TLG 0007 044 :: PLUTARCHUS :: Agesilaus

PLUTARCHUS Biogr. Phil.
(Chaeronensis: A.D. 1–2)

Agesilaus

Source: Perrin, B. (ed.), Plutarch’s lives, vol. 5. Cambridge, Mass.: Harvard University Press, 1917 (repr. 1968): 2–112.

Citation: Chapter — section — (line)

Ages
.

t

1

ΑΓΗΣΙΛΑΟΣ
Ages
.

1

.

1

Ἀρχίδαμος ὁ Ζευξιδάμου βασιλεύσας ἐπι‐ φανῶς Λακεδαιμονίων, κατέλιπεν υἱὸν ἐκ γυναικὸς εὐδοκίμου, Λαμπιδοῦς, Ἆγιν, καὶ πολὺ νεώτερον ἐξ Εὐπωλίας τῆς Μελησιππίδα θυγατρός, Ἀγη‐
5σίλαον. ἐπεὶ δὲ τῆς βασιλείας Ἄγιδι προση‐ κούσης κατὰ τὸν νόμον ἰδιώτης ἐδόκει βιοτεύσειν ὁ Ἀγησίλαος, ἤχθη τὴν λεγομένην ἀγωγὴν ἐν Λακεδαίμονι, σκληρὰν μὲν οὖσαν τῇ διαίτῃ καὶ πολύπονον, παιδεύουσαν δὲ τοὺς νέους ἄρχεσθαι.
Ages
.

1

.

2

διὸ καί φασιν ὑπὸ τοῦ Σιμωνίδου τὴν Σπάρτην προσηγορεῦσθαι “δαμασίμβροτον,” ὡς μάλιστα διὰ τῶν ἐθῶν τοὺς πολίτας τοῖς νόμοις πειθηνίους καὶ χειροήθεις ποιοῦσαν, ὥσπερ ἵππους εὐθὺς ἐξ
5ἀρχῆς δαμαζομένους. ταύτης ἀφίησιν ὁ νόμος τῆς ἀνάγκης τοὺς ἐπὶ βασιλείᾳ τρεφομένους
Ages
.

1

.

3

παῖδας. Ἀγησιλάῳ δὲ καὶ τοῦτο ὑπῆρξεν ἴδιον, ἐλθεῖν ἐπὶ τὸ ἄρχειν μὴ ἀπαίδευτον τοῦ ἄρχε‐ σθαι. διὸ καὶ πολὺ τῶν βασιλέων εὐαρμοστό‐ τατον αὑτὸν τοῖς ὑπηκόοις παρέσχε, τῷ φύσει
5ἡγεμονικῷ καὶ βασιλικῷ προσκτησάμενος ἀπὸ τῆς ἀγωγῆς τὸ δημοτικὸν καὶ φιλάνθρωπον.
Ages
.

2

.

1

Ἐν δὲ ταῖς καλουμέναις ἀγέλαις τῶν συν‐
τρεφομένων παίδων Λύσανδρον ἔσχεν ἐραστήν, ἐκπλαγέντα μάλιστα τῷ κοσμίῳ τῆς φύσεως αὐτοῦ. φιλονεικότατος γὰρ ὢν καὶ θυμοειδέ‐2
5στατος ἐν τοῖς νέοις καὶ πάντα πρωτεύειν βουλό‐ μενος, καὶ τὸ σφοδρὸν ἔχων καὶ ῥαγδαῖον ἄμαχον καὶ δυσεκβίαστον, εὐπειθείᾳ πάλιν αὖ καὶ πρᾳό‐ τητι τοιοῦτος ἦν οἷος φόβῳ μηδέν, αἰσχύνῃ δὲ πάντα ποιεῖν τὰ προσταττόμενα, καὶ τοῖς ψόγοις
10ἀλγύνεσθαι μᾶλλον ἢ τοὺς πόνους βαρύνεσθαι·
Ages
.

2

.

2

τὴν δὲ τοῦ σκέλους πήρωσιν ἥ τε ὥρα τοῦ σώ‐ ματος ἀνθοῦντος ἐπέκρυπτε, καὶ τὸ ῥᾳδίως φέρειν καὶ ἱλαρῶς τὸ τοιοῦτο, παίζοντα καὶ σκώπτοντα πρῶτον ἑαυτόν, οὐ μικρὸν ἦν ἐπανόρθωμα τοῦ
5πάθους, ἀλλὰ καὶ τὴν φιλοτιμίαν ἐκδηλοτέραν ἐποίει, πρὸς μηδένα πόνον μηδὲ πρᾶξιν ἀπα‐ γορεύοντος αὐτοῦ διὰ τὴν χωλότητα. τῆς δὲ μορφῆς εἰκόνα μὲν οὐκ ἔχομεν (αὐτὸς γὰρ οὐκ ἠθέλησεν, ἀλλὰ καὶ ἀποθνήσκων ἀπεῖπε “μήτε
10πλαστὰν μήτε μιμηλάν” τινα ποιήσασθαι τοῦ σώματος εἰκόνα), λέγεται δὲ μικρός τε γενέσθαι
Ages
.

2

.

3

καὶ τὴν ὄψιν εὐκαταφρόνητος· ἡ δὲ ἱλαρότης καὶ τὸ εὔθυμον ἐν ἅπαντι καιρῷ καὶ παιγνιῶδες, ἀχθεινὸν δὲ καὶ τραχὺ μηδέποτε μήτε φωνῇ μήτε ὄψει, τῶν καλῶν καὶ ὡραίων ἐρασμιώτερον αὐτὸν
5ἄχρι γήρως παρεῖχεν. ὡς δὲ Θεόφραστος ἱστορεῖ, τὸν Ἀρχίδαμον ἐζημίωσαν οἱ ἔφοροι γήμαντα γυναῖκα μικράν· “Οὐ γὰρ βασιλεῖς,” ἔφασαν, “ἄμμιν, ἀλλὰ βασιλείδια γεννάσει.”
Ages
.

3

.

1

Βασιλεύοντος δὲ Ἄγιδος ἧκεν Ἀλκιβιάδης ἐκ Σικελίας φυγὰς εἰς Λακεδαίμονα· καὶ χρόνον
οὔπω πολὺν ἐν τῇ πόλει διάγων, αἰτίαν ἔσχε τῇ γυναικὶ τοῦ βασιλέως, Τιμαίᾳ, συνεῖναι. καὶ τὸ4
5γεννηθὲν ἐξ αὐτῆς παιδάριον οὐκ ἔφη γινώσκειν ὁ Ἆγις, ἀλλ’ ἐξ Ἀλκιβιάδου γεγονέναι. τοῦτο δὲ οὐ πάνυ δυσκόλως τὴν Τιμαίαν ἐνεγκεῖν φησι Δοῦρις, ἀλλὰ καὶ ψιθυρίζουσαν οἴκοι πρὸς τὰς εἱλωτίδας Ἀλκιβιάδην τὸ παιδίον, οὐ Λεωτυχί‐
Ages
.

3

.

