀνίκητον εἶναι καὶ παραφέρειν αὐτοσχεδιάζοντα
Dem
.

10

.

2

τὰς τοῦ Δημοσθένους σκέψεις καὶ παρασκευάς. Ἀρίστων δ’ ὁ Χῖος (I p. 87 n. 381 Arn.) καὶ Θεοφράστου (fr. 144 W.) τινὰ δόξαν ἱστόρηκε περὶ τῶν ῥητόρων· ἐρωτηθέντα γὰρ ὁποῖός τις αὐτῷ φαίνεται ῥήτωρ ὁ Δημοσθένης, εἰπεῖν·
5„ἄξιος τῆς πόλεωσ“· ὁποῖος δέ τις ὁ Δημάδης· „ὑπὲρ
Dem
.

10

.

3

τὴν πόλιν.“ ὁ δ’ αὐτὸς φιλόσοφος Πολύευκτον ἱστορεῖ τὸν Σφήττιον, ἕνα τῶν τότε πολιτευομένων Ἀθήνησιν, ἀποφαί‐ νεσθαι, μέγιστον μὲν εἶναι ῥήτορα Δημοσθένην, δυνατώτατον δ’ εἰπεῖν Φωκίωνα· πλεῖστον γὰρ ἐν βραχυτάτῃ λέξει νοῦν
Dem
.

10

.

4

ἐκφέρειν. καὶ μέντοι καὶ τὸν Δημοσθένην φασὶν αὐτόν, ὁσάκις ἀντερῶν αὐτῷ Φωκίων ἀναβαίνοι, λέγειν πρὸς τοὺς συνήθεις· „ἡ τῶν ἐμῶν λόγων κοπὶς ἀνίσταται.“289
Dem
.

10

.

5

τοῦτο μὲν οὖν ἄδηλον εἴτε πρὸς τὸν λόγον τοῦ ἀνδρὸς ὁ Δημοσθένης εἴτε πρὸς τὸν βίον καὶ τὴν δόξαν ἐπεπόνθει, πολλῶν πάνυ καὶ μακρῶν περιόδων ἓν ῥῆμα καὶ νεῦμα πίστιν ἔχοντος ἀνθρώπου κυριώτερον ἡγούμενος.
Dem
.

11

.

1

Τοῖς δὲ σωματικοῖς ἐλαττώμασι τοιαύτην ἐπῆγεν ἄσκησιν, ὡς ὁ Φαληρεὺς Δημήτριος (FGrH 228 F 17) ἱστορεῖ, λέγων αὐτοῦ Δημοσθένους ἀκοῦσαι πρεσβύτου γεγονότος· τὴν μὲν γὰρ ἀσάφειαν καὶ τραυλότητα τῆς γλώττης ἐκβιά‐
5ζεσθαι καὶ διαρθροῦν εἰς τὸ στόμα ψήφους λαμβάνοντα καὶ ῥήσεις ἅμα λέγοντα, τὴν δὲ φωνὴν γυμνάζειν ἐν τοῖς δρόμοις καὶ ταῖς πρὸς τὰ σιμ’ ἀναβάσεσι διαλεγόμενον καὶ λόγους τινὰς ἢ στίχους ἅμα τῷ πνεύματι πυκνουμένῳ προ‐ φερόμενον· εἶναι δ’ αὐτῷ μέγα κάτοπτρον οἴκοι, καὶ πρὸς
Dem
.

11

.

2

τοῦτο τὰς μελέτας ἱστάμενον ἐξ ἐναντίας περαίνειν. λέγε‐ ται δ’ ἀνθρώπου προσελθόντος αὐτῷ δεομένου συνηγορίας καὶ διεξιόντος ὡς ὑπό του λάβοι πληγάς, „ἀλλὰ σύ γε“, φάναι τὸν Δημοσθένην, „τούτων ὧν λέγεις οὐδὲν πέπον‐
5θας.“ ἐπιτείναντος δὲ τὴν φωνὴν τοῦ ἀνθρώπου καὶ βοῶντος „ἐγὼ Δημόσθενες οὐδὲν πέπονθα;“ „νὴ Δία“ φάναι, „νῦν
Dem
.

11

.

3

ἀκούω φωνὴν ἀδικουμένου καὶ πεπονθότος.“ οὕτως ᾤετο μέγα πρὸς πίστιν εἶναι τὸν τόνον καὶ τὴν ὑπόκρισιν τῶν λεγόντων. τοῖς μὲν οὖν πολλοῖς ὑποκρινόμενος ἤρεσκε θαυμαστῶς, οἱ δὲ χαρίεντες ταπεινὸν ἡγοῦντο καὶ ἀγεννὲς
5αὐτοῦ τὸ πλάσμα καὶ μαλακόν, ὧν καὶ Δημήτριος ὁ Φαλη‐
Dem
.

11

.

4

ρεύς (FGrH 228 F 18) ἐστιν. Αἰσίωνα δέ φησιν Ἕρμιππος (FHG III 50) ἐπερωτηθέντα περὶ τῶν πάλαι ῥητόρων καὶ τῶν καθ’ αὑτὸν εἰπεῖν, ὡς ἀκούων μὲν ἄν τις ἐθαύμασεν
ἐκείνους εὐκόσμως καὶ μεγαλοπρεπῶς τῷ δήμῳ διαλεγο‐290
5μένους, ἀναγινωσκόμενοι δ’ οἱ Δημοσθένους λόγοι πολὺ
Dem
.

11

.

5

τῇ κατασκευῇ καὶ δυνάμει διαφέρουσιν. οἱ μὲν οὖν γεγραμ‐ μένοι τῶν λόγων ὅτι τὸ αὐστηρὸν πολὺ καὶ πικρὸν ἔχουσι, τί ἂν λέγοι τις; ἐν δὲ ταῖς παρὰ τὸν καιρὸν ἀπαντήσεσιν ἐχρῆτο καὶ τῷ γελοίῳ. Δημάδου (fr. 54 de F.) μὲν γὰρ
5εἰπόντος „ἐμὲ Δημοσθένης; ἡ ὗς τὴν Ἀθηνᾶν“, „αὕτη“ εἶπεν „ἡ Ἀθηνᾶ πρώην ἐν Κολλυτῷ μοιχεύουσα ἐλήφθη.“
Dem
.

11

.

6

πρὸς δὲ τὸν κλέπτην ὃς ἐπεκαλεῖτο Χαλκοῦς καὶ αὐτὸν εἰς τὰς ἀγρυπνίας αὐτοῦ καὶ νυκτογραφίας πειρώμενόν τι λέγειν· „οἶδα“ εἶπεν „ὅτι σε λυπῶ λύχνον καίων. ὑμεῖς δ’ ὦ ἄνδρες Ἀθηναῖοι μὴ θαυμάζετε τὰς γινομένας κλοπάς,
5ὅταν τοὺς μὲν κλέπτας χαλκοῦς, τοὺς δὲ τοίχους πηλίνους
Dem
.

11

.

7

ἔχωμεν.“ ἀλλὰ περὶ μὲν τούτων καὶ ἑτέρων γελοίων καί‐ περ ἔτι πλείω λέγειν ἔχοντες, ἐνταῦθα παυσόμεθα· τὸν δ’ ἄλλον αὐτοῦ τρόπον καὶ τὸ ἦθος ἀπὸ τῶν πράξεων καὶ τῆς πολιτείας θεωρεῖσθαι δίκαιόν ἐστιν.
Dem
.

12

.

1

Ὥρμησε μὲν οὖν ἐπὶ τὸ πράττειν τὰ κοινὰ τοῦ Φωκικοῦ πολέμου συνεστῶτος, ὡς αὐτός τέ φησι (18, 18)
Dem
.

12

.

2

καὶ λαβεῖν ἔστιν ἀπὸ τῶν Φιλιππικῶν δημηγοριῶν. αἱ μὲν γὰρ ἤδη διαπεπραγμένων ἐκείνων γεγόνασιν, αἱ δὲ πρε‐
Dem
.

12

.

3

σβύταται τῶν ἔγγιστα πραγμάτων ἅπτονται. δῆλος δ’ ἐστὶ καὶ τὴν κατὰ Μειδίου παρασκευασάμενος εἰπεῖν δίκην δύο μὲν ἐπὶ τοῖς τριάκοντα γεγονὼς ἔτη, μηδέπω δ’ ἔχων
Dem
.

12

.

4

ἰσχὺν ἐν τῇ πολιτείᾳ μηδὲ δόξαν. ὃ καὶ μάλιστά μοι δοκεῖ δείσας ἐπ’ ἀργυρίῳ καταθέσθαι τὴν πρὸς τὸν ἄνθρωπον ἔχθραν (Il. 20, 467)·
3 οὐ γάρ τι γλυκύθυμος ἀνὴρ ἦν οὐδ’ ἀγανόφρων,
4
Dem
.

12

.

5

ἀλλ’ ἔντονος καὶ βίαιος περὶ τὰς ἀμύνας. ὁρῶν δ’ οὐ φαῦ‐
λον οὐδὲ τῆς αὑτοῦ δυνάμεως ἔργον ἄνδρα καὶ πλούτῳ καὶ λόγῳ καὶ φίλοις εὖ πεφραγμένον καθελεῖν τὸν Μει‐291
Dem
.

12

.

6

δίαν, ἐνέδωκε τοῖς ὑπὲρ αὐτοῦ δεομένοις. αἱ δὲ τρισχίλιαι καθ’ ἑαυτὰς οὐκ ἄν μοι δοκοῦσι τὴν Δημοσθένους ἀμβλῦ‐ ναι πικρίαν, ἐλπίζοντος καὶ δυναμένου περιγενέσθαι.
Dem
.

12

.

7

Λαβὼν δὲ τῆς πολιτείας καλὴν ὑπόθεσιν τὴν πρὸς Φίλιπ‐ πον ὑπὲρ τῶν Ἑλλήνων δικαιολογίαν, καὶ πρὸς ταύτην ἀγω‐ νιζόμενος ἀξίως, ταχὺ δόξαν ἔσχε καὶ περίβλεπτος ὑπὸ τῶν λόγων ἤρθη καὶ τῆς παρρησίας, ὥστε θαυμάζεσθαι
5μὲν ἐν τῇ Ἑλλάδι, θεραπεύεσθαι δ’ ὑπὸ τοῦ μεγάλου βασι‐ λέως, πλεῖστον δ’ αὐτοῦ λόγον εἶναι παρὰ τῷ Φιλίππῳ τῶν δημαγωγούντων, ὁμολογεῖν δὲ καὶ τοὺς ἀπεχθανο‐ μένους, ὅτι πρὸς ἔνδοξον αὐτοῖς ἄνθρωπον ὁ ἀγών ἐστι.
Dem
.

