TLG 0007 046 :: PLUTARCHUS :: Comparatio Agesilai et Pompeii

PLUTARCHUS Biogr. Phil.
(Chaeronensis: A.D. 1–2)

Comparatio Agesilai et Pompeii

Source: Perrin, B. (ed.), Plutarch’s lives, vol. 5. Cambridge, Mass.: Harvard University Press, 1917 (repr. 1968): 326–336.

Citation: Chapter — section — (line)

t

1

ΑΓΗΣΙΛΑΟΥ ΚΑΙ ΠΟΜΠΗΙΟΥ ΣΥΓΚΡΙΣΙΣ

1

.

1

Ἐκκειμένων οὖν τῶν βίων ἐπιδράμωμεν τῷ λόγῳ ταχέως τὰ ποιοῦντα τὰς διαφοράς, παρ’ ἄλληλα συνάγοντες. ἔστι δὲ ταῦτα· πρῶτον, ὅτι Πομπήϊος ἐκ τοῦ δικαιοτάτου τρόπου παρῆλθεν
5εἰς δύναμιν καὶ δόξαν, αὐτὸς ὁρμηθεὶς ἀφ’ ἑαυτοῦ καὶ πολλὰ καὶ μεγάλα Σύλλᾳ τὴν Ἰταλίαν ἀπὸ τῶν τυράννων ἐλευθεροῦντι συγκατεργασάμενος,

1

.

2

Ἀγησίλαος δὲ τὴν βασιλείαν ἔδοξε λαβεῖν οὔτε τὰ πρὸς θεοὺς ἄμεμπτος οὔτε τὰ πρὸς ἀνθρώπους, κρίνας νοθείας Λεωτυχίδην, ὃν υἱὸν αὑτοῦ ἀπέ‐ δειξεν ὁ ἀδελφὸς γνήσιον, τὸν δὲ χρησμὸν κατει‐
5ρωνευσάμενος τὸν περὶ τῆς χωλότητος. δεύτερον, ὅτι Πομπήϊος Σύλλαν καὶ ζῶντα τιμῶν διετέλεσε καὶ τεθνηκότος ἐκήδευσε βιασάμενος Λέπιδον τὸ σῶμα, καὶ τῷ παιδὶ Φαύστῳ τὴν αὑτοῦ θυγα‐ τέρα συνῴκισεν, Ἀγησίλαος δὲ Λύσανδρον ἐκ
10τῆς τυχούσης προφάσεως ὑπεξέρριψε καὶ καθύ‐

1

.

3

βρισε. καίτοι Σύλλας μὲν οὐκ ἐλαττόνων ἔτυχεν ἢ Πομπηΐῳ παρέσχεν, Ἀγησίλαον δὲ Λύσανδρος καὶ τῆς Σπάρτης βασιλέα καὶ τῆς Ἑλλάδος στρατηγὸν ἐποίησε. τρίτον δέ, αἱ περὶ τὰ πολι‐
5τικὰ τῶν δικαίων παραβάσεις Πομπηΐῳ μὲν δι’ οἰκειότητας ἐγένοντο· τὰ γὰρ πλεῖστα Καίσαρι καὶ Σκηπίωνι συνεξήμαρτε κηδεσταῖς οὖσιν·

1

.

4

Ἀγησίλαος δὲ Σφοδρίαν μὲν ἐφ’ οἷς Ἀθηναίους ἠδίκησεν ἀποθανεῖν ὀφείλοντα τῷ τοῦ παιδὸς
ἔρωτι χαριζόμενος ἐξήρπασε, Φοιβίδᾳ δὲ Θηβαίους παρασπονδήσαντι δῆλος ἦν δι’ αὐτὸ τὸ ἀδίκημα326
5προθύμως βοηθῶν. καθόλου δὲ ὅσα Ῥωμαίους δι’ αἰδῶ Πομπήϊος ἢ ἄγνοιαν αἰτίαν ἔσχε βλάψαι, ταῦτα θυμῷ καὶ φιλονεικίᾳ Λακεδαιμονίους Ἀγησίλαος ἔβλαψε τὸν Βοιώτιον ἐκκαύσας πόλε‐ μον.

2

.

1

Εἰ δὲ καὶ τύχην τινὰ τῶν ἀνδρῶν ἑκατέρου τοῖς σφάλμασι προσοιστέον, ἀνέλπιστος μὲν ἡ Πομπηΐου Ῥωμαίοις, Ἀγησίλαος δὲ Λακεδαι‐ μονίους ἀκούοντας καὶ προειδότας οὐκ εἴασε φυλ‐
5άξασθαι τὴν χωλὴν βασιλείαν. καὶ γὰρ εἰ μυρι‐ άκις ἠλέγχθη Λεωτυχίδης ἀλλότριος εἶναι καὶ νόθος, οὐκ ἂν ἠπόρησαν Εὐρυπωντίδαι γνήσιον καὶ ἀρτίποδα τῇ Σπάρτῃ βασιλέα παρασχεῖν, εἰ μὴ δι’ Ἀγησίλαον ἐπεσκότησε τῷ χρησμῷ Λύ‐
10σανδρος.

2

.

2

Οἷον μέντοι τῇ περὶ τῶν τρεσάντων ἀπορίᾳ προσήγαγεν ὁ Ἀγησίλαος ἴαμα μετὰ τὴν ἐν Λεύκτροις ἀτυχίαν, κελεύσας τοὺς νόμους ἐκείνην τὴν ἡμέραν καθεύδειν, οὐ γέγονεν ἄλλο σόφισμα
5πολιτικόν, οὐδ’ ἔχομέν τι τοῦ Πομπηΐου παρα‐ πλήσιον, ἀλλὰ τοὐναντίον οὐδ’ οἷς αὐτὸς ἐτίθει νόμοις ᾤετο δεῖν ἐμμένειν, τὸ δύνασθαι μέγα τοῖς φίλοις ἐνδεικνύμενος. ὁ δὲ εἰς ἀνάγκην καταστὰς τοῦ λῦσαι τοὺς νόμους ἐπὶ τῷ σῶσαι τοὺς πολί‐
10τας, ἐξεῦρε τρόπον ᾧ μήτε ἐκείνους βλάψουσι

2

.

3

μήτε ὅπως οὐ βλάψωσι λυθήσονται. τίθεμαι δὲ κἀκεῖνο τὸ ἀμίμητον ἔργον εἰς πολιτικὴν ἀρετὴν τοῦ Ἀγησιλάου, τὸ δεξάμενον τὴν σκυτάλην ἀπολιπεῖν τὰς ἐν Ἀσίᾳ πράξεις. οὐ γάρ, ὡς328
5Πομπήϊος, ἀφ’ ὧν ἑαυτὸν ἐποίει μέγαν ὠφέλει τὸ κοινόν, ἀλλὰ τὸ τῆς πατρίδος σκοπῶν τηλικαύτην ἀφῆκε δύναμιν καὶ δόξαν ἡλίκην οὐδεὶς πρότερον οὐδὲ ὕστερον πλὴν Ἀλέξανδρος ἔσχεν.

3

.

1

Ἀπ’ ἄλλης τοίνυν ἀρχῆς, ἐν ταῖς στρατη‐ γίαις καὶ τοῖς πολεμικοῖς, ἀριθμῷ μὲν τροπαίων καὶ μεγέθει δυνάμεων ἃς ἐπηγάγετο Πομπήϊος, καὶ πλήθει παρατάξεων ἃς ἐνίκησεν, οὐδ’ ἂν ὁ
5Ξενοφῶν μοι δοκεῖ παραβαλεῖν τὰς Ἀγησιλάου νίκας, ᾧ διὰ τἆλλα καλὰ καθάπερ γέρας ἐξαίρετον δέδοται καὶ γράφειν ὃ βούλοιτο καὶ λέγειν περὶ

3

.

2

τοῦ ἀνδρός. οἶμαι δὲ καὶ τῇ πρὸς τοὺς πολεμί‐ ους ἐπιεικείᾳ διαφέρειν τὸν ἄνδρα τοῦ ἀνδρός. ὁ μὲν γὰρ ἀνδραποδίσασθαι Θήβας καὶ Μεσσήνην ἐξοικίσασθαι βουλόμενος, ἣν μὲν ὁμόκληρον τῆς
5πατρίδος, ἣν δὲ μητρόπολιν τοῦ γένους, παρ’ οὐδὲν ἦλθε τὴν Σπάρτην ἀποβαλεῖν, ἀπέβαλε δὲ τὴν ἡγεμονίαν· ὁ δὲ καὶ τῶν πειρατῶν τοῖς μετα‐ βαλομένοις πόλεις ἔδωκε, καὶ Τιγράνην τὸν Ἀρμενίων βασιλέα γενόμενον ἐφ’ ἑαυτῷ θριαμ‐
10βεῦσαι σύμμαχον ἐποιήσατο, φήσας ἡμέρας μιᾶς αἰῶνα προτιμᾶν.

3

.

3

Εἰ μέντοι τοῖς μεγίστοις καὶ κυριωτάτοις εἰς τὰ ὅπλα πράγμασι καὶ λογισμοῖς προστίθεται
πρωτεῖον ἀρετῆς ἀνδρὸς ἡγεμόνος, οὐ μικρὸν ὁ Λάκων τὸν Ῥωμαῖον ἀπολέλοιπε. πρῶτον μὲν330
5γὰρ οὐ προήκατο τὴν πόλιν οὐδ’ ἐξέλιπεν ἑπτὰ μυριάσι στρατοῦ τῶν πολεμίων ἐμβαλόντων, ὀλίγους ἔχων ὁπλίτας καὶ προνενικημένους ἐν

3

.

4

Λεύκτροις· Πομπήϊος δέ, πεντακισχιλίοις μόνοις καὶ τριακοσίοις μίαν Καίσαρος πόλιν Ἰταλι‐ κὴν καταλαβόντος, ἐξέπεσε τῆς Ῥώμης ὑπὸ δέους, ἢ τοσούτοις εἴξας ἀγεννῶς ἢ πλείονας
5ψευδῶς εἰκάσας· καὶ συσκευασάμενος τὰ τέκνα καὶ τὴν γυναῖκα αὑτοῦ, τὰς δὲ τῶν ἄλλων πολιτῶν ἐρήμους ἀπολιπὼν ἔφυγε, δέον ἢ κρατεῖν μαχόμενον ὑπὲρ τῆς πατρίδος ἢ δέχεσθαι δια‐ λύσεις παρὰ τοῦ κρείττονος· ἦν γὰρ πολίτης καὶ

3

.

5

οἰκεῖος· νῦν δὲ ᾧ στρατηγίας χρόνον ἐπιμετρῆσαι καὶ ὑπατείαν ψηφίσασθαι δεινὸν ἡγεῖτο, τούτῳ παρέσχε λαβόντι τὴν πόλιν εἰπεῖν πρὸς Μέτελ‐ λον ὅτι κἀκεῖνον αἰχμάλωτον αὑτοῦ νομίζει καὶ
5τοὺς ἄλλους ἅπαντας.

4

.

1

Ὃ τοίνυν ἔργον ἐστὶν ἀγαθοῦ στρατηγοῦ μάλιστα, κρείττονα μὲν ὄντα βιάσασθαι τοὺς πολεμίους μάχεσθαι, λειπόμενον δὲ δυνάμει μὴ βιασθῆναι, τοῦτο ποιῶν Ἀγησίλαος ἀεὶ διεφύ‐
5λαξεν ἑαυτὸν ἀνίκητον· Πομπήϊον δὲ Καῖσαρ, οὗ μὲν ἦν ἐλάττων, διέφυγε μὴ βλαβῆναι, καθὸ δὲ κρείττων ἦν, ἠνάγκασεν ἀγωνισάμενον τῷ πεζῷ περὶ πάντων σφαλῆναι, καὶ κύριος εὐθὺς ἦν χρη‐ μάτων καὶ ἀγορᾶς καὶ θαλάττης, ὑφ’ ὧν διεπέ‐

4

.

2

πρακτο ἂν ἄνευ μάχης ἐκείνοις προσόντων. τὸ δ’
ὑπὲρ τούτων ἀπολόγημα μέγιστόν ἐστιν ἔγκλημα στρατηγοῦ τηλικούτου. νέον μὲν γὰρ ἄρχοντα θορύβοις καὶ καταβοήσεσιν εἰς μαλακίαν καὶ δει‐332
5λίαν ἐπιταραχθέντα τῶν ἀσφαλεστάτων ἐκπεσεῖν λογισμῶν εἰκός ἐστι καὶ συγγνωστόν· Πομπήϊον δὲ Μάγνον, οὗ Ῥωμαῖοι τὸ μὲν στρατόπεδον πατρίδα, σύγκλητον δὲ τὴν σκηνήν, ἀποστάτας δὲ καὶ προδότας τοὺς ἐν Ῥώμῃ πολιτευομένους
10καὶ στρατηγοῦντας καὶ ὑπατεύοντας ἐκάλουν,

4

.

3

ἀρχόμενον δὲ ὑπ’ οὐδενὸς ἔγνωσαν, πάσας δὲ αὐτοκράτορα στρατευσάμενον ἄριστα τὰς στρατ‐ είας, τίς ἂν ἀνάσχοιτο τοῖς Φαωνίου σκώμμασι καὶ Δομετίου, καὶ ἵνα μὴ Ἀγαμέμνων λέγηται,
5παρ’ ἐλάχιστον ἐκβιασθέντα τὸν περὶ τῆς ἡγεμον‐ ίας καὶ ἐλευθερίας ἀναρρῖψαι κίνδυνον; ὃς εἰ μόνον ἐσκόπει τὸ παρ’ ἡμέραν ἄδοξον, ὤφειλεν ἀντιστὰς ἐν ἀρχῇ διαγωνίσασθαι περὶ τῆς Ῥώ‐ μης, ἀλλὰ μὴ τὴν φυγὴν ἐκείνην ἀποφαίνων
10στρατήγημα Θεμιστόκλειον ὕστερον ἐν αἰσχρῷ τίθεσθαι τὴν ἐν Θετταλίᾳ πρὸ μάχης διατριβήν.

4

.

4

οὐ γὰρ ἐκεῖνό γε στάδιον αὐτοῖς καὶ θέατρον ἐναγωνίσασθαι περὶ τῆς ἡγεμονίας ὁ θεὸς ἀπέ‐ δειξε τὸ Φαρσάλιον πεδίον, οὐδὲ ὑπὸ κήρυκος ἐκαλεῖτο μάχεσθαι κατιὼν ἢ λιπεῖν ἑτέρῳ τὸν
5στέφανον, ἀλλὰ πολλὰ μὲν πεδία μυρίας δὲ πό‐ λεις καὶ γῆν ἄπλετον ἡ κατὰ θάλατταν εὐπορία παρέσχε βουλομένῳ μιμεῖσθαι Μάξιμον καὶ Μάριον καὶ Λεύκολλον καὶ αὐτὸν Ἀγησίλαον,

4

.

5

ὃς οὐκ ἐλάττονας μὲν ἐν Σπάρτῃ θορύβους ὑπέ‐ μεινε βουλομένων Θηβαίοις ὑπὲρ τῆς χώρας μά‐ χεσθαι, πολλὰς δ’ ἐν Αἰγύπτῳ διαβολὰς καὶ κατη‐ γορίας καὶ ὑπονοίας τοῦ βασιλέως ἤνεγκεν ἡσυ‐
5χίαν ἄγειν κελεύων, χρησάμενος δὲ τοῖς ἀρίστοις334

4

.

6

ὡς ἐβούλετο λογισμοῖς, οὐ μόνον Αἰγυπτίους ἄκοντας ἔσωσεν, οὐδὲ τὴν Σπάρτην ἐν τοσούτῳ σεισμῷ μόνος ὀρθὴν ἀεὶ διεφύλαξεν, ἀλλὰ καὶ τρόπαιον ἔστησε κατὰ Θηβαίων ἐν τῇ πόλει, τὸ
5νικῆσαι παρασχὼν αὖθις ἐκ τοῦ τότε μὴ προαπ‐ ολέσθαι βιασαμένους. ὅθεν Ἀγησίλαος μὲν ὑπὸ τῶν βιασθέντων ὕστερον ἐπῃνεῖτο σωθέντων, Πομπήϊος δὲ δι’ ἄλλους ἁμαρτών, αὐτοὺς οἷς ἐπεί‐

4

.

7

σθη κατηγόρους εἶχε. καίτοι φασί τινες ὡς ὑπὸ τοῦ πενθεροῦ Σκηπίωνος ἐξηπατήθη· τὰ γὰρ πλεῖστα τῶν χρημάτων ὧν ἐκόμιζεν ἐξ Ἀσίας βουλόμενον αὐτὸν νοσφίσασθαι καὶ ἀποκρύψαντα
5κατεπεῖξαι τὴν μάχην, ὡς οὐκέτι χρημάτων ὄντων. ὃ κἂν ἀληθὲς ἦν, παθεῖν οὐκ ὤφειλεν ὁ στρατηγός, οὐδὲ ῥᾳδίως οὕτω παραλογισθεὶς ἀποκινδυνεῦσαι περὶ τῶν μεγίστων. ἐν μὲν οὖν τούτοις οὕτως ἑκάτερον ἀποθεωροῦμεν.

5

.

1

Εἰς Αἴγυπτον δ’ ὁ μὲν ἐξ ἀνάγκης ἔπλευσε φεύγων, ὁ δὲ οὔτε καλῶς οὔτε ἀναγκαίως ἐπὶ χρήμασιν, ὅπως ἔχῃ τοῖς Ἕλλησι πολεμεῖν ἀφ’ ὧν τοῖς βαρβάροις ἐστρατήγησεν. εἶτα ἃ διὰ
5Πομπήϊον Αἰγυπτίοις ἐγκαλοῦμεν, ταῦτα Αἰγύ‐ πτιοι κατηγοροῦσιν Ἀγησιλάου. ὁ μὲν γὰρ ἠδικήθη πιστεύσας, ὁ δὲ πιστευθεὶς ἐγκατέλιπε καὶ μετέστη πρὸς τοὺς πολεμοῦντας οἷς ἔπλευσε
συμμαχήσων.336