2

δην, καλεῖν· καὶ μέντοι καὶ τὸν Ἀλκιβιάδην αὐτὸν οὐ πρὸς ὕβριν τῇ Τιμαίᾳ φάναι πλησιάζειν, ἀλλὰ φιλοτιμούμενον βασιλεύεσθαι Σπαρτιάτας ὑπὸ τῶν ἐξ ἑαυτοῦ γεγονότων. διὰ ταῦτα μὲν
5τῆς Λακεδαίμονος Ἀλκιβιάδης ὑπεξῆλθε, φοβη‐ θεὶς τὸν Ἆγιν· ὁ δὲ παῖς τὸν μὲν ἄλλον χρόνον ὕποπτος ἦν τῷ Ἄγιδι, καὶ γνησίου τιμὴν οὐκ εἶχε παρ’ αὐτῷ, νοσοῦντι δὲ προσπεσὼν καὶ δακρύων ἔπεισεν υἱὸν ἀποφῆναι πολλῶν ἐναντίον.
Ages
.

3

.

3

Οὐ μὴν ἀλλὰ τελευτήσαντος τοῦ Ἄγιδος ὁ Λύσανδρος, ἤδη κατανεναυμαχηκὼς Ἀθηναίους καὶ μέγιστον ἐν Σπάρτῃ δυνάμενος, τὸν Ἀγησί‐ λαον ἐπὶ τὴν βασιλείαν προῆγεν, ὡς οὐ προσή‐
5κουσαν ὄντι νόθῳ τῷ Λεωτυχίδῃ. πολλοὶ δὲ καὶ τῶν ἄλλων πολιτῶν, διὰ τὴν ἀρετὴν τοῦ Ἀγησιλάου καὶ τὸ συντετράφθαι καὶ μετεσχη‐ κέναι τῆς ἀγωγῆς, ἐφιλοτιμοῦντο καὶ συνέπραττον αὐτῷ προθύμως. ἦν δὲ Διοπείθης ἀνὴρ χρησμολό‐
10γος ἐν Σπάρτῃ, μαντειῶν τε παλαιῶν ὑπόπλεως καὶ δοκῶν περὶ τὰ θεῖα σοφὸς εἶναι καὶ περιττός.
Ages
.

3

.

4

οὗτος οὐκ ἔφη θεμιτὸν εἶναι χωλὸν γενέσθαι τῆς Λακεδαίμονος βασιλέα, καὶ χρησμὸν ἐν τῇ δίκῃ τοιοῦτον ἀνεγίνωσκε·
3 Φράζεο δή, Σπάρτη, καίπερ μεγάλαυχος ἐοῦσα,
5μὴ σέθεν ἀρτίποδος βλάστῃ χωλὴ βασιλεία· δηρὸν γὰρ νοῦσοί σε κατασχήσουσιν ἄελπτοι φθισιβρότου τ’ ἐπὶ κῦμα κυλινδόμενον πολέ‐
μοιο.
6
8
Ages
.

3

.

5

πρὸς ταῦτα Λύσανδρος ἔλεγεν ὡς, εἰ πάνυ φο‐ βοῖντο τὸν χρησμὸν οἱ Σπαρτιᾶται, φυλακτέον αὐτοῖς εἴη τὸν Λεωτυχίδην· οὐ γὰρ εἰ προσ‐ πταίσας τις τὸν πόδα βασιλεύοι, τῷ θεῷ δια‐
5φέρειν, ἀλλ’ εἰ μὴ γνήσιος ὢν μηδὲ Ἡρακλείδης, τοῦτο τὴν χωλὴν εἶναι βασιλείαν. ὁ δὲ Ἀγη‐ σίλαος ἔφη καὶ τὸν Ποσειδῶ καταμαρτυρεῖν τοῦ Λεωτυχίδου τὴν νοθείαν, ἐκβαλόντα σεισμῷ τοῦ θαλάμου τὸν Ἆγιν· ἀπ’ ἐκείνου δὲ πλέον ἢ δέκα
10μηνῶν διελθόντων γενέσθαι τὸν Λεωτυχίδην.
Ages
.

4

.

1

Οὕτω δὲ καὶ διὰ ταῦτα βασιλεὺς ἀπο‐ δειχθεὶς ὁ Ἀγησίλαος εὐθὺς εἶχε καὶ τὰ χρή‐ ματα τοῦ Ἄγιδος, ὡς νόθον ἀπελάσας τὸν Λεω‐ τυχίδην. ὁρῶν δὲ τοὺς ἀπὸ μητρὸς οἰκείους
5ἐπιεικεῖς μὲν ὄντας, ἰσχυρῶς δὲ πενομένους, ἀπέ‐ νειμεν αὐτοῖς τὰ ἡμίσεα τῶν χρημάτων, εὔνοιαν ἑαυτῷ καὶ δόξαν ἀντὶ φθόνου καὶ δυσμενείας ἐπὶ τῇ κληρονομίᾳ κατασκευαζόμενος. ὃ δέ φησιν ὁ Ξενοφῶν, ὅτι πάντα τῇ πατρίδι πειθό‐
10μενος ἴσχυε πλεῖστον, ὥστε ποιεῖν ὃ βούλοιτο,
Ages
.

4

.

2

τοιοῦτόν ἐστι. τῶν ἐφόρων ἦν τότε καὶ τῶν γερόντων τὸ μέγιστον ἐν τῇ πολιτείᾳ κράτος, ὧν οἱ μὲν ἐνιαυτὸν ἄρχουσι μόνον, οἱ δὲ γέροντες διὰ βίου ταύτην ἔχουσι τὴν τιμήν, ἐπὶ τῷ μὴ
5πάντα τοῖς βασιλεῦσιν ἐξεῖναι συνταχθέντες, ὡς ἐν τοῖς περὶ Λυκούργου γέγραπται. διὸ καὶ πατρικήν τινα πρὸς αὐτοὺς ἀπὸ τοῦ παλαιοῦ διετέλουν εὐθὺς οἱ βασιλεῖς φιλονεικίαν καὶ δια‐8
Ages
.

4

.

3

φορὰν παραλαμβάνοντες. ὁ δὲ Ἀγησίλαος ἐπὶ τὴν ἐναντίαν ὁδὸν ἦλθε, καὶ τὸ πολεμεῖν καὶ τὸ προσκρούειν αὐτοῖς ἐάσας ἐθεράπευε, πάσης μὲν ἀπ’ ἐκείνων πράξεως ἀρχόμενος, εἰ δὲ κλη‐
5θείη, θᾶττον ἢ βάδην ἐπειγόμενος, ὁσάκις δὲ τύχοι καθήμενος ἐν τῷ βασιλικῷ θώκῳ καὶ χρη‐ ματίζων, ἐπιοῦσι τοῖς ἐφόροις ὑπεξανίστατο, τῶν δ’ εἰς τὴν γερουσίαν ἀεὶ καταταττομένων ἑκάστῳ
Ages
.

4

.

4

χλαῖναν ἔπεμπε καὶ βοῦν ἀριστεῖον. ἐκ δὲ τούτων τιμᾶν δοκῶν καὶ μεγαλύνειν τὸ ἀξίωμα τῆς ἐκείνων ἀρχῆς, ἐλάνθανεν αὔξων τὴν ἑαυ‐ τοῦ δύναμιν καὶ τῇ βασιλείᾳ προστιθέμενος
5μέγεθος ἐκ τῆς πρὸς αὐτὸν εὐνοίας συγχωρού‐ μενον.
Ages
.

5

.