12

.

8

καὶ γὰρ Αἰσχίνης καὶ Ὑπερείδης (or. 1 col. 22, 10 Jens.) τοιαῦτα περὶ αὐτοῦ κατηγοροῦντες εἰρήκασιν.
Dem
.

13

.

1

Ὅθεν οὐκ οἶδ’ ὅπως παρέστη Θεοπόμπῳ (FGrH 115 F 326) λέγειν, αὐτὸν ἀβέβαιον τῷ τρόπῳ γεγονέναι καὶ μήτε πράγμασι μήτ’ ἀνθρώποις πολὺν χρόνον τοῖς αὐτοῖς
Dem
.

13

.

2

ἐπιμένειν δυνάμενον. φαίνεται γάρ, εἰς ἣν ἀπ’ ἀρχῆς τῶν πραγμάτων μερίδα καὶ τάξιν αὑτὸν ἐν τῇ πολιτείᾳ κατέ‐ στησε, ταύτην ἄχρι τέλους διαφυλάξας καὶ οὐ μόνον ἐν τῷ βίῳ μὴ μεταβαλόμενος, ἀλλὰ καὶ τὸν βίον ἐπὶ τῷ μὴ
Dem
.

13

.

3

μεταβαλέσθαι προέμενος. οὐ γάρ—ὡς Δημάδης ἀπολο‐ γούμενος τὴν ἐν τῇ πολιτείᾳ μεταβολὴν ἔλεγεν, αὑτῷ μὲν αὐτὸς τἀναντία πολλάκις εἰρηκέναι, τῇ δὲ πόλει μηδέ‐ ποτε, καὶ Μελάνωπος ἀντιπολιτευόμενος Καλλιστράτῳ
5καὶ πολλάκις ὑπ’ αὐτοῦ χρήμασι μετατιθέμενος εἰώθει λέγειν πρὸς τὸν δῆμον „ὁ μὲν ἀνὴρ ἐχθρός, τὸ δὲ τῆς πό‐
Dem
.

13

.

4

λεως νικάτω συμφέρον,“ Νικόδημος δ’ ὁ Μεσσήνιος Κασ‐ σάνδρῳ προστιθέμενος πρότερον, εἶτ’ αὖθις ὑπὲρ Δημη‐
τρίου πολιτευόμενος, οὐκ ἔφη τἀναντία λέγειν, ἀεὶ γὰρ εἶναι συμφέρον ἀκροᾶσθαι τῶν κρατούντων—, οὕτω καὶ περὶ292
5Δημοσθένους ἔχομεν εἰπεῖν οἷον ἐκτρεπομένου καὶ πλαγι‐ άζοντος ἢ φωνὴν ἢ πρᾶξιν, ἀλλ’ ὥσπερ ἀφ’ ἑνὸς καὶ ἀμετα‐ βόλου διαγράμματος τῆς πολιτείας ἕνα τόνον ἔχων ἐν τοῖς
Dem
.

13

.

5

πράγμασιν ἀεὶ διετέλεσε. Παναίτιος δ’ ὁ φιλόσοφος (fr. 94 v. Str.) καὶ τῶν λόγων αὐτοῦ φησιν οὕτω γεγράφθαι τοὺς πλείστους, ὡς μόνου τοῦ καλοῦ δι’ αὐτὸ αἱρετοῦ ὄντος, τὸν περὶ τοῦ στεφάνου, τὸν κατ’ Ἀριστοκράτους, τὸν ὑπὲρ
Dem
.

13

.

6

τῶν ἀτελειῶν, τοὺς Φιλιππικούς· ἐν οἷς πᾶσιν οὐ πρὸς τὸ ἥδιστον ἢ ῥᾷστον ἢ λυσιτελέστατον ἄγει ποὺς πολίτας, ἀλλὰ πολλαχοῦ τὴν ἀσφάλειαν καὶ τὴν σωτηρίαν οἴεται δεῖν ἐν δευτέρᾳ τάξει τοῦ καλοῦ ποιεῖσθαι καὶ τοῦ πρέ‐
5ποντος, ὡς εἴγε τῇ περὶ τὰς ὑποθέσεις αὐτοῦ φιλοτιμίᾳ καὶ τῇ τῶν λόγων εὐγενείᾳ παρῆν ἀνδρεία τε πολεμιστή‐ ριος καὶ τὸ καθαρῶς ἕκαστα πράττειν, οὐκ ἐν τῷ κατὰ Μοιροκλέα καὶ Πολύευκτον καὶ Ὑπερείδην ἀριθμῷ τῶν ῥητόρων, ἀλλ’ ἄνω μετὰ Κίμωνος καὶ Θουκυδίδου καὶ
10Περικλέους ἄξιος ἦν τίθεσθαι.
Dem
.

14

.

1

Τῶν γοῦν κατ’ αὐτὸν ὁ Φωκίων, οὐκ ἐπαινουμένης προϊστάμενος πολιτείας, ἀλλὰ δοκῶν μακεδονίζειν, ὅμως δι’ ἀνδρείαν καὶ δικαιοσύνην οὐδὲν οὐδαμῇ χείρων ἔδο‐ ξεν Ἐφιάλτου καὶ Ἀριστείδου καὶ Κίμωνος ἀνὴρ γενέσθαι.
Dem
.

14

.

2

Δημοσθένης δ’ οὐκ ὢν ἐν τοῖς ὅπλοις ἀξιόπιστος, ὥς φησιν ὁ Δημήτριος (FGrH 228 F 19), οὐδὲ πρὸς τὸ λαμβά‐ νειν παντάπασιν ἀπωχυρωμένος, ἀλλὰ τῷ μὲν παρὰ Φιλίπ‐ που καὶ ἐκ Μακεδονίας ἀνάλωτος ὤν, τῷ δ’ ἄνωθεν ἐκ
5Σούσων καὶ Ἐκβατάνων ἐπιβατὸς χρυσίῳ γεγονὼς καὶ
κατακεκλυσμένους, ἐπαινέσαι μὲν ἦν ἱκανώτατος τὰ τῶν293
Dem
.

14

.

3

προγόνων καλά, μιμήσασθαι δ’ οὐχ ὁμοίως. ἐπεὶ τούς γε καθ’ αὑτὸν ῥήτορας—ἔξω δὲ λόγου τίθεμαι Φωκίωνα— καὶ τῷ βίῳ παρῆλθε. φαίνεται δὲ καὶ μετὰ παρρησίας μάλιστα τῷ δήμῳ διαλεγόμενος, καὶ πρὸς τὰς ἐπιθυμίας
5τῶν πολλῶν ἀντιτείνων, καὶ τοῖς ἁμαρτήμασιν αὐτῶν ἐπι‐
Dem
.

14

.

4

φυόμενος, ὡς ἐκ τῶν λόγων αὐτῶν λαβεῖν ἔστιν. ἱστορεῖ δὲ καὶ Θεόφραστος, ὅτι τῶν Ἀθηναίων ἐπί τινα προβαλλο‐ μένων αὐτὸν κατηγορίαν, εἶθ’ ὡς οὐχ ὑπήκουε θορυβούν‐ των, ἀναστὰς εἶπεν „ὑμεῖς ἐμοὶ ὦ ἄνδρες Ἀθηναῖοι συμ‐
5βούλῳ μέν, κἂν μὴ θέλητε, χρήσεσθε· συκοφάντῃ δ’ οὐδ’
Dem
.

14

.

5

ἂν θέλητε.“ σφόδρα δ’ ἀριστοκρατικὸν αὐτοῦ πολίτευμα καὶ τὸ περὶ Ἀντιφῶντος· ὃν ὑπὸ τῆς ἐκκλησίας ἀφεθέντα συλλαβὼν ἐπὶ τὴν ἐξ Ἀρείου πάγου βουλὴν ἀνήγαγε, καὶ παρ’ οὐδὲν τὸ προσκροῦσαι τῷ δήμῳ θέμενος, ἤλεγξεν
5ὑπεσχημένον Φιλίππῳ τὰ νεώρια ἐμπρήσειν, καὶ παραδο‐
Dem
.

14

.

6

θεὶς ὁ ἄνθρωπος ὑπὸ τῆς βουλῆς ἀπέθανε. κατηγόρησε δὲ καὶ τῆς ἱερείας Θεωρίδος ὡς ἄλλα τε ῥᾳδιουργούσης πολλὰ καὶ τοὺς δούλους ἐξαπατᾶν διδασκούσης, καὶ θανάτου τιμησάμενος ἀπέκτεινε.
Dem
.

15

.

1

Λέγεται δὲ καὶ τὸν κατὰ Τιμοθέου τοῦ στρατηγοῦ λόγον, ᾧ χρησάμενος Ἀπολλόδωρος εἷλε τὸν ἄνδρα τοῦ ὀφλήματος, Δημοσθένης γράψαι τῷ Ἀπολλοδώρῳ, καθά‐ περ καὶ τοὺς πρὸς Φορμίωνα καὶ Στέφανον, ἐφ’ οἷς εἰκό‐
Dem
.

15

.

2

τως ἠδόξησε. καὶ γὰρ ὁ Φορμίων ἠγωνίζετο λόγῳ Δημο‐ σθένους πρὸς τὸν Ἀπολλόδωρον, ἀτεχνῶς καθάπερ ἐξ ἑνὸς μαχαιροπωλίου τὰ κατ’ ἀλλήλων ἐγχειρίδια πωλοῦντος
Dem
.

15

.

3

αὐτοῦ τοῖς ἀντιδίκοις. τῶν δὲ δημοσίων λόγων ὁ μὲν κατ’
Ἀνδροτίωνος καὶ κατὰ Τιμοκράτους καὶ 〈κατ’〉 Ἀριστο‐ κράτους ἑτέροις ἐγράφησαν, οὔπω τῇ πολιτείᾳ προσεληλυ‐ θότος αὐτοῦ· δοκεῖ γὰρ δυεῖν ἢ τριῶν δέοντα ἔτη τριάκον‐294
5τα γεγονὼς ἐξενεγκεῖν τοὺς λόγους ἐκείνους· τοῖς δὲ κατ’ Ἀριστογείτονος αὐτὸς ἠγωνίσατο, καὶ τὸν περὶ τῶν ἀτελειῶν διὰ τὸν Χαβρίου παῖδα Κτήσιππον, ὥς φησιν αὐτός, ὡς δ’ ἔνιοι λέγουσι, τὴν μητέρα τοῦ νεανίσκου
Dem
.

15

.

4

μνώμενος. οὐ μὴν ἔγημε ταύτην, ἀλλὰ Σαμίᾳ τινὶ συνῴ‐ κησεν, ὡς ἱστορεῖ Δημήτριος ὁ Μάγνης ἐν τοῖς περὶ συνω‐
Dem
.

15

.

5

νύμων. ὁ δὲ κατ’ Αἰσχίνου 〈περὶ〉 τῆς παραπρεσβείας ἄδηλον εἰ λέλεκται· καίτοι φησὶν Ἰδομενεὺς (FGrH 338 F 10) παρὰ τριάκοντα μόνας τὸν Αἰσχίνην ἀποφυγεῖν. ἀλλ’ οὐκ ἔοικεν οὕτως ἔχειν τὸ ἀληθές, εἰ δεῖ τοῖς περὶ τοῦ στεφά‐
Dem
.

15

.

6

νου γεγραμμένοις ἑκατέρῳ λόγοις τεκμαίρεσθαι. μέμνη‐ ται γὰρ οὐδέτερος αὐτῶν ἐναργῶς οὐδὲ τρανῶς ἐκείνου τοῦ ἀγῶνος ὡς ἄχρι δίκης προελθόντος. ταυτὶ μὲν οὖν ἕτεροι διακρινοῦσι μᾶλλον.
Dem
.

16

.

1

Ἡ δὲ τοῦ Δημοσθένους πολιτεία φανερὰ μὲν ἦν ἔτι καὶ τῆς εἰρήνης ὑπαρχούσης οὐδὲν ἐῶντος ἀνεπιτίμητον τῶν πραττομένων ὑπὸ τοῦ Μακεδόνος, ἀλλ’ ἐφ’ ἑκάστῳ χαράττοντος τοὺς Ἀθηναίους καὶ διακαίοντος ἐπὶ τὸν
Dem
.

16

.

2

ἄνθρωπον. διὸ καὶ παρὰ Φιλίππῳ πλεῖστος ἦν λόγος αὐτοῦ, καὶ ὅτε πρεσβεύων δέκατος ἧκεν εἰς Μακεδονίαν, ἤκουσε μὲν ἁπάντων ὁ Φίλιππος, ἀντεῖπε δὲ μετὰ πλεί‐
Dem
.

16

.

3

στης ἐπιμελείας πρὸς τὸν ἐκείνου λόγον. οὐ μὴν ἔν γε ταῖς ἄλλαις τιμαῖς καὶ φιλοφροσύναις ὅμοιον αὑτὸν τῷ Δημο‐ σθένει παρεῖχεν, ἀλλὰ καὶ προσήγετο τοὺς περὶ Αἰσχίνην
Dem
.

16

.

4

καὶ Φιλοκράτην μᾶλλον. ὅθεν ἐπαινούντων ἐκείνων τὸν Φίλιππον, ὡς καὶ λέγειν δυνατώτατον καὶ κάλλιστον ὀφθῆ‐ ναι καὶ νὴ Δία συμπιεῖν ἱκανώτατον, ἠναγκάζετο βασκαί‐ νων ἐπισκώπτειν, ὡς τὸ μὲν σοφιστοῦ, τὸ δὲ γυναικός, τὸ295
5δὲ σπογγιᾶς εἴη, βασιλέως δ’ οὐδὲν ἐγκώμιον.
Dem
.

17

.

1

Ἐπειδὴ δ’ εἰς τὸ πολεμεῖν ἔρρεπε τὰ πράγματα, τοῦ μὲν Φιλίππου μὴ δυναμένου τὴν ἡσυχίαν ἄγειν, τῶν δ’ Ἀθηναίων ἐγειρομένων ὑπὸ τοῦ Δημοσθένους, πρῶτον μὲν εἰς Εὔβοιαν ἐξώρμησε τοὺς Ἀθηναίους, καταδεδου‐
5λωμένην ὑπὸ τῶν τυράννων Φιλίππῳ, καὶ διαβάντες, ἐκεί‐ νου τὸ ψήφισμα γράψαντος, ἐξήλασαν τοὺς Μακεδόνας.
Dem
.

17

.

2

δεύτερον δὲ Βυζαντίοις ἐβοήθησε καὶ Περινθίοις ὑπὸ τοῦ Μακεδόνος πολεμουμένοις, πείσας τὸν δῆμον, ἀφέντα τὴν ἔχθραν καὶ τὸ μεμνῆσθαι τῶν περὶ τὸν συμμαχικὸν ἡμαρ‐ τημένων ἑκατέροις πόλεμον, ἀποστεῖλαι δύναμιν αὐτοῖς,
Dem
.

17

.

3

ὑφ’ ἧς ἐσώθησαν. ἔπειτα πρεσβεύων καὶ διαλεγόμενος τοῖς Ἕλλησι καὶ παροξύνων, συνέστησε πλὴν ὀλίγων ἅπαν‐ τας ἐπὶ τὸν Φίλιππον, ὥστε σύνταξιν γενέσθαι πεζῶν μὲν μυρίων καὶ πεντακισχιλίων, ἱππέων δὲ δισχιλίων ἄνευ τῶν
5πολιτικῶν δυνάμεων, χρήματα δὲ καὶ μισθοὺς εἰσφέρε‐
Dem
.

17

.

4

σθαι τοῖς ξένοις προθύμως. ὅτε καί φησι Θεόφραστος, (fr. 145 W.), ἀξιούντων τῶν συμμάχων ὁρισθῆναι τὰς εἰσφοράς, εἰπεῖν Κρωβύλον τὸν δημαγωγόν, ὡς οὐ τεταγμένα σιτεῖ‐
Dem
.

17

.

5

ται πόλεμος. ἐπηρμένης δὲ τῆς Ἑλλάδος πρὸς τὸ μέλλον, καὶ συνισταμένων κατ’ ἔθνη καὶ πόλεις Εὐβοέων, Ἀχαιῶν, Κορινθίων, Μεγαρέων, Λευκαδίων, Κερκυραίων, ὁ μέγι‐ στος ὑπελείπετο Δημοσθένει τῶν ἀγώνων, Θηβαίους
5προσαγαγέσθαι τῇ συμμαχίᾳ, χώραν τε σύνορον τῆς Ἀτ‐ τικῆς καὶ δύναμιν ἐναγώνιον ἔχοντας καὶ μάλιστα τότε
Dem
.

17

.

6

τῶν Ἑλλήνων εὐδοκιμοῦντας ἐν τοῖς ὅπλοις. ἦν δ’ οὐ
ῥᾴδιον ἐπὶ προσφάτοις εὐεργετήμασι τοῖς περὶ τὸν Φω‐ κικὸν πόλεμον τετιθασσευμένους ὑπὸ τοῦ Φιλίππου με‐ ταστῆσαι τοὺς Θηβαίους, καὶ μάλιστα ταῖς διὰ τὴν γει‐296
5τνίασιν ἁψιμαχίαις ἀναξαινομένων ἑκάστοτε τῶν πολε‐ μικῶν πρὸς ἀλλήλας διαφορῶν ταῖς πόλεσιν.
Dem
.

18

.

1

Οὐ μὴν ἀλλ’ ἐπεὶ Φίλιππος ὑπὸ τῆς περὶ τὴν Ἄμφισ‐ σαν εὐτυχίας ἐπαιρόμενος εἰς τὴν Ἐλάτειαν ἐξαίφνης ἐνέ‐ πεσε καὶ τὴν Φωκίδα κατέσχεν, ἐκπεπληγμένων τῶν Ἀθη‐ ναίων καὶ μηδενὸς τολμῶντος ἀναβαίνειν ἐπὶ τὸ βῆμα μηδ’
5ἔχοντος ὅ τι χρὴ λέγειν, ἀλλ’ ἀπορίας οὔσης ἐν μέσῳ καὶ σιωπῆς, παρελθὼν μόνος ὁ Δημοσθένης συνεβούλευε τῶν Θηβαίων ἔχεσθαι, καὶ τἆλλα παραθαρρύνας καὶ μετεωρί‐ σας ὥσπερ εἰώθει ταῖς ἐλπίσι τὸν δῆμον, ἀπεστάλη πρε‐
Dem
.

18

.

2

σβευτὴς μεθ’ ἑτέρων εἰς Θήβας. ἔπεμψε δὲ καὶ Φίλιππος, ὡς Μαρσύας (FGrH 135 136 F 20) φησίν, Ἀμύνταν μὲν καὶ Κλέανδρον καὶ Κάσανδρον Μακεδόνας, Δάοχον δὲ Θεσσα‐ λὸν καὶ Θρασυδαῖον ἀντεροῦντας. τὸ μὲν οὖν συμφέρον οὐ
5διέφευγε τοὺς τῶν Θηβαίων λογισμούς, ἀλλ’ ἐν ὄμμασιν ἕκαστος εἶχε τὰ τοῦ πολέμου δεινά, τῶν Φωκικῶν ἔτι τραυμάτων νεαρῶν παραμενόντων· ἡ δὲ τοῦ ῥήτορος δύναμις, ὥς φησι Θεόπομπος (FGrH 115 F 328), ἐκριπί‐ ζουσα τὸν θυμὸν αὐτῶν καὶ διακαίουσα τὴν φιλοτιμίαν,
10ἐπεσκότησε τοῖς ἄλλοις ἅπασιν, ὥστε καὶ φόβον καὶ λογι‐ σμὸν καὶ χάριν ἐκβαλεῖν αὐτούς, ἐνθουσιῶντας ὑπὸ τοῦ
Dem
.

18

.

3

λόγου πρὸς τὸ καλόν. οὕτω δὲ μέγα καὶ λαμπρὸν ἐφάνη τὸ τοῦ ῥήτορος ἔργον, ὥστε τὸν μὲν Φίλιππον εὐθὺς ἐπι‐ κηρυκεύεσθαι δεόμενον εἰρήνης, ὀρθὴν δὲ τὴν Ἑλλάδα γενέσθαι καὶ συνεξαναστῆναι πρὸς τὸ μέλλον, ὑπηρετεῖν
5δὲ μὴ μόνον τοὺς στρατηγοὺς τῷ Δημοσθένει, ποιοῦντας
τὸ προσταττόμενον, ἀλλὰ καὶ τοὺς βοιωτάρχας, διοικεῖ‐ σθαι δὲ καὶ τὰς ἐκκλησίας ἁπάσας οὐδὲν ἧττον ὑπ’ ἐκείνου τότε τὰς Θηβαίων ἢ τὰς Ἀθηναίων, ἀγαπω‐ μένου παρ’ ἀμφοτέροις καὶ δυναστεύοντος οὐκ ἀδίκως297
10οὐδὲ παρ’ ἀξίαν, καθάπερ ἀποφαίνεται Θεόπομπος (FGrH 115 F 328), ἀλλὰ καὶ πάνυ προσηκόντως.
Dem
.

19

.

1

Τύχη δέ τις [ὡς] ἔοικε δαιμόνιος ἢ περιφορὰ πραγμάτων, εἰς ἐκεῖνο καιροῦ συμπεραίνουσα τὴν ἐλευ‐ θερίαν τῆς Ἑλλάδος, ἐναντιοῦσθαι τοῖς πραττομένοις καὶ πολλὰ σημεῖα τοῦ μέλλοντος ἀναφαίνειν, ἐν οἷς ἥ τε
5Πυθία δεινὰ προὔφερε μαντεύματα, καὶ χρησμὸς ᾔδετο παλαιὸς ἐκ τῶν Σιβυλλείων (Hendess 137)·
6
τῆς ἐπὶ Θερμώδοντι μάχης ἀπάνευθε γενοίμην,
αἰετὸς ἐν νεφέεσσι καὶ ἠέρι θηήσασθαι.
κλαίει ὁ νικηθείς, ὁ δὲ νικήσας ἀπόλωλε.
9
Dem
.

19

.

2

τὸν δὲ Θερμώδοντά φασιν εἶναι παρ’ ἡμῖν ἐν Χαιρωνείᾳ ποτάμιον μικρὸν εἰς τὸν Κηφισὸν ἐμβάλλον. ἡμεῖς δὲ νῦν μὲν οὐδὲν οὕτω τῶν ῥευμάτων ἴσμεν ὀνομαζόμενον, εἰκάζομεν δὲ τὸν καλούμενον Αἵμονα Θερμώδοντα τότε
5λέγεσθαι· καὶ γὰρ παραρρεῖ παρὰ τὸ Ἡράκλειον, ὅπου κατ‐ εστρατοπέδευον οἱ Ἕλληνες· καὶ τεκμαιρόμεθα τῆς μάχης γενομένης αἵματος ἐμπλησθέντα καὶ νεκρῶν τὸν ποταμὸν
Dem
.

19

.

3

ταύτην διαλλάξαι τὴν προσηγορίαν. ὁ δὲ Δοῦρις (FGrH 76 F 40) οὐ ποταμὸν εἶναι τὸν Θερμώδοντά φησιν, ἀλλ’ ἱστάντας τινὰς σκηνὴν καὶ περιορύττοντας ἀνδριαντίσκον εὑρεῖν λίθι‐ νον, ὑπὸ γραμμάτων τινῶν διασημαινόμενον ὡς εἴη Θερμώ‐
5δων, ἐν ταῖς ἀγκάλαις Ἀμαζόνα φέροντα τετρωμένην.
πρὸς δὲ τούτῳ χρησμὸν ἄλλον ᾄδεσθαι λέγει (Hendess 138)· τὴν δ’ ἐπὶ Θερμώδοντι μάχην μένε, παμμέλαν ὄρνι· τηνεί τοι κρέα πολλὰ παρέσσεται ἀνθρώπεια.298
8
Dem
.

20

.

1

Ταῦτα μὲν οὖν ὅπως ἔχει, διαιτῆσαι χαλεπόν· ὁ δὲ Δημοσθένης λέγεται, τοῖς τῶν Ἑλλήνων ὅπλοις ἐκτεθαρ‐ ρηκὼς καὶ λαμπρὸς ὑπὸ ῥώμης καὶ προθυμίας ἀνδρῶν τοσούτων προκαλουμένων τοὺς πολεμίους αἰρόμενος, οὔτε
5χρησμοῖς ἐᾶν προσέχειν οὔτε μαντείας ἀκούειν, ἀλλὰ καὶ τὴν Πυθίαν ὑπονοεῖν ὡς φιλιππίζουσαν, ἀναμιμνῄσκων Ἐπαμεινώνδου τοὺς Θηβαίους καὶ Περικλέους τοὺς Ἀθη‐ ναίους, ὡς ἐκεῖνοι τὰ τοιαῦτα πάντα δειλίας ἡγούμενοι
Dem
.

20

.

2

προφάσεις ἐχρῶντο τοῖς λογισμοῖς. μέχρι μὲν οὖν τού‐ των ἦν ἀνὴρ ἀγαθός· ἐν δὲ τῇ μάχῃ καλὸν οὐδὲν οὐδ’ ὁμολογούμενον ἔργον οἷς εἶπεν ἀποδειξάμενος, ᾤχετο λι‐ πὼν τὴν τάξιν, ἀποδρὰς αἴσχιστα καὶ τὰ ὅπλα ῥίψας,
5οὐδὲ τὴν ἐπιγραφὴν τῆς ἀσπίδος ὡς ἔλεγε Πυθέας (fr. 8 M.) αἰσχυνθείς, ἐπιγεγραμμένης γράμμασι χρυσοῖς· ἀγαθῇ τύχῃ.
Dem
.

20

.

3

Παραυτίκα μὲν οὖν ἐπὶ τῇ νίκῃ διὰ τὴν χαρὰν ὁ Φί‐ λιππος ἐξυβρίσας καὶ κωμάσας ἐπὶ τοὺς νεκροὺς μεθύων ᾖδε τὴν ἀρχὴν τοῦ Δημοσθένους ψηφίσματος, πρὸς πόδα διαιρῶν καὶ ὑποκρούων·
4
5Δημοσθένης Δημοσθένους Παιανιεὺς τάδ’ εἶπεν·
5 ἐκνήψας δὲ καὶ τὸ μέγεθος τοῦ περιστάντος αὐτὸν ἀγῶ‐ νος ἐν νῷ λαβών, ἔφριττε τὴν δεινότητα καὶ τὴν δύναμιν τοῦ ῥήτορος, ἐν μέρει μικρῷ μιᾶς ἡμέρας τὸν ὑπὲρ τῆς ἡγε‐ μονίας καὶ τοῦ σώματος ἀναρρῖψαι κίνδυνον ἀναγκασθεὶς
Dem
.

20

.

4

ὑπ’ αὐτοῦ. διῖκτο δ’ ἡ δόξα μέχρι τοῦ Περσῶν βασιλέως, κἀκεῖνος ἔπεμψε τοῖς σατράπαις ἐπὶ θάλασσαν γράμ‐
ματα καὶ χρήματα, Δημοσθένει διδόναι κελεύων καὶ προσ‐ έχειν ἐκείνῳ μάλιστα τῶν Ἑλλήνων, ὡς περισπάσαι299
5δυναμένῳ καὶ κατασχεῖν ταῖς Ἑλληνικαῖς ταραχαῖς τὸν
Dem
.

20

.

5

Μακεδόνα. ταῦτα μὲν οὖν ὕστερον ἐφώρασεν Ἀλέξανδρος, ἐν Σάρδεσιν ἐπιστολάς τινας ἀνευρὼν τοῦ Δημοσθένους καὶ γράμματα τῶν βασιλέως στρατηγῶν, δηλοῦντα τὸ πλῆθος τῶν δοθέντων αὐτῷ χρημάτων.
Dem
.

21

.

1

Τότε δὲ τῆς ἀτυχίας τοῖς Ἕλλησι γεγενημένης, οἱ μὲν ἀντιπολιτευόμενοι ῥήτορες ἐπεμβαίνοντες τῷ Δημο‐
Dem
.

21

.

2

σθένει κατεσκεύαζον εὐθύνας καὶ γραφὰς ἐπ’ αὐτόν· ὁ δὲ δῆμος οὐ μόνον τούτων ἀπέλυεν, ἀλλὰ καὶ τιμῶν διε‐ τέλει καὶ προκαλούμενος αὖθις ὡς εὔνουν εἰς τὴν πολι‐ τείαν, ὥστε καὶ τῶν ὀστῶν ἐκ Χαιρωνείας κομισθέντων
5καὶ θαπτομένων, τὸν ἐπὶ τοῖς ἀνδράσιν ἔπαινον εἰπεῖν ἀπέδωκεν, οὐ ταπεινῶς οὐδ’ ἀγεννῶς φέρων τὸ συμβε‐ βηκός, ὡς γράφει καὶ τραγῳδεῖ Θεόπομπος, (FGrH 115 F 329), ἀλλὰ τῷ τιμᾶν μάλιστα καὶ κοσμεῖν τὸν σύμβου‐ λον ἐπιδεικνύμενος τὸ μὴ μεταμέλεσθαι τοῖς βεβουλευ‐
Dem
.

21

.

3

μένοις. τὸν μὲν οὖν λόγον εἶπεν ὁ Δημοσθένης, τοῖς δὲ ψηφίσμασιν οὐχ ἑαυτόν, ἀλλ’ ἐν μέρει τῶν φίλων ἕκαστον ἐπέγραφεν, ἐξοιωνιζόμενος τὸν ἴδιον δαίμονα καὶ τὴν τύχην, ἕως αὖθις ἀνεθάρρησε Φιλίππου τελευτήσαντος.
Dem
.

21

.

4

ἐτελεύτησε δὲ τῇ περὶ Χαιρώνειαν εὐτυχίᾳ χρόνον οὐ πο‐ λὺν ἐπιβιώσας· καὶ τοῦτο δοκεῖ τῷ τελευταίῳ τῶν ἐπῶν ὁ χρησμὸς ἀποθεσπίσαι·
3
κλαίει ὁ νικηθείς, ὁ δὲ νικήσας ἀπόλωλεν.
4
Dem
.

22

.

1

Ἔγνω μὲν οὖν κρύφα τὴν τοῦ Φιλίππου τελευτὴν ὁ Δημοσθένης, προκαταλαμβάνων δὲ τὸ θαρρύνειν ἐπὶ τὰ
μέλλοντα τοὺς Ἀθηναίους, προῆλθε φαιδρὸς εἰς τὴν βου‐ λήν, ὡς ὄναρ ἑωρακὼς ἀφ’ οὗ τι μέγα προσδοκᾶν Ἀθη‐300
5ναίοις ἀγαθόν· καὶ μετ’ οὐ πολὺ παρῆσαν οἱ τὸν Φιλίπ‐
Dem
.

22

.

2

που θάνατον ἀπαγγέλλοντες. εὐθὺς οὖν ἔθυον εὐαγγέ‐
Dem
.

22

.

3

λια καὶ στεφανοῦν ἐψηφίσαντο Παυσανίαν, καὶ προῆλ‐ θεν ὁ Δημοσθένης ἔχων λαμπρὸν ἱμάτιον ἐστεφανωμέ‐ νος, ἑβδόμην ἡμέραν τῆς θυγατρὸς αὐτοῦ τεθνηκυίας, ὡς Αἰσχίνης (3, 77) φησί, λοιδορῶν ἐπὶ τούτῳ καὶ κατηγο‐
5ρῶν αὐτοῦ μισοτεκνίαν, αὐτὸς ὢν ἀγεννὴς καὶ μαλακός, εἰ τὰ πένθη καὶ τοὺς ὀδυρμοὺς ἡμέρου καὶ φιλο‐ στόργου ψυχῆς ἐποιεῖτο σημεῖα, τὸ δ’ ἀλύπως φέρειν
Dem
.

22

.

4

ταῦτα καὶ πρᾴως ἀπεδοκίμαζεν. ἐγὼ δ’ ὡς μὲν ἐπὶ θα‐ νάτῳ βασιλέως, ἡμέρως οὕτω καὶ φιλανθρώπως ἐν οἷς εὐτύχησε χρησαμένου πταίσασιν αὐτοῖς, στεφανηφορεῖν καλῶς εἶχε καὶ θύειν, οὐκ ἂν εἴποιμι· πρὸς γὰρ τῷ νε‐
5μεσητῷ καὶ ἀγεννές, ζῶντα μὲν τιμᾶν καὶ ποιεῖσθαι πο‐ λίτην, πεσόντος δ’ ὑφ’ ἑτέρου μὴ φέρειν τὴν χαρὰν με‐ τρίως, ἀλλ’ ἐπισκιρτᾶν τῷ νεκρῷ καὶ παιωνίζειν, ὥσπερ
Dem
.

22

.

5

αὐτοὺς ἀνδραγαθήσαντας· ὅτι μέντοι τὰς οἴκοι τύχας καὶ δάκρυα καὶ ὀδυρμοὺς ἀπολιπὼν ταῖς γυναιξὶν ὁ Δημο‐ σθένης, ἃ τῇ πόλει συμφέρειν ᾤετο, ταῦτ’ ἔπραττεν, ἐπαι‐ νῶ, καὶ τίθεμαι πολιτικῆς καὶ ἀνδρώδους ψυχῆς, ἀεὶ πρὸς
5τὸ κοινὸν ἱστάμενον καὶ τὰ οἰκεῖα πράγματα καὶ πάθη τοῖς δημοσίοις ἐπανέχοντα *** τηρεῖν τὸ ἀξίωμα, πολὺ μᾶλλον ἢ τοὺς ὑποκριτὰς τῶν βασιλικῶν καὶ τυραννικῶν προσώ‐ πων, οὓς ὁρῶμεν οὔτε κλαίοντας οὔτε γελῶντας ἐν τοῖς θεάτροις ὡς αὐτοὶ θέλουσιν, ἀλλ’ ὡς ὁ ἀγὼν ἀπαιτεῖ πρὸς
Dem
.

22

.

6

τὴν ὑπόθεσιν. χωρὶς δὲ τούτων, εἰ δεῖ τὸν ἀτυχήσαντα
μὴ περιορᾶν ἀπαρηγόρητον ἐν τῷ πάθει κείμενον, ἀλλὰ καὶ λόγοις χρῆσθαι κουφίζουσι καὶ πρὸς ἡδίω πράγματα τρέπειν τὴν διάνοιαν, ὥσπερ οἱ τοὺς ὀφθαλμιῶντας ἀπὸ301
5τῶν λαμπρῶν καὶ ἀντιτύπων ἐπὶ τὰ χλωρὰ καὶ μαλακὰ χρώματα τὴν ὄψιν ἀπάγειν κελεύοντες, πόθεν ἄν τις ἐπά‐ γοιτο βελτίω παρηγορίαν, ἢ πατρίδος εὐτυχούσης ἐκ τῶν κοινῶν παθῶν ἐπὶ τὰ οἰκεῖα σύγκρασιν ποριζόμενος,
Dem
.

22

.

7

τοῖς βελτίοσιν ἐναφανίζουσαν τὰ χείρω; ταῦτα μὲν οὖν εἰπεῖν προήχθημεν, ὁρῶντες ἐπικλῶντα πολλοὺς καὶ ἀπο‐ θηλύνοντα τὸν Αἰσχίνην τῷ λόγῳ τούτῳ πρὸς οἶκτον.
Dem
.

23

.

1

Αἱ δὲ πόλεις, πάλιν τοῦ Δημοσθένους ἀναρριπί‐ ζοντος αὐτάς, συνίσταντο, καὶ Θηβαῖοι μὲν ἐπέθεντο τῇ φρουρᾷ καὶ πολλοὺς ἀνεῖλον, ὅπλα τοῦ Δημοσθένους αὐτοῖς συμπαρασκευάσαντος, Ἀθηναῖοι δ’ ὡς πολεμή‐
Dem
.

23

.

2

σοντες μετ’ αὐτῶν παρεσκευάζοντο, καὶ τὸ βῆμα κατεῖχεν ὁ Δημοσθένης, καὶ πρὸς τοὺς ἐν Ἀσίᾳ στρατηγοὺς τοῦ βασιλέως ἔγραφε, τὸν ἐκεῖθεν ἐπεγείρων πόλεμον Ἀλε‐ ξάνδρῳ, παῖδα καὶ Μαργίτην ἀποκαλῶν αὐτόν. ἐπεὶ μέν‐
5τοι τὰ περὶ τὴν χώραν θέμενος, παρῆν αὐτὸς μετὰ τῆς δυνάμεως εἰς τὴν Βοιωτίαν, ἐξεκέκοπτο μὲν ἡ θρασύτης τῶν Ἀθηναίων, καὶ ὁ Δημοσθένης ἀπεσβήκει, Θηβαῖοι δὲ προδοθέντες ὑπ’ ἐκείνων ἠγωνίσαντο καθ’ αὑτοὺς καὶ
Dem
.

23

.

3

τὴν πόλιν ἀπέβαλον. θορύβου δὲ μεγάλου τοὺς Ἀθηναίους περιεστῶτος, ἀπεστάλη μὲν ὁ Δημοσθένης αἱρεθεὶς μεθ’ ἑτέρων πρεσβευτὴς πρὸς Ἀλέξανδρον, δείσας δὲ τὴν ὀργὴν ἐκ τοῦ Κιθαιρῶνος ἀνεχώρησεν ὀπίσω καὶ τὴν πρεσβείαν
Dem
.

23

.

4

ἀφῆκεν. εὐθὺς δ’ ὁ Ἀλέξανδρος ἐξῄτει πέμπων τῶν δημα‐
γωγῶν δέκα μὲν ὡς Ἰδομενεὺς (FGrH 338 F 11) καὶ Δοῦ‐ ρις (FGrH 76 F 39) εἰρήκασιν, ὀκτὼ δ’ ὡς οἱ πλεῖστοι καὶ δοκιμώτατοι τῶν συγγραφέων, τούσδε· Δημοσθένην, Πο‐302
5λύευκτον, Ἐφιάλτην, Λυκοῦργον, Μοιροκλέα, Δήμωνα,
Dem
.

23

.

5

Καλλισθένην, Χαρίδημον. ὅτε καὶ τὸν περὶ τῶν προβά‐ των λόγον ὁ Δημοσθένης, ἃ τοῖς λύκοις τοὺς κύνας ἐξέ‐ δωκε, διηγησάμενος, αὑτὸν μὲν εἴκασε καὶ τοὺς σὺν αὑτῷ κυσὶν ὑπὲρ τοῦ δήμου μαχομένοις, Ἀλέξανδρον δὲ τὸν
Dem
.

23

.

6

Μακεδόνα μονόλυκον προσηγόρευσεν. ἔτι δ’ „ὥσπερ“ ἔφη „τοὺς ἐμπόρους ὁρῶμεν, ὅταν ἐν τρυβλίῳ δεῖγμα περιφέρωσι, δι’ ὀλίγων πυρῶν τοὺς πολλοὺς πιπράσκον‐ τας, οὕτως [ἐν] ἡμῖν λανθάνετε πάντας αὑτοὺς συνεκδιδόν‐
5τες.“ ταῦτα μὲν οὖν Ἀριστόβουλος ὁ Κασσανδρεὺς (FGrH 139 F 3) ἱστόρηκε. βουλευομένων δὲ τῶν Ἀθηναίων καὶ δια‐ πορούντων, ὁ Δημάδης (fr. 15 M.) λαβὼν πέντε τάλαντα παρὰ τῶν ἀνδρῶν ὡμολόγησε πρεσβεύσειν καὶ δεήσεσθαι τοῦ βασιλέως ὑπὲρ αὐτῶν, εἴτε τῇ φιλίᾳ πιστεύων, εἴτε
10προσδοκῶν μεστὸν εὑρήσειν ὥσπερ λέοντα φόνου κεκο‐ ρεσμένον. ἔπεισε δ’ οὖν καὶ παρῃτήσατο τοὺς ἄνδρας ὁ Φωκίων καὶ διήλλαξεν αὐτῷ τὴν πόλιν.
Dem
.

24

.

1

Ἀπελθόντος δ’ Ἀλεξάνδρου μεγάλοι μὲν ἦσαν οὗτοι, ταπεινὰ δ’ ἔπραττεν ὁ Δημοσθένης. κινουμένῳ δ’ Ἄγιδι τῷ Σπαρτιάτῃ βραχέα συνεκινήθη πάλιν, εἶτ’ ἔπτηξε, τῶν μὲν Ἀθηναίων οὐ συνεξαναστάντων, τοῦ δ’ Ἄγιδος
Dem
.

24

.

2

πεσόντος καὶ τῶν Λακεδαιμονίων συντριβέντων. εἰσήχθη δὲ τότε καὶ ἡ περὶ τοῦ στεφάνου γραφὴ κατὰ Κτησιφῶν‐ τος, γραφεῖσα μὲν ἐπὶ Χαιρώνδου ἄρχοντος μικρὸν ἐπάνω τῶν Χαιρωνικῶν, κριθεῖσα δ’ ὕστερον ἔτεσι δέκα ἐπ’ Ἀρι‐
5στοφῶντος, γενομένη δ’ ὡς οὐδεμία τῶν δημοσίων περι‐ βόητος διά τε τὴν δόξαν τῶν λεγόντων καὶ τὴν τῶν δικα‐ ζόντων εὐγένειαν, οἳ τοῖς ἐλαύνουσι τὸν Δημοσθένη τότε πλεῖστον δυναμένοις καὶ μακεδονίζουσιν οὐ προήκαντο τὴν κατ’ αὐτοῦ ψῆφον, ἀλλ’ οὕτω λαμπρῶς ἀπέλυσαν, ὥστε303
10τὸ πέμπτον μέρος τῶν ψήφων Αἰσχίνην μὴ μεταλαβεῖν.
Dem
.

24

.

3

ἐκεῖνος μὲν οὖν εὐθὺς ἐκ τῆς πόλεως ᾤχετ’ ἀπιὼν καὶ περὶ Ῥόδον καὶ Ἰωνίαν σοφιστεύων κατεβίωσε.
Dem
.

25

.

1

Μετ’ οὐ πολὺ δ’ Ἅρπαλος ἧκεν ἐξ Ἀσίας εἰς τὰς Ἀθήνας ἀποδρὰς Ἀλέξανδρον, αὑτῷ τε πράγματα συνει‐ δὼς πονηρὰ δι’ ἀσωτίαν, κἀκεῖνον ἤδη χαλεπὸν ὄντα τοῖς
Dem
.

25

.

2

φίλοις δεδοικώς. καταφυγόντος δὲ πρὸς τὸν δῆμον αὐτοῦ, καὶ μετὰ τῶν χρημάτων καὶ τῶν νεῶν αὑτὸν παραδιδόντος, οἱ μὲν ἄλλοι ῥήτορες εὐθὺς ἐποφθαλμιάσαντες πρὸς τὸν πλοῦτον ἐβοήθουν καὶ συνέπειθον τοὺς Ἀθηναίους δέχε‐
Dem
.

25

.

3

σθαι καὶ σῴζειν τὸν ἱκέτην. ὁ δὲ Δημοσθένης πρῶτον μὲν ἀπελαύνειν συνεβούλευε τὸν Ἅρπαλον καὶ φυλάττεσθαι, μὴ τὴν πόλιν ἐμβάλωσιν εἰς πόλεμον ἐξ οὐκ ἀναγκαίας καὶ ἀδίκου προφάσεως· ἡμέραις δ’ ὀλίγαις ὕστερον ἐξε‐
5ταζομένων τῶν χρημάτων, ἰδὼν αὐτὸν ὁ Ἅρπαλος ἡσθέντα βαρβαρικῇ κύλικι καὶ καταμανθάνοντα τὴν τορείαν καὶ τὸ εἶδος, ἐκέλευσε διαβαστάσαντα τὴν ὁλκὴν τοῦ χρυσίου
Dem
.

25

.

4

σκέψασθαι. θαυμάσαντος δὲ τοῦ Δημοσθένους τὸ βάρος καὶ πυθομένου πόσον ἄγει, μειδιάσας ὁ Ἅρπαλος „ἄξει σοι“ φησίν „εἴκοσι τάλαντα“, καὶ γενομένης τάχιστα τῆς νυκτὸς ἔπεμψεν αὐτῷ τὴν κύλικα μετὰ τῶν εἴκοσι ταλάν‐
Dem
.

25

.

5

των. ἦν δ’ ἄρα δεινὸς ὁ Ἅρπαλος ἐρωτικοῦ πρὸς χρυσίον ἀνδρὸς ὄψει καὶ διαχύσει καὶ βολαῖς ὀμμάτων ἐνευρεῖν ἦθος. οὐ γὰρ ἀντέσχεν ὁ Δημοσθένης, ἀλλὰ πληγεὶς ὑπὸ
τῆς δωροδοκίας ὥσπερ παραδεδεγμένος φρουρὰν προσκε‐304
5χωρήκει τῷ Ἁρπάλῳ, καὶ μεθ’ ἡμέραν εὖ καὶ καλῶς ἐρί‐ οις καὶ ταινίαις κατὰ τοῦ τραχήλου καθελιξάμενος εἰς τὴν ἐκκλησίαν προῆλθε, καὶ κελευόντων ἀνίστασθαι καὶ λέ‐
Dem
.

25

.

6

γειν, διένευεν ὡς ἀποκεκομμένης αὐτῷ τῆς φωνῆς. οἱ δ’ εὐφυεῖς χλευάζοντες οὐχ ὑπὸ συνάγχης ἔφραζον, ἀλλ’ ἀρ‐ γυράγχης εἰλῆφθαι νύκτωρ τὸν δημαγωγόν. ὕστερον δὲ τοῦ δήμου παντὸς αἰσθομένου τὴν δωροδοκίαν καὶ βου‐
5λόμενον ἀπολογεῖσθαι καὶ πείθειν οὐκ ἐῶντος, ἀλλὰ χαλεπαίνοντος καὶ θορυβοῦντος, ἀναστάς τις ἔσκωψεν εἰπών· „οὐκ ἀκούσεσθε ὦ ἄνδρες Ἀθηναῖοι τοῦ τὴν κύλικα
Dem
.

25

.

7

ἔχοντος;“ τότε μὲν οὖν ἀπέπεμψαν ἐκ τῆς πόλεως τὸν Ἅρπαλον, δεδιότες δὲ μὴ λόγον ἀπαιτῶνται τῶν χρημά‐ των ἃ διηρπάκεισαν οἱ ῥήτορες, ζήτησιν ἐποιοῦντο νεανι‐ κήν, καὶ τὰς οἰκίας ἐπιόντες ἠρεύνων πλὴν τῆς Καλλι‐
Dem
.

25

.

8

κλέους τοῦ Ἀρρενείδου. μόνην γὰρ τὴν τούτου νεωστὶ γεγα‐ μηκότος οὐκ εἴασαν ἐλεγχθῆναι νύμφης ἔνδον οὔσης, ὡς ἱστορεῖ Θεόφραστος.
Dem
.

26

.

1

Ὁ δὲ Δημοσθένης ὁμόσε χωρῶν εἰσήνεγκε ψήφισμα, τὴν ἐξ Ἀρείου πάγου βουλὴν ἐξετάσαι τὸ πρᾶγμα καὶ
Dem
.

26

.

2

τοὺς ἐκείνῃ δόξαντας ἀδικεῖν δοῦναι δίκην. ἐν δὲ πρώτοις αὐτοῦ τῆς βουλῆς καταψηφισαμένης, εἰσῆλθε μὲν εἰς τὸ δικαστήριον, ὀφλὼν δὲ πεντήκοντα ταλάντων δίκην καὶ παραδοθεὶς εἰς τὸ δεσμωτήριον, αἰσχύνῃ τῆς αἰτίας φησὶ
5καὶ δι’ ἀσθένειαν τοῦ σώματος οὐ δυνάμενος φέρειν τὸν
εἱργμὸν ἀποδρᾶναι, τοὺς μὲν λαθών, τῶν δὲ λαθεῖν ἐξου‐305
Dem
.

26

.

3

σίαν δόντων. λέγεται γοῦν, ὡς οὐ μακρὰν τοῦ ἄστεος φεύ‐ γων αἴσθοιτό τινας τῶν διαφόρων αὐτῷ πολιτῶν ἐπιδιώ‐ κοντας, [καὶ] βούλεσθαι μὲν αὑτὸν ἀποκρύπτειν, ὡς δ’ ἐκεῖ‐ νοι φθεγξάμενοι τοὔνομα καὶ προσελθόντες ἐγγὺς ἐδέοντο
5λαβεῖν ἐφόδιον παρ’ αὐτῶν, ἐπ’ αὐτὸ τοῦτο κομίζοντες ἀργύριον οἴκοθεν καὶ τούτου χάριν ἐπιδιώξαντες αὐτόν, ἅμα δὲ θαρρεῖν παρεκάλουν καὶ μὴ φέρειν ἀνιαρῶς τὸ συμ‐ βεβηκός, ἔτι μᾶλλον ἀνακλαύσασθαι τὸν Δημοσθένην καὶ
Dem
.

26

.

4

εἰπεῖν· „πῶς δ’ οὐ μέλλω φέρειν βαρέως, ἀπολείπων πόλιν ἐχθροὺς τοιούτους ἔχουσαν, οἵους ἐν ἑτέρᾳ φίλους εὑρεῖν οὐ ῥᾴδιόν ἐστιν;“
Dem
.

26

.

5

Ἤνεγκε δὲ τὴν φυγὴν μαλακῶς, ἐν Αἰγίνῃ καὶ Τροι‐ ζῆνι καθήμενος τὰ πολλὰ καὶ πρὸς τὴν Ἀττικὴν ἀπο‐ βλέπων δεδακρυμένος, ὥστε φωνὰς οὐκ εὐγνώμονας οὐδ’ ὁμολογουμένας τοῖς ἐν τῇ πολιτείᾳ νεανιεύμασιν ἀπομνη‐
Dem
.

26

.

6

μονεύεσθαι. λέγεται γὰρ ἐκ τοῦ ἄστεος ἀπαλλαττόμενος καὶ πρὸς τὴν ἀκρόπολιν ἀνατείνας τὰς χεῖρας εἰπεῖν· „ὦ δέσποινα Πολιάς, τί δὴ τρισὶ τοῖς χαλεπωτάτοις χαίρεις
Dem
.

26

.

7

θηρίοις, γλαυκὶ καὶ δράκοντι καὶ δήμῳ;“ τοὺς δὲ προσ‐ ιόντας αὐτῷ καὶ συνδιατρίβοντας νεανίσκους ἀποτρέπειν τῆς πολιτείας, λέγων ὡς εἰ, δυεῖν αὐτῷ προκειμένων ἀπ’ ἀρχῆς ὁδῶν, τῆς μὲν ἐπὶ τὸ βῆμα καὶ τὴν ἐκκλησίαν, τῆς
5δ’ ἄντικρυς εἰς τὸν ὄλεθρον, ἐτύγχανε προειδὼς τὰ κατὰ τὴν πολιτείαν κακά, φόβους καὶ φθόνους καὶ διαβολὰς καὶ ἀγῶνας, ἐπὶ ταύτην ἂν ὁρμήσαι τὴν εὐθὺ τοῦ θανάτου τείνουσαν.
Dem
.

27

.

1

Ἀλλὰ γὰρ ἔτι φεύγοντος αὐτοῦ τὴν εἰρημένην φυ‐
γήν, Ἀλέξανδρος μὲν ἐτελεύτησε, τὰ δ’ Ἑλληνικὰ συνί‐ στατο πάλιν, Λεωσθένους ἀνδραγαθοῦντος καὶ περιτειχί‐306
Dem
.

27

.

2

ζοντος Ἀντίπατρον ἐν Λαμίᾳ πολιορκούμενον. Πυθέας μὲν οὖν ὁ ῥήτωρ καὶ Καλλιμέδων ὁ Κάραβος ἐξ Ἀθηνῶν φεύγοντες Ἀντιπάτρῳ προσεγένοντο, καὶ μετὰ τῶν ἐκεί‐ νου φίλων καὶ πρέσβεων περιιόντες οὐκ εἴων ἀφίστασθαι
Dem
.

27

.

3

τοὺς Ἕλληνας οὐδὲ προσέχειν τοῖς Ἀθηναίοις· Δημοσθένης δὲ τοῖς ἐξ ἄστεος πρεσβεύουσι καταμείξας ἑαυτὸν 〈συν〉ηγω‐ νίζετο καὶ συνέπραττεν, ὅπως αἱ πόλεις συνεπιθήσον‐ ται τοῖς Μακεδόσι καὶ συνεκβαλοῦσιν αὐτοὺς τῆς Ἑλλάδος.
Dem
.

27

.

4

ἐν δ’ Ἀρκαδίᾳ καὶ λοιδορίαν τοῦ Πυθέου καὶ τοῦ Δημο‐ σθένους γενέσθαι πρὸς ἀλλήλους εἴρηκεν ὁ Φύλαρχος (FGrH 81 F 75) ἐν ἐκκλησίᾳ, τοῦ μὲν ὑπὲρ τῶν Μακεδόνων, τοῦ
Dem
.

27

.

5

δ’ ὑπὲρ τῶν Ἑλλήνων λέγοντος. λέγεται δὲ τότε τὸν μὲν Πυθέαν (fr. 13 M.) εἰπεῖν, ὅτι καθάπερ οἰκίαν, εἰς ἣν ὄνειον εἰσφέρεται γάλα, κακόν τι πάντως ἔχειν νομίζομεν, οὕτω καὶ πόλιν ἀνάγκη νοσεῖν εἰς ἣν Ἀθηναίων πρεσβεία παρα‐
5γίνεται· τὸν δὲ Δημοσθένη τρέψαι τὸ παράδειγμα, φή‐ σαντα καὶ τὸ γάλα τὸ ὄνειον ἐφ’ ὑγιείᾳ καὶ τοὺς Ἀθηναίους
Dem
.

27

.

6

ἐπὶ σωτηρίᾳ παραγίνεσθαι τῶν νοσούντων. ἐφ’ οἷς ἡσθεὶς ὁ τῶν Ἀθηναίων δῆμος ψηφίζεται τῷ Δημοσθένει κάθο‐ δον. τὸ μὲν οὖν ψήφισμα Δήμων ὁ Παιανιεύς, ἀνεψιὸς ὢν Δημοσθένους, εἰσήνεγκεν· ἐπέμφθη δὲ τριήρης ἐπ’ αὐ‐
Dem
.

27

.

7

τὸν εἰς Αἴγιναν. ἐκ δὲ Πειραιῶς ἀνέβαινεν οὔτ’ ἄρχοντος οὔθ’ ἱερέως ἀπολειφθέντος, ἀλλὰ καὶ τῶν ἄλλων πολι‐ τῶν ὁμοῦ τι πάντων ἀπαντώντων καὶ δεχομένων προθύ‐ μως. ὅτε καί φησιν αὐτὸν ὁ Μάγνης Δημήτριος ἀνατεί‐
5ναντα τὰς χεῖρας μακαρίσαι τῆς ἡμέρας ἐκείνης ἑαυ‐ τόν, ὡς βέλτιον Ἀλκιβιάδου κατιόντα· πεπεισμένους γάρ,
Dem
.

27

.

8

οὐ βεβιασμένους, ὑπ’ αὐτοῦ δέχεσθαι τοὺς πολίτας. τῆς
δὲ χρηματικῆς ζημίας αὐτῷ μενούσης—οὐ γὰρ ἐξῆν χάριτι λῦσαι καταδίκην—ἐσοφίσαντο πρὸς τὸν νόμον. εἰωθότες γὰρ ἐν τῇ θυσίᾳ τοῦ Διὸς τοῦ Σωτῆρος ἀργύριον τελεῖν307
5τοῖς κατασκευάζουσι καὶ κοσμοῦσι τὸν βωμόν, ἐκείνῳ τότε ταῦτα ποιῆσαι καὶ παρασχεῖν πεντήκοντα ταλάν‐ των ἐξέδωκαν, ὅσον ἦν τὸ τίμημα τῆς καταδίκης.
Dem
.

28

.

1

Οὐ μὴν ἐπὶ πολὺν χρόνον ἀπέλαυσε τῆς πατρίδος κατελθών, ἀλλὰ ταχὺ τῶν Ἑλληνικῶν πραγμάτων συντρι‐ βέντων, Μεταγειτνιῶνος μὲν ἡ περὶ Κραννῶνα μάχη συνέ‐ πεσε, Βοηδρομιῶνος δὲ παρῆλθεν εἰς Μουνυχίαν ἡ φρουρά,
5Πυανεψιῶνος δὲ Δημοσθένης ἀπέθανε τόνδε τὸν τρόπον.
Dem
.

28

.

2

ὡς Ἀντίπατρος καὶ Κρατερὸς ἠγγέλλοντο προσιόντες ἐπὶ τὰς Ἀθήνας, οἱ μὲν περὶ τὸν Δημοσθένην φθάσαντες ὑπεξ‐ ῆλθον ἐκ τῆς πόλεως, ὁ δὲ δῆμος αὐτῶν θάνατον κατέγνω
Dem
.

28

.

3

Δημάδου γράψαντος. ἄλλων δ’ ἀλλαχοῦ διασπαρέντων, ὁ Ἀντίπατρος περιέπεμπε τοὺς συλλαμβάνοντας, ὧν ἦν ἡγεμὼν Ἀρχίας ὁ κληθεὶς Φυγαδοθήρας. τοῦτον δὲ Θού‐ ριον ὄντα τῷ γένει λόγος ἔχει τραγῳδίας ὑποκρίνασθαί
5ποτε, καὶ τὸν Αἰγινήτην Πῶλον τὸν ὑπερβαλόντα τῇ τέχνῃ πάντας ἐκείνου γεγονέναι μαθητὴν ἱστοροῦσιν. Ἕρμιππος (FHG III 51) δὲ τὸν Ἀρχίαν ἐν τοῖς Λακρίτου τοῦ ῥήτορος μαθηταῖς ἀναγράφει· Δημήτριος (FGrH 228 F 20) δὲ τῆς
Dem
.

28

.

4

Ἀναξιμένους διατριβῆς μετεσχηκέναι φησὶν αὐτόν. οὗ‐ τος οὖν ὁ Ἀρχίας Ὑπερείδην μὲν τὸν ῥήτορα καὶ Ἀριστό‐ νικον τὸν Μαραθώνιον καὶ τὸν Δημητρίου τοῦ Φαληρέως ἀδελφὸν Ἱμεραῖον, ἐν Αἰγίνῃ καταφυγόντας ἐπὶ τὸ Αἰά‐
5κειον, ἔπεμψεν ἀποσπάσας εἰς Κλεωνὰς πρὸς Ἀντίπατρον, κἀκεῖ διεφθάρησαν· Ὑπερείδου δὲ καὶ τὴν γλῶτταν ἐκτμη‐
θῆναι ζῶντος λέγουσι.308
Dem
.

29

.

1

Τὸν δὲ Δημοσθένην πυθόμενος ἱκέτην ἐν Καλαυρείᾳ ἐν τῷ ἱερῷ Ποσειδῶνος καθέζεσθαι, διαπλεύσας ὑπηρετι‐ κοῖς καὶ ἀποβὰς μετὰ Θρᾳκῶν δορυφόρων ἔπειθεν ἀναστάν‐ τα βαδίζειν μετ’ αὐτοῦ πρὸς Ἀντίπατρον, ὡς δυσχερὲς πει‐
Dem
.

29

.

2

σόμενον οὐδέν. ὁ δὲ Δημοσθένης ἐτύγχανεν ὄψιν ἑωρακὼς κατὰ τοὺς ὕπνους ἐκείνης τῆς νυκτὸς ἀλλόκοτον. ἐδόκει γὰρ ἀνταγωνίζεσθαι τῷ Ἀρχίᾳ τραγῳδίαν ὑποκρινόμενος, εὐημερῶν δὲ καὶ κατέχων τὸ θέατρον ἐνδείᾳ παρασκευῆς
Dem
.

29

.

3

καὶ χορηγίας κρατεῖσθαι. διὸ τοῦ Ἀρχίου πολλὰ φιλάν‐ θρωπα διαλεχθέντος, ἀναβλέψας πρὸς αὐτόν, ὥσπερ ἐτύγ‐ χανε καθήμενος, „ὦ Ἀρχία“ εἶπεν „οὔθ’ ὑποκρινόμενός με πώποτ’ ἔπεισας, οὔτε νῦν πείσεις ἐπαγγελλόμενος.“ ἀρ‐
5ξαμένου δ’ ἀπειλεῖν μετ’ ὀργῆς τοῦ Ἀρχίου „νῦν“ ἔφη „λέγεις τὰ ἐκ τοῦ Μακεδονικοῦ τρίποδος, ἄρτι δ’ ὑπε‐ κρίνου. μικρὸν οὖν ἐπίσχες, ὅπως ἐπιστείλω τι τοῖς οἴκοι.“
Dem
.

29

.

4

καὶ ταῦτ’ εἰπὼν ἐντὸς ἀνεχώρησε τοῦ ναοῦ, καὶ λαβὼν βιβλίον, ὡς γράφειν μέλλων προσήνεγκε τῷ στόματι τὸν κάλαμον, καὶ δακών, ὥσπερ ἐν τῷ διανοεῖσθαι καὶ γράφειν εἰώθει, χρόνον τινὰ κατέσχεν, εἶτα συγκαλυψά‐
Dem
.

29

.

5

μενος ἀπέκλινε τὴν κεφαλήν. οἱ μὲν οὖν παρὰ τὰς θύρας ἑστῶτες δορυφόροι κατεγέλων ὡς ἀποδειλιῶν‐ τος αὐτοῦ, καὶ μαλακὸν ἀπεκάλουν καὶ ἄνανδρον, ὁ δ’ Ἀρχίας προσελθὼν ἀνίστασθαι παρεκάλει, καὶ τοὺς αὐ‐
5τοὺς ἀνακυκλῶν λόγους αὖθις ἐπηγγέλλετο διαλλαγὰς
Dem
.

29

.

6

πρὸς τὸν Ἀντίπατρον. ἤδη δὲ συνῃσθημένος ὁ Δημοσθένης ἐμπεφυκότος αὐτῷ τοῦ φαρμάκου καὶ νεκροῦντος, ἐξεκα‐ λύψατο καὶ ἀποβλέψας πρὸς τὸν Ἀρχίαν „οὐκ ἂν φθάνοισ“ εἶπεν „ἤδη τὸν ἐκ τῆς τραγῳδίας ὑποκρινόμενος Κρέοντα
5καὶ τὸ σῶμα τουτὶ ῥίπτων ἄταφον. ἐγὼ δ’ ὦ φίλε Πό‐ σειδον ἔτι ζῶν ἐξίσταμαι τοῦ ἱεροῦ· τὸ δ’ ἐπ’ Ἀντιπάτρῳ καὶ Μακεδόσιν οὐδ’ ὁ σὸς νεὼς καθαρὸς ἀπολέλειπται.“309
Dem
.

29

.

7

ταῦτα δ’ εἰπὼν καὶ κελεύσας ὑπολαβεῖν αὐτὸν ἤδη τρέ‐ μοντα καὶ σφαλλόμενον, ἅμα τῷ προελθεῖν καὶ παραλ‐ λάξαι τὸν βωμὸν ἔπεσε καὶ στενάξας ἀφῆκε τὴν ψυχήν.
Dem
.

30

.

1

Τὸ δὲ φάρμακον Ἀρίστων (I p. 87 n. 380 Arn.) μὲν ἐκ τοῦ καλάμου φησὶ λαβεῖν αὐτόν, ὡς εἴρηται· Πάππος δέ τις, οὗ τὴν ἱστορίαν Ἕρμιππος (FHG III 50) ἀνείληφε, φησὶ πεσόντος αὐτοῦ παρὰ τὸν βωμὸν ἐν μὲν τῷ βιβλίῳ
5γεγραμμένην ἐπιστολῆς ἀρχὴν εὑρεθῆναι „Δημοσθένης
Dem
.

30

.

2

Ἀντιπάτρῳ“ καὶ μηδὲν ἄλλο· θαυμαζομένης δὲ τῆς περὶ τὸν θάνατον ὀξύτητος, διηγήσασθαι τοὺς παρὰ ταῖς θύ‐ ραις Θρᾷκας, ὡς ἔκ τινος ῥακίου λαβὼν εἰς τὴν χεῖρα προσθοῖτο τῷ στόματι καὶ καταπίοι τὸ φάρμακον· αὐτοὶ
5δ’ ἄρα χρυσίον ᾠήθησαν εἶναι τὸ καταπινόμενον· ἡ δ’ ὑπηρετοῦσα παιδίσκη, πυνθανομένων τῶν περὶ τὸν Ἀρ‐ χίαν, φαίη πολὺν εἶναι χρόνον ἐξ οὗ φοροίη τὸν ἀπόδεσμον
Dem
.

30

.

3

ἐκεῖνον ὁ Δημοσθένης ὡς φυλακτήριον. Ἐρατοσθένης (FGrH 241 F 31) δέ φησι καὶ αὐτὸς ἐν κρίκῳ κοίλῳ τὸ φάρμακον φυλάττειν· τὸν δὲ κρίκον εἶναι τοῦτον αὐτῷ
Dem
.

30

.

4

φόρημα περιβραχιόνιον. τῶν δ’ ἄλλων ὅσοι γεγράφασι περὶ αὐτοῦ—πάμπολλοι δ’ εἰσί—τὰς διαφορὰς οὐκ ἀναγκαῖον ἐπεξιέναι· πλὴν ὅτι Δημοχάρης (FGrH 75 F 3) ὁ τοῦ Δημοσθένους οἰκεῖος οἴεσθαί φησιν αὐτὸν οὐχ ὑπὸ
5φαρμάκου, θεῶν δὲ τιμῇ καὶ προνοίᾳ τῆς Μακεδόνων ὠμότητος ἐξαρπαγῆναι, συντόμως καταστρέψαντα καὶ
Dem
.

30

.

5

ἀλύπως. κατέστρεψε δ’ ἕκτῃ ἐπὶ δέκα τοῦ Πυανεψιῶνος μηνός, ἐν ᾗ τὴν σκυθρωποτάτην τῶν Θεσμοφορίων ἡμέ‐
ραν ἄγουσαι παρὰ τῇ θεῷ νηστεύουσιν αἱ γυναῖκες. Τούτῳ μὲν οὖν ὀλίγον ὕστερον ὁ τῶν Ἀθηναίων δῆμος310
5ἀξίαν ἀποδιδοὺς τιμήν, εἰκόνα τε χαλκῆν ἀνέστησε, καὶ τὸν πρεσβύτατον ἐψηφίσατο τῶν ἀπὸ γένους ἐν Πρυτανείῳ σίτησιν ἔχειν, καὶ τὸ ἐπίγραμμα τὸ θρυλούμενον ἐπιγρα‐ φῆναι τῇ βάσει τοῦ ἀνδριάντος (PLG4 II p. 331)·
8
εἴπερ ἴσην γνώμῃ ῥώμην Δημόσθενες ἔσχες,
10οὔποτ’ ἂν Ἑλλήνων ἦρξεν Ἄρης Μακεδών.
10
Dem
.

30

.

6

οἱ γὰρ αὐτὸν τὸν Δημοσθένην τοῦτο ποιῆσαι λέγοντες ἐν Καλαυρείᾳ, μέλλοντα τὸ φάρμακον προσφέρεσθαι, κο‐ μιδῇ φλυαροῦσι.
Dem
.

31

.

1

Μικρῷ δὲ πρόσθεν ἢ παραβαλεῖν ἡμᾶς Ἀθήναζε λέγεται τὸ τοιόνδε συμβῆναι. στρατιώτης ἐπὶ κρίσιν τινὰ καλούμενος ὑφ’ ἡγεμόνος, ὅσον εἶχε χρυσίδιον εἰς τὰς
Dem
.

31

.

2

χεῖρας ἐνέθηκε τοῦ ἀνδριάντος. ἕστηκε δὲ τοὺς δακτύλους συνέχων δι’ ἀλλήλων, καὶ παραπέφυκεν οὐ μεγάλη πλάτανος. ἀπὸ ταύτης πολλὰ τῶν φύλλων, εἴτε πνεύματος ἐκ τύχης καταβαλόντος, εἴτ’ αὐτὸς οὕτως ὁ θεὶς ἐπεκά‐
5λυψε, περικείμενα καὶ συμπεσόντα λαθεῖν ἐποίησε τὸ
Dem
.

31

.

3

χρυσίον οὐκ ὀλίγον χρόνον. ὡς δ’ ὁ ἄνθρωπος ἐπανελθὼν ἀνεῦρε, καὶ διεδόθη λόγος ὑπὲρ τούτου, πολλοὶ τῶν εὐ‐ φυῶν ὑπόθεσιν λαβόντες εἰς τὸ ἀδωροδόκητον τοῦ Δη‐ μοσθένους διημιλλῶντο τοῖς ἐπιγράμμασι.
Dem
.

31

.

4

Δημάδην δὲ χρόνον οὐ πολὺν ἀπολαύσαντα μισουμέ‐ νης δόξης ἡ Δημοσθένους δίκη κατήγαγεν εἰς Μακεδο‐ νίαν, οὓς ἐκολάκευσεν αἰσχρῶς, ὑπὸ τούτων ἐξολούμενον
δικαίως, ἐπαχθῆ μὲν ὄντα καὶ πρότερον αὐτοῖς, τότε311
Dem
.

31

.

5

δ’ εἰς αἰτίαν ἄφυκτον ἐμπεσόντα. γράμματα γὰρ ἐξέ‐ πεσεν αὐτοῦ, δι’ ὧν παρεκάλει Περδίκκαν ἐπιχειρεῖν Μα‐ κεδονίᾳ καὶ σῴζειν τοὺς Ἕλληνας, ὡς ἀπὸ σαπροῦ καὶ παλαιοῦ στήμονος—λέγων τὸν Ἀντίπατρον—ἠρτημέ‐
Dem
.

31

.

6

νους. ἐφ’ οἷς Δεινάρχου τοῦ Κορινθίου κατηγορήσαντος, παροξυνθεὶς ὁ Κάσσανδρος ἐγκατέσφαξεν αὐτοῦ τῷ κόλπῳ τὸν υἱόν, εἶθ’ οὕτως ἐκεῖνον ἀνελεῖν προσέταξε, [ἐν] τοῖς μεγίστοις διδασκόμενον ἀτυχήμασιν, ὅτι πρώτους ἑαυ‐
5τοὺς οἱ προδόται πωλοῦσιν, ὃ πολλάκις Δημοσθένους προαγορεύοντος οὐκ ἐπίστευσε.
Dem
.

31

.

7

Τὸν μὲν οὖν Δημοσθένους ἀπέχεις ὦ Σόσσιε βίον ἐξ
ὧν ἡμεῖς ἀνέγνωμεν ἢ διηκούσαμεν.312