TLG 0007 045 :: PLUTARCHUS :: Pompeius

PLUTARCHUS Biogr. Phil.
(Chaeronensis: A.D. 1–2)

Pompeius

Source: Perrin, B. (ed.), Plutarch’s lives, vol. 5. Cambridge, Mass.: Harvard University Press, 1917 (repr. 1968): 116–324.

Citation: Chapter — section — (line)

Pomp
.

t

1

ΠΟΜΠΗΙΟΣ
Pomp
.

1

.

1

Πρὸς Πομπήϊον ἔοικε τοῦτο παθεῖν ὁ Ῥω‐ μαίων δῆμος εὐθὺς ἐξ ἀρχῆς, ὅπερ ὁ Αἰσχύλου Προμηθεὺς πρὸς τὸν Ἡρακλέα σωθεὶς ὑπ’ αὐτοῦ καὶ λέγων·
4
5Ἐχθροῦ πατρός μοι τοῦτο φίλτατον τέκνον.
5 οὔτε γὰρ μῖσος οὕτως ἰσχυρὸν καὶ ἄγριον ἐπε‐ δείξαντο Ῥωμαῖοι πρὸς ἕτερον στρατηγὸν ὡς τὸν Πομπηΐου πατέρα Στράβωνα, ζῶντος μὲν αὐτοῦ φοβούμενοι τὴν ἐν τοῖς ὅπλοις δύναμιν (ἦν γὰρ
Pomp
.

1

.

2

ἀνὴρ πολεμικώτατος), ἐπεὶ δὲ ἀπέθανε κεραυ‐ νωθείς, ἐκκομιζόμενον τὸ σῶμα κατασπάσαντες ἀπὸ τοῦ λέχους καὶ καθυβρίσαντες, οὔτε μὴν εὔνοιαν αὖ πάλιν σφοδροτέραν ἢ θᾶσσον ἀρξαμέ‐
5νην ἢ μᾶλλον εὐτυχοῦντι συνακμάσασαν ἢ πταί‐ σαντι παραμείνασαν βεβαιότερον ἄλλος ἔσχε
Pomp
.

1

.

3

Ῥωμαίων ἢ Πομπήϊος. αἰτία δὲ τοῦ μὲν μίσους ἐκείνῳ μία, χρημάτων ἄπληστος ἐπιθυμία, τούτῳ δὲ πολλαὶ τοῦ ἀγαπᾶσθαι, σωφροσύνη περὶ δίαιταν, ἄσκησις ἐν ὅπλοις, πιθανότης λόγου,
5πίστις ἤθους, εὐαρμοστία πρὸς ἔντευξιν, ὡς μη‐ δενὸς ἀλυπότερον δεηθῆναι μηδὲ ἥδιον ὑπουργῆσαι δεομένῳ. προσῆν γὰρ αὐτοῦ ταῖς χάρισι καὶ τὸ ἀνεπαχθὲς διδόντος καὶ τὸ σεμνὸν λαμβάνοντος.116
Pomp
.

2

.

1

Ἐν ἀρχῇ δὲ καὶ τὴν ὄψιν ἔσχεν οὐ μετρίως συνδημαγωγοῦσαν καὶ προεντυγχάνουσαν αὐτοῦ τῆς φωνῆς. τὸ γὰρ ἐράσμιον ἀξιωματικὸν ἦν φιλανθρώπως, καὶ ἐν τῷ νεαρῷ καὶ ἀνθοῦντι
5διέφαινεν εὐθὺς ἡ ἀκμὴ τὸ γεραρὸν καὶ τὸ βασι‐ λικὸν τοῦ ἤθους. ἦν δέ τις καὶ ἀναστολὴ τῆς κόμης ἀτρέμα καὶ τῶν περὶ τὰ ὄμματα ῥυθμῶν ὑγρότης τοῦ προσώπου, ποιοῦσα μᾶλλον λεγο‐ μένην ἢ φαινομένην ὁμοιότητα πρὸς τὰς Ἀλεξάν‐
Pomp
.

2

.

2

δρου τοῦ βασιλέως εἰκόνας. ᾗ καὶ τοὔνομα πολ‐ λῶν ἐν ἀρχῇ συνεπιφερόντων οὐκ ἔφευγεν ὁ Πομ‐ πήϊος, ὥστε καὶ χλευάζοντας αὐτὸν ἐνίους ἤδη καλεῖν Ἀλέξανδρον. διὸ καὶ Λεύκιος Φίλιππος,
5ἀνὴρ ὑπατικός, συνηγορῶν αὐτῷ, μηδὲν ἔφη ποιεῖν παράλογον εἰ Φίλιππος ὢν φιλαλέξανδρός ἐστιν. Φλώραν δὲ τὴν ἑταίραν ἔφασαν ἤδη πρεσ‐ βυτέραν οὖσαν ἐπιεικῶς ἀεὶ μνημονεύειν τῆς γενομένης αὐτῇ πρὸς Πομπήϊον ὁμιλίας, λέ‐
10γουσαν ὡς οὐκ ἦν ἐκείνῳ συναναπαυσαμένην
Pomp
.

2

.

3

ἀδήκτως ἀπελθεῖν. πρὸς δὲ τούτοις διηγεῖσθαι τὴν Φλώραν ἐπιθυμῆσαί τινα τῶν Πομπηΐου συνήθων αὐτῆς Γεμίνιον, καὶ πράγματα πολλὰ παρέχειν πειρῶντα· αὐτῆς δὲ φαμένης οὐκ ἂν
5ἐθελῆσαι διὰ Πομπήϊον, ἐκείνῳ τὸν Γεμίνιον διαλέγεσθαι· τὸν οὖν Πομπήϊον ἐπιτρέψαι μὲν τῷ Γεμινίῳ, μηκέτι δὲ αὐτὸν ἅψασθαι τὸ παρά‐
παν μηδὲ ἐντυχεῖν αὐτῇ, καίπερ ἐρᾶν δοκοῦντα· τοῦτο δὲ αὐτὴν οὐχ ἑταιρικῶς ἐνεγκεῖν, ἀλλὰ118
10πολὺν ὑπὸ λύπης καὶ πόθου χρόνον νοσῆσαι.
Pomp
.

2

.

4

καίτοι τὴν Φλώραν οὕτω λέγουσιν ἀνθῆσαι καὶ γενέσθαι περιβόητον ὥστε Κεκίλιον Μέτελλον ἀνδριάσι καὶ γραφαῖς κοσμοῦντα τὸν νεὼν τῶν Διοσκούρων, κἀκείνης εἰκόνα γραψάμενον ἀνα‐
5θεῖναι διὰ τὸ κάλλος. Πομπήϊος δὲ καὶ τῇ Δημητρίου τοῦ ἀπελευθέρου γυναικί, πλεῖστον ἰσχύσαντος παρ’ αὐτῷ καὶ τετρακισχιλίων τα‐ λάντων ἀπολιπόντος οὐσίαν, ἐχρῆτο παρὰ τὸν αὑτοῦ τρόπον οὐκ ἐπιεικῶς οὐδὲ ἐλευθερίως, φο‐
10βηθεὶς τὴν εὐμορφίαν αὐτῆς ἄμαχόν τινα καὶ περιβόητον οὖσαν, ὡς μὴ φανείη κεκρατημένος.
Pomp
.

2

.

5

οὕτω δὲ πάνυ πόρρωθεν εὐλαβὴς ὢν πρὸς τὰ τοιαῦτα καὶ πεφυλαγμένος, ὅμως οὐ διέφυγε τῶν ἐχθρῶν τὸν ἐπὶ τούτῳ ψόγον, ἀλλ’ ἐπὶ ταῖς γαμεταῖς ἐσυκοφαντεῖτο πολλὰ τῶν κοινῶν παρ‐
5ιδεῖν καὶ προέσθαι χαριζόμενος ἐκείναις. Τῆς δὲ περὶ τὴν δίαιταν εὐκολίας καὶ λιτό‐ τητος καὶ ἀπομνημόνευμα λέγεται τοιοῦτον.
Pomp
.

2

.

6

ἰατρὸς αὐτῷ νοσοῦντι καὶ κακῶς ἔχοντι πρὸς τὰ σιτία κίχλην προσέταξε λαβεῖν. ὡς δὲ ζητοῦντες οὐχ εὗρον ὤνιον (ἦν γὰρ παρ’ ὥραν), ἔφη δέ τις εὑρεθήσεσθαι παρὰ Λευκόλλῳ δι’ ἔτους τρεφομέ‐
5νας, “Εἶτα,” εἶπεν, “εἰ μὴ Λεύκολλος ἐτρύφα, Πομπήϊος οὐκ ἂν ἔζησε;” καὶ χαίρειν ἐάσας τὸν ἰατρὸν ἔλαβέ τι τῶν εὐπορίστων. ταῦτα μὲν οὖν ὕστερον.
Pomp
.

3

.

1

Ἔτι δὲ μειράκιον ὢν παντάπασι καὶ τῷ
πατρὶ συστρατευόμενος ἀντιτεταγμένῳ πρὸς Κίν‐ ναν, Λευκιόν τινα Τερέντιον εἶχεν ἑταῖρον καὶ σύσκηνον. οὗτος ὑπὸ Κίννα πεισθεὶς χρήμασιν120
5αὐτὸς μὲν ἔμελλε Πομπήϊον ἀποκτενεῖν, ἕτεροι δὲ
Pomp
.

3

.

2

τὴν σκηνὴν ἐμπρήσειν τοῦ στρατηγοῦ. μηνύσεως δὲ τῷ Πομπηΐῳ περὶ δεῖπνον ὄντι προσπεσούσης, οὐδὲν διαταραχθείς, ἀλλὰ καὶ πιὼν προθυμότερον καὶ φιλοφρονησάμενος τὸν Τερέντιον, ἅμα τῷ
5τραπέσθαι πρὸς ἀνάπαυσιν ὑπεκρυεὶς τῆς σκη‐ νῆς ἔλαθε, καὶ τῷ πατρὶ φρουρὰν περιστήσας ἡσύχαζεν. ὁ δὲ Τερέντιος, ὡς ἐνόμιζε καιρὸν εἶναι, σπασάμενος τὸ ξίφος ἀνέστη καὶ τῇ στιβάδι τοῦ Πομπηΐου προσελθὼν ὡς κατακειμένου πολ‐
Pomp
.

3

.

3

λὰς ἐνεφόρει πληγὰς τοῖς στρώμασιν. ἐκ δὲ τούτου γίνεται μέγα κίνημα μίσει τοῦ στρατηγοῦ, καὶ πρὸς ἀπόστασιν ὁρμὴ τῶν στρατιωτῶν, τάς τε σκηνὰς ἀνασπώντων καὶ τὰ ὅπλα λαμβανόν‐
5των. ὁ μὲν οὖν στρατηγὸς οὐ προῄει δεδιὼς τὸν θόρυβον, ὁ δὲ Πομπήϊος ἐν μέσοις ἀναστρεφό‐ μενος καὶ δακρύων ἱκέτευε, τέλος δὲ ῥίψας ἑαυτὸν ἐπὶ στόμα πρὸ τῆς πύλης τοῦ χάρακος ἐμποδὼν ἔκειτο κλαίων καὶ πατεῖν κελεύων τοὺς ἐξιόντας,
10ὥστε ἕκαστον ἀναχωρεῖν ὑπ’ αἰδοῦς καὶ πάντας οὕτω πλὴν ὀκτακοσίων μεταβαλέσθαι καὶ διαλ‐ λαγῆναι πρὸς τὸν στρατηγόν.
Pomp
.

4

.

1

Ἅμα δὲ τῷ τελευτῆσαι τὸν Στράβωνα, δίκην κλοπῆς ἔσχεν ὑπὲρ αὐτοῦ δημοσίων χρη‐ μάτων ὁ Πομπήϊος. καὶ τὰ μὲν πλεῖστα φωρά‐ σας ἕνα τῶν ἀπελευθέρων ὁ Πομπήϊος νενοσφισ‐
5μένον Ἀλέξανδρον, ἀπέδειξε τοῖς ἄρχουσιν, αὐτὸς δὲ λίνα θηρατικὰ καὶ βιβλία τῶν ἐν Ἄσκλῳ ληφθέντων ἔχειν κατηγορεῖτο. ταῦτα δὲ ἔλαβε
μὲν παρὰ τοῦ πατρὸς ἑλόντος τὸ Ἄσκλον, ἀπώ‐ λεσε δὲ τῶν Κίννα δορυφόρων, ὅτε κατῆλθεν,122
10ὠσαμένων εἰς τὴν οἰκίαν αὐτοῦ καὶ διαρπασάν‐
Pomp
.

4

.

2

των. ἐγίνοντο δὲ τῆς δίκης αὐτῷ προαγῶνες οὐκ ὀλίγοι πρὸς τὸν κατήγορον. ἐν οἷς ὀξὺς ἅμα καὶ παρ’ ἡλικίαν εὐσταθὴς φαινόμενος δόξαν ἔσχε μεγάλην καὶ χάριν, ὥστε Ἀντίστιον στρατη‐
5γοῦντα καὶ βραβεύοντα τὴν δίκην ἐκείνην ἐρα‐ σθῆναι τοῦ Πομπηΐου καὶ γυναῖκα διδόναι τὴν ἑαυτοῦ θυγατέρα καὶ περὶ τούτου τοῖς φίλοις
Pomp
.

4

.

3

διαλέγεσθαι. δεξαμένου δὲ Πομπηΐου καὶ γενο‐ μένων ἐν αὐτοῖς ἀπορρήτων ὁμολογιῶν, ὅμως οὐκ ἔλαθε τοὺς πολλοὺς τὸ πρᾶγμα διὰ τὴν τοῦ Ἀντιστίου σπουδήν. τέλος δὲ τὴν γνώμην ἀνα‐
5γορεύσαντος αὐτοῦ τῶν δικαστῶν ἀπολύουσαν, ὥσπερ ἐκ παραγγέλματος ὁ δῆμος ἐπεφώνησε τοῦτο δὴ τὸ τοῖς γαμοῦσιν ἐπιφωνούμενον ἐξ ἔθους παλαιοῦ, Ταλασίῳ.
Pomp
.

4

.

4

Τὸ δὲ ἔθος ἀρχὴν λαβεῖν φασι τοιαύτην. ὅτε τὰς θυγατέρας τῶν Σαβίνων ἐπὶ θέαν ἀγῶνος εἰς Ῥώμην παραγενομένας οἱ πρωτεύοντες ἀρετῇ Ῥωμαίων ἥρπαζον ἑαυτοῖς γυναῖκας, ἄδοξοί τινες
5πελάται καὶ βοτῆρες ἀράμενοι κόρην καλὴν καὶ μεγάλην ἐκόμιζον. ὅπως οὖν μὴ προστυχών τις ἀφέληται τῶν κρειττόνων, ἐβόων θέοντες ἅμα Ταλασίῳ (τῶν δὲ χαριέντων καὶ γνωρίμων τις ἦν ὁ Ταλάσιος), ὥστε τοὺς ἀκούσαντας τοὔνομα
10κροτεῖν καὶ βοᾶν οἷον συνηδομένους καὶ συνεπ‐
Pomp
.

4

.

5

αινοῦντας. ἐκ τούτου φασὶ (καὶ γὰρ εὐτυχὴς ὁ
γάμος ἀπέβη τῷ Ταλασίῳ) ταύτην τὴν ἐπιφώ‐ νησιν μετὰ παιδιᾶς γενέσθαι τοῖς γαμοῦσιν. οὗτος ὁ λόγος πιθανώτατός ἐστι τῶν περὶ τοῦ124
5Ταλασίου λεγομένων. ὀλίγαις δ’ οὖν ὕστερον ἡμέραις ὁ Πομπήϊος ἠγάγετο τὴν Ἀντιστίαν.
Pomp
.

5

.

1

Ἐπεὶ δὲ πρὸς Κίνναν εἰς τὸ στρατόπεδον πορευθεὶς ἐξ αἰτίας τινὸς καὶ διαβολῆς ἔδεισε καὶ ταχὺ λαθὼν ἐκποδὼν ἐποίησεν ἑαυτόν, οὐκ ὄντος ἐμφανοῦς αὐτοῦ θροῦς διῆλθεν ἐν τῷ στρατοπέδῳ
5καὶ λόγος ὡς ἀνῃρήκοι τὸν νεανίσκον ὁ Κίννας· ἐκ δὲ τούτου οἱ πάλαι βαρυνόμενοι καὶ μισοῦντες ὥρμησαν ἐπ’ αὐτόν. ὁ δὲ φεύγων καὶ καταλαμ‐ βανόμενος ὑπό τινος τῶν λοχαγῶν γυμνῷ τῷ ξίφει διώκοντος προσέπεσε τοῖς γόνασι καὶ τὴν
Pomp
.

5

.

2

σφραγῖδα προὔτεινε πολύτιμον οὖσαν. ὁ δὲ καὶ μάλα ὑβριστικῶς εἰπών, “Ἀλλ’ οὐκ ἐγγύην ἔρχομαι σφραγιούμενος, ἀλλὰ ἀνόσιον καὶ παρά‐ νομον τιμωρησόμενος τύραννον,” ἀπέκτεινεν αὐ‐
5τόν. οὕτω δὲ τοῦ Κίννα τελευτήσαντος ἐδέξατο μὲν τὰ πράγματα καὶ συνεῖχε Κάρβων ἐμπληκ‐ τότερος ἐκείνου τύραννος, ἐπῄει δὲ Σύλλας τοῖς πλείστοις ποθεινός, ὑπὸ τῶν παρόντων κακῶν οὐδὲ δεσπότου μεταβολὴν μικρὸν ἡγουμένοις ἀγα‐
10θόν. εἰς τοῦτο προήγαγον αἱ συμφοραὶ τὴν πόλιν, ὡς δουλείαν ἐπιεικεστέραν ζητεῖν ἀπογνώσει τῆς ἐλευθερίας.
Pomp
.

6

.

1

Τότε οὖν ὁ Πομπήϊος ἐν τῇ Πικηνίδι τῆς Ἰταλίας διέτριβεν, ἔχων μὲν αὐτόθι καὶ χωρία, τὸ δὲ πλέον ταῖς πόλεσιν ἡδόμενος οἰκείως καὶ φιλικῶς πατρόθεν ἐχούσαις πρὸς αὐτόν. ὁρῶν δὲ
5τοὺς ἐπιφανεστάτους καὶ βελτίστους τῶν πολι‐ τῶν ἀπολείποντας τὰ οἰκεῖα καὶ πανταχόθεν εἰς
τὸ Σύλλα στρατόπεδον ὥσπερ εἰς λιμένα κατα‐ θέοντας, αὐτὸς οὐκ ἠξίωσεν ἀποδρὰς οὐδὲ ἀσύμ‐ βολος οὐδὲ χρῄζων βοηθείας, ἀλλὰ ὑπάρξας τινὸς126
10χάριτος ἐνδόξως καὶ μετὰ δυνάμεως ἐλθεῖν πρὸς
Pomp
.

6

.

2

αὐτόν. ὅθεν ἐκίνει τοὺς Πικηνοὺς ἀποπειρώ‐ μενος. οἱ δὲ ὑπήκουον αὐτῷ προθύμως καὶ τοῖς παρὰ Κάρβωνος ἥκουσιν οὐ προσεῖχον. Οὐηδίου δέ τινος εἰπόντος ὅτι δημαγωγὸς αὐτοῖς ἐκ παι‐
5δαγωγείου παραπεπήδηκεν ὁ Πομπήϊος, οὕτως ἠγανάκτησαν ὥστε εὐθὺς ἀνελεῖν προσπεσόντες τὸν Οὐήδιον.
Pomp
.

6

.

3

Ἐκ τούτου Πομπήϊος ἔτη μὲν τρία καὶ εἴκοσι γεγονώς, ὑπ’ οὐδενὸς δὲ ἀνθρώπων ἀποδεδειγ‐ μένος στρατηγός, αὐτὸς ἑαυτῷ δοὺς τὸ ἄρχειν, ἐν Αὐξίμῳ, πόλει μεγάλῃ, βῆμα θεὶς ἐν ἀγορᾷ, καὶ
5τοὺς πρωτεύοντας αὐτῶν ἀδελφοὺς δύο Οὐεντι‐ δίους ὑπὲρ Κάρβωνος ἀντιπράττοντας διατάγ‐ ματι μεταστῆναι τῆς πόλεως κελεύσας, στρατιώ‐ τας κατέλεγε, καὶ λοχαγοὺς καὶ ταξιάρχους κατὰ κόσμον ἀποδείξας ἑκάστοις τὰς κύκλῳ πόλεις
Pomp
.

6

.

4

ἐπῄει τὸ αὐτὸ ποιῶν. ἐξανισταμένων δὲ καὶ ὑποχωρούντων ὅσοι τὰ Κάρβωνος ἐφρόνουν, τῶν δὲ ἄλλων ἀσμένως ἐπιδιδόντων αὑτούς, οὕτω κατανείμας ἐν ὀλίγῳ χρόνῳ τρία τάγματα τέλεια,
5καὶ τροφὴν πορίσας καὶ σκευαγωγὰ καὶ ἁμάξας καὶ τὴν ἄλλην πᾶσαν παρασκευήν, ἦγε πρὸς Σύλ‐ λαν, οὐκ ἐπειγόμενος οὐδὲ τὸ λαθεῖν ἀγαπῶν, ἀλλὰ διατρίβων καθ’ ὁδὸν ἐν τῷ κακῶς ποιεῖν τοὺς πολεμίους, καὶ πᾶν ὅσον ἐπῄει τῆς Ἰταλίας
10πειρώμενος ἀφιστάναι τοῦ Κάρβωνος.
Pomp
.

7

.

1

Ἀνέστησαν οὖν ἐπ’ αὐτὸν τρεῖς ἅμα στρατηγοὶ πολέμιοι, Καρίνας καὶ Κλοίλιος καὶ
Βροῦτος, οὐκ ἐναντίοι πάντες οὐδὲ ὁμόθεν, ἀλλὰ κύκλῳ τρισὶ στρατοπέδοις περιχωροῦντες ὡς128
5ἀναρπασόμενοι. ὁ δὲ οὐκ ἔδεισεν, ἀλλὰ πᾶσαν εἰς ταὐτὸ τὴν δύναμιν συναγαγὼν ὥρμησεν ἐφ’ ἓν τὸ τοῦ Βρούτου στράτευμα, τοὺς ἱππεῖς, ἐν οἷς
Pomp
.

7

.

2

ἦν αὐτός, προτάξας. ἐπεὶ δὲ καὶ παρὰ τῶν πολεμίων ἀντεξίππευσαν οἱ Κελτοί, τὸν πρῶτον αὐτῶν καὶ ῥωμαλεώτατον φθάνει παίσας ἐκ χειρὸς δόρατι καὶ καταβαλών. οἱ δὲ ἄλλοι
5τραπόμενοι καὶ τὸ πεζὸν συνετάραξαν, ὥστε φυγὴν γενέσθαι πάντων. ἐκ δὲ τούτου στασιά‐ σαντες οἱ στρατηγοὶ πρὸς ἀλλήλους ἀνεχώρησαν, ὡς ἕκαστος ἔτυχε, Πομπηΐῳ δὲ προσεχώρουν αἱ πόλεις, ὡς διὰ φόβον ἐσκεδασμένων τῶν πολε‐
Pomp
.

7

.

3

μίων. αὖθις δὲ Σκηπίωνος ἐπιόντος αὐτῷ τοῦ ὑπάτου, πρὶν ἐν ἐμβολαῖς ὑσσῶν γενέσθαι τὰς φάλαγγας, οἱ Σκηπίωνος ἀσπασάμενοι τοὺς Πομ‐ πηΐου μετεβάλοντο, Σκηπίων δὲ ἔφυγε. τέλος δὲ
5Κάρβωνος αὐτοῦ περὶ τὸν Ἄρσιν ποταμὸν ἱπ‐ πέων συχνὰς ἴλας ἐφέντος, εὐρώστως ὑποστὰς καὶ τρεψάμενος εἰς χαλεπὰ καὶ ἄφιππα χωρία πάντας ἐμβάλλει διώκων· οἱ δὲ τὴν σωτηρίαν ἀνέλπιστον ὁρῶντες ἐνεχείρισαν αὑτοὺς μετὰ τῶν
10ὅπλων καὶ τῶν ἵππων.
Pomp
.

8

.

1

Οὔπω δὲ ταῦτα Σύλλας ἐπέπυστο, πρὸς δὲ τὰς πρώτας ἀγγελίας καὶ φήμας ὑπὲρ αὐτοῦ δεδοικὼς ἐν τοσούτοις καὶ τηλικούτοις ἀναστρεφομένου στρατηγοῖς πολεμίοις, ἐδίωκε
5βοηθήσων. γνοὺς δὲ ὁ Πομπήϊος ἐγγὺς ὄντα
προσέταξε τοῖς ἡγεμόσιν ἐξοπλίζειν καὶ διακοσ‐ μεῖν τὴν δύναμιν, ὡς καλλίστη τῷ αὐτοκράτορι καὶ λαμπροτάτη φανείη· μεγάλας γὰρ ἤλπιζε130
Pomp
.

8

.

2

παρ’ αὐτοῦ τιμάς, ἔτυχε δὲ μειζόνων. ὡς γὰρ εἶδεν αὐτὸν ὁ Σύλλας προσιόντα καὶ τὴν στρα‐ τιὰν παρεστῶσαν εὐανδρίᾳ τε θαυμαστὴν καὶ διὰ τὰς κατορθώσεις ἐπηρμένην καὶ ἱλαράν, ἀποπη‐
5δήσας τοῦ ἵππου καὶ προσαγορευθείς, ὡς εἰκός, αὐτοκράτωρ ἀντιπροσηγόρευσεν αὐτοκράτορα τὸν Πομπήϊον, οὐδενὸς ἂν προσδοκήσαντος ἀνδρὶ νέῳ καὶ μηδέπω βουλῆς μετέχοντι κοινώσασθαι τοὔ‐ νομα τοῦτο Σύλλαν, περὶ οὗ Σκηπίωσι καὶ
Pomp
.

8

.

3

Μαρίοις ἐπολέμει. καὶ τἆλλα δὲ ἦν ὁμολο‐ γοῦντα ταῖς πρώταις φιλοφροσύναις, ὑπεξανι‐ σταμένου τε προσιόντι τῷ Πομπηΐῳ καὶ τῆς κεφαλῆς ἀπάγοντος τὸ ἱμάτιον, ἃ πρὸς ἄλλον οὐ
5ῥᾳδίως ἑωρᾶτο ποιῶν, καίπερ ὄντων πολλῶν καὶ ἀγαθῶν περὶ αὐτόν.
Pomp
.

8

.

4

Οὐ μὴν ἐκουφίσθη γε τούτοις ὁ Πομπήϊος, ἀλλ’ εὐθὺς εἰς τὴν Κελτικὴν ὑπ’ αὐτοῦ πεμπό‐ μενος, ἣν ἔχων ὁ Μέτελλος ἐδόκει μηδὲν ἄξιον πράττειν τῆς παρασκευῆς, οὐ καλῶς ἔφη ἔχειν
5πρεσβύτερον καὶ προὔχοντα δόξῃ στρατηγίας ἀφαιρεῖσθαι, βουλομένῳ μέντοι τῷ Μετέλλῳ καὶ κελεύοντι συμπολεμεῖν καὶ βοηθεῖν ἕτοιμος εἶναι.
Pomp
.

8

.

5

δεξαμένου δὲ τοῦ Μετέλλου καὶ γράψαντος ἥκειν, ἐμβαλὼν εἰς τὴν Κελτικὴν αὐτός τε καθ’ ἑαυτὸν ἔργα θαυμαστὰ διεπράττετο, καὶ τοῦ Μετέλλου τὸ μάχιμον καὶ θαρσαλέον ἤδη σβεννύμενον ὑπὸ
5γήρως αὖθις ἐξερρίπιζε καὶ συνεξεθέρμαινεν, ὥσπερ ὁ ῥέων καὶ πεπυρωμένος χαλκὸς τῷ πεπη‐ γότι καὶ ψυχρῷ περιχυθεὶς λέγεται τοῦ πυρὸς
Pomp
.

8

.

6

μᾶλλον ἀνυγραίνειν καὶ συνανατήκειν. ἀλλὰ γάρ, ὥσπερ ἀθλητοῦ πρωτεύσαντος ἐν ἀνδράσι καὶ τοὺς πανταχοῦ καθελόντος ἐνδόξως ἀγῶνας εἰς οὐδένα λόγον τὰς παιδικὰς τίθενται νίκας οὐδ’132
5ἀναγράφουσιν, οὕτως ἃς ἔπραξε τότε πράξεις ὁ Πομπήϊος, αὐτὰς καθ’ ἑαυτὰς ὑπερφυεῖς οὔσας, πλήθει δὲ καὶ μεγέθει τῶν ὑστέρων ἀγώνων καὶ πολέμων κατακεχωσμένας, ἐδεδίειν κινεῖν, μὴ περὶ τὰ πρῶτα πολλῆς διατριβῆς γενομένης τῶν
10μεγίστων καὶ μάλιστα δηλούντων τὸ ἦθος ἔργων καὶ παθημάτων τοῦ ἀνδρὸς ἀπολειφθῶμεν.
Pomp
.

9

.

1

Ἐπεὶ τοίνυν ἐκράτησε τῆς Ἰταλίας ὁ Σύλλας καὶ δικτάτωρ ἀνηγορεύθη, τοὺς μὲν ἄλ‐ λους ἡγεμόνας καὶ στρατηγοὺς ἠμείβετο πλου‐ σίους ποιῶν καὶ προάγων ἐπὶ ἀρχὰς καὶ χαριζό‐
5μενος ἀφθόνως καὶ προθύμως ὧν ἕκαστος ἐδεῖτο, Πομπήϊον δὲ θαυμάζων δι’ ἀρετὴν καὶ μέγα νομίζων ὄφελος εἶναι τοῖς ἑαυτοῦ πράγμασιν, ἐσπούδασεν ἁμῶς γέ πως οἰκειότητι προσθέσθαι.
Pomp
.

9

.

2

συμβουλομένης δὲ τῆς γυναικὸς αὐτοῦ τῆς Με‐ τέλλης, πείθουσι τὸν Πομπήϊον ἀπαλλαγέντα τῆς Ἀντιστίας λαβεῖν γυναῖκα τὴν Σύλλα πρό‐ γονον Αἰμιλίαν, ἐκ Μετέλλης καὶ Σκαύρου γε‐
5γενημένην, ἀνδρὶ δὲ συνοικοῦσαν ἤδη καὶ κύουσαν τότε. Ἦν οὖν τυραννικὰ τὰ τοῦ γάμου καὶ τοῖς Σύλλα καιροῖς μᾶλλον ἢ τοῖς Πομπηΐου τρόποις πρέποντα, τῆς μὲν Αἰμιλίας ἀγομένης ἐγκύμονος
Pomp
.

9

.

3

παρ’ ἑτέρου πρὸς αὐτόν, ἐξελαυνομένης δὲ τῆς Ἀντιστίας ἀτίμως καὶ οἰκτρῶς, ἅτε δὴ καὶ τοῦ πατρὸς ἔναγχος ἐστερημένης διὰ τὸν ἄνδρα· κατεσφάγη γὰρ ὁ Ἀντίστιος ἐν τῷ βουλευτηρίῳ134
5δοκῶν τὰ Σύλλα φρονεῖν διὰ Πομπήϊον· ἡ δὲ μήτηρ αὐτῆς ἐπιδοῦσα ταῦτα προήκατο τὸν βίον ἑκουσίως, ὥστε καὶ τοῦτο τὸ πάθος τῇ περὶ τὸν γάμον ἐκεῖνον τραγῳδίᾳ προσγενέσθαι καὶ νὴ Δία τὸ τὴν Αἰμιλίαν εὐθὺς διαφθαρῆναι παρὰ
10τῷ Πομπηΐῳ τίκτουσαν.
Pomp
.

10

.

1

Ἐκ τούτου Σικελίαν ἠγγέλλετο Περπέννας αὑτῷ κρατύνεσθαι καὶ τοῖς περιοῦσιν ἔτι τῆς ἐναντίας στάσεως ὁρμητήριον παρέχειν τὴν νῆσον, αἰωρουμένου καὶ Κάρβωνος αὐτόθι ναυτικῷ καὶ
5Δομετίου Λιβύῃ προσπεπτωκότος, ἄλλων τε πολλῶν ἐπέκεινα μεγάλων ὠθουμένων φυγάδων, ὅσοι τὰς προγραφὰς ἔφθησαν ἀποδράντες. ἐπὶ τούτους Πομπήϊος ἀπεστάλη μετὰ πολλῆς δυνά‐
Pomp
.

10

.

2

μεως. καὶ Περπέννας μὲν εὐθὺς αὐτῷ Σικελίας ἐξέστη, τὰς δὲ πόλεις ἀνελάμβανε τετρυχωμένας καὶ φιλανθρώπως πάσαις ἐχρῆτο πλὴν Μαμερτί‐ νων τῶν ἐν Μεσσήνῃ. παραιτουμένων γὰρ αὐτοῦ
5τὸ βῆμα καὶ τὴν δικαιοδοσίαν ὡς νόμῳ παλαιῷ Ῥωμαίων ἀπειρημένα, “Οὐ παύσεσθε,” εἶπεν, “ἡμῖν ὑπεζωσμένοις ξίφη νόμους ἀναγινώσκον‐
Pomp
.

10

.

3

τες;” ἔδοξε δὲ καὶ ταῖς Κάρβωνος οὐκ ἀνθρω‐ πίνως ἐνυβρίσαι συμφοραῖς. εἰ γὰρ ἦν ἀναγκαῖον αὐτόν, ὥσπερ ἦν ἴσως, ἀνελεῖν, εὐθὺς ἔδει
λαβόντα, καὶ τοῦ κελεύσαντος ἂν ἦν τὸ ἔργον.136
5ὁ δὲ δέσμιον προαγαγὼν ἄνδρα Ῥωμαῖον τρὶς ὑπατεύσαντα καὶ πρὸ τοῦ βήματος στήσας καθεζόμενος αὐτὸς ἀνέκρινεν, ἀχθομένων καὶ βαρυνομένων τῶν παρόντων· εἶτα ἐκέλευσεν
Pomp
.

10

.

4

ἀπαγαγόντας ἀνελεῖν. ἀπαχθέντα μέντοι φασὶν αὐτόν, ὡς εἶδεν ἑλκόμενον ἤδη τὸ ξίφος, δεῖσθαι τόπον αὑτῷ καὶ χρόνον βραχύν, ὡς ὑπὸ κοιλίας ἐνοχλουμένῳ, παρασχεῖν. Γάϊος δὲ Ὄππιος ὁ
5Καίσαρος ἑταῖρος ἀπανθρώπως φησὶ καὶ Κοΐντῳ Οὐαλλερίῳ χρήσασθαι τὸν Πομπήϊον. ἐπιστά‐ μενον γὰρ ὡς ἔστι φιλολόγος ἀνὴρ καὶ φιλομαθὴς ἐν ὀλίγοις ὁ Οὐαλλέριος, ὡς ἤχθη πρὸς αὐτόν, ἐπισπασάμενον καὶ συμπεριπατήσαντα καὶ πυθό‐
10μενον ὧν ἔχρῃζε καὶ μαθόντα, προστάξαι τοῖς ὑπηρέταις εὐθὺς ἀνελεῖν ἀπαγαγόντας.
Pomp
.

10

.

5

Ἀλλ’ Ὀππίῳ μέν, ὅταν περὶ τῶν Καίσαρος πολεμίων ἢ φίλων διαλέγηται, σφόδρα δεῖ πιστεύειν μετὰ εὐλαβείας· Πομπήϊος δὲ τοὺς μὲν ἐν δόξῃ μάλιστα τῶν Σύλλα πολεμίων καὶ
5φανερῶς ἁλισκομένους ἀναγκαίως ἐκόλαζε, τῶν δ’ ἄλλων ὅσους ἐξῆν περιεώρα λανθάνοντας,
Pomp
.

10

.

6

ἐνίους δὲ καὶ συνεξέπεμπε. τὴν δ’ Ἱμεραίων πόλιν ἐγνωκότος αὐτοῦ κολάζειν γενομένην μετὰ τῶν πολεμίων, Σθένις ὁ δημαγωγὸς αἰτησάμενος λόγον οὐκ ἔφη δίκαια ποιήσειν τὸν Πομπήϊον,
5ἐὰν τὸν αἴτιον ἀφεὶς ἀπολέσῃ τοὺς μηδὲν ἀδι‐ κοῦντας. ἐρομένου δὲ ἐκείνου τίνα λέγει τὸν αἴτιον, ἑαυτὸν ὁ Σθένις ἔφη, τοὺς μὲν φίλους
πείσαντα τῶν πολιτῶν, τοὺς δ’ ἐχθροὺς βιασά‐138
Pomp
.

10

.

7

μενον. ἀγασθεὶς οὖν τὴν παρρησίαν καὶ τὸ φρόνημα τοῦ ἀνδρὸς ὁ Πομπήϊος ἀφῆκε τῆς αἰτίας πρῶτον ἐκεῖνον, εἶτα τοὺς ἄλλους ἅπαντας. ἀκούων δὲ τοὺς στρατιώτας ἐν ταῖς ὁδοιπορίαις
5ἀτακτεῖν, σφραγῖδα ταῖς μαχαίραις αὐτῶν ἐπέ‐ βαλεν, ἣν ὁ μὴ φυλάξας ἐκολάζετο.
Pomp
.

11

.

1

Ταῦτα πράττων ἐν Σικελίᾳ καὶ πολιτευό‐ μενος ἐδέξατο δόγμα συγκλήτου καὶ γράμματα Σύλλα κελεύοντα εἰς Λιβύην πλεῖν καὶ πολεμεῖν Δομετίῳ κατὰ κράτος, ἠθροικότι πολλαπλασίαν
5δύναμιν ἧς ἔχων Μάριος οὐ πάλαι διεπέρασεν ἐκ Λιβύης εἰς Ἰταλίαν καὶ συνέχει τὰ Ῥωμαίων πράγματα, τύραννος ἐκ φυγάδος καταστάς.
Pomp
.

11

.

2

ὀξέως οὖν ἅπαντα παρασκευασάμενος ὁ Πομ‐ πήϊος Σικελίας μὲν ἄρχοντα Μέμμιον κατέλιπε τὸν ἄνδρα τῆς ἀδελφῆς, αὐτὸς δὲ ἀνήγετο ναυσὶ μὲν μακραῖς ἑκατὸν εἴκοσι, φορτηγοῖς δὲ σῖτον
5καὶ βέλη καὶ χρήματα καὶ μηχανὰς κομιζούσαις ὀκτακοσίαις. κατασχόντι δὲ αὐτῷ ταῖς μὲν εἰς Ἰτύκην ναυσί, ταῖς δὲ εἰς Καρχηδόνα, τῶν πολε‐ μίων ἀποστάντες ἑπτακισχίλιοι προσεχώρησαν, αὐτὸς δὲ ἦγεν ἓξ ἐντελῆ τάγματα.
Pomp
.

11

.

3

Συμβῆναι δὲ αὐτῷ πρᾶγμα γελοῖον ἱστοροῦσι. στρατιῶται γάρ τινες, ὡς ἔοικε, θησαυρῷ περι‐ πεσόντες ἔλαβον συχνὰ χρήματα. τοῦ δὲ πράγ‐ ματος γενομένου φανεροῦ δόξα τοῖς ἄλλοις
5παρέστη πᾶσι χρημάτων μεστὸν εἶναι τὸν τόπον ἐν ταῖς ποτε τύχαις τῶν Καρχηδονίων ἀποτε‐
Pomp
.

11

.

4

θειμένων. οὐδὲν οὖν ὁ Πομπήϊος εἶχε χρῆσθαι τοῖς στρατιώταις ἐπὶ πολλὰς ἡμέρας θησαυροὺς ζητοῦσιν, ἀλλὰ περιῄει γελῶν καὶ θεώμενος ὁμοῦ
μυριάδας τοσαύτας ὀρυσσούσας καὶ στρεφούσας140
5τὸ πεδίον, ἕως ἀπειπόντες ἐκέλευον αὑτοὺς ἄγειν ὅπη βούλεται τὸν Πομπήϊον, ὡς δίκην ἱκανὴν τῆς ἀβελτερίας δεδωκότας.
Pomp
.

12

.

1

Ἀντιτεταγμένου δὲ τοῦ Δομετίου καὶ χαράδραν τινὰ προβεβλημένου χαλεπὴν περᾶσαι καὶ τραχεῖαν, ὄμβρος ἅμα πνεύματι πολὺς ἕωθεν ἀρξάμενος κατεῖχεν, ὥστε ἀπογνόντα τῆς ἡμέρας
5ἐκείνης μαχέσασθαι τὸν Δομέτιον ἀναζυγὴν παραγγεῖλαι. Πομπήϊος δὲ τοῦτον αὑτοῦ ποι‐ ούμενος τὸν καιρὸν ὀξέως ἐπῄει καὶ διέβαινε τὴν
Pomp
.