1

Ἐν δὲ ταῖς πρὸς τοὺς ἄλλους πολίτας ὁμιλίαις ἐχθρὸς ἦν ἀμεμπτότερος ἢ φίλος. τοὺς μὲν γὰρ ἐχθροὺς ἀδίκως οὐκ ἔβλαπτε, τοῖς δὲ φίλοις καὶ τὰ μὴ δίκαια συνέπραττε. καὶ τοὺς
5μὲν ἐχθροὺς ᾐσχύνετο μὴ τιμᾶν κατορθοῦντας, τοὺς δὲ φίλους οὐκ ἐδύνατο ψέγειν ἁμαρτάνον‐ τας, ἀλλὰ καὶ βοηθῶν ἠγάλλετο καὶ συνεξα‐ μαρτάνων αὐτοῖς· οὐδὲν γὰρ ᾤετο τῶν φιλικῶν
Ages
.

5

.

2

ὑπουργημάτων αἰσχρὸν εἶναι. τοῖς δ’ αὖ δια‐ φόροις πταίσασι πρῶτος συναχθόμενος καὶ δεη‐ θεῖσι συμπράττων προθύμως ἐδημαγώγει καὶ προσήγετο πάντας. ὁρῶντες οὖν οἱ ἔφοροι ταῦτα
5καὶ φοβούμενοι τὴν δύναμιν ἐζημίωσαν αὐτόν, αἰτίαν ὑπειπόντες ὅτι τοὺς κοινοὺς πολίτας ἰδίους
κτᾶται.10
Ages
.

5

.

3

Καθάπερ γὰρ οἱ φυσικοὶ τὸ νεῖκος οἴονται καὶ τὴν ἔριν, εἰ τῶν ὅλων ἐξαιρεθείη, στῆναι μὲν ἂν τὰ οὐράνια, παύσασθαι δὲ πάντων τὴν γένεσιν καὶ κίνησιν ὑπὸ τῆς πρὸς πάντα πάντων
5ἁρμονίας, οὕτως ἔοικεν ὁ Λακωνικὸς νομοθέτης ὑπέκκαυμα τῆς ἀρετῆς ἐμβαλεῖν εἰς τὴν πολι‐ τείαν τὸ φιλότιμον καὶ φιλόνεικον, ἀεί τινα τοῖς ἀγαθοῖς διαφορὰν καὶ ἅμιλλαν εἶναι πρὸς ἀλλή‐ λους βουλόμενος, τὴν δὲ ἀνθυπείκουσαν τῷ
10ἀνελέγκτῳ χάριν ἀργὴν καὶ ἀναγώνιστον οὖσαν
Ages
.

5

.

4

οὐκ ὀρθῶς ὁμόνοιαν λέγεσθαι. τοῦτο δὲ ἀμέλει συνεωρακέναι καὶ τὸν Ὅμηρον οἴονταί τινες· οὐ γὰρ ἂν τὸν Ἀγαμέμνονα ποιῆσαι χαίροντα τοῦ Ὀδυσσέως καὶ τοῦ Ἀχιλλέως εἰς λοιδορίαν
5προαχθέντων “ἐκπάγλοις ἐπέεσσιν,” εἰ μὴ μέγα τοῖς κοινοῖς ἀγαθὸν ἐνόμιζεν εἶναι τὸν πρὸς ἀλλή‐ λους ζῆλον καὶ τὴν διαφορὰν τῶν ἀρίστων. ταῦτα μὲν οὖν οὐκ ἂν οὕτως τις ἁπλῶς συγχω‐ ρήσειεν· αἱ γὰρ ὑπερβολαὶ τῶν φιλονεικιῶν χαλε‐
10παὶ ταῖς πόλεσι καὶ μεγάλους κινδύνους ἔχουσι.
Ages
.

6

.

1

Τοῦ δὲ Ἀγησιλάου τὴν βασιλείαν νεωστὶ παρειληφότος, ἀπήγγελλόν τινες ἐξ Ἀσίας ἥκον‐ τες ὡς ὁ Περσῶν βασιλεὺς παρασκευάζοιτο μεγάλῳ στόλῳ Λακεδαιμονίους ἐκβαλεῖν τῆς
5θαλάσσης. ὁ δὲ Λύσανδρος ἐπιθυμῶν αὖθις εἰς Ἀσίαν ἀποσταλῆναι καὶ βοηθῆσαι τοῖς φίλοις, οὓς αὐτὸς μὲν ἄρχοντας καὶ κυρίους τῶν πόλεων ἀπέλιπε, κακῶς δὲ χρώμενοι καὶ βιαίως τοῖς πράγμασιν ἐξέπιπτον ὑπὸ τῶν πολι‐
10τῶν καὶ ἀπέθνησκον, ἀνέπεισε τὸν Ἀγησίλαον
ἐπιθέσθαι τῇ στρατείᾳ καὶ προπολεμῆσαι τῆς Ἑλλάδος, ἀπωτάτω διαβάντα καὶ φθάσαντα τὴν12
Ages
.

6

.

2

τοῦ βαρβάρου παρασκευήν. ἅμα δὲ τοῖς ἐν Ἀσίᾳ φίλοις ἐπέστελλε πέμπειν εἰς Λακεδαίμονα καὶ στρατηγὸν Ἀγησίλαον αἰτεῖσθαι. παρελ‐ θὼν οὖν εἰς τὸ πλῆθος Ἀγησίλαος ἀνεδέξατο
5τὸν πόλεμον, εἰ δοῖεν αὐτῷ τριάκοντα μὲν ἡγε‐ μόνας καὶ συμβούλους Σπαρτιάτας, νεοδαμώδεις δὲ λογάδας δισχιλίους, τὴν δὲ συμμαχικὴν εἰς
Ages
.

6

.

3

ἑξακισχιλίους δύναμιν. συμπράττοντος δὲ τοῦ Λυσάνδρου πάντα προθύμως ἐψηφίσαντο, καὶ τὸν Ἀγησίλαον ἐξέπεμπον εὐθὺς ἔχοντα τοὺς τριάκοντα Σπαρτιάτας, ὧν ὁ Λύσανδρος ἦν πρῶ‐
5τος, οὐ διὰ τὴν ἑαυτοῦ δόξαν καὶ δύναμιν μόνον, ἀλλὰ καὶ διὰ τὴν Ἀγησιλάου φιλίαν, ᾧ μεῖζον ἐδόκει τῆς βασιλείας ἀγαθὸν διαπεπρᾶχθαι τὴν στρατηγίαν ἐκείνην.
Ages
.

6

.

4

Ἀθροιζομένης δὲ τῆς δυνάμεως εἰς Γεραιστόν, αὐτὸς εἰς Αὐλίδα κατελθὼν μετὰ τῶν φίλων καὶ νυκτερεύσας ἔδοξε κατὰ τοὺς ὕπνους εἰπεῖν τινα πρὸς αὐτόν· “Ὦ βασιλεῦ Λακεδαιμονίων,
5ὅτι μὲν οὐδεὶς τῆς Ἑλλάδος ὁμοῦ συμπάσης ἀπε‐ δείχθη στρατηγὸς ἢ πρότερον Ἀγαμέμνων καὶ σὺ νῦν μετ’ ἐκεῖνον, ἐννοεῖς δήπουθεν· ἐπεὶ δὲ τῶν μὲν αὐτῶν ἄρχεις ἐκείνῳ, τοῖς δὲ αὐτοῖς πολεμεῖς, ἀπὸ δὲ τῶν αὐτῶν τόπων ὁρμᾷς ἐπὶ τὸν πόλεμον, εἰκός
10ἐστι καὶ θῦσαί σε τῇ θεῷ θυσίαν ἣν ἐκεῖνος ἐν‐
Ages
.

6

.

5

ταῦθα θύσας ἐξέπλευσεν.” ἅμα δέ πως ὑπῆλθε τὸν Ἀγησίλαον ὁ τῆς κόρης σφαγιασμός, ἣν ὁ
πατὴρ ἔσφαξε πεισθεὶς τοῖς μάντεσιν. οὐ μὴν διετάραξεν αὐτόν, ἀλλ’ ἀναστὰς καὶ διηγησά‐14
5μενος τοῖς φίλοις τὰ φανέντα τὴν μὲν θεὸν ἔφη τιμήσειν οἷς εἰκός ἐστι χαίρειν θεὸν οὖσαν, οὐ μιμήσεσθαι δὲ τὴν ἀπάθειαν τοῦ τότε στρατη‐ γοῦ. καὶ καταστέψας ἔλαφον ἐκέλευσεν ἀπάρξα‐ σθαι τὸν ἑαυτοῦ μάντιν, οὐχ ὥσπερ εἰώθει τοῦτο
Ages
.

6

.

6

ποιεῖν ὁ ὑπὸ τῶν Βοιωτῶν τεταγμένος. ἀκούσαντες οὖν οἱ βοιωτάρχαι πρὸς ὀργὴν κινηθέντες ἔπεμ‐ ψαν ὑπηρέτας, ἀπαγορεύοντες τῷ Ἀγησιλάῳ μὴ θύειν παρὰ τοὺς νόμους καὶ τὰ πάτρια Βοιωτῶν.
5οἱ δὲ καὶ ταῦτα ἀπήγγειλαν καὶ τὰ μηρία διέρ‐ ριψαν ἀπὸ τοῦ βωμοῦ. χαλεπῶς οὖν ἔχων ὁ Ἀγησίλαος ἀπέπλει, τοῖς τε Θηβαίοις διωργισ‐ μένος καὶ γεγονὼς δύσελπις διὰ τὸν οἰωνόν, ὡς ἀτελῶν αὐτῷ τῶν πράξεων γενησομένων καὶ τῆς
10στρατείας ἐπὶ τὸ προσῆκον οὐκ ἀφιξομένης.
Ages
.

7

.

1

Ἐπεὶ δὲ ἧκεν εἰς Ἔφεσον, εὐθὺς ἀξίωμα μέγα καὶ δύναμις ἦν ἐπαχθὴς καὶ βαρεῖα περὶ τὸν Λύσανδρον, ὄχλου φοιτῶντος ἐπὶ τὰς θύρας ἑκάσ‐ τοτε καὶ πάντων παρακολουθούντων καὶ θερα‐
5πευόντων ἐκεῖνον, ὡς ὄνομα μὲν καὶ σχῆμα τῆς στρατηγίας τὸν Ἀγησίλαον ἔχοντα, διὰ τὸν νόμον, ἔργῳ δὲ κύριον ὄντα ἁπάντων καὶ δυνά‐ μενον καὶ πράττοντα πάντα τὸν Λύσανδρον.
Ages
.

7

.

2

οὐδεὶς γὰρ δεινότερος οὐδὲ φοβερώτερος ἐκείνου τῶν εἰς τὴν Ἀσίαν ἀποσταλέντων ἐγένετο στρα‐ τηγῶν, οὐδὲ μείζονα τοὺς φίλους ἀνὴρ ἄλλος εὐεργέτησεν οὐδὲ κακὰ τηλικαῦτα τοὺς ἐχθροὺς
5ἐποίησεν. ὧν ἔτι προσφάτων ὄντων οἱ ἄνθρωποι μνημονεύοντες, ἄλλως δὲ τὸν μὲν Ἀγησίλαον ἀφελῆ καὶ λιτὸν ἐν ταῖς ὁμιλίαις καὶ δημοτικὸν ὁρῶντες, ἐκείνῳ δὲ τὴν αὐτὴν ὁμοίως σφοδρότητα καὶ τραχύτητα καὶ βραχυλογίαν παροῦσαν,16
10ὑπέπιπτον αὐτῷ παντάπασι καὶ μόνῳ προσεῖχον.
Ages
.

7

.

3

ἐκ δὲ τούτου πρῶτον μὲν οἱ λοιποὶ Σπαρτιᾶται χαλεπῶς ἔφερον ὑπηρέται Λυσάνδρου μᾶλλον ἢ σύμβουλοι βασιλέως ὄντες· ἔπειτα δ’ αὐτὸς ὁ Ἀγησίλαος, εἰ καὶ μὴ φθονερὸς ἦν μηδὲ ἤχθετο
5τοῖς τιμωμένοις, ἀλλὰ φιλότιμος ὢν σφόδρα καὶ φιλόνεικος, ἐφοβεῖτο μή, κἂν ἐνέγκωσί τι λαμπρὸν αἱ πράξεις, τοῦτο Λυσάνδρου γένηται διὰ τὴν δόξαν. οὕτως οὖν ἐποίει.
Ages
.

7

.

4

Πρῶτον ἀντέκρουε ταῖς συμβουλίαις αὐτοῦ, καὶ πρὸς ἃς ἐκεῖνος ἐσπουδάκει μάλιστα πράξεις ἐῶν χαίρειν καὶ παραμελῶν, ἕτερα πρὸ ἐκείνων ἔπραττεν· ἔπειτα τῶν ἐντυγχανόντων καὶ δεο‐
5μένων οὓς αἴσθοιτο Λυσάνδρῳ μάλιστα πεποι‐ θότας, ἀπράκτους ἀπέπεμπε· καὶ περὶ τὰς κρίσεις ὁμοίως οἷς ἐκεῖνος ἐπηρεάζοι, τούτους ἔδει πλέον ἔχοντας ἀπελθεῖν, καὶ τοὐναντίον οὓς φανερὸς γένοιτο προθυμούμενος ὠφελεῖν, χαλεπὸν ἦν μὴ
Ages
.

7

.

5

καὶ ζημιωθῆναι. γινομένων δὲ τούτων οὐ κατὰ τύχην, ἀλλ’ οἷον ἐκ παρασκευῆς καὶ ὁμαλῶς, αἰσθόμενος τὴν αἰτίαν ὁ Λύσανδρος οὐκ ἀπε‐ κρύπτετο πρὸς τοὺς φίλους, ἀλλ’ ἔλεγεν ὡς δι’
5αὐτὸν ἀτιμάζοιντο, καὶ παρεκάλει θεραπεύειν ἰόντας τὸν βασιλέα καὶ τοὺς μᾶλλον αὐτοῦ δυναμένους.
Ages
.

8

.

1

Ὡς οὖν ταῦτα πράττειν καὶ λέγειν ἐδόκει φθόνον ἐκείνῳ μηχανώμενος, ἔτι μᾶλλον
αὐτοῦ καθάψασθαι βουλόμενος Ἀγησίλαος ἀπέ‐ δειξε κρεοδαίτην καὶ προσεῖπεν, ὡς λέγεται,18
5πολλῶν ἀκουόντων· “Νῦν οὖν θεραπευέτωσαν
Ages
.

8

.

2

οὗτοι ἀπιόντες τὸν ἐμὸν κρεοδαίτην.” ἀχθόμενος οὖν ὁ Λύσανδρος λέγει πρὸς αὐτόν· “Ἤιδεις ἄρα σαφῶς, Ἀγησίλαε, φίλους ἐλαττοῦν.” “Νὴ Δί’,” ἔφη, “τοὺς ἐμοῦ μεῖζον δύνασθαι βουλομένους.”
5καὶ ὁ Λύσανδρος, “Ἀλλ’ ἴσως,” ἔφη, “ταῦτα σοὶ λέλεκται βέλτιον ἢ ἐμοὶ πέπρακται. δὸς δέ μοι τινὰ τάξιν καὶ χώραν ἔνθα μὴ λυπῶν ἔσομαί
Ages
.

8

.

3

σοι χρήσιμος.” ἐκ τούτου πέμπεται μὲν ἐφ’ Ἑλλήσποντον, καὶ Σπιθριδάτην, ἄνδρα Πέρσην, ἀπὸ τῆς Φαρναβάζου χώρας μετὰ χρημάτων συχνῶν καὶ διακοσίων ἱππέων ἤγαγε πρὸς τὸν
5Ἀγησίλαον, οὐκ ἔληγε δὲ τῆς ὀργῆς, ἀλλὰ βα‐ ρέως φέρων ἤδη τὸν λοιπὸν χρόνον ἐβούλευεν ὅπως τῶν δυεῖν οἴκων τὴν βασιλείαν ἀφελόμενος εἰς μέσον ἅπασιν ἀποδοίη Σπαρτιάταις. καὶ ἐδόκει μεγάλην ἂν ἀπεργάσασθαι κίνησιν ἐκ
10ταύτης τῆς διαφορᾶς, εἰ μὴ πρότερον ἐτελεύ‐
Ages
.

8

.

4

τησεν εἰς Βοιωτίαν στρατεύσας. οὕτως αἱ φιλό‐ τιμοι φύσεις ἐν ταῖς πολιτείαις, τὸ ἄγαν μὴ φυλαξάμεναι, τοῦ ἀγαθοῦ μεῖζον τὸ κακὸν ἔχουσι. καὶ γὰρ εἰ Λύσανδρος ἦν φορτικός, ὥσπερ ἦν,
5ὑπερβάλλων τῇ φιλοτιμίᾳ τὸν καιρόν, οὐκ ἠγνόει δήπουθεν Ἀγησίλαος ἑτέραν ἀμεμπτοτέραν ἐπαν‐ όρθωσιν οὖσαν ἀνδρὸς ἐνδόξου καὶ φιλοτίμου πλημμελοῦντος. ἀλλ’ ἔοικε ταὐτῷ πάθει μήτε ἐκεῖνος ἄρχοντος ἐξουσίαν γνῶναι μήτε οὗτος
10ἄγνοιαν ἐνεγκεῖν συνήθους.
Ages
.

9

.

1

Ἐπεὶ δὲ Τισαφέρνης ἐν ἀρχῇ μὲν φοβη‐ θεὶς τὸν Ἀγησίλαον ἐποιήσατο σπονδάς, ὡς τὰς πόλεις αὐτῷ τὰς Ἑλληνίδας ἀφήσοντος αὐτο‐ νόμους βασιλέως, ὕστερον δὲ πεισθεὶς ἔχειν20
5δύναμιν ἱκανὴν ἐξήνεγκε τὸν πόλεμον, ἄσμενος ὁ
Ages
.

9

.

2

Ἀγησίλαος ἐδέξατο. προσδοκία γὰρ ἦν μεγάλη τῆς στρατείας· καὶ δεινὸν ἡγεῖτο τοὺς μὲν σὺν Ξενοφῶντι μυρίους ἥκειν ἐπὶ θάλατταν, ὁσάκις ἐβουλήθησαν αὐτοὶ τοσαυτάκις βασιλέα νενικη‐
5κότας, αὐτοῦ δὲ Λακεδαιμονίων ἄρχοντος ἡγου‐ μένων γῆς καὶ θαλάσσης μηδὲν ἔργον ἄξιον μνήμης φανῆναι πρὸς τοὺς Ἕλληνας. εὐθὺς οὖν ἀμυνόμενος ἀπάτῃ δικαίᾳ τὴν Τισαφέρνους ἐπιορκίαν, ἐπέδειξεν ὡς ἐπὶ Καρίαν προάξων,
10ἐκεῖ δὲ τὴν δύναμιν τοῦ βαρβάρου συναθροί‐
Ages
.

9

.

3

σαντος ἄρας εἰς Φρυγίαν ἐνέβαλε. καὶ πόλεις μὲν εἷλε συχνὰς καὶ χρημάτων ἀφθόνων ἐκυ‐ ρίευσεν, ἐπιδεικνύμενος τοῖς φίλοις ὅτι τὸ μὲν σπεισάμενον ἀδικεῖν τῶν θεῶν ἔστι καταφρονεῖν,
5ἐν δὲ τῷ παραλογίζεσθαι τοὺς πολεμίους οὐ μόνον τὸ δίκαιον, ἀλλὰ καὶ δόξα πολλὴ καὶ τὸ μεθ’ ἡδονῆς κερδαίνειν ἔνεστι. τοῖς δὲ ἱππεῦσιν ἐλαττωθεὶς καὶ τῶν ἱερῶν ἀλόβων φανέντων, ἀναχωρήσας εἰς Ἔφεσον ἱππικὸν συνῆγε, τοῖς
10εὐπόροις προειπών, εἰ μὴ βούλονται στρατεύεσθαι, παρασχεῖν ἕκαστον ἵππον ἀνθ’ ἑαυτοῦ καὶ ἄνδρα.
Ages
.

9

.

4

πολλοὶ δ’ ἦσαν οὗτοι, καὶ συνέβαινε τῷ Ἀγησι‐ λάῳ ταχὺ πολλοὺς καὶ πολεμικοὺς ἔχειν ἱππεῖς ἀντὶ δειλῶν ὁπλιτῶν. ἐμισθοῦντο γὰρ οἱ μὴ
βουλόμενοι στρατεύεσθαι τοὺς βουλομένους στρα‐22
5τεύεσθαι, οἱ δὲ μὴ βουλόμενοι ἱππεύειν τοὺς βουλομένους ἱππεύειν. καὶ γὰρ τὸν Ἀγαμέμνονα ποιῆσαι καλῶς ὅτι θήλειαν ἵππον ἀγαθὴν λαβὼν κακὸν ἄνδρα καὶ πλούσιον ἀπήλλαξε τῆς στρα‐
Ages
.

9

.

5

τείας. ἐπεὶ δὲ κελεύσαντος αὐτοῦ τοὺς αἰχμαλώ‐ τους ἀποδύοντες ἐπίπρασκον οἱ λαφυροπῶλαι, καὶ τῆς μὲν ἐσθῆτος ἦσαν ὠνηταὶ πολλοί, τῶν δὲ σωμάτων λευκῶν καὶ ἁπαλῶν παντάπασι διὰ τὰς
5σκιατραφίας γυμνουμένων κατεγέλων ὡς ἀχρή‐ στων καὶ μηδενὸς ἀξίων, ἐπιστὰς ὁ Ἀγησίλαος, “Οὗτοι μέν,” εἶπεν, “οἷς μάχεσθε, ταῦτα δὲ ὑπὲρ ὧν μάχεσθε.”
Ages
.

10

.

1

Καιροῦ δὲ ὄντος αὖθις ἐμβαλεῖν εἰς τὴν πολεμίαν προεῖπεν εἰς Λυδίαν ἀπάξειν, οὐκέτι ψευδόμενος ἐνταῦθα τὸν Τισαφέρνην· ἀλλ’ ἐκεῖνος ἑαυτὸν ἐξηπάτησε, διὰ τὴν ἔμπροσθεν ἀπάτην
5ἀπιστῶν τῷ Ἀγησιλάῳ, καὶ νῦν γοῦν αὐτὸν ἅψεσθαι τῆς Καρίας νομίζων οὔσης δυσίππου
Ages
.

10

.

2

πολὺ τῷ ἱππικῷ λειπόμενον. ἐπεὶ δέ, ὡς προεῖ‐ πεν, ὁ Ἀγησίλαος ἧκεν εἰς τὸ περὶ Σάρδεις πεδίον, ἠναγκάζετο κατὰ σπουδὴν ἐκεῖθεν αὖ βοηθεῖν ὁ Τισαφέρνης· καὶ τῇ ἵππῳ διεξελαύνων διέφθειρε
5πολλοὺς τῶν ἀτάκτως τὸ πεδίον πορθούντων. ἐννοήσας οὖν ὁ Ἀγησίλαος ὅτι τοῖς πολεμίοις οὔπω πάρεστι τὸ πεζόν, αὐτῷ δὲ τῆς δυνάμεως
Ages
.

10

.

3

οὐδὲν ἄπεστιν, ἔσπευσε διαγωνίσασθαι. καὶ τοῖς μὲν ἱππεῦσιν ἀναμίξας τὸ πελταστικόν, ἐλαύνειν ἐκέλευσεν ὡς τάχιστα καὶ προσβάλλειν τοῖς ἐναντίοις, αὐτὸς δὲ εὐθὺς τοὺς ὁπλίτας ἐπῆγε.
5γενομένης δὲ τροπῆς τῶν βαρβάρων ἐπακολουθή‐ σαντες οἱ Ἕλληνες ἔλαβον τὸ στρατόπεδον καὶ πολλοὺς ἀνεῖλον. ἐκ ταύτης τῆς μάχης οὐ μόνον ὑπῆρξεν αὐτοῖς ἄγειν καὶ φέρειν ἀδεῶς τὴν βασι‐ λέως χώραν, ἀλλὰ καὶ δίκην ἐπιδεῖν Τισαφέρνην24
10διδόντα, μοχθηρὸν ἄνδρα καὶ τῷ γένει τῶν Ἑλλή‐
Ages
.

10

.

4

νων ἀπεχθέστατον. ἔπεμψε γὰρ εὐθέως ὁ βασι‐ λεὺς Τιθραύστην ἐπ’ αὐτόν, ὃς ἐκείνου μὲν τὴν κεφαλὴν ἀπέτεμε, τὸν δὲ Ἀγησίλαον ἠξίου δια‐ λυσάμενον ἀποπλεῖν οἴκαδε, καὶ χρήματα διδοὺς
5αὐτῷ προσέπεμψεν. ὁ δὲ τῆς μὲν εἰρήνης ἔφη τὴν πόλιν εἶναι κυρίαν, αὐτὸς δὲ πλουτίζων τοὺς στρατιώτας ἥδεσθαι μᾶλλον ἢ πλουτῶν αὐτός· καὶ ἄλλως γε μέντοι νομίζειν Ἕλληνας καλὸν οὐ δῶρα λαμβάνειν, ἀλλὰ λάφυρα παρὰ τῶν πολε‐
Ages
.

10

.

5

μίων. ὅμως δὲ τῷ Τιθραύστῃ χαρίζεσθαι βουλό‐ μενος, ὅτι τὸν κοινὸν ἐχθρὸν Ἑλλήνων ἐτετι‐ μώρητο Τισαφέρνην, ἀπήγαγεν εἰς Φρυγίαν τὸ στράτευμα, λαβὼν ἐφόδιον παρ’ αὐτοῦ τριάκοντα
5τάλαντα. Καὶ καθ’ ὁδὸν ὢν σκυτάλην δέχεται παρὰ τῶν οἴκοι τελῶν κελεύουσαν αὐτὸν ἄρχειν ἅμα καὶ τοῦ ναυτικοῦ. τοῦτο μόνῳ πάντων ὑπῆρξεν Ἀγησιλάῳ. καὶ μέγιστος μὲν ἦν ὁμολογουμένως
10καὶ τῶν τότε ζώντων ἐπιφανέστατος, ὡς εἴρηκέ που καὶ Θεόπομπος, ἑαυτῷ γε μὴν ἐδίδου δι’ ἀρε‐
Ages
.

10

.

6

τὴν φρονεῖν μεῖζον ἢ διὰ τὴν ἡγεμονίαν. τότε δὲ τοῦ ναυτικοῦ καταστήσας ἄρχοντα Πείσανδρον ἁμαρτεῖν ἔδοξεν, ὅτι πρεσβυτέρων καὶ φρονιμω‐ τέρων παρόντων οὐ σκεψάμενος τὸ τῆς πατρίδος,
5ἀλλὰ τὴν οἰκειότητα τιμῶν καὶ τῇ γυναικὶ χαρι‐ ζόμενος, ἧς ἀδελφὸς ἦν ὁ Πείσανδρος, ἐκείνῳ
παρέδωκε τὴν ναυαρχίαν.26
Ages
.

11

.

1

Αὐτὸς δὲ τὸν στρατὸν καταστήσας εἰς τὴν ὑπὸ Φαρναβάζῳ τεταγμένην χώραν οὐ μόνον ἐν ἀφθόνοις διῆγε πᾶσιν, ἀλλὰ καὶ χρήματα συνῆγε πολλά· καὶ προελθὼν ἄχρι Παφλαγονίας προσ‐
5ηγάγετο τὸν βασιλέα τῶν Παφλαγόνων, Κότυν, ἐπιθυμήσαντα τῆς φιλίας αὐτοῦ δι’ ἀρετὴν καὶ
Ages
.

11

.

2

πίστιν. ὁ δὲ Σπιθριδάτης, ὡς ἀποστὰς τοῦ Φαρναβάζου τὸ πρῶτον ἦλθε πρὸς τὸν Ἀγησί‐ λαον, ἀεὶ συναπεδήμει καὶ συνεστράτευεν αὐτῷ, κάλλιστον υἱὸν μὲν ἔχων, Μεγαβάτην, οὗ παιδὸς
5ὄντος ἤρα σφοδρῶς Ἀγησίλαος, καλὴν δὲ καὶ θυγατέρα παρθένον ἐν ἡλικίᾳ γάμου. ταύτην
Ages
.

11

.

3

ἔπεισε γῆμαι τὸν Κότυν ὁ Ἀγησίλαος· καὶ λαβὼν παρ’ αὐτοῦ χιλίους ἱππεῖς καὶ δισχιλίους πελτα‐ στὰς αὖθις ἀνεχώρησεν εἰς Φρυγίαν, καὶ κακῶς ἐποίει τὴν Φαρναβάζου χώραν οὐχ ὑπομένοντος
5οὐδὲ πιστεύοντος τοῖς ἐρύμασιν, ἀλλὰ ἔχων ἀεὶ τὰ πλεῖστα σὺν ἑαυτῷ τῶν τιμίων καὶ ἀγαπητῶν ἐξεχώρει καὶ ὑπέφευγεν ἄλλοτε ἀλλαχόσε τῆς χώρας μεθιδρυόμενος, μέχρι οὗ παραφυλάξας αὐτὸν ὁ Σπιθριδάτης καὶ παραλαβὼν Ἡριππίδαν
10τὸν Σπαρτιάτην ἔλαβε τὸ στρατόπεδον καὶ τῶν
Ages
.

11

.

4

χρημάτων ἁπάντων ἐκράτησεν. ἔνθα δὴ πικρὸς ὢν ὁ Ἡριππίδας ἐξεταστὴς τῶν κλαπέντων, καὶ τοὺς βαρβάρους ἀναγκάζων ἀποτίθεσθαι, καὶ πάντα ἐφορῶν καὶ διερευνώμενος, παρώξυνε τὸν
5Σπιθριδάτην, ὥστε ἀπελθεῖν εὐθὺς εἰς Σάρδεις μετὰ τῶν Παφλαγόνων.
Τοῦτο λέγεται τῷ Ἀγησιλάῳ γενέσθαι πάντων ἀνιαρότατον. ἤχθετο μὲν γὰρ ἄνδρα γενναῖον ἀποβεβληκὼς τὸν Σπιθριδάτην καὶ σὺν αὐτῷ28
10δύναμιν οὐκ ὀλίγην, ᾐσχύνετο δὲ τῇ διαβολῇ τῆς μικρολογίας καὶ ἀνελευθερίας, ἧς οὐ μόνον αὑτόν, ἀλλὰ καὶ τὴν πατρίδα καθαρεύουσαν ἀεὶ παρέ‐
Ages
.

11

.

5

χειν ἐφιλοτιμεῖτο. χωρὶς δὲ τῶν ἐμφανῶν τού‐ των ἔκνιζεν αὐτὸν οὐ μετρίως ὁ τοῦ παιδὸς ἔρως ἐνεσταγμένος, εἰ καὶ πάνυ παρόντος αὐτοῦ τῷ φιλονείκῳ χρώμενος ἐπειρᾶτο νεανικῶς ἀπο‐
5μάχεσθαι πρὸς τὴν ἐπιθυμίαν. καί ποτε τοῦ Μεγαβάτου προσιόντος ὡς ἀσπασομένου καὶ
Ages
.

11

.

6

φιλήσοντος ἐξέκλινεν. ἐπεὶ δὲ ἐκεῖνος αἰσχυν‐ θεὶς ἐπαύσατο καὶ τὸ λοιπὸν ἄπωθεν ἤδη προση‐ γόρευεν, ἀχθόμενος αὖ πάλιν καὶ μεταμελόμενος τῇ φυγῇ τοῦ φιλήματος, ὁ Ἀγησίλαος προσε‐
5ποιεῖτο θαυμάζειν ὅ τι δὴ παθὼν αὐτὸν ὁ Μεγα‐ βάτης ἀπὸ στόματος οὐ φιλοφρονοῖτο. “Σὺ γὰρ αἴτιος,” οἱ συνήθεις ἔφασαν, “οὐχ ὑποστάς, ἀλλὰ τρέσας τὸ φίλημα τοῦ καλοῦ καὶ φοβηθείς· ἐπεὶ καὶ νῦν ἂν ἔλθοι σοι πεισθεὶς ἐκεῖνος ἐντὸς
10φιλήματος· ἀλλ’ ὅπως αὖθις οὐκ ἀποδειλιάσεις.”
Ages
.

11

.

7

χρόνον οὖν τινα πρὸς ἑαυτῷ γενόμενος ὁ Ἀγη‐ σίλαος καὶ διασιωπήσας, “Οὐδέν,” ἔφη, “δεινὸν πείθειν ὑμᾶς ἐκεῖνον· ἐγὼ γάρ μοι δοκῶ τήναν τὰν μάχαν τὰν περὶ τοῦ φιλάματος ἅδιον ἂν
5μάχεσθαι πάλιν ἢ πάντα ὅσα τεθέαμαι χρυσία μοι γενέσθαι.” τοιοῦτος μὲν ἦν τοῦ Μεγαβάτου παρόντος, ἀπελθόντος γε μὴν οὕτω περικαῶς ἔσχεν ὡς χαλεπὸν εἰπεῖν εἰ πάλιν αὖ μεταβαλο‐
μένου καὶ φανέντος ἐνεκαρτέρησε μὴ φιληθῆναι.30
Ages
.

12

.

1

Μετὰ ταῦτα Φαρνάβαζος εἰς λόγους αὐτῷ συνελθεῖν ἠθέλησε, καὶ συνῆγεν ἀμφοτέρους ὢν ξένος ὁ Κυζικηνὸς Ἀπολλοφάνης. πρότερος δὲ μετὰ τῶν φίλων ὁ Ἀγησίλαος ἐλθὼν εἰς τὸ
5χωρίον, ὑπὸ σκιᾷ τινι πόας οὔσης βαθείας κατα‐ βαλὼν ἑαυτόν, ἐνταῦθα περιέμενε τὸν Φαρνά‐
Ages
.

12

.

2

βαζον. ὁ δὲ ὡς ἐπῆλθεν, ὑποβεβλημένων αὐτῷ κωδίων τε μαλακῶν καὶ ποικίλων δαπίδων, αἰδε‐ σθεὶς τὸν Ἀγησίλαον οὕτω κατακείμενον κατε‐ κλίνη καὶ αὐτός, ὡς ἔτυχεν, ἐπὶ τῆς πόας χαμᾶζε,
5καίπερ ἐσθῆτα θαυμαστὴν λεπτότητι καὶ βαφαῖς ἐνδεδυκώς. ἀσπασάμενοι δὲ ἀλλήλους ὁ μὲν Φαρνάβαζος οὐκ ἠπόρει λόγων δικαίων, ἅτε δὴ πολλὰ καὶ μεγάλα Λακεδαιμονίοις χρήσιμος γεγονὼς ἐν τῷ πρὸς Ἀθηναίους πολέμῳ, νῦν δὲ
Ages
.

12

.

3

πορθούμενος ὑπ’ αὐτῶν· ὁ δὲ Ἀγησίλαος, ὁρῶν τοὺς σὺν αὐτῷ Σπαρτιάτας ὑπ’ αἰσχύνης κύπτον‐ τας εἰς τὴν γῆν καὶ διαποροῦντας (ἀδικούμενον γὰρ ἑώρων τὸν Φαρνάβαζον), “Ἡμεῖς,” εἶπεν,
5“ὦ Φαρνάβαζε, καὶ φίλοι ὄντες πρότερον βασι‐ λέως ἐχρώμεθα τοῖς ἐκείνου πράγμασι φιλικῶς καὶ νῦν πολέμιοι γεγονότες πολεμικῶς. ἓν οὖν καὶ σὲ τῶν βασιλέως κτημάτων ὁρῶντες εἶναι βουλόμενον, εἰκότως διὰ σοῦ βλάπτομεν ἐκεῖνον.
Ages
.

12

.

4

ἀφ’ ἧς δ’ ἂν ἡμέρας σεαυτὸν ἀξιώσῃς Ἑλλήνων φίλον καὶ σύμμαχον μᾶλλον ἢ δοῦλον λέγεσθαι βασιλέως, ταύτην νόμιζε τὴν φάλαγγα καὶ τὰ ὅπλα καὶ τὰς ναῦς καὶ πάντας ἡμᾶς τῶν σῶν
5κτημάτων φύλακας εἶναι καὶ τῆς ἐλευθερίας, ἧς ἄνευ καλὸν ἀνθρώποις οὐδὲν οὐδὲ ζηλωτόν ἐστιν.”
Ages
.

12

.

5

ἐκ τούτου λέγει πρὸς αὐτὸν ὁ Φαρνάβαζος ἣν εἶχε διάνοιαν. “Ἐγὼ γάρ,” εἶπεν, “ἐὰν μὲν
ἄλλον ἐκπέμψῃ βασιλεὺς στρατηγόν, ἔσομαι μεθ’ ὑμῶν, ἐὰν δ’ ἐμοὶ παραδῷ τὴν ἡγεμονίαν,32
5οὐδὲν ἐλλείψω προθυμίας ἀμυνόμενος ὑμᾶς καὶ κακῶς ποιῶν ὑπὲρ ἐκείνου.” ταῦτα δ’ ἀκούσας ὁ Ἀγησίλαος ἥσθη, καὶ τῆς δεξιᾶς αὐτοῦ λαβό‐ μενος καὶ συνεξαναστάς, “Εἴθε,” εἶπεν, “ὦ Φαρνάβαζε, τοιοῦτος ὢν φίλος ἡμῖν γένοιο μᾶλλον
10ἢ πολέμιος.”
Ages
.

13

.

1

Ἀπιόντος δὲ τοῦ Φαρναβάζου μετὰ τῶν φίλων, ὁ υἱὸς ὑπολειφθεὶς προσέδραμε τῷ Ἀγησιλάῳ καὶ μειδιῶν εἶπεν· “Ἐγώ σε ξένον, ὦ Ἀγησίλαε, ποιοῦμαι·” καὶ παλτὸν ἔχων ἐν
5τῇ χειρὶ δίδωσιν αὐτῷ. δεξάμενος οὖν ὁ Ἀγησί‐ λαος καὶ ἡσθεὶς τῇ τε ὄψει καὶ τῇ φιλοφροσύνῃ τοῦ παιδός, ἐπεσκόπει τοὺς παρόντας, εἴ τις ἔχοι τι τοιοῦτον οἷον ἀντιδοῦναι καλῷ καὶ γενναίῳ
Ages
.

13

.

2

δῶρον. ἰδὼν δὲ ἵππον Ἰδαίου τοῦ γραφέως κεκοσμημένον φαλάροις, ταχὺ ταῦτα περισπάσας τῷ μειρακίῳ δίδωσι. καὶ τὸ λοιπὸν οὐκ ἐπαύετο μεμνημένος, ἀλλὰ καὶ χρόνῳ περιϊόντι τὸν οἶκον
5ἀποστερηθέντος αὐτοῦ καὶ φυγόντος ὑπὸ τῶν ἀδελφῶν εἰς Πελοπόννησον, ἰσχυρῶς ἐπεμελεῖτο.
Ages
.

13

.

3

καί τι καὶ τῶν ἐρωτικῶν αὐτῷ συνέπραξεν. ἠρά‐ σθη γὰρ ἀθλητοῦ παιδὸς ἐξ Ἀθηνῶν· ἐπεὶ δὲ μέγας ὢν καὶ σκληρὸς Ὀλυμπίασιν ἐκινδύνευσεν ἐκκριθῆναι, καταφεύγει πρὸς τὸν Ἀγησίλαον
5ὁ Πέρσης δεόμενος ὑπὲρ τοῦ παιδός· ὁ δὲ καὶ τοῦτο βουλόμενος αὐτῷ χαρίζεσθαι, μάλα μόλις διεπράξατο σὺν πολλῇ πραγματείᾳ.
Τἆλλα μὲν γὰρ ἦν ἀκριβὴς καὶ νόμιμος, ἐν δὲ τοῖς φιλικοῖς πρόφασιν ἐνόμιζεν εἶναι τὸ λίαν34
Ages
.

13

.

4

δίκαιον. φέρεται γοῦν ἐπιστόλιον αὐτοῦ πρὸς Ἱδριέα τὸν Κᾶρα τοιοῦτο· “Νικίας εἰ μὲν μὴ ἀδικεῖ, ἄφες· εἰ δὲ ἀδικεῖ, ἡμῖν ἄφες· πάντως δὲ ἄφες.” ἐν μὲν οὖν τοῖς πλείστοις τοιοῦτος
5ὑπὲρ τῶν φίλων ὁ Ἀγησίλαος· ἔστι δὲ ὅπου πρὸς τὸ συμφέρον ἐχρῆτο τῷ καιρῷ μᾶλλον, ὡς ἐδήλωσεν, ἀναζυγῆς αὐτῷ θορυβωδεστέρας γενο‐ μένης, ἀσθενοῦντα καταλιπὼν τὸν ἐρώμενον. ἐκεί‐ νου γὰρ δεομένου καὶ καλοῦντος αὐτὸν ἀπιόντα,
10μεταστραφεὶς εἶπεν ὡς χαλεπὸν ἐλεεῖν ἅμα καὶ φρονεῖν. τουτὶ μὲν Ἱερώνυμος ὁ φιλόσοφος ἱστό‐ ρηκεν.
Ages
.

14

.

1

Ἤδη δὲ περιϊόντος ἐνιαυτοῦ δευτέρου τῇ στρατηγίᾳ πολὺς ἄνω λόγος ἐχώρει τοῦ Ἀγη‐ σιλάου, καὶ δόξα θαυμαστὴ κατεῖχε τῆς τε σωφροσύνης αὐτοῦ καὶ εὐτελείας καὶ μετριότητος.
5ἐσκήνου μὲν γὰρ ἀποδημῶν καθ’ αὑτὸν ἐν τοῖς ἁγιωτάτοις ἱεροῖς, ἃ μὴ πολλοὶ καθορῶσιν ἄνθρω‐ ποι πράττοντας ἡμᾶς, τούτων τοὺς θεοὺς ποιού‐ μενος ἐπόπτας καὶ μάρτυρας· ἐν δὲ χιλιάσι στρατιωτῶν τοσαύταις οὐ ῥᾳδίως ἄν τις εἶδε
Ages
.

14

.

2

φαυλοτέραν στιβάδα τῆς Ἀγησιλάου. πρός τε θάλπος οὕτω καὶ ψῦχος εἶχεν ὥσπερ μόνος ἀεὶ χρῆσθαι ταῖς ὑπὸ τοῦ θεοῦ κεκραμέναις ὥραις πεφυκώς. ἥδιστον δὲ θέαμα τοῖς κατοικοῦσι τὴν
5Ἀσίαν Ἕλλησιν ἦσαν οἱ πάλαι βαρεῖς καὶ ἀφό‐ ρητοι καὶ διαρρέοντες ὑπὸ πλούτου καὶ τρυφῆς
ὕπαρχοι καὶ στρατηγοὶ δεδιότες καὶ θεραπεύοντες ἄνθρωπον ἐν τρίβωνι περιϊόντα λιτῷ, καὶ πρὸς ἓν ῥῆμα βραχὺ καὶ Λακωνικὸν ἁρμόζοντες ἑαυτοὺς36
10καὶ μετασχηματίζοