TLG 0007 052 :: PLUTARCHUS :: Tiberius et Gaius Gracchus

PLUTARCHUS Biogr. Phil.
(Chaeronensis: A.D. 1–2)

Tiberius et Gaius Gracchus

Source: Ziegler, K. (ed.), Plutarchi vitae parallelae, vol. 3.1, 2nd edn. Leipzig: Teubner, 1971: 416–458.

Citation: Chapter — section — (line)

Gracch
.

t

1

ΤΙΒΕΡΙΟΣ ΚΑΙ ΓΑΙΟΣ ΓΡΑΓΧΟΙ
Gracch
.

1

.

1

Ἡμεῖς δὲ τὴν πρώτην ἱστορίαν ἀποδεδωκότες, ἔχο‐ μεν οὐκ ἐλάττονα πάθη τούτων ἐν τῇ Ῥωμαϊκῇ συζυγίᾳ θεωρῆσαι, τὸν Τιβερίου καὶ Γαΐου βίον ἀντιπαραβάλ‐
Gracch
.

1

.

2

λοντες. οὗτοι Τιβερίου Γράγχου παῖδες ἦσαν, ᾧ τιμητῇ τε Ῥωμαίων γενομένῳ καὶ δὶς ὑπατεύσαντι καὶ θριάμ‐ βους δύο καταγαγόντι λαμπρότερον ἦν τὸ ἀπὸ τῆς ἀρε‐
Gracch
.

1

.

3

τῆς ἀξίωμα. διὸ καὶ τὴν Σκιπίωνος τοῦ καταπολεμήσαν‐ τος Ἀννίβαν θυγατέρα Κορνηλίαν, οὐκ ὢν φίλος, ἀλλὰ καὶ διάφορος τῷ ἀνδρὶ γεγονώς, λαβεῖν ἠξιώθη μετὰ τὴν
Gracch
.

1

.

4

ἐκείνου τελευτήν. λέγεται δέ ποτε συλλαβεῖν αὐτὸν ἐπὶ τῆς κλίνης ζεῦγος δρακόντων, τοὺς δὲ μάντεις σκεψα‐ μένους τὸ τέρας, ἄμφω μὲν οὐκ ἐᾶν ἀνελεῖν οὐδ’ ἀφεῖ‐ ναι, περὶ δ’ ἑκατέρου διαιρεῖν, ὡς ὁ μὲν ἄρρην τῷ Τιβε‐
5ρίῳ φέροι θάνατον ἀναιρεθείς, ἡ δὲ θήλεια τῇ Κορνη‐
Gracch
.

1

.

5

λίᾳ. τὸν οὖν Τιβέριον, καὶ φιλοῦντα τὴν γυναῖκα, καὶ μᾶλλον αὐτῷ προσήκειν ὄντι πρεσβυτέρῳ τελευτᾶν ἡγού‐ μενον ἔτι νέας οὔσης ἐκείνης, τὸν μὲν ἄρρενα κτεῖναι τῶν δρακόντων, ἀφεῖναι δὲ τὴν θήλειαν· εἶθ’ ὕστερον
5οὐ πολλῷ χρόνῳ τελευτῆσαι, δεκαδύο παῖδας ἐκ τῆς Κορ‐
Gracch
.

1

.

6

νηλίας αὐτῷ γεγονότας καταλιπόντα. Κορνηλία δ’ ἀνα‐ λαβοῦσα τοὺς παῖδας καὶ τὸν οἶκον, οὕτω σώφρονα καὶ
φιλότεκνον καὶ μεγαλόψυχον αὑτὴν παρέσχεν, ὥστε μὴ κακῶς δόξαι βεβουλεῦθαι τὸν Τιβέριον ἀντὶ τοιαύτης416
Gracch
.

1

.

7

γυναικὸς ἀποθανεῖν ἑλόμενον· ἥ γε καὶ Πτολεμαίου τοῦ βασιλέως κοινουμένου τὸ διάδημα καὶ μνωμένου τὸν γάμον αὐτῆς ἠρνήσατο, καὶ χηρεύουσα τοὺς μὲν ἄλλους ἀπέβαλε παῖδας, μίαν δὲ τῶν θυγατέρων, ἣ Σκιπίωνι
5τῷ νεωτέρῳ συνῴκησε, καὶ δύο υἱοὺς περὶ ὧν τάδε γέ‐ γραπται, Τιβέριον καὶ Γάιον, διαγενομένους οὕτως φι‐ λοτίμως ἐξέθρεψεν, ὥστε πάντων εὐφυεστάτους Ῥωμαίων ὁμολογουμένως γεγονότας, πεπαιδεῦσθαι δοκεῖν βέλτιον ἢ πεφυκέναι πρὸς ἀρετήν.
Gracch
.

2

.

1

Ἐπεὶ δ’, ὥσπερ ἡ τῶν πλασσομένων καὶ γραφομένων Διοσκούρων ὁμοιότης ἔχει τινὰ τοῦ πυκτικοῦ πρὸς τὸν δρομικὸν ἐπὶ τῆς μορφῆς διαφοράν, οὕτω τῶν νεανίσκων ἐκείνων ἐν πολλῇ τῇ πρὸς ἀνδρείαν καὶ σωφροσύνην, ἔτι δ’
5ἐλευθεριότητα καὶ λογιότητα καὶ μεγαλοψυχίαν ἐμφερείᾳ μεγάλαι περὶ τὰ ἔργα καὶ τὰς πολιτείας οἷον ἐξήνθησαν καὶ διεφάνησαν ἀνομοιότητες, οὐ χεῖρον εἶναί μοι δοκεῖ
Gracch
.

2

.

2

ταύτας προεκθέσθαι. πρῶτον μὲν οὖν (cf. ORF 148 Mal‐ cov.3) ἰδέᾳ προσώπου καὶ βλέμματι κακινήματι πρᾶος καὶ καταστηματικὸς ἦν ὁ Τιβέριος, ἔντονος δὲ καὶ σφοδρὸς ὁ Γάιος, ὥστε καὶ δημηγορεῖν τὸν μὲν ἐν μιᾷ χώρᾳ βε‐
5βηκότα κοσμίως, τὸν δὲ Ῥωμαίων πρῶτον ἐπὶ τοῦ βή‐ ματος περιπάτῳ τε χρήσασθαι καὶ περισπάσαι τὴν τή‐ βεννον ἐξ ὤμου λέγοντα, καθάπερ Κλέωνα τὸν Ἀθηναῖον ἱστόρηται (Plut. Nic. 8, 6) περισπάσαι τε τὴν περιβολὴν
καὶ τὸν μηρὸν πατάξαι πρῶτον τῶν δημηγορούντων·417
Gracch
.

2

.

3

ἔπειθ’ ὁ λόγος τοῦ μὲν Γαΐου φοβερὸς καὶ περιπαθὴς εἰς δείνωσιν, ἡδίων δ’ ὁ τοῦ Τιβερίου καὶ μᾶλλον ἐπαγωγὸς οἴκτου· τῇ δὲ λέξει καθαρὸς καὶ διαπεπονημένος ἀκριβῶς
Gracch
.

2

.

4

ἐκεῖνος, ὁ δὲ Γαΐου πιθανὸς καὶ γεγανωμένος. οὕτω δὲ καὶ περὶ δίαιταν καὶ τράπεζαν εὐτελὴς καὶ ἀφελὴς ὁ Τιβέριος, ὁ δὲ Γάιος τοῖς μὲν ἄλλοις παραβαλεῖν σώφρων καὶ αὐστηρός, τῇ δὲ πρὸς τὸν ἀδελφὸν διαφορᾷ νεοπρεπὴς καὶ
5περίεργος, ὡς οἱ περὶ Δροῦσον ἤλεγχον ὅτι δελφῖνας ἀργυροῦς ἐπρίατο τιμῆς εἰς ἑκάστην λίτραν δραχμῶν
Gracch
.

2

.

5

χιλίων καὶ διακοσίων πεντήκοντα. τῷ δ’ ἤθει κατὰ τὴν τοῦ λόγου διαφορὰν ὁ μὲν ἐπιεικὴς καὶ πρᾶος, ὁ δὲ τραχὺς καὶ θυμοειδής, ὥστε καὶ παρὰ γνώμην ἐν τῷ λέγειν ἐκφερόμενον πολλάκις ὑπ’ ὀργῆς τήν τε φωνὴν ἀποξύνειν
Gracch
.

2

.

6

καὶ βλασφημεῖν καὶ συνταράττειν τὸν λόγον. ὅθεν καὶ βοήθημα τῆς ἐκτροπῆς ταύτης ἐποιήσατο [τὸν] Λικίννιον οἰκέτην οὐκ ἀνόητον, ὃς ἔχων φωνασκικὸν ὄργανον, ᾧ τοὺς φθόγγους ἀναβιβάζουσιν, ὄπισθεν ἑστὼς τοῦ Γαΐου
5λέγοντος, ὁπηνίκα τραχυνόμενον αἴσθοιτο τῇ φωνῇ καὶ παραρρηγνύμενον δι’ ὀργήν, ἐνεδίδου τόνον μαλακόν, ᾧ τὸ σφοδρὸν εὐθὺς ἐκεῖνος ἅμα τοῦ πάθους καὶ τῆς φωνῆς ἀνιεὶς ἐπραΰνετο καὶ παρεῖχεν ἑαυτὸν εὐανάκλητον.
Gracch
.

3

.

1

Αἱ μὲν οὖν διαφοραὶ τοιαῦταί τινες ἦσαν αὐτῶν· ἀνδραγαθία δὲ πρὸς τοὺς πολεμίους, καὶ πρὸς τοὺς ὑπ‐ ηκόους δικαιοσύνη, καὶ πρὸς τὰς ἀρχὰς ἐπιμέλεια, καὶ πρὸς τὰς ἡδονὰς ἐγκράτεια ... ἀπαράλλακτος. ἦν δὲ
Gracch
.

3

.

2

πρεσβύτερος ἐνιαυτοῖς ἐννέα ὁ Τιβέριος· καὶ τοῦτο τὴν
ἑκατέρου πολιτείαν ἀπηρτημένην τοῖς χρόνοις ἐποίησε καὶ τὰς πράξεις οὐχ ἥκιστα διελυμήνατο, μὴ συνακμα‐ σάντων μηδὲ συμβαλόντων εἰς τὸ αὐτὸ τὴν δύναμιν, με‐418
5γάλην ἂν ἐξ ἀμφοῖν ὁμοῦ καὶ ἀνυπέρβλητον γενομένην.
Gracch
.

3

.

3

λεκτέον οὖν ἰδίᾳ περὶ [τοῦ] ἑκατέρου, καὶ περὶ τοῦ πρεσ‐ βυτέρου πρότερον.
Gracch
.

4

.

1

Ἐκεῖνος τοίνυν εὐθὺς ἐκ παίδων γενόμενος οὕτως ἦν περιβόητος, ὥστε τῆς τῶν αὐγούρων λεγομένης ἱερω‐ σύνης ἀξιωθῆναι δι’ ἀρετὴν μᾶλλον ἢ διὰ τὴν εὐγένειαν.
Gracch
.

4

.

2

ἐδήλωσε δ’ Ἄππιος Κλαύδιος, ἀνὴρ ὑπατικὸς καὶ τιμη‐ τικὸς καὶ προγεγραμμένος κατ’ ἀξίωμα τῆς Ῥωμαίων βουλῆς καὶ πολὺ φρονήματι τοὺς καθ’ αὑτὸν ὑπεραίρων· ἑστιωμένων γὰρ ἐν ταὐτῷ τῶν ἱερέων, προσαγορεύσας
5τὸν Τιβέριον καὶ φιλοφρονηθεὶς αὐτὸς ἐμνᾶτο τῇ θυ‐
Gracch
.

4

.

3

γατρὶ νυμφίον. δεξαμένου δ’ ἀσμένως ἐκείνου καὶ τῆς καταινέσεως οὕτως γενομένης, εἰσιὼν ὁ Ἄππιος οἴκαδε πρὸς αὑτὸν ἀπὸ τῆς θύρας εὐθὺς ἐκάλει τὴν γυναῖκα, [καὶ] μεγάλῃ τῇ φωνῇ βοῶν· „ὦ Ἀντιστία, τὴν Κλαυδίαν
5ἡμῶν ἀνδρὶ καθωμολόγηκα.“ κἀκείνη θαυμάσασα „τίσ“ εἶπεν „ἡ σπουδή, ἢ τί τὸ τάχος; εἰ δὲ Τιβέριον αὐτῇ
Gracch
.

4

.

4

Γράγχον εὑρήκεις νυμφίον.“ οὐκ ἀγνοῶ δ’ ὅτι τοῦτό τινες ἐπὶ τὸν πατέρα τῶν Γράγχων Τιβέριον καὶ Σκιπίωνα τὸν Ἀφρικανὸν ἀναφέρουσιν, ἀλλ’ οἱ πλείους ὡς ἡμεῖς γρά‐ φομεν ἱστοροῦσι, καὶ Πολύβιος (31, 27) μετὰ τὴν Σκιπίω‐
5νος Ἀφρικανοῦ τελευτὴν τοὺς οἰκείους φησὶν ἐκ πάντων προκρίναντας τὸν Τιβέριον δοῦναι τὴν Κορνηλίαν, ὡς ὑπὸ τοῦ πατρὸς ἀνέκδοτον καὶ ἀνέγγυον ἀπολειφθεῖσαν.
Gracch
.

4

.

5

Ὁ δ’ οὖν νεώτερος Τιβέριος στρατευόμενος ἐν Λιβύῃ μετὰ τοῦ δευτέρου Σκιπίωνος, ἔχοντος αὐτοῦ τὴν ἀδελ‐
φήν, ὁμοῦ συνδιαιτώμενος ὑπὸ σκηνὴν τῷ στρατηγῷ, ταχὺ μὲν αὐτοῦ τὴν φύσιν κατέμαθε, πολλὰ καὶ μεγάλα419
5πρὸς ζῆλον ἀρετῆς καὶ μίμησιν ἐπὶ τῶν πράξεων ἐκφέ‐ ρουσαν, ταχὺ δὲ τῶν νέων πάντων ἐπρώτευεν εὐταξίᾳ
Gracch
.

4

.

6

καὶ ἀνδρείᾳ· καὶ τοῦ γε τείχους ἐπέβη τῶν πολεμίων πρῶτος, ὥς φησι Φάννιος (HRR I2 139), λέγων καὶ αὐτὸς τῷ Τιβερίῳ συνεπιβῆναι καὶ συμμετασχεῖν ἐκείνης τῆς ἀριστείας. πολλὴν δὲ καὶ παρὼν εὔνοιαν εἶχεν ἐν τῷ στρα‐
5τοπέδῳ καὶ πόθον ἀπαλλαττόμενος αὑτοῦ κατέλιπε.
Gracch
.

5

.

1

Μετὰ δὲ τὴν στρατείαν ἐκείνην αἱρεθεὶς ταμίας, ἔλαχε τῶν ὑπάτων Γαΐῳ Μαγκίνῳ συστρατεύειν ἐπὶ Νομαντίνους, ἀνθρώπῳ μὲν οὐ πονηρῷ, βαρυποτμοτάτῳ
Gracch
.

5

.

2

δὲ Ῥωμαίων στρατηγῷ. διὸ καὶ μᾶλλον ἐν τύχαις παρα‐ λόγοις καὶ πράγμασιν ἐναντίοις τοῦ Τιβερίου διέλαμψεν οὐ μόνον τὸ συνετὸν καὶ ἀνδρεῖον, ἀλλ’, ὃ θαυμάσιον ἦν, αἰδώς τε πολλὴ καὶ τιμὴ τοῦ ἄρχοντος, ὑπὸ τῶν κακῶν
Gracch
.

5

.

3

οὐδ’ ἑαυτὸν εἰ στρατηγός ἐστιν ἔτι γινώσκοντος. ἡττηθεὶς γὰρ μάχαις μεγάλαις, ἐπεχείρησε μὲν ἀναζευγνύναι, νυκτὸς ἐκλιπὼν τὸ στρατόπεδον· αἰσθομένων δὲ τῶν Νομαντίνων καὶ τὸ μὲν στρατόπεδον εὐθὺς λαβόντων, τοῖς
5δ’ ἀνθρώποις ἐπιπεσόντων φεύγουσι καὶ τοὺς ἐσχάτους φονευόντων, τὸ δὲ πᾶν ἐγκυκλουμένων στράτευμα καὶ συνωθούντων εἰς τόπους χαλεποὺς καὶ διάφευξιν οὐκ ἔχον‐ τας, ἀπογνοὺς τὴν ἐκ τοῦ βιάζεσθαι σωτηρίαν ὁ Μαγκῖνος ἐπεκηρυκεύετο περὶ σπονδῶν καὶ διαλύσεων πρὸς αὐτούς.
Gracch
.

5

.

4

οἱ δὲ πιστεύειν ἔφασαν οὐδενὶ πλὴν μόνῳ Τιβερίῳ, καὶ
Gracch
.

5

.

5

τοῦτον ἐκέλευον ἀποστέλλειν πρὸς αὐτούς. ἐπεπόνθεσαν
δὲ τοῦτο καὶ δι’ αὐτὸν τὸν νεανίσκον—ἦν γὰρ αὐτοῦ πλεῖστος λόγος ἐπὶ στρατιᾶς—καὶ μεμνημένοι τοῦ πατρὸς [Τιβερίου], ὃς πολεμήσας Ἴβηρσι καὶ πολλοὺς420
5καταστρεψάμενος εἰρήνην ἔθετο πρὸς τοὺς Νομαντίνους καὶ ταύτην ἐμπεδοῦντα τὸν δῆμον ὀρθῶς καὶ δικαίως
Gracch
.

5

.

6

ἀεὶ παρέσχεν. οὕτω δὴ πεμφθεὶς ὁ Τιβέριος καὶ συγγε‐ νόμενος τοῖς ἀνδράσι, καὶ τὰ μὲν πείσας, τὰ δὲ δεξάμενος, ἐσπείσατο καὶ δισμυρίους ἔσωσε περιφανῶς Ῥωμαίων πολίτας, ἄνευ 〈τῆσ〉 θεραπείας καὶ τῶν ἔξω τάξεως
5ἑπομένων.
Gracch
.

6

.

1

Τὰ δ’ ἐν τῷ χάρακι λειφθέντα χρήματα πάντα κατ‐ έσχον οἱ Νομαντῖνοι καὶ διεπόρθησαν. ἐν δὲ τούτοις καὶ πινακίδες ἦσαν τοῦ Τιβερίου, γράμματα καὶ λόγους ἔχουσαι τῆς ταμιευτικῆς ἀρχῆς, ἃς περὶ πολλοῦ ποιούμε‐
5νος ἀπολαβεῖν, ἤδη τοῦ στρατοῦ προκεχωρηκότος, ἀν‐ έστρεψε πρὸς τὴν πόλιν, ἔχων μεθ’ ἑαυτοῦ τρεῖς ἢ τέτ‐
Gracch
.

6

.

2

ταρας ἑταίρους. ἐκκαλέσας δὲ τῶν Νομαντίνων τοὺς ἄρχοντας, ἠξίου κομίσασθαι τὰς δέλτους, ὡς μὴ παρά‐ σχοι τοῖς ἐχθροῖς διαβολήν, οὐκ ἔχων ἀπολογίσασθαι περὶ
Gracch
.

6

.

3

τῶν ᾠκονομημένων. ἡσθέντες οὖν οἱ Νομαντῖνοι τῇ συν‐ τυχίᾳ τῆς χρείας, παρεκάλουν αὐτὸν εἰσελθεῖν εἰς τὴν πόλιν· ὡς δ’ εἱστήκει βουλευόμενος, ἐγγὺς προσελθόν‐ τες ἐνεφύοντο ταῖς χερσὶ καὶ λιπαρεῖς ἦσαν δεόμενοι
5μηκέτι νομίζειν αὐτοὺς πολεμίους, ἀλλ’ ὡς φίλοις χρῆ‐
Gracch
.

6

.

4

σθαι καὶ πιστεύειν. ἔδοξεν οὖν τῷ Τιβερίῳ ταῦτα ποιεῖν, τῶν τε δέλτων περιεχομένῳ καὶ δεδοικότι παροξύνειν
Gracch
.

6

.

5

ὡς ἀπιστουμένους τοὺς Νομαντίνους. εἰσελθόντι δ’ εἰς τὴν πόλιν πρῶτον μὲν ἄριστον παρέθεσαν, καὶ πᾶσαν ἐποιήσαντο δέησιν ἐμφαγεῖν τι κοινῇ μετ’ αὐτῶν καθ‐ ήμενον, ἔπειτα τὰς δέλτους ἀπέδοσαν καὶ τῶν ἄλλων ἃ
Gracch
.

6

.

6

βούλοιτο χρημάτων λαβεῖν ἐκέλευον. ὁ δ’ οὐδὲν ἢ τὸν λιβανωτὸν ᾧ πρὸς τὰς δημοσίας ἐχρῆτο θυσίας λαβών, ἀπῆλθεν ἀσπασάμενος καὶ φιλοφρονηθεὶς τοὺς ἄνδρας.421
Gracch
.

7

.

1

Ἐπεὶ δ’ εἰς Ῥώμην ἐπανῆλθεν, ἡ μὲν ὅλη πρᾶξις ὡς δεινὴ καὶ καταισχύνουσα τὴν Ῥώμην αἰτίαν εἶχε καὶ κατ‐ ηγορίαν, οἱ δὲ τῶν στρατιωτῶν οἰκεῖοι καὶ φίλοι μέγα μέρος ὄντες τοῦ δήμου συνέτρεχον πρὸς τὸν Τιβέριον,
5τὰ μὲν αἰσχρὰ τῶν γεγονότων ἀναφέροντες εἰς τὸν ἄρ‐ χοντα, δι’ αὐτὸν δὲ σῴζεσθαι τοσούτους πολίτας φά‐
Gracch
.

7

.

2

σκοντες. οἱ μέντοι δυσχεραίνοντες τὰ πεπραγμένα μιμεῖ‐ σθαι τοὺς προγόνους ἐκέλευον· καὶ γὰρ ἐκεῖνοι τοὺς ἀγα‐ πήσαντας ὑπὸ Σαυνιτῶν ἀφεθῆναι στρατηγοὺς αὐτούς τε τοῖς πολεμίοις γυμνοὺς προσέρριψαν, καὶ τοὺς 〈συν〉εφ‐
5αψαμένους καὶ μετασχόντας τῶν σπονδῶν οἷον ταμίας καὶ χιλιάρχους ὁμοίως προὔβαλον, εἰς ἐκείνους τὴν ἐπιορ‐ κίαν καὶ τὴν διάλυσιν τῶν ὡμολογημένων τρέποντες.
Gracch
.

7

.

3

ἔνθα δὴ καὶ μάλιστα τὴν πρὸς τὸν Τιβέριον εὔνοιαν καὶ
Gracch
.

7

.

4

σπουδὴν ἐξέφηνεν ὁ δῆμος. τὸν μὲν γὰρ ὕπατον ἐψηφί‐ σαντο γυμνὸν καὶ δεδεμένον παραδοῦναι τοῖς Νομαν‐ τίνοις, τῶν δ’ ἄλλων ἐφείσαντο πάντων διὰ Τιβέριον.
Gracch
.

7

.

5

δοκεῖ δὲ καὶ Σκιπίων βοηθῆσαι, μέγιστος ὢν τότε καὶ πλεῖστον δυνάμενος Ῥωμαίων· ἀλλ’ οὐδὲν ἧττον ἐν αἰ‐ τίαις ἦν, ὅτι τὸν Μαγκῖνον οὐ περιέσωσεν, οὐδὲ τὰς σπον‐ δὰς ἐμπεδωθῆναι τοῖς Νομαντίνοις ἐσπούδασε, δι’ ἀνδρὸς
Gracch
.

7

.

6

οἰκείου καὶ φίλου τοῦ Τιβερίου γενομένας. τὸ δὲ πλεῖ‐ στον ἔοικεν ἐκ φιλοτιμίας καὶ τῶν ἐπαιρόντων τὸν Τι‐ βέριον φίλων καὶ σοφιστῶν ἐγγενέσθαι τὰ τῆς διαφορᾶς· ἀλλ’ αὕτη γε πρὸς οὐδὲν ἀνήκεστον οὐδὲ φαῦλον ἐξέπεσε.
Gracch
.

7

.

7

δοκεῖ δ’ ἄν μοι μηδαμῶς περιπεσεῖν ὁ Τιβέριος οἷς ἔπα‐ θεν, εἰ παρῆν αὐτοῦ τοῖς πολιτεύμασι Σκιπίων ὁ Ἀφρι‐ κανός· νῦν δ’ ἐκείνου περὶ Νομαντίαν ὄντος ἤδη καὶ πολεμοῦντος, ἥψατο τῆς περὶ τοὺς νόμους πολιτείας ἐκ
5τοιαύτης αἰτίας.422
Gracch
.

8

.

1

Ῥωμαῖοι τῆς τῶν ἀστυγειτόνων χώρας ὅσην ἀπ‐ ετέμνοντο πολέμῳ, τὴν μὲν ἐπίπρασκον, τὴν δὲ ποιού‐ μενοι δημοσίαν ἐδίδοσαν νέμεσθαι τοῖς ἀκτήμοσι καὶ ἀπόροις τῶν πολιτῶν, ἀποφορὰν οὐ πολλὴν εἰς τὸ δη‐
Gracch
.

8

.

2

μόσιον τελοῦσιν. ἀρξαμένων δὲ τῶν πλουσίων ὑπερ‐ βάλλειν τὰς ἀποφορὰς καὶ τοὺς πένητας ἐξελαυνόντων, ἐγράφη νόμος οὐκ ἐῶν πλέθρα γῆς ἔχειν πλείονα τῶν
Gracch
.

8

.

3

πεντακοσίων. καὶ βραχὺν μὲν χρόνον ἐπέσχε τὴν πλεονεξίαν τὸ γράμμα τοῦτο καὶ τοῖς πένησιν ἐβοήθησε, κατὰ χώ‐ ραν μένουσιν ἐπὶ τῶν μεμισθωμένων καὶ νεμομένοις ἣν
Gracch
.

8

.

4

ἕκαστος ἐξ ἀρχῆς εἶχε μοῖραν. ὕστερον δὲ τῶν γειτ‐ νιώντων πλουσίων ὑποβλήτοις προσώποις μεταφερόντων τὰς μισθώσεις εἰς ἑαυτούς, τέλος δὲ φανερῶς ἤδη δι’ ἑαυτῶν τὰ πλεῖστα κατεχόντων, ἐξωσθέντες οἱ πένητες
5οὔτε ταῖς στρατείαις ἔτι προθύμους παρεῖχον ἑαυτούς, ἠμέλουν τε παίδων ἀνατροφῆς, ὡς ταχὺ τὴν Ἰταλίαν ἅπασαν ὀλιγανδρίας ἐλευθέρων αἰσθέσθαι, δεσμωτηρίων δὲ βαρβαρικῶν ἐμπεπλῆσθαι, δι’ ὧν ἐγεώργουν οἱ πλούσιοι
Gracch
.

8

.

5

τὰ χωρία, τοὺς πολίτας ἐξελάσαντες. ἐπεχείρησε μὲν οὖν τῇ διορθώσει Γάιος Λαίλιος ὁ Σκιπίωνος ἑταῖρος, ἀντικρουσάντων δὲ τῶν δυνατῶν φοβηθεὶς τὸν θόρυβον καὶ παυσάμενος, ἐπεκλήθη σοφὸς ἢ φρόνιμος· ἑκάτερον
Gracch
.

8

.

6

γὰρ δοκεῖ σημαίνειν ὁ σαπίηνς. ὁ Τιβέριος δὲ δήμαρχος ἀποδειχθεὶς εὐθὺς ἐπ’ αὐτὴν ὥρμησε τὴν πρᾶξιν, ὡς μὲν οἱ πλεῖστοι λέγουσι, Διοφάνους τοῦ ῥήτορος καὶ Βλοσσίου τοῦ φιλοσόφου παρορμησάντων αὐτόν, ὧν ὁ μὲν Διοφάνης
5φυγὰς ἦν Μιτυληναῖος, ὁ δ’ αὐτόθεν ἐξ Ἰταλίας Κυμαῖος, Ἀντιπάτρου τοῦ Ταρσέως γεγονὼς ἐν ἄστει συνήθης, καὶ
τετιμημένος ὑπ’ αὐτοῦ προσφωνήσεσι γραμμάτων φιλο‐423
Gracch
.

8

.

7

σόφων (SVF III 245 sq.). ἔνιοι δὲ καὶ Κορνηλίαν συνεπαι‐ τιῶνται τὴν μητέρα, πολλάκις τοὺς υἱοὺς ὀνειδίζουσαν, ὅτι Ῥωμαῖοι Σκιπίωνος αὐτὴν ἔτι πενθεράν, οὔπω δὲ
Gracch
.

8

.

8

μητέρα Γράγχων προσαγορεύουσιν. ἄλλοι δὲ Σπόριόν τινα Ποστούμιον γενέσθαι λέγουσιν αἴτιον, ἡλικιώτην τοῦ Τιβερίου καὶ πρὸς δόξαν ἐφάμιλλον αὐτῷ περὶ τὰς συνηγορίας, ὃν ὡς ἐπανῆλθεν ἀπὸ τῆς στρατιᾶς εὑρὼν πολὺ
5τῇ δόξῃ καὶ τῇ δυνάμει παρηλλαχότα καὶ θαυμαζόμενον, ἠθέλησεν ὡς ἔοικεν ὑπερβαλέσθαι, πολιτεύματος παρα‐
Gracch
.

8

.

9

βόλου καὶ μεγάλην προσδοκίαν ἔχοντος ἁψάμενος. ὁ δ’ ἀδελφὸς αὐτοῦ Γάιος (HRR I2 119) ἔν τινι βιβλίῳ γέγραφεν, εἰς Νομαντίαν πορευόμενον διὰ τῆς Τυρρηνίας τὸν Τιβέριον καὶ τὴν ἐρημίαν τῆς χώρας ὁρῶντα καὶ τοὺς
5γεωργοῦντας ἢ νέμοντας οἰκέτας ἐπεισάκτους καὶ βαρ‐ βάρους, τότε πρῶτον ἐπὶ νοῦν βαλέσθαι τὴν μυρίων
Gracch
.

8

.

10

κακῶν ἄρξασαν αὐτοῖς πολιτείαν. τὴν δὲ πλείστην αὐτὸς ὁ δῆμος ὁρμὴν καὶ φιλοτιμίαν ἐξῆψε, προκαλούμενος διὰ γραμμάτων αὐτὸν ἐν στοαῖς καὶ τοίχοις καὶ μνήμασι καταγραφομένων, ἀναλαβεῖν τοῖς πένησι τὴν δημοσίαν
5χώραν.
Gracch
.

9

.

1

Οὐ μὴν ἐφ’ αὑτοῦ γε συνέθηκε τὸν νόμον, τοῖς δὲ πρωτεύουσιν ἀρετῇ καὶ δόξῃ τῶν πολιτῶν συμβούλοις χρησάμενος, ὧν καὶ Κράσσος ἦν ὁ ἀρχιερεὺς καὶ Μού‐ κιος Σκαιβόλας ὁ νομοδείκτης ὑπατεύων τότε καὶ Κλαύ‐
Gracch
.

9

.

2

διος Ἄππιος ὁ κηδεστὴς τοῦ Τιβερίου. καὶ δοκεῖ νόμος εἰς ἀδικίαν καὶ πλεονεξίαν τοσαύτην μηδέποτε πραότερος γραφῆναι καὶ μαλακώτερος. οὓς γὰρ ἔδει δίκην τῆς ἀπειθείας δοῦναι καὶ μετὰ ζημίας ἣν παρὰ τοὺς νόμους
5ἐκαρποῦντο χώραν ἀφεῖναι, τούτους ἐκέλευσε τιμὴν προσλαμβάνοντας ἐκβαίνειν ὧν ἀδίκως ἐκέκτηντο, καὶ παραδέχεσθαι τοὺς βοηθείας δεομένους τῶν πολιτῶν.424
Gracch
.

9

.

3

ἀλλὰ καίπερ οὕτω τῆς ἐπανορθώσεως οὔσης εὐγνώμονος, ὁ μὲν δῆμος ἠγάπα παρεὶς τὰ γεγενημένα παύσασθαι τὸ λοιπὸν ἀδικούμενος, οἱ δὲ πλούσιοι καὶ κτηματικοὶ πλεονεξίᾳ μὲν τὸν νόμον, ὀργῇ δὲ καὶ φιλονικίᾳ τὸν
5νομοθέτην δι’ ἔχθους ἔχοντες, ἐπεχείρουν ἀποτρέπειν τὸν δῆμον, ὡς γῆς ἀναδασμὸν ἐπὶ συγχύσει τῆς πολι‐ τείας εἰσάγοντος τοῦ Τιβερίου καὶ πάντα πράγματα
Gracch
.

9

.

4

κινοῦντος. ἀλλ’ οὐδὲν ἐπέραινον· ὁ γὰρ Τιβέριος πρὸς καλὴν ὑπόθεσιν καὶ δικαίαν ἀγωνιζόμενος λόγῳ καὶ φαυ‐ λότερα κοσμῆσαι δυναμένῳ πράγματα, δεινὸς ἦν καὶ ἄμαχος, ὁπότε τοῦ δήμου τῷ βήματι περικεχυμένου
Gracch
.

9

.

5

καταστὰς λέγοι περὶ τῶν πενήτων (ORF 149 Malc.3), ὡς τὰ μὲν θηρία τὰ τὴν Ἰταλίαν νεμόμενα καὶ φωλεὸν ἔχει, καὶ κοιταῖόν ἐστιν αὐτῶν ἑκάστῳ καὶ κατάδυσις, τοῖς δ’ ὑπὲρ τῆς Ἰταλίας μαχομένοις καὶ ἀποθνῄσκουσιν
5ἀέρος καὶ φωτός, ἄλλου δ’ οὐδενὸς μέτεστιν, ἀλλ’ ἄοικοι καὶ ἀνίδρυτοι μετὰ τέκνων πλανῶνται καὶ γυναικῶν, οἱ δ’ αὐτοκράτορες ψεύδονται τοὺς στρατιώτας ἐν ταῖς μάχαις παρακαλοῦντες ὑπὲρ τάφων καὶ ἱερῶν ἀμύνεσθαι τοὺς
Gracch
.

9

.

6

πολεμίους· οὐδενὶ γάρ ἐστιν οὐ βωμὸς πατρῷος, οὐκ ἠρίον προγονικὸν τῶν τοσούτων Ῥωμαίων, ἀλλ’ ὑπὲρ ἀλλοτρίας τρυφῆς καὶ πλούτου πολεμοῦσι καὶ ἀποθνῄσκουσι, κύριοι τῆς οἰκουμένης εἶναι λεγόμενοι, μίαν δὲ βῶλον ἰδίαν οὐκ
5ἔχοντες.
Gracch
.

10

.

1

Τούτους ἀπὸ φρονήματος μεγάλου καὶ πάθους ἀληθινοῦ τοὺς λόγους κατιόντας εἰς τὸν δῆμον 〈συν〉‐
ενθουσιῶντα καὶ συνεξανιστάμενον οὐδεὶς ὑφίστατο τῶν ἐναντίων. ἐάσαντες οὖν τὸ ἀντιλέγειν ἐπὶ Μᾶρκον Ὀκ‐425
5τάβιον τρέπονται τῶν δημάρχων ἕνα, νεανίαν ἐμβριθῆ τὸ ἦθος καὶ κόσμιον, ἑταῖρον δὲ τοῦ Τιβερίου καὶ συνήθη.
Gracch
.

10

.

2

διὸ τὸ μὲν πρῶτον αἰδούμενος ἐκεῖνον ἀνεδύετο· πολλῶν δὲ καὶ δυνατῶν δεομένων καὶ λιπαρούντων, ὥσπερ ἐκβιασθεὶς ἀντικαθίστατο τῷ Τιβερίῳ καὶ διεκρούετο τὸν
Gracch
.

10

.

3

νόμον. ἔστι δὲ τοῦ κωλύοντος ἐν τοῖς δημάρχοις τὸ κράτος· οὐδὲν γὰρ οἱ πολλοὶ κελεύοντες περαίνουσιν ἑνὸς
Gracch
.

10

.

4

ἐνισταμένου. πρὸς τοῦτο παροξυνθεὶς ὁ Τιβέριος τὸν μὲν φιλάνθρωπον ἐπανείλετο νόμον, τὸν δ’ ἡδίω τε τοῖς πολλοῖς καὶ σφοδρότερον ἐπὶ τοὺς ἀδικοῦντας εἰσέφερεν, ἤδη κελεύων ἐξίστασθαι τῆς χώρας ἣν ἐκέκτηντο παρὰ
Gracch
.

10

.

5

τοὺς προτέρους νόμους. ἦσαν οὖν ὁμοῦ τι καθ’ ἑκάστην ἡμέραν ἀγῶνες αὐτῷ πρὸς τὸν Ὀκτάβιον ἐπὶ τοῦ βήματος, ἐν οἷς, καίπερ ἐξ ἄκρας σπουδῆς καὶ φιλονικίας ἀντερεί‐ δοντες, οὐδὲν εἰπεῖν λέγονται περὶ ἀλλήλων φλαῦρον, οὐδὲ
5ῥῆμα προπεσεῖν θατέρου πρὸς τὸν ἕτερον δι’ ὀργὴν
Gracch
.

10

.

6

ἀνεπιτήδειον. οὐ γὰρ μόνον ἐν βακχεύμασιν (cf. Eur. Bacch. 317) ὡς ἔοικεν, ἀλλὰ καὶ ἐν φιλοτιμίαις καὶ ὀργαῖς τὸ πεφυκέναι καλῶς καὶ πεπαιδεῦσθαι σωφρόνως ἐφ‐
Gracch
.

10

.

7

ίστησι καὶ κατακοσμεῖ τὴν διάνοιαν. ἐπεὶ δ’ ἑώρα τὸν Ὀκτάβιον ἐνεχόμενον τῷ νόμῳ καὶ κατέχοντα τῆς δη‐ μοσίας χώρας συχνὴν ὁ Τιβέριος, ἐδεῖτο παρεῖναι τὴν φιλονικίαν, ὑφιστάμενος αὐτῷ τὴν τιμὴν ἀποδώσειν ἐκ
Gracch
.

10

.

8

τῶν ἰδίων, καίπερ οὐ λαμπρῶν ὄντων. οὐκ ἀνασχομένου δὲ τοῦ Ὀκταβίου, διαγράμματι τὰς ἄλλας ἀρχὰς ἁπάσας ἐκώλυσε χρηματίζειν, ἄχρι ἂν ἡ περὶ τοῦ νόμου διενε‐ χθῇ ψῆφος· τῷ δὲ τοῦ Κρόνου ναῷ σφραγῖδας ἰδίας ἐπ‐
5έβαλεν, ὅπως οἱ ταμίαι μηδὲν ἐξ αὐτοῦ λαμβάνοιεν μηδ’
εἰσφέροιεν, καὶ τοῖς ἀπειθήσασι τῶν στρατηγῶν ζημίαν ἐπεκήρυξεν, ὥστε πάντας ὑποδείσαντας ἀφεῖναι τὴν426
Gracch
.

10

.

9

ἑκάστῳ προσήκουσαν οἰκονομίαν. ἐντεῦθεν οἱ κτη‐ ματικοὶ τὰς μὲν ἐσθῆτας μετέβαλον, καὶ περιῄεσαν οἰκτροὶ καὶ ταπεινοὶ κατὰ τὴν ἀγοράν, ἐπεβούλευον δὲ τῷ Τιβερίῳ κρύφα καὶ συνίστασαν ἐπ’ αὐτὸν τοὺς ἀν‐
5αιρήσοντας, ὥστε κἀκεῖνον οὐδενὸς ἀγνοοῦντος ὑπο‐ ζώννυσθαι ξιφίδιον λῃστρικόν, ὃ δόλωνα καλοῦσιν.
Gracch
.

11

.

1

Ἐνστάσης δὲ τῆς ἡμέρας καὶ τὸν δῆμον αὐτοῦ καλοῦντος ἐπὶ τὴν ψῆφον, ἡρπάσθησαν ὑπὸ τῶν πλου‐ σίων αἱ ὑδρίαι, καὶ τὰ γινόμενα πολλὴν εἶχε σύγχυσιν.
Gracch
.

11

.

2

οὐ μὴν ἀλλὰ τῶν περὶ Τιβέριον πλήθει βιάσασθαι δυ‐ ναμένων καὶ συστρεφομένων ἐπὶ τοῦτο, Μάλλιος καὶ Φούλβιος ἄνδρες ὑπατικοὶ προσπεσόντες τῷ Τιβερίῳ καὶ χειρῶν ἁπτόμενοι καὶ δακρύοντες ἐδέοντο παύσα‐
Gracch
.

11

.

3

σθαι. τοῦ δὲ καὶ τὸ μέλλον ὅσον οὔπω δεινὸν ἤδη συμ‐ φρονοῦντος, καὶ δι’ αἰδῶ τῶν ἀνδρῶν πυθομένου τί κελεύουσι πράττειν αὐτόν, οὐκ ἔφασαν ἀξιόχρεῳ πρὸς τηλικαύτην εἶναι συμβουλίαν, ἐπιτρέψαι δὲ τῇ βουλῇ
Gracch
.

11

.

4

κελεύοντες καὶ δεόμενοι συνέπεισαν. ὡς δ’ οὐδὲν ἐπέραι‐ νεν ἡ βουλὴ συνελθοῦσα διὰ τοὺς πλουσίους ἰσχύον‐ τας ἐν αὐτῇ, τρέπεται πρὸς ἔργον οὐ νόμιμον οὐδ’ ἐπι‐ εικές, ἀφελέσθαι τῆς ἀρχῆς τὸν Ὀκτάβιον, ἀμηχανῶν
Gracch
.

11

.

5

ἄλλως ἐπαγαγεῖν τῷ νόμῳ τὴν ψῆφον. καὶ πρῶτον μὲν ἐδεῖτο φανερῶς αὐτοῦ, λόγους τε προσφέρων φιλανθρώ‐ πους καὶ χειρῶν ἁπτόμενος, ἐνδοῦναι καὶ χαρίσασθαι τῷ δήμῳ, δίκαια μὲν ἀξιοῦντι, μικρὰ δ’ ἀντὶ μεγάλων πόνων
Gracch
.

11

.

6

καὶ κινδύνων ληψομένῳ. διωθουμένου δὲ τοῦ Ὀκταβίου τὴν ἔντευξιν, ὑπειπὼν ὁ Τιβέριος, ὡς οὐκ ἔστιν ἄρχοντας ἀμφοτέρους καὶ περὶ πραγμάτων μεγάλων ἀπ’ ἴσης ἐξουσίας διαφερομένους ἄνευ πολέμου διεξελθεῖν τὸν427
5χρόνον, ἓν ἴαμα τούτου μόνον ὁρᾶν ἔφη τὸ παύσασθαι τῆς
Gracch
.

11

.

7

ἀρχῆς τὸν ἕτερον. καὶ περὶ αὐτοῦ γε προτέρου τὸν Ὀκτά‐ βιον ἐκέλευσε τῷ δήμῳ ψῆφον ἀναδοῦναι· καταβήσεσθαι γὰρ εὐθὺς ἰδιώτης γενόμενος, ἂν τοῦτο δόξῃ τοῖς πολίταις.
Gracch
.

11

.

8

τοῦ δ’ Ὀκταβίου μὴ θέλοντος, αὐτὸς ἔφη περὶ ἐκείνου ψῆφον ἀναδώσειν, ἐὰν μὴ μεταγνῷ βουλευσάμενος.
Gracch
.

12

.

1

Καὶ τότε μὲν ἐπὶ τούτοις διέλυσε τὴν ἐκκλησίαν· τῇ δ’ ὑστεραίᾳ τοῦ δήμου συνελθόντος, ἀναβὰς ἐπὶ τὸ βῆμα πάλιν ἐπειρᾶτο πείθειν τὸν Ὀκτάβιον· ὡς δ’ ἦν ἀμετάπειστος, εἰσήνεγκε νόμον ἀφαιρούμενον αὐτοῦ τὴν
5δημαρχίαν, καὶ τοὺς πολίτας εὐθὺς ἐκάλει τὴν ψῆφον
Gracch
.

12

.

2

ἐπιφέροντας. οὐσῶν δὲ πέντε καὶ τριάκοντα φυλῶν, ὡς αἱ δεκαεπτὰ τὴν ψῆφον ἐπενηνόχεισαν, καὶ μιᾶς ἔτι προσγενο‐ μένης ἔδει τὸν Ὀκτάβιον ἰδιώτην γενέσθαι, κελεύσας ἐπισχεῖν αὖθις ἐδεῖτο τοῦ Ὀκταβίου, καὶ περιέβαλλεν
5αὐτὸν ἐν ὄψει τοῦ δήμου καὶ κατησπάζετο, λιπαρῶν καὶ δεόμενος μήθ’ ἑαυτὸν ἄτιμον περιιδεῖν γενόμενον, μήτ’ ἐκείνῳ βαρέος οὕτω καὶ σκυθρωποῦ πολιτεύματος αἰτίαν
Gracch
.

12

.

3

προσάψαι. τούτων τῶν δεήσεων οὐ παντελῶς ἄτεγκτον οὐδ’ ἀτενῆ λέγουσιν ἀκροᾶσθαι τὸν Ὀκτάβιον, ἀλλὰ καὶ δακρύων ὑποπίμπλασθαι τὰ ὄμματα καὶ σιωπᾶν ἐπὶ πολὺν
Gracch
.

12

.

4

χρόνον· ὡς μέντοι πρὸς τοὺς πλουσίους καὶ [τοὺς] κτηματι‐ κοὺς συνεστῶτας ἀπέβλεψεν, αἰδεσθεὶς δοκεῖ καὶ φοβηθεὶς τὴν παρ’ ἐκείνοις ἀδοξίαν ὑποστῆναι [καὶ] πᾶν δεινὸν οὐκ ἀγεννῶς, 〈καὶ〉 κελεῦσαι πράττειν ὃ βούλεται τὸν
Gracch
.

12

.

5

Τιβέριον. οὕτω δὴ τοῦ νόμου κυρωθέντος, ὁ μὲν Τι‐ βέριος τῶν ἀπελευθέρων τινὶ προσέταξεν ἀπὸ τοῦ βή‐ ματος ἑλκύσαι τὸν Ὀκτάβιον· ἐχρῆτο δ’ ὑπηρέταις ἀπ‐ ελευθέροις ἰδίοις, καὶ τοῦτο τὴν ὄψιν οἰκτροτέραν τοῦ428
Gracch
.

12

.

6

Ὀκταβίου παρέσχεν ἑλκομένου πρὸς ὕβριν. ὁ δὲ δῆμος ἐφώρμησεν αὐτῷ, καὶ τῶν πλουσίων συνδραμόντων καὶ διασχόντων τὰς χεῖρας, ὁ μὲν Ὀκτάβιος ἐσώθη μόλις ἐξαρπαγεὶς καὶ διαφυγὼν τὸν ὄχλον, οἰκέτην δ’ αὐτοῦ
5πιστὸν ἔμπροσθεν ἑστῶτα καὶ προτεταγμένον ἐξετύφλω‐ σαν, ἄκοντος τοῦ Τιβερίου καὶ πρὸς τὸν θόρυβον ὡς ᾔσθετο τὰ γινόμενα πολλῇ σπουδῇ καταδραμόντος.
Gracch
.

13

.

1

Ἐκ τούτου κυροῦται μὲν ὁ περὶ τῆς χώρας νόμος, αἱροῦνται δὲ τρεῖς ἄνδρες ἐπὶ τὴν διάκρισιν καὶ διανομήν, αὐτὸς Τιβέριος καὶ Κλαύδιος Ἄππιος ὁ πενθερὸς καὶ Γάιος Γράγχος ὁ ἀδελφός, οὐ παρὼν οὗτος, ἀλλ’ ὑπὸ
Gracch
.

13

.

2

Σκιπίωνι πρὸς Νομαντίαν στρατευόμενος. ταῦτα τοῦ Τιβερίου διαπραξαμένου καθ’ ἡσυχίαν μηδενὸς ἐνιστα‐ μένου, καὶ πρὸς τούτοις δήμαρχον ἀντικαταστήσαντος οὐδένα τῶν ἐπιφανῶν, ἀλλὰ Μούκιόν τινα πελάτην αὐτοῦ,
5πρὸς πάντα δυσχεραίνοντες οἱ δυνατοὶ καὶ φοβούμενοι τοῦ Τιβερίου τὴν αὔξησιν, ἐν τῇ βουλῇ προεπηλάκιζον αὐτόν,
Gracch
.

13

.

3

αἰτουμένῳ μὲν ὡς ἔθος ἐστὶν ἐκ δημοσίου σκηνήν, ὅπως ἔχοι διανέμων τὴν χώραν, οὐ δόντες, ἑτέρων ἐπ’ ἐλάττοσι χρείαις πολλάκις λαβόντων, ἀνάλωμα δ’ εἰς ἑκάστην ἡμέραν ἐννέα ὀβολοὺς τάξαντες, εἰσηγουμένου ταῦτα
5Ποπλίου Νασικᾶ, [καὶ] δεδωκότος ἑαυτὸν εἰς τὴν πρὸς ἐκεῖνον ἔχθραν ἀφειδῶς· πλείστην γὰρ ἐκέκτητο γῆν δημοσίαν, καὶ χαλεπῶς ἔφερεν ἐκβαίνειν αὐτῆς ἀναγκα‐
Gracch
.

13

.

4

ζόμενος. ὁ δὲ δῆμος ἔτι μᾶλλον ἐξεκᾴετο· καὶ φίλου τινὸς τῷ Τιβερίῳ τελευτήσαντος αἰφνιδίως, καὶ σημείων τῷ νεκρῷ μοχθηρῶν ἐπιδραμόντων, βοῶντες ὑπὸ φαρμάκων ἀνῃρῆσθαι τὸν ἄνθρωπον, ἐπὶ τὴν ἐκφορὰν συνέδραμον429
5καὶ τὸ λέχος ἤραντο καὶ θαπτομένῳ παρέστησαν, οὐ
Gracch
.

13

.

5

φαύλως ὑπονοῆσαι τὴν φαρμακείαν δόξαντες· ἐρράγη γὰρ ὁ νεκρὸς καὶ διεφθορότων ὑγρῶν πλῆθος ἐξέβλυσεν, ὥστ’ ἀποσβέσαι τὴν φλόγα· καὶ φερόντων ἄλλην αὖθις οὐκ ἐκᾴετο πρὶν εἰς ἕτερον τόπον μετακομισθῆναι, καὶ πολλὰ
Gracch
.

13

.

6

πραγματευσαμένων μόλις ἥψατο τὸ πῦρ αὐτοῦ. πρὸς ταῦτα τοὺς πολλοὺς ἔτι μᾶλλον ὁ Τιβέριος παροξύνων μετέβαλε τὴν ἐσθῆτα, καὶ τοὺς παῖδας προαγαγὼν ἐδεῖτο τοῦ δήμου τούτων κήδεσθαι καὶ τῆς μητρός, ὡς αὐτὸς
5ἀπεγνωκὼς ἑαυτόν.
Gracch
.

14

.

1

Ἐπεὶ δὲ τοῦ Φιλομήτορος Ἀττάλου τελευτήσαντος Εὔδημος ὁ Περγαμηνὸς ἀνήνεγκε διαθήκην, ἐν ᾗ κληρο‐ νόμος ἐγέγραπτο τοῦ βασιλέως ὁ Ῥωμαίων δῆμος, εὐθὺς ὁ Τιβέριος δημαγωγῶν εἰσήνεγκε νόμον, ὅπως τὰ βασιλικὰ
5χρήματα κομισθέντα τοῖς τὴν χώραν διαλαγχάνουσι τῶν πολιτῶν ὑπάρχοι πρὸς κατασκευὴν καὶ γεωργίας ἀφορμήν.
Gracch
.

14

.

2

περὶ δὲ τῶν πόλεων ὅσαι τῆς Ἀττάλου βασιλείας ἦσαν, οὐδὲν ἔφη τῇ συγκλήτῳ βουλεύεσθαι προσήκειν, ἀλλὰ
Gracch
.

14

.

3

τῷ δήμῳ γνώμην αὐτὸς προθήσειν. ἐκ τούτου μάλιστα προσέκρουσε τῇ βουλῇ, καὶ Πομπήιος μὲν ἀναστὰς ἔφη γειτνιᾶν τῷ Τιβερίῳ, καὶ διὰ τοῦτο γινώσκειν Εὔδημον αὐτῷ τὸν Περγαμηνὸν τῶν βασιλικῶν διάδημα δεδωκότα
Gracch
.

14

.

4

καὶ πορφύραν, ὡς μέλλοντι βασιλεύειν ἐν Ῥώμῃ· Κόιντος δὲ Μέτελλος ὠνείδισε τὸν Τιβέριον, ὅτι τοῦ μὲν πατρὸς
αὐτοῦ τιμητεύοντος, ὁσάκις ἀναλύοι〈εν〉 μετὰ δεῖπνον οἴκαδε, τὰ φῶτα κατεσβέννυσαν οἱ πολῖται, φοβούμενοι μὴ430
5πορρωτέρω τοῦ μετρίου δόξωσιν ἐν συνουσίαις εἶναι καὶ πότοις, τούτῳ δὲ προφαίνουσι νυκτὸς οἱ θρασύτατοι καὶ
Gracch
.

14

.

5

ἀπορώτατοι τῶν δημοτῶν· Τίτος δ’ Ἄννιος (ORF 105 sq. Malc.3) οὐκ ἐπιεικὴς μὲν ὢν οὐδὲ σώφρων ἄνθρωπος, ἐν δὲ λόγοις περὶ τὰς ἐρωτήσεις καὶ τὰς ἀποκρίσεις ἄμαχος εἶναι δοκῶν, εἰς ὁρισμόν τινα προὐκαλεῖτο τὸν Τιβέριον, ἦ
5μὴν ἱερὸν ὄντα καὶ ἄσυλον ἐκ τῶν νόμων ἠτιμωκέναι τὸν
Gracch
.

14

.

6

συνάρχοντα. θορυβούντων δὲ πολλῶν, ἐκπηδήσας ὁ Τιβέ‐ ριος τόν τε δῆμον συνεκάλει, καὶ τὸν Ἄννιον ἀχθῆναι κε‐
Gracch
.

14

.

7

λεύσας ἐβούλετο κατηγορεῖν. ὁ δὲ καὶ τῷ λόγῳ καὶ τῇ δόξῃ πολὺ λειπόμενος, εἰς τὴν ἑαυτοῦ δεινότητα κατε‐ δύετο, καὶ παρεκάλει μικρὰ πρὸ τῶν λόγων ἀποκρίνασθαι
Gracch
.

14

.

8

τὸν Τιβέριον. συγχωροῦντος δ’ ἐρωτᾶν ἐκείνου καὶ σιωπῆς γενομένης, εἶπεν ὁ Ἄννιος· „ἂν σὺ μὲν ἀτιμοῦν με βού‐ λῃ καὶ προπηλακίζειν, ἐγὼ δέ τινα τῶν σῶν ἐπικαλέσω‐ μαι συναρχόντων, ὁ δ’ ἀναβῇ βοηθήσων, σὺ δ’ ὀργισθῇς,
Gracch
.

14

.

9

ἆρά γ’ αὐτοῦ τὴν ἀρχὴν ἀφαιρήσῃ;“ πρὸς ταύτην λέγεται τὴν ἐρώτησιν οὕτως διαπορηθῆναι τὸν Τιβέριον, ὥστε πάντων ὄντα καὶ τῷ λέγειν ἑτοιμότατον καὶ τῷ θαρρεῖν ἰταμώτατον ἀποσιωπῆσαι.
Gracch
.

15

.

1

Τότε μὲν οὖν διέλυσε τὴν ἐκκλησίαν. αἰσθανόμενος δὲ τῶν πολιτευμάτων τὸ περὶ τὸν Ὀκτάβιον οὐ τοῖς δυνατοῖς μόνον, ἀλλὰ καὶ τοῖς πολλοῖς ἐπαχθέστερον 〈ὄν〉—μέγα γάρ τι καὶ καλὸν ἐδόκει τὸ τῶν δημάρχων
5ἀξίωμα μέχρι τῆς ἡμέρας ἐκείνης διατετηρημένον ἀνῃρῆ‐ σθαι καὶ καθυβρίσθαι—, λόγον ἐν τῷ δήμῳ διεξῆλθεν, οὗ μικρὰ παραθέσθαι τῶν ἐπιχειρημάτων οὐκ ἄτοπον
ἦν, ὥσθ’ ὑπονοηθῆναι τὴν πιθανότητα καὶ πυκνότητα431
Gracch
.

15

.

2

τοῦ ἀνδρός (ORF 151 Malc.3). ἔφη γὰρ ἱερὸν τὸν δήμαρχον εἶναι καὶ ἄσυλον, ὅτι τῷ δήμῳ καθωσίωται καὶ τοῦ δήμου προέστηκεν. ἂν οὖν μεταβαλόμενος τὸν δῆμον ἀδικῇ καὶ τὴν ἰσχὺν κολούῃ καὶ παραιρῆται τὴν
5ψῆφον, αὐτὸς ἑαυτὸν ἀπεστέρηκε τῆς τιμῆς, ἐφ’ οἷς
Gracch
.

15

.

3

ἔλαβεν οὐ ποιῶν. ἐπεὶ καὶ τὸ Καπετώλιον κατασκάπτον‐ τα καὶ τὸ νεώριον ἐμπιπράντα δήμαρχον ἐᾶν δεήσει· καὶ ταῦτα μὲν ποιῶν δήμαρχός ἐστι πονηρός· ἐὰν δὲ
Gracch
.

15

.

4

καταλύῃ τὸν δῆμον, οὐ δήμαρχός ἐστι. πῶς οὖν οὐ δεινόν, εἰ τὸν μὲν ὕπατον ὁ δήμαρχος ἄξει, τὸν δὲ δήμαρχον οὐκ ἀφαιρήσεται τὴν ἐξουσίαν ὁ δῆμος, ὅταν αὐτῇ κατὰ τοῦ δεδωκότος χρῆται· καὶ γὰρ ὕπατον καὶ δήμαρχον ὁμοίως
Gracch
.

15

.

5

〈ὁ〉 δῆμος αἱρεῖται. καὶ μὴν ἥ γε βασιλεία πρὸς τῷ πᾶσαν ἀρχὴν ἔχειν ἐν ἑαυτῇ συλλαβοῦσα καὶ ταῖς μεγίσταις ἱερουργίαις καθωσίωται πρὸς τὸ θεῖον· ἀλλὰ Ταρκύνιον ἐξέβαλεν ἡ πόλις ἀδικοῦντα, καὶ δι’ ἑνὸς ἀνδρὸς ὕβριν ἡ
Gracch
.

15

.

6

πάτριος ἀρχὴ καὶ κτίσασα τὴν Ῥώμην κατελύθη. τί δ’ οὕτως ἅγιον ἐν Ῥώμῃ καὶ σεμνόν, ὡς αἱ περιέπουσαι παρθένοι καὶ φυλάττουσαι τὸ ἄφθιτον πῦρ; ἀλλ’ εἴ τις ἂν αὐτῶν ἁμάρτῃ, ζῶσα κατορύσσεται· τὸ γὰρ ἄσυλον οὐ
5φυλάττουσιν ἀσεβοῦσαι [εἰς] τοὺς θεούς, ὃ διὰ τοὺς θεοὺς
Gracch
.

15

.

7

ἔχουσιν. οὔκουν οὐδὲ δήμαρχος ἀδικῶν 〈τὸν〉 δῆμον ἔχειν τὴν διὰ τὸν δῆμον ἀσυλίαν δίκαιός ἐστιν· ᾗ γὰρ ἰσχύει δυνάμει, ταύτην ἀναιρεῖ. καὶ μὴν εἰ δικαίως ἔλαβε τὴν δημαρχίαν τῶν πλείστων φυλῶν ψηφισαμένων, πῶς οὐχὶ
5κἂν ἀφαιρεθείη δικαιότερον πασῶν ἀποψηφισαμένων;
Gracch
.

15

.

8

ἱερὸν δὲ καὶ ἄσυλον οὐδὲν οὕτως ἐστίν, ὡς τὰ τῶν θεῶν ἀναθήματα· χρῆσθαι δὲ τούτοις καὶ κινεῖν καὶ μεταφέρειν ὡς βούλεται τὸν δῆμον οὐδεὶς κεκώλυκεν. ἐξῆν οὖν αὐτῷ
Gracch
.

15

.

9

καὶ τὴν δημαρχίαν ὡς ἀνάθημα μετενεγκεῖν εἰς ἕτερον. ὅτι δ’ οὐκ ἄσυλον οὐδ’ ἀναφαίρετον ἡ ἀρχή, δῆλόν ἐστι τῷ πολλάκις ἔχοντας ἀρχήν τινας ἐξόμνυσθαι καὶ παραιτεῖ‐ σθαι δι’ αὑτῶν.432
Gracch
.

16

.

1

Τοιαῦτα μὲν ἦν τὰ κεφάλαια τῆς τοῦ Τιβερίου δικαιολογίας. Ἐπεὶ δὲ συνορῶντες οἱ φίλοι τὰς ἀπειλὰς καὶ τὴν σύστασιν ᾤοντο δεῖν ἑτέρας περιέχεσθαι δημαρχίας εἰς
5τὸ μέλλον, αὖθις ἄλλοις νόμοις ἀνελάμβανε τὸ πλῆθος, τοῦ τε χρόνου τῶν στρατειῶν ἀφαιρῶν, καὶ διδοὺς ἐπικα‐ λεῖσθαι τὸν δῆμον ἀπὸ τῶν δικαστῶν, καὶ τοῖς κρίνουσι τότε συγκλητικοῖς οὖσι καταμειγνὺς ἐκ τῶν ἱππέων τὸν ἴσον ἀριθμόν, καὶ πάντα τρόπον ἤδη τῆς βουλῆς τὴν
10ἰσχὺν κολούων πρὸς ὀργὴν καὶ φιλονικίαν μᾶλλον ἢ τὸν
Gracch
.

16

.

2

τοῦ δικαίου καὶ συμφέροντος λογισμόν. ἐπεὶ δὲ τῆς ψή‐ φου φερομένης ᾔσθοντο τοὺς ἐναντίους κρατοῦντας—οὐ γὰρ παρῆν ἅπας ὁ δῆμος—, πρῶτον μὲν εἰς βλασφημίας τραπόμενοι τῶν συναρχόντων εἷλκον τὸν χρόνον· ἔπειτα
5τὴν ἐκκλησίαν ἀφῆκαν, εἰς τὴν ὑστεραίαν ἀπαντᾶν
Gracch
.

16

.

3

κελεύσαντες. καὶ πρῶτον μὲν εἰς τὴν ἀγορὰν καταβὰς ὁ Τιβέριος ἱκέτευε τοὺς ἀνθρώπους ταπεινὸς καὶ δεδακρυ‐ μένος, ἔπειτα δεδοικέναι φήσας, μὴ νυκτὸς ἐκκόψωσι τὴν οἰκίαν οἱ ἐχθροὶ καὶ διαφθείρωσιν αὐτόν, οὕτω τοὺς
5ἀνθρώπους διέθηκεν, ὥστε περὶ τὴν οἰκίαν αὐτοῦ παμ‐ πόλλους τινὰς αὐλίσασθαι καὶ διανυκτερεῦσαι παραφυ‐ λάττοντας.
Gracch
.

17

.

1

Ἅμα δ’ ἡμέρᾳ παρῆν ὁ τὰς ὄρνιθας αἷς διαμαν‐ τεύονται κομίζων, καὶ προέβαλλε τροφὴν αὐταῖς. αἱ δ’
οὐ προῆλθον εἰ μὴ μία μόνη, διασείσαντος εὖ μάλα τοῦ ἀνθρώπου τὸ ἀγγεῖον. οὐδ’ αὕτη δὲ τῆς τροφῆς ἔθιγεν,433
5ἀλλ’ ἐπάρασα τὴν ἀριστερὰν πτέρυγα καὶ παρατείνασα
Gracch
.

17

.

2

τὸ σκέλος, πάλιν εἰς τὸ ἀγγεῖον κατέφυγε. τοῦτο καὶ τοῦ προτέρου σημείου τὸν Τιβέριον ἀνέμνησεν. ἦν γὰρ αὐτῷ κράνος ᾧ πρὸς τὰς μάχας ἐχρῆτο, κεκοσμημένον ἐκπρεπῶς καὶ διάσημον· εἰς τοῦτο καταδύντες ὄφεις ἔλαθον ἐντε‐
5κόντες ᾠά, καὶ ταῦτ’ ἐξεγλύψαντο. διὸ καὶ μᾶλλον ὁ
Gracch
.

17

.

3

Τιβέριος τοῖς περὶ τὰς ὄρνιθας ἐταράττετο. προῄει δ’ ὅμως, ἄνω τὸν δῆμον ἠθροῖσθαι περὶ τὸ Καπετώλιον πυνθανόμενος· καὶ πρὶν ἐξελθεῖν προσέπταισε πρὸς τὸν οὐδόν, σφοδρᾶς οὕτω πληγῆς γενομένης, ὥστε τὸν μὲν
5ὄνυχα τοῦ μεγάλου δακτύλου ῥαγῆναι, τὸ δ’ αἷμα διὰ τοῦ
Gracch
.

17

.

4

ὑποδήματος ἔξω φέρεσθαι. μικρὸν δ’ αὐτοῦ προελθόντος, ὤφθησαν ὑπὲρ κεράμου μαχόμενοι κόρακες ἐν ἀριστερᾷ· καὶ πολλῶν ὡς εἰκὸς ἀνθρώπων παρερχομένων, κατ’ αὐτὸν τὸν Τιβέριον λίθος ἀπωσθεὶς ὑπὸ θατέρου τῶν
Gracch
.

17

.

5

κοράκων ἔπεσε παρὰ τὸν πόδα. τοῦτο καὶ τοὺς θρασυ‐ τάτους τῶν περὶ αὐτὸν ἐπέστησεν· ἀλλὰ Βλόσσιος ὁ Κυμαῖος παρὼν αἰσχύνην ἔφη καὶ κατήφειαν ἂν εἶναι πολλήν, εἰ Τιβέριος, Γράγχου μὲν υἱός, Ἀφρικανοῦ δὲ
5Σκιπίωνος θυγατριδοῦς, προστάτης δὲ τοῦ Ῥωμαίων δήμου, κόρακα δείσας οὐχ ὑπακούσειε τοῖς πολίταις
Gracch
.

17

.

6

καλοῦσι· τοῦτο μέντοι τὸ αἰσχρὸν οὐκ ἐν γέλωτι θήσεσθαι τοὺς ἐχθρούς, ἀλλ’ ὡς τυραννοῦντος καὶ τρυφῶντος ἤδη καταβοήσεσθαι πρὸς τὸν δῆμον. ἅμα δὲ καὶ προσέθεον πολλοὶ τῷ Τιβερίῳ παρὰ τῶν ἐν Καπετωλίῳ φίλων,
Gracch
.

17

.

7

ἐπείγεσθαι κελεύοντες ὡς τῶν ἐκεῖ καλῶς ἐχόντων. καὶ τά γε πρῶτα λαμπρῶς ἀπήντα τῷ Τιβερίῳ, φανέντι μὲν εὐθὺς
ἀραμένων βοὴν φίλιον, ἀναβαίνοντα δὲ προθύμως δεχο‐ μένων καὶ περὶ αὐτὸν ὡς μηδεὶς πελάσειεν ἀγνὼς προ‐434
5ταττομένων.
Gracch
.

18

.

1

Ἀρξαμένου δὲ πάλιν τοῦ Μουκίου τὰς φυλὰς ἀν‐ αγορεύειν, οὐδὲν ἐπεραίνετο τῶν εἰωθότων διὰ τὸν ἀπὸ τῶν ἐσχάτων θόρυβον, ὠθουμένων καὶ ὠθούντων τοὺς
Gracch
.

18

.

2

ἐναντίους εἰσβιαζομένους καὶ ἀναμειγνυμένους. ἐν δὲ τούτῳ Φούλβιος Φλάκκος ἀπὸ βουλῆς ἀνὴρ εἰς ἐμφανὲς καταστάς, ὡς οὐκ ἦν φθεγγόμενον ἐφικέσθαι, διεσή‐ μηνε τῇ χειρὶ φράσαι τι βουλόμενος αὐτὸς ἰδίᾳ τῷ Τι‐
Gracch
.

18

.

3

βερίῳ. καὶ κελεύσαντος ἐκείνου διασχεῖν τὸ πλῆθος, ἀναβὰς μόλις καὶ προσελθὼν ἀπήγγειλεν, ὅτι τῆς βου‐ λῆς συγκαθεζομένης οἱ πλούσιοι τὸν ὕπατον μὴ πείθον‐ τες αὐτοὶ διανοοῦνται καθ’ αὑτοὺς ἀποκτιννύναι τὸν
5Τιβέριον, πολλοὺς ἐπὶ τοῦτο δούλους καὶ φίλους ὡπλι‐ σμένους ἔχοντες.
Gracch
.

19

.

1

Ὡς οὖν ταῦτα τοῖς περὶ αὑτὸν ἐξήγγειλεν ὁ Τιβέριος, οὗτοι μὲν εὐθὺς τάς τε τηβέννους περιεζώννυντο, καὶ τὰ τῶν ὑπηρετῶν δόρατα συγκλῶντες οἷς ἀνείργουσι τὸν ὄχλον διελάμβανον, ὡς ἀμυνούμενοι τοῖς κλάσμασι τοὺς
Gracch
.

19

.

2

ἐπερχομένους. τῶν δ’ ἀπωτέρω θαυμαζόντων τὰ γινόμενα καὶ πυνθανομένων, ὁ Τιβέριος ἥψατο τῇ χειρὶ τῆς κεφαλῆς, ἐνδεικνύμενος τῇ ὄψει τὸν κίνδυνον, ἐπεὶ τῆς φωνῆς οὐκ
Gracch
.

19

.

3

ἐπήκουον. οἱ δ’ ἐναντίοι τοῦτ’ ἰδόντες, ἔθεον πρὸς τὴν βουλὴν ἀπαγγέλλοντες αἰτεῖν διάδημα τὸν Τιβέριον· καὶ
τούτου σημεῖον εἶναι τὸ τῆς κεφαλῆς ἐπιθιγγάνειν. πάντες μὲν οὖν ἐθορυβήθησαν· ὁ δὲ Νασικᾶς ἠξίου τὸν ὕπατον τῇ435
Gracch
.

19

.

4

πόλει βοηθεῖν καὶ καταλύειν τὸν τύραννον. ἀποκρινα‐ μένου δὲ πράως ἐκείνου, βίας μὲν οὐδεμιᾶς ὑπάρξειν οὐδ’ ἀναιρήσειν οὐδένα τῶν πολιτῶν ἄκριτον· εἰ μέντοι ψηφίσαιτό τι τῶν παρανόμων ὁ δῆμος ὑπὸ τοῦ Τιβερίου
Gracch
.

19

.

5

πεισθεὶς ἢ βιασθείς, τοῦτο κύριον μὴ φυλάξειν, ἀνα‐ πηδήσας ὁ Νασικᾶς „ἐπεὶ τοίνυν“ ἔφη „προδίδωσιν ὁ ἄρχων τὴν πόλιν, οἱ βουλόμενοι τοῖς νόμοις βοηθεῖν ἀκολουθεῖτε.“ καὶ ταῦτα λέγων ἅμα καὶ τὸ κράσπεδον
5τοῦ ἱματίου θέμενος ἐπὶ τῆς κεφαλῆς, ἐχώρει πρὸς τὸ
Gracch
.

19

.

6

Καπετώλιον. ἕκαστος δὲ τῶν ἑπομένων αὐτῷ τῇ χειρὶ τὴν τήβεννον περιελίξας ἐώθει τοὺς ἐμποδών, οὐδενὸς ἐνισταμένου πρὸς τὸ ἀξίωμα τῶν ἀνδρῶν, ἀλλὰ φευ‐
Gracch
.

19

.

7

γόντων καὶ πατούντων ἀλλήλους. οἱ μὲν οὖν περὶ αὐτοὺς
Gracch
.

19

.

8

ῥόπαλα καὶ σκυτάλας ἐκόμιζον οἴκοθεν· αὐτοὶ δὲ τῶν δίφρων καταγνυμένων ὑπὸ τοῦ φεύγοντος ὄχλου τὰ κλάσ‐ ματα καὶ τοὺς πόδας λαμβάνοντες ἀνέβαινον ἐπὶ τὸν
Gracch
.

19

.

9

Τιβέριον, ἅμα παίοντες τοὺς προτεταγμένους. καὶ τούτων μὲν ἦν τροπὴ καὶ φόνος· αὐτοῦ δὲ τοῦ Τιβερίου φεύγοντος ἀντελάβετό τις τῶν ἱματίων. ὁ δὲ τὴν τήβεννον ἀφεὶς καὶ φεύγων ἐν τοῖς χιτῶσιν ἐσφάλη καὶ κατηνέχθη περί τινας
Gracch
.

19

.

10

τῶν πρὸ αὐτοῦ πεπτωκότας. ἀνιστάμενον δ’ αὐτὸν ὁ μὲν ἐμφανῶς καὶ πρῶτος εἰς τὴν κεφαλὴν πατάξας ποδὶ δίφρου Πόπλιος ἦν Σατυρήιος εἷς τῶν συναρχόντων· τῆς δὲ δευτέρας ἀντεποιεῖτο πληγῆς Λεύκιος Ῥοῦφος, ὡς
5ἐπὶ καλῷ τινι σεμνυνόμενος. τῶν δ’ ἄλλων ἀπέθανον ὑπὲρ τριακοσίους ξύλοις καὶ λίθοις συγκοπέντες, σιδήρῳ δ’ οὐδείς.
Gracch
.

20

.

1

Ταύτην πρώτην ἱστοροῦσιν ἐν Ῥώμῃ στάσιν, ἀφ’ οὗ τὸ βασιλεύεσθαι κατέλυσαν, αἵματι καὶ φόνῳ πολιτῶν
διακριθῆναι· τὰς δ’ ἄλλας οὔτε μικρὰς οὔτε περὶ μικρῶν γενομένας ἀνθυπείκοντες ἀλλήλοις, φόβῳ μὲν οἱ δυνατοὶ436
5τῶν πολλῶν, αἰδούμενοι δὲ τὴν βουλὴν ὁ δῆμος, ἔπαυον.
Gracch
.

20

.

2

ἐδόκει δὲ καὶ τότε μὴ χαλεπῶς ἂν ἐνδοῦναι παρηγορηθεὶς ὁ Τιβέριος, ἔτι δὲ ῥᾷον εἶξαι δίχα φόνου καὶ τραυμάτων ἐπιοῦσιν· οὐ γὰρ πλείονες ἢ τρισχίλιοι περὶ αὐτὸν ἦσαν.
Gracch
.

20

.

3

ἀλλ’ ἔοικεν ὀργῇ τῶν πλουσίων καὶ μίσει πλέον ἢ δι’ ἃς ἐσκήπτοντο προφάσεις ἡ σύστασις ἐπ’ αὐτὸν γενέσθαι· καὶ τούτου μέγα τεκμήριον ὠμῶς καὶ παρανόμως ὑβρι‐
Gracch
.

20

.

4

σθεὶς ὁ νεκρός. οὐ γὰρ ἐπέτρεψαν ἀνελέσθαι τὸ σῶμα τῷ ἀδελφῷ δεομένῳ καὶ θάψαι νυκτός, ἀλλὰ μετὰ τῶν ἄλλων νεκρῶν εἰς τὸν ποταμὸν ἔρριψαν. καὶ τοῦτο πέρας οὐκ ἦν, ἀλλὰ καὶ τῶν φίλων αὐτοῦ τοὺς μὲν ἐξεκήρυττον ἀκρίτους,
5τοὺς δὲ συλλαμβάνοντες ἀπεκτίννυσαν· ἐν οἷς καὶ Διο‐
Gracch
.

20

.

5

φάνης ὁ ῥήτωρ ἀπώλετο. Γάιον δέ τινα Βίλλιον εἰς ἀγγεῖον καθείρξαντες καὶ συνεμβαλόντες ἐχίδνας καὶ δράκοντας οὕτω διέφθειραν. ὁ δὲ Κυμαῖος Βλόσσιος ἀνήχθη μὲν ἐπὶ τοὺς ὑπάτους, ἐρωτώμενος δὲ περὶ τῶν γεγονότων
Gracch
.

20

.

6

ὡμολόγει πεποιηκέναι πάντα Τιβερίου κελεύοντος. εἰ‐ πόντος δὲ τοῦ Νασικᾶ πρὸς αὐτόν· „τί οὖν εἴ σε Τιβέριος ἐκέλευσεν ἐμπρῆσαι τὸ Καπετώλιον;“ τὸ μὲν πρῶτον ἀντέλεγεν, ὡς οὐκ ἂν τοῦτο Τιβερίου κελεύσαντος·
5πολλάκις δὲ καὶ πολλῶν τὸ αὐτὸ πυνθανομένων, „ἀλλ’ ἐκείνου γε προστάσσοντοσ“ ἔφη „κἀμοὶ τοῦτο πρᾶξαι καλῶς εἶχεν· οὐ γὰρ ἂν Τιβέριος τοῦτο προσέταξεν, εἰ
Gracch
.

20

.

7

μὴ τῷ δήμῳ συνέφερεν.“ οὗτος μὲν οὖν διαφυγὼν ὕστερον ᾤχετο πρὸς Ἀριστόνικον εἰς Ἀσίαν, καὶ τῶν ἐκείνου πραγμάτων διαφθαρέντων ἑαυτὸν ἀνεῖλεν.
Gracch
.

21

.

1

Ἡ δὲ βουλὴ θεραπεύουσα τὸν δῆμον ἐκ τῶν παρ‐ όντων, οὔτε πρὸς τὴν διανομὴν ἔτι τῆς χώρας ἠναντι‐ οῦτο, καὶ ἀντὶ τοῦ Τιβερίου προὔθηκε τοῖς πολλοῖς437
Gracch
.

21

.

2

ὁριστὴν ἑλέσθαι. λαβόντες δὲ τὰς ψήφους εἵλοντο Πόπλιον Κράσσον, οἰκεῖον ὄντα Γράγχῳ· θυγάτηρ γὰρ αὐτοῦ
Gracch
.

21

.

3

Λικιννία Γαΐῳ Γράγχῳ συνῴκει. καίτοι Νέπως ὁ Κορ‐ νήλιός (HRR II 37) φησιν οὐ Κράσσου, Βρούτου δὲ τοῦ θριαμβεύσαντος ἀπὸ Λυσιτανῶν θυγατέρα γῆμαι Γάιον·
Gracch
.

21

.

4

ἀλλ’ οἱ πλείους ὡς ἡμεῖς γράφομεν ἱστοροῦσιν. ἐπεὶ δὲ χαλεπῶς μὲν ὁ δῆμος εἶχε τῷ θανάτῳ τοῦ Τιβερίου, καὶ φανερὸς ἦν ἀμύνης περιμένων καιρόν, ἤδη δὲ καὶ δίκαι τῷ Νασικᾷ προανεσείοντο, δείσασα περὶ τοῦ ἀνδρὸς ἡ
5βουλὴ ψηφίζεται μηδὲν δεομένη πέμπειν αὐτὸν εἰς Ἀσίαν.
Gracch
.

21

.

5

οὐ γὰρ ἀπεκρύπτοντο κατὰ τὰς ἀπαντήσεις οἱ ἄνθρωποι τὴν δυσμένειαν, ἀλλ’ ἐξηγριαίνοντο καὶ κατεβόων ὅπου προστύχοιεν, ἐναγῆ καὶ τύραννον καὶ μεμιαγκότα φόνῳ σώματος ἀσύλου καὶ ἱεροῦ τὸ ἁγιώτατον καὶ φρικωδέστα‐
Gracch
.

21

.

6

τον ἐν τῇ πόλει τῶν ἱερῶν ἀποκαλοῦντες. οὕτω μὲν ὑπεξῆλθε τῆς Ἰταλίας ὁ Νασικᾶς, καίπερ ἐνδεδεμένος ταῖς μεγίσταις ἱερουργίαις· ἦν γὰρ ὁ μέγιστος καὶ πρῶτος τῶν ἱερέων. ἔξω δ’ ἀλύων καὶ πλανώμενος ἀδόξως, οὐ μετὰ
Gracch
.

21

.

7

πολὺν χρόνον κατέστρεψε περὶ Πέργαμον. οὐ δεῖ δὲ θαυμάζειν, εἰ Νασικᾶν μεμίσηκεν οὕτως ὁ δῆμος, ὅπου καὶ Σκιπίων ὁ Ἀφρικανός, οὗ δοκοῦσι Ῥωμαῖοι μηδένα δικαιότερον μηδὲ μᾶλλον ἀγαπῆσαι, παρὰ μικρὸν ἦλθεν
5ἐκπεσεῖν καὶ στέρεσθαι τῆς πρὸς τὸν δῆμον εὐνοίας,
ὅτι πρῶτον μὲν ἐν Νομαντίᾳ τὴν τελευτὴν τοῦ Τι‐ βερίου πυθόμενος, ἀνεφώνησεν ἐκ τῶν Ὁμηρικῶν (Od. 1, 47)·438
8
ὣς ἀπόλοιτο καὶ ἄλλος ὅτις τοιαῦτά γε ῥέζοι,
9
Gracch
.

21

.

8

ἔπειτα τῶν περὶ Γάιον καὶ Φούλβιον αὐτοῦ δι’ ἐκκλησίας πυνθανομένων, τί φρονοίη περὶ τῆς Τιβερίου τελευτῆς, οὐκ ἀρεσκομένην τοῖς ὑπ’ ἐκείνου πεπολιτευμένοις ἀπόκρισιν ἔδωκεν. ἐκ τούτου γὰρ ὁ μὲν δῆμος ἀντέκρουσεν
5αὐτῷ λέγοντι, μηδέπω τοῦτο ποιήσας πρότερον, αὐτὸς
Gracch
.

21

.

9

δὲ τὸν δῆμον εἰπεῖν κακῶς προήχθη. περὶ μὲν οὖν τούτων ἐν τῷ Σκιπίωνος βίῳ (fr. 3 Sandbach) τὰ καθ’ ἕκαστα γέγραπται.
Gracch
.

22

.

1

Γάιος δὲ Γράγχος ἐν ἀρχῇ μὲν ἢ δεδιὼς τοὺς ἐχθροὺς ἢ φθόνον συνάγων ἐπ’ αὐτούς, ὑπεξέστη τε τῆς ἀγορᾶς καὶ καθ’ ἑαυτὸν ἡσυχίαν ἔχων διέτριβεν, ὡς ἄν τις ἔν τε τῷ παρόντι ταπεινὰ πράττων καὶ τὸ
5λοιπὸν οὕτως ἀπραγμόνως βιωσόμενος, ὥστε καὶ λόγον τισὶ καθ’ αὑτοῦ παρασχεῖν ὡς δυσχεραίνοντος καὶ προ‐
Gracch
.

22

.

2

βεβλημένου τὴν τοῦ Τιβερίου πολιτείαν. ἦν δὲ καὶ μει‐ ράκιον παντάπασιν· ἐννέα γὰρ ἐνιαυτοῖς ἐλείπετο τἀ‐ δελφοῦ καθ’ ἡλικίαν, ἐκεῖνος δ’ οὔπω τριάκοντα γεγο‐
Gracch
.

22

.

3

νὼς ἀπέθανεν. ἐπεὶ δὲ προϊόντος τοῦ χρόνου τόν τε τρόπον ἡσυχῇ διέφαινεν ἀργίας καὶ μαλακίας καὶ πότων καὶ χρηματισμῶν ἀλλότριον ὄντα, καὶ τὸν λόγον ὥσπερ ὠκύπτερα κατασκευαζόμενος ἐπὶ τὴν πολιτείαν δῆλος ἦν
5οὐκ ἠρεμήσων, δίκην τέ τινι τῶν φίλων φεύγοντι Βεττίῳ συνειπών (ORF 177 Malc.3), τοῦ δήμου συνενθουσιῶν‐ τος ὑφ’ ἡδονῆς καὶ βακχεύοντος περὶ αὐτόν, ἀπέδειξε
τοὺς ἄλλους ῥήτορας παίδων μηδὲν διαφέροντας, εἰς φόβον αὖθις οἱ δυνατοὶ καθίσταντο, καὶ πολὺς ἦν ἐν439
10αὐτοῖς λόγος ὡς οὐκ ἐάσουσιν ἐπὶ δημαρχίαν τὸν Γάιον
Gracch
.

22

.

4

προελθεῖν. συντυγχάνει δ’ ἀπὸ ταὐτομάτου λαχεῖν αὐτὸν εἰς Σαρδὼ ταμίαν Ὀρέστῃ τῷ ὑπάτῳ· καὶ τοῦτο τοῖς μὲν ἐχθροῖς καθ’ ἡδονὴν ἐγεγόνει, τὸν δὲ Γάιον οὐκ ἐλύπησεν.
Gracch
.

22

.

5

ἅτε γὰρ ὢν πολεμικὸς καὶ χεῖρον οὐδὲν πρὸς στρατείας ἠσκημένος ἢ δίκας, ἔτι δὲ τὴν πολιτείαν καὶ τὸ βῆμα φρίττων, ἀντέχειν δὲ καλοῦντι τῷ δήμῳ καὶ τοῖς φίλοις οὐ δυνάμενος, παντάπασι τὴν ἀποδημίαν ἐκείνην ἠγά‐
Gracch
.

22

.

6

πησε. καίτοι κρατεῖ δόξα πολλὴ τοῦτον ἄκρατον γενέ‐ σθαι δημαγωγὸν καὶ πολὺ τοῦ Τιβερίου λαμυρώτερον πρὸς τὴν ἀπὸ τῶν ὄχλων δόξαν. οὐκ ἔχει δ’ οὕτω τὸ ἀληθές, ἀλλ’ ἔοικεν ὑπ’ ἀνάγκης τινὸς μᾶλλον οὗτος ἢ
Gracch
.

22

.

7

προαιρέσεως ἐμπεσεῖν εἰς τὴν πολιτείαν. ἱστορεῖ δὲ καὶ Κικέρων ὁ ῥήτωρ (de div. 1, 56. 2, 136), ὡς ἄρα φεύγοντι πᾶσαν ἀρχὴν τῷ Γαΐῳ καὶ μεθ’ ἡσυχίας ᾑρημένῳ ζῆν ὁ ἀδελφὸς ὄναρ φανεὶς καὶ προσαγορεύσας „τί δῆτα“ φαίη
5„Γάιε βραδύνεις; οὐκ ἔστιν ἀπόδρασις, ἀλλ’ εἷς μὲν ἡμῖν ἀμφοτέροις βίος, εἷς δὲ θάνατος ὑπὲρ τοῦ δήμου πολιτευο‐ μένοις πέπρωται.“
Gracch
.

23

.

1

Γενόμενος οὖν ὁ Γάιος ἐν Σαρδόνι πᾶσαν ἀρετῆς ἀπόδειξιν ἐδίδου, καὶ πολὺ πάντων διέφερε τῶν νέων ἐν τοῖς πρὸς τοὺς πολεμίους ἀγῶσι καὶ ἐν τοῖς πρὸς τοὺς ὑπηκόους δικαίοις 〈καὶ〉 ἐν τῇ πρὸς τὸν στρατηγὸν εὐνοίᾳ
5καὶ τιμῇ, σωφροσύνῃ δὲ καὶ λιτότητι καὶ φιλοπονίᾳ
Gracch
.

23

.

2

παρήλλαττε καὶ τοὺς πρεσβυτέρους. ἰσχυροῦ δὲ καὶ νοσώδους ἅμα χειμῶνος ἐν Σαρδόνι γενομένου, καὶ τοῦ στρατηγοῦ τὰς πόλεις ἐσθῆτα τοῖς στρατιώταις αἰτοῦντος,
Gracch
.

23

.

3

ἔπεμψαν εἰς Ῥώμην παραιτούμενοι. δεξαμένης δὲ τῆς βουλῆς τὴν παραίτησιν αὐτῶν καὶ τὸν στρατηγὸν ἄλλοθεν ἀμφιέζειν τοὺς στρατιώτας κελευούσης, ἀποροῦντος δ’ ἐκείνου καὶ τῶν στρατιωτῶν κακοπαθούντων, ἐπελθὼν440
5τὰς πόλεις ὁ Γάιος αὐτοὺς ἀφ’ ἑαυτῶν ἔπεισεν ἐσθῆτα
Gracch
.

23

.

4

πέμψαι καὶ βοηθῆσαι τοῖς Ῥωμαίοις. ταῦτα πάλιν εἰς Ῥώμην ἀπαγγελλόμενα καὶ δοκοῦντα δημαγωγίας προ‐
Gracch
.

23

.

5

άγωνες εἶναι, διετάραττε τὴν βουλήν. καὶ πρῶτον μὲν ἐκ Λιβύης παρὰ Μικίψα τοῦ βασιλέως πρέσβεις παραγενο‐ μένους καὶ λέγοντας, ὡς ὁ βασιλεὺς χάριτι Γαΐου Γράγχου πέμψειεν εἰς Σαρδόνα σῖτον τῷ στρατηγῷ, δυσχεραίνοντες
Gracch
.

23

.

6

ἐξέβαλον· ἔπειτα δόγμα ποιοῦνται τοῖς μὲν στρατιώταις διαδοχὴν ἀποσταλῆναι, τὸν δ’ Ὀρέστην ἐπιμένειν, ὡς δὴ
Gracch
.

23

.

7

καὶ τοῦ Γαΐου διὰ τὴν ἀρχὴν παραμενοῦντος. ὁ δὲ τούτων αὐτῷ προσπεσόντων εὐθὺς ἐξέπλευσε πρὸς ὀργήν, καὶ φανεὶς ἐν Ῥώμῃ παρ’ ἐλπίδας οὐ μόνον ὑπὸ τῶν ἐχθρῶν αἰτίαν εἶχεν, ἀλλὰ καὶ τοῖς πολλοῖς ἀλλόκοτον ἐδόκει τὸ
Gracch
.

23

.

8

ταμίαν ὄντα προαποστῆναι τοῦ ἄρχοντος. οὐ μὴν ἀλλὰ κατηγορίας αὐτῷ γενομένης ἐπὶ τῶν τιμητῶν, αἰτησάμενος λόγον οὕτω μετέστησε τὰς γνώμας τῶν ἀκουσάντων, ὡς
Gracch
.

23

.

9

ἀπελθεῖν ἠδικῆσθαι τὰ μέγιστα δόξας. ἐστρατεῦσθαι μὲν γὰρ ἔφη (ORF 180 Malc.3) δώδεκα ἔτη, τῶν ἄλλων δέκα στρατευομένων ἐν ἀνάγκαις, ταμιεύων δὲ τῷ στρα‐ τηγῷ παραμεμενηκέναι τριετίαν, τοῦ νόμου μετ’ ἐνι‐
Gracch
.

23

.

10

αυτὸν ἐπανελθεῖν διδόντος· μόνος δὲ τῶν στρατευσα‐ μένων πλῆρες τὸ βαλλάντιον ἐξενηνοχὼς κενὸν εἰσενηνο‐ χέναι, τοὺς δ’ ἄλλους ἐκπιόντας ὃν εἰσήνεγκαν οἶνον, ἀργυρίου καὶ χρυσίου μεστοὺς δεῦρο τοὺς ἀμφορεῖς ἥκειν
5κομίζοντας.441
Gracch
.

24

.

1

Ἐκ τούτου πάλιν ἄλλας αἰτίας αὐτῷ καὶ δί‐ κας ἐπῆγον, ὡς τοὺς συμμάχους ἀφιστάντι καὶ κεκοινω‐ νηκότι τῆς περὶ Φρέγελλαν ἐνδειχθείσης συνωμοσίας.
Gracch
.

24

.

2

ὁ δὲ πᾶσαν ὑποψίαν ἀπολυσάμενος καὶ φανεὶς καθαρὸς (ORF 182 Malc.3), εὐθὺς ἐπὶ δημαρχίαν ὥρμησε, τῶν μὲν γνωρίμων ἀνδρῶν ὁμαλῶς ἁπάντων ἐναντιουμένων πρὸς αὐτόν, ὄχλου δὲ τοσούτου συρρέοντος εἰς τὴν πόλιν ἐκ
5τῆς Ἰταλίας καὶ συναρχαιρεσιάζοντος, ὡς πολλοῖς μὲν οἰκήσεις ἐπιλιπεῖν, τοῦ δὲ πεδίου μὴ δεξαμένου τὸ πλῆθος ἀπὸ τῶν τεγῶν καὶ τῶν κεράμων τὰς φωνὰς συνηχεῖν.
Gracch
.

24

.

3

τοσοῦτον δ’ οὖν ἐξεβιάσαντο τὸν δῆμον οἱ δυνατοὶ καὶ τῆς ἐλπίδος τοῦ Γαΐου καθεῖλον, ὅσον οὐχ ὡς προσ‐
Gracch
.

24

.

4

εδόκησε πρῶτον, ἀλλὰ τέταρτον ἀναγορευθῆναι. παρα‐ λαβὼν δὲ τὴν ἀρχὴν εὐθὺς ἦν ἁπάντων πρῶτος, ἰσχύων τε τῷ λέγειν ὡς ἄλλος οὐδείς, καὶ τοῦ πάθους αὐτῷ παρ‐ ρησίαν πολλὴν διδόντος, ἀνακλαιομένῳ (ORF 183 Malc.3)
Gracch
.

24

.

5

τὸν ἀδελφόν. ἐνταῦτα γὰρ ἐξ ἁπάσης προφάσεως περι‐ ῆγε τὸν δῆμον, ἀναμιμνῄσκων τῶν γεγονότων καὶ παρα‐ τιθεὶς τὰ τῶν προγόνων, ὡς ἐκεῖνοι μὲν καὶ Φαλίσκοις ἐπολέμησαν ὑπὲρ Γενυκίου τινὸς δημάρχου λοιδορηθέντος,
5καὶ Γαΐου Βετουρίου θάνατον κατέγνωσαν, ὅτι δημάρχῳ
Gracch
.

24

.

6

πορευομένῳ δι’ ἀγορᾶς οὐχ ὑπεξέστη μόνος· „ὑμῶν δ’ ὁρώντων“ ἔφη „Τιβέριον ξύλοις συνέκοπτον οὗτοι, καὶ διὰ μέσης τῆς πόλεως ἐσύρετο νεκρὸς ἐκ Καπετωλίου, ῥιφησόμενος εἰς τὸν ποταμόν· οἱ δ’ ἁλισκόμενοι τῶν
Gracch
.

24

.

7

φίλων ἀπέθνῃσκον ἄκριτοι. καίτοι πάτριόν ἐστιν ἡμῖν, εἴ
τις ἔχων δίκην θανατικὴν μὴ ὑπακούει, τούτου πρὸς τὰς θύρας ἕωθεν ἐλθόντα σαλπιγκτὴν ἀνακαλεῖσθαι τῇ σάλπιγγι, καὶ μὴ πρότερον ἐπιφέρειν ψῆφον αὐτῷ τοὺς442
5δικαστάς. οὕτως εὐλαβεῖς καὶ πεφυλαγμένοι περὶ τὰς κρίσεις ἦσαν.“
Gracch
.

25

.

1

Τοιούτοις λόγοις προανασείσας τὸν δῆμον— ἦν δὲ καὶ μεγαλοφωνότατος καὶ ῥωμαλεώτατος ἐν τῷ λέγειν—δύο νόμους εἰσέφερε, τὸν μέν, εἴ τινος ἄρχοντος ἀφῃρῇτο τὴν ἀρχὴν ὁ δῆμος, οὐκ ἐῶντα τούτῳ δευτέρας
5ἀρχῆς μετουσίαν εἶναι· τὸν δ’, εἴ τις ἄρχων ἄκριτον ἐκκε‐ κηρύχοι πολίτην, κατὰ τούτου κρίσιν διδόντα τῷ δήμῳ.
Gracch
.

25

.

2

τούτων τῶν νόμων ἄντικρυς ὁ μὲν Μᾶρκον Ὀκτάβιον ἠτί‐ μου, τὸν ὑπὸ Τιβερίου τῆς δημαρχίας ἐκπεσόντα, τῷ δ’ ἐν‐ είχετο Ποπίλλιος· οὗτος γὰρ στρατηγῶν τοὺς τοῦ Τιβερίου
Gracch
.

25

.

3

φίλους ἐξεκήρυξε. καὶ Ποπίλλιος μὲν οὐχ ὑποστὰς τὴν κρίσιν ἔφυγεν ἐξ Ἰταλίας· τὸν δ’ ἕτερον νόμον Γάιος αὐτὸς ἐπανείλετο, φήσας τῇ μητρὶ Κορνηλίᾳ δεηθείσῃ χαρί‐
Gracch
.

25

.

4

ζεσθαι τὸν Ὀκτάβιον. καὶ ὁ δῆμος ἠγάσθη καὶ συνεχώ‐ ρησε, τιμῶν τὴν Κορνηλίαν οὐδὲν ἧττον ἀπὸ τῶν παί‐ δων ἢ τοῦ πατρός, ἧς γε καὶ χαλκῆν εἰκόνα στήσας
Gracch
.

25

.

5

ὕστερον ἐπέγραψε Κορνηλίαν μητέρα Γράγχων. ἀπο‐ μνημονεύεται δὲ καὶ τοῦ Γαΐου πολλὰ ῥητορικῶς καὶ ἀγοραίως ὑπὲρ αὐτῆς εἰρημένα πρός τινα τῶν ἐχθρῶν (ORF 197 sq. Malc.3) „σὺ γάρ“ ἔφη „Κορνηλίαν λοιδορεῖς
Gracch
.

25

.

6

τὴν Τιβέριον τεκοῦσαν;“ ἐπεὶ δὲ διαβεβλημένος ἦν εἰς μα‐ λακίαν ὁ λοιδορηθείς, „τίνα δ’“ εἶπεν „ἔχων παρρησίαν συγκρίνεις Κορνηλίᾳ σεαυτόν; ἔτεκες γὰρ ὡς ἐκείνη;
καὶ μὴν πάντες ἴσασι Ῥωμαῖοι πλείω χρόνον ἐκείνην443
5ἀπ’ ἀνδρὸς οὖσαν ἢ σὲ τὸν ἄνδρα.“ τοιαύτη μὲν ἡ πικρία τῶν λόγων ἦν αὐτοῦ, καὶ πολλὰ λαβεῖν ἐκ τῶν γεγραμμέ‐ νων ἔστιν ὅμοια.
Gracch
.

26

.

1

Τῶν δὲ νόμων, οὓς εἰσέφερε τῷ δήμῳ χαρι‐ ζόμενος καὶ καταλύων τὴν σύγκλητον, ὁ μὲν ἦν κληρου‐ χικός, διανέμων τοῖς πένησι τὴν δημοσίαν· ὁ δὲ στρα‐ τιωτικός, ἐσθῆτά τε κελεύων δημοσίᾳ χορηγεῖσθαι καὶ
5μηδὲν εἰς τοῦτο τῆς μισθοφορᾶς ὑφαιρεῖσθαι τῶν στρα‐ τευομένων, καὶ νεώτερον ἐτῶν ἑπτακαίδεκα μὴ κατα‐
Gracch
.

26

.

2

λέγεσθαι στρατιώτην· ὁ δὲ συμμαχικός, ἰσοψήφους ποιῶν τοῖς πολίταις τοὺς Ἰταλιώτας· ὁ δὲ σιτικός, ἐπευωνίζων τοῖς πένησι τὴν ἀγοράν· ὁ δὲ δικαστικός, ᾧ τὸ πλεῖστον
Gracch
.

26

.

3

ἀπέκοψε τῆς τῶν συγκλητικῶν δυνάμεως. μόνοι γὰρ ἔκρινον τὰς δίκας, καὶ διὰ τοῦτο φοβεροὶ τῷ τε δήμῳ καὶ τοῖς ἱππεῦσιν ἦσαν· ὁ δὲ τριακοσίους τῶν ἱππέων προσ‐ κατέλεξεν αὐτοῖς οὖσι τριακοσίοις, καὶ τὰς κρίσεις κοινὰς
Gracch
.

26

.

4

τῶν ἑξακοσίων ἐποίησε. τοῦτον τὸν νόμον εἰσφέρων τά τ’ ἄλλα λέγεται σπουδάσαι διαφερόντως, καὶ τῶν πρὸ αὐτοῦ πάντων δημαγωγῶν πρὸς τὴν σύγκλητον ἀφορώντων καὶ τὸ καλούμενον κομίτιον, πρῶτος τότε στραφεὶς ἔξω πρὸς
5τὴν ἀγορὰν δημηγορῆσαι, καὶ τὸ λοιπὸν οὕτω ποιεῖν ἐξ ἐκείνου, μικρᾷ παρεγκλίσει καὶ μεταθέσει σχήματος μέγα πρᾶγμα κινήσας, καὶ μετενεγκὼν τρόπον τινὰ τὴν πολιτείαν ἐκ τῆς ἀριστοκρατίας εἰς τὴν δημοκρατίαν, ὡς τῶν πολλῶν δέον, οὐ τῆς βουλῆς, στοχάζεσθαι τοὺς
10λέγοντας.
Gracch
.

27

.

1

Ἐπεὶ δ’ οὐ μόνον ἐδέξατο τὸν νόμον τοῦτον ὁ δῆμος, ἀλλὰ κἀκείνῳ τοὺς κρίνοντας ἐκ τῶν ἱππέων ἔδωκε καταλέξαι, μοναρχική τις ἰσχὺς ἐγεγόνει περὶ αὐ‐ τόν, ὥστε καὶ τὴν σύγκλητον ἀνέχεσθαι συμβουλεύον‐444
5τος αὐτοῦ. συνεβούλευε δ’ ἀεί τι τῶν ἐκείνῃ πρεπόν‐
Gracch
.

27

.

2

των εἰσηγούμενος· οἷον ἦν καὶ τὸ περὶ τοῦ σίτου δόγμα μετριώτατον καὶ κάλλιστον, ὃν ἔπεμψε μὲν ἐξ Ἰβηρίας Φάβιος ἀντιστράτηγος, ἐκεῖνος δ’ ἔπεισε τὴν βουλὴν ἀποδομένην τὸν σῖτον ἀναπέμψαι ταῖς πόλεσι τὸ ἀργύ‐
5ριον καὶ προσεπαιτιάσασθαι τὸν Φάβιον, ὡς ἐπαχθῆ καὶ ἀφόρητον ποιοῦντα τὴν ἀρχὴν τοῖς ἀνθρώποις· ἐφ’ ᾧ μεγάλην ἔσχε δόξαν μετ’ εὐνοίας ἐν ταῖς ἐπαρχίαις.
Gracch
.

27

.

3

ἔγραψε δὲ καὶ πόλεις ἀποικίδας ἐκπέμπεσθαι, καὶ τὰς ὁδοὺς ποιεῖσθαι, καὶ κατασκευάζεσθαι σιτοβόλια, τού‐ τοις ἅπασι πραττομένοις αὑτὸν ἄρχοντα καὶ διοικητὴν ἐφιστάς, καὶ πρὸς οὐδὲν ἀποτρυόμενος τῶν τοσούτων
5καὶ τηλικούτων, ἀλλὰ καὶ θαυμαστῷ τινι τάχει καὶ πό‐ νῳ τῶν γινομένων ὡς μόνον ἕκαστον ἐξεργαζόμενος, ὥστε καὶ τοὺς πάνυ μισοῦντας αὐτὸν καὶ δεδοικότας ἐκπλήττεσθαι τὸ διὰ πάντων ἀνύσιμον καὶ τελεσιουρ‐
Gracch
.

27

.

4

γόν. οἱ δὲ πολλοὶ καὶ τὴν ὄψιν αὐτὴν ἐθαύμαζον, ἐξηρ‐ τημένον ὁρῶντες αὐτοῦ πλῆθος ἐργολάβων, τεχνιτῶν, πρεσβευτῶν, ἀρχόντων, στρατιωτῶν, φιλολόγων, οἷς πᾶ‐ σιν ἐντυγχάνων μετ’ εὐκολίας, καὶ τὸ σεμνὸν ἐν τῷ
5φιλανθρώπῳ διαφυλάττων, καὶ νέμων αὐτοῦ τὸ ἁρμότ‐ τον οἰκείως ἑκάστῳ, χαλεποὺς ἀπεδείκνυε συκοφάντας
τοὺς φοβερὸν αὐτὸν ἢ φορτικὸν ὅλως ἢ βίαιον ἀποκα‐445
Gracch
.

27

.

5

λοῦντας. οὕτω δεινότερος ἦν ἐν ταῖς ὁμιλίαις καὶ ταῖς πράξεσιν ἢ τοῖς ἀπὸ τοῦ βήματος λόγοις δημαγωγός.
Gracch
.

28

.

1

Ἐσπούδασε δὲ μάλιστα περὶ τὴν ὁδοποιίαν, τῆς τε χρείας ἅμα καὶ τοῦ πρὸς χάριν καὶ κάλλος ἐπι‐ μεληθείς. εὐθεῖαι γὰρ ἤγοντο διὰ τῶν χωρίων ἀτρεμεῖς, καὶ τὸ μὲν ἐστόρνυτο πέτρᾳ ξεστῇ, τὸ δ’ ἄμμου χώμασι
Gracch
.

28

.

2

νακτῆς ἐπυκνοῦτο. πιμπλαμένων δὲ τῶν κοίλων, καὶ ζευγνυμένων γεφύραις ὅσα χείμαρροι διέκοπτον ἢ φά‐ ραγγες, ὕψος τε τῶν ἑκατέρωθεν ἴσον καὶ παράλληλον λαμβανόντων, ὁμαλὴν καὶ καλὴν ὄψιν εἶχε δι’ ὅλου τὸ
Gracch
.

28

.

3

ἔργον. πρὸς δὲ τούτοις διαμετρήσας κατὰ μίλιον ὁδὸν πᾶσαν—τὸ δὲ μίλιον ὀκτὼ σταδίων ὀλίγον ἀποδεῖ—,
Gracch
.

28

.

4

κίονας λιθίνους σημεῖα τοῦ μέτρου κατέστησεν. ἄλλους δὲ λίθους ἔλαττον ἀπέχοντας ἀλλήλων ἑκατέρωθεν τῆς ὁδοῦ διέθηκεν, ὡς εἴη ῥᾳδίως τοῖς ἵππους ἔχουσιν ἐπι‐ βαίνειν ἀπ’ αὐτῶν ἀναβολέως μὴ δεομένοις.
Gracch
.

29

.

1

Ἐπὶ τούτοις τοῦ δήμου μεγαλύνοντος αὐτὸν καὶ πᾶν ὁτιοῦν ἑτοίμως ἔχοντος ἐνδείκνυσθαι πρὸς εὔ‐ νοιαν, ἔφη ποτὲ δημηγορῶν αὐτὸς αἰτήσειν χάριν, ἣν λαβὼν μὲν ἀντὶ παντὸς ἕξειν, εἰ δ’ ἀποτύχοι, μηδὲν
5ἐκείνοις μεμψιμοιρήσειν. τοῦτο ῥηθὲν ἔδοξεν αἴτησις ὑπατείας εἶναι, καὶ προσδοκίαν πᾶσιν ὡς ἅμα μὲν ὑπα‐
Gracch
.

29

.

2

τείαν, ἅμα δὲ δημαρχίαν μετιὼν παρέσχεν. ἐνστάντων δὲ τῶν ὑπατικῶν ἀρχαιρεσιῶν καὶ μετεώρων ὄντων ἁπάντων, ὤφθη Γάιον Φάννιον κατάγων εἰς τὸ πεδίον καὶ συναρχαιρεσιάζων ἐκείνῳ μετὰ τῶν φίλων (ORF 190
5Malc.3). τοῦτο ῥοπὴν ἤνεγκε τῷ Φαννίῳ μεγάλην, κἀκεῖνος μὲν ὕπατος, Γάιος δὲ δήμαρχος ἀπεδείχθη τὸ
δεύτερον, οὐ παραγγέλλων οὐδὲ μετιών, ἀλλὰ τοῦ δήμου446
Gracch
.

29

.

3

σπουδάσαντος. ἐπεὶ δ’ ἑώρα τὴν μὲν σύγκλητον ἐχθρὰν ἄντικρυς, ἀμβλὺν δὲ τῇ πρὸς αὐτὸν εὐνοίᾳ τὸν Φάννιον, αὖθις ἑτέροις νόμοις ἀπηρτήσατο τὸ πλῆθος, ἀποικίας μὲν εἰς Τάραντα καὶ Καπύην πέμπεσθαι γράφων, καλῶν δ’
5ἐπὶ κοινωνίᾳ πολιτείας τοὺς Λατίνους.
Gracch
.

29

.

4

Ἡ δὲ βουλὴ δείσασα μὴ παντάπασιν ἄμαχος γένηται, καινὴν καὶ ἀσυνήθη πεῖραν ἐπῆγε τοῖς πολλοῖς ἀποτρο‐ πῆς, ἀντιδημαγωγοῦσα καὶ χαριζομένη παρὰ τὸ βέλτι‐
Gracch
.

29

.

5

στον. ἦν γὰρ εἷς τῶν τοῦ Γαΐου συναρχόντων Λίβιος Δροῦσος, ἀνὴρ οὔτε γεγονώς τινος Ῥωμαίων οὔτε τε‐ θραμμένος χεῖρον, ἤθει δὲ καὶ λόγῳ καὶ πλούτῳ [ἐν] τοῖς μάλιστα τιμωμένοις καὶ δυναμένοις ἀπὸ τούτων
Gracch
.

29

.

6

ἐνάμιλλος. ἐπὶ τοῦτον [μὲν] οὖν οἱ γνωριμώτατοι τρέ‐ πονται, καὶ παρεκάλουν αὐτὸν ἅψασθαι τοῦ Γαΐου καὶ μετ’ αὐτῶν ἐπὶ τὸν ἄνδρα συστῆναι, μὴ βιαζόμενον μηδ’ ἀντικρούοντα τοῖς πολλοῖς, ἀλλὰ πρὸς ἡδονὴν ἄρχοντα καὶ
5χαριζόμενον ὑπὲρ ὧν καὶ ἀπεχθάνεσθαι καλῶς εἶχεν.
Gracch
.

30

.

1

Ἐπιδοὺς οὖν ὁ Λίβιος εἰς ταῦτα τῇ βουλῇ τὴν ἑαυτοῦ δημαρχίαν, νόμους ἔγραψεν, οὔτε τῶν καλῶν τινος οὔτε τῶν λυσιτελῶν ἐχόμενος, ἀλλ’ ἓν μόνον, ὑπερβαλέσθαι τὸν Γάιον ἡδονῇ καὶ χάριτι τῶν πολλῶν, ὥσπερ ἐν
Gracch
.

30

.

2

κωμῳδίᾳ σπεύδων καὶ διαμιλλώμενος. ᾧ καὶ καταφανε‐ στάτην ἐποίησεν ἑαυτὴν ἡ σύγκλητος οὐ δυσχεραίνουσα τοῖς τοῦ Γαΐου πολιτεύμασιν, ἀλλ’ αὐτὸν ἐκεῖνον ἀνελεῖν
Gracch
.

30

.

3

ἢ ταπεινῶσαι παντάπασι βουλομένη. τὸν μὲν γὰρ ἀποικίας δύο γράψαντα καὶ τοὺς χαριεστάτους τῶν πολιτῶν
εἰσάγοντα δημοκοπεῖν ᾐτιῶντο, Λιβίῳ δὲ δώδεκα κατοι‐ κίζοντι καὶ τρισχιλίους εἰς ἑκάστην ἀποστέλλοντι τῶν447
Gracch
.

30

.

4

ἀπόρων συνελαμβάνοντο. κἀκείνῳ μὲν ὅτι χώραν διένειμε τοῖς πένησι, προστάξας ἑκάστῳ τελεῖν ἀποφορὰν εἰς τὸ δημόσιον, ὡς κολακεύοντι τοὺς πολλοὺς ἀπηχθάνοντο, Λίβιος δὲ καὶ τὴν ἀποφορὰν ταύτην τῶν νειμαμένων
Gracch
.

30

.

5

ἀφαιρῶν ἤρεσκεν αὐτοῖς. ἔτι δ’ ὁ μὲν τοῖς Λατίνοις ἰσοψηφίαν διδοὺς ἐλύπει, τοῦ δ’ ὅπως μηδ’ ἐπὶ στρατιᾶς ἐξῇ τινα Λατίνων ῥάβδοις αἰκίσασθαι γράψαντος, ἐβοή‐
Gracch
.

30

.

6

θουν τῷ νόμῳ. καὶ μέντοι καὶ αὐτὸς ὁ Λίβιος ἀεὶ δημ‐ ηγορῶν ἔλεγεν, ὡς γράφοι ταῦτα τῇ βουλῇ δοκοῦντα κηδομένῃ τῶν πολλῶν. ὃ δὴ καὶ μόνον ἀπὸ τῶν πολι‐
Gracch
.

30

.

7

τευμάτων αὐτοῦ χρήσιμον ὑπῆρχεν. ἡμερώτερον γὰρ ἔσχε πρὸς τὴν βουλὴν ὁ δῆμος, καὶ τοὺς γνωριμωτάτους αὐτοῦ πρότερον ὑφορωμένου καὶ μισοῦντος, ἐξέλυσε καὶ κατ‐ επράυνε τὴν μνησικακίαν καὶ χαλεπότητα ταύτην ὁ Λίβιος,
5ὡς ἐκ τῆς ἐκείνων ὁρμώμενος γνώμης ἐπὶ τὸ δημαγωγεῖν καὶ χαρίζεσθαι τοῖς πολλοῖς.
Gracch
.

31

.

1

Μεγίστη δὲ τῷ Δρούσῳ πίστις εὐνοίας πρὸς τὸν δῆμον ἐγίνετο καὶ δικαιοσύνης τὸ μηδὲν αὑτῷ μηδ’ ὑπὲρ ἑαυτοῦ φαίνεσθαι γράφοντα· καὶ γὰρ οἰκιστὰς ἑτέρους ἐξέπεμπε τῶν πόλεων, καὶ διοικήσεσι χρημάτων
5οὐ προσῄει, τοῦ Γαΐου τὰ πλεῖστα καὶ μέγιστα τῶν
Gracch
.

31

.

2

τοιούτων αὑτῷ προστιθέντος. ἐπεὶ δὲ Ῥουβρίου τῶν συναρχόντων ἑνὸς οἰκίζεσθαι Καρχηδόνα γράψαντος ἀνῃρημένην ὑπὸ Σκιπίωνος, κλήρῳ λαχὼν ὁ Γάιος ἐξέπλευσεν εἰς Λιβύην ἐπὶ τὸν κατοικισμόν, ἔτι μᾶλλον
5ἐπιβὰς ὁ Δροῦσος ἀπόντος αὐτοῦ τὸν δῆμον ὑπελάμβανε καὶ προσήγετο, μάλιστα ταῖς κατὰ τοῦ Φουλβίου δια‐
Gracch
.

31

.

3

βολαῖς. ὁ δὲ Φούλβιος οὗτος ἦν τοῦ Γαΐου φίλος καὶ συνάρχων ἐπὶ τὴν διανομὴν τῆς χώρας ᾑρημένος. ἦν δὲ θορυβώδης καὶ μισούμενος μὲν ὑπὸ τῆς βουλῆς ἄντικρυς, ὕποπτος δὲ καὶ τοῖς ἄλλοις ὡς τὰ συμμαχικὰ διακινῶν καὶ448
Gracch
.

31

.

4

παροξύνων κρύφα τοὺς Ἰταλιώτας πρὸς ἀπόστασιν. οἷς ἀναποδείκτως καὶ ἀνελέγκτως λεγομένοις αὐτὸς προσ‐ ετίθει πίστιν ὁ Φούλβιος, οὐχ ὑγιαινούσης οὐδ’ εἰρηνικῆς ὢν προαιρέσεως. τοῦτο μάλιστα κατέλυε τὸν Γάιον,
Gracch
.

31

.

5

ἀπολαύοντα τοῦ μίσους. καὶ ὅτε Σκιπίων ὁ Ἀφρικανὸς ἐξ οὐδενὸς αἰτίου προφανοῦς ἐτελεύτησε, καὶ σημεῖά τινα τῷ νεκρῷ πληγῶν καὶ βίας ἐπιδραμεῖν ἔδοξεν, ὡς ἐν τοῖς περὶ ἐκείνου γέγραπται (fr. 4 Sandbach), τὸ μὲν
5πλεῖστον ἐπὶ τὸν Φούλβιον ἦλθε τῆς διαβολῆς, ἐχθρὸν ὄντα καὶ τὴν ἡμέραν ἐκείνην ἐπὶ τοῦ βήματος τῷ Σκιπίωνι
Gracch
.

31

.

6

λελοιδορημένον, ἥψατο δὲ καὶ τοῦ Γαΐου ἡ ὑπόνοια. καὶ δεινὸν οὕτως ἔργον ἐπ’ ἀνδρὶ τῷ πρώτῳ καὶ μεγίστῳ Ῥωμαίων τολμηθὲν οὐκ ἔτυχε δίκης οὐδ’ εἰς ἔλεγχον προῆλθεν· ἐνέστησαν γὰρ οἱ πολλοὶ καὶ κατέλυσαν τὴν
5κρίσιν, ὑπὲρ τοῦ Γαΐου φοβηθέντες μὴ περιπετὴς τῇ αἰτίᾳ τοῦ φόνου ζητουμένου γένηται. ταῦτα μὲν οὖν ἐγεγόνει πρότερον.
Gracch
.

32

.

1

Ἐν δὲ τῇ Λιβύῃ περὶ τὸν τῆς Καρχηδόνος κατοικισμόν, ἣν ὁ Γάιος Ἰουνωνίαν—ὅπερ ἐστὶν Ἡραί‐ αν—ὠνόμασε, πολλὰ κωλύματα γενέσθαι παρὰ τοῦ
Gracch
.

32

.

2

δαιμονίου λέγουσιν. ἥ τε γὰρ πρώτη σημαία, πνεύματος ἀφαρπάζοντος αὐτήν, τοῦ δὲ φέροντος ἐγκρατῶς ἀντεχο‐ μένου, συνετρίβη, καὶ τὰ ἱερὰ τοῖς βωμοῖς ἐπικείμενα διεσκέδασεν ἀνέμου θύελλα καὶ διέρριψεν ὑπὲρ τοὺς
5ὅρους τῆς γεγενημένης ὑπογραφῆς, αὐτοὺς δὲ τοὺς ὅρους ἀνέσπασαν ἐπελθόντες λύκοι καὶ μακρὰν ᾤχοντο φέροντες.
Gracch
.

32

.

3

οὐ μὴν ἀλλὰ πάντα συντάξας καὶ διακοσμήσας ὁ Γάιος ἡμέραις ἑβδομήκοντα ταῖς πάσαις ἐπανῆλθεν εἰς Ῥώμην, πιέζεσθαι τὸν Φούλβιον ὑπὸ τοῦ Δρούσου πυνθανόμενος, καὶ τῶν πραγμάτων τῆς αὐτοῦ παρουσίας δεομένων.449
Gracch
.

32

.

4

Λεύκιος γὰρ Ὀπίμιος, ἀνὴρ ὀλιγαρχικὸς καὶ δυνατὸς ἐν τῇ βουλῇ, πρότερον μὲν ἐξέπεσεν ὑπατείαν παραγγέλλων, τοῦ Γαΐου τὸν Φάννιον προαγαγόντος, ἐκεῖνον δὲ καταρ‐
Gracch
.

32

.

5

χαιρεσιάσαντος· τότε δὲ πολλῶν βοηθούντων ἐπίδοξος ἦν ὑπατεύσειν, ὑπατεύων δὲ καταλύσειν τὸν Γάιον, ἤδη τρόπον τινὰ τῆς δυνάμεως αὐτοῦ μαραινομένης, καὶ τοῦ δήμου μεστοῦ γεγονότος τῶν τοιούτων πολιτευμάτων διὰ
5τὸ πολλοὺς τοὺς πρὸς χάριν δημαγωγοῦντας εἶναι καὶ τὴν βουλὴν ὑπείκειν ἑκοῦσαν.
Gracch
.

33

.

1

Ἐπανελθὼν δὲ πρῶτον μὲν ἐκ τοῦ Παλατίου μετῴκησεν εἰς τὸν ὑπὸ τὴν ἀγορὰν τόπον, ὡς δημοτι‐ κώτερον ὅπου πλείστοις τῶν ταπεινῶν καὶ πενήτων
Gracch
.

33

.

2

συνέβαινεν οἰκεῖν. ἔπειτα τῶν νόμων ἐξέθηκε τοὺς λοι‐ πούς, ὡς ἐπάξων τὴν ψῆφον αὐτοῖς· ὄχλου δὲ παντα‐ χόθεν αὐτῷ συνιόντος, ἔπεισεν ἡ βουλὴ τὸν ὕπατον Φάννιον ἐκβαλεῖν τοὺς ἄλλους πλὴν Ῥωμαίων ἅπαντας.
Gracch
.

33

.

3

γενομένου δὲ κηρύγματος ἀήθους καὶ ἀλλοκότου, μηδένα τῶν συμμάχων μηδὲ τῶν φίλων ἐν Ῥώμῃ φανῆναι περὶ τὰς ἡμέρας ἐκείνας, ἀντεξέθηκεν ὁ Γάιος διάγραμμα, κατηγορῶν τοῦ ὑπάτου καὶ τοῖς συμμάχοις ἂν μένωσι
Gracch
.

33

.

4

βοηθήσειν ἐπαγγελλόμενος. οὐ μὴν ἐβοήθησεν, ἀλλ’ ὁρῶν ἕνα τῶν ξένων αὐτοῦ καὶ συνήθων ἑλκόμενον ὑπὸ τῶν ὑπηρετῶν τοῦ Φαννίου, παρῆλθε καὶ οὐ προσήμυνεν, εἴτε τὴν ἰσχὺν ἐπιλείπουσαν ἤδη δεδιὼς ἐλέγχειν, εἴτε μὴ
5βουλόμενος ὡς ἔλεγεν ἁψιμαχίας αὐτὸς καὶ συμπλοκῆς
Gracch
.

33

.

5

ἀρχὰς ζητοῦσι τοῖς ἐχθροῖς παρασχεῖν. συνέτυχε δ’
αὐτῷ καὶ πρὸς τοὺς συνάρχοντας ἐν ὀργῇ γενέσθαι διὰ τοιαύτην αἰτίαν. ἔμελλεν ὁ δῆμος θεᾶσθαι μονομάχους ἐν ἀγορᾷ, καὶ τῶν 〈συν〉αρχόντων οἱ πλεῖστοι θεωρητήρια450
Gracch
.

33

.

6

κύκλῳ κατασκευάσαντες ἐξεμίσθουν. ταῦθ’ ὁ Γάιος ἐκέλευεν αὐτοὺς καθαιρεῖν, ὅπως οἱ πένητες ἐκ τῶν τόπων ἐκείνων ἀμισθὶ θεάσασθαι δύνωνται· μηδενὸς δὲ προσέχοντος, ἀναμείνας τὴν πρὸ τῆς θέας νύκτα, καὶ τῶν
5τεχνιτῶν ὅσους εἶχεν ἐργολάβους ὑφ’ ἑαυτῷ παραλαβών, τὰ θεωρητήρια καθεῖλε καὶ τῷ δήμῳ σχολάζοντα μεθ’
Gracch
.

33

.

7

ἡμέραν ἀπέδειξε τὸν τόπον. ἐφ’ ᾧ τοῖς μὲν πολλοῖς ἀνὴρ ἔδοξεν εἶναι, τοὺς δὲ συνάρχοντας ὡς ἰταμὸς καὶ βίαιος ἐλύπησεν· ἐκ τούτου καὶ τὴν τρίτην ἔδοξε δημαρχίαν ἀφῃρῆσθαι, ψήφων μὲν αὐτῷ πλείστων γενομένων,
5ἀδίκως δὲ καὶ κακούργως τῶν συναρχόντων ποιησαμένων τὴν ἀναγόρευσιν καὶ ἀνάδειξιν· ἀλλὰ ταῦτα μὲν ἀμφι‐
Gracch
.

33

.

8

σβήτησιν εἶχεν. ἤνεγκε δ’ οὐ μετρίως ἀποτυχών, καὶ πρός γε τοὺς ἐχθροὺς ἐπεγγελῶντας αὐτῷ λέγεται θρασύτερον τοῦ δέοντος εἰπεῖν, ὡς Σαρδόνιον γέλωτα γελῶσιν, οὐ γιγνώσκοντες ὅσον αὐτοῖς σκότος ἐκ τῶν αὐτοῦ περι‐
5κέχυται πολιτευμάτων.
Gracch
.

34

.

1

Ἐπεὶ δὲ καὶ τὸν Ὀπίμιον καταστήσαντες ὕπατον τῶν νόμων πολλοὺς διέγραφον καὶ τὴν Καρ‐ χηδόνος ἐκίνουν διάταξιν, ἐρεθίζοντες τὸν Γάιον ὡς ἂν αἰτίαν 〈ὑπ’〉 ὀργῆς παρασχὼν ἀναιρεθείη, τὸν μὲν πρῶτον
5χρόνον ἐκαρτέρει, τῶν δὲ φίλων καὶ μάλιστα τοῦ Φουλ‐ βίου παροξύνοντος, ὥρμησε πάλιν συνάγειν τοὺς ἀντι‐
Gracch
.

34

.

2

ταξομένους πρὸς τὸν ὕπατον. ἐνταῦθα καὶ τὴν μητέρα
λέγουσιν αὐτῷ συστασιάσαι, μισθουμένην ἀπὸ τῆς ξένης κρύφα καὶ πέμπουσαν εἰς Ῥώμην ἄνδρας, ὡς δὴ θερι‐ στάς· ταῦτα γὰρ ἐν τοῖς ἐπιστολίοις αὐτῆς (cf. HRR II 38)451
5ᾐνιγμένα γεγράφθαι πρὸς τὸν υἱόν. ἕτεροι δὲ καὶ πάνυ τῆς Κορνηλίας δυσχεραινούσης ταῦτα πράττεσθαι λέ‐
Gracch
.

34

.

3

γουσιν. ᾗ δ’ οὖν ἔμελλον ἡμέρᾳ τοὺς νόμους λύσειν οἱ περὶ τὸν Ὀπίμιον, κατείληπτο μὲν ὑπ’ ἀμφοτέρων ἕωθεν εὐθὺς τὸ Καπετώλιον· θύσαντος δὲ τοῦ ὑπάτου, τῶν ὑπηρετῶν τις αὐτοῦ Κόιντος Ἀντύλλιος διαφέρων ἑτέ‐
5ρωσε τὰ σπλάγχνα πρὸς τοὺς περὶ τὸν Φούλβιον εἶπε·
Gracch
.

34

.

4

„δότε τόπον ἀγαθοῖς κακοὶ πολῖται.“ τινὲς δέ φασιν ἅμα τῇ φωνῇ ταύτῃ καὶ τὸν βραχίονα γυμνὸν οἷον ἐφ’ ὕβρει σχηματίζοντα παρενεγκεῖν. ἀποθνῄσκει γοῦν εὐθὺς ὁ Ἀντύλλιος ἐκεῖ, μεγάλοις γραφείοις κεντούμενος, ἐπ’
Gracch
.

34

.

5

αὐτὸ τοῦτο πεποιῆσθαι λεγομένοις. καὶ τὸ μὲν πλῆθος διεταράχθη πρὸς τὸν φόνον, ἐναντία δὲ τοὺς ἡγεμόνας ἔσχε διάθεσις. ὁ μὲν γὰρ Γάιος ἤχθετο καὶ κακῶς ἔλεγε τοὺς περὶ αὑτόν, ὡς αἰτίαν δεομένοις πάλαι καθ’ ἑαυτῶν τοῖς
5ἐχθροῖς δεδωκότας, ὁ δ’ Ὀπίμιος ὥσπερ ἐνδόσιμον λαβὼν ἐπῆρτο, καὶ παρώξυνε τὸν δῆμον ἐπὶ τὴν ἄμυναν.
Gracch
.

35

.

1

Καὶ τότε μὲν ὄμβρου γενομένου διελύθησαν· ἅμα δ’ ἡμέρᾳ τὴν μὲν βουλὴν ὁ ὕπατος συναγαγὼν ἔν‐ δον ἐχρημάτιζεν, ἕτεροι δὲ τὸ τοῦ Ἀντυλλίου σῶμα γυμνὸν ἐπὶ κλίνης προθέμενοι, δι’ ἀγορᾶς παρὰ τὸ βου‐
5λευτήριον ἐπίτηδες παρεκόμιζον, οἰμωγῇ χρώμενοι καὶ θρήνῳ, γιγνώσκοντος μὲν τοῦ Ὀπιμίου τὰ πραττόμενα, προσποιουμένου δὲ θαυμάζειν, ὥστε καὶ τοὺς βουλευ‐
Gracch
.

35

.

2

τὰς προελθεῖν. κατατεθείσης δὲ τῆς κλίνης εἰς μέσον,
οἱ μὲν ἐσχετλίαζον ὡς ἐπὶ δεινῷ καὶ μεγάλῳ πάθει, τοῖς δὲ πολλοῖς ἐπῄει μισεῖν καὶ προβάλλεσθαι τοὺς ὀλιγαρ‐ χικούς, ὡς Τιβέριον μὲν Γράγχον ἐν Καπετωλίῳ φονεύ‐452
5σαντες αὐτοὶ δήμαρχον ὄντα καὶ τὸν νεκρὸν προσεξ‐ έβαλον, ὁ δ’ ὑπηρέτης Ἀντύλλιος, οὐ δίκαια μὲν ἴσως πεπονθώς, τὴν δὲ πλείστην αἰτίαν εἰς τὸ παθεῖν αὑτῷ παρασχών, ἐν ἀγορᾷ πρόκειται, καὶ περιέστηκεν ἡ Ῥω‐ μαίων βουλή, θρηνοῦσα καὶ συνεκκομίζουσα μισθωτὸν
10ἄνθρωπον ἐπὶ τῷ τὸν ἔτι λειπόμενον ἀνελεῖν τῶν τοῦ
Gracch
.

35

.

3

δήμου κηδομένων. ἐκ τούτου πάλιν εἰς τὸ βουλευτήριον ἀπελθόντες, ἐψηφίσαντο καὶ προσέταξαν Ὀπιμίῳ τῷ ὑπάτῳ σῴζειν τὴν πόλιν ὅπως δύναιτο καὶ καταλύειν
Gracch
.

35

.

4

τοὺς τυράννους. ἐκείνου δὲ προειπόντος ἐπὶ τὰ ὅπλα χωρεῖν τοὺς συγκλητικούς, καὶ τῶν ἱππέων ἑκάστῳ παρ‐ άγγελμα δόντος ἄγειν ἕωθεν οἰκέτας δύο καθωπλισμέ‐ νους, ὁ μὲν Φούλβιος ἀντιπαρεσκευάζετο καὶ συνῆγεν
5ὄχλον, ὁ δὲ Γάιος ἐκ τῆς ἀγορᾶς ἀπερχόμενος ἔστη κατὰ τὸν πατρὸς ἀνδριάντα, καὶ πολὺν χρόνον ἐμβλέψας εἰς αὐτὸν οὐδὲν ἐφθέγξατο, δακρύσας δὲ καὶ στενάξας ἀπῄει.
Gracch
.

35

.

5

τοῦτο πολλοῖς τῶν ἰδόντων οἰκτῖραι τὸν Γάιον ἐπῆλθε, καὶ κακίσαντες αὑτοὺς ὡς ἐγκαταλείποντες τὸν ἄνδρα καὶ προδιδόντες, ἧκον ἐπὶ τὴν οἰκίαν καὶ παρενυκτέρευον ἐπὶ τῶν θυρῶν, οὐχ ὁμοίως τοῖς τὸν Φούλβιον φυλάττου‐
Gracch
.

35

.

6

σιν. ἐκεῖνοι μὲν γὰρ ἐν κρότοις καὶ ἀλαλαγμοῖς πίνοντες καὶ θρασυνόμενοι διετέλεσαν, αὐτοῦ τοῦ Φουλβίου πρώτου μεθυσκομένου καὶ πολλὰ φορτικῶς παρ’ ἡλικίαν φθεγγο‐ μένου καὶ πράττοντος· οἱ δὲ περὶ τὸν Γάιον ὡς ἐπὶ
5συμφορᾷ κοινῇ τῆς πατρίδος ἡσυχίαν ἄγοντες καὶ περι‐ σκοπούμενοι τὸ μέλλον ἐν μέρει φυλάττοντες καὶ ἀνα‐
παυόμενοι διῆγον.453
Gracch
.

36

.

1

Ἅμα δ’ ἡμέρᾳ τὸν μὲν Φούλβιον ἐκ τοῦ πότου καθεύδοντα μόλις ἐπεγείραντες, ὡπλίζοντο τοῖς περὶ τὴν οἰκίαν αὐτοῦ λαφύροις, ἃ Γαλάτας νενικηκὼς ὅθ’ ὑπάτευεν εἰλήφει, καὶ μετὰ πολλῆς ἀπειλῆς καὶ κραυγῆς ἐχώρουν
Gracch
.

36

.

2

καταληψόμενοι τὸν Ἀβεντῖνον λόφον. ὁ δὲ Γάιος ὁπλί‐ σασθαι μὲν οὐκ ἠθέλησεν, ἀλλ’ ὥσπερ εἰς ἀγορὰν ἐν τηβέννῳ προῄει, μικρὸν ὑπεζωσμένος ἐγχειρίδιον, ἐξιόντι δ’ αὐτῷ περὶ τὰς θύρας ἡ γυνὴ προσπεσοῦσα καὶ περιπτύ‐
5ξασα τῶν χειρῶν τῇ μὲν αὐτὸν ἐκεῖνον, τῇ δὲ τὸ παιδίον,
Gracch
.

36

.

3

„οὐκ ἐπὶ τὸ βῆμά σε“ εἶπεν „ὦ Γάιε προπέμπω δήμαρχον ὡς πρότερον καὶ νομοθέτην, οὐδ’ ἐπὶ πόλεμον ἔνδοξον, ἵνα μοι καὶ παθών τι τῶν κοινῶν ἀπολίπῃς τιμώμενον γοῦν πένθος, ἀλλὰ τοῖς Τιβερίου φονεῦσιν ὑποβάλλεις ἑαυ‐
5τόν, ἄνοπλον μὲν καλῶς ἵνα πάθῃς τι μᾶλλον ἢ δράσῃς,
Gracch
.

36

.

4

πρὸς οὐδὲν δὲ τοῖς κοινοῖς ὄφελος ἀπολῇ. κεκράτηκεν ἤδη τὰ χείρω· βίᾳ καὶ σιδήρῳ τὰς δίκας πράττουσιν. εἰ περὶ Νομαντίαν ὁ σὸς ἀδελφὸς ἔπεσεν, ὑπόσπονδος ἂν ἡμῖν ἀπεδόθη νεκρός· νῦν δ’ ἴσως κἀγὼ ποταμοῦ τινος
5ἢ θαλάσσης ἱκέτις ἔσομαι, φῆναί ποτε τὸ σὸν σῶμα φρουρούμενον. τί γὰρ ἢ νόμοις ἔτι πιστὸν ἢ θεοῖς μετὰ
Gracch
.

36

.

5

τὸν Τιβερίου φόνον;“ τοιαῦτα τῆς Λικιννίας ὀδυρομέ‐ νης, ἀτρέμα τὰς περιβολὰς ἀπολυσάμενος αὐτῆς ὁ Γάιος ἐχώρει σιωπῇ μετὰ τῶν φίλων. ἡ δὲ τοῦ ἱματίου λαβέ‐ σθαι γλιχομένη, καταρρυεῖσα πρὸς τοὔδαφος ἔκειτο πο‐
5λὺν χρόνον ἄναυδος, μέχρι οὗ λιποθυμήσασαν αὐτὴν οἱ θεράποντες ἀράμενοι πρὸς Κράσσον ᾤχοντο τὸν ἀδελφὸν
κομίζοντες.454
Gracch
.

37

.

1

Ὁ δὲ Φούλβιος, ὡς ἐγένοντο πάντες ἀθρόοι, πεισθεὶς ὑπὸ τοῦ Γαΐου πέμπει τῶν υἱῶν τὸν νεώτερον ἔχοντα κηρύκειον εἰς ἀγοράν. ἦν δὲ κάλλιστος ὁ νεανί‐ σκος ὀφθῆναι· καὶ τότε καταστὰς κοσμίως καὶ μετ’ αἰ‐
5δοῦς, δεδακρυμένος ἐποιήσατο συμβατικοὺς λόγους πρὸς
Gracch
.

37

.

2

τὸν ὕπατον καὶ τὴν σύγκλητον. οἱ μὲν οὖν πολλοὶ τῶν παρόντων οὐκ ἀηδῶς πρὸς τὰς διαλύσεις εἶχον· ὁ δ’ Ὀπί‐ μιος οὐ δι’ ἀγγέλων ἔφη χρῆναι πείθειν τὴν σύγκλητον, ἀλλὰ καταβάντας ὡς ὑπευθύνους πολίτας ἐπὶ κρίσιν καὶ
5παραδόντας αὑτούς, οὕτως παραιτεῖσθαι τὴν ὀργήν· τῷ δὲ μειρακίῳ καὶ διηγόρευσεν ἐπὶ τούτοις κατιέναι πάλιν
Gracch
.

37

.

3

ἢ μὴ κατιέναι. Γάιος μὲν οὖν ὥς φασιν ἐβούλετο βαδίζειν καὶ πείθειν τὴν σύγκλητον· οὐδενὸς δὲ τῶν ἄλλων συγχωροῦντος, αὖθις ἔπεμψεν ὁ Φούλβιος τὸν παῖδα
Gracch
.

37

.

4

διαλεξόμενον ὑπὲρ αὐτῶν ὅμοια τοῖς προτέροις. ὁ δ’ Ὀπίμιος σπεύδων μάχην συνάψαι, τὸ μὲν μειράκιον εὐθὺς συνέλαβε καὶ παρέδωκεν εἰς φυλακήν, τοῖς δὲ περὶ τὸν Φούλβιον ἐπῄει μετὰ πολλῶν ὁπλιτῶν καὶ τοξοτῶν
5Κρητῶν, οἳ μάλιστα βάλλοντες αὐτοὺς καὶ τραυματίζοντες
Gracch
.

37

.

5

συνετάραξαν. γενομένης δὲ τῆς τροπῆς, ὁ μὲν Φούλβιος εἴς τι βαλανεῖον ἠμελημένον καταφυγὼν καὶ μετὰ μικρὸν ἀνευρεθεὶς κατεσφάγη μετὰ τοῦ πρεσβυτέρου παιδός, ὁ δὲ Γάιος ὤφθη μὲν ὑπ’ οὐδενὸς μαχόμενος, ἀλλὰ δυσανα‐
5σχετῶν τοῖς γινομένοις ἀνεχώρησεν εἰς τὸ τῆς Ἀρτέμιδος
Gracch
.

37

.

6

ἱερόν· ἐκεῖ δὲ βουλόμενος ἑαυτὸν ἀνελεῖν, ὑπὸ τῶν πιστοτάτων ἑταίρων ἐκωλύθη Πομπωνίου καὶ Λικιν‐ νίου· παρόντες γὰρ οὗτοι τό τε ξίφος ἀφείλοντο καὶ
Gracch
.

37

.

7

πάλιν φεύγειν ἐπῆραν αὐτόν. ἔνθα δὴ λέγεται καθ‐ εσθεὶς εἰς γόνυ καὶ τὰς χεῖρας ἀνατείνας πρὸς τὴν θεὸν ἐπεύξασθαι τὸν Ῥωμαίων δῆμον ἀντὶ τῆς ἀχαριστίας
ἐκείνης καὶ προδοσίας μηδέποτε παύσασθαι δουλεύοντα·455
5φανερῶς γὰρ οἱ πλεῖστοι μετεβάλοντο κηρύγματι δοθεί‐ σης ἀδείας.
Gracch
.

38

.

1

Φεύγοντι δ’ οὖν τῷ Γαΐῳ τῶν ἐχθρῶν ἐπιφερο‐ μένων καὶ καταλαμβανόντων περὶ τὴν ξυλίνην γέφυραν, οἱ μὲν δύο φίλοι προχωρεῖν ἐκεῖνον κελεύσαντες, αὐτοὶ τοὺς διώκοντας ὑπέστησαν καὶ μαχόμενοι πρὸ τῆς
Gracch
.

38

.

2

γεφύρας οὐδένα παρῆκαν ἕως ἀπέθανον. τῷ δὲ Γαΐῳ συνέφευγεν εἷς οἰκέτης ὄνομα Φιλοκράτης, πάντων μὲν ὥσπερ ἐν ἁμίλλῃ παρακελευομένων, οὐδενὸς δὲ βοη‐ θοῦντος οὐδ’ ἵππον αἰτουμένῳ παρασχεῖν ἐθελήσαντος·
Gracch
.

38

.

3

ἐπέκειντο γὰρ ἐγγὺς οἱ διώκοντες. ὁ δὲ φθάνει μικρὸν εἰς ἱερὸν ἄλσος Ἐρινύων καταφυγών, κἀκεῖ διαφθείρεται, τοῦ Φιλοκράτους ἀνελόντος ἐκεῖνον, εἶθ’ ἑαυτὸν ἐπισφάξαντος· ὡς δ’ ἔνιοί φασιν, ἀμφότεροι μὲν ὑπὸ τῶν πολεμίων
5κατελήφθησαν ζῶντες, τοῦ δὲ θεράποντος τὸν δεσπότην περιβαλόντος, οὐδεὶς ἐκεῖνον ἠδυνήθη πατάξαι πρότερον ἢ
Gracch
.

38

.

4

τοῦτον ὑπὸ πολλῶν παιόμενον ἀναιρεθῆναι. τὴν δὲ κεφαλὴν τοῦ Γαΐου λέγουσιν ἄλλον μὲν ἀποκόψαι καὶ κομίζειν, ἀφ‐ ελέσθαι δὲ τούτου φίλον Ὀπιμίου τινὰ Σεπτουμουλήιον· ἦν γὰρ προκεκηρυγμένον ἐν ἀρχῇ τῆς μάχης ἰσοστάσιον
5χρυσίον τοῖς ἀνενεγκοῦσι τὴν Γαΐου καὶ Φουλβίου κε‐
Gracch
.

38

.

5

φαλήν. ἀνηνέχθη δ’ ὑπὸ τοῦ Σεπτουμουληίου περιπε‐ παρμένη δόρατι πρὸς τὸν Ὀπίμιον, καὶ ζυγοῦ κομισθέν‐ τος ἐντεθεῖσα λίτρας ἑπτακαίδεκα καὶ δίμοιρον εἵλκυσε, τοῦ Σεπτουμουληίου καὶ περὶ τοῦτο μιαροῦ γενομένου καὶ
5κακουργήσαντος· ἐξελὼν γὰρ τὸν ἐγκέφαλον ἐνέτηξε μόλυβδον. οἱ δὲ τοῦ Φουλβίου τὴν κεφαλὴν κομίσαντες—
Gracch
.

38

.

6

ἦσαν γὰρ τῶν ἀσημοτέρων—οὐδὲν ἔλαβον. τὰ δὲ σώματα
καὶ τούτων καὶ τῶν ἄλλων εἰς τὸν ποταμὸν ἐρρίφη, τρισχιλίων ἀναιρεθέντων, καὶ τὰς οὐσίας αὐτῶν ἀπέδοντο πρὸς τὸ δημόσιον· ἀπεῖπαν δὲ πενθεῖν ταῖς γυναιξί, τὴν456
5δὲ Γαΐου Λικιννίαν καὶ τῆς προικὸς ἀπεστέρησαν.
Gracch
.

38

.

7

ὠμότατον δὲ προσειργάσαντο τοῦ Φουλβίου τὸν νεώτερον υἱόν, οὔτε χεῖρας ἀνταράμενον οὔτ’ ἐν τοῖς μαχομένοις γενόμενον, ἀλλ’ ἐπὶ σπονδὰς ἐλθόντα πρὸ τῆς μάχης
Gracch
.

38

.

8

συλλαβόντες καὶ μετὰ τὴν μάχην ἀνελόντες. οὐ μὴν ἀλλὰ καὶ τούτου καὶ τῶν ἄλλων ἁπάντων μᾶλλον ἠνίασε τοὺς πολλοὺς τὸ κατασκευασθὲν Ὁμονοίας ἱερὸν ὑπὸ τοῦ Ὀπιμίου· σεμνύνεσθαι γὰρ ἐδόκει καὶ μέγα φρονεῖν καὶ
5τρόπον τινὰ θριαμβεύειν ἐπὶ φόνοις τοσούτοις πολιτῶν.
Gracch
.

38

.

9

διὸ καὶ νυκτὸς ὑπὸ τὴν ἐπιγραφὴν τοῦ νεὼ παρενέγραψάν τινες τὸν στίχον τοῦτον· „ἔργον ἀπονοίας ναὸν ὁμονοίας ποιεῖ.“
Gracch
.

39

.

1

Οὗτος μέντοι πρῶτος ἐξουσίᾳ δικτάτορος ἐν ὑπατείᾳ χρησάμενος, καὶ κατακτείνας ἀκρίτους ἐπὶ τρισ‐ χιλίοις πολίταις Γάιον Γράγχον καὶ Φούλβιον Φλάκ‐ κον, ὧν ὁ μὲν ἦν ὑπατικὸς καὶ θριαμβικός, ὁ δὲ τῆς καθ’
5αὑτὸν ἡλικίας ἀρετῇ καὶ δόξῃ πεπρωτευκώς, οὐκ ἀπέσχετο κλοπῆς, ἀλλὰ πεμφθεὶς ὡς Ἰουγούρθαν τὸν Νομάδα
Gracch
.

39

.

2

πρεσβευτής, διεφθάρη χρήμασιν ὑπ’ αὐτοῦ· καὶ δίκην ὀφλὼν αἰσχίστην δωροδοκίας, ἐν ἀτιμίᾳ κατεγήρασε, μισούμενος καὶ προπηλακιζόμενος ὑπὸ τοῦ δήμου, παρ’ αὐτὰ μὲν τὰ πραχθέντα ταπεινοῦ γενομένου καὶ συστα‐
5λέντος, ὀλίγῳ δ’ ὕστερον ἐκφήναντος, ὅσον εἶχεν ἱμέρου457
Gracch
.

39

.

3

καὶ πόθου τῶν Γράγχων. εἰκόνας τε γὰρ αὐτῶν ἀναδεί‐ ξαντες ἐν φανερῷ προὐτίθεντο, καὶ τοὺς τόπους ἐν οἷς ἐφονεύθησαν ἀφιερώσαντες, ἀπήρχοντο μὲν ὧν ὧραι φέρουσι πάντων, ἔθυον δὲ καθ’ ἡμέραν πολλοὶ καὶ
5προσέπιπτον, ὥσπερ θεῶν ἱεροῖς ἐπιφοιτῶντες.
Gracch
.

40

.

1

Καὶ μέντοι καὶ ἡ Κορνηλία λέγεται τά τ’ ἄλλα τῆς συμφορᾶς εὐγενῶς καὶ μεγαλοψύχως ἐνεγκεῖν, καὶ περὶ τῶν ἱερῶν ἐν οἷς ἀνῃρέθησαν εἰπεῖν, ὡς ἀξίους οἱ
Gracch
.

40

.

2

νεκροὶ τάφους ἔχουσιν. αὐτὴ δὲ περὶ τοὺς καλουμένους Μισηνοὺς διέτριβεν, οὐδὲν μεταλλάξασα τῆς συνήθους διαίτης. ἦν δὲ καὶ πολύφιλος καὶ διὰ φιλοξενίαν εὐτράπεζος, ἀεὶ μὲν Ἑλλήνων καὶ φιλολόγων περὶ αὐτὴν ὄντων,
5ἁπάντων δὲ τῶν βασιλέων καὶ δεχομένων παρ’ αὐτῆς
Gracch
.

40

.

3

δῶρα καὶ πεμπόντων. ἡδίστη μὲν οὖν ἦν [αὕτη] τοῖς ἀφικνουμένοις καὶ συνοῦσι διηγουμένη τὸν τοῦ πατρὸς Ἀφρικανοῦ βίον καὶ δίαιταν, θαυμασιωτάτη δὲ τῶν παίδων ἀπενθὴς καὶ ἀδάκρυτος μνημονεύουσα καὶ πάθη καὶ
5πράξεις αὐτῶν ὥσπερ ἀρχαίων τινῶν ἐξηγουμένη τοῖς
Gracch
.

40

.

4

πυνθανομένοις. ὅθεν ἔδοξεν ἐνίοις ἔκνους ὑπὸ γήρως ἢ μεγέθους κακῶν γεγονέναι καὶ τῶν ἀτυχημάτων ἀναί‐ σθητος, αὐτοῖς ὡς ἀληθῶς ἀναισθήτοις οὖσιν, ὅσον ἐξ εὐφυΐας καὶ τοῦ γεγονέναι καὶ τεθράφθαι καλῶς ὄφελός
5ἐστι πρὸς ἀλυπίαν ἀνθρώποις, καὶ ὅτι τῆς ἀρετῆς ἡ τύχη φυλαττομένης μὲν τὰ κακὰ πολλάκις περίεστιν, ἐν δὲ τῷ
πταῖσαι τὸ φέρειν εὐλογίστως οὐ παραιρεῖται.458