12

.

2

χαράδραν. οἱ δὲ ἀτάκτως καὶ θορυβούμενοι καὶ οὐ πάντες οὐδὲ ὁμαλῶς ὑφίσταντο, καὶ τὸ πνεῦμα περιῄει τὴν ζάλην αὐτοῖς προσβάλλον ἐναντίαν. οὐ μὴν ἀλλὰ καὶ τοὺς Ῥωμαίους ὁ χειμὼν ἐτάρα‐
5ξεν οὐ καθορῶντας ἀλλήλους ἀκριβῶς, αὐτός τε Πομπήϊος ἐκινδύνευσεν ἀγνοηθεὶς ἀποθανεῖν, ἐρωτῶντι στρατιώτῃ τὸ σύνθημα βράδιον ἀπο‐ κρινάμενος.
Pomp
.

12

.

3

Ὠσάμενοι δὲ πολλῷ φόνῳ τοὺς πολεμίους (λέγονται γὰρ ἀπὸ δισμυρίων τρισχίλιοι δια‐ φυγεῖν) αὐτοκράτορα τὸν Πομπήϊον ἠσπάσαντο. φήσαντος δὲ ἐκείνου μὴ δέχεσθαι τὴν τιμὴν ἕως
5ὀρθὸν ἕστηκε τὸ στρατόπεδον τῶν πολεμίων, εἰ δὲ αὐτὸν ἀξιοῦσι ταύτης τῆς προσηγορίας, ἐκεῖνο χρῆναι πρότερον καταβαλεῖν, ὥρμησαν εὐθὺς ἐπὶ τὸν χάρακα· καὶ Πομπήϊος ἄνευ κράνους ἠγωνί‐
Pomp
.

12

.

4

ζετο δεδοικὼς τὸ πρότερον πάθος. ἁλίσκεται δὴ τὸ στρατόπεδον καὶ ἀποθνήσκει Δομέτιος. τῶν δὲ πόλεων αἱ μὲν εὐθὺς ὑπήκουον, αἱ δὲ κατὰ
κράτος ἐλήφθησαν. εἷλε δὲ καὶ τῶν βασιλέων142
5Ἰάρφαν τὸν συμμαχήσαντα Δομετίῳ, τὴν δὲ βασιλείαν Ἰάμψᾳ παρέδωκε. χρώμενος δὲ τῇ τύχῃ καὶ τῇ ῥύμῃ τοῦ στρατεύματος εἰς τὴν Νομαδικὴν ἐνέβαλε· καὶ πολλῶν ὁδὸν ἡμερῶν
Pomp
.

12

.

5

ἐλάσας καὶ πάντων κρατήσας οἷς ἐνέτυχε, καὶ τὸ πρὸς Ῥωμαίους δέος ἤδη τῶν βαρβάρων ἐξερρυηκὸς αὖθις ἰσχυρὸν καὶ φοβερὸν ἐγκατα‐ στήσας, οὐδὲ τὰ θηρία δεῖν ἔφη τὰ τὴν Λιβύην
5κατοικοῦντα τῆς τῶν Ῥωμαίων ἄπειρα ῥώμης καὶ τόλμης ἀπολείπειν. ὅθεν ἐν θήραις λεόντων καὶ ἐλεφάντων ἡμέρας διέτριψεν οὐ πολλάς· ταῖς δὲ πάσαις, ὥς φασι, τεσσαράκοντα τοὺς πολεμίους συνεῖλε καὶ Λιβύην ἐχειρώσατο καὶ διῄτησε τὰ
10τῶν βασιλέων, ἔτος ἄγων ἐκεῖνο τέταρτον καὶ εἰκοστόν.
Pomp
.

13

.

1

Ἐπανελθόντι δὲ εἰς Ἰτύκην αὐτῷ γράμ‐ ματα κομίζεται Σύλλα προστάττοντος ἀφιέναι μὲν τὴν ἄλλην στρατιάν, αὐτὸν δὲ μεθ’ ἑνὸς τάγματος περιμένειν αὐτόθι τὸν διαδεξόμενον
5στρατηγόν. ἐπὶ τούτοις ἀδήλως μὲν αὐτὸς ἤχθετο καὶ βαρέως ἔφερεν, ἐμφανῶς δὲ ὁ στρατὸς ἠγανάκτει· καὶ δεηθέντος τοῦ Πομπηΐου προ‐ ελθεῖν, τόν τε Σύλλαν κακῶς ἔλεγον, κἀκεῖνον οὐκ ἔφασαν προήσεσθαι χωρὶς αὑτῶν, οὐδὲ εἴων
Pomp
.

13

.

2

πιστεύειν τῷ τυράννῳ. τὸ μὲν οὖν πρῶτον ὁ Πομπήϊος ἐπειρᾶτο πραΰνειν καὶ παρηγορεῖν αὐτούς· ὡς δ’ οὐκ ἔπειθε, καταβὰς ἀπὸ τοῦ βήματος ἐπὶ τὴν σκηνὴν ἀπῄει δεδακρυμένος.
5οἱ δὲ συλλαβόντες αὐτὸν αὖθις ἐπὶ τοῦ βήματος κατέστησαν· καὶ πολὺ μέρος τῆς ἡμέρας ἀνη‐ λώθη, τῶν μὲν μένειν καὶ ἄρχειν κελευόντων, τοῦ
δὲ πείθεσθαι δεομένου καὶ μὴ στασιάζειν, ἄχρι οὗ προσλιπαρούντων καὶ καταβοώντων ὤμοσεν144
10ἀναιρήσειν ἑαυτὸν εἰ βιάζοιντο, καὶ μόλις οὕτως ἐπαύσαντο.
Pomp
.

13

.

3

Τῷ δὲ Σύλλᾳ πρώτη μὲν ἦλθεν ἀγγελία τὸν Πομπήϊον ἀφεστάναι, καὶ πρὸς τοὺς φίλους εἶπεν ὡς ἄρα πεπρωμένον ἦν αὐτῷ γενομένῳ γέροντι παίδων ἀγῶνας ἀγωνίζεσθαι, διὰ τὸ καὶ Μάριον
5αὐτῷ νέον ὄντα κομιδῇ πλεῖστα πράγματα παρα‐ σχεῖν καὶ εἰς τοὺς ἐσχάτους περιστῆσαι κινδύ‐
Pomp
.

13

.

4

νους, πυθόμενος δὲ τἀληθῆ, καὶ πάντας ἀνθρώ‐ πους αἰσθανόμενος δέχεσθαι καὶ παραπέμπειν τὸν Πομπήϊον ὡρμημένους μετ’ εὐνοίας, ἔσπευδεν ὑπερβαλέσθαι· καὶ προελθὼν ἀπήντησεν αὐτῷ,
5καὶ δεξιωσάμενος ὡς ἐνῆν προθυμότατα μεγάλῃ φωνῇ Μάγνον ἠσπάσατο, καὶ τοὺς παρόντας
Pomp
.

13

.

5

οὕτως ἐκέλευσε προσαγορεῦσαι. σημαίνει δὲ τὸν μέγαν ὁ Μάγνος. ἕτεροι δέ φασιν ἐν Λιβύῃ πρῶτον ἀναφώνημα τοῦτο τοῦ στρατοῦ παντὸς γενέσθαι, κράτος δὲ λαβεῖν καὶ δύναμιν ὑπὸ
5Σύλλα βεβαιωθέν. αὐτὸς μέντοι πάντων ὕστα‐ τος καὶ μετὰ πολὺν χρόνον εἰς Ἰβηρίαν ἀνθύ‐ πατος ἐκπεμφθεὶς ἐπὶ Σερτώριον ἤρξατο γράφειν ἑαυτὸν ἐν ταῖς ἐπιστολαῖς καὶ τοῖς διατάγμασι Μάγνον Πομπήϊον· οὐκέτι γὰρ ἦν ἐπίφθονον
10τοὔνομα σύνηθες γενόμενον.
Pomp
.

13

.

6

Ὅθεν εἰκότως ἀγασθείη καὶ θαυμάσειεν ἄν τις τοὺς πάλαι Ῥωμαίους, οἳ ταῖς τοιαύταις ἐπι‐ κλήσεσι καὶ προσωνυμίαις οὐ τὰς πολεμικὰς ἠμείβοντο καὶ στρατιωτικὰς κατορθώσεις μόνον,
5ἀλλὰ καὶ τὰς πολιτικὰς πράξεις καὶ ἀρετὰς
Pomp
.

13

.

7

ἐκόσμουν. δύο γοῦν Μαξίμους, ὅπερ ἐστὶ με‐ γίστους, ἀνηγόρευσεν ὁ δῆμος· Οὐαλλέριον μὲν
ἐπὶ τῷ διαλλάξαι στασιάζουσαν αὐτῷ τὴν σύγ‐ κλητον, Φάβιον δὲ Ῥοῦλλον, ὅτι πλουσίους τινὰς146
5ἐξ ἀπελευθέρων γεγονότας καὶ καταλελεγμένους εἰς τὴν σύγκλητον ἐξέβαλεν.
Pomp
.

14

.

1

Ἐκ τούτου θρίαμβον ᾔτει Πομπήϊος, ἀντέλεγε δὲ Σύλλας. ὑπάτῳ γὰρ ἢ στρατηγῷ μόνον, ἄλλῳ δὲ οὐδενὶ δίδωσιν ὁ νόμος. διὸ καὶ Σκηπίων ὁ πρῶτος ἀπὸ μειζόνων καὶ κρειττόνων
5ἀγώνων ἐν Ἰβηρίᾳ Καρχηδονίων κρατήσας οὐκ ᾔτησε θρίαμβον· ὕπατος γὰρ οὐκ ἦν οὐδὲ στρα‐
Pomp
.

14

.

2

τηγός. εἰ δὲ Πομπήϊος οὔπω πάνυ γενειῶν εἰσελᾷ θριαμβεύων εἰς τὴν πόλιν, ᾧ βουλῆς διὰ τὴν ἡλικίαν οὐ μέτεστι, παντάπασιν ἐπίφθονον ἔσεσθαι καὶ τὴν ἀρχὴν ἑαυτῷ καὶ τὴν τιμὴν
5ἐκείνῳ. ταῦτα πρὸς Πομπήϊον ὁ Σύλλας ἔλεγεν, ὡς οὐκ ἐάσων, ἀλλὰ ἐνστησόμενος αὐτῷ καὶ κωλύσων τὸ φιλόνεικον ἀπειθοῦντος.
Pomp
.

14

.

3

Ὁ δὲ Πομπήϊος οὐχ ὑπέπτηξεν, ἀλλ’ ἐννοεῖν ἐκέλευσε τὸν Σύλλαν ὅτι τὸν ἥλιον ἀνατέλλοντα πλείονες ἢ δυόμενον προσκυνοῦσιν, ὡς αὐτῷ μὲν αὐξανομένης, μειουμένης δὲ καὶ μαραινομένης
5ἐκείνῳ τῆς δυνάμεως. ταῦτα ὁ Σύλλας οὐκ ἀκρι‐ βῶς ἐξακούσας, ὁρῶν δὲ τοὺς ἀκούσαντας ἀπὸ τοῦ προσώπου καὶ τοῦ σχήματος ἐν θαύματι ποιουμένους, ἤρετο τί τὸ λεχθὲν εἴη. πυθόμενος δὲ καὶ καταπλαγεὶς τοῦ Πομπηΐου τὴν τόλμαν
Pomp
.

14

.

4

ἀνεβόησε δὶς ἐφεξῆς, “Θριαμβευσάτω.” πολλῶν δὲ δυσχεραινόντων καὶ ἀγανακτούντων, ἔτι μᾶλ‐ λον αὐτούς, ὥς φασι, βουλόμενος ἀνιᾶν ὁ Πομ‐ πήϊος, ἐπεχείρησεν ἐλεφάντων ἅρματι τεττάρων
5ἐπιβὰς εἰσελαύνειν· ἤγαγε γὰρ ἐκ Λιβύης τῶν βασιλικῶν συχνοὺς αἰχμαλώτους· ἀλλὰ τῆς πύλης στενωτέρας οὔσης ἀπέστη καὶ μετῆλθεν ἐπὶ τοὺς148
Pomp
.

14

.

5

ἵππους. ἐπεὶ δὲ οἱ στρατιῶται μὴ τυχόντες ἡλίκων προσεδόκησαν ἐνοχλεῖν ἐβούλοντο καὶ θορυβεῖν, οὐδὲν ἔφη φροντίζειν, ἀλλὰ μᾶλλον ἀφήσειν τὸν θρίαμβον ἢ κολακεύσειν ἐκείνους.
5ὅτε δὴ καὶ Σερουΐλιος, ἀνὴρ ἐπιφανὴς καὶ μάλιστα πρὸς τὸν θρίαμβον ἐνστὰς τοῦ Πομπηΐου, νῦν ἔφη τὸν Πομπήϊον ὁρᾶν καὶ μέγαν ἀληθῶς καὶ
Pomp
.

14

.

6

ἄξιον τοῦ θριάμβου. δῆλον δ’ ἐστὶν ὅτι καὶ βουλῆς ἂν ἐθελήσας τότε ῥᾳδίως ἔτυχεν. ἀλλ’ οὐκ ἐσπούδασεν, ὡς λέγουσι, τὸ ἔνδοξον ἐκ τοῦ παραδόξου θηρώμενος. οὐ γὰρ ἦν θαυμαστὸν εἰ
5πρὸ ἡλικίας ἐβούλευε Πομπήϊος, ἀλλ’ ὑπέρλαμ‐ προν ὅτι μηδέπω βουλεύων ἐθριάμβευε. τοῦτο δὲ αὐτῷ καὶ πρὸς εὔνοιαν ὑπῆρχε τῶν πολλῶν οὐ μικρόν· ἔχαιρε γὰρ ὁ δῆμος αὐτῷ μετὰ θρίαμ‐ βον ἐν τοῖς ἱππικοῖς ἐξεταζομένῳ.
Pomp
.

15

.

1

Σύλλας δὲ ἠνιᾶτο μὲν ὁρῶν εἰς ὅσον δόξης πρόεισι καὶ δυνάμεως, αἰσχυνόμενος δὲ κωλύειν ἡσυχίαν ἦγε· πλήν, ὅτε βίᾳ καὶ ἄκοντος αὐτοῦ Λέπιδον εἰς ὑπατείαν κατέστησε, συναρχ‐
5αιρεσιάσας καὶ τὸν δῆμον εὐνοίᾳ τῇ πρὸς ἑαυτὸν ἐκείνῳ σπουδάζοντα παρασχών, θεασάμενος αὐτὸν ἀπιόντα μετὰ πλήθους δι’ ἀγορᾶς ὁ Σύλλας,
Pomp
.

15

.

2

“Ὁρῶ σε,” εἶπεν, “ὦ νεανία, χαίροντα τῇ νίκῃ· πῶς γὰρ οὐχὶ γενναῖα ταῦτα καὶ καλά, Κάτλου
τοῦ πάντων ἀρίστου Λέπιδον τὸν πάντων κά‐ κιστον ἀποδειχθῆναι πρότερον ὕπατον, σοῦ τὸν150
5δῆμον οὕτω παρασκευάσαντος; ὥρα μέντοι σοι μὴ καθεύδειν, ἀλλὰ προσέχειν τοῖς πράγμασιν· ἰσχυρότερον γὰρ τὸν ἀνταγωνιστὴν σεαυτῷ κατε‐ σκεύακας.” ἐδήλωσε δὲ μάλιστα Σύλλας ὅτι πρὸς Πομπήϊον οὐκ εὐμενῶς εἶχε ταῖς διαθήκαις
Pomp
.

15

.

3

ἃς ἔγραψεν. ἑτέροις γὰρ φίλοις δωρεὰς ἀπο‐ λιπών, καὶ τοῦ παιδὸς ἀποδείξας ἐπιτρόπους, τὸν Πομπήϊον ὅλως παρῆλθεν. ἤνεγκε μέντοι τοῦτο μετρίως πάνυ καὶ πολιτικῶς ἐκεῖνος, ὥστε Λεπί‐
5δου καί τινων ἄλλων ἐνισταμένων μὴ ταφῆναι τὸν νεκρὸν ἐν τῷ πεδίῳ, μηδὲ δημοσίᾳ τὴν ἐκφορὰν γενέσθαι, βοηθῆσαι καὶ παρασχεῖν δόξαν ἅμα ταῖς ταφαῖς καὶ ἀσφάλειαν.
Pomp
.

16

.

1

Ἐπεὶ δὲ ταχὺ τοῦ Σύλλα τελευτήσαντος εἰς φῶς παρῄει τὰ μαντεύματα, καὶ Λέπιδος εἰσποιῶν ἑαυτὸν εἰς τὴν ἐκείνου δύναμιν οὐ κύκλῳ περιϊὼν οὐδὲ μετὰ σχήματος, ἀλλὰ εὐθὺς ἐν τοῖς
5ὅπλοις ἦν, τὰ πάλαι νοσοῦντα καὶ διαφυγόντα τὸν Σύλλαν ὑπολείμματα τῶν στάσεων αὖθις ἀνακινῶν καὶ περιβαλλόμενος, ὁ δὲ συνάρχων αὐτοῦ Κάτλος, ᾧ τὸ καθαρὸν καὶ ὑγιαῖνον μά‐ λιστα τῆς βουλῆς καὶ τοῦ δήμου προσεῖχεν, ἦν
10μὲν ἐν ἀξιώματι σωφροσύνης καὶ δικαιοσύνης
Pomp
.

16

.

2

μέγιστος τῶν τότε Ῥωμαίων, ἐδόκει δὲ πολιτικῆς ἡγεμονίας μᾶλλον ἢ στρατιωτικῆς οἰκεῖος εἶναι, τῶν πραγμάτων αὐτῶν ποθούντων τὸν Πομπήϊον οὐ διεμέλλησεν ὅπη τράπηται, προσθεὶς δὲ τοῖς
5ἀρίστοις ἑαυτὸν ἀπεδείχθη στρατεύματος ἡγεμὼν ἐπὶ τὸν Λέπιδον ἤδη πολλὰ τῆς Ἰταλίας κεκινη‐ κότα καὶ τὴν ἐντὸς Ἄλπεων Γαλατίαν κατέχοντα
διὰ Βρούτου στρατεύματι.152
Pomp
.

16

.

3

Τῶν μὲν οὖν ἄλλων ἐκράτησε ῥᾳδίως ἐπελθὼν ὁ Πομπήϊος· ἐν δὲ Μουτίνῃ τῆς Γαλατίας ἀντε‐ κάθητο τῷ Βρούτῳ συχνὸν χρόνον· ἐν ᾧ Λέπιδος ἐπὶ τὴν Ῥώμην ῥυεὶς καὶ προσκαθήμενος ἔξωθεν
5ὑπατείαν ᾔτει δευτέραν, ὄχλῳ πολλῷ δεδιττό‐
Pomp
.

16

.

4

μενος τοὺς ἔνδον. ἔλυσε δὲ τὸν φόβον ἐπιστολὴ παρὰ Πομπηΐου κομισθεῖσα κατωρθωκότος ἄνευ μάχης τὸν πόλεμον. ὁ γὰρ Βροῦτος, εἴτε παρα‐ δοὺς τὴν δύναμιν αὐτός, εἴτε προδοθεὶς μετα‐
5βαλομένης ἐκείνης, ἐνεχείρισε τῷ Πομπηΐῳ τὸ σῶμα, καὶ λαβὼν ἱππεῖς προπομποὺς ἀπεχώ‐ ρησεν εἰς πολίχνιόν τι τῶν περὶ τὸν Πάδον, ὅπου μεθ’ ἡμέραν μίαν, ἐπιπέμψαντος αὐτῷ τοῦ Πομ‐
Pomp
.

16

.

5

πηΐου Γεμίνιον, ἀνῃρέθη· καὶ πολλὴν ἔσχεν ἀπὸ τούτου Πομπήϊος αἰτίαν. γεγραφὼς γὰρ εὐθὺς ἐν ἀρχῇ τῆς μεταβολῆς πρὸς τὴν σύγκλητον ὡς ἑκὼν αὐτῷ πρόσθοιτο Βροῦτος, ἑτέρας αὖθις
5ἔπεμψεν ἐπιστολὰς ἀνῃρημένου τοῦ ἀνθρώπου κατηγορούσας. τούτου Βροῦτος ἦν υἱὸς ὁ Καί‐ σαρα σὺν Κασσίῳ κτείνας, ἀνὴρ ὁμοίως τῷ πατρὶ μήτε πολεμήσας μήτε ἀποθανών, ὡς ἐν τοῖς περὶ
Pomp
.

16

.

6

ἐκείνου γέγραπται. Λέπιδος μὲν οὖν εὐθὺς ἐκπεσὼν τῆς Ἰταλίας ἀπεπέρασεν εἰς Σαρδόνα· κἀκεῖ νοσήσας ἐτελεύτησε δι’ ἀθυμίαν, οὐ τῶν πραγμάτων, ὥς φασιν, ἀλλὰ γραμματίῳ περι‐
5πεσὼν ἐξ οὗ μοιχείαν τινὰ τῆς γυναικὸς ἐφώρασε.
Pomp
.

17

.

1

Λεπίδῳ δὲ οὐδὲν ὅμοιος στρατηγὸς Ἰβηρίαν κατέχων Σερτώριος ἐπῃωρεῖτο Ῥωμαίοις φοβερός, ὥσπερ ἐπ’ ἔσχατον νόσημα τῶν ἐμ‐ φυλίων πολέμων εἰς τοῦτον τὸν ἄνδρα συνερ‐
5ρυηκότων, πολλοὺς μὲν ἤδη τῶν ἐλαττόνων στρα‐ τηγῶν ἀνῃρηκότα, Μετέλλῳ δὲ Πίῳ τότε συμ‐154
Pomp
.

17

.

2

πεπλεγμένον, ἀνδρὶ λαμπρῷ μὲν καὶ πολεμικῷ, δοκοῦντι δὲ ἀργότερον ὑπὸ γήρως ἕπεσθαι τοῖς καιροῖς τοῦ πολέμου, καὶ ἀπολείπεσθαι τῶν πραγμάτων ἁρπαζομένων ὀξύτητι καὶ τάχει, τοῦ
5Σερτωρίου παραβόλως καὶ λῃστρικώτερον αὐτῷ προσφερομένου, καὶ ταράττοντος ἐνέδραις καὶ περιδρομαῖς ἄνδρα νομίμων ἀθλητὴν ἀγώνων καὶ
Pomp
.

17

.

3

δυνάμεως στασίμου καὶ βαρείας ἡγεμόνα. πρὸς ταῦτα Πομπήϊος ἔχων τὴν στρατιὰν ὑφ’ ἑαυτῷ διεπράττετο Μετέλλῳ πεμφθῆναι βοηθός· καὶ Κάτλου κελεύοντος οὐ διέλυεν, ἀλλ’ ἐν τοῖς
5ὅπλοις ἦν περὶ τὴν πόλιν, ἀεί τινας ποιούμενος προφάσεις, ἕως ἔδωκαν αὐτῷ τὴν ἀρχὴν Λευκίου
Pomp
.

17

.

4

Φιλίππου γνώμην εἰπόντος. ὅτε καί φασιν ἐν συγκλήτῳ πυθομένου τινὸς καὶ θαυμάζοντος εἰ Πομπήϊον ἀνθύπατον οἴεται δεῖν ἐκπεμφθῆναι Φίλιππος· “Οὐκ ἔγωγε,” φάναι τὸν Φίλιππον,
5“ἀλλ’ ἀνθ’ ὑπάτων,” ὡς ἀμφοτέρους τοὺς τότε ὑπατεύοντας οὐδενὸς ἀξίους ὄντας.
Pomp
.

18

.

1

Ἐπεὶ δὲ τῆς Ἰβηρίας ἁψάμενος ὁ Πομπήϊος, οἷα φιλεῖ πρὸς νέου δόξαν ἡγεμόνος, ἑτέρους ταῖς ἐλπίσιν ἐποίησε τοὺς ἀνθρώπους καὶ τὰ μὴ πάνυ βεβαίως τῷ Σερτωρίῳ συνεστῶτα
5τῶν ἐθνῶν ἐκινεῖτο καὶ μετεβάλλετο, λόγους ὑπερηφάνους ὁ Σερτώριος κατὰ τοῦ Πομπηΐου διέσπειρε, καὶ σκώπτων ἔλεγε νάρθηκος ἂν αὐτῷ δεῆσαι καὶ σκύτους ἐπὶ τὸν παῖδα τοῦτον, εἰ μὴ τὴν γραῦν ἐκείνην ἐφοβεῖτο, λέγων τὸν Μέτελ‐
Pomp
.

18

.

2

λον. ἔργῳ μέντοι φυλαττόμενος σφόδρα καὶ δεδοικὼς τὸν Πομπήϊον ἀσφαλέστερον ἐστρατή‐ γει. καὶ γὰρ ὁ Μέτελλος, ὅπερ οὐκ ἄν τις ᾠήθη, διετέθρυπτο τῷ βίῳ κομιδῆ πρὸς τὰς ἡδονὰς156
5ἐνδεδωκώς, καὶ μεγάλη τις εἰς ὄγκον καὶ πολυ‐ τέλειαν ἐξαίφνης ἐγεγόνει μεταβολὴ περὶ αὐτόν, ὥστε τῷ Πομπηΐῳ καὶ τοῦτο θαυμαστὴν εὔνοιαν ἅμα δόξῃ φέρειν, ἐπιτείνοντι τὴν εὐτέλειαν τῆς διαίτης οὐ πολλῆς ἐπιτηδεύσεως δεομένην· φύσει
10γὰρ ἦν σώφρων καὶ τεταγμένος ἐν ταῖς ἐπιθυ‐ μίαις.
Pomp
.

18

.

3

Τοῦ δὲ πολέμου πολλὰς ἰδέας ἔχοντος, ἠνίασε μάλιστα τὸν Πομπήϊον ἡ Λαύρωνος ἅλωσις ὑπὸ Σερτωρίου. κυκλοῦσθαι γὰρ αὐτὸν οἰηθεὶς καί τι μεγαληγορήσας, αὐτὸς ἐξαίφνης ἀνεφάνη περι‐
5εχόμενος κύκλῳ· καὶ διὰ τοῦτο κινεῖσθαι δεδιὼς ἐπεῖδε καταπιμπραμένην τὴν πόλιν αὐτοῦ παρόν‐ τος. Ἑρέννιον δὲ καὶ Περπένναν, ἄνδρας ἡγε‐ μονικοὺς τῶν πρὸς Σερτώριον καταπεφευγότων καὶ στρατηγούντων ἐκείνῳ, νικήσας περὶ Οὐαλεν‐
10τίαν ὑπὲρ μυρίους ἀπέκτεινεν.
Pomp
.

19

.

1

Ἐπαρθεὶς δὲ τῇ πράξει καὶ μέγα φρο‐ νῶν ἐπ’ αὐτὸν ἔσπευδε Σερτώριον, ὡς μὴ μετά‐ σχοι τῆς νίκης Μέτελλος. περὶ δὲ Σούκρωνι ποταμῷ τῆς ἡμέρας ἤδη τελευτώσης συνέβαλον
5τὰς δυνάμεις, δεδιότες ἐπελθεῖν τὸν Μέτελλον,
Pomp
.

19

.

2

ὁ μὲν ὡς μόνος, ὁ δὲ ὡς μόνῳ διαγωνίσαιτο. τὸ μὲν οὖν τέλος ἀμφίδοξον ἔσχεν ὁ ἀγών· ἑκατέρου γὰρ θάτερον κέρας ἐνίκησε· τῶν δὲ στρατηγῶν
πλέον ἠνέγκατο Σερτώριος· ἐτρέψατο γὰρ τὸ158
5καθ’ αὑτὸν ἐκεῖνος ἀντιταχθείς. Πομπηΐῳ δὲ ἀνὴρ μέγας ἱππότῃ πεζὸς ἐφώρμησε· συμπεσόν‐ των δ’ εἰς τὸ αὐτὸ καὶ γενομένων ἐν λαβαῖς ἀπέ‐ σκηψαν αἱ πληγαὶ τῶν ξιφῶν εἰς τὰς χεῖρας ἀμφοῖν, οὐχ ὁμοίως· ἐτρώθη μὲν γὰρ ὁ Πομπήϊος
Pomp
.

19

.

3

μόνον, ἐκείνου δὲ ἀπέκοψε τὴν χεῖρα. πλειόνων δὲ συνδραμόντων ἐπ’ αὐτόν, ἤδη τῆς τροπῆς γε‐ γενημένης, ἀνελπίστως διέφυγε, προέμενος τὸν ἵππον τοῖς πολεμίοις φάλαρα χρυσᾶ καὶ κόσμον
5ἄξιον πολλοῦ περικείμενον. ταῦτα γὰρ διανεμό‐ μενοι καὶ περὶ τούτων μαχόμενοι πρὸς ἀλλήλους
Pomp
.

19

.

4

ἀπελείφθησαν. ἅμα δὲ ἡμέρᾳ παρετάξαντο μὲν ἀμφότεροι πάλιν ἐκβεβαιούμενοι τὸ νίκημα, Με‐ τέλλου δὲ προσιόντος ἀνεχώρησεν ὁ Σερτώριος σκεδασθέντι τῷ στρατῷ. τοιαῦται γὰρ ἦσαν αἱ
5διαλύσεις καὶ πάλιν συνδρομαὶ τῶν ἀνθρώπων ὥστε πολλάκις μόνον πλανᾶσθαι τὸν Σερτώριον, πολλάκις δὲ αὖθις ἐπιέναι μυριάσι πεντεκαίδεκα στρατιᾶς, ὥσπερ χειμάρρουν ἐξαίφνης πιμπλά‐ μενον.
Pomp
.

19

.

5

Ὁ δ’ οὖν Πομπήϊος, ἐπεὶ μετὰ τὴν μάχην ἀπήντα τῷ Μετέλλῳ καὶ πλησίον ἀλλήλων ἦσαν, ἐκέλευσεν ὑφεῖναι τὰς ῥάβδους, θεραπεύων ὡς προὔχοντα τιμῇ τὸν Μέτελλον. ὁ δὲ καὶ
5τοῦτο διεκώλυσε καὶ τἆλλα χρηστὸς ἦν ἀνὴρ περὶ αὐτόν, οὐδὲν ὡς ὑπατικῷ καὶ πρεσβυτέρῳ νέμων ἑαυτῷ πλέον, ἀλλ’ ἢ τὸ σύνθημα κοινῇ στρατοπεδευόντων εἰς ἅπαντας ἐξεπέμπετο παρὰ Μετέλλου· τὰ πολλὰ δὲ χωρὶς ἐστρατοπεδεύοντο.
Pomp
.

19

.

6

διέκοπτε γὰρ αὐτοὺς καὶ διΐστη ποικίλος ὢν ὁ πολέμιος καὶ δεινὸς ἐν βραχεῖ πολλαχοῦ περι‐ φανῆναι καὶ μεταγαγεῖν ἀπ’ ἄλλων εἰς ἄλλους ἀγῶνας. τέλος δὲ περικόπτων μὲν ἀγοράς, ληϊ‐160
5ζόμενος δὲ τὴν χώραν, ἐπικρατῶν δὲ τῆς θαλάσ‐ σης, ἐξέβαλεν ἀμφοτέρους τῆς ὑφ’ ἑαυτὸν Ἰβη‐ ρίας, ἀναγκασθέντας εἰς ἀλλοτρίας καταφυγεῖν ἐπαρχίας ἀπορίᾳ τῶν ἐπιτηδείων.
Pomp
.

20

.

1

Πομπήϊος δὲ τὰ πλεῖστα τῶν ἰδίων ἐξανηλωκὼς καὶ κατακεχρημένος εἰς τὸν πόλεμον, ᾔτει χρήματα τὴν σύγκλητον, ὡς ἀφιξόμενος εἰς Ἰταλίαν μετὰ τῆς δυνάμεως εἰ μὴ πέμποιεν.
5ὑπατεύων δὲ Λεύκολλος τότε καὶ Πομπηΐῳ μὲν ὢν διάφορος, μνώμενος δ’ ἑαυτῷ τὸν Μιθριδατικὸν πόλεμον, ἔσπευσεν ἀποσταλῆναι τὰ χρήματα, φοβούμενος αἰτίαν Πομπηΐῳ παρασχεῖν δεομένῳ Σερτώριον ἀφεῖναι καὶ πρὸς Μιθριδάτην τραπέ‐
10σθαι, λαμπρὸν μὲν εἰς δόξαν, εὐμεταχείριστον δὲ
Pomp
.

20

.

2

φαινόμενον ἀνταγωνιστήν. ἐν τούτῳ δὲ θνήσκει Σερτώριος ὑπὸ τῶν φίλων δολοφονηθείς· ὧν Περ‐ πέννας ὁ κορυφαιότατος ἐπεχείρησεν ἐκείνῳ τὰ αὐτὰ ποιεῖν, ἀπὸ τῶν αὐτῶν μὲν ὁρμώμενος δυνά‐
5μεων καὶ παρασκευῶν, τὸν δὲ χρώμενον αὐταῖς ὁμοίως οὐκ ἔχων λογισμόν. εὐθὺς οὖν ὁ Πομ‐ πήϊος ἐπεξελθὼν καὶ ῥεμβόμενον ἐν τοῖς πράγ‐ μασι τὸν Περπένναν καταμαθών, δέλεαρ αὐτῷ δέκα σπείρας ὑφῆκεν, εἰς τὸ πεδίον διασπαρῆναι
Pomp
.

20

.

3

κελεύσας. τραπομένου δὲ πρὸς ταύτας ἐκείνου καὶ διώκοντος, ἄθρους ἐπιφανεὶς καὶ συνάψας
μάχην ἐκράτησε πάντων. καὶ διεφθάρησαν οἱ πλεῖστοι τῶν ἡγεμόνων ἐν τῇ μάχῃ· τὸν δὲ Περ‐162
5πένναν ἀχθέντα πρὸς αὐτὸν ἀπέκτεινεν, οὐκ ἀχάριστος οὐδ’ ἀμνήμων γενόμενος τῶν περὶ Σικελίαν, ὡς ἐγκαλοῦσιν ἔνιοι, μεγάλῃ δὲ διανοίᾳ
Pomp
.

20

.

4

καὶ σωτηρίῳ τῶν ὅλων γνώμῃ χρησάμενος. ὁ γὰρ Περπέννας τῶν Σερτωρίου γραμμάτων γε‐ γονὼς κύριος ἐδείκνυεν ἐπιστολὰς τῶν ἐν Ῥώμῃ δυνατωτάτων ἀνδρῶν, οἳ τὰ παρόντα κινῆσαι
5βουλόμενοι πράγματα καὶ μεταστῆσαι τὴν πολι‐ τείαν ἐκάλουν τὸν Σερτώριον εἰς τὴν Ἰταλίαν. φοβηθεὶς οὖν ὁ Πομπήϊος ταῦτα, μὴ μείζονας ἀναστήσῃ τῶν πεπαυμένων πολέμων, τόν τε Περ‐ πένναν ἀνεῖλε καὶ τὰς ἐπιστολὰς οὐδ’ ἀναγνοὺς
10κατέκαυσεν.
Pomp
.

21

.

1

Ἐκ δὲ τούτου παραμείνας χρόνον ὅσον τὰς μεγίστας κατασβέσαι ταραχὰς καὶ τὰ φλεγμαίνοντα μάλιστα καταστῆσαι καὶ διαλῦσαι τῶν πραγμάτων, ἀπῆγεν εἰς Ἰταλίαν τὸν στρα‐
5τόν, ἀκμάζοντι τῷ δουλικῷ πολέμῳ κατὰ τύχην φερόμενος. διὸ καὶ Κράσσος ὁ στρατηγὸς ἤπειξε παραβόλως τὴν μάχην, καὶ κατευτύχησε, δισχι‐
Pomp
.

21

.

2

λίους τριακοσίους ἐπὶ μυρίοις κτείνας. οὐ μὴν ἀλλὰ καὶ τούτῳ τὸν Πομπήϊον εἰσποιούσης ἁμῶς γέ πως τῷ κατορθώματι τῆς τύχης, πεντα‐ κισχίλιοι φεύγοντες ἐκ τῆς μάχης ἐνέπεσον εἰς
5αὐτόν, οὓς ἅπαντας διαφθείρας, ἔγραψε πρὸς τὴν σύγκλητον ὑποφθάσας ὡς Κράσσος μὲν ἐκ παρα‐ τάξεως νενίκηκε τοὺς μονομάχους, αὐτὸς δὲ τὸν
πόλεμον ἐκ ῥιζῶν παντάπασιν ἀνῄρηκε. καὶ ταῦτα βουλομένοις ἦν δι’ εὔνοιαν ἀκροᾶσθαι καὶ164
10λέγειν τοῖς Ῥωμαίοις. Ἰβηρίαν δὲ καὶ Σερτώριον οὐδὲ παίζων ἄν τις εἶπεν ἑτέρου καὶ μὴ Πομπηΐου τὸ πᾶν ἔργον εἶναι.
Pomp
.

21

.

3

Ἐν τοσαύτῃ δὲ τιμῇ καὶ προσδοκίᾳ τοῦ ἀνδρὸς ὅμως ἐνῆν καὶ ὑποψία τις καὶ δέος, ὡς οὐ προ‐ ησομένου τὸ στράτευμα, βαδιουμένου δὲ δι’ ὅπλων καὶ μοναρχίας ἄντικρυς ἐπὶ τὴν Σύλλα
5πολιτείαν. ὅθεν οὐκ ἐλάττονες ἦσαν τῶν δι’ εὔνοιαν τρεχόντων καὶ φιλοφρονουμένων καθ’
Pomp
.

21

.

4

ὁδὸν οἱ φόβῳ ταῦτα ποιοῦντες. ἐπεὶ δὲ καὶ ταύτην ἀνεῖλε τὴν ὑπόνοιαν ὁ Πομπήϊος προειπὼν ἀφήσειν τὸ στράτευμα μετὰ τὸν θρίαμβον, ἓν αἰτιᾶσθαι τοῖς βασκαίνουσι περιῆν ὑπόλοιπον,
5ὅτι τῷ δήμῳ προσνέμει μᾶλλον ἑαυτὸν ἢ τῇ βουλῇ, καὶ τὸ τῆς δημαρχίας ἀξίωμα, Σύλλα καταβαλόντος, ἔγνωκεν ἀνιστάναι καὶ χαρίζεσθαι
Pomp
.

21

.

5

τοῖς πολλοῖς, ὅπερ ἦν ἀληθές. οὐ γὰρ ἔστιν οὗτινος ἐμμανέστερον ὁ Ῥωμαίων ἠράσθη δῆμος καὶ μᾶλλον ἐπόθησεν ἢ τὴν ἀρχὴν αὖθις ἐπιδεῖν ἐκείνην, ὥστε καὶ Πομπήϊον εὐτύχημα ποιεῖσθαι
5μέγα τὸν τοῦ πολιτεύματος καιρόν, ὡς οὐκ ἂν εὑρόντα χάριν ἄλλην ᾗ τὴν εὔνοιαν ἀμείψεται τῶν πολιτῶν, εἰ ταύτην ἕτερος προέλαβε.
Pomp
.

22

.

1

Ψηφισθέντος οὖν αὐτῷ δευτέρου θριάμ‐
βου καὶ ὑπατείας οὐ διὰ ταῦτα θαυμαστὸς ἐδόκει καὶ μέγας, ἀλλ’ ἐκεῖνο τεκμήριον ἐποιοῦντο τῆς λαμπρότητος, ὅτι Κράσσος, ἀνὴρ τῶν τότε πολι‐166
5τευομένων πλουσιώτατος καὶ δεινότατος εἰπεῖν καὶ μέγιστος, αὐτόν τε Πομπήϊον ὑπερφρονῶν καὶ τοὺς ἄλλους ἅπαντας, οὐκ ἐθάρρησεν ὑπα‐ τείαν μετιέναι πρότερον ἢ Πομπηΐου δεηθῆναι.
Pomp
.

22

.

2

καὶ μέντοι Πομπήϊος ἠγάπησε, πάλαι δεόμενος χρείας τινὸς ὑπάρξαι καὶ φιλανθρωπίας πρὸς αὐτόν· ὥστε καὶ δεξιοῦσθαι προθύμως καὶ παρα‐ καλεῖν τὸν δῆμον, ἐπαγγελλόμενος χάριν ἕξειν
5οὐκ ἐλάττονα τοῦ συνάρχοντος ἢ τῆς ἀρχῆς.
Pomp
.

22

.

3

οὐ μὴν ἀλλ’ ἀποδειχθέντες ὕπατοι διεφέροντο πάντα καὶ προσέκρουον ἀλλήλοις· καὶ ἐν μὲν τῇ βουλῇ μᾶλλον ἴσχυεν ὁ Κράσσος, ἐν δὲ τῷ δήμῳ μέγα τὸ Πομπηΐου κράτος ἦν. καὶ γὰρ
5ἀπέδωκε τὴν δημαρχίαν αὐτῷ, καὶ τὰς δίκας περιεῖδεν αὖθις εἰς τοὺς ἱππέας νόμῳ μεταφερο‐ μένας. ἥδιστον δὲ θέαμα τῷ δήμῳ παρέσχεν αὐτὸς ἑαυτὸν τὴν στρατείαν παραιτούμενος.
Pomp
.

22

.

4

Ἔθος γάρ ἐστι Ῥωμαίων τοῖς ἱππεῦσιν, ὅταν στρατεύσωνται τὸν νόμιμον χρόνον, ἄγειν εἰς ἀγορὰν τὸν ἵππον ἐπὶ τοὺς δύο ἄνδρας οὓς τιμητὰς καλοῦσι, καὶ καταριθμησαμένους τῶν στρατηγῶν
5καὶ αὐτοκρατόρων ἕκαστον ὑφ’ οἷς ἐστρατεύσαντο, καὶ δόντας εὐθύνας τῆς στρατείας ἀφίεσθαι. νέμεται δὲ καὶ τιμὴ καὶ ἀτιμία προσήκουσα τοῖς βίοις ἑκάστων.
Pomp
.

22

.

5

Τότε δὴ προεκάθηντο μὲν οἱ τιμηταὶ Γέλλιος
καὶ Λέντλος ἐν κόσμῳ, καὶ πάροδος ἦν τῶν ἱππέων ἐξεταζομένων, ὤφθη δὲ Πομπήϊος ἄνωθεν ἐπ’ ἀγορὰν κατερχόμενος, τὰ μὲν ἄλλα παράσημα168
5τῆς ἀρχῆς ἔχων, αὐτὸς δὲ διὰ χειρὸς ἄγων τὸν ἵππον. ὡς δ’ ἐγγὺς ἦν καὶ καταφανὴς ἐγεγόνει, κελεύσας διασχεῖν τοὺς ῥαβδοφόρους τῷ βήματι
Pomp
.

22

.

6

προσήγαγε τὸν ἵππον. ἦν δὲ τῷ δήμῳ θαῦμα καὶ σιωπὴ πᾶσα, τούς τε ἄρχοντας αἰδὼς ἅμα καὶ χαρὰ πρὸς τὴν ὄψιν ἔσχεν. εἶτα ὁ μὲν πρεσβύτερος ἠρώτησε· “Πυνθάνομαί σου, ὦ
5Πομπήϊε Μάγνε, εἰ πάσας ἐστράτευσαι τὰς κατὰ νόμον στρατείας;” Πομπήϊος δὲ μεγάλῃ φωνῇ, “Πάσας,” εἶπεν, “ἐστράτευμαι, καὶ πάσας ὑπ’ ἐμαυτῷ αὐτοκράτορι.” τοῦτο ἀκούσας ὁ δῆμος ἐξέκραγε, καὶ κατασχεῖν οὐκέτι τὴν βοὴν ὑπὸ
10χαρᾶς ἦν, ἀλλ’ ἀναστάντες οἱ τιμηταὶ προέπεμ‐ πον αὐτὸν οἴκαδε, χαριζόμενοι τοῖς πολίταις ἑπομένοις καὶ κροτοῦσιν.
Pomp
.

23

.

1

Ἤδη δὲ τῆς ἀρχῆς περαινομένης τῷ Πομπηΐῳ, τῆς δὲ πρὸς Κράσσον αὐξομένης δια‐ φορᾶς, Γάϊός τις Αὐρήλιος, ἀξίωμα μὲν ἱππικὸν ἔχων, βίῳ δὲ ἀπράγμονι κεχρημένος, ἐκκλησίας
5οὔσης ἀναβὰς ἐπὶ τὸ βῆμα καὶ προσελθὼν ἔφη κατὰ τοὺς ὕπνους αὐτῷ τὸν Δία φανῆναι, κελεύ‐ οντα τοῖς ὑπάτοις φράσαι μὴ πρότερον ἀποθέσθαι
Pomp
.

23

.

2

τὴν ἀρχὴν ἢ φίλους ἀλλήλοις γενέσθαι. ῥηθέν‐ των δὲ τούτων ὁ μὲν Πομπήϊος ἡσυχίαν ἦγεν ἑστώς, ὁ δὲ Κράσσος ἀρξάμενος δεξιοῦσθαι καὶ προσαγορεύειν αὐτόν, “Οὐδέν,” εἶπεν, “οἶμαι
5ποιεῖν ἀγεννὲς οὐδὲ ταπεινόν, ὦ πολῖται, Πομ‐ πηΐῳ πρότερος ἐνδιδούς, ὃν ὑμεῖς μήπω μὲν γενειῶντα Μέγαν ἠξιώσατε καλεῖν, μήπω δὲ μετέχοντι βουλῆς ἐψηφίσασθε δύο θριάμβους.”
ἐκ τούτου διαλλαγέντες ἀπέθεντο τὴν ἀρχήν.170
Pomp
.

23

.

3

Καὶ Κράσσος μὲν ὅνπερ ἐξ ἀρχῆς εἵλετο τρόπον τοῦ βίου διεφύλαττε, Πομπήϊος δὲ τάς τε πολλὰς ἀνεδύετο συνηγορίας καὶ τὴν ἀγορὰν κατὰ μικρὸν ἀπέλειπε καὶ προῄει σπανίως εἰς τὸ
5δημόσιον, ἀεὶ δὲ μετὰ πλήθους. οὐ γὰρ ἦν ἔτι ῥᾴδιον ὄχλου χωρὶς ἐντυχεῖν οὐδ’ ἰδεῖν αὐτόν, ἀλλ’ ἥδιστος ὁμοῦ πολλοῖς καὶ ἀθρόοις ἐφαίνετο, σεμνότητα περιβαλλόμενος ἐκ τούτου τῇ ὄψει καὶ ὄγκον, ταῖς δὲ τῶν πολλῶν ἐντεύξεσι καὶ
10συνηθείαις ἄθικτον οἰόμενος δεῖν τὸ ἀξίωμα δια‐
Pomp
.

23

.

4

τηρεῖν. ὁ γὰρ ἐν ἱματίῳ βίος ἐπισφαλής ἐστι πρὸς ἀδοξίαν τοῖς ἐκ τῶν ὅπλων μεγάλοις καὶ πρὸς ἰσότητα δημοτικὴν ἀσυμμέτροις· αὐτοὶ μὲν γὰρ καὶ ἐνταῦθα πρωτεύειν, ὡς ἐκεῖ, δικαιοῦσι,
5τοῖς δὲ ἐκεῖ φερομένοις ἔλαττον ἐνταῦθα γοῦν μὴ πλέον ἔχειν οὐκ ἀνεκτόν ἐστι. διὸ τὸν ἐν στρατοπέδοις καὶ θριάμβοις λαμπρόν, ὅταν ἐν ἀγορᾷ λάβωσιν, ὑπὸ χεῖρα ποιοῦνται καὶ κατα‐ βάλλουσι, τῷ δὲ ἀπολεγομένῳ καὶ ὑποχωροῦντι
10τὴν ἐκεῖ τιμὴν καὶ δύναμιν ἀνεπίφθονον φυλάττου‐ σιν. ἐδήλωσε δὲ αὐτὰ τὰ πράγματα μετ’ ὀλίγον χρόνον.
Pomp
.

24

.

1

Ἡ γὰρ πειρατικὴ δύναμις ὡρμήθη μὲν ἐκ Κιλικίας τὸ πρῶτον, ἀρχὴν παράβολον λα‐ βοῦσα καὶ λανθάνουσαν, φρόνημα δὲ καὶ τόλμαν ἔσχεν ἐν τῷ Μιθριδατικῷ πολέμῳ, χρήσασα ταῖς
Pomp
.

24

.

2

βασιλικαῖς ὑπηρεσίαις ἑαυτήν. εἶτα Ῥωμαίων ἐν τοῖς ἐμφυλίοις πολέμοις περὶ θύρας τῆς Ῥώμης συμπεσόντων, ἔρημος οὖσα φρουρᾶς ἡ θάλασσα
κατὰ μικρὸν αὐτοὺς ἐφείλκετο καὶ προῆγεν,172
5οὐκέτι τοῖς πλέουσι μόνον ἐπιτιθεμένους, ἀλλὰ καὶ νήσους καὶ πόλεις παραλίους ἐκκόπτοντας. ἤδη δὲ καὶ χρήμασι δυνατοὶ καὶ γένεσι λαμπροὶ καὶ τὸ φρονεῖν ἀξιούμενοι διαφέρειν ἄνδρες ἐνέβαινον εἰς τὰ λῃστρικὰ καὶ μετεῖχον, ὡς καὶ
10δόξαν τινὰ καὶ φιλοτιμίαν τοῦ ἔργου φέροντος.
Pomp
.

24

.

3

ἦν δὲ καὶ ναύσταθμα πολλαχόθι πειρατικὰ καὶ φρυκτώρια τετειχισμένα, καὶ στόλοι προσέπιπτον οὐ πληρωμάτων μόνον εὐανδρίαις οὐδὲ τέχναις κυβερνητῶν οὐδὲ τάχεσι νεῶν καὶ κουφότησιν
5ἐξησκημένοι πρὸς τὸ οἰκεῖον ἔργον, ἀλλὰ τοῦ φοβεροῦ μᾶλλον αὐτῶν τὸ ἐπίφθονον ἐλύπει καὶ ὑπερήφανον, στυλίσι χρυσαῖς καὶ παραπετάσμα‐ σιν ἁλουργοῖς καὶ πλάταις ἐπαργύροις, ὥσπερ ἐντρυφώντων τῷ κακουργεῖν καὶ καλλωπιζομένων.
Pomp
.

24

.

4

αὐλοὶ δὲ καὶ ψαλμοὶ καὶ μέθαι παρὰ πᾶσαν ἀκτὴν καὶ σωμάτων ἡγεμονικῶν ἁρπαγαὶ καὶ πόλεων αἰχμαλώτων ἀπολυτρώσεις ὄνειδος ἦσαν τῆς Ῥωμαίων ἡγεμονίας. ἐγένοντο δ’ οὖν αἱ μὲν
5λῃστρίδες νῆες ὑπὲρ χιλίας, αἱ δὲ ἁλοῦσαι πόλεις
Pomp
.

24

.

5

ὑπ’ αὐτῶν τετρακόσιαι. τῶν δὲ ἀσύλων καὶ ἀβάτων πρότερον ἱερῶν ἐξέκοψαν ἐπιόντες τὸ Κλάριον, τὸ Διδυμαῖον, τὸ Σαμοθρᾴκιον, τὸν ἐν Ἑρμιόνῃ τῆς Χθονίας νεὼν καὶ τὸν ἐν Ἐπιδαύρῳ
5τοῦ Ἀσκληπιοῦ καὶ τὸν Ἰσθμοῖ καὶ Ταινάρῳ καὶ Καλαυρίᾳ τοῦ Ποσειδῶνος, τοῦ δὲ Ἀπόλλωνος τὸν ἐν Ἀκτίῳ καὶ Λευκάδι, τῆς δὲ Ἥρας τὸν ἐν Σάμῳ, τὸν ἐν Ἄργει, τὸν ἐπὶ Λακινίῳ. ξένας δὲ θυσίας ἔθυον αὐτοὶ τὰς ἐν Ὀλύμπῳ, καὶ τελετάς
10τινας ἀπορρήτους ἐτέλουν, ὧν ἡ τοῦ Μίθρου καὶ μέχρι δεῦρο διασώζεται καταδειχθεῖσα πρῶτον
ὑπ’ ἐκείνων.174
Pomp
.

24

.

6

Πλεῖστα δὲ Ῥωμαίοις ἐνυβρίσαντες, ἔτι καὶ τὰς ὁδοὺς αὐτῶν ἀναβαίνοντες ἀπὸ θαλάσσης ἐληΐζοντο καὶ τὰς ἐγγὺς ἐπαύλεις ἐξέκοπτον. ἥρπασαν δέ ποτε καὶ στρατηγοὺς δύο Σεξτίλιον
5καὶ Βελλῖνον ἐν ταῖς περιπορφύροις, καὶ τοὺς ὑπηρέτας ἅμα καὶ ῥαβδοφόρους ᾤχοντο σὺν αὐτοῖς ἐκείνοις ἔχοντες. ἥλω δὲ καὶ θυγά‐ τηρ Ἀντωνίου, θριαμβικοῦ ἀνδρός, εἰς ἀγρὸν βαδίζουσα, καὶ πολλῶν χρημάτων ἀπελυτρώθη.
Pomp
.

24

.

7

ἐκεῖνο δὲ ἦν ὑβριστικώτατον. ὁπότε γάρ τις ἑαλωκὼς ἀναβοήσειε Ῥωμαῖος εἶναι καὶ τοὔνομα φράσειεν, ἐκπεπλῆχθαι προσποιούμενοι καὶ δεδιέ‐ ναι τούς τε μηροὺς ἐπαίοντο καὶ προσέπιπτον
5αὐτῷ, συγγνώμην ἔχειν ἀντιβολοῦντες· ὁ δὲ ἐπείθετο ταπεινοὺς ὁρῶν καὶ δεομένους. ἐκ τού‐ του δὲ οἱ μὲν ὑπέδουν τοῖς καλκίοις αὐτόν, οἱ δὲ τήβεννον περιέβαλλον, ὡς δὴ μὴ πάλιν ἀγνοηθείη.
Pomp
.

24

.

8

πολὺν δὲ χρόνον οὕτω κατειρωνευσάμενοι καὶ ἀπολαύσαντες τοῦ ἀνθρώπου, τέλος ἐν μέσῳ πε‐ λάγει κλίμακα προσβαλόντες ἐκέλευον ἐκβαίνειν καὶ ἀπιέναι χαίροντα, τὸν δὲ μὴ βουλόμενον
5ὠθοῦντες αὐτοὶ κατέδυον.
Pomp
.

25

.

1

Ἐπενείματο δὲ ἡ δύναμις αὕτη πᾶσαν ὁμοῦ τι τὴν καθ’ ἡμᾶς θάλασσαν, ὥστε ἄπλουν καὶ ἄβατον ἐμπορίᾳ πάσῃ γενέσθαι. τοῦτο δὴ μάλιστα Ῥωμαίους ἐπέστρεψε, θλιβομένους τῇ
5ἀγορᾷ καὶ σπάνιν μεγάλην προσδοκῶντας, ἐκ‐ πέμψαι Πομπήϊον ἀφαιρησόμενον τῶν πειρατῶν
Pomp
.

25

.

2

τὴν θάλασσαν. ἔγραψε δὲ Γαβίνιος, εἷς τῶν Πομπηΐου συνήθων, νόμον οὐ ναυαρχίαν, ἄντικρυς δὲ μοναρχίαν αὐτῷ διδόντα καὶ δύναμιν ἐπὶ
πάντας ἀνθρώπους ἀνυπεύθυνον. ἐδίδου γὰρ176
5ἄρχειν ὁ νόμος αὐτῷ τῆς ἐντὸς Ἡρακλείων στηλῶν θαλάσσης, ἠπείρου δὲ πάσης ἐπὶ στα‐ δίους τετρακοσίους ἀπὸ θαλάσσης. τοῦτο δὲ οὐ πάνυ πολλὰ χωρία τῆς ὑπὸ Ῥωμαίων οἰκουμένης τὸ μέτρον ἐξέφυγεν, ἀλλὰ τὰ μέγιστα τῶν ἐθνῶν
10καὶ τῶν βασιλέων οἱ δυνατώτατοι περιελαμβά‐
Pomp
.

25

.

3

νοντο. πρὸς δὲ τούτοις ἑλέσθαι πεντεκαίδεκα πρεσβευτὰς αὐτὸν ἐκ βουλῆς ἐπὶ τὰς κατὰ μέρος ἡγεμονίας, χρήματα δὲ λαμβάνειν ἐκ τῶν τα‐ μιείων καὶ παρὰ τῶν τελωνῶν ὅσα βούλοιτο καὶ
5ναῦς διακοσίας, κύριον ὄντα πλήθους καὶ κατα‐ λόγου στρατιᾶς καὶ πληρωμάτων ἐρετικῶν. Ἀναγνωσθέντων δὲ τούτων ὁ μὲν δῆμος ὑπερ‐ φυῶς ἐδέξατο, τῆς δὲ συγκλήτου τοῖς μεγίστοις καὶ δυνατωτάτοις ἔδοξε μεῖζον μὲν φθόνου, φόβου
10δὲ ἄξιον εἶναι τὸ τῆς ἐξουσίας ἀπερίληπτον καὶ
Pomp
.

25

.

4

ἀόριστον. ὅθεν ἐνίσταντο τῷ νόμῳ, πλὴν Καί‐ σαρος· οὗτος δὲ συνηγόρει τῷ νόμῳ, Πομπηΐου μὲν ἐλάχιστα φροντίζων, ὑποδυόμενος δὲ τὸν δῆμον ἐξ ἀρχῆς ἑαυτῷ καὶ κτώμενος. οἱ δὲ ἄλλοι
5τοῦ Πομπηΐου σφοδρῶς καθήπτοντο. καὶ τῶν μὲν ὑπάτων ἅτερος, εἰπὼν πρὸς αὐτὸν ὅτι Ῥω‐ μύλον ζηλῶν οὐ φεύξεται ταὐτὸν ἐκείνῳ τέλος, ἐκινδύνευσεν ὑπὸ τοῦ πλήθους διαφθαρῆναι·
Pomp
.

25

.

5

Κάτλου δὲ κατὰ τοῦ νόμου προσελθόντος, πολλὴν μὲν αἰδούμενος ὁ δῆμος ἡσυχίαν παρεῖχεν, ἐπεὶ δὲ πολλὰ μετὰ τιμῆς ἀνεπιφθόνως ὑπὲρ τοῦ Πομπηΐου διελθὼν συνεβούλευε φείδεσθαι καὶ
5μὴ προβάλλειν τοιοῦτον ἄνδρα κινδύνοις ἐπαλ‐ λήλοις καὶ πολέμοις, “Ἢ τίνα,” εἶπεν, “ἕξετε ἄλλον, ἂν ἀπολέσητε τοῦτον;” ἐκ μιᾶς γνώμης178
Pomp
.

25

.

6

ὑπεφώνησαν ἅπαντες, “Σὲ αὐτόν.” ὁ μὲν οὖν Κάτλος, ὡς οὐκ ἔπειθεν, ἀπέστη· Ῥωσκίου δὲ προσελθόντος οὐδεὶς ἤκουσεν· ὁ δὲ τοῖς δακτύλοις διεσήμαινε μὴ μόνον, ἀλλὰ δεύτερον αἱρεῖσθαι
5Πομπήϊον. ἐπὶ τούτῳ λέγεται δυσχεράναντα τὸν δῆμον τηλικοῦτον ἀνακραγεῖν ὥστε ὑπερπετό‐ μενον κόρακα τῆς ἀγορᾶς τυφωθῆναι καὶ κατα‐
Pomp
.

25

.

7

πεσεῖν εἰς τὸν ὄχλον. ὅθεν οὐ δοκεῖ ῥήξει τοῦ ἀέρος καὶ διασπασμῷ κενὸν πολὺ λαμβάνοντος ἐνολισθαίνειν τὰ πίπτοντα τῶν ὀρνέων, ἀλλὰ τυπτόμενα τῇ πληγῇ τῆς φωνῆς, ὅταν ἐν τῷ
5ἀέρι σάλον καὶ κῦμα ποιήσῃ πολλὴ καὶ ἰσχυρὰ φερομένη.
Pomp
.

26

.

1

Τότε μὲν οὖν διελύθησαν· ᾗ δὲ ἡμέρᾳ τὴν ψῆφον ἐποίσειν ἔμελλον, ὑπεξῆλθεν ὁ Πομ‐ πήϊος εἰς ἀγρόν. ἀκούσας δὲ κεκυρῶσθαι τὸν νόμον εἰσῆλθε νύκτωρ εἰς τὴν πόλιν, ὡς ἐπιφθό‐
5νου τῆς πρὸς αὐτὸν ἀπαντήσεως καὶ συνδρομῆς ἐσομένης. ἅμα δὲ ἡμέρᾳ προελθὼν ἔθυσε· καὶ γενομένης ἐκκλησίας αὐτῷ, διεπράξατο προσ‐ λαβεῖν ἕτερα πολλὰ τοῖς ἐψηφισμένοις ἤδη,
Pomp
.

26

.

2

μικροῦ διπλασιάσας τὴν παρασκευήν. πεντα‐ κόσιαι μὲν γὰρ αὐτῷ νῆες ἐπληρώθησαν, ὁπλι‐ τῶν δὲ μυριάδες δώδεκα καὶ πεντακισχίλιοι ἱππεῖς ἠθροίσθησαν. ἡγεμονικοὶ δὲ καὶ στρα‐
5τηγικοὶ κατελέγησαν ἀπὸ βουλῆς ἄνδρες εἰκο‐ σιτέσσαρες ὑπ’ αὐτοῦ, δύο δὲ ταμίαι παρῆσαν.
αἱ δὲ τιμαὶ τῶν ὠνίων εὐθὺς πεσοῦσαι λόγον ἡδομένῳ τῷ δήμῳ παρεῖχον, ὡς αὐτὸ τοὔνομα τοῦ Πομπηΐου λέλυκε τὸν πόλεμον.180
Pomp
.

26

.

3

Οὐ μὴν ἀλλὰ διελὼν τὰ πελάγη καὶ τὸ διά‐ στημα τῆς ἐντὸς θαλάσσης εἰς μέρη τρισκαίδεκα, καὶ νεῶν ἀριθμὸν ἐφ’ ἑκάστῳ καὶ ἄρχοντα τάξας, ἅμα πανταχοῦ τῇ δυνάμει σκεδασθείσῃ τὰ μὲν
5ἐμπίπτοντα τῶν πειρατικῶν ἀθρόα περιλαμβάνων εὐθὺς ἐξεθηρᾶτο καὶ κατῆγεν· οἱ δὲ φθάσαντες διαλυθῆναι καὶ διεκπεσόντες ὥσπερ εἰς σμῆνος ἐδύοντο πανταχόθεν καταφερόμενοι τὴν Κιλικίαν, ἐφ’ οὓς αὐτὸς ἐστέλλετο ναῦς ἔχων ἑξήκοντα τὰς
Pomp
.

26

.

4

ἀρίστας. οὐ μὴν πρότερον ἐπ’ ἐκείνους ἐξέ‐ πλευσεν ἢ παντάπασι καθῆραι τῶν αὐτόθι λῃστηρίων τὸ Τυρρηνικὸν πέλαγος, τὸ Λιβυκόν, τὸ περὶ Σαρδόνα καὶ Κύρνον καὶ Σικελίαν,
5ἡμέραις τεσσαράκοντα ταῖς πάσαις, αὑτῷ τε χρώμενος ἀτρύτῳ καὶ τοῖς στρατηγοῖς προθύμοις.
Pomp
.

27

.

1

Ἐν δὲ Ῥώμῃ τοῦ ὑπάτου Πείσωνος ὀργῇ καὶ φθόνῳ λυμαινομένου τὴν παρασκευὴν καὶ διαλύοντος τὰ πληρώματα, τὸ μὲν ναυτικὸν εἰς Βρεντέσιον περιέπεμψεν, αὐτὸς δὲ διὰ Τυρ‐
5ρηνίας εἰς Ῥώμην ἀνέβαινεν. αἰσθόμενοι δὲ πάντες ἐξεχύθησαν εἰς τὴν ὁδόν, ὥσπερ οὐ πρὸ
Pomp
.

27

.

2

ἡμερῶν ὀλίγων ἐκπέμψαντες αὐτόν. ἐποίει δὲ τὴν χαρὰν τὸ παρ’ ἐλπίδα τῆς μεταβολῆς τάχος, ὑπερβάλλουσαν ἀφθονίαν τῆς ἀγορᾶς ἐχούσης. ὅθεν ὁ Πείσων ἐκινδύνευσε τὴν ὑπατείαν ἀφαι‐
5ρεθῆναι, Γαβινίου νόμον ἔχοντος ἤδη συγγεγραμ‐ μένον. ἀλλὰ καὶ τοῦτο διεκώλυσεν ὁ Πομπήϊος,
καὶ τἆλλα χρηματίσας ἐπιεικῶς καὶ διαπραξά‐ μενος ὧν ἐδεῖτο, καταβὰς εἰς Βρεντέσιον ἐξέ‐182
Pomp
.

27

.

3

πλευσεν. ἐπειγόμενος δὲ τῷ καιρῷ καὶ παρα‐ πλέων τὰς πόλεις ὑπὸ σπουδῆς, ὅμως οὐ παρῆλθε τὰς Ἀθήνας, ἀναβὰς δὲ καὶ θύσας τοῖς θεοῖς καὶ προσαγορεύσας τὸν δῆμον εὐθὺς ἀπιὼν ἀνεγί‐
5νωσκεν εἰς αὐτὸν ἐπιγεγραμμένα μονόστιχα, τὸ μὲν ἐντὸς τῆς πύλης·
6 Ἐφ’ ὅσον ὢν ἄνθρωπος οἶδας, ἐπὶ τοσοῦτον εἶ
θεός·
8 τὸ δ’ ἐκτός·
9
10Προσεδοκῶμεν, προσεκυνοῦμεν, εἴδομεν, προ‐ πέμπομεν.
11
Pomp
.

27

.

4

ἐπεὶ δὲ τῶν συνεστώτων ἔτι καὶ πλανωμένων ἔξω πειρατηρίων ἐνίοις δεηθεῖσιν ἐπιεικῶς ἐχρήσατο καὶ παραλαβὼν τὰ πλοῖα καὶ τὰ σώματα κακὸν οὐδὲν ἐποίησεν, ἐπ’ ἐλπίδος χρηστῆς οἱ λοιποὶ
5γενόμενοι τοὺς μὲν ἄλλους διέφευγον ἡγεμόνας, Πομπηΐῳ δὲ φέροντες ἑαυτοὺς μετὰ τέκνων καὶ γυναικῶν ἐνεχείριζον. ὁ δὲ πάντων ἐφείδετο, καὶ μάλιστα διὰ τούτων τοὺς ἔτι λανθάνοντας ἐξιχνεύων καὶ λαμβάνων ἐκόλαζεν ὡς αὐτοὺς
10ἑαυτοῖς ἀνήκεστα συνειδότας.
Pomp
.

28

.

1

Οἱ δὲ πλεῖστοι καὶ δυνατώτατοι γενεὰς μὲν αὑτῶν καὶ χρήματα καὶ τὸν ἄχρηστον ὄχλον ἐν φρουρίοις καὶ πολίσμασι καρτεροῖς περὶ τὸν Ταῦρον εἶχον ἀποκείμενα, τὰς δὲ ναῦς
5πληρώσαντες αὐτοὶ περὶ τὸ Κορακήσιον τῆς Κιλικίας ἐπιπλέοντα τὸν Πομπήϊον ἐδέξαντο· καὶ μάχης γενομένης νικηθέντες ἐπολιορκοῦντο. τέλος δὲ πέμψαντες ἱκετηρίας παρέδωκαν ἑαυτοὺς
καὶ πόλεις καὶ νήσους ὧν ἐπεκράτουν ἐντειχι‐184
10σάμενοι, χαλεπὰς βιασθῆναι καὶ δυσπροσπελά‐
Pomp
.

28

.

2

στους. κατελύθη μὲν οὖν ὁ πόλεμος καὶ τὰ πανταχοῦ λῃστήρια τῆς θαλάσσης ἐξέπεσεν οὐκ ἐν πλείονι χρόνῳ τριῶν μηνῶν, ναῦς δὲ πολλὰς μὲν ἄλλας, ἐνενήκοντα δὲ χαλκεμβόλους παρέ‐
5λαβεν. αὐτοὺς δὲ δισμυρίων πλείονας γενομένους ἀνελεῖν μὲν οὐδὲ ἐβουλεύσατο, μεθεῖναι δὲ καὶ περιϊδεῖν σκεδασθέντας ἢ συστάντας αὖθις, ἀπόρους καὶ πολεμικοὺς καὶ πολλοὺς ὄντας, οὐκ
Pomp
.

28

.

3

ᾤετο καλῶς ἔχειν. ἐννοήσας οὖν ὅτι φύσει μὲν ἄνθρωπος οὔτε γέγονεν οὔτ’ ἔστιν ἀνήμερον ζῷον οὐδ’ ἄμικτον, ἀλλ’ ἐξίσταται τῇ κακίᾳ παρὰ φύσιν χρώμενος, ἔθεσι δὲ καὶ τόπων καὶ βίων
5μεταβολαῖς ἐξημεροῦται, καὶ θηρία δὲ διαίτης κοινωνοῦντα πρᾳοτέρας ἐκδύεται τὸ ἄγριον καὶ χαλεπόν, ἔγνω τοὺς ἄνδρας εἰς γῆν μεταφέρειν ἐκ τῆς θαλάσσης καὶ βίου γεύειν ἐπιεικοῦς, συν‐
Pomp
.

28

.

4

εθισθέντας ἐν πόλεσιν οἰκεῖν καὶ γεωργεῖν. ἐνίους μὲν οὖν αἱ μικραὶ καὶ ὑπέρημοι τῶν Κιλίκων πόλεις ἐδέξαντο καὶ κατέμιξαν ἑαυταῖς χώραν προσλαβοῦσαι, τὴν δὲ Σολίων ἠρημωμένην ἔναγ‐
5χος ὑπὸ Τιγράνου τοῦ Ἀρμενίων βασιλέως ἀναλαβὼν ἵδρυσε πολλοὺς ἐν αὐτῇ. τοῖς δὲ πολλοῖς οἰκητήριον ἔδωκε Δύμην τὴν Ἀχαΐδα, χηρεύουσαν ἀνδρῶν τότε, γῆν δὲ πολλὴν καὶ ἀγαθὴν ἔχουσαν.
Pomp
.

29

.

1

Ταῦτα μὲν οὖν οἱ βασκαίνοντες ἔψεγον· τοῖς δὲ περὶ Κρήτην πραχθεῖσι πρὸς Μέτελλον
οὐδ’ οἱ πάνυ φιλοῦντες αὐτὸν ἔχαιρον. ὁ γὰρ Μέτελλος, οἰκεῖος ὢν ἐκείνου τοῦ συνάρξαντος186
5ἐν Ἰβηρίᾳ τῷ Πομπηΐῳ, στρατηγὸς εἰς Κρήτην ἐπέμφθη πρότερον ἢ τὸν Πομπήϊον αἱρεθῆναι· δευτέρα γάρ τις ἦν αὕτη τῶν πειρατηρίων πηγὴ μετὰ τὴν ἐν Κιλικίᾳ· καὶ πολλοὺς ἐγκαταλαβὼν
Pomp
.

29

.

2

ὁ Μέτελλος ἐξῄρει καὶ διέφθειρεν. οἱ δὲ περιόντες ἔτι καὶ πολιορκούμενοι πέμψαντες ἱκετηρίαν ἐπεκαλοῦντο τὸν Πομπήϊον εἰς τὴν νῆσον, ὡς τῆς ἐκείνου μέρος οὖσαν ἀρχῆς καὶ πανταχόθεν
5ἐμπίπτουσαν εἰς τὸ μέτρον τὸ ἀπὸ θαλάσσης. ὁ δὲ δεξάμενος ἔγραφε τῷ Μετέλλῳ κωλύων τὸν πόλεμον. ἔγραφε δὲ καὶ ταῖς πόλεσι μὴ προσ‐ έχειν Μετέλλῳ, καὶ στρατηγὸν ἔπεμψε τῶν ὑφ’
Pomp
.

29

.

3

ἑαυτὸν ἀρχόντων ἕνα Λεύκιον Ὀκταούϊον, ὃς συνεισελθὼν εἰς τὰ τείχη τοῖς πολιορκουμένοις καὶ μαχόμενος μετ’ αὐτῶν, οὐ μόνον ἐπαχθῆ καὶ βαρύν, ἀλλὰ καὶ καταγέλαστον ἐποίει τὸν Πομ‐
5πήϊον, ἀνθρώποις ἀνοσίοις καὶ ἀθέοις τοὔνομα κιχράντα καὶ περιάπτοντα τὴν αὑτοῦ δόξαν ὥσπερ ἀλεξιφάρμακον ὑπὸ φθόνου καὶ φιλοτιμίας
Pomp
.

29

.

4

τῆς πρὸς τὸν Μέτελλον. οὐδὲ γὰρ τὸν Ἀχιλλέα ποιεῖν ἀνδρὸς ἔργον, ἀλλὰ μειρακίου παντάπασιν ἐμπλήκτου καὶ σεσοβημένου πρὸς δόξαν, ἀνα‐ νεύοντα τοῖς ἄλλοις καὶ διακωλύοντα βάλλειν
5Ἕκτορα,
5 Μή τις κῦδος ἄροιτο βαλών, ὁ δὲ δεύτερος ἔλθοι·
6
Pomp
.

29

.

5

Πομπήϊον δὲ καὶ σώζειν ὑπερμαχοῦντα τῶν κοινῶν πολεμίων ἐπὶ τῷ τὸν θρίαμβον ἀφελέσθαι
στρατηγοῦ πολλὰ πεπονηκότος. οὐ μὴν ἐνέδω‐ κεν ὁ Μέτελλος, ἀλλὰ τούς τε πειρατὰς ἐξελὼν188
5ἐτιμωρήσατο, καὶ τὸν Ὀκταούϊον ἐν τῷ στρατο‐ πέδῳ καθυβρίσας καὶ λοιδορήσας ἀφῆκεν.
Pomp
.

30

.

1

Ἀπαγγελθέντος δὲ εἰς Ῥώμην πέρας ἔχειν τὸν πειρατικὸν πόλεμον καὶ σχολὴν ἄγοντα τὸν Πομπήϊον ἐπέρχεσθαι τὰς πόλεις, γράφει νόμον εἷς τῶν δημάρχων Μάλλιος, ὅσης Λεύ‐
5κολλος ἄρχει χώρας καὶ δυνάμεως, Πομπήϊον παραλαβόντα πᾶσαν, προσλαβόντα δὲ καὶ Βιθυ‐ νίαν, ἣν ἔχει Γλαβρίων, πολεμεῖν Μιθριδάτῃ καὶ Τιγράνῃ τοῖς βασιλεῦσιν, ἔχοντα καὶ τὴν ναυτι‐ κὴν δύναμιν καὶ τὸ κράτος τῆς θαλάσσης ἐφ’
Pomp
.

30

.

2

οἷς ἔλαβεν ἐξ ἀρχῆς. τοῦτο δ’ ἦν ἐφ’ ἑνὶ συλλήβδην γενέσθαι τὴν Ῥωμαίων ἡγεμονίαν· ὧν γὰρ ἐδόκει μόνων ἐπαρχιῶν μὴ ἐφικνεῖσθαι τῷ προτέρῳ νόμῳ, Φρυγίας, Λυκαονίας, Γαλατίας,
5Καππαδοκίας, Κιλικίας, τῆς ἄνω Κολχίδος, Ἀρ‐ μενίας, αὗται προσετίθεντο μετὰ στρατοπέδων καὶ δυνάμεων αἷς Λεύκολλος κατεπολέμησε
Pomp
.

30

.

3

Μιθριδάτην καὶ Τιγράνην. ἀλλὰ Λευκόλλου μὲν ἀποστερουμένου τὴν δόξαν ὧν κατειργάσατο καὶ θριάμβου μᾶλλον ἢ πολέμου διαδοχὴν λαμ‐ βάνοντος, ἥττων λόγος ἦν τοῖς ἀριστοκρατικοῖς,
5καίπερ οἰομένοις ἄδικα καὶ ἀχάριστα πάσχειν τὸν ἄνδρα, τὴν δὲ δύναμιν τοῦ Πομπηΐου βαρέως φέροντες ὡς τυραννίδα καθισταμένην, ἰδίᾳ παρε‐ κάλουν καὶ παρεθάρρυνον αὑτοὺς ἐπιλαβέσθαι
τοῦ νόμου καὶ μὴ προέσθαι τὴν ἐλευθερίαν.190
Pomp
.

30

.

4

ἐνστάντος δὲ τοῦ καιροῦ, τὸν δῆμον φοβηθέντες ἐξέλιπον καὶ κατεσιώπησαν οἱ λοιποί, Κάτλος δὲ τοῦ νόμου πολλὰ κατηγορήσας καὶ τοῦ δη‐ μάρχου, μηδένα δὲ πείθων, ἐκέλευε τὴν βουλὴν
5ἀπὸ τοῦ βήματος κεκραγὼς πολλάκις ὄρος ζητεῖν, ὥσπερ οἱ πρόγονοι, καὶ κρημνόν, ὅπου κατα‐
Pomp
.

30

.

5

φυγοῦσα διασώσει τὴν ἐλευθερίαν. ἐκυρώθη δ’ οὖν ὁ νόμος, ὡς λέγουσι, πάσαις ταῖς φυλαῖς, καὶ κύριος ἀποδέδεικτο μὴ παρὼν ὁ Πομπήϊος ἁπάν‐ των σχεδὸν ὧν ὁ Σύλλας ὅπλοις καὶ πολέμῳ τῆς
5πόλεως κρατήσας. αὐτὸς δὲ δεξάμενος τὰ γράμ‐ ματα καὶ πυθόμενος τὰ δεδογμένα, τῶν φίλων παρόντων καὶ συνηδομένων, τὰς ὀφρῦς λέγεται συναγαγεῖν καὶ τὸν μηρὸν πατάξαι καὶ εἰπεῖν ὡς ἂν βαρυνόμενος ἤδη καὶ δυσχεραίνων τὸ ἄρ‐
Pomp
.

30

.

6

χειν· “Φεῦ τῶν ἀνηνύτων ἄθλων, ὡς ἄρα κρεῖττον ἦν ἕνα τῶν ἀδόξων γενέσθαι, εἰ μηδέποτε παύ‐ σομαι στρατευόμενος μηδὲ τὸν φθόνον τοῦτον ἐκδὺς ἐν ἀγρῷ διαιτήσομαι μετὰ τῆς γυναικός.”
5ἐφ’ οἷς λεγομένοις οὐδ’ οἱ πάνυ συνήθεις ἔφερον αὐτοῦ τὴν εἰρωνείαν, γινώσκοντες ὅτι τῆς ἐμφύτου φιλοτιμίας καὶ φιλαρχίας ὑπέκκαυμα τὴν πρὸς Λεύκολλον ἔχων διαφορὰν μειζόνως ἔχαιρεν.
Pomp
.

31

.

1

Ἀμέλει δὲ καὶ τὰ ἔργα ταχέως αὐτὸν ἀπεκάλυπτε. πανταχοῦ γὰρ ἐκτιθεὶς διαγράμ‐ ματα τοὺς στρατιώτας ἀνεκαλεῖτο καὶ μετεπέμ‐ πετο τοὺς ὑπηκόους δυνάστας καὶ βασιλεῖς ὡς
5ἑαυτόν. ἐπιών τε τὴν χώραν οὐδὲν ἀκίνητον εἴα
τῶν ὑπὸ τοῦ Λευκόλλου γεγονότων, ἀλλὰ καὶ κολάσεις ἀνῆκε πολλοῖς καὶ δωρεὰς ἀφείλετο καὶ πάντα ὅλως ἔπραττεν ἐπιδεῖξαι τὸν ἄνδρα φιλο‐ νεικῶν τοῖς θαυμάζουσιν οὐδενὸς ὄντα κύριον.192
Pomp
.

31

.

2

ἐγκαλοῦντος δ’ ἐκείνου διὰ τῶν φίλων, ἔδοξε συνελθεῖν εἰς ταὐτό· καὶ συνῆλθον περὶ τὴν Γαλατίαν. οἷα δὲ μεγίστων στρατηγῶν καὶ μέγιστα κατωρθωκότων δάφναις ἀνεστεμμένας
5ἔχοντες ὁμοῦ καὶ τὰς ῥάβδους οἱ ὑπηρέται ἀπήντων· ἀλλὰ Λεύκολλος μὲν ἐκ τόπων χλοερῶν καὶ κατασκίων προσῄει, Πομπήϊος δὲ πολλὴν ἄδενδρον καὶ κατεψυγμένην ἔτυχε διεληλυθώς.
Pomp
.

31

.

3

ἰδόντες οὖν οἱ τοῦ Λευκόλλου ῥαβδοφόροι τοῦ Πομπηΐου τὰς δάφνας ἀθαλλεῖς καὶ μεμαραμ‐ μένας παντάπασιν, ἐκ τῶν ἰδίων προσφάτων οὐσῶν μεταδιδόντες ἐπεκόσμησαν καὶ κατέστεψαν
5τὰς ἐκείνου ῥάβδους. ὃ σημεῖον ἔδοξεν εἶναι τοῦ τὰ Λευκόλλου νικητήρια καὶ τὴν δόξαν οἰσό‐
Pomp
.

31

.

4

μενον ἔρχεσθαι Πομπήϊον. ἦν δὲ Λεύκολλος μὲν ἐν ὑπατείας τε τάξει καὶ καθ’ ἡλικίαν πρεσ‐ βύτερος, τὸ δὲ τοῦ Πομπηΐου μεῖζον ἀξίωμα τοῖς δυσὶ θριάμβοις. οὐ μὴν ἀλλὰ τὴν πρώτην ἔν‐
5τευξιν ὡς ἐνῆν μάλιστα πολιτικῶς καὶ φιλο‐ φρόνως ἐποιήσαντο, μεγαλύνοντες ἀλλήλων τὰ ἔργα καὶ συνηδόμενοι τοῖς κατορθώμασιν· ἐν δὲ τοῖς λόγοις πρὸς οὐδὲν ἐπιεικὲς οὐδὲ μέτριον συμβάντες, ἀλλὰ καὶ λοιδορήσαντες, ὁ μὲν εἰς
10φιλαργυρίαν τὸν Λεύκολλον, ὁ δὲ εἰς φιλαρχίαν ἐκεῖνον, ὑπὸ τῶν φίλων μόλις διελύθησαν.
Pomp
.

31

.

5

Καὶ Λεύκολλος μὲν ἐν Γαλατίᾳ διέγραψε χώ‐ ρας τῆς αἰχμαλώτου καὶ δωρεὰς ἄλλας οἷς ἐβού‐ λετο, Πομπήϊος δὲ μικρὸν ἀπωτέρω στρατοπεδεύ‐
σας ἐκώλυε προσέχειν αὐτῷ, καὶ τοὺς στρατιώτας194
5ἅπαντας ἀφείλετο πλὴν χιλίων ἑξακοσίων, οὓς ἐνόμιζεν ὑπ’ αὐθαδείας ἀχρήστους μὲν ἑαυτῷ, τῷ
Pomp
.

31

.

6

Λευκόλλῳ δὲ δυσμενεῖς εἶναι. πρὸς δὲ τούτοις διασύρων τὰ ἔργα ἐμφανῶς ἔλεγε τραγῳδίαις καὶ σκιαγραφίαις πεπολεμηκέναι βασιλικαῖς τὸν Λεύκολλον, αὑτῷ δὲ πρὸς ἀληθινὴν καὶ σεσωφρο‐
5νισμένην τὸν ἀγῶνα λείπεσθαι δύναμιν, εἰς θυ‐ ρεοὺς καὶ ξίφη καὶ ἵππους Μιθριδάτου κατα‐ φεύγοντος. ἀμυνόμενος δὲ ὁ Λεύκολλος εἰδώλῳ καὶ σκιᾷ πολέμου τὸν Πομπήϊον ἔφη μαχούμενον βαδίζειν, εἰθισμένον ἀλλοτρίοις νεκροῖς, ὥσπερ
10ὄρνιν ἀργόν, ἐπικαταίρειν καὶ λείψανα πολέμων
Pomp
.

31

.

7

σπαράσσειν. οὕτω γὰρ αὑτὸν ἐπιγράψαι Σερ‐ τωρίῳ, Λεπίδῳ, τοῖς Σπαρτακείοις, τὰ μὲν Κράσ‐ σου, τὰ δὲ Μετέλλου, τὰ δὲ Κάτλου κατωρθω‐ κότος. ὅθεν οὐ θαυμάζειν εἰ τῶν Ἀρμενιακῶν
5καὶ Ποντικῶν πολέμων ὑποβάλλεται τὴν δόξαν, ἄνθρωπος ἑαυτὸν εἰς δραπετικὸν θρίαμβον ἁμῶς γέ πως ἐμβαλεῖν μηχανησάμενος.
Pomp
.

32

.

1

Ἐκ τούτου Λεύκολλος μὲν ἀπῆρε, Πομπήϊος δὲ τῷ στόλῳ παντὶ τὴν μεταξὺ Φοινί‐ κης καὶ Βοσπόρου θάλασσαν ἐπὶ φρουρᾷ δια‐ λαβών, αὐτὸς ἐβάδιζεν ἐπὶ Μιθριδάτην, ἔχοντα
5τρισμυρίους πεζοὺς ἐν φάλαγγι καὶ δισχιλίους
Pomp
.

32

.

2

ἱππεῖς, μάχεσθαι δὲ μὴ θαρροῦντα. καὶ πρῶτον μὲν αὐτοῦ καρτερὸν ὄρος καὶ δύσμαχον, ἐν ᾧ στρατοπεδεύων ἔτυχεν, ὡς ἄνυδρον ἐκλιπόντος, αὐτὸ τοῦτο κατασχὼν ὁ Πομπήϊος, καὶ τῇ φύσει
5τῶν βλαστανόντων καὶ ταῖς συγκλινίαις τῶν
τόπων τεκμαιρόμενος ἔχειν πηγὰς τὸ χωρίον, ἐκέλευσεν ἐκβαλεῖν πανταχοῦ φρέατα. καὶ με‐ στὸν ἦν εὐθὺς ὕδατος ἀφθόνου τὸ στρατόπεδον, ὥστε θαυμάζειν εἰ τῷ παντὶ χρόνῳ τοῦτο Μιθρι‐196
Pomp
.

32

.

3

δάτης ἠγνόησεν. ἔπειτα περιστρατοπεδεύσας περιετείχιζεν αὐτόν. ὁ δὲ πέντε καὶ τετταρά‐ κοντα πολιορκηθεὶς ἡμέρας ἔλαθεν ἀποδρὰς μετὰ τῆς ἐρρωμενεστάτης δυνάμεως, κτείνας τοὺς ἀχρή‐
5στους καὶ νοσοῦντας. εἶτα μέντοι περὶ τὸν Εὐφράτην καταλαβὼν αὐτὸν ὁ Πομπήϊος παρε‐ στρατοπέδευσε· καὶ δεδιὼς μὴ φθάσῃ περάσας τὸν Εὐφράτην, ἐκ μέσων νυκτῶν ἐπῆγεν ὡπλι‐
Pomp
.

32

.

4

σμένην τὴν στρατιάν· καθ’ ὃν χρόνον λέγεται τὸν Μιθριδάτην ὄψιν ἐν ὕπνοις ἰδεῖν τὰ μέλ‐ λοντα προδηλοῦσαν. ἐδόκει γὰρ οὐρίῳ πνεύματι πλέων τὸ Ποντικὸν πέλαγος ἤδη Βόσπορον
5καθορᾶν καὶ φιλοφρονεῖσθαι τοὺς συμπλέοντας, ὡς ἄν τις ἐπὶ σωτηρίᾳ σαφεῖ καὶ βεβαίῳ χαίρων· ἄφνω δὲ ἀναφανῆναι πάντων ἔρημος ἐπὶ λεπτοῦ ναυαγίου διαφερόμενος. ἐν τοιούτοις δὲ αὐτὸν ὄντα πάθεσι καὶ φάσμασιν ἐπιστάντες ἀνέστη‐
Pomp
.

32

.

5

σαν οἱ φίλοι, φράζοντες ἐπιέναι Πομπήϊον. ἦν οὖν ἐξ ἀνάγκης μαχητέον ὑπὲρ τοῦ χάρακος, καὶ προαγαγόντες οἱ στρατηγοὶ τὴν δύναμιν ἔταξαν. αἰσθόμενος δὲ τὴν παρασκευὴν αὐτῶν ὁ Πομ‐
5πήϊος ὤκνει κατὰ σκότος εἰς κίνδυνον ἐλθεῖν, καὶ κύκλῳ μόνον ᾤετο δεῖν περιελαύνειν, ὅπως μὴ φεύγοιεν, ἡμέρας δὲ κρείττους ὄντας ἐπιχει‐ ρεῖν. οἱ δὲ πρεσβύτατοι τῶν ταξιαρχῶν δεό‐ μενοι καὶ παρακαλοῦντες ἐξώρμησαν αὐτόν· οὐδὲ
10γὰρ σκότος ἦν παντάπασιν, ἀλλὰ ἡ σελήνη καταφερομένη παρεῖχεν ἔτι τῶν σωμάτων ἱκανὴν ἔποψιν. καὶ τοῦτο μάλιστα τοὺς βασιλικοὺς198
Pomp
.

32

.

6

ἔσφηλεν. ἐπῄεσαν μὲν γὰρ οἱ Ῥωμαῖοι κατὰ νώτου τὴν σελήνην ἔχοντες· πεπιεσμένου δὲ περὶ τὰς δύσεις τοῦ φωτός, αἱ σκιαὶ πολὺ τῶν σωμά‐ των ἔμπροσθεν προϊοῦσαι τοῖς πολεμίοις ἐπέ‐
5βαλλον, οὐ δυναμένοις τὸ διάστημα συνιδεῖν ἀκριβῶς· ἀλλ’ ὡς ἐν χερσὶν ἤδη γεγονότων τοὺς ὑσσοὺς ἀφέντες μάτην οὐδενὸς ἐφίκοντο.
Pomp
.

32

.

7

τοῦτο συνιδόντες οἱ Ῥωμαῖοι μετὰ κραυγῆς ἐπέ‐ δραμον, καὶ μηκέτι μένειν τολμῶντας, ἀλλ’ ἐκπε‐ πληγμένους καὶ φεύγοντας ἔκτεινον, ὥστε πολὺ πλείονας μυρίων ἀποθανεῖν, ἁλῶναι δὲ τὸ στρα‐
5τόπεδον. Αὐτὸς δὲ Μιθριδάτης ἐν ἀρχῇ μὲν ὀκτακοσίοις ἱππεῦσι διέκοψε καὶ διεξήλασε τοὺς Ῥωμαίους, ταχὺ δὲ τῶν ἄλλων σκεδασθέντων ἀπελείφθη
Pomp
.

32

.

8

μετὰ τριῶν. ἐν οἷς ἦν Ὑψικράτεια παλλακίς, ἀεὶ μὲν ἀνδρώδης τις οὖσα καὶ παράτολμος· Ὑψικράτην γοῦν αὐτὴν ὁ βασιλεὺς ἐκάλει· τότε δὲ ἀνδρὸς ἔχουσα Πέρσου στολὴν καὶ ἵππον οὔτε
5τῷ σώματι πρὸς τὰ μήκη τῶν δρόμων ἀπηγό‐ ρευσεν οὔτε θεραπεύουσα τοῦ βασιλέως τὸ σῶμα καὶ τὸν ἵππον ἐξέκαμεν, ἄχρι ἧκον εἰς χωρίον Σίνωρα χρημάτων καὶ κειμηλίων βασιλικῶν
Pomp
.

32

.

9

μεστόν. ἐξ οὗ λαβὼν ὁ Μιθριδάτης ἐσθῆτας πολυτελεῖς διένειμε τοῖς συνδεδραμηκόσι πρὸς αὐτὸν ἐκ τῆς φυγῆς. ἔδωκε δὲ καὶ τῶν φίλων ἑκάστῳ φορεῖν θανάσιμον φάρμακον, ὅπως ἄκων
5μηδεὶς ὑποχείριος γένοιτο τοῖς πολεμίοις. ἐν‐ τεῦθεν ὥρμητο μὲν ἐπ’ Ἀρμενίας πρὸς Τιγράνην, ἐκείνου δὲ ἀπαγορεύοντος καὶ τάλαντα ἑκατὸν ἐπικηρύξαντος αὐτῷ, παραμειψάμενος τὰς πηγὰς τοῦ Εὐφράτου διὰ τῆς Κολχίδος ἔφευγε.200
Pomp
.

33

.

1

Πομπήϊος δὲ εἰς Ἀρμενίαν ἐνέβαλε τοῦ νέου Τιγράνου καλοῦντος αὐτόν· ἤδη γὰρ ἀφειστήκει τοῦ πατρός, καὶ συνήντησε τῷ Πομ‐ πηΐῳ περὶ τὸν Ἀράξην ποταμόν, ὃς ἀνίσχει μὲν
5ἐκ τῶν αὐτῶν τῷ Εὐφράτῃ τόπων, ἀποτρεπόμενος δὲ πρὸς τὰς ἀνατολὰς εἰς τὸ Κάσπιον ἐμβάλλει
Pomp
.

33

.

2

πέλαγος. οὗτοι μὲν οὖν προῆγον ἅμα τὰς πόλεις παραλαμβάνοντες· ὁ δὲ βασιλεὺς Τιγράνης ἔναγ‐ χος μὲν ὑπὸ Λευκόλλου συντετριμμένος, ἥμερον δέ τινα τῷ τρόπῳ καὶ πρᾷον πυθόμενος εἶναι τὸν
5Πομπήϊον, ἐδέξατο μὲν εἰς τὰ βασίλεια φρουράν, ἀναλαβὼν δὲ τοὺς φίλους καὶ συγγενεῖς αὐτὸς
Pomp
.

33

.

3

ἐπορεύετο παραδώσων ἑαυτόν. ὡς δὲ ἦλθεν ἱπ‐ πότης ἐπὶ τὸν χάρακα, ῥαβδοῦχοι δύο τοῦ Πομ‐ πηΐου προσελθόντες ἐκέλευσαν ἀποβῆναι τοῦ ἵππου καὶ πεζὸν ἐλθεῖν· οὐδένα γὰρ ἀνθρώπων
5ἐφ’ ἵππου καθεζόμενον ἐν Ῥωμαϊκῷ στρατοπέδῳ πώποτε ὀφθῆναι. καὶ ταῦτα οὖν ὁ Τιγράνης ἐπείθετο καὶ τὸ ξίφος αὐτοῖς ἀπολυσάμενος παρεδίδου· καὶ τέλος, ὡς πρὸς αὐτὸν ἦλθε τὸν Πομπήϊον, ἀφελόμενος τὴν κίταριν ὥρμησε πρὸ
10τῶν ποδῶν θεῖναι, καὶ καταβαλὼν ἑαυτόν, αἴσχι‐ στα δὴ πάντων, προσπεσεῖν αὐτοῦ τοῖς γόνασιν.
Pomp
.

33

.

4

ἀλλ’ ὁ Πομπήϊος ἔφθη τῆς δεξιᾶς αὐτοῦ λαβό‐ μενος προσαγαγέσθαι· καὶ πλησίον ἱδρυσάμενος ἑαυτοῦ, τὸν δὲ υἱὸν ἐπὶ θάτερα, τῶν μὲν ἄλλων ἔφησε δεῖν αἰτιᾶσθαι Λεύκολλον, ὑπ’ ἐκείνου γὰρ
5ἀφῃρῆσθαι Συρίαν, Φοινίκην, Κιλικίαν, Γαλα‐
τίαν, Σωφηνήν, ἃ δὲ ἄχρι ἑαυτοῦ διατετήρηκεν, ἕξειν ἐκτίσαντα ποινὴν ἑξακισχίλια τάλαντα Ῥωμαίοις τῆς ἀδικίας, Σωφηνῆς δὲ βασιλεύσειν202
Pomp
.

33

.

5

τὸν υἱόν. ἐπὶ τούτοις ὁ μὲν Τιγράνης ἠγάπησε, καὶ τῶν Ῥωμαίων ἀσπασαμένων αὐτὸν βασιλέα περιχαρὴς γενόμενος ἐπηγγείλατο στρατιώτῃ μὲν ἡμιμναῖον ἀργυρίου δώσειν, ἑκατοντάρχῃ δὲ μνᾶς
5δέκα, χιλιάρχῳ δὲ τάλαντον· ὁ δ’ υἱὸς ἐδυσφόρει, καὶ κληθεὶς ἐπὶ δεῖπνον οὐκ ἔφη Πομπηΐου δεῖ‐ σθαι τοιαῦτα τιμῶντος· καὶ γὰρ αὐτὸς ἄλλον εὑρήσειν Ῥωμαίων. ἐκ τούτου δεθεὶς εἰς τὸν
Pomp
.

33

.

6

θρίαμβον ἐφυλάττετο. καὶ μετ’ οὐ πολὺν χρόνον ἔπεμψε Φραάτης ὁ Πάρθος ἀπαιτῶν μὲν τὸν νεανίσκον, ὡς αὐτοῦ γαμβρόν, ἀξιῶν δὲ τῶν ἡγε‐ μονιῶν ὅρῳ χρῆσθαι τῷ Εὐφράτῃ. Πομπήϊος δὲ
5ἀπεκρίνατο τὸν μὲν Τιγράνην τῷ πατρὶ μᾶλλον ἢ τῷ πενθερῷ προσήκειν, ὅρῳ δὲ χρήσεσθαι τῷ δικαίῳ.
Pomp
.

34

.

1

Καταλιπὼν δὲ φρουρὸν Ἀρμενίας Ἀφράνιον αὐτὸς ἐβάδιζε διὰ τῶν περιοικούντων τὸν Καύκασον ἐθνῶν ἀναγκαίως ἐπὶ Μιθριδάτην. μέ‐ γιστα δὲ αὐτῶν ἐστιν ἔθνη Ἀλβανοὶ καὶ Ἴβηρες,
5Ἴβηρες μὲν ἐπὶ τὰ Μοσχικὰ ὄρη καὶ τὸν Πόντον καθήκοντες, Ἀλβανοὶ δὲ ἐπὶ τὴν ἕω καὶ τὴν
Pomp
.

34

.

2

Κασπίαν κεκλιμένοι θάλασσαν. οὗτοι πρῶτον μὲν αἰτοῦντι Πομπηΐῳ δίοδον ἔδοσαν· χειμῶνος δὲ τὴν στρατιὰν ἐν τῇ χώρᾳ καταλαβόντος καὶ
τῆς Κρονικῆς ἑορτῆς τοῖς Ῥωμαίοις καθηκούσης,204
5γενόμενοι τετρακισμυρίων οὐκ ἐλάττους ἐπεχεί‐ ρησαν αὐτοῖς, διαβάντες τὸν Κύρνον ποταμόν, ὃς ἐκ τῶν Ἰβηρικῶν ὀρῶν ἀνιστάμενος καὶ δεχόμενος κατιόντα τὸν Ἀράξην ἀπ’ Ἀρμενίας ἐξίησι δώ‐
Pomp
.

34

.

3

δεκα στόμασιν εἰς τὸ Κάσπιον. οἱ δὲ οὔ φασι τούτῳ συμφέρεσθαι τὸν Ἀράξην, ἀλλὰ καθ’ ἑαυτόν, ἐγγὺς δὲ ποιεῖσθαι τὴν ἐκβολὴν εἰς ταὐτὸ πέλαγος. Πομπήϊος δέ, καίπερ ἐνστῆναι δυνά‐
5μενος πρὸς τὴν διάβασιν τοῖς πολεμίοις, περιεῖδε διαβάντας καθ’ ἡσυχίαν· εἶτα ἐπαγαγὼν ἐτρέ‐
Pomp
.

34

.

4

ψατο καὶ διέφθειρε παμπληθεῖς. τῷ δὲ βασιλεῖ δεηθέντι καὶ πέμψαντι πρέσβεις ἀφεὶς τὴν ἀδι‐ κίαν καὶ σπεισάμενος, ἐπὶ τοὺς Ἴβηρας ἐβάδιζε, πλήθει μὲν οὐκ ἐλάττονας, μαχιμωτέρους δὲ τῶν
5ἑτέρων ὄντας, ἰσχυρῶς δὲ βουλομένους τῷ Μιθρι‐ δάτῃ χαρίζεσθαι καὶ διωθεῖσθαι τὸν Πομπήϊον.
Pomp
.

34

.

5

οὔτε γὰρ Μήδοις οὔτε Πέρσαις ὑπήκουσαν Ἴβηρες, διέφυγον δὲ καὶ τὴν Μακεδόνων ἀρχήν, Ἀλεξάνδρου διὰ ταχέων ἐκ τῆς Ὑρκανίας ἀπά‐ ραντος. οὐ μὴν ἀλλὰ καὶ τούτους μάχῃ μεγάλῃ
5τρεψάμενος ὁ Πομπήϊος, ὥστε ἀποθανεῖν μὲν ἐνακισχιλίους, ἁλῶναι δὲ πλείους μυρίων, εἰς τὴν Κολχικὴν ἐνέβαλε· καὶ πρὸς τὸν Φᾶσιν αὐτῷ Σερουΐλιος ἀπήντησε, τὰς ναῦς ἔχων αἷς ἐφρούρει τὸν Πόντον.
Pomp
.

35

.

1

Ἡ μὲν οὖν Μιθριδάτου δίωξις ἐνδεδυ‐ κότος εἰς τὰ περὶ Βόσπορον ἔθνη καὶ τὴν Μαιῶτιν ἀπορίας εἶχε μεγάλας· Ἀλβανοὶ δὲ αὖθις ἀφε‐ στῶτες αὐτῷ προσηγγέλθησαν. πρὸς οὓς ὑπ’
5ὀργῆς καὶ φιλονεικίας ἐπιστρέψας τόν τε Κύρνον μόλις καὶ παραβόλως πάλιν διεπέρασεν ἐπὶ
πολὺ σταυροῖς ὑπὸ τῶν βαρβάρων ἀποκεχαρα‐206
Pomp
.

35

.

2

κωμένον, καὶ μακρᾶς αὐτὸν ἐκδεχομένης ἀνύδρου καὶ ἀργαλέας ὁδοῦ, μυρίους ἀσκοὺς ὕδατος ἐμ‐ πλησάμενος ἤλαυνεν ἐπὶ τοὺς πολεμίους, καὶ κατέ‐ λαβε πρὸς Ἄβαντι ποταμῷ παρατεταγμένους
5ἑξακισμυρίους πεζοὺς καὶ δισχιλίους ἱππεῖς ἐπὶ μυρίοις, ὡπλισμένους δὲ φαύλως καὶ δέρμασι θηρίων τοὺς πολλούς. ἡγεῖτο δὲ αὐτῶν βασιλέως
Pomp
.

35

.

3

ἀδελφὸς ὄνομα Κῶσις. οὗτος ἐν χερσὶ τῆς μάχης γενομένης ἐπὶ τὸν Πομπήϊον ὁρμήσας αὐτὸν ἔβαλεν ἐπὶ τὴν τοῦ θώρακος ἐπιπτυχὴν ἀκοντί‐ σματι, Πομπήϊος δὲ ἐκεῖνον ἐκ χειρὸς διελάσας
5ἀνεῖλεν. Ἐν ταύτῃ τῇ μάχῃ λέγονται καὶ Ἀμαζόνες συναγωνίσασθαι τοῖς βαρβάροις, ἀπὸ τῶν περὶ τὸν Θερμώδοντα ποταμὸν ὀρῶν καταβᾶσαι. μετὰ γὰρ τὴν μάχην σκυλεύοντες οἱ Ῥωμαῖοι τοὺς
10βαρβάρους πέλταις Ἀμαζονικαῖς καὶ κοθόρνοις ἐνετύγχανον, σῶμα δὲ οὐδὲν ὤφθη γυναικεῖον.
Pomp
.

35

.

4

νέμονται δὲ τοῦ Καυκάσου τὰ καθήκοντα πρὸς τὴν Ὑρκανίαν θάλασσαν, οὐχ ὁμοροῦσαι τοῖς Ἀλβανοῖς, ἀλλὰ Γέλαι καὶ Λῆγες οἰκοῦσι διὰ μέσου· καὶ τούτοις ἔτους ἑκάστου δύο μῆνας εἰς
5ταὐτὸ φοιτῶσαι περὶ τὸν Θερμώδοντα ποταμὸν ὁμιλοῦσιν, εἶτα καθ’ αὑτὰς ἀπαλλαγεῖσαι βιο‐ τεύουσιν.
Pomp
.

36

.

1

Ὁρμήσας δὲ μετὰ τὴν μάχην ὁ Πομ‐ πήϊος ἐλαύνειν ἐπὶ τὴν Ὑρκανίαν καὶ Κασπίαν θάλασσαν, ὑπὸ πλήθους ἑρπετῶν θανασίμων ἀπετράπη τριῶν ὁδὸν ἡμερῶν ἀποσχών, εἰς δὲ τὴν
Pomp
.

36

.

2

μικρὰν Ἀρμενίαν ἀνεχώρησε. καὶ τῷ μὲν Ἐλυ‐ μαίων καὶ Μήδων βασιλεῖ πέμψασι πρέσβεις ἀντέγραψε φιλικῶς, τὸν δὲ Πάρθον, εἰς τὴν
Γορδυηνὴν ἐμβεβληκότα καὶ περικόπτοντα τοὺς208
5ὑπὸ Τιγράνῃ, πέμψας μετὰ Ἀφρανίου δύναμιν ἐξήλασε διωχθέντα μέχρι τῆς Ἀρβηλίτιδος. Ὅσαι δὲ τῶν Μιθριδάτου παλλακίδων ἀνή‐ χθησαν, οὐδεμίαν ἔγνω, πάσας δὲ τοῖς γονεῦσι καὶ οἰκείοις ἀνέπεμπεν. ἦσαν γὰρ αἱ πολλαὶ
10θυγατέρες καὶ γυναῖκες στρατηγῶν καὶ δυναστῶν.
Pomp
.

36

.

3

Στρατονίκη δέ, ἣ μέγιστον εἶχεν ἀξίωμα καὶ τὸ πολυχρυσότατον τῶν φρουρίων ἐφύλαττεν, ἦν μέν, ὡς ἔοικε, ψάλτου τινὸς οὐκ εὐτυχοῦς τἆλλα, πρεσβύτου δὲ θυγάτηρ, οὕτω δὲ εὐθὺς εἷλε παρὰ
5πότον ψήλασα τὸν Μιθριδάτην, ὥστε ἐκείνην μὲν ἔχων ἀνεπαύετο, τὸν δὲ πρεσβύτην ἀπέπεμψε δυσφοροῦντα τῷ μηδὲ προσρήσεως τυχεῖν ἐπι‐
Pomp
.

36

.

4

εικοῦς. ὡς μέντοι περὶ ὄρθρον ἐγερθεὶς εἶδεν ἔνδον ἐκπωμάτων μὲν ἀργυρῶν καὶ χρυσῶν τρα‐ πέζας, ὄχλον δὲ θεραπείας πολύν, εὐνούχους δὲ καὶ παῖδας ἱμάτια τῶν πολυτελῶν προσφέροντας
5αὐτῷ, καὶ πρὸ τῆς θύρας ἵππον ἑστῶτα κεκοσμη‐ μένον ὥσπερ οἱ τῶν φίλων τοῦ βασιλέως, χλευ‐ ασμὸν εἶναι τὸ χρῆμα καὶ παιδιὰν ἡγούμενος
Pomp
.

36

.

5

ὥρμησε φεύγειν διὰ θυρῶν. τῶν δὲ θεραπόντων ἀντιλαμβανομένων, καὶ λεγόντων ὅτι πλουσίου τεθνηκότος ἔναγχος οἶκον αὐτῷ μέγαν ὁ βασιλεὺς δεδώρηται, καὶ ταῦτα μικραί τινες ἀπαρχαὶ καὶ
5δείγματα τῶν ἄλλων χρημάτων καὶ κτημάτων εἰσίν, οὕτω πιστεύσας μόλις καὶ τὴν πορ‐ φύραν ἀναλαβὼν καὶ ἀναπηδήσας ἐπὶ τὸν ἵππον ἤλαυνε διὰ τῆς πόλεως βοῶν· “Ἐμὰ ταῦτα
Pomp
.

36

.

6

πάντα ἐστί.” πρὸς δὲ τοὺς καταγελῶντας οὐ τοῦτο ἔλεγεν εἶναι θαυμαστόν, ἀλλ’ ὅτι μὴ λίθοις βάλλει τοὺς ἀπαντῶντας ὑφ’ ἡδονῆς μαινόμενος.
ταύτης μὲν ἦν καὶ γενεᾶς καὶ αἵματος ἡ Στρατο‐210
5νίκη. τῷ δὲ Πομπηΐῳ καὶ τὸ χωρίον παρε‐ δίδου τοῦτο καὶ δῶρα πολλὰ προσήνεγκεν, ὧν ἐκεῖνος ὅσα κόσμον ἱεροῖς καὶ λαμπρότητα τῷ θριάμβῳ παρέξειν ἐφαίνετο λαβὼν μόνα, τὰ λοιπὰ τὴν Στρατονίκην ἐκέλευε κεκτῆσθαι χαί‐
Pomp
.

36

.

7

ρουσαν. ὁμοίως δὲ καὶ τοῦ βασιλέως τῶν Ἰβήρων κλίνην τε καὶ τράπεζαν καὶ θρόνον, ἅπαντα χρυσᾶ, πέμψαντος αὐτῷ καὶ δεηθέντος λαβεῖν, καὶ ταῦτα τοῖς ταμίαις παρέδωκεν εἰς τὸ δη‐
5μόσιον.
Pomp
.

37

.

1

Ἐν δὲ τῷ Καινῷ φρουρίῳ καὶ γράμ‐ μασιν ἀπορρήτοις ὁ Πομπήϊος ἐνέτυχε τοῦ Μιθρι‐ δάτου, καὶ διῆλθεν οὐκ ἀηδῶς αὐτὰ πολλὴν ἔχοντα τοῦ ἤθους κατανόησιν. ὑπομνήματα γὰρ
5ἦν, ἐξ ὧν ἐφωράθη φαρμάκοις ἄλλους τε πολλοὺς καὶ τὸν υἱὸν Ἀριαράθην ἀνῃρηκὼς καὶ τὸν Σαρδιανὸν Ἀλκαῖον, ὅτι παρευδοκίμησεν αὐτὸν
Pomp
.

37

.

2

ἵππους ἀγωνιστὰς ἐλαύνων. ἦσαν δὲ ἀναγεγραμ‐ μέναι καὶ κρίσεις ἐνυπνίων, ὧν τὰ μὲν αὐτὸς ἑωράκει, τὰ δὲ ἔνιαι τῶν γυναικῶν, ἐπιστολαί τε Μονίμης πρὸς αὐτὸν ἀκόλαστοι καὶ πάλιν ἐκείνου
5πρὸς αὐτήν. Θεοφάνης δὲ καὶ Ῥουτιλίου λόγον εὑρεθῆναί φησι παροξυντικὸν ἐπὶ τὴν ἀναίρεσιν
Pomp
.

37

.

3

τῶν ἐν Ἀσίᾳ Ῥωμαίων. ὃ καλῶς εἰκάζουσιν οἱ πλεῖστοι κακοήθευμα τοῦ Θεοφάνους εἶναι, τάχα μὲν οὐδὲν αὐτῷ τὸν Ῥουτίλιον ἐοικότα μισοῦντος, εἰκὸς δὲ καὶ διὰ Πομπήϊον, οὗ τὸν
5πατέρα παμπόνηρον ἀπέδειξεν ὁ Ῥουτίλιος ἐν ταῖς ἱστορίαις.
Pomp
.

38

.

1

Ἐντεῦθεν εἰς Ἀμισὸν ἐλθὼν ὁ Πομπήϊος πάθος νεμεσητὸν ὑπὸ φιλοτιμίας ἔπαθε. πολλὰ γὰρ τὸν Λεύκολλον ἐπικερτο‐
μήσας, ὅτι τοῦ πολεμίου ζῶντος ἔγραφε διατάξεις212
5καὶ δωρεὰς ἔνεμε καὶ τιμάς, ἃ συνῃρημένου πολέ‐ μου καὶ πέρας ἔχοντος εἰώθασι ποιεῖν οἱ νενικη‐ κότες, αὐτὸς ἐν Βοσπόρῳ Μιθριδάτου κρατοῦντος καὶ συνειλοχότος ἀξιόμαχον δύναμιν, ὡς δὴ
Pomp
.

38

.

2

συντετελεσμένων ἁπάντων, ἔπραττε ταὐτά, δια‐ κοσμῶν τὰς ἐπαρχίας καὶ διανέμων δωρεάς, πολλῶν μὲν ἡγεμόνων καὶ δυναστῶν, βασιλέων δὲ δώδεκα βαρβάρων ἀφιγμένων πρὸς αὐτόν.
5ὅθεν οὐδὲ ἠξίωσε τὸν Πάρθον ἀντιγράφων, ὥσπερ οἱ λοιποί, βασιλέα βασιλέων προσαγορεῦσαι, τοῖς ἄλλοις χαριζόμενος. αὐτὸν δέ τις ἔρως καὶ ζῆλος εἶχε Συρίαν ἀναλαβεῖν καὶ διὰ τῆς Ἀρα‐ βίας ἐπὶ τὴν ἐρυθρὰν ἐλάσαι θάλασσαν, ὡς τῷ
10περιϊόντι τὴν οἰκουμένην πανταχόθεν Ὠκεανῷ
Pomp
.

38

.

3

προσμίξειε νικῶν· καὶ γὰρ ἐν Λιβύῃ πρῶτος ἄχρι τῆς ἐκτὸς θαλάσσης κρατῶν προῆλθε, καὶ τὴν ἐν Ἰβηρίᾳ πάλιν ἀρχὴν ὡρίσατο Ῥωμαίοις τῷ Ἀτλαντικῷ πελάγει, καὶ τρίτον ἔναγχος
5Ἀλβανοὺς διώκων ὀλίγον ἐδέησεν ἐμβαλεῖν εἰς τὴν Ὑρκανίαν θάλασσαν. ὡς οὖν συνάψων τῇ ἐρυθρᾷ τὴν περίοδον τῆς στρατείας ἀνίστατο. καὶ γὰρ ἄλλως τὸν Μιθριδάτην ἑώρα δυσθήρατον ὄντα τοῖς ὅπλοις καὶ φεύγοντα χαλεπώτερον ἢ
10μαχόμενον.
Pomp
.

39

.

1

Διὸ τούτῳ μὲν εἰπὼν ἰσχυρότερον ἑαυτοῦ πολέμιον τὸν λιμὸν ἀπολείψειν, ἐπέστησε φυλακὰς τῶν νεῶν ἐπὶ τοὺς πλέοντας εἰς Βόσπο‐ ρον ἐμπόρους· καὶ θάνατος ἦν ἡ ζημία τοῖς
5ἁλισκομένοις. ἀναλαβὼν δὲ τῆς στρατιᾶς τὴν πληθὺν συχνὴν προῆγε· καὶ τῶν μετὰ Τριαρίου πρὸς Μιθριδάτην ἀτυχῶς ἀγωνισαμένων καὶ πεσόντων ἐντυχὼν ἀτάφοις ἔτι τοῖς νεκροῖς, ἔθαψε λαμπρῶς καὶ φιλοτίμως ἅπαντας, ὃ δοκεῖ214
10παραλειφθὲν οὐχ ἥκιστα Λευκόλλῳ μίσους
Pomp
.

39

.

2

αἴτιον γενέσθαι. χειρωσάμενος δὲ δι’ Ἀφρα‐ νίου τοὺς περὶ Ἀμανὸν Ἄραβας καὶ καταβὰς αὐτὸς εἰς Συρίαν, ταύτην μὲν ὡς οὐκ ἔχουσαν γνησίους βασιλεῖς ἐπαρχίαν ἀπέφηνε καὶ κτῆμα
5τοῦ δήμου Ῥωμαίων, τὴν δὲ Ἰουδαίαν κατε‐ στρέψατο, καὶ συνέλαβεν Ἀριστόβουλον τὸν βασιλέα. πόλεις δὲ τὰς μὲν ἔκτιζε, τὰς δὲ ἠλευθέρου κολάζων τοὺς ἐν αὐταῖς τυράννους.
Pomp
.

39

.

3

τὴν δὲ πλείστην διατριβὴν ἐν τῷ δικάζειν ἐποιεῖτο, πόλεων καὶ βασιλέων ἀμφισβητήματα διαιτῶν, ἐφ’ ἃ δὲ αὐτὸς οὐκ ἐξικνεῖτο, πέμπων τοὺς φίλους, ὥσπερ Ἀρμενίοις καὶ Πάρθοις περὶ
5ἧς διεφέροντο χώρας τὴν κρίσιν ποιησαμένοις ἐπ’ αὐτῷ τρεῖς ἀπέστειλε κριτὰς καὶ διαλλακτάς.
Pomp
.

39

.

4

μέγα μὲν γὰρ ἦν ὄνομα τῆς δυνάμεως, οὐκ ἔλαττον δὲ τῆς ἀρετῆς καὶ πρᾳότητος· ᾧ καὶ τὰ πλεῖστα τῶν περὶ αὐτὸν ἁμαρτήματα φίλων καὶ συνήθων ἀπέκρυπτε, κωλύειν μὲν ἢ κολάζειν τοὺς πονη‐
5ρευομένους οὐ πεφυκώς, αὑτὸν δὲ παρέχων τοῖς ἐντυγχάνουσι τοιοῦτον ὥστε καὶ τὰς ἐκείνων πλεονεξίας καὶ βαρύτητας εὐκόλως ὑπομένειν.
Pomp
.

40

.

1

Ὁ δὲ μέγιστον δυνάμενος παρ’ αὐτῷ Δημήτριος ἦν ἀπελεύθερος, οὐκ ἄφρων εἰς τἆλλα νεανίας, ἄγαν δὲ τῇ τύχῃ χρώμενος· περὶ οὗ καὶ
τοιόνδε τι λέγεται. Κάτων ὁ φιλόσοφος ἔτι μὲν216
5ὢν νέος, ἤδη δὲ μεγάλην ἔχων δόξαν καὶ μέγα φρονῶν, ἀνέβαινεν εἰς Ἀντιόχειαν, οὐκ ὄντος αὐτόθι Πομπηΐου, βουλόμενος ἱστορῆσαι τὴν
Pomp
.

40

.

2

πόλιν. αὐτὸς μὲν οὖν, ὥσπερ ἀεί, πεζὸς ἐβάδι‐ ζεν, οἱ δὲ φίλοι συνώδευον ἵπποις χρώμενοι. κατιδὼν δὲ πρὸ τῆς πύλης ὄχλον ἀνδρῶν ἐν ἐσθῆσι λευκαῖς καὶ παρὰ τὴν ὁδὸν ἔνθεν μὲν τοὺς
5ἐφήβους, ἔνθεν δὲ τοὺς παῖδας διακεκριμένους, ἐδυσχέραινεν οἰόμενος εἰς τιμήν τινα καὶ θερα‐ πείαν ἑαυτοῦ μηδὲν δεομένου ταῦτα γίνεσθαι.
Pomp
.

40

.

3

τοὺς μέντοι φίλους ἐκέλευσε καταβῆναι καὶ πορεύεσθαι μετ’ αὐτοῦ· γενομένοις δὲ πλησίον ὁ πάντα διακοσμῶν ἐκεῖνα καὶ καθιστὰς ἔχων στέφανον καὶ ῥάβδον ἀπήντησε, πυνθανόμενος
5παρ’ αὐτῶν ποῦ Δημήτριον ἀπολελοίπασι καὶ πότε ἀφίξεται. τοὺς μὲν οὖν φίλους τοῦ Κάτωνος γέλως ἔλαβεν, ὁ δὲ Κάτων εἰπών, “Ὢ τῆς ἀθλίας πόλεως,” παρῆλθεν, οὐδὲν ἕτερον ἀπο‐ κρινάμενος.
Pomp
.

40

.

4

Οὐ μὴν ἀλλὰ καὶ τοῖς ἄλλοις τοῦτον τὸν Δημήτριον ἧττον ἐπίφθονον ἐποίει αὐτὸς ὁ Πομπήϊος ἐντρυφώμενος ὑπ’ αὐτοῦ καὶ μὴ δυσκο‐ λαίνων. λέγεται γάρ, ὅτι πολλάκις ἐν ταῖς
5ὑποδοχαῖς τοῦ Πομπηΐου προσμένοντος καὶ δεχο‐ μένου τοὺς ἄλλους ἐκεῖνος ἤδη κατέκειτο σοβαρός, ἔχων δι’ ὤτων κατὰ τῆς κεφαλῆς τὸ ἱμάτιον.
Pomp
.

40

.

5

οὔπω δὲ εἰς Ἰταλίαν ἐπανεληλυθὼς ἐκέκτητο τῆς Ῥώμης τὰ ἥδιστα προάστεια καὶ τῶν ἡβη‐ τηρίων τὰ κάλλιστα, καὶ κῆποι πολυτελεῖς ἦσαν ὀνομαζόμενοι Δημητρίου· καίτοι Πομπήϊος αὐτὸς
5ἄχρι τοῦ τρίτου θριάμβου μετρίως καὶ ἀφελῶς
ᾤκησεν. ὕστερον δὲ Ῥωμαίοις τοῦτο δὴ τὸ καλὸν καὶ περιβόητον ἀνιστὰς θέατρον, ὥσπερ ἐφόλκιόν τι, παρετεκτήνατο λαμπροτέραν οἰκίαν ἐκείνης, ἀνεπίφθονον δὲ καὶ ταύτην, ὥστε τὸν γενόμενον218
10δεσπότην αὐτῆς μετὰ Πομπήϊον εἰσελθόντα θαυ‐ μάζειν καὶ πυνθάνεσθαι ποῦ Πομπήϊος Μάγνος ἐδείπνει. ταῦτα μὲν οὖν οὕτω λέγεται.
Pomp
.

41

.

1

Τοῦ δὲ βασιλέως τῶν περὶ τὴν Πέτραν Ἀράβων πρότερον μὲν ἐν οὐδενὶ λόγῳ τὰ Ῥω‐ μαίων τιθεμένου, τότε δὲ δείσαντος ἰσχυρῶς καὶ γράψαντος ὅτι πάντα πείθεσθαι καὶ ποιεῖν
5ἔγνωκεν, ἐκβεβαιώσασθαι βουλόμενος αὐτοῦ τὴν διάνοιαν ὁ Πομπήϊος ἐστράτευσεν ἐπὶ τὴν Πέτραν οὐ πάνυ τι τοῖς πολλοῖς ἄμεμπτον στρατείαν.
Pomp
.

41

.

2

ἀπόδρασιν γὰρ ᾤοντο τῆς Μιθριδάτου διώξεως εἶναι, καὶ πρὸς ἐκεῖνον ἠξίουν τρέπεσθαι τὸν ἀρχαῖον ἀνταγωνιστήν, αὖθις ἀναζωπυροῦντα καὶ παρασκευαζόμενον, ὡς ἀπηγγέλλετο, διὰ
5Σκυθῶν καὶ Παιόνων στρατὸν ἐλαύνειν ἐπὶ τὴν Ἰταλίαν. ὁ δὲ ῥᾷον οἰόμενος αὐτοῦ καταλύσειν τὴν δύναμιν πολεμοῦντος ἢ τὸ σῶμα λήψεσθαι φεύγοντος, οὐκ ἐβούλετο τρίβεσθαι μάτην περὶ τὴν δίωξιν, ἑτέρας δὲ τοῦ πολέμου παρενθήκας
10ἐποιεῖτο καὶ τὸν χρόνον εἷλκεν.
Pomp
.

41

.

3

Ἡ δὲ τύχη τὴν ἀπορίαν ἔλυσεν. οὐκέτι γὰρ αὐτοῦ τῆς Πέτρας πολλὴν ὁδὸν ἀπέχοντος, ἤδη δὲ τῆς ἡμέρας ἐκείνης βεβλημένου χάρακα καὶ γυμνάζοντος ἑαυτὸν ἵππῳ παρὰ τὸ στρατόπεδον,
5γραμματηφόροι προσήλαυνον ἐκ Πόντου κομί‐ ζοντες εὐαγγέλια. δῆλοι δ’ εὐθύς εἰσι ταῖς αἰχμαῖς τῶν δοράτων· δάφναις γὰρ ἀναστέφονται. τούτους ἰδόντες οἱ στρατιῶται συνετρόχαζον πρὸς
Pomp
.

41

.

4

τὸν Πομπήϊον. ὁ δὲ πρῶτον μὲν ἐβούλετο τὰ γυμνάσια συντελεῖν, βοώντων δὲ καὶ δεομένων καταπηδήσας ἀπὸ τοῦ ἵππου καὶ λαβὼν τὰ γράμματα προῄει. βήματος δὲ οὐκ ὄντος οὐδὲ220
5τοῦ στρατιωτικοῦ γενέσθαι φθάσαντος (ὃ ποιοῦσιν αὐτοὶ τῆς γῆς ἐκτομὰς βαθείας λαμβάνοντες καὶ κατ’ ἀλλήλων συντιθέντες), ὑπὸ τῆς τότε σπουδῆς καὶ προθυμίας τὰ σάγματα τῶν ὑποζυγίων συμ‐
Pomp
.

41

.

5

φορήσαντες ὕψος ἐξῆραν. ἐπὶ τοῦτο προβὰς ὁ Πομπήϊος ἀπήγγειλεν αὐτοῖς ὅτι Μιθριδάτης τέθνηκε στασιάσαντος Φαρνάκου τοῦ υἱοῦ δια‐ χρησάμενος αὑτόν, τὰ δὲ ἐκεῖ πάντα πράγματα
5Φαρνάκης κατεκληρώσατο, καὶ ἑαυτῷ καὶ Ῥω‐ μαίοις γέγραφε ποιούμενος.
Pomp
.

42

.

1

Ἐκ τούτου τὸ μὲν στράτευμα τῇ χαρᾷ χρώμενον, ὡς εἰκός, ἐν θυσίαις καὶ συνουσίαις διῆγεν, ὡς ἐν τῷ Μιθριδάτου σώματι μυρίων τεθνηκότων πολεμίων. Πομπήϊος δὲ ταῖς πρά‐
5ξεσιν αὑτοῦ καὶ ταῖς στρατείαις κεφαλὴν ἐπιτε‐ θεικὼς οὐ πάνυ ῥᾳδίως οὕτω προσδοκηθεῖσαν,
Pomp
.

42

.

2

εὐθὺς ἀνέζευξεν ἐκ τῆς Ἀραβίας· καὶ ταχὺ τὰς ἐν μέσῳ διεξελθὼν ἐπαρχίας εἰς Ἀμισὸν ἀφίκετο, καὶ κατέλαβε πολλὰ μὲν δῶρα παρὰ Φαρνάκου κεκομισμένα, πολλὰ δὲ σώματα τῶν βασιλικῶν,
5αὐτὸν δὲ τὸν Μιθριδάτου νεκρὸν οὐ πάνυ γνώ‐ ριμον ἀπὸ τοῦ προσώπου (τὸν γὰρ ἐγκέφαλον ἔλαθεν ἐκτῆξαι τοὺς θεραπεύοντας)· ἀλλὰ ταῖς οὐλαῖς ἐπεγίγνωσκον οἱ δεόμενοι τοῦ θεάματος.
Pomp
.

42

.

3

οὐ γὰρ αὐτὸς Πομπήϊος ἰδεῖν ὑπέμεινεν, ἀλλ’ ἀφοσιωσάμενος τὸ νεμεσητὸν εἰς Σινώπην ἀπέ‐ πεμψε. τῆς δ’ ἐσθῆτος, ἣν ἐφόρει, καὶ τῶν ὅπλων
τὸ μέγεθος καὶ τὴν λαμπρότητα ἐθαύμασε· καίτοι222
5τὸν μὲν ξιφιστῆρα πεποιημένον ἀπὸ τετρακοσίων ταλάντων Πόπλιος κλέψας ἐπώλησεν Ἀριαράθῃ, τὴν δὲ κίταριν Γάϊος ὁ τοῦ Μιθριδάτου σύντροφος ἔδωκε κρύφα δεηθέντι Φαύστῳ τῷ Σύλλα παιδί, θαυμαστῆς οὖσαν ἐργασίας. ὃ τότε τὸν Πομ‐
10πήϊον διέλαθε, Φαρνάκης δὲ γνοὺς ὕστερον ἐτι‐ μωρήσατο τοὺς ὑφελομένους.
Pomp
.

42

.

4

Διοικήσας δὲ τὰ ἐκεῖ καὶ καταστησάμενος οὕτως ἤδη πανηγυρικώτερον ἐχρῆτο τῇ πορείᾳ. καὶ γὰρ εἰς Μιτυλήνην ἀφικόμενος τήν τε πόλιν ἠλευθέρωσε διὰ Θεοφάνη, καὶ τὸν ἀγῶνα τὸν
5πάτριον ἐθεάσατο τῶν ποιητῶν, ὑπόθεσιν μίαν ἔχοντα τὰς ἐκείνου πράξεις. ἡσθεὶς δὲ τῷ θεά‐ τρῳ περιεγράψατο τὸ εἶδος αὐτοῦ καὶ τὸν τύπον, ὡς ὅμοιον ἀπεργασόμενος τὸ ἐν Ῥώμῃ, μεῖζον δὲ
Pomp
.

42

.

5

καὶ σεμνότερον. ἐν δὲ Ῥόδῳ γενόμενος πάντων μὲν ἠκροάσατο τῶν σοφιστῶν, καὶ δωρεὰν ἑκάστῳ τάλαντον ἔδωκε· Ποσειδώνιος δὲ καὶ τὴν ἀκρό‐ ασιν ἀνέγραψεν ἣν ἔσχεν ἐπ’ αὐτοῦ πρὸς Ἑρ‐
5μαγόραν τὸν ῥήτορα περὶ τῆς καθόλου ζητήσεως ἀντιταξάμενος. ἐν δὲ Ἀθήναις τὰ μὲν πρὸς τοὺς
Pomp
.

42

.

6

φιλοσόφους ὅμοια τοῦ Πομπηΐου· τῇ πόλει δὲ ἐπιδοὺς εἰς ἐπισκευὴν πεντήκοντα τάλαντα λαμ‐ πρότατος ἀνθρώπων ἤλπιζεν ἐπιβήσεσθαι τῆς Ἰταλίας καὶ ποθῶν ὀφθήσεσθαι τοῖς οἴκοι ποθοῦ‐
5σιν. ᾧ δ’ ἄρα πρὸς τὰ λαμπρὰ καὶ μεγάλα τῶν ἀπὸ τῆς τύχης ἀγαθῶν ἀεί τινα κεραννύναι κακοῦ μοῖραν ἐπιμελές ἐστι δαιμονίῳ, τοῦτο ὑποικούρει πάλαι παρασκευάζον αὐτῷ λυπηροτέραν τὴν
Pomp
.

42

.

7

ἐπάνοδον. ἐξύβρισε γὰρ ἡ Μουκία παρὰ τὴν ἀποδημίαν αὐτοῦ. καὶ πόρρω μὲν ὢν ὁ Πομπήϊος κατεφρόνει τοῦ λόγου· πλησίον δὲ Ἰταλίας γενό‐ μενος καὶ σχολάζοντι τῷ λογισμῷ μᾶλλον, ὡς224
5ἔοικε, τῆς αἰτίας ἁψάμενος, ἔπεμψεν αὐτῇ τὴν ἄφεσιν, οὔτε τότε γράψας οὔθ’ ὕστερον ἐφ’ οἷς ἀφῆκεν ἐξειπών· ἐν δ’ ἐπιστολαῖς Κικέρωνος ἡ αἰτία γέγραπται.
Pomp
.

43

.

1

Λόγοι δὲ παντοδαποὶ περὶ τοῦ Πομ‐ πηΐου προκατέπιπτον εἰς τὴν Ῥώμην, καὶ θόρυβος ἦν πολύς, ὡς εὐθὺς ἄξοντος ἐπὶ τὴν πόλιν τὸ στράτευμα καὶ μοναρχίας βεβαίας ἐσομένης.
5Κράσσος δὲ τοὺς παῖδας καὶ τὰ χρήματα λαβὼν ὑπεξῆλθεν, εἴτε δείσας ἀληθῶς, εἴτε μᾶλλον, ὡς ἐδόκει, πίστιν ἀπολείπων τῇ διαβολῇ καὶ τὸν
Pomp
.

43

.

2

φθόνον ποιῶν τραχύτερον. εὐθὺς οὖν ἐπιβὰς Ἰταλίας ὁ Πομπήϊος καὶ συναγαγὼν εἰς ἐκ‐ κλησίαν τοὺς στρατιώτας καὶ τὰ πρέποντα διαλεχθεὶς καὶ φιλοφρονησάμενος, ἐκέλευσε
5διαλύεσθαι κατὰ πόλιν ἑκάστους καὶ τρέπε‐ σθαι πρὸς τὰ οἰκεῖα, μεμνημένους αὖθις ἐπὶ τὸν θρίαμβον αὐτῷ συνελθεῖν. οὕτω δὲ τῆς στρατιᾶς σκεδασθείσης καὶ πυνθανομένων ἁπάν‐
Pomp
.

43

.

3

των πρᾶγμα συνέβη θαυμαστόν. ὁρῶσαι γὰρ αἱ πόλεις Πομπήϊον Μάγνον ἄνοπλον καὶ μετ’ ὀλίγων τῶν συνήθων ὥσπερ ἐξ ἄλλης ἀποδημίας διαπορευόμενον, ἐκχεόμεναι δι’ εὔνοιαν καὶ προ‐
5πέμπουσαι μετὰ μείζονος δυνάμεως συγκατῆγον
εἰς τὴν Ῥώμην, εἴ τι κινεῖν διενοεῖτο καὶ νεωτερί‐ ζειν τότε, μηδὲν ἐκείνου δεόμενον τοῦ στρατεύ‐ ματος.226
Pomp
.

44

.

1

Ἐπεὶ δὲ ὁ νόμος οὐκ εἴα πρὸ τοῦ θριάμβου παρελθεῖν εἰς τὴν πόλιν, ἔπεμψεν ἀξιῶν εἰς τὴν βουλὴν ἀναβαλέσθαι τὰς τῶν ὑπάτων ἀρχαιρεσίας, καὶ δοῦναι ταύτην αὐτῷ
5τὴν χάριν ὅπως παρὼν Πείσωνι συναρχαιρε‐
Pomp
.

44

.

2

σιάσῃ. Κάτωνος δὲ πρὸς τὴν ἀξίωσιν ἐνστάντος οὐκ ἔτυχε τοῦ βουλεύματος. θαυμάσας δὲ τὴν παρρησίαν αὐτοῦ καὶ τὸν τόνον ᾧ μόνος ἐχρῆτο φανερῶς ὑπὲρ τῶν δικαίων, ἐπεθύμησεν ἁμῶς γέ
5πως κτήσασθαι τὸν ἄνδρα· καὶ δυεῖν οὐσῶν ἀδελ‐ φιδῶν τῷ Κάτωνι τὴν μὲν αὐτὸς ἐβούλετο λαβεῖν
Pomp
.

44

.

3

γυναῖκα, τὴν δὲ τῷ παιδὶ συνοικίσαι. τοῦ δὲ Κάτωνος ὑπιδομένου τὴν πεῖραν, ὡς διαφθορὰν οὖσαν αὐτοῦ τρόπον τινὰ δεκαζομένου διὰ τῆς οἰκειότητος, ἥ τε ἀδελφὴ καὶ ἡ γυνὴ χαλεπῶς
5ἔφερον εἰ Πομπήϊον Μάγνον ἀποτρίψεται κηδεσ‐ τήν. ἐν τούτῳ δὲ βουλόμενος ὕπατον ἀποδεῖξαι Πομπήϊος Ἀφράνιον ἀργύριον εἰς τὰς φυλὰς ἀνή‐ λισκεν ὑπὲρ αὐτοῦ, καὶ τοῦτο κατιόντες εἰς τοὺς
Pomp
.

44

.

4

Πομπηΐου κήπους ἐλάμβανον, ὥστε τὸ πρᾶγμα περιβόητον εἶναι καὶ τὸν Πομπήϊον ἀκούειν κακῶς, ἧς αὐτὸς ἀρχῆς ἐφ’ οἷς κατώρθωσεν ὡς μεγίστης ἔτυχε, ταύτην ὤνιον ποιοῦντα τοῖς δι’
5ἀρετῆς κτήσασθαι μὴ δυναμένοις. “Τούτων μέντοι,” πρὸς τὰς γυναῖκας ὁ Κάτων ἔφησε, “τῶν ὀνειδῶν κοινωνητέον οἰκείοις Πομπηΐου γενομένοις.” αἱ δὲ ἀκούσασαι συνέγνωσαν βέλτιον
αὐτῶν ἐκεῖνον λογίζεσθαι περὶ τοῦ πρέποντος.228
Pomp
.

45

.

1

Τοῦ δὲ θριάμβου τῷ μεγέθει, καίπερ εἰς ἡμέρας δύο μερισθέντος, ὁ χρόνος οὐκ ἐξήρκεσεν, ἀλλὰ τῶν παρεσκευασμένων πολλὰ τῆς θέας ἐξέπεσεν, ἑτέρας ἀποχρῶντα πομπῆς ἀξίωμα καὶ
5κόσμος εἶναι. γράμμασι δὲ προηγουμένοις ἐδη‐
Pomp
.

45

.

2

λοῦτο τὰ γένη καθ’ ὧν ἐθριάμβευεν. ἦν δὲ τάδε· Πόντος, Ἀρμενία, Καππαδοκία, Παφλαγονία, Μηδία, Κολχίς, Ἴβηρες, Ἀλβανοί, Συρία, Κιλι‐ κία, Μεσοποταμία, τὰ περὶ Φοινίκην καὶ Πα‐
5λαιστίνην, Ἰουδαία, Ἀραβία, τὸ πειρατικὸν ἅπαν ἐν γῇ καὶ θαλάσσῃ καταπεπολεμημένον. ἐν δὲ τούτοις φρούρια μὲν ἡλωκότα χιλίων οὐκ ἐλάτ‐ τονα, πόλεις δὲ οὐ πολὺ τῶν ἐνακοσίων ἀποδέ‐ ουσαι, πειρατικαὶ δὲ νῆες ὀκτακόσιαι, κατοικίαι
Pomp
.

45

.

3

δὲ πόλεων μιᾶς δέουσαι τετταράκοντα. πρὸς δὲ τούτοις ἔφραζε διὰ τῶν γραμμάτων ὅτι πεντακισ‐ χίλιαι μὲν μυριάδες ἐκ τῶν τελῶν ὑπῆρχον, ἐκ δὲ ὧν αὐτὸς προσεκτήσατο τῇ πόλει μυριάδας
5ὀκτακισχιλίας πεντακοσίας λαμβάνουσιν, ἀνα‐ φέρεται δὲ εἰς τὸ δημόσιον ταμιεῖον ἐν νομίσματι καὶ κατασκευαῖς ἀργυρίου καὶ χρυσίου δισμύρια τάλαντα, πάρεξ τῶν εἰς τοὺς στρατιώτας δεδο‐ μένων, ὧν ὁ τοὐλάχιστον αἴρων κατὰ λόγον
Pomp
.

45

.

4

δραχμὰς εἴληφε χιλίας πεντακοσίας. αἰχμά‐ λωτοι δ’ ἐπομπεύθησαν, ἄνευ τῶν ἀρχιπειρατῶν, υἱὸς Τιγράνου τοῦ Ἀρμενίου μετὰ γυναικὸς καὶ θυγατρός, αὐτοῦ τε Τιγράνου τοῦ βασιλέως γυνὴ
5Ζωσίμη, καὶ βασιλεὺς Ἰουδαίων Ἀριστόβουλος, Μιθριδάτου δὲ ἀδελφὴ καὶ πέντε τέκνα, καὶ Σκυθίδες γυναῖκες, Ἀλβανῶν δὲ καὶ Ἰβήρων ὅμηροι καὶ τοῦ Κομμαγηνῶν βασιλέως, καὶ τρό‐
παια πάμπολλα καὶ ταῖς μάχαις ἰσάριθμα230
10πάσαις ἃς ἢ αὐτὸς ἢ διὰ τῶν στρατηγῶν ἐνίκησε.
Pomp
.

45

.

5

μέγιστον δὲ ὑπῆρχε πρὸς δόξαν καὶ μηδενὶ τῶν πώποτε Ῥωμαίων γεγονός, ὅτι τὸν τρίτον θρί‐ αμβον ἀπὸ τῆς τρίτης ἠπείρου κατήγαγεν. ἐπεὶ τρίς γε καὶ πρότερον ἦσαν ἕτεροι τεθριαμβευκότες·
5ἐκεῖνος δὲ τὸν μὲν πρῶτον ἐκ Λιβύης, τὸν δὲ δεύ‐ τερον ἐξ Εὐρώπης, τοῦτον δὲ τὸν τελευταῖον ἀπὸ τῆς Ἀσίας εἰσαγαγὼν τρόπον τινὰ τὴν οἰκουμέ‐ νην ἐδόκει τοῖς τρισὶν ὑπῆχθαι θριάμβοις.
Pomp
.

46

.

1

Ἡλικίᾳ δὲ τότε ἦν, ὡς μὲν οἱ κατὰ πάντα τῷ Ἀλεξάνδρῳ παραβάλλοντες αὐτὸν καὶ προσβιβάζοντες ἀξιοῦσι, νεώτερος τῶν τριά‐ κοντα καὶ τεττάρων ἐτῶν, ἀληθείᾳ δὲ τοῖς
5τετταράκοντα προσῆγεν. ὡς ὤνητό γ’ ἂν ἐνταῦθα τοῦ βίου παυσάμενος, ἄχρι οὗ τὴν Ἀλεξάνδρου τύχην ἔσχεν· ὁ δὲ ἐπέκεινα χρόνος αὐτῷ τὰς μὲν εὐτυχίας ἤνεγκεν ἐπιφθόνους, ἀνηκέστους δὲ τὰς
Pomp
.

46

.

2

δυστυχίας. ἣν γὰρ ἐκ προσηκόντων αὐτὸς ἐκτή‐ σατο δύναμιν ἐν τῇ πόλει, ταύτῃ χρώμενος ὑπὲρ ἄλλων οὐ δικαίως, ὅσον ἐκείνοις ἰσχύος προσε‐ τίθει τῆς ἑαυτοῦ δόξης ἀφαιρῶν, ἔλαθε ῥώμῃ
5καὶ μεγέθει τῆς αὑτοῦ δυνάμεως καταλυθείς. καὶ καθάπερ τὰ καρτερώτατα μέρη καὶ χωρία τῶν πόλεων, ὅταν δέξηται πολεμίους, ἐκείνοις προστίθησι τὴν αὑτῶν ἰσχύν, οὕτως διὰ τῆς Πομπηΐου δυνάμεως Καῖσαρ ἐξαρθεὶς ἐπὶ τὴν
10πόλιν, ᾧ κατὰ τῶν ἄλλων ἴσχυσε, τοῦτον ἀνέ‐ τρεψε καὶ κατέβαλεν. ἐπράχθη δὲ οὕτως.
Pomp
.

46

.

3

Λεύκολλον, ὡς ἐπανῆλθεν ἐξ Ἀσίας ὑπὸ Πομ‐ πηΐου περιϋβρισμένος, αὐτίκα τε λαμπρῶς ἡ σύγκλητος ἐδέξατο, καὶ μᾶλλον ἔτι Πομπηΐου παραγενομένου κολούουσα τὴν δόξαν ἤγειρεν ἐπὶ232
5τὴν πολιτείαν. ὁ δὲ τἆλλα μὲν ἀμβλὺς ἦν ἤδη καὶ κατέψυκτο τὸ πρακτικόν, ἡδονῇ σχολῆς καὶ ταῖς περὶ τὸν πλοῦτον διατριβαῖς ἑαυτὸν ἐνδεδω‐ κώς, ἐπὶ δὲ Πομπήϊον εὐθὺς ἀΐξας καὶ λαβόμενος ἐντόνως αὐτοῦ περί τε τῶν διατάξεων ἃς ἔλυσεν
10ἐκράτει, καὶ πλέον εἶχεν ἐν τῇ βουλῇ συναγωνι‐
Pomp
.

46

.

4

ζομένου Κάτωνος. ἐκπίπτων δὲ καὶ περιωθούμενος ὁ Πομπήϊος ἠναγκάζετο δημαρχοῦσι προσφεύγειν καὶ προσαρτᾶσθαι μειρακίοις· ὧν ὁ βδελυρώτατος καὶ θρασύτατος Κλώδιος ἀναλαβὼν αὐτὸν ὑπέρ‐
5ριψε τῷ δήμῳ, καὶ παρ’ ἀξίαν κυλινδούμενον ἐν ἀγορᾷ ἔχων καὶ περιφέρων ἐχρῆτο τῶν πρὸς χάριν ὄχλου καὶ κολακείαν γραφομένων καὶ λεγομένων
Pomp
.

46

.

5

βεβαιωτῇ, καὶ προσέτι μισθὸν ᾔτει, ὥσπερ οὐ καταισχύνων, ἀλλὰ εὐεργετῶν, ὃν ὕστερον ἔλαβε παρὰ Πομπηΐου, προέσθαι Κικέρωνα, φίλον ὄντα καὶ πλεῖστα δὴ πεπολιτευμένον ὑπὲρ αὐτοῦ.
5κινδυνεύοντι γὰρ αὐτῷ καὶ δεομένῳ βοηθείας οὐδὲ εἰς ὄψιν προῆλθεν, ἀλλὰ τοῖς ἥκουσιν ἀποκλείσας τὴν αὔλειον ἑτέραις θύραις ᾤχετο ἀπιών. Κικέρων δὲ φοβηθεὶς τὴν κρίσιν ὑπεξ‐
ῆλθε τῆς Ῥώμης.234
Pomp
.

47

.

1

Τότε δὲ Καῖσαρ ἐλθὼν ἀπὸ στρατείας ἥψατο πολιτεύματος ὃ πλείστην μὲν αὐτῷ χάριν ἐν τῷ παρόντι καὶ δύναμιν εἰσαῦθις ἤνεγκε, μέγιστα δὲ Πομπήϊον ἔβλαψε καὶ τὴν πόλιν.
5ὑπατείαν μὲν γὰρ μετῄει πρώτην· ὁρῶν δὲ ὅτι Κράσσου πρὸς Πομπήϊον διαφερομένου θατέρῳ προσθέμενος ἐχθρῷ χρήσεται τῷ ἑτέρῳ, τρέπεται πρὸς διαλλαγὰς ἀμφοῖν, πρᾶγμα καλὸν μὲν ἄλλως καὶ πολιτικόν, αἰτίᾳ δὲ φαύλῃ καὶ μετὰ
Pomp
.

47

.

2

δεινότητος ὑπ’ ἐκείνου συντεθὲν ἐπιβούλως. ἡ γὰρ ὥσπερ ἐν σκάφει τὰς ἀποκλίσεις ἐπανισοῦσα τῆς πόλεως ἰσχὺς εἰς ἓν συνελθοῦσα καὶ γενομένη μία τὴν πάντα πράγματα καταστασιάσασαν καὶ
5καταβαλοῦσαν ἀνανταγώνιστον ῥοπὴν ἐποίησεν. ὁ γοῦν Κάτων τοὺς λέγοντας ὑπὸ τῆς ὕστερον γενομένης πρὸς Καίσαρα Πομπηΐῳ διαφορᾶς ἀνατραπῆναι τὴν πόλιν ἁμαρτάνειν ἔλεγεν αἰτιω‐
Pomp
.

47

.

3

μένους τὸ τελευταῖον· οὐ γὰρ τὴν στάσιν οὐδὲ τὴν ἔχθραν, ἀλλὰ τὴν σύστασιν καὶ τὴν ὁμόνοιαν αὐτῶν τῇ πόλει κακὸν πρῶτον γενέσθαι καὶ μέγιστον. ᾑρέθη μὲν γὰρ ὕπατος Καῖσαρ· εὐθὺς
5δὲ θεραπεύων τὸν ἄπορον καὶ πένητα κατοικίας πόλεων καὶ νομὰς ἀγρῶν ἔγραφεν, ἐκβαίνων τὸ τῆς ἀρχῆς ἀξίωμα καὶ τρόπον τινὰ δημαρχίαν
Pomp
.

47

.

4

τὴν ὑπατείαν καθιστάς. ἐναντιουμένου δὲ τοῦ συνάρχοντος αὐτῷ Βύβλου, καὶ Κάτωνος ἐρρω‐ μενέστατα τῷ Βύβλῳ παρεσκευασμένου βοηθεῖν, προαγαγὼν ὁ Καῖσαρ ἐπὶ τοῦ βήματος Πομπήϊον
5ἐμφανῆ καὶ προσαγορεύσας ἠρώτησεν εἰ τοὺς νόμους ἐπαινοίη· τοῦ δὲ συμφήσαντος, “Οὐκοῦν,” εἶπεν, “ἄν τις τοὺς νόμους βιάζηται, εἰς τὸν236
Pomp
.

47

.

5

δῆμον ἀφίξῃ βοηθῶν;” “Πάνυ μὲν οὖν,” ἔφη ὁ Πομπήϊος, “ἀφίξομαι, πρὸς τοὺς ἀπειλοῦντας τὰ ξίφη μετὰ ξίφους καὶ θυρεὸν κομίζων.” τούτου Πομπήϊος οὐδὲν οὔτε εἰπεῖν οὔτε ποιῆσαι μέχρι
5τῆς ἡμέρας ἐκείνης φορτικώτερον ἔδοξεν, ὥστε καὶ τοὺς φίλους ἀπολογεῖσθαι φάσκοντας ἐκ‐ φυγεῖν αὐτὸν ἐπὶ καιροῦ τὸ ῥῆμα. τοῖς μέντοι μετὰ ταῦτα πραττομένοις φανερὸς ἦν ἤδη παντά‐ πασιν ἑαυτὸν τῷ Καίσαρι χρήσασθαι παραδεδω‐
Pomp
.

47

.

6

κώς. Ἰουλίαν γὰρ τὴν Καίσαρος θυγατέρα, Καιπίωνι καθωμολογημένην καὶ γαμεῖσθαι μέλ‐ λουσαν ὀλίγων ἡμερῶν, οὐδενὸς ἂν προσδοκή‐ σαντος ἔγημε Πομπήϊος, μείλιγμα Καιπίωνι τῆς
5ὀργῆς τὴν ἑαυτοῦ θυγατέρα καταινέσας, Φαύστῳ τῷ παιδὶ Σύλλα πρότερον ἐγγεγυημένην. αὐτὸς δὲ Καῖσαρ ἔγημε Καλπουρνίαν τὴν Πείσωνος.
Pomp
.

48

.

1

Ἐκ δὲ τούτου Πομπήϊος ἐμπλήσας στρατιωτῶν τὴν πόλιν ἅπαντα τὰ πράγματα βίᾳ κατεῖχε. Βύβλῳ τε γὰρ εἰς ἀγορὰν τῷ ὑπάτῳ κατιόντι μετὰ Λευκόλλου καὶ Κάτωνος ἄφνω
5προσπεσόντες κατέκλασαν τὰς ῥάβδους, αὐτοῦ δέ τις κοπρίων κόφινον ἐκ κεφαλῆς τοῦ Βύβλου κατεσκέδασε, δύο δὲ δήμαρχοι τῶν συμπροπεμ‐
Pomp
.

48

.

2

πόντων ἐτρώθησαν. οὕτω δὲ τῶν ἐνισταμένων τὴν ἀγορὰν ἐρημώσαντες ἐπεκύρωσαν τὸν περὶ τῆς διανομῆς τῶν χωρίων νόμον· ᾧ δελεασθεὶς ὁ δῆμος εἰς πᾶσαν ἤδη τιθασὸς αὐτοῖς ἐγεγόνει καὶ
5κατάντης πρᾶξιν, οὐδὲν πολυπραγμονῶν, ἀλλ’ ἐπιφέρων σιωπῇ τοῖς γραφομένοις τὴν ψῆφον.
Pomp
.

48

.

3

ἐκυρώθησαν οὖν Πομπηΐῳ μὲν αἱ διατάξεις ὑπὲρ ὧν Λεύκολλος ἤριζε, Καίσαρι δὲ τὴν ἐντὸς Ἄλ‐ πεων καὶ τὴν ἐκτὸς ἔχειν Γαλατίαν καὶ Ἰλλυριοὺς εἰς πενταετίαν καὶ τέσσαρα τάγματα τέλεια238
5στρατιωτῶν, ὑπάτους δὲ εἰς τὸ μέλλον εἶναι Πείσωνα τὸν Καίσαρος πενθερὸν καὶ Γαβίνιον, ἄνδρα τῶν Πομπηΐου κολάκων ὑπερφυέστατον.
Pomp
.

48

.

4

Πραττομένων δὲ τούτων Βύβλος μὲν εἰς τὴν οἰκίαν κατακλεισάμενος ὀκτὼ μηνῶν οὐ προῆλθεν ὑπατεύων, ἀλλ’ ἐξέπεμπε διαγράμματα βλασφη‐ μίας ἀμφοῖν ἔχοντα καὶ κατηγορίας, Κάτων δὲ
5ὥσπερ ἐπίπνους καὶ φοιβόληπτος ἐν τῇ βουλῇ τὰ μέλλοντα τῇ πόλει καὶ τῷ Πομπηΐῳ προη‐ γόρευε, Λεύκολλος δὲ ἀπειπὼν ἡσυχίαν ἦγεν ὡς οὐκέτι πρὸς πολιτείαν ὡραῖος· ὅτε δὴ καὶ Πομ‐ πήϊος ἔφη, γέροντι τὸ τρυφᾶν ἀωρότερον εἶναι
Pomp
.

48

.

5

τοῦ πολιτεύεσθαι. ταχὺ μέντοι καὶ αὐτὸς ἐμα‐ λάσσετο τῷ τῆς κόρης ἔρωτι καὶ προσεῖχεν ἐκείνῃ τὰ πολλὰ καὶ συνδιημέρευεν ἐν ἀγροῖς καὶ κήποις, ἠμέλει δὲ τῶν κατ’ ἀγορὰν πραττο‐
5μένων, ὥστε καὶ Κλώδιον αὐτοῦ καταφρονῆσαι δημαρχοῦντα τότε καὶ θρασυτάτων ἅψασθαι
Pomp
.

48

.

6

πραγμάτων. ἐπεὶ γὰρ ἐξέβαλε Κικέρωνα, καὶ Κάτωνα προφάσει στρατηγίας εἰς Κύπρον ἀπέ‐ πεμψε, Καίσαρος εἰς Γαλατίαν ἐξεληλακότος, αὐτῷ δὲ προσέχοντα τὸν δῆμον ἑώρα πάντα
5πράττοντι καὶ πολιτευομένῳ πρὸς χάριν, εὐθὺς ἐπεχείρει τῶν Πομπηΐου διατάξεων ἐνίας ἀναιρεῖν, καὶ Τιγράνην τὸν αἰχμάλωτον ἀφαρπάσας εἶχε
σὺν αὑτῷ, καὶ τοῖς φίλοις δίκας ἐπῆγε, πεῖραν ἐν ἐκείνοις τῆς Πομπηΐου λαμβάνων δυνάμεως.240
Pomp
.

48

.

7

τέλος δέ, προελθόντος αὐτοῦ πρός τινα δίκην, ἔχων ὑφ’ αὑτῷ πλῆθος ἀνθρώπων ἀσελγείας καὶ ὀλιγωρίας μεστὸν αὐτὸς μὲν εἰς ἐπιφανῆ τόπον καταστὰς ἐρωτήματα τοιαῦτα προὔβαλλε· “Τίς
5ἐστιν αὐτοκράτωρ ἀκόλαστος; τίς ἀνὴρ ἄνδρα ζητεῖ; τίς ἑνὶ δακτύλῳ κνᾶται τὴν κεφαλήν;” οἱ δέ, ὥσπερ χορὸς εἰς ἀμοιβαῖα συγκεκροτημένος, ἐκείνου τὴν τήβεννον ἀνασείοντος ἐφ’ ἑκάστῳ μέγα βοῶντες ἀπεκρίναντο· “Πομπήϊος.”
Pomp
.

49

.

1

Ἠνία μὲν οὖν καὶ ταῦτα Πομπήϊον ἀήθη τοῦ κακῶς ἀκούειν ὄντα καὶ μάχης τοιαύτης ἄπειρον· ἤχθετο δὲ μᾶλλον αἰσθανόμενος τὴν βουλὴν ἐπιχαίρουσαν αὐτῷ προπηλακιζομένῳ καὶ
Pomp
.

49

.

2

διδόντι δίκην τῆς Κικέρωνος προδοσίας. ἐπεὶ δὲ καὶ πληγὰς ἐν ἀγορᾷ μέχρι τραυμάτων συνέβη γενέσθαι, καὶ Κλωδίου τις οἰκέτης παραδυόμενος ἐν ὄχλῳ διὰ τῶν περιεστώτων πρὸς τὸν Πομπήϊον
5ἠλέγχθη ξίφος ἔχειν, ταῦτα ποιούμενος πρόφασιν, ἄλλως δὲ τοῦ Κλωδίου τὴν ἀσέλγειαν καὶ τὰς βλασφημίας δεδιώς, οὐκέτι προῆλθεν εἰς ἀγορὰν ὅσον ἐκεῖνος ἦρχε χρόνον, ἀλλ’ οἰκουρῶν διετέλει καὶ σκεπτόμενος μετὰ τῶν φίλων ὅπως ἂν ἐξα‐
10κέσαιτο τῆς βουλῆς καὶ τῶν ἀρίστων τὴν πρὸς
Pomp
.

49

.

3

αὐτὸν ὀργήν. Κουλλέωνι μὲν οὖν κελεύοντι τὴν Ἰουλίαν ἀφεῖναι καὶ μεταβαλέσθαι πρὸς τὴν σύγκλητον ἀπὸ τῆς Καίσαρος φιλίας οὐ προσ‐ έσχε, τοῖς δὲ Κικέρωνα καταγαγεῖν ἀξιοῦσιν,
5ἄνδρα καὶ Κλωδίῳ πολεμιώτατον καὶ τῇ βουλῇ
προσφιλέστατον, ἐπείσθη· καὶ προαγαγὼν τὸν ἀδελφὸν αὐτοῦ δεόμενον σὺν χειρὶ πολλῇ, τραυ‐ μάτων ἐν ἀγορᾷ γενομένων καί τινων ἀναιρεθέν‐242
Pomp
.

49

.

4

των, ἐκράτησε τοῦ Κλωδίου. καὶ νόμῳ κατελθὼν ὁ Κικέρων τήν τε βουλὴν εὐθὺς τῷ Πομπηΐῳ διήλλαττε, καὶ τῷ σιτικῷ νόμῳ συνηγορῶν τρόπῳ τινὶ πάλιν γῆς καὶ θαλάττης, ὅσην ἐκέκτηντο
5Ῥωμαῖοι, κύριον ἐποίει Πομπήϊον. ἐπ’ αὐτῷ γὰρ ἐγίνοντο λιμένες, ἐμπόρια, καρπῶν διαθέσεις, ἑνὶ λόγῳ, τὰ τῶν πλεόντων πράγματα, τὰ τῶν
Pomp
.

49

.

5

γεωργούντων. Κλώδιος δὲ ᾐτιᾶτο μὴ γεγράφθαι τὸν νόμον διὰ τὴν σιτοδείαν, ἀλλ’ ὅπως ὁ νόμος γραφείη γεγονέναι τὴν σιτοδείαν, ὥσπερ ἐκ λιπο‐ θυμίας αὐτοῦ μαραινομένην τὴν δύναμιν ἀρχῇ
5νέᾳ πάλιν ἀναζωπυροῦντος καὶ ἀναλαμβάνοντος. ἕτεροι δὲ τοῦ ὑπάτου Σπινθῆρος ἀποφαίνουσι τοῦτο σόφισμα, κατακλείσαντος εἰς ἀρχὴν μεί‐ ζονα Πομπήϊον, ὅπως αὐτὸς ἐκπεμφθῇ Πτολε‐
Pomp
.

49

.

6

μαίῳ τῷ βασιλεῖ βοηθῶν. οὐ μὴν ἀλλὰ καὶ Κανίδιος εἰσήνεγκε δημαρχῶν νόμον, ἄνευ στρα‐ τιᾶς Πομπήϊον ἔχοντα ῥαβδούχους δύο διαλλάτ‐ τειν Ἀλεξανδρεῦσι τὸν βασιλέα. καὶ Πομπήϊος
5μὲν ἐδόκει τῷ νόμῳ μὴ δυσχεραίνειν, ἡ δὲ σύγκλητος ἐξέβαλεν, εὐπρεπῶς σκηψαμένη δε‐ διέναι περὶ τἀνδρός. ἦν δὲ γράμμασιν ἐντυχεῖν διερριμμένοις κατ’ ἀγορὰν καὶ παρὰ τὸ βουλευ‐ τήριον ὡς δὴ Πτολεμαίου δεομένου Πομπήϊον
10αὐτῷ στρατηγὸν ἀντὶ τοῦ Σπινθῆρος δοθῆναι.
Pomp
.

49

.

7

Τιμαγένης δὲ καὶ ἄλλως τὸν Πτολεμαῖον οὐκ οὔσης ἀνάγκης ἀπελθεῖν φησι, καὶ καταλιπεῖν Αἴγυπτον ὑπὸ Θεοφάνους πεισθέντα πράττοντος Πομπηΐῳ χρηματισμοὺς καὶ στρατηγίας καινῆς244
5ὑπόθεσιν. ἀλλὰ τοῦτο μὲν οὐχ οὕτως ἡ Θεο‐ φάνους μοχθηρία πιθανὸν ὡς ἄπιστον ἡ Πομπηΐου ποιεῖ φύσις, οὐκ ἔχουσα κακόηθες οὐδ’ ἀνελεύθερον οὕτω τὸ φιλότιμον.
Pomp
.

50

.

1

Ἐπισταθεὶς δὲ τῇ περὶ τὸ σιτικὸν οἰκονομίᾳ καὶ πραγματείᾳ, πολλαχοῦ μὲν ἀπέστειλε πρεσ‐ βευτὰς καὶ φίλους, αὐτὸς δὲ πλεύσας εἰς Σικελίαν καὶ Σαρδόνα καὶ Λιβύην ἤθροιζε σῖτον. ἀνάγε‐
5σθαι δὲ μέλλων πνεύματος μεγάλου κατὰ θάλατ‐ ταν ὄντος καὶ τῶν κυβερνητῶν ὀκνούντων, πρῶτος ἐμβὰς καὶ κελεύσας τὴν ἄγκυραν αἴρειν ἀνεβόησε·
Pomp
.

50

.

2

“Πλεῖν ἀνάγκη, ζῆν οὐκ ἀνάγκη.” τοιαύτῃ δὲ τόλμῃ καὶ προθυμίᾳ χρώμενος μετὰ τύχης ἀγαθῆς ἐνέπλησε σίτου τὰ ἐμπόρια καὶ πλοίων τὴν θάλασσαν, ὥστε καὶ τοῖς ἐκτὸς ἀνθρώποις ἐπαρ‐
5κέσαι τὴν περιουσίαν ἐκείνης τῆς παρασκευῆς, καὶ γενέσθαι καθάπερ ἐκ πηγῆς ἄφθονον ἀπορ‐ ροὴν εἰς πάντας.
Pomp
.

51

.

1

Ἐν τούτῳ δὲ τῷ χρόνῳ μέγαν ἦραν οἱ Κελτικοὶ πόλεμοι Καίσαρα· καὶ δοκῶν πορρω‐ τάτω τῆς Ῥώμης ἀπεῖναι καὶ συνηρτῆσθαι Βέλ‐ γαις καὶ Σουήβοις καὶ Βρεττανοῖς, ἐλάνθανεν ὑπὸ
5δεινότητος ἐν μέσῳ τῷ δήμῳ καὶ τοῖς κυριωτάτοις πράγμασι καταπολιτευόμενος τὸν Πομπήϊον.
Pomp
.

51

.

2

αὐτὸς μὲν γὰρ ὡς σῶμα τὴν στρατιωτικὴν δύ‐ ναμιν περικείμενος, οὐκ ἐπὶ τοὺς βαρβάρους, ἀλλ’ ὥσπερ ἐν θήραις καὶ κυνηγεσίοις τοῖς πρὸς ἐκεί‐ νους ἀγῶσι γυμνάζων, διεπόνει, καὶ κατεσκεύαζεν
5ἄμαχον καὶ φοβεράν, χρυσὸν δὲ καὶ ἄργυρον καὶ τἆλλα λάφυρα καὶ τὸν ἄλλον πλοῦτον τὸν ἐκ πολέμων τοσούτων περιγινόμενον εἰς τὴν Ῥώμην ἀποστέλλων, καὶ διαπειρῶν ταῖς δωροδοκίαις καὶ συγχορηγῶν ἀγορανόμοις καὶ στρατηγοῖς καὶ246
10ὑπάτοις καὶ γυναιξὶν αὐτῶν, ᾠκειοῦτο πολλούς·
Pomp
.

51

.

3

ὥστε ὑπερβαλόντος αὐτοῦ τὰς Ἄλπεις καὶ δια‐ χειμάζοντος ἐν Λούκῃ, τῶν μὲν ἄλλων ἀνδρῶν καὶ γυναικῶν ἁμιλλωμένων καὶ φερομένων πολὺ πλῆθος γενέσθαι, συγκλητικοὺς δὲ διακοσίους, ἐν
5οἷς καὶ Πομπήϊος ἦν καὶ Κράσσος, ἀνθυπάτων δὲ καὶ στρατηγῶν ἑκατὸν εἴκοσι ῥάβδους ἐπὶ
Pomp
.

51

.

4

ταῖς Καίσαρος θύραις ὀφθῆναι. τοὺς μὲν οὖν ἄλ‐ λους ἅπαντας ἐμπλήσας ἐλπίδων καὶ χρημάτων ἀπέστελλε, Κράσσῳ δὲ καὶ Πομπηΐῳ πρὸς αὐτὸν ἐγένοντο συνθῆκαι, μετιέναι μὲν ὑπατείας ἐκεί‐
5νους καὶ Καίσαρα συλλαμβάνειν αὐτοῖς, πέμπον‐ τα τῶν στρατιωτῶν συχνοὺς ἐπὶ τὴν ψῆφον, ἐπὰν δὲ αἱρεθῶσι τάχιστα, πράττειν μὲν ἑαυτοῖς ἐπαρ‐ χιῶν καὶ στρατοπέδων ἡγεμονίας, Καίσαρι δὲ τὰς
Pomp
.

51

.

5

οὔσας βεβαιοῦν εἰς ἄλλην πενταετίαν. ἐπὶ τού‐ τοις ἐξενεχθεῖσιν εἰς τοὺς πολλοὺς χαλεπῶς ἔφερον οἱ πρῶτοι· καὶ Μαρκελλῖνος ἐν τῷ δήμῳ καταστὰς ἀμφοῖν ἐναντίον ἠρώτησεν εἰ μετίασιν
5ὑπατείαν. καὶ τῶν πολλῶν ἀποκρίνασθαι κελ‐ ευόντων, πρῶτος Πομπήϊος εἶπεν ὡς τάχα μὲν ἂν μετέλθοι, τάχα δὲ οὐκ ἂν μετέλθοι· Κράσσος δὲ πολιτικώτερον· οὕτω γὰρ ἔφη πράξειν ὁποτέρως
Pomp
.

51

.

6

ἂν οἴηται τῷ κοινῷ συνοίσειν. ἐπιφυομένου δὲ Πομπηΐῳ Μαρκελλίνου καὶ σφοδρῶς λέγειν δοκ‐ οῦντος, ὁ Πομπήϊος ἔφη πάντων ἀδικώτατον εἶναι τὸν Μαρκελλῖνον, ὃς χάριν οὐκ ἔχει λόγοις μὲν ἐξ248
5ἀφώνου δι’ αὐτόν, ἐμετικὸς δὲ ἐκ πεινατικοῦ γενό‐ μενος.
Pomp
.

52

.

1

Οὐ μὴν ἀλλὰ τῶν ἄλλων ἀποστάντων τοῦ παραγγέλλειν ὑπατείαν, Λεύκιον Δομέτιον Κάτων ἔπεισε καὶ παρεθάρρυνε μὴ ἀπειπεῖν· οὐ γὰρ ὑπὲρ ἀρχῆς, ἀλλ’ ὑπὲρ ἐλευθερίας εἶναι τὸν
5ἀγῶνα πρὸς τοὺς τυράννους. οἱ δὲ περὶ τὸν Πομπήϊον φοβηθέντες τὸν τόνον τοῦ Κάτωνος, μὴ τὴν βουλὴν ἔχων ἅπασαν ἀποσπάσῃ καὶ μετα‐ βάλῃ τοῦ δήμου τὸ ὑγιαῖνον, οὐκ εἴασαν εἰς ἀγο‐
Pomp
.

52

.

2

ρὰν κατελθεῖν τὸν Δομέτιον, ἀλλ’ ἐπιπέμψαντες ἐνόπλους ἄνδρας ἀπέκτειναν μὲν τὸν προηγούμενον λυχνοφόρον, ἐτρέψαντο δὲ τοὺς ἄλλους· ἔσχατος δὲ Κάτων ἀνεχώρησε, τρωθεὶς τὸν δεξιὸν πῆχυν
5ἀμυνόμενος πρὸ τοῦ Δομετίου. Τοιαύτῃ δὲ ὁδῷ παρελθόντες ἐπὶ τὴν ἀρχὴν οὐδὲ τἆλλα κοσμιώτερον ἔπραττον. ἀλλὰ πρῶ‐ τον μὲν τὸν Κάτωνα τοῦ δήμου στρατηγὸν αἱρου‐ μένου καὶ τὴν ψῆφον ἐπιφέροντος, Πομπήϊος
10ἔλυσε τὴν ἐκκλησίαν οἰωνοὺς αἰτιώμενος, ἀντὶ δὲ Κάτωνος Βατίνιον ἀνηγόρευσαν, ἀργυρίῳ τὰς
Pomp
.

52

.

3

φυλὰς διαφθείραντες. ἔπειτα νόμους διὰ Τρε‐ βωνίου δημαρχοῦντος εἰσέφερον, Καίσαρι μέν, ὥσπερ ὡμολόγητο, δευτέραν ἐπιμετροῦντας πεντα‐ ετίαν, Κράσσῳ δὲ Συρίαν καὶ τὴν ἐπὶ Πάρθους
5στρατείαν διδόντας, αὐτῷ δὲ Πομπηΐῳ Λιβύην ἅπασαν καὶ Ἰβηρίαν ἑκατέραν καὶ τέσσαρα τάγ‐ ματα στρατιωτῶν, ὧν ἐπέχρησε δύο Καίσαρι
Pomp
.

52

.

4

δεηθέντι πρὸς τὸν ἐν Γαλατίᾳ πόλεμον. ἀλλὰ
Κράσσος μὲν ἐξῆλθεν εἰς τὴν ἐπαρχίαν ἀπαλ‐ λαγεὶς τῆς ὑπατείας, Πομπήϊος δὲ τὸ θέατρον ἀναδείξας ἀγῶνας ἦγε γυμνικοὺς καὶ μουσικοὺς250
5ἐπὶ τῇ καθιερώσει, καὶ θηρῶν ἁμίλλας ἐν οἷς πεντακόσιοι λέοντες ἀνῃρέθησαν, ἐπὶ πᾶσι δὲ τὴν ἐλεφαντομαχίαν, ἐκπληκτικώτατον θέαμα, παρέ‐ σχεν.
Pomp
.

53

.

1

Ἐπὶ τούτοις δὲ θαυμαστωθεὶς καὶ ἀγα‐ πηθείς, αὖθις οὐκ ἐλάττονα φθόνον ἔσχεν, ὅτι πρεσβευταῖς φίλοις παραδοὺς τὰ στρατεύματα καὶ τὰς ἐπαρχίας, αὐτὸς ἐν τοῖς περὶ τὴν Ἰταλίαν
5ἡβητηρίοις, μετιὼν ἄλλοτε ἀλλαχόσε, μετὰ τῆς γυναικὸς διῆγεν, εἴτε ἐρῶν αὐτῆς, εἴτε ἐρῶσαν οὐχ ὑπομένων ἀπολιπεῖν· καὶ γὰρ καὶ τοῦτο
Pomp
.

53

.

2

λέγεται. καὶ περιβόητον ἦν τῆς κόρης τὸ φίλαν‐ δρον, οὐ καθ’ ὥραν ποθούσης τὸν Πομπήϊον, ἀλλ’ αἴτιον ἔοικεν ἥ τε σωφροσύνη τοῦ ἀνδρὸς εἶναι μόνην γινώσκοντος τὴν γεγαμημένην, ἥ τε σεμ‐
5νότης οὐκ ἄκρατον, ἀλλ’ εὔχαριν ἔχουσα τὴν ὁμιλίαν καὶ μάλιστα γυναικῶν ἀγωγόν, εἰ δεῖ μηδὲ Φλώραν ἁλῶναι τὴν ἑταίραν ψευδομαρτυ‐
Pomp
.

53

.

3

ριῶν. ἐν δ’ οὖν ἀγορανομικοῖς ἀρχαιρεσίοις εἰς χεῖράς τινων ἐλθόντων καὶ φονευθέντων περὶ αὐτὸν οὐκ ὀλίγων ἀναπλησθεὶς αἵματος ἤλλαξε τὰ ἱμάτια. πολλοῦ δὲ θορύβου καὶ δρόμου πρὸς
5τὴν οἰκίαν γενομένου τῶν κομιζόντων τὰ ἱμάτια θεραπόντων, ἔτυχε μὲν ἡ κόρη κύουσα, θεασαμένη δὲ καθῃμαγμένην τὴν τήβεννον ἐξέλιπε καὶ μόλις ἀνήνεγκεν, ἐκ δὲ τῆς ταραχῆς ἐκείνης καὶ τοῦ
Pomp
.

53

.

4

πάθους ἀπήμβλωσεν. ὅθεν οὐδὲ οἱ μάλιστα μεμφόμενοι τὴν πρὸς Καίσαρα Πομπηΐου φιλίαν ᾐτιῶντο τὸν ἔρωτα τῆς γυναικός. αὖθις μέντοι
κυήσασα καὶ τεκοῦσα θῆλυ παιδίον ἐκ τῶν252
5ὠδίνων ἐτελεύτησε, καὶ τὸ παιδίον οὐ πολλὰς ἡμέρας ἐπέζησε. παρεσκευασμένου δὲ τοῦ Πομ‐ πηΐου τὸ σῶμα θάπτειν ἐν Ἀλβανῷ, βιασάμενος ὁ δῆμος εἰς τὸ Ἄρειον πεδίον κατήνεγκεν, οἴκτῳ τῆς κόρης μᾶλλον ἢ Πομπηΐῳ καὶ Καίσαρι
Pomp
.

53

.

5

χαριζόμενος. αὐτῶν δὲ ἐκείνων μεῖζον ἐδόκει μέρος ἀπόντι Καίσαρι νέμειν ὁ δῆμος ἢ Πομπηΐῳ παρόντι τῆς τιμῆς. εὐθὺς γὰρ ἐκύμαινεν ἡ πόλις, καὶ πάντα τὰ πράγματα σάλον εἶχε καὶ λόγους
5διαστατικούς, ὡς ἡ πρότερον παρακαλύπτουσα μᾶλλον ἢ κατείργουσα τῶν ἀνδρῶν τὴν φιλαρχίαν
Pomp
.

53

.

6

οἰκειότης ἀνῄρηται. μετ’ οὐ πολὺ δὲ καὶ Κράσσος ἐν Πάρθοις ἀπολωλὼς ἠγγέλλετο· καὶ τοῦτο κώλυμα ὂν μέγα τοῦ συμπεσεῖν τὸν ἐμφύλιον πόλεμον ἐκποδὼν ἐγεγόνει· δεδιότες γὰρ ἐκεῖνον
5ἀμφότεροι τοῖς πρὸς ἀλλήλους ἁμῶς γέ πως ἐνέμενον δικαίοις. ἐπεὶ δὲ ἀνεῖλεν ἡ τύχη τὸν ἔφεδρον τοῦ ἀγῶνος, εὐθὺς ἦν εἰπεῖν τὸ κωμι‐ κόν, ὡς
8
ἅτερος πρὸς τὸν ἕτερον
10ὑπαλείφεται τὼ χεῖρέ θ’ ὑποκονίεται.
10
Pomp
.

53

.

7

οὕτως ἡ τύχη μικρόν ἐστι πρὸς τὴν φύσιν. οὐ γὰρ ἀποπίμπλησιν αὐτῆς τὴν ἐπιθυμίαν, ὅπου τοσοῦτον βάθος ἡγεμονίας καὶ μέγεθος εὐρυ‐ χωρίας δυοῖν ἀνδροῖν οὐκ ἐπέσχεν, ἀλλ’ ἀκού‐
5οντες καὶ ἀναγινώσκοντες ὅτι “τριχθὰ δὲ πάντα
δέδασται” τοῖς θεοῖς, “ἕκαστος δ’ ἔμμορε τιμῆς,” ἑαυτοῖς οὐκ ἐνόμιζον ἀρκεῖν δυσὶν οὖσι τὴν Ῥω‐ μαίων ἀρχήν.254
Pomp
.

54

.

1

Καίτοι Πομπήϊος εἶπέ ποτε δημηγορῶν ὅτι πᾶσαν ἀρχὴν λάβοι πρότερον ἢ προσεδόκησε καὶ κατάθοιτο θᾶττον ἢ προσεδοκήθη. καὶ νὴ Δία μαρτυρούσας εἶχεν ἀεὶ τὰς διαλύσεις τῶν
5στρατοπέδων. τότε δὲ τὸν Καίσαρα δοκῶν οὐ προήσεσθαι τὴν δύναμιν ἐζήτει ταῖς πολιτικαῖς ἀρχαῖς ὀχυρὸς εἶναι πρὸς αὐτόν, ἄλλο δὲ οὐδὲν ἐνεωτέριζεν, οὐδὲ ἐβούλετο δοκεῖν ἀπιστεῖν, ἀλλ’
Pomp
.

54

.

2

ὑπερορᾶν μᾶλλον καὶ καταφρονεῖν. ἐπεὶ δὲ τὰς ἀρχὰς οὐ κατὰ γνώμην ἑώρα βραβευομένας, δεκαζομένων τῶν πολιτῶν, ἀναρχίαν ἐν τῇ πόλει περιεῖδε γενομένην· καὶ λόγος εὐθὺς ἐχώρει πολὺς
5ὑπὲρ δικτάτορος, ὃν πρῶτος εἰς μέσον ἐξενεγκεῖν ἐτόλμησε Λουκίλλιος ὁ δήμαρχος, τῷ δήμῳ παραινῶν ἑλέσθαι δικτάτορα Πομπήϊον. ἐπι‐ λαβομένου δὲ Κάτωνος οὗτος μὲν ἐκινδύνευσε τὴν δημαρχίαν ἀποβαλεῖν, ὑπὲρ δὲ Πομπηΐου
10πολλοὶ τῶν φίλων ἀπελογοῦντο παριόντες ὡς οὐ δεομένου τῆς ἀρχῆς ἐκείνης οὐδὲ βουλομένου.
Pomp
.

54

.

3

Κάτωνος δὲ Πομπήϊον ἐπαινέσαντος καὶ προ‐ τρεψαμένου τῆς εὐκοσμίας ἐπιμεληθῆναι, τότε μὲν αἰδεσθεὶς ἐπεμελήθη, καὶ κατεστάθησαν ὕπατοι Δομέτιος καὶ Μεσσάλας, ὕστερον δὲ πάλιν
5ἀναρχίας γινομένης καὶ πλειόνων ἤδη τὸν περὶ τοῦ δικτάτορος λόγον ἐγειρόντων ἰταμώτερον, φοβηθέντες οἱ περὶ Κάτωνα μὴ βιασθῶσιν,
ἔγνωσαν ἀρχήν τινα τῷ Πομπηΐῳ προέμενοι νόμιμον ἀποτρέψαι τῆς ἀκράτου καὶ τυραννικῆς256
Pomp
.

54

.

4

ἐκείνης. καὶ Βύβλος ἐχθρὸς ὢν Πομπηΐῳ πρῶτος ἀπεφήνατο γνώμην ἐν συγκλήτῳ Πομπήϊον μόνον ἑλέσθαι ὕπατον· ἢ γὰρ ἀπαλλαγήσεσθαι τῆς παρούσης τὴν πόλιν ἀκοσμίας, ἢ δουλεύσειν τῷ
5κρατίστῳ. φανέντος δὲ παραδόξου τοῦ λόγου διὰ τὸν εἰπόντα, Κάτων ἀναστὰς καὶ παρασχὼν δόκησιν ὡς ἀντιλέξοι, γενομένης σιωπῆς εἶπε τὴν προκειμένην γνώμην αὐτὸς μὲν οὐκ ἂν εἰσ‐ ενεγκεῖν, εἰσενηνεγμένῃ δὲ ὑφ’ ἑτέρου πείθεσθαι
10κελεύειν, πᾶσαν μὲν ἀρχὴν μᾶλλον αἱρούμενος ἀναρχίας, Πομπηΐου δὲ μηδένα βέλτιον ἄρξειν
Pomp
.

54

.

5

ἐν ταραχαῖς τηλικαύταις νομίζων. δεξαμένης δὲ τῆς βουλῆς, καὶ ψηφισαμένης ὅπως ὕπατος αἱρεθεὶς ὁ Πομπήϊος ἄρχοι μόνος, εἰ δὲ αὐτὸς συνάρχοντος δεηθείη, μὴ θᾶττον δυοῖν μηνοῖν
5δοκιμάσας ἕλοιτο, κατασταθεὶς οὕτως καὶ ἀπο‐ δειχθεὶς διὰ Σουλπικίου μεσοβασιλέως ὕπατος ἠσπάζετο φιλοφρόνως τὸν Κάτωνα, πολλὴν ὁμο‐ λογῶν χάριν ἔχειν καὶ παρακαλῶν γίνεσθαι
Pomp
.

54

.

6

σύμβουλον ἰδίᾳ τῆς ἀρχῆς. Κάτων δὲ χάριν μὲν ἔχειν αὐτῷ τὸν Πομπήϊον οὐκ ἠξίου· δι’ ἐκεῖνον γὰρ ὧν εἶπεν οὐδὲν εἰπεῖν, διὰ δὲ τὴν πόλιν· ἔσεσθαι δὲ σύμβουλος ἰδίᾳ παρακαλούμενος, ἐὰν
5δὲ μὴ παρακαλῆται, δημοσίᾳ φράσειν τὸ φαινό‐
μενον. τοιοῦτος μὲν οὖν Κάτων ἐν πᾶσι.258
Pomp
.

55

.

1

Πομπήϊος δὲ παρελθὼν εἰς τὴν πόλιν ἔγημε Κορνηλίαν θυγατέρα Μετέλλου Σκηπίωνος, οὐ παρθένον, ἀλλὰ χήραν ἀπολελειμμένην νεωστὶ Ποπλίου τοῦ Κράσσου παιδός, ᾧ συνῴκησεν ἐκ
5παρθενίας, ἐν Πάρθοις τεθνηκότος. ἐνῆν δὲ τῇ κόρῃ πολλὰ φίλτρα δίχα τῶν ἀφ’ ὥρας. καὶ γὰρ περὶ γράμματα καλῶς ἤσκητο καὶ περὶ λύραν καὶ γεωμετρίαν, καὶ λόγων φιλοσόφων εἴθιστο
Pomp
.

55

.

2

χρησίμως ἀκούειν. καὶ προσῆν τούτοις ἦθος ἀηδίας καὶ περιεργίας καθαρόν, ἃ δὴ νέαις προσ‐ τρίβεται γυναιξὶ τὰ τοιαῦτα μαθήματα· πατὴρ δὲ καὶ γένους ἕνεκα καὶ δόξης ἄμεμπτος. ἀλλ’
5ὅμως τοῦ γάμου τοῖς μὲν οὐκ ἤρεσκε τὸ μὴ καθ’ ἡλικίαν· υἱῷ γὰρ αὐτοῦ συνοικεῖν ὥραν εἶχεν ἡ
Pomp
.

55

.

3

Κορνηλία μᾶλλον· οἱ δὲ κομψότεροι τὸ τῆς πόλεως ἡγοῦντο παρεωρακέναι τὸν Πομπήϊον ἐν τύχαις οὔσης, ὧν ἐκεῖνον ἰατρὸν ᾕρηται καὶ μόνῳ παραδέδωκεν αὑτήν· ὁ δὲ στεφανοῦται καὶ θύει
5γάμους, αὐτὴν τὴν ὑπατείαν ὀφείλων ἡγεῖσθαι συμφοράν, οὐκ ἂν οὕτω παρανόμως δοθεῖσαν
Pomp
.

55

.

4

εὐτυχούσης τῆς πατρίδος. ἐπεὶ δὲ ταῖς δίκαις τῶν δωροδοκιῶν καὶ δεκασμῶν ἐπιστάς, καὶ νόμους γράψας καθ’ οὓς αἱ κρίσεις ἐγίνοντο, τὰ μὲν ἄλλα σεμνῶς ἐβράβευε καὶ καθαρῶς, ἀσφά‐
5λειαν ἅμα καὶ κόσμον καὶ ἡσυχίαν αὐτοῦ προσ‐ καθημένου μεθ’ ὅπλων τοῖς δικαστηρίοις παρέχων, Σκηπίωνος δὲ τοῦ πενθεροῦ κρινομένου, μετα‐ πεμψάμενος οἴκαδε τοὺς ἑξήκοντα καὶ τριακοσίους δικαστὰς ἐνέτυχε βοηθεῖν, ὁ δὲ κατήγορος ἀπέστη
10τῆς δίκης ἰδὼν τὸν Σκηπίωνα προπεμπόμενον ἐξ ἀγορᾶς ὑπὸ τῶν δικαστῶν, πάλιν οὖν ἤκουε260
Pomp
.

55

.

5

κακῶς, ἔτι δὲ μᾶλλον ὅτι λύσας νόμῳ τοὺς γινο‐ μένους περὶ τῶν κρινομένων ἐπαίνους, αὐτὸς εἰσῆλθε Πλάγκον ἐπαινεσόμενος. καὶ Κάτων (ἔτυχε γὰρ κρίνων) ἐπισχόμενος τὰ ὦτα ταῖς
5χερσὶν οὐκ ἔφη καλῶς ἔχειν αὐτῷ παρὰ τὸν
Pomp
.

55

.

6

νόμον ἀκούειν τῶν ἐπαίνων. ὅθεν ὁ μὲν Κάτων ἀπεβλήθη πρὸ τοῦ φέρειν τὴν ψῆφον, ἑάλω δὲ ταῖς ἄλλαις ὁ Πλάγκος σὺν αἰσχύνῃ τοῦ Πομ‐ πηΐου. καὶ γὰρ ὀλίγαις ὕστερον ἡμέραις Ὑψαῖος,
5ἀνὴρ ὑπατικός, δίκην φεύγων καὶ παραφυλάξας τὸν Πομπήϊον ἐπὶ δεῖπνον ἀπιόντα λελουμένον, ἱκέτευε τῶν γονάτων λαβόμενος. ὁ δὲ παρῆλθεν ὑπεροπτικῶς εἰπὼν διαφθείρειν τὸ δεῖπνον αὐτόν, ἄλλο δὲ μηδὲν περαίνειν. οὕτως οὖν ἄνισος εἶναι
Pomp
.

55

.

7

δοκῶν αἰτίας εἶχε. τὰ δ’ ἄλλα καλῶς ἅπαντα κατέστησεν εἰς τάξιν, καὶ προσείλετο συνάρχοντα τὸν πενθερὸν εἰς τοὺς ὑπολοίπους πέντε μῆνας. ἐψηφίσθη δὲ αὐτῷ τὰς ἐπαρχίας ἔχειν εἰς ἄλλην
5τετραετίαν, καὶ χίλια τάλαντα λαμβάνειν καθ’ ἕκαστον ἐνιαυτόν, ἀφ’ ὧν θρέψει καὶ διοικήσει τὸ στρατιωτικόν.
Pomp
.

56

.

1

Οἱ δὲ Καίσαρος φίλοι ταύτην ἀρχὴν λαβόντες ἠξίουν τινὰ γενέσθαι καὶ Καίσαρος λόγον, ἀγωνιζομένου τοσούτους ἀγῶνας ὑπὲρ τῆς ἡγεμονίας· ἢ γὰρ ὑπατείας ἄξιον εἶναι τυχεῖν
5ἑτέρας, ἢ προσλαβεῖν τῇ στρατείᾳ χρόνον, ἐν ᾧ τῶν πεπονημένων οὐκ ἄλλος ἐπελθὼν ἀφαιρή‐ σεται τὴν δόξαν, ἀλλ’ αὐτὸς ἄρξει καὶ τιμήσεται
Pomp
.

56

.

2

καθ’ ἡσυχίαν ὁ κατεργασάμενος. οὔσης δὲ περὶ τούτων ἁμίλλης, ὡς δὴ παραιτούμενος ὑπὲρ τοῦ Καίσαρος ἐπ’ εὐνοίᾳ τὸν φθόνον ὁ Πομπήϊος ἔφη γράμματα Καίσαρος ἔχειν βουλομένου λαβεῖν262
5διάδοχον καὶ παύσασθαι τῆς στρατείας· ὑπατείας μέντοι καὶ μὴ παρόντι καλῶς ἔχειν αἴτησιν αὐτῷ
Pomp
.

56

.

3

δοθῆναι. πρὸς ταῦτα ἐνισταμένων τῶν περὶ Κάτωνα καὶ κελευόντων ἰδιώτην γενόμενον καὶ τὰ ὅπλα καταθέμενον εὑρίσκεσθαί τι παρὰ τῶν πολιτῶν ἀγαθόν, οὐκ ἐξερίσας, ἀλλ’ οἷον ἡττηθεὶς
5ὁ Πομπήϊος ὕποπτος ἦν μᾶλλον ὧν ἐφρόνει περὶ Καίσαρος. ἔπεμψε δὲ καὶ τὰς δυνάμεις ἀπαιτῶν ἃς ἔχρησεν αὐτῷ, τὰ Παρθικὰ ποιούμενος πρό‐ φασιν. ὁ δέ, καίπερ εἰδὼς ἐφ’ οἷς ἀπῃτεῖτο τοὺς στρατιώτας, ἀπέπεμψε καλῶς δωρησάμενος.
Pomp
.

57

.

1

Ἐκ τούτου δὲ Πομπήϊος ἐν Νεαπόλει νοσήσας ἐπισφαλῶς ἀνέρρωσε, Πραξαγόρου δὲ πείσαντος τοὺς Νεαπολίτας ἔθυσαν ὑπὲρ αὐτοῦ σωτήρια. μιμουμένων δὲ τούτους τῶν προσοίκων
5καὶ τοῦ πράγματος οὕτω περιϊόντος τὴν Ἰταλίαν πᾶσαν, καὶ μικρὰ καὶ μεγάλη πόλις ἐφ’ ἡμέρας
Pomp
.

57

.

2

πολλὰς ἑώρταζε. τοὺς δὲ ἀπαντῶντας πανταχό‐ θεν οὐδεὶς ἐχώρει τόπος, ἀλλὰ ὁδοί τε κατεπίμ‐ πλαντο καὶ κῶμαι καὶ λιμένες εὐωχουμένων καὶ θυόντων. πολλοὶ δὲ καὶ στεφανηφοροῦντες ὑπὸ
5λαμπάδων ἐδέχοντο καὶ παρέπεμπον ἀνθοβολού‐ μενον, ὥστε τὴν κομιδὴν αὐτοῦ καὶ πορείαν
Pomp
.

57

.

3

θέαμα κάλλιστον εἶναι καὶ λαμπρότατον. οὐ‐
δενὸς μέντοι τοῦτο λέγεται τῶν ἀπεργασαμένων τὸν πόλεμον αἰτίων ἔλαττον γενέσθαι. φρόνημα γὰρ εἰσῆλθεν ὑπεραῖρον ἅμα τῷ μεγέθει τῆς264
5χαρᾶς τοὺς ἀπὸ τῶν πραγμάτων λογισμούς· καὶ τὴν εἰς ἀσφαλὲς ἀεὶ τὰ εὐτυχήματα καὶ τὰς πράξεις αὐτοῦ θεμένην εὐλάβειαν προέμενος εἰς ἄκρατον ἐξέπεσε θράσος καὶ περιφρόνησιν τῆς Καίσαρος δυνάμεως, ὡς οὔτε ὅπλων ἐπ’ αὐτὸν
10οὔτε τινὸς ἐργώδους πραγματείας δεησόμενος, ἀλλὰ πολὺ ῥᾷον καθαιρήσων ἢ πρότερον ηὔξησε
Pomp
.

57

.

4

τὸν ἄνδρα. πρὸς δὲ τούτοις Ἄππιος ἀφίκετο κομίζων ἐκ Γαλατίας ἣν ἔχρησε Πομπήϊος Καίσαρι στρατιάν· καὶ πολλὰ μὲν ἐξεφλαύριζε τὰς ἐκεῖ πράξεις καὶ λόγους ἐξέφερε βλασφήμους
5περὶ Καίσαρος, αὐτὸν δὲ Πομπήϊον ἀπείρως ἔχειν ἔλεγε τῆς αὑτοῦ δυνάμεως καὶ δόξης, ἑτέροις ὅπλοις πρὸς Καίσαρα φραγνύμενον, ὃν αὐτοῖς κατεργάσεται τοῖς ἐκείνου στρατεύμασιν, ὅταν πρῶτον ὀφθῇ· τοσοῦτον καὶ μίσους πρὸς Καίσαρα
10καὶ πόθου πρὸς Πομπήϊον ἐνυπάρχειν αὐτοῖς.
Pomp
.

57

.

5

οὕτω δ’ οὖν ὁ Πομπήϊος ἐπήρθη, καὶ τοιαύτης καὶ τοσαύτης ὀλιγωρίας διὰ τὸ θαρρεῖν ἐγένετο μεστὸς ὥστε καὶ τῶν δεδιότων τὸν πόλεμον κατεγέλα, καὶ τοὺς λέγοντας ἂν ἐλαύνῃ Καῖσαρ
5ἐπὶ τὴν πόλιν, οὐχ ὁρᾶν δυνάμεις αἷς αὐτὸν ἀμυ‐ νοῦνται, μειδιῶν τῷ προσώπῳ καὶ διακεχυμένος ἀμελεῖν ἐκέλευσεν· “Ὅπου γὰρ ἄν,” ἔφη, “τῆς Ἰταλίας ἐγὼ κρούσω τῷ ποδὶ τὴν γῆν, ἀναδύ‐ σονται καὶ πεζικαὶ καὶ ἱππικαὶ δυνάμεις.”
Pomp
.

58

.

1

Ἤδη δὲ καὶ Καῖσαρ ἐπεφύετο τοῖς πράγμασιν ἐρρωμενέστερον, αὐτὸς μὲν οὐκέτι μακρὰν τῆς Ἰταλίας ἀπαίρων, εἰς δὲ τὴν πόλιν
ἀεὶ τοὺς στρατιώτας ἀποστέλλων ἀρχαιρεσιά‐266
5σοντας, χρήμασι δὲ πολλοὺς ὑποικουρῶν καὶ διαφθείρων ἄρχοντας· ὧν καὶ Παῦλος ἦν ὁ ὕπατος ἐπὶ χιλίοις καὶ πεντακοσίοις ταλάντοις μεταβαλόμενος, καὶ Κουρίων ὁ δήμαρχος ἀμηχά‐ νων πλήθει δανείων ἐλευθερωθεὶς ὑπ’ αὐτοῦ, καὶ
10Μάρκος Ἀντώνιος διὰ φιλίαν Κουρίωνος ὧν
Pomp
.

58

.

2

ὠφελεῖτο μετέχων. ἐλέχθη μὲν οὖν ὅτι τῶν ἀφιγμένων τις ἀπὸ Καίσαρος ταξιαρχῶν ἑστὼς παρὰ τὸ βουλευτήριον, καὶ πυθόμενος ὡς οὐ δίδωσιν ἡ βουλὴ Καίσαρι χρόνον τῆς ἀρχῆς,
5εἶπεν ἐπικρούων τῇ χειρὶ τὸ ξίφος, “Ἀλλὰ τοῦτο δώσει.” καὶ τὰ πραττόμενα καὶ τὰ παρασκευα‐ ζόμενα ταύτην εἶχε τὴν διάνοιαν.
Pomp
.

58

.

3

Αἱ μέντοι Κουρίωνος ἀξιώσεις καὶ παρακλή‐ σεις ὑπὲρ Καίσαρος ἐφαίνοντο δημοτικώτεραι. δυεῖν γὰρ ἠξίου θάτερον, ἢ καὶ Πομπήϊον ἀπαι‐ τεῖν ἢ μηδὲ Καίσαρος ἀφαιρεῖσθαι τὸ στρατιω‐
5τικόν· ἢ γὰρ ἰδιώτας γενομένους ἐπὶ τοῖς δικαίοις ἢ μένοντας ἀντιπάλους ἐφ’ οἷς ἔχουσιν ἀτρεμή‐ σειν· ὁ δὲ τὸν ἕτερον ἀσθενῆ ποιῶν ἣν φοβεῖται
Pomp
.

58

.

4

δύναμιν διπλασιάζει. πρὸς ταῦτα Μαρκέλλου τοῦ ὑπάτου λῃστὴν ἀποκαλοῦντος τὸν Καίσαρα, καὶ ψηφίζεσθαι πολέμιον κελεύοντος εἰ μὴ κατα‐ θήσεται τὰ ὅπλα, Κουρίων ὅμως ἴσχυσε μετὰ
5Ἀντωνίου καὶ Πείσωνος ἐξελέγξαι τὴν σύγκλητον. ἐκέλευσε γὰρ μεταστῆναι τοὺς Καίσαρα μόνον τὰ ὅπλα καταθέσθαι κελεύοντας, Πομπήϊον δὲ
Pomp
.

58

.

5

ἄρχειν· καὶ μετέστησαν οἱ πλείους. αὖθις δὲ
μεταστῆναι κελεύσαντος ὅσοις ἀμφοτέρους ἀρέ‐ σκει τὰ ὅπλα καταθέσθαι καὶ μηδέτερον ἄρχειν, Πομπηΐῳ μὲν εἴκοσι καὶ δύο μόνον, Κουρίωνι δὲ268
5πάντες οἱ λοιποὶ προσέθεντο. κἀκεῖνος μὲν ὡς νενικηκὼς λαμπρὸς ὑπὸ χαρᾶς εἰς τὸν δῆμον ἐξήλατο, κρότῳ καὶ βολαῖς στεφάνων καὶ ἀνθῶν δεξιούμενον αὐτόν. ἐν δὲ τῇ βουλῇ Πομπήϊος οὐ παρῆν· οἱ γὰρ ἄρχοντες στρατοπέδων εἰς τὴν
Pomp
.

58

.

6

πόλιν οὐκ εἰσίασι. Μάρκελλος δὲ ἀναστὰς οὐκ ἔφη λόγων ἀκροάσεσθαι καθήμενος, ἀλλ’ ὁρῶν ὑπερφαινόμενα τῶν Ἄλπεων ἤδη δέκα τάγματα βαδίζειν, καὶ αὐτὸς ἐκπέμψειν τὸν ἀντιταξόμενον
5αὐτοῖς ὑπὲρ τῆς πατρίδος.
Pomp
.

59

.

1

Ἐκ τούτου τὰς ἐσθῆτας ὡς ἐπὶ πένθει μετεβάλοντο. Μάρκελλος δὲ πρὸς Πομπήϊον δι’ ἀγορᾶς ἐβάδιζε τῆς βουλῆς ἑπομένης, καὶ κατα‐ στὰς ἐναντίος, “Κελεύω σε,” εἶπεν, “ὦ Πομπήϊε,
5βοηθεῖν τῇ πατρίδι καὶ χρῆσθαι ταῖς παρε‐ σκευασμέναις δυνάμεσι καὶ καταλέγειν ἑτέρας.” τὰ δ’ αὐτὰ ταῦτα καὶ Λέντλος ἔλεγε, τῶν ἀποδε‐
Pomp
.

59

.

2

δειγμένων εἰς τὸ μέλλον ὑπάτων ἅτερος. ἀρξα‐ μένου δὲ τοῦ Πομπηΐου καταλέγειν οἱ μὲν οὐχ ὑπήκουον, ὀλίγοι δὲ γλίσχρως καὶ ἀπροθύμως συνῄεσαν, οἱ δὲ πλείους διαλύσεις ἐβόων. καὶ
5γὰρ ἀνέγνω τινὰ Καίσαρος ἐπιστολὴν Ἀντώνιος ἐν τῷ δήμῳ, βιασάμενος τὴν βουλήν, ἔχουσαν ἐπαγωγοὺς ὄχλου προκλήσεις. ἠξίου γὰρ ἀμ‐ φοτέρους ἐκβάντας τῶν ἐπαρχιῶν καὶ τὰς στρα‐ τιωτικὰς δυνάμεις ἀφέντας ἐπὶ τῷ δήμῳ γενέσθαι
Pomp
.

59

.

3

καὶ τῶν πεπραγμένων εὐθύνας ὑποσχεῖν. οἱ δὲ περὶ Λέντλον ὑπατεύοντες ἤδη βουλὴν οὐ συνῆ‐ γον· ἄρτι δὲ ἐκ Κιλικίας ἀφιγμένος Κικέρων
ἔπραττε διαλλαγάς, ὅπως Καῖσαρ, ἐξελθὼν270
5Γαλατίας καὶ τὴν ἄλλην στρατιὰν ἀφεὶς πᾶσαν, ἐπὶ δυσὶ τάγμασι καὶ τῷ Ἰλλυρικῷ τὴν δευτέραν
Pomp
.

59

.

4

ὑπατείαν περιμένῃ. Πομπηΐου δὲ δυσκολαί‐ νοντος ἐπείσθησαν οἱ Καίσαρος φίλοι θάτερον ἀφεῖναι· Λέντλου δὲ ἀντικρούσαντος καὶ Κάτωνος αὖθις ἁμαρτάνειν τὸν Πομπήϊον ἐξαπατώμενον
5βοῶντος οὐκ ἔσχον αἱ διαλύσεις πέρας.
Pomp
.

60

.

1

Ἐν τούτῳ δὲ ἀπαγγέλλεται Καῖσαρ Ἀρί‐ μινον, πόλιν μεγάλην τῆς Ἰταλίας, κατειληφὼς καὶ βαδίζων ἄντικρυς ἐπὶ τὴν Ῥώμην μετὰ πάσης τῆς δυνάμεως. τοῦτο δὲ ἦν ψεῦδος. ἐβάδιζε γὰρ
5οὐ πλείονας ἔχων ἱππέων τριακοσίων καὶ πεντα‐ κισχιλίων ὁπλιτῶν· τὴν δὲ ἄλλην δύναμιν ἐπέ‐ κεινα τῶν Ἄλπεων οὖσαν οὐ περιέμενεν, ἐμπεσεῖν ἄφνω τεταραγμένοις καὶ μὴ προσδοκῶσι βουλό‐ μενος μᾶλλον ἢ χρόνον δοὺς ἐκ παρασκευῆς μάχε‐
Pomp
.

60

.

2

σθαι. καὶ γὰρ ἐπὶ τὸν Ῥουβίκωνα ποταμὸν ἐλθών, ὃς ἀφώριζεν αὐτῷ τὴν δεδομένην ἐπαρχίαν, ἔστη σιωπῇ καὶ διεμέλλησεν, αὐτὸς ἄρα πρὸς ἑαυτὸν συλλογιζόμενος τὸ μέγεθος τοῦ τολμή‐
5ματος. εἶτα, ὥσπερ οἱ πρὸς βάθος ἀφιέντες ἀχανὲς ἀπὸ κρημνοῦ τινος ἑαυτούς, μύσας τῷ λογισμῷ καὶ παρακαλυψάμενος πρὸς τὸ δεινόν, καὶ τοσοῦτον μόνον Ἑλληνιστὶ πρὸς τοὺς παρόν‐ τας ἐκβοήσας, “Ἀνερρίφθω κύβος,” διεβίβαζε
10τὸν στρατόν.
Pomp
.

60

.

3

Ὡς δὲ πρῶτον ἡ φήμη προσέπεσε καὶ κατέσχε τὴν Ῥώμην μετὰ ἐκπλήξεως θόρυβος καὶ φόβος οἷος οὔπω πρότερον, εὐθὺς μὲν ἡ βουλὴ φερομένη
πρὸς τὸν Πομπήϊον συνέτρεχε καὶ παρῆσαν αἱ272
5ἀρχαί, πυθομένου δὲ τοῦ Τύλλου περὶ στρατιᾶς καὶ δυνάμεως καὶ τοῦ Πομπηΐου μετά τινος μελ‐ λήσεως ἀθαρσῶς εἰπόντος ὅτι τοὺς παρὰ Καίσαρος
Pomp
.

60

.

4

ἥκοντας ἑτοίμους ἔχει, νομίζει δὲ καὶ τοὺς κατει‐ λεγμένους πρότερον ἐν τάχει συνάξειν τρισμυρίους ὄντας, ὁ μὲν Τύλλος ἀναβοήσας, “Ἐξηπάτηκας ἡμᾶς, ὦ Πομπήϊε,” συνεβούλευεν ὡς Καίσαρα
5πρέσβεις ἀποστέλλειν, Φαώνιος δέ τις, ἀνὴρ τἆλ‐ λα μὲν οὐ πονηρός, αὐθαδείᾳ δὲ καὶ ὕβρει πολ‐ λάκις τὴν Κάτωνος οἰόμενος ἀπομιμεῖσθαι παρ‐ ρησίαν, ἐκέλευε τὸν Πομπήϊον τῷ ποδὶ τύπτειν τὴν γῆν, ἃς ὑπισχνεῖτο δυνάμεις ἀνακαλούμενον.
Pomp
.

60

.

5

ὁ δὲ ταύτην μὲν ἤνεγκε τὴν ἀκαιρίαν πρᾴως· τοῦ δὲ Κάτωνος ὑπομιμνήσκοντος ὧν ἐν ἀρχῇ περὶ Καίσαρος αὐτῷ προεῖπεν, ἀπεκρίνατο μαντικώ‐ τερα μὲν εἶναι τὰ Κάτωνι λεχθέντα, φιλικώτερα
5δὲ ὑπ’ αὐτοῦ πεπρᾶχθαι.
Pomp
.

61

.

1

Κάτων δὲ συνεβούλευεν αἱρεῖσθαι στρα‐ τηγὸν αὐτοκράτορα Πομπήϊον, ἐπειπὼν ὅτι τῶν αὐτῶν ἐστι καὶ ποιεῖν τὰ μεγάλα κακὰ καὶ παύειν. οὗτος μὲν οὖν εὐθὺς ἐξῆλθεν εἰς Σικελίαν (ἔλαχε
5γὰρ αὐτὴν τῶν ἐπαρχιῶν) καὶ τῶν ἄλλων ἕκαστος εἰς ἃς ἐκληρώθη. τῆς δ’ Ἰταλίας σχεδὸν ὅλης
Pomp
.

61

.

2

ἀνισταμένης ἀπορίαν εἶχε τὸ γινόμενον. οἱ μὲν γὰρ ἔξωθεν φερόμενοι φυγῇ πανταχόθεν εἰς τὴν Ῥώμην ἐνέπιπτον, οἱ δὲ τὴν Ῥώμην οἰκοῦντες ἐξέπιπτον αὐτοὶ καὶ ἀπέλειπον τὴν πόλιν, ἐν
5χειμῶνι καὶ ταράχῳ τοσούτῳ τὸ μὲν χρήσιμον ἀσθενὲς ἔχουσαν, τὸ δὲ ἀπειθὲς ἰσχυρὸν καὶ δυσ‐ μεταχείριστον τοῖς ἄρχουσιν. οὐ γὰρ ἦν παῦσαι τὸν φόβον, οὐδὲ εἴασέ τις χρῆσθαι τοῖς ἑαυτοῦ λογισμοῖς Πομπήϊον, ἀλλ’ ᾧ τις ἐνετύγχανε πά‐274
10θει, φοβηθεὶς ἢ λυπηθεὶς ἢ διαπορήσας, τούτῳ
Pomp
.

61

.

3

φέρων ἐκεῖνον ἀνεπίμπλη· καὶ τἀναντία τῆς αὐ‐ τῆς ἡμέρας ἐκράτει βουλεύματα, καὶ πυθέσθαι περὶ τῶν πολεμίων οὐδὲν ἦν ἀληθὲς αὐτῷ διὰ τὸ πολλοὺς ἀπαγγέλλειν ὅ τι τύχοιεν, εἶτα ἀπισ‐
5τοῦντι χαλεπαίνειν. οὕτω δὴ ψηφισάμενος ταρα‐ χὴν ὁρᾶν καὶ κελεύσας ἅπαντας ἕπεσθαι αὐτῷ τοὺς ἀπὸ βουλῆς, καὶ προειπὼν ὅτι Καίσαρος ἡγήσεται τὸν ἀπολειφθέντα, περὶ δείλην ὀψίαν
Pomp
.

61

.

4

ἀπέλιπε τὴν πόλιν. οἱ δὲ ὕπατοι μηδὲ θύσαντες ἃ νομίζεται πρὸ πολέμων ἔφυγον. ἦν δὲ καὶ παρ’ αὐτὰ τὰ δεινὰ ζηλωτὸς ἀνὴρ τῆς πρὸς αὐτὸν εὐνοίας τῶν ἀνθρώπων, ὅτι πολλῶν τὴν στρατη‐
5γίαν μεμφομένων οὐδεὶς ἦν ὁ μισῶν τὸν στρατη‐ γόν, ἀλλὰ πλείονας ἄν τις εὗρε τῶν διὰ τὴν ἐλευθερίαν φευγόντων τοὺς ἀπολιπεῖν Πομπήϊον μὴ δυναμένους.
Pomp
.

62

.

1

Ὀλίγαις δὲ ὕστερον ἡμέραις Καῖσαρ εἰσελάσας καὶ κατασχὼν τὴν Ῥώμην τοῖς μὲν ἄλλοις ἐπιεικῶς ἐνέτυχε καὶ κατεπράϋνε, τῶν δὲ δημάρχων ἑνὶ Μετέλλῳ κωλύοντι χρήματα λαβεῖν
5αὐτὸν ἐκ τοῦ ταμιείου θάνατον ἠπείλησε, καὶ προσέθηκε τῇ ἀπειλῇ τραχύτερον λόγον· ἔφη γὰρ
ὡς τοῦτο φῆσαι χαλεπὸν ἦν αὐτῷ μᾶλλον ἢ276
Pomp
.

62

.

2

πρᾶξαι. τρεψάμενος δὲ τὸν Μέτελλον οὕτω, καὶ λαβὼν ὧν ἔχρῃζεν, ἐδίωκε Πομπήϊον, ἐκβαλεῖν σπεύδων ἐκ τῆς Ἰταλίας πρὶν ἀφικέσθαι τὴν ἐξ Ἰβηρίας αὐτῷ δύναμιν. ὁ δὲ τὸ Βρεντέσιον
5κατασχὼν καὶ πλοίων εὐπορήσας τοὺς μὲν ὑπάτους εὐθὺς ἐμβιβάσας καὶ μετ’ αὐτῶν σπείρας τριάκοντα προεξέπεμψεν εἰς Δυρράχιον, Σκη‐ πίωνα δὲ τὸν πενθερὸν καὶ Γναῖον τὸν υἱὸν εἰς Συρίαν ἀπέστειλε ναυτικὸν κατασκευάσοντας.
Pomp
.

62

.

3

αὐτὸς δὲ φραξάμενος τὰς πύλας καὶ τοῖς τείχεσι τοὺς ἐλαφροτάτους στρατιώτας ἐπιστήσας, τοὺς δὲ Βρεντεσίνους ἀτρεμεῖν κατ’ οἰκίαν κελεύσας, ὅλην ἐντὸς τὴν πόλιν ἀνέσκαψε καὶ διετάφρευσε,
5καὶ σκολόπων ἐνέπλησε τοὺς στενωποὺς πλὴν δυεῖν, δι’ ὧν ἐπὶ θάλατταν αὐτὸς κατῆλθεν.
Pomp
.

62

.

4

ἡμέρᾳ δὲ τρίτῃ τὸν μὲν ἄλλον ὄχλον ἐν ταῖς ναυσὶν εἶχεν ἤδη καθ’ ἡσυχίαν ἐμβεβηκότα, τοῖς δὲ τὰ τείχη φυλάττουσιν ἐξαίφνης σημεῖον ἄρας καὶ καταδραμόντας ὀξέως ἀναλαβὼν ἀπεπέρασεν.
5ὁ δὲ Καῖσαρ, ὡς εἶδεν ἐκλελειμμένα τὰ τείχη, τὴν φυγὴν αἰσθόμενος μικροῦ μὲν ἐδέησε διώκων τοῖς σταυροῖς καὶ τοῖς ὀρύγμασι περιπετὴς γενέσθαι, τῶν δὲ Βρεντεσίνων φρασάντων φυλαττόμενος τὴν πόλιν καὶ κύκλῳ περιϊὼν ἀνηγμένους εὗρε
10πάντας πλὴν δυεῖν πλοίων στρατιώτας τινὰς οὐ πολλοὺς ἐχόντων.
Pomp
.

63

.

1

Οἱ μὲν οὖν ἄλλοι τοῦ Πομπηΐου τὸν ἀπόπλουν ἐν τοῖς ἀρίστοις τίθενται στρατηγή‐
μασιν, αὐτὸς δὲ Καῖσαρ ἐθαύμαζεν ὅτι καὶ πόλιν ἔχων ὀχυρὰν καὶ προσδοκῶν τὰς ἐξ Ἰβηρίας278
5δυνάμεις καὶ θαλασσοκρατῶν ἐξέλιπε καὶ προή‐ κατο τὴν Ἰταλίαν. αἰτιᾶται καὶ Κικέρων ὅτι τὴν Θεμιστοκλέους ἐμιμήσατο στρατηγίαν μᾶλλον ἢ τὴν Περικλέους, τῶν πραγμάτων τούτοις
Pomp
.

63

.

2

ὁμοίων ὄντων, οὐκ ἐκείνοις. ἐδήλωσε δὲ Καῖσαρ ἔργῳ σφόδρα φοβούμενος τὸν χρόνον. ἑλὼν γὰρ Νουμέριον Πομπηΐου φίλον ἀπέστειλεν εἰς Βρεν‐ τέσιον ἐπὶ τοῖς ἴσοις ἀξιῶν διαλλαγῆναι· Νου‐
5μέριος δὲ Πομπηΐῳ συνεξέπλευσεν. ἐντεῦθεν ὁ μὲν ἐν ἡμέραις ἑξήκοντα κύριος γεγονὼς ἀναι‐ μωτὶ τῆς Ἰταλίας ὅλης ἐβούλετο μὲν εὐθὺς Πομπήϊον διώκειν, πλοίων δὲ μὴ παρόντων ἀποστρέψας εἰς Ἰβηρίαν ἤλαυνε, τὰς ἐκεῖ δυνά‐
10μεις προσαγαγέσθαι βουλόμενος.
Pomp
.

64

.

1

Ἐν δὲ τῷ χρόνῳ τούτῳ μεγάλη συνέστη Πομπηΐῳ δύναμις, ἡ μὲν ναυτικὴ καὶ παντελῶς ἀνανταγώνιστος (ἦσαν γὰρ αἱ μάχιμοι πεντα‐ κόσιαι, λιβυρνίδων δὲ καὶ κατασκόπων ὑπερ‐
5βάλλων ἀριθμός), ἱππεῖς δέ, Ῥωμαίων καὶ Ἰταλῶν τὸ ἀνθοῦν, ἑπτακισχίλιοι, γένεσι καὶ πλούτῳ καὶ φρονήμασι διαφέροντες· τὴν δὲ πεζὴν σύμμικτον οὖσαν καὶ μελέτης δεομένην ἐγύμναζεν ἐν Βεροίᾳ καθήμενος οὐκ ἀργός, ἀλλ’ ὥσπερ
10ἀκμάζοντι χρώμενος αὑτῷ πρὸς τὰ γυμνάσια.
Pomp
.

64

.

2

μεγάλη γὰρ ἦν ῥοπὴ πρὸς τὸ θαρρεῖν τοῖς ὁρῶσι Πομπήϊον Μάγνον ἑξήκοντα μὲν ἔτη δυεῖν λεί‐ ποντα γεγενημένον, ἐν δὲ τοῖς ὅπλοις ἁμιλλώμενον πεζόν, εἶτα ἱππότην αὖθις ἑλκόμενόν τε τὸ ξίφος
5ἀπραγμόνως θέοντι τῷ ἵππῳ καὶ κατακλείοντα
πάλιν εὐχερῶς, ἐν δὲ τοῖς ἀκοντισμοῖς οὐ μόνον ἀκρίβειαν, ἀλλὰ καὶ ῥώμην ἐπιδεικνύμενον εἰς μῆκος, ὃ πολλοὶ τῶν νέων οὐχ ὑπερέβαλλον.280
Pomp
.

64

.

3

ἐπεφοίτων δὲ καὶ βασιλεῖς ἐθνῶν καὶ δυνάσται, καὶ τῶν ἀπὸ Ῥώμης ἡγεμονικῶν ἀριθμὸς ἦν ἐντελοῦς βουλῆς περὶ αὐτόν. ἦλθε δὲ καὶ Λαβιηνὸς ἀπολιπὼν Καίσαρα φίλος γεγονὼς
5καὶ συνεστρατευμένος ἐν Γαλατίᾳ, καὶ Βροῦτος, υἱὸς ὢν Βρούτου τοῦ περὶ Γαλατίαν σφαγέντος, ἀνὴρ μεγαλόφρων καὶ μηδέποτε Πομπήϊον προσ‐ ειπὼν μηδὲ ἀσπασάμενος πρότερον ὡς φονέα τοῦ πατρός, τότε δὲ ὡς ἐλευθεροῦντι τὴν Ῥώμην
Pomp
.

64

.

4

ὑπέταξεν ἑαυτόν. Κικέρων δέ, καίπερ ἄλλα γεγραφὼς καὶ βεβουλευμένος, ὅμως κατῃδέσθη μὴ γενέσθαι τοῦ προκινδυνεύοντος ἀριθμοῦ τῆς πατρίδος. ἦλθε δὲ καὶ Τίδιος Σέξτιος, ἐσχα‐
5τόγηρως ἀνὴρ θάτερον πεπηρωμένος σκέλος, εἰς Μακεδονίαν· ὃν τῶν ἄλλων γελώντων καὶ χλευα‐ ζόντων, ὁ Πομπήϊος ἰδὼν ἐξανέστη καὶ προσέ‐ δραμε, μέγα νομίζων μαρτύριον εἶναι καὶ τοὺς παρ’ ἡλικίαν καὶ παρὰ δύναμιν αἱρουμένους τὸν
10μετ’ αὐτοῦ κίνδυνον ἀντὶ τῆς ἀσφαλείας.
Pomp
.

65

.

1

Ἐπεὶ δὲ βουλῆς γενομένης καὶ γνώμην Κάτωνος εἰπόντος ἐψηφίσαντο μηδένα Ῥωμαίων ἄνευ παρατάξεως ἀναιρεῖν μηδὲ διαρπάζειν πόλιν ὑπήκοον Ῥωμαίοις, ἔτι μᾶλλον ἡ Πομπηΐου μερὶς
5ἠγαπήθη· καὶ γὰρ οἷς μηδὲν ἦν πρᾶγμα τοῦ πολέμου πόρρω κατοικοῦσιν ἢ δι’ ἀσθένειαν ἀμελουμένοις, τῷ γε βούλεσθαι συγκατετίθεντο
καὶ τῷ λόγῳ συνεμάχουν ὑπὲρ τῶν δικαίων, ἡγούμενοι θεοῖς εἶναι καὶ ἀνθρώποις ἐχθρὸν ᾧ282
10μὴ καθ’ ἡδονήν ἐστι νικᾶν Πομπήϊον.
Pomp
.

65

.

2

Οὐ μὴν ἀλλὰ καὶ Καῖσαρ εὐγνώμονα παρεῖχεν ἑαυτὸν ἐν τῷ κρατεῖν, ὃς καὶ τὰς ἐν Ἰβηρίᾳ τοῦ Πομπηΐου δυνάμεις ἑλὼν καὶ καταπολεμήσας ἀφῆκε τοὺς στρατηγούς, τοῖς δὲ στρατιώταις
5ἐχρῆτο. καὶ πάλιν ὑπερβαλὼν τὰς Ἄλπεις καὶ διαδραμὼν τὴν Ἰταλίαν εἰς Βρεντέσιον ἧκεν ἐν
Pomp
.

65

.

3

τροπαῖς ἤδη τοῦ χειμῶνος ὄντος· καὶ διαπεράσας τὸ πέλαγος αὐτὸς μὲν εἰς Ὤρικον παρενέβαλεν, Οὐιβούλλιον δὲ τὸν Πομπηΐου φίλον αἰχμάλω‐ τον ἔχων σὺν ἑαυτῷ πρὸς Πομπήϊον ἀνέστειλε,
5προκαλούμενος εἰς ἓν συνελθόντας ἀμφοτέρους ἡμέρᾳ τρίτῃ πάντα διαλῦσαι τὰ στρατεύματα καὶ γενομένους φίλους καὶ ὀμόσαντας ἐπανελθεῖν
Pomp
.

65

.

4

εἰς Ἰταλίαν. ταῦτα Πομπήϊος αὖθις ἐνέδραν ἡγεῖτο· καὶ καταβὰς ὀξέως ἐπὶ θάλατταν κατέ‐ λαβε χωρία καὶ τόπους ἕδρας τε τοῖς πεζοῖς στρατοπέδοις ὑπεραλκεῖς ἔχοντα, καὶ ναύλοχα
5καὶ κατάρσεις ἐπιφόρους τοῖς ἐπιφοιτῶσι διὰ θαλάττης, ὥστε πάντα πνεῖν ἄνεμον Πομπηΐῳ σῖτον ἢ στρατιὰν ἢ χρήματα κομίζοντα, Καίσαρα δὲ δυσχερείαις κατὰ γῆν ὁμοῦ καὶ κατὰ θάλατταν
Pomp
.

65

.

5

περιεχόμενον ἐξ ἀνάγκης φιλομαχεῖν, καὶ προσ‐ βάλλοντα τοῖς ἐρύμασι καὶ προκαλούμενον ἑκάστοτε τὰ μὲν πλεῖστα νικᾶν καὶ κρατεῖν τοῖς ἀκροβολισμοῖς, ἅπαξ δὲ μικροῦ συντριβῆναι καὶ
5τὴν στρατιὰν ἀποβαλεῖν, τοῦ Πομπηΐου λαμπρῶς ἀγωνισαμένου μέχρι τροπῆς ἁπάντων καὶ φόνου δισχιλίων, βιάσασθαι δὲ καὶ συνεισπεσεῖν μὴ
δυνηθέντος ἢ φοβηθέντος, ὥστε εἰπεῖν Καίσαρα πρὸς τοὺς φίλους ὅτι Σήμερον ἂν ἡ νίκη παρὰ284
10τοῖς πολεμίοις ἦν, εἰ τὸν νικῶντα εἶχον.
Pomp
.

66

.

1

Ἐπὶ τούτῳ μέγα φρονήσαντες οἱ Πομ‐ πηΐου διὰ μάχης ἔσπευδον κριθῆναι. Πομπήϊος δὲ τοῖς μὲν ἔξω βασιλεῦσι καὶ στρατηγοῖς καὶ πόλεσιν ὡς νενικηκὼς ἔγραφε, τὸν δὲ τῆς μάχης
5κίνδυνον ὠρρώδει, τῷ χρόνῳ καὶ ταῖς ἀπορίαις καταπολεμήσειν νομίζων ἄνδρας ἀμάχους μὲν ἐν τοῖς ὅπλοις καὶ συνειθισμένους νικᾶν μετ’ ἀλλή‐
Pomp
.

66

.

2

λων πολὺν ἤδη χρόνον, πρὸς δὲ τὴν ἄλλην στρατείαν καὶ πλάνας καὶ μεταβάσεις καὶ τάφρων ὀρύξεις καὶ τειχῶν οἰκοδομίας ἀπαγορεύοντας ὑπὸ γήρως, καὶ διὰ τοῦτο ταῖς χερσὶν ἐμφῦναι
5τάχιστα καὶ συμπλακῆναι σπεύδοντας. οὐ μὴν ἀλλὰ πρότερον ἁμῶς γέ πως παρῆγε πείθων τοὺς περὶ αὐτὸν ἀτρεμεῖν ὁ Πομπήϊος· ἐπεὶ δὲ μετὰ τὴν μάχην ὁ Καῖσαρ ὑπὸ τῶν ἀποριῶν ἀναστὰς ἐβάδιζε δι’ Ἀθαμάνων εἰς Θετταλίαν, οὐκέτι
Pomp
.

66

.

3

καθεκτὸν ἦν τὸ φρόνημα τῶν ἀνδρῶν, ἀλλὰ φεύγειν Καίσαρα βοῶντες οἱ μὲν ἀκολουθεῖν καὶ διώκειν ἐκέλευον, οἱ δὲ διαβαίνειν εἰς Ἰταλίαν, οἱ δὲ θεράποντας εἰς Ῥώμην καὶ φίλους ἔπεμπον
5οἰκίας προκαταληψομένους ἐγγὺς ἀγορᾶς ὡς αὐ‐ τίκα μετιόντες ἀρχάς. ἐθελονταὶ δὲ πολλοὶ πρὸς Κορνηλίαν ἔπλεον εἰς Λέσβον εὐαγγελιζόμενοι πέρας ἔχειν τὸν πόλεμον· ἐκεῖ γὰρ αὐτὴν ὑπεξέ‐ πεμψεν ὁ Πομπήϊος.
Pomp
.

66

.

4

Ἀθροισθείσης δὲ βουλῆς Ἀφράνιος μὲν ἀπε‐ φαίνετο γνώμην ἔχεσθαι τῆς Ἰταλίας, ταύτην γὰρ
εἶναι τοῦ πολέμου τὸ μέγιστον ἆθλον, προστι‐ θέναι δὲ τοῖς κρατοῦσιν εὐθὺς Σικελίαν, Σαρδόνα,286
5Κύρνον, Ἰβηρίαν, Γαλατίαν ἅπασαν· ἧς τε δὴ πλεῖστος ὁ λόγος Πομπηΐῳ πατρίδος ὀρεγούσης χεῖρας ἐγγύθεν, οὐ καλῶς ἔχειν περιορᾶν προπη‐ λακιζομένην καὶ δουλεύουσαν οἰκέταις καὶ κόλαξι
Pomp
.

66

.

5

τυράννων. αὐτὸς δὲ Πομπήϊος οὔτε πρὸς δόξαν ἡγεῖτο καλὸν αὑτῷ δευτέραν φυγὴν φεύγειν Καίσαρα καὶ διώκεσθαι, τῆς τύχης διώκειν δι‐ δούσης, οὔτε ὅσιον ἐγκαταλιπεῖν Σκηπίωνα καὶ
5τοὺς περὶ τὴν Ἑλλάδα καὶ Θετταλίαν ἄνδρας ὑπατικούς, εὐθὺς ὑπὸ Καίσαρι γενησομένους μετὰ χρημάτων καὶ δυνάμεων μεγάλων, τῆς δὲ Ῥώμης μάλιστα κήδεσθαι τὸν ἀπωτάτω πολεμοῦντα περὶ αὐτῆς, ὅπως ἀπαθὴς κακῶν οὖσα καὶ ἀνή‐
10κοος περιμένῃ τὸν κρατοῦντα.
Pomp
.

67

.

1

Ταῦτα ψηφισάμενος ἐδίωκε Καίσαρα, μάχης μὲν ἐγνωκὼς ἀπέχεσθαι, πολιορκεῖν δὲ καὶ τρίβειν ταῖς ἀπορίαις ἐγγύθεν ἐπακολουθῶν. καὶ γὰρ ἄλλως ταῦτα συμφέρειν ἡγεῖτο, καὶ
5λόγος τις εἰς αὐτὸν ἧκεν ἐν τοῖς ἱππεῦσι φερό‐ μενος, ὡς χρὴ τάχιστα τρεψαμένους Καίσαρα
Pomp
.

67

.

2

συγκαταλύειν κἀκεῖνον αὐτόν. ἔνιοι δέ φασι διὰ τοῦτο καὶ Κάτωνι μηδὲν ἄξιον σπουδῆς χρή‐ σασθαι Πομπήϊον, ἀλλὰ καὶ πορευόμενον ἐπὶ Καίσαρα πρὸς θαλάσσῃ καταλιπεῖν ἐπὶ τῆς
5ἀποσκευῆς, φοβηθέντα μὴ Καίσαρος ἀναιρεθέν‐ τος ἀναγκάσῃ κἀκεῖνον εὐθὺς ἀποθέσθαι τὴν ἀρχήν. οὕτω δὲ παρακολουθῶν ἀτρέμα τοῖς πολεμίοις ἐν αἰτίαις ἦν καὶ καταβοήσεσιν ὡς οὐ
Καίσαρα καταστρατηγῶν, ἀλλὰ τὴν πατρίδα καὶ288
10τὴν βουλήν, ὅπως διὰ παντὸς ἄρχῃ καὶ μηδέποτε παύσηται τοῖς ἀξιοῦσι τῆς οἰκουμένης ἄρχειν
Pomp
.

67

.

3

χρώμενος ὑπηρέταις καὶ δορυφόροις. Δομέτιος δὲ αὐτὸν Ἀηνόβαρβος Ἀγαμέμνονα καλῶν καὶ βασιλέα βασιλέων ἐπίφθονον ἐποίει. καὶ Φαώ‐ νιος οὐχ ἧττον ἦν ἀηδὴς τῶν παρρησιαζομένων
5ἀκαίρως ἐν τῷ σκώπτειν, “Ἄνθρωποι,” βοῶν, “οὐδὲ τῆτες ἔσται τῶν ἐν Τουσκλάνῳ σύκων μεταλαβεῖν;” Λεύκιος δὲ Ἀφράνιος ὁ τὰς ἐν Ἰβηρίᾳ δυνάμεις ἀποβαλὼν ἐν αἰτίᾳ προδοσίας γεγονώς, τότε δὲ τὸν Πομπήϊον ὁρῶν φυγομαχ‐
10οῦντα, θαυμάζειν ἔλεγε τοὺς κατηγοροῦντας αὐτοῦ, πῶς πρὸς τὸν ἔμπορον τῶν ἐπαρχιῶν οὐ μάχονται προελθόντες.
Pomp
.

67

.

4

Ταῦτα καὶ τὰ τοιαῦτα πολλὰ λέγοντες ἄνδρα δόξης ἥττονα καὶ τῆς πρὸς τοὺς φίλους αἰδοῦς τὸν Πομπήϊον ἐξεβιάσαντο καὶ συνεπεσπάσαντο ταῖς ἑαυτῶν ἐλπίσι καὶ ὁρμαῖς ἐπακολουθῆσαι,
5προέμενον τοὺς ἀρίστους λογισμούς, ὅπερ οὐδὲ πλοίου κυβερνήτῃ, μήτιγε τοσούτων ἐθνῶν καὶ δυνάμεων αὐτοκράτορι στρατηγῷ παθεῖν ἦν προσ‐
Pomp
.

67

.

5

ῆκον. ὁ δὲ τῶν μὲν ἰατρῶν τοὺς μηδέποτε χαριζομένους ταῖς ἐπιθυμίαις ἐπῄνεσεν, αὐτὸς δὲ τῷ νοσοῦντι τῆς στρατιᾶς ἐνέδωκε, δείσας ἐπὶ σωτηρίᾳ λυπηρὸς γενέσθαι. πῶς γὰρ ἄν τις
5φήσειεν ὑγιαίνειν ἐκείνους τοὺς ἄνδρας, ὧν οἱ μὲν ὑπατείας ἤδη καὶ στρατηγίας ἐν τῷ στρατο‐ πέδῳ περινοστοῦντες ἐμνῶντο, Σπινθῆρι δὲ καὶ Δομετίῳ καὶ Σκηπίωνι περὶ τῆς Καίσαρος ἀρχ‐ ιερωσύνης ἔριδες ἦσαν καὶ φιλονεικίαι καὶ
Pomp
.

67

.

6

δεξιώσεις; ὥσπερ αὐτοῖς Τιγράνου τοῦ Ἀρμενίου παραστρατοπεδεύοντος ἢ τοῦ Ναβαταίων βα‐ σιλέως, ἀλλ’ οὐ Καίσαρος ἐκείνου καὶ τῆς δυνά‐ μεως ᾗ χιλίας μὲν ᾑρήκει πόλεις κατὰ κράτος,290
5ἔθνη δὲ πλείονα τριακοσίων ὑπῆκτο, Γερμανοῖς δὲ καὶ Γαλάταις μεμαχημένος ἀήττητος ὅσας οὐκ ἄν τις ἀριθμήσαι μάχας ἑκατὸν μυριάδας αἰχμαλώτων ἔλαβεν, ἑκατὸν δὲ ἀπέκτεινε τρεψά‐ μενος ἐκ παρατάξεως.
Pomp
.

68

.

1

Ἀλλ’ ὅμως ἐγκείμενοι καὶ θορυ‐ βοῦντες, ἐπεὶ κατέβησαν εἰς τὸ Φαρσάλιον πεδίον, ἠνάγκασαν βουλὴν προθεῖναι τὸν Πομ‐ πήϊον, ἐν ᾗ Λαβιηνὸς ὁ τῶν ἱππέων ἄρχων
5πρῶτος ἀναστὰς ὤμοσε μὴ ἀναχωρήσειν ἐκ τῆς μάχης, εἰ μὴ τρέψαιτο τοὺς πολεμίους· τὰ δὲ
Pomp
.

68

.

2

αὐτὰ καὶ πάντες ὤμνυσαν. τῆς δὲ νυκτὸς ἔδοξε κατὰ τοὺς ὕπνους Πομπήϊος εἰς τὸ θέατρον εἰσιόντος αὐτοῦ κροτεῖν τὸν δῆμον, αὐτὸς δὲ κοσμεῖν ἱερὸν Ἀφροδίτης νικηφόρου πολλοῖς
5λαφύροις. καὶ τὰ μὲν ἐθάρρει, τὰ δὲ ὑπέθραττεν αὐτὸν ἡ ὄψις, δεδοικότα μὴ τῷ γένει τῷ Καίσαρος εἰς Ἀφροδίτην ἀνήκοντι δόξα καὶ λαμπρότης ἀπ’ αὐτοῦ γένηται· καὶ πανικοί τινες θόρυβοι
Pomp
.

68

.

3

διᾴττοντες ἐξανέστησαν αὐτόν. ἑωθινῆς δὲ φυλακῆς ὑπὲρ τοῦ Καίσαρος στρατοπέδου πολ‐ λὴν ἡσυχίαν ἄγοντος ἐξέλαμψε μέγα φῶς, ἐκ δὲ τούτου λαμπὰς ἀρθεῖσα φλογοειδὴς ἐπὶ τὸ Πομ‐
5πηΐου κατέσκηψε· καὶ τοῦτο ἰδεῖν φησι Καῖσαρ αὐτὸς ἐπιὼν τὰς φυλακάς. ἅμα δὲ ἡμέρᾳ μέλ‐ λοντος αὐτοῦ πρὸς Σκοτοῦσαν ἀναζευγνύειν καὶ τὰς σκηνὰς τῶν στρατιωτῶν καθαιρούντων καὶ προπεμπόντων ὑποζύγια καὶ θεράποντας, ἧκον οἱ
10σκοποὶ φράζοντες ὅπλα πολλὰ καθορᾶν ἐν τῷ χάρακι τῶν πολεμίων διαφερόμενα, καὶ κίνησιν εἶναι καὶ θόρυβον ἀνδρῶν ἐπὶ μάχην ἐξιόντων.292
Pomp
.

68

.

4

μετὰ δὲ τούτους ἕτεροι παρῆσαν εἰς τάξιν ἤδη καθίστασθαι τοὺς πρώτους λέγοντες. ὁ μὲν οὖν Καῖσαρ εἰπὼν τὴν προσδοκωμένην ἥκειν ἡμέραν, ἐν ᾗ πρὸς ἄνδρας, οὐ πρὸς λιμὸν οὐδὲ πενίαν
5μαχοῦνται, κατὰ τάχος πρὸ τῆς σκηνῆς ἐκέλευσε προθεῖναι τὸν φοινικοῦν χιτῶνα· τοῦτο γὰρ
Pomp
.

68

.

5

μάχης Ῥωμαίοις ἐστὶ σύμβολον. οἱ δὲ στρα‐ τιῶται θεασάμενοι μετὰ βοῆς καὶ χαρᾶς τὰς σκηνὰς ἀφέντες ἐφέροντο πρὸς τὰ ὅπλα. καὶ τῶν ταξιαρχῶν ἀγόντων εἰς ἣν ἔδει τάξιν, ἕκασ‐
5τος, ὥσπερ χορός, ἄνευ θορύβου μεμελετημένως εἰς τάξιν καὶ πρᾴως καθίστατο.
Pomp
.

69

.

1

Πομπήϊος δὲ τὸ μὲν δεξιὸν αὐτὸς ἔχων ἔμελλεν ἀνθίστασθαι πρὸς Ἀντώνιον, ἐν δὲ τῷ μέσῳ Σκηπίωνα τὸν πενθερὸν ἀντέταξε Καλβίνῳ Λευκίῳ, τὸ δὲ εὐώνυμον εἶχε μὲν Λεύκιος Δομέ‐
Pomp
.

69

.

2

τιος, ἐρρώσθη δὲ τῷ πλήθει τῶν ἱππέων. ἐνταῦθα γὰρ ὀλίγου δεῖν ἅπαντες ἐρρύησαν ὡς Καίσαρα βιασόμενοι καὶ τὸ δέκατον τάγμα διακόψοντες, οὗ πλεῖστος ἦν ὁ λόγος ὡς μαχιμωτάτου, καὶ
5Καῖσαρ ἐν ἐκείνῳ ταττόμενος εἰώθει μάχεσθαι. κατιδὼν δὲ πεφραγμένον ἵππῳ τοσαύτῃ τῶν πολεμίων τὸ εὐώνυμον, καὶ φοβηθεὶς τὴν λαμ‐ πρότητα τοῦ ὁπλισμοῦ, μετεπέμψατο σπείρας ἓξ ἀπὸ τῶν ἐπιταγμάτων καὶ κατέστησεν ὄπισθεν
Pomp
.

69

.

3

τοῦ δεκάτου, κελεύσας ἡσυχίαν ἄγειν ἀδήλους τοῖς πολεμίοις ὄντας· ὅταν δὲ προσελαύνωσιν οἱ ἱππεῖς, διὰ τῶν προμάχων ἐκδραμόντας μὴ προέ‐
σθαι τοὺς ὑσσούς, ὥσπερ εἰώθασιν οἱ κράτιστοι294
5σπεύδοντες ἐπὶ τὰς ξιφουλκίας, ἀλλὰ παίειν ἄνω συντιτρώσκοντας ὄμματα καὶ πρόσωπα τῶν πολεμίων· οὐ γὰρ μενεῖν τοὺς καλοὺς τούτους καὶ ἀνθηροὺς πυρριχιστὰς διὰ τὸν ὡραϊσμόν, οὐδὲ ἀντιβλέψειν πρὸς τὸν σίδηρον ἐν ὀφθαλμοῖς
10γινόμενον. ἐν τούτοις μὲν οὖν ὁ Καῖσαρ ἦν.
Pomp
.

69

.

4

Ὁ δὲ Πομπήϊος ἀφ’ ἵππου τὴν παράταξιν ἐπισκοπῶν, ὡς ἑώρα τοὺς μὲν ἀντιπάλους μεθ’ ἡσυχίας τὸν καιρὸν ἐν τάξει προσμένοντας, τῆς δ’ ὑφ’ αὑτῷ στρατιᾶς τὸ πλεῖστον οὐκ ἀτρεμοῦν,
5ἀλλὰ κυμαῖνον ἀπειρίᾳ καὶ θορυβούμενον, ἔδεισε μὴ διασπασθῇ παντάπασιν ἐν ἀρχῇ τῆς μάχης, καὶ παράγγελμα τοῖς προτεταγμένοις ἔδωκεν ἑστῶτας ἐν προβολῇ καὶ μένοντας ἀραρότως δέ‐
Pomp
.

69

.

5

χεσθαι τοὺς πολεμίους. ὁ δὲ Καῖσαρ αἰτιᾶται τὸ στρατήγημα τοῦτο· τῶν τε γὰρ πληγῶν τὸν ἐξ ἐπιδρομῆς τόνον ἀμαυρῶσαι, καὶ τὴν μάλιστα τοὺς πολλοὺς ἐν τῷ συμφέρεσθαι τοῖς πολεμίοις
5πληροῦσαν ἐνθουσιασμοῦ καὶ φορᾶς ἀντεξόρμη‐ σιν, ἅμα κραυγῇ καὶ δρόμῳ τὸν θυμὸν αὔξουσαν, ἀφελόντα πῆξαι καὶ καταψῦξαι τοὺς ἄνδρας. ἦσαν δὲ οἱ μὲν μετὰ Καίσαρος δισχίλιοι πρὸς δισμυρίοις, οἱ δὲ μετὰ Πομπηΐου βραχεῖ πλείονες
10ἢ διπλάσιοι τούτων.
Pomp
.

70

.

1

Ἤδη δὲ συνθήματος διδομένου παρὰ
ἀμφοτέρων καὶ τῆς σάλπιγγος ἀρχομένης ἐγκε‐ λεύεσθαι πρὸς τὴν σύστασιν, τῶν μὲν πολλῶν ἕκαστος ἐσκόπει τὸ καθ’ αὑτόν, ὀλίγοι δὲ Ῥω‐296
5μαίων οἱ βέλτιστοι καί τινες Ἑλλήνων παρόντες ἔξω τῆς μάχης, ὡς ἐγγὺς ἦν τὸ δεινόν, ἐλογίζοντο τὴν πλεονεξίαν καὶ φιλονεικίαν, ὅπου φέρουσα
Pomp
.

70

.

2

τὴν ἡγεμονίαν ἐξέθηκεν. ὅπλα γὰρ συγγενικὰ καὶ τάξεις ἀδελφαὶ καὶ κοινὰ σημεῖα καὶ μιᾶς πόλεως εὐανδρία τοσαύτη καὶ δύναμις αὐτὴ πρὸς ἑαυτὴν συνέπιπτεν, ἐπιδεικνυμένη τὴν ἀνθρω‐
5πίνην φύσιν, ὡς ἐν πάθει γενομένη τυφλόν ἐστι καὶ μανιῶδες. ἦν μὲν γὰρ ἤδη καθ’ ἡσυχίαν χρῄζουσιν ἄρχειν καὶ ἀπολαύειν τῶν κατειργασ‐ μένων τὸ πλεῖστον καὶ κράτιστον ἀρετῇ γῆς καὶ θαλάσσης ὑπήκοον, ἦν δ’ ἔτι τροπαίων καὶ θριάμ‐
10βων ἔρωτι βουλομένους χαρίζεσθαι καὶ διψῶντας ἐμπίπλασθαι Παρθικῶν πολέμων ἢ Γερμανικῶν.
Pomp
.

70

.

3

πολὺ δὲ καὶ Σκυθία λειπόμενον ἔργον καὶ Ἰνδοί, καὶ πρόφασις οὐκ ἄδοξος ἐπὶ ταῦτα τῆς πλεον‐ εξίας ἡμερῶσαι τὰ βαρβαρικά. τίς δ’ ἂν ἢ Σκυθῶν ἵππος ἢ τοξεύματα Πάρθων ἢ πλοῦτος
5Ἰνδῶν ἐπέσχε μυριάδας ἑπτὰ Ῥωμαίων ἐν ὅπλοις ἐπερχομένας Πομπηΐου καὶ Καίσαρος ἡγουμένων, ὧν ὄνομα πολὺ πρότερον ἤκουσαν ἢ τὸ Ῥωμαίων; οὕτως ἄμικτα καὶ ποικίλα καὶ θηριώδη φῦλα
Pomp
.

70

.

4

νικῶντες ἐπῆλθον. τότε δὲ ἀλλήλοις μαχούμενοι συνῄεσαν, οὐδὲ τὴν δόξαν αὑτῶν, δι’ ἣν τῆς πατρίδος ἠφείδουν, οἰκτείραντες, ἄχρι τῆς ἡμέρας ἐκείνης ἀνικήτων προσαγορευομένων. ἡ μὲν γὰρ
5γενομένη συγγένεια καὶ τὰ Ἰουλίας φίλτρα καὶ γάμος ἐκεῖνος εὐθὺς ἦν ἀπατηλὰ καὶ ὕποπτα κοινωνίας ἐπὶ χρείᾳ συνισταμένης ὁμηρεύματα,
φιλίας δ’ ἀληθινῆς οὐ μετέσχεν.298
Pomp
.

71

.

1

Ὡς δ’ οὖν τὸ Φαρσάλιον πεδίον ἀνδρῶν καὶ ἵππων καὶ ὅπλων ἀνεπέπληστο καὶ μάχης ἤρθη παρ’ ἀμφοτέρων σημεῖα, πρῶτος ἐκ τῆς Καίσαρος φάλαγγος ἐξέδραμε Γάϊος Κρασσιανός,
5ἀνδρῶν ἑκατὸν εἴκοσι λοχαγῶν, μεγάλην ἀποδι‐
Pomp
.

71

.

2

δοὺς ὑπόσχεσιν Καίσαρι. πρῶτον γὰρ αὐτὸν ἐξιὼν τοῦ χάρακος εἶδε, καὶ προσαγορεύσας ἤρετο πῶς φρονοίη περὶ τῆς μάχης. ὁ δὲ τὴν δεξιὰν προτείνας ἀνεβόησε· “Νικήσεις λαμπρῶς, ὦ
5Καῖσαρ· ἐμὲ δὲ ἢ ζῶντα τήμερον ἢ νεκρὸν ἐπαινέ‐ σεις.” τούτων τῶν λόγων μεμνημένος ἐξώρμησε καὶ συνεπεσπάσατο πολλοὺς καὶ προσέβαλε
Pomp
.

71

.

3

κατὰ μέσους τοὺς πολεμίους. γενομένου δὲ τοῦ ἀγῶνος εὐθὺς ἐν ξίφεσι καὶ πολλῶν φονευομένων, βιαζόμενον πρόσω καὶ διακόπτοντα τοὺς πρώτους ὑποστάς τις ὠθεῖ διὰ τοῦ στόματος τὸ ξίφος,
5ὥστε τὴν αἰχμὴν περάσασαν ἀνασχεῖν κατὰ τὸ ἰνίον. Πεσόντος δὲ τοῦ Κρασσιανοῦ, κατὰ τοῦτο μὲν ἦν ἰσόρροπος ἡ μάχη, τὸ δὲ δεξιὸν ὁ Πομπήϊος οὐ ταχέως ἐπῆγεν, ἀλλὰ παπταίνων ἐπὶ θάτερα καὶ
Pomp
.

71

.

4

τὸ τῶν ἱππέων ἀναμένων ἔργον ἐνδιέτριβεν. ἤδη δὲ ἐκεῖνοι τοὺς οὐλαμοὺς ἀνῆγον ὡς κυκλωσόμενοι τὸν Καίσαρα, καὶ τοὺς προτεταγμένους ἱππεῖς ὀλίγους ὄντας ἐμβαλοῦντες εἰς τὴν φάλαγγα.
5Καίσαρος δὲ σημεῖον ἄραντος, οἱ μὲν ἱππεῖς ἐξανεχώρησαν, αἱ δὲ ἐπιτεταγμέναι σπεῖραι πρὸς
τὴν κύκλωσιν ἐκδραμοῦσαι, τρισχίλιοι ἄνδρες, ὑπαντιάζουσι τοὺς πολεμίους, καὶ παριστάμενοι καθ’ ἵππων, ὡς ἐδιδάχθησαν, ὑψηλοῖς ἐχρῶντο300
Pomp
.

71

.

5

τοῖς ὑσσοῖς, ἐφιέμενοι τῶν προσώπων. οἱ δέ, ἅτε μάχης πάσης ἄπειροι, τοιαύτην δὲ μὴ προσδοκή‐ σαντες μηδὲ προμαθόντες, οὐκ ἐτόλμων οὐδὲ ἠνεί‐ χοντο τὰς πληγὰς ἐν ὄμμασι καὶ στόμασιν οὔσας,
5ἀλλ’ ἀποστρεφόμενοι καὶ προϊσχόμενοι τῶν ὄψεων τὰς χεῖρας ἀκλεῶς ἐτράποντο. φευγόν‐ των δὲ τούτων ἀμελήσαντες οἱ Καίσαρος ἐχώρουν ἐπὶ τοὺς πεζούς, ᾗ μάλιστα τῶν ἱππέων τὸ κέρας ἐψιλωμένον περιδρομὴν ἐδίδου καὶ κύκλωσιν.
Pomp
.

71

.

6

ἅμα δὲ τούτων ἐκ πλαγίου προσπεσόντων καὶ κατὰ στόμα τοῦ δεκάτου προσμίξαντος οὐχ ὑπέμειναν οὐδὲ συνέστησαν, ὁρῶντες ἐν ᾧ κυκλώ‐ σεσθαι τοὺς πολεμίους ἤλπιζον αὑτοὺς τοῦτο
5πάσχοντας.
Pomp
.

72

.

1

Τραπομένων δὲ τούτων, ὡς κατεῖδε τὸν κονιορτὸν ὁ Πομπήϊος καὶ τὸ περὶ τοὺς ἱπ‐ πέας πάθος εἴκασεν, ᾧ μὲν ἐχρήσατο λογισμῷ χαλεπὸν εἰπεῖν, μάλιστα δὲ ὅμοιος παράφρονι
5καὶ παραπλῆγι τὴν διάνοιαν, καὶ μηδ’ ὅτι Μάγνος ἐστὶ Πομπήϊος ἐννοοῦντι, μηδένα προσειπὼν ἀπῄει βάδην εἰς τὸν χάρακα, πάνυ τοῖς ἔπεσι πρέπων ἐκείνοις·
8
Pomp
.

72

.

2

Ζεὺς δὲ πατὴρ Αἴανθ’ ὑψίζυγος ἐν φόβον ὦρσε· στῆ δὲ ταφών, ὄπιθεν δὲ σάκος βάλεν ἑπτα‐
βόειον,
τρέσσε δὲ παπτήνας ἐφ’ ὁμίλου.302
5τοιοῦτος εἰς τὴν σκηνὴν παρελθὼν ἄφθογγος καθ‐ ῆστο, μέχρι οὗ τοῖς φεύγουσι πολλοὶ διώκοντες συνεισέπιπτον· τότε δὲ φωνὴν μίαν ἀφεὶς ταύτην, “Οὐκοῦν καὶ ἐπὶ τὴν παρεμβολήν;” ἄλλο δὲ μηδὲν εἰπών, ἀναστὰς καὶ λαβὼν ἐσθῆτα τῇ
Pomp
.

72

.

3

παρούσῃ τύχῃ πρέπουσαν ὑπεξῆλθεν. ἔφυγε δὲ καὶ τὰ λοιπὰ τάγματα, καὶ φόνος ἐν τῷ στρατο‐ πέδῳ πολὺς ἐγένετο σκηνοφυλάκων καὶ θεραπόν‐ των· στρατιώτας δὲ μόνους ἑξακισχιλίους πεσεῖν
5φησιν Ἀσίννιος Πολλίων, μεμαχημένος ἐκείνην τὴν μάχην μετὰ Καίσαρος.
Pomp
.

72

.

4

Αἱροῦντες δὲ τὸ στρατόπεδον ἐθεῶντο τὴν ἄνοιαν καὶ κουφότητα τῶν πολεμίων. πᾶσα γὰρ σκηνὴ μυρσίναις κατέστεπτο καὶ στρωμναῖς ἀνθιναῖς ἤσκητο καὶ τραπέζαις ἐκπωμάτων μεσταῖς· καὶ
5κρατῆρες οἴνου προὔκειντο, καὶ παρασκευὴ καὶ κόσμος ἦν τεθυκότων καὶ πανηγυριζόντων μᾶλλον ἢ πρὸς μάχην ἐξοπλιζομένων. οὕτω ταῖς ἐλπίσι διεφθαρμένοι καὶ γέμοντες ἀνοήτου θράσους ἐπὶ τὸν πόλεμον ἐχώρουν.
Pomp
.

73

.

1

Πομπήϊος δὲ μικρὸν ἔξω τοῦ χάρακος προελθὼν τὸν μὲν ἵππον ἀφῆκεν, ὀλίγων δὲ κομι‐ δῇ περὶ αὐτὸν ὄντων, ὡς οὐδεὶς ἐδίωκεν, ἀπῄει καθ’ ἡσυχίαν, ἐν διαλογισμοῖς ὢν οἵους εἰκὸς
5λαμβάνειν ἄνθρωπον ἔτη τέτταρα καὶ τριάκοντα νικᾶν καὶ κρατεῖν ἁπάντων εἰθισμένον, ἥττης δὲ καὶ φυγῆς τότε πρῶτον ἐν γήρᾳ λαμβάνοντα πεῖ‐ ραν, ἐννοούμενον δὲ ἐξ ὅσων ἀγώνων καὶ πολέμων ηὐξημένην ἀποβαλὼν ὥρᾳ μιᾷ δόξαν καὶ δύναμιν,
Pomp
.

73

.

2

ὁ πρὸ μικροῦ τοσούτοις ὅπλοις καὶ ἵπποις καὶ στόλοις δορυφορούμενος ἀπέρχεται μικρὸς οὕτω γεγονὼς καὶ συνεσταλμένος ὥστε λανθάνειν ζη‐ τοῦντας τοὺς πολεμίους. παραμειψάμενος δὲ304
5Λάρισσαν, ὡς ἦλθεν ἐπὶ τὰ Τέμπη, καταβαλὼν ἑαυτὸν ἐπὶ στόμα δεδιψηκὼς ἔπινε τοῦ ποταμοῦ, καὶ πάλιν ἀναστὰς ἐβάδιζε διὰ τῶν Τεμπῶν, ἄχρι
Pomp
.

73

.

3

οὗ κατῆλθεν ἐπὶ θάλατταν. ἐκεῖ δὲ τῆς νυκτὸς τὸ λοιπὸν ἀναπαυσάμενος ἐν καλυβίῳ τινὶ σαγηνέων, καὶ περὶ τὸν ὄρθρον ἐπιβὰς ποταμίου πλοίου, καὶ τῶν ἑπομένων τοὺς ἐλευθέρους ἀναλαβών, τοὺς δὲ
5θεράποντας ἀπιέναι πρὸς Καίσαρα κελεύσας καὶ μὴ δεδιέναι, παρὰ γῆν κομιζόμενος εἶδεν εὐμεγέθη φορτηγὸν ἀνάγεσθαι μέλλουσαν, ἧς ἐναυκλήρει Ῥωμαῖος ἀνὴρ οὐ πάνυ Πομπηΐῳ συνήθης, γινώ‐ σκων δὲ τὴν ὄψιν αὐτοῦ· Πετίκιος ἐπεκαλεῖτο.
Pomp
.

73

.

4

τούτῳ συνεβεβήκει τῆς παρῳχημένης νυκτὸς ἰδεῖν κατὰ τοὺς ὕπνους Πομπήϊον, οὐχ ὃν ἑωράκει πολλάκις, ἀλλὰ ταπεινὸν καὶ κατηφῆ, προσδια‐ λεγόμενον αὐτῷ. καὶ ταῦτα τοῖς συμπλέουσιν
5ἐτύγχανε διηγούμενος, ὡς δὴ φιλεῖ περὶ πραγμά‐ των τηλικούτων λόγον ἔχειν ἀνθρώπους σχολὴν
Pomp
.

73

.

5

ἄγοντας. ἐξαίφνης δέ τις τῶν ναυτῶν ἔφρασε κατιδὼν ὅτι πλοῖον ποτάμιον ἀπὸ τῆς γῆς ἐρέσ‐ σεται καὶ κατασείουσί τινες ἄνθρωποι τὰ ἱμάτια καὶ τὰς χεῖρας ὀρέγουσι πρὸς αὐτούς. ἐπιστήσας
5οὖν ὁ Πετίκιος εὐθὺς ἔγνω τὸν Πομπήϊον, οἷον ὄναρ εἶδε· καὶ πληξάμενος τὴν κεφαλὴν ἐκέλευσε τοὺς ναύτας τὸ ἐφόλκιον παραβαλεῖν, καὶ τὴν δεξιὰν ἐξέτεινε καὶ προσεκάλει τὸν Πομπήϊον, ἤδη συμφρονῶν τῷ σχήματι τὴν τύχην καὶ μετα‐
Pomp
.

73

.

6

βολὴν τοῦ ἀνδρός. ὅθεν οὔτε παράκλησιν ἀνα‐ μείνας οὔτε λόγον, ἀλλ’ ἀναλαβὼν ὅσους ἐκέλευσε
μετ’ αὐτοῦ (Λέντουλοι δὲ ἦσαν ἀμφότεροι καὶ Φαώνιος) ἀνήχθη· καὶ μικρὸν ὕστερον ἰδόντες306
5ἀπὸ γῆς ἁμιλλώμενον Δηϊόταρον τὸν βασιλέα προσαναλαμβάνουσιν. ἐπεὶ δὲ καιρὸς ἦν δείπνου καὶ παρεσκεύασεν ὁ ναύκληρος ἐκ τῶν παρόντων, ἰδὼν ὁ Φαώνιος οἰκετῶν ἀπορίᾳ τὸν Πομπήϊον ἀρχόμενον αὑτὸν ὑπολύειν προσέδραμε καὶ ὑπέ‐
Pomp
.

73

.

7

λυσε καὶ συνήλειψε. καὶ τὸ λοιπὸν ἐκ τούτου περιέπων καὶ θεραπεύων ὅσα δεσπότας δοῦλοι, μέχρι νίψεως ποδῶν καὶ δείπνου παρασκευῆς, διετέλεσεν, ὥστε τὴν ἐλευθεριότητα τῆς ὑπουργίας
5ἐκείνης θεασάμενον ἄν τινα καὶ τὸ ἀφελὲς καὶ ἄπλαστον εἰπεῖν·
6
Φεῦ τοῖσι γενναίοισιν ὡς ἅπαν καλόν.
7
Pomp
.

74

.

1

Οὕτω δὲ παραπλεύσας ἐπ’ Ἀμφι‐ πόλεως ἐκεῖθεν εἰς Μιτυλήνην ἐπεραιοῦτο, βουλό‐ μενος τὴν Κορνηλίαν ἀναλαβεῖν καὶ τὸν υἱόν. ἐπεὶ δὲ προσέσχε τῇ νήσῳ κατ’ αἰγιαλόν, ἔπεμ‐
5ψεν εἰς πόλιν ἄγγελον, οὐχ ὡς ἡ Κορνηλία προσ‐ εδόκα τοῖς πρὸς χάριν ἀπαγγελλομένοις καὶ γραφομένοις, ἐλπίζουσα τοῦ πολέμου κεκριμένου περὶ Δυρράχιον ἔτι λοιπὸν ἔργον εἶναι Πομπηΐῳ
Pomp
.

74

.

2

τὴν Καίσαρος δίωξιν. ἐν τούτοις οὖσαν αὐτὴν καταλαβὼν ὁ ἄγγελος ἀσπάσασθαι μὲν οὐχ ὑπέ‐ μεινε, τὰ δὲ πλεῖστα καὶ μέγιστα τῶν κακῶν τοῖς δάκρυσι μᾶλλον ἢ τῇ φωνῇ φράσας σπεύδειν
5ἐκέλευσεν, εἰ βούλεταί πως Πομπήϊον ἰδεῖν ἐπὶ νεὼς μιᾶς καὶ ἀλλοτρίας. ἡ δὲ ἀκούσασα προ‐ ήκατο μὲν αὑτὴν χαμᾶζε καὶ πολὺν χρόνον
ἔκφρων καὶ ἄναυδος ἔκειτο, μόλις δέ πως ἔμφρων γενομένη καὶ συννοήσασα τὸν καιρὸν οὐκ ὄντα308
10θρήνων καὶ δακρύων, ἐξέδραμε διὰ τῆς πόλεως
Pomp
.

74

.

3

ἐπὶ θάλατταν. ἀπαντήσαντος δὲ τοῦ Πομπηΐου καὶ δεξαμένου ταῖς ἀγκάλαις αὐτὴν ὑπερειπο‐ μένην καὶ περιπίπτουσαν, “Ὁρῶ σε,” εἶπεν, “ἄνερ, οὐ τῆς σῆς τύχης ἔργον, ἀλλὰ τῆς ἐμῆς,
5προσερριμμένον ἑνὶ σκάφει τὸν πρὸ τῶν Κορ‐ νηλίας γάμων πεντακοσίαις ναυσὶ ταύτην περι‐ πλεύσαντα τὴν θάλασσαν. τί μ’ ἦλθες ἰδεῖν καὶ οὐκ ἀπέλιπες τῷ βαρεῖ δαίμονι τὴν καὶ σὲ δυστυ‐ χίας ἀναπλήσασαν τοσαύτης; ὡς εὐτυχὴς μὲν ἂν
10ἤμην γυνὴ πρὸ τοῦ Πόπλιον ἐν Πάρθοις ἀκοῦσαι τὸν παρθένιον ἄνδρα κείμενον ἀποθανοῦσα, σώ‐ φρων δὲ καὶ μετ’ ἐκεῖνον, ὥσπερ ὥρμησα, τὸν ἐμαυτῆς προεμένη βίον· ἐσωζόμην δ’ ἄρα καὶ Πομπηΐῳ Μάγνῳ συμφορὰ γενέσθαι.”
Pomp
.

75

.

1

Ταῦτα εἰπεῖν τὴν Κορνηλίαν λέγουσι, τὸν δὲ Πομπήϊον ἀποκρίνασθαι· “Μίαν ἄρα, Κορνηλία, τύχην ᾔδεις τὴν ἀμείνονα, ἣ καὶ σὲ ἴσως ἐξηπάτησεν, ὅτι μοι χρόνον πλείονα τοῦ
5συνήθους παρέμεινεν. ἀλλὰ καὶ ταῦτα δεῖ φέ‐ ρειν γενομένους ἀνθρώπους, καὶ τῆς τύχης ἔτι πειρατέον. οὐ γὰρ ἀνέλπιστον ἐκ τούτων ἀνα‐ λαβεῖν ἐκεῖνα τὸν ἐξ ἐκείνων ἐν τούτοις γενό‐ μενον.”
Pomp
.

75

.

2

Ἡ μὲν οὖν γυνὴ μετεπέμπετο χρήματα καὶ θεράποντας ἐκ πόλεως· τῶν δὲ Μιτυληναίων τὸν Πομπήϊον ἀσπασαμένων καὶ παρακαλούντων εἰσελθεῖν εἰς τὴν πόλιν, οὐκ ἠθέλησεν, ἀλλὰ
5κἀκείνους ἐκέλευσε τῷ κρατοῦντι πείθεσθαι καὶ θαρρεῖν· εὐγνώμονα γὰρ εἶναι Καίσαρα καὶ
Pomp
.

75

.

3

χρηστόν. αὐτὸς δὲ πρὸς Κράτιππον τραπόμενος
τὸν φιλόσοφον (κατέβη γὰρ ἐκ τῆς πόλεως ὀψόμενος αὐτόν), ἐμέμψατο καὶ συνδιηπόρησε βραχέα περὶ τῆς προνοίας, ὑποκατακλινομένου τοῦ310
5Κρατίππου καὶ παράγοντος αὐτὸν ἐπὶ τὰς ἀμεί‐ νονας ἐλπίδας, ὅπως μὴ λυπηρὸς μηδὲ ἄκαιρος
Pomp
.

75

.

4

ἀντιλέγων εἴη. ἐπεὶ τὸ μὲν ἐρέσθαι τὸν Πομ‐ πήϊον ἦν ὑπὲρ τῆς προνοίας, τὸν δ’ ἀποφαίνεσθαι ὅτι τοῖς πράγμασιν ἤδη μοναρχίας ἔδει διὰ τὴν κακοπολιτείαν· ἐρέσθαι δέ· “Πῶς, ὦ Πομπήϊε,
5καὶ τίνι τεκμηρίῳ πεισθῶμεν ὅτι βέλτιον ἂν σὺ τῇ τύχῃ Καίσαρος ἐχρήσω κρατήσας;” ἀλλὰ ταῦτα μὲν ἐατέον ὥσπερ ἔχει, τὰ τῶν θεῶν.
Pomp
.

76

.

1

Ἀναλαβὼν δὲ τὴν γυναῖκα καὶ τοὺς φίλους ἐκομίζετο, προσίσχων ὅρμοις ἀναγκαίοις ὕδωρ ἢ ἀγορὰν ἔχουσιν. εἰς δὲ πόλιν εἰσῆλθε πρώτην Ἀττάλειαν τῆς Παμφυλίας. ἐνταῦθα δὲ
5αὐτῷ καὶ τριήρεις τινὲς ἀπήντησαν ἐκ Κιλικίας καὶ στρατιῶται συνελέγοντο καὶ τῶν συγκλητι‐
Pomp
.

76

.

2

κῶν πάλιν ἑξήκοντα περὶ αὐτὸν ἦσαν. ἀκούων δὲ καὶ τὸ ναυτικὸν ἔτι συνεστάναι, καὶ Κάτωνα πολλοὺς στρατιώτας ἀνειληφότα περαιοῦν εἰς Λιβύην, ὠδύρετο πρὸς τοὺς φίλους, καταμεμφό‐
5μενος ἑαυτὸν ἐκβιασθέντα τῷ πεζῷ συμβαλεῖν, τῇ δὲ κρείττονι ἀδηρίτως δυνάμει πρὸς μηδὲν ἀποχρήσασθαι μηδὲ περιορμίσαι τὸ ναυτικόν, ὅπου κατὰ γῆν σφαλεὶς εὐθὺς ἂν εἶχεν ἀντίπαλον ἐκ θαλάττης παρεστῶσαν ἀλκὴν καὶ δύναμιν
Pomp
.

76

.

3

τοσαύτην. οὐδὲν γὰρ ἁμάρτημα Πομπηΐου μεῖζον
οὐδὲ δεινότερον στρατήγημα Καίσαρος ἢ τὸ τὴν μάχην οὕτω μακρὰν ἀποσπάσασθαι τῆς ναυτικῆς βοηθείας. οὐ μὴν ἀλλ’ ἐκ τῶν παρόντων κρίνειν312
5τι καὶ πράττειν ἀναγκαζόμενος, ἐπὶ τὰς πόλεις περιέπεμπε· τὰς δ’ αὐτὸς περιπλέων ᾔτει χρή‐ ματα καὶ ναῦς ἐπλήρου. τὴν δ’ ὀξύτητα τοῦ πολεμίου καὶ τὸ τάχος δεδοικώς, μὴ προαναρπάσῃ τῆς παρασκευῆς αὐτὸν ἐπελθών, ἐσκόπει κατα‐
Pomp
.

76

.

4

φυγὴν ἐπὶ τῷ παρόντι καὶ ἀναχώρησιν. ἐπαρχία μὲν οὖν οὐδεμία φύξιμος ἐφαίνετο βουλευομένοις αὐτοῖς, τῶν δὲ βασιλειῶν αὐτὸς μὲν ἀπέφαινε τὴν Πάρθων ἱκανωτάτην οὖσαν ἔν τε τῷ παρόντι
5δέξασθαι καὶ περιβαλεῖν σφᾶς ἀσθενεῖς ὄντας, αὖθίς τε ῥῶσαι καὶ προπέμψαι μετὰ πλείστης
Pomp
.

76

.

5

δυνάμεως· τῶν δ’ ἄλλων οἱ μὲν εἰς Λιβύην καὶ Ἰόβαν ἔτρεπον τὴν γνώμην, Θεοφάνει δὲ τῷ Λεσβίῳ μανικὸν ἐδόκει τριῶν ἡμερῶν πλοῦν ἀπέχουσαν Αἴγυπτον ἀπολιπόντα καὶ Πτολε‐
5μαῖον, ἡλικίαν μὲν ἀντίπαιδα, φιλίας δὲ καὶ χά‐ ριτος πατρῴας ὑπόχρεων, Πάρθοις ὑποβαλεῖν ἑαυτόν, ἀπιστοτάτῳ γένει, καὶ Ῥωμαίῳ μὲν ἀνδρὶ κηδεστῇ γενομένῳ τὰ δεύτερα λέγοντα πρῶτον εἶναι τῶν ἄλλων μὴ θέλειν μηδὲ πειρᾶσθαι τῆς
Pomp
.

76

.

6

ἐκείνου μετριότητος, Ἀρσάκην δὲ ποιεῖσθαι κύ‐ ριον ἑαυτοῦ τὸν μηδὲ Κράσσου δυνηθέντα ζῶντος· καὶ γυναῖκα νέαν οἴκου τοῦ Σκηπίωνος εἰς βαρ‐ βάρους κομίζειν ὕβρει καὶ ἀκολασίᾳ τὴν ἐξουσίαν
5μετροῦντας, ᾗ, κἂν μὴ πάθῃ, δόξῃ δὲ παθεῖν, δεινόν ἐστιν ἐπὶ τοῖς ποιῆσαι δυναμένοις γενο‐ μένῃ. τοῦτο μόνον, ὥς φασιν, ἀπέτρεψε τῆς ἐπὶ τὸν Εὐφράτην ὁδοῦ Πομπήϊον· εἰ δή τις ἔτι Πομ‐ πηΐου λογισμός, ἀλλ’ οὐχὶ δαίμων ἐκείνην ὑφη‐314
10γεῖτο τὴν ὁδόν.
Pomp
.

77

.

1

Ὡς δ’ οὖν ἐνίκα φεύγειν εἰς τὴν Αἴγυπτον, ἀναχθεὶς ἀπὸ Κύπρου Σελευκίδι τρι‐ ήρει μετὰ τῆς γυναικός (τῶν δ’ ἄλλων οἱ μὲν ἐν μακραῖς ὁμοίως ναυσίν, οἱ δὲ ἐν ὁλκάσιν ἅμα
5συμπαρέπλεον), τὸ μὲν πέλαγος διεπέρασεν ἀσ‐ φαλῶς, πυθόμενος δὲ τὸν Πτολεμαῖον ἐν Πη‐ λουσίῳ καθῆσθαι μετὰ στρατιᾶς, πολεμοῦντα πρὸς τὴν ἀδελφήν, ἐκεῖ κατέσχε, προπέμψας τὸν
Pomp
.

77

.

2

φράσοντα τῷ βασιλεῖ καὶ δεησόμενον. ὁ μὲν οὖν Πτολεμαῖος ἦν κομιδῇ νέος· ὁ δὲ πάντα διέπων τὰ πράγματα Ποθεινὸς ἤθροισε βουλὴν τῶν δυνατωτάτων· ἐδύναντο δὲ μέγιστον οὓς
5ἐκεῖνος ἐβούλετο· καὶ λέγειν ἐκέλευσεν ἣν ἔχει γνώμην ἕκαστος. ἦν οὖν δεινὸν περὶ Πομπηΐου Μάγνου βουλεύεσθαι Ποθεινὸν τὸν εὐνοῦχον καὶ Θεόδοτον τὸν Χῖον, ἐπὶ μισθῷ ῥητορικῶν λόγων διδάσκαλον ἀνειλημμένον, καὶ τὸν Αἰγύπτιον
10Ἀχιλλᾶν· κορυφαιότατοι γὰρ ἦσαν ἐν κατευνα‐ σταῖς καὶ τιθηνοῖς τοῖς ἄλλοις οὗτοι σύμβουλοι.
Pomp
.

77

.

3

καὶ τοιούτου δικαστηρίου ψῆφον Πομπήϊος ἐπ’ ἀγκυρῶν πρόσω τῆς χώρας ἀποσαλεύων περιέ‐ μενεν, ὃν Καίσαρι σωτηρίας χάριν οὐκ ἦν ἄξιον ὀφείλειν.
5 Τῶν μὲν οὖν ἄλλων τοσοῦτον αἱ γνῶμαι διέ‐ στησαν ὅσον οἱ μὲν ἀπελαύνειν ἐκέλευον, οἱ δὲ
Pomp
.

77

.

4

καλεῖν καὶ δέχεσθαι τὸν ἄνδρα· Θεόδοτος δὲ
δεινότητα λόγου καὶ ῥητορείαν ἐπιδεικνύμενος οὐδέτερον ἀπέφηνεν ἀσφαλές, ἀλλὰ δεξαμένους μὲν ἕξειν Καίσαρα πολέμιον καὶ δεσπότην Πομ‐316
5πήϊον, ἀπωσαμένους δὲ καὶ Πομπηΐῳ τῆς ἐκβολῆς ὑπαιτίους ἔσεσθαι καὶ Καίσαρι τῆς διώξεως· κράτιστον οὖν εἶναι μεταπεμψαμένους ἀνελεῖν τὸν ἄνδρα· καὶ γὰρ ἐκείνῳ χαριεῖσθαι καὶ τοῦτον οὐ φοβήσεσθαι. προσεπεῖπε δὲ διαμειδιάσας, ὥς
10φασιν, ὅτι νεκρὸς οὐ δάκνει.
Pomp
.

78

.

1

Ταῦτα κυρώσαντες ἐπ’ Ἀχιλλᾷ ποιοῦνται τὴν πρᾶξιν. ὁ δὲ Σεπτίμιόν τινα πάλαι γεγονότα Πομπηΐου ταξίαρχον παραλα‐ βών, καὶ Σάλβιον ἕτερον ἑκατοντάρχην καὶ τρεῖς
5ἢ τέτταρας ὑπηρέτας, ἀνήχθη πρὸς τὴν Πομπηΐου ναῦν. ἔτυχον δὲ πάντες εἰς αὐτὴν οἱ δοκιμώτατοι τῶν συμπλεόντων ἐμβεβηκότες, ὅπως εἰδεῖεν τὸ
Pomp
.

78

.

2

πραττόμενον. ὡς οὖν εἶδον οὐ βασιλικὴν οὐδὲ λαμπρὰν οὐδὲ ταῖς Θεοφάνους ἐλπίσιν ὁμοίαν ὑποδοχήν, ἀλλ’ ἐπὶ μιᾶς ἁλιάδος προσπλέοντας ὀλίγους ἀνθρώπους, ὑπείδοντο τὴν ὀλιγωρίαν καὶ
5τῷ Πομπηΐῳ παρῄνουν εἰς πέλαγος ἀνακρούεσθαι τὴν ναῦν, ἕως ἔξω βέλους εἰσίν. ἐν τούτῳ δὲ πελαζούσης τῆς ἁλιάδος φθάσας ὁ Σεπτίμιος ἐξανέστη καὶ Ῥωμαϊστὶ τὸν Πομπήϊον αὐτοκρά‐
Pomp
.

78

.

3

τορα προσηγόρευσεν. ὁ δὲ Ἀχιλλᾶς ἀσπασά‐ μενος αὐτὸν Ἑλληνιστὶ παρεκάλει μετελθεῖν εἰς τὴν ἁλιάδα· τέναγος γὰρ εἶναι πολύ, καὶ βάθος οὐκ ἔχειν πλόϊμον τριήρει τὴν θάλατταν ὑπόψαμ‐
5μον οὖσαν. ἅμα δὲ καὶ ναῦς τινες ἑωρῶντο τῶν βασιλικῶν πληρούμεναι, καὶ τὸν αἰγιαλὸν ὁπλῖται
κατεῖχον, ὥστ’ ἄφυκτα καὶ μεταβαλλομένοις ἐφαί‐ νετο, καὶ προσῆν τὸ διδόναι τοῖς φονεῦσι τὴν318
Pomp
.

78

.

4

ἀπιστίαν αὐτὴν τῆς ἀδικίας ἀπολογίαν. ἀσπασά‐ μενος οὖν τὴν Κορνηλίαν προαποθρηνοῦσαν αὐτοῦ τὸ τέλος, καὶ δύο ἑκατοντάρχας προεμβῆναι κε‐ λεύσας καὶ τῶν ἀπελευθέρων ἕνα Φίλιππον καὶ
5θεράποντα Σκύθην ὄνομα, δεξιουμένων αὐτὸν ἤδη τῶν περὶ τὸν Ἀχιλλᾶν ἐκ τῆς ἁλιάδος, μετα‐ στραφεὶς πρὸς τὴν γυναῖκα καὶ τὸν υἱὸν εἶπε Σοφοκλέους ἰαμβεῖα·
8
Ὅστις δὲ πρὸς τύραννον ἐμπορεύεται,
10κείνου ’στὶ δοῦλος, κἂν ἐλεύθερος μόλῃ.
10
Pomp
.

79

.

1

Ταῦτα δ’ ἔσχατα πρὸς τοὺς ἑαυτοῦ φθεγξάμενος ἐνέβη· καὶ συχνοῦ διαστήματος ὄντος ἐπὶ τὴν γῆν ἀπὸ τῆς τριήρους, ὡς οὐδεὶς παρὰ τῶν συμπλεόντων ἐγίνετο λόγος φιλάνθρωπος πρὸς
5αὐτόν, ἀποβλέψας εἰς τὸν Σεπτίμιον, “Οὐ δή πού σε,” εἶπεν, “ἐγὼ γεγονότα συστρατιώτην
Pomp
.

79

.

2

ἐμὸν ἀμφιγνοῶ;” κἀκεῖνος ἐπένευσε τῇ κεφαλῇ μόνον, οὐδὲν προσειπὼν οὐδὲ φιλοφρονηθείς. πολ‐ λῆς οὖν πάλιν οὔσης σιωπῆς ὁ Πομπήϊος ἔχων ἐν βιβλίῳ μικρῷ γεγραμμένον ὑπ’ αὐτοῦ λόγον
5Ἑλληνικόν, ᾧ παρεσκεύαστο χρῆσθαι πρὸς τὸν
Pomp
.

79

.

3

Πτολεμαῖον, ἀνεγίνωσκεν. ὡς δὲ τῇ γῇ προσ‐ επέλαζον, ἡ μὲν Κορνηλία μετὰ τῶν φίλων ἐκ τῆς τριήρους περιπαθὴς οὖσα τὸ μέλλον ἀπεσκοπεῖτο, καὶ θαρρεῖν ἤρχετο πολλοὺς ὁρῶσα πρὸς τὴν
5ἀπόβασιν τῶν βασιλικῶν οἷον ἐπὶ τιμῇ καὶ δεξιώ‐
σει συνερχομένους. ἐν τούτῳ δὲ τὸν Πομπήϊον τῆς τοῦ Φιλίππου λαμβανόμενον χειρός, ὅπως ῥᾷον ἐξανασταίη, Σεπτίμιος ὄπισθεν τῷ ξίφει διε‐ λαύνει πρῶτος, εἶτα Σάλβιος μετ’ ἐκεῖνον, εἶτα320
Pomp
.

79

.

4

Ἀχιλλᾶς ἐσπάσαντο τὰς μαχαίρας. ὁ δὲ ταῖς χερσὶν ἀμφοτέραις τὴν τήβεννον ἐφελκυσάμενος κατὰ τοῦ προσώπου, μηδὲν εἰπὼν ἀνάξιον ἑαυτοῦ μηδὲ ποιήσας, ἀλλὰ στενάξας μόνον, ἐνεκαρτέρησε
5ταῖς πληγαῖς, ἑξήκοντα μὲν ἑνὸς δέοντα βεβιωκὼς ἔτη, μιᾷ δ’ ὕστερον ἡμέρᾳ τῆς γενεθλίου τελευ‐ τήσας τὸν βίον.
Pomp
.

80

.

1

Οἱ δ’ ἀπὸ τῶν νεῶν ὡς ἐθεάσαντο τὸν φόνον, οἰμωγὴν ἐξάκουστον ἄχρι τῆς γῆς ἐκχέ‐ αντες ἔφυγον, ἀράμενοι τὰς ἀγκύρας κατὰ τάχος. καὶ πνεῦμα λαμπρὸν ἐβοήθει πελαγίοις ὑπεκθέ‐
5ουσιν, ὥστε βουλομένους διώκειν ἀποτραπέσθαι τοὺς Αἰγυπτίους. τοῦ δὲ Πομπηΐου τὴν μὲν κεφαλὴν ἀποτέμνουσι, τὸ δὲ ἄλλο σῶμα γυμνὸν ἐκβαλόντες ἀπὸ τῆς ἁλιάδος τοῖς δεομένοις τοιού‐
Pomp
.

80

.

2

του θεάματος ἀπέλιπον. παρέμεινε δὲ αὐτῷ Φίλιππος, ἕως ἐγένοντο μεστοὶ τῆς ὄψεως· εἶτα περιλούσας τῇ θαλάσσῃ τὸ σῶμα καὶ χιτωνίῳ τινὶ τῶν ἑαυτοῦ περιστείλας, ἄλλο δὲ οὐδὲν ἔχων,
5ἀλλὰ περισκοπῶν τὸν αἰγιαλὸν εὗρε μικρᾶς ἁλιά‐ δος λείψανα, παλαιὰ μέν, ἀρκοῦντα δὲ νεκρῷ γυμνῷ καὶ οὐδὲ ὅλῳ πυρκαϊὰν ἀναγκαίαν παρα‐
Pomp
.

80

.

3

σχεῖν. ταῦτα συγκομίζοντος αὐτοῦ καὶ συντι‐ θέντος ἐπιστὰς ἀνὴρ Ῥωμαῖος ἤδη γέρων, τὰς δὲ πρώτας στρατείας ἔτι νέος Πομπηΐῳ συνεστρατευ‐ μένος, “Τίς ὤν, ὦ ἄνθρωπε,” ἔφη, “θάπτειν
5διανοῇ Μάγνον Πομπήϊον;” ἐκείνου δὲ φήσαντος ὡς ἀπελεύθερος, “Ἀλλ’ οὐ μόνῳ σοί,” ἔφη, “τοῦ‐
το τὸ καλὸν ὑπάρξει· κἀμὲ δὲ ὥσπερ εὑρήματος εὐσεβοῦς δέξαι κοινωνόν, ὡς μὴ κατὰ πάντα μέμ‐ φωμαι τὴν ἀποξένωσιν, ἀντὶ πολλῶν ἀνιαρῶν322
10τοῦτο γοῦν εὑράμενος, ἅψασθαι καὶ περιστεῖλαι ταῖς ἐμαῖς χερσὶ τὸν μέγιστον αὐτοκράτορα Ῥω‐
Pomp
.

80

.

4

μαίων.” οὕτω μὲν ἐκηδεύετο Πομπήϊος. τῇ δ’ ὑστεραίᾳ Λεύκιος Λέντλος οὐκ εἰδὼς τὰ πεπραγ‐ μένα, πλέων ἀπὸ Κύπρου καὶ παρὰ γῆν κομιζό‐ μενος, ὡς εἶδε νεκροῦ πυρὰν καὶ παρεστῶτα τὸν
5Φίλιππον, οὔπω καθορώμενος· “Τίς ἄρα,” ἔφη, “τὸ πεπρωμένον ἐνταῦθα τελέσας ἀναπέπαυται;” καὶ μικρὸν διαλιπὼν καὶ στενάξας, “Τάχα δέ,” εἶπε, “σύ, Πομπήϊε Μάγνε.” καὶ μετὰ μικρὸν ἀποβὰς καὶ συλληφθεὶς ἀπέθανε.
Pomp
.

80

.

5

Τοῦτο Πομπηΐου τέλος. οὐ πολλῷ δὲ ὕστερον Καῖσαρ ἐλθὼν εἰς Αἴγυπτον ἄγους τοσούτου καταπεπλησμένην τὸν μὲν προσφέροντα τὴν κε‐ φαλὴν ὡς παλαμναῖον ἀπεστράφη, τὴν δὲ σφρα‐
5γῖδα τοῦ Πομπηΐου δεξάμενος ἐδάκρυσεν· ἦν δὲ γλυφὴ λέων ξιφήρης. Ἀχιλλᾶν δὲ καὶ Ποθεινὸν ἀπέσφαξεν· αὐτὸς δὲ ὁ βασιλεὺς μάχῃ λειφθεὶς
Pomp
.

80

.

6

περὶ τὸν ποταμὸν ἠφανίσθη. Θεόδοτον δὲ τὸν σοφιστὴν ἡ μὲν ἐκ Καίσαρος δίκη παρῆλθε· φυγὼν γὰρ Αἴγυπτον ἐπλανᾶτο ταπεινὰ πράττων καὶ μισούμενος· Βροῦτος δὲ Μάρκος, ὅτε Καίσαρα
5κτείνας ἐκράτησεν, ἐξευρὼν αὐτὸν ἐν Ἀσίᾳ καὶ πᾶσαν αἰκίαν αἰκισάμενος ἀπέκτεινεν. τὰ δὲ λείψανα τοῦ Πομπηΐου Κορνηλία δεξαμένη κο‐
μισθέντα, περὶ τὸν Ἀλβανὸν ἔθηκεν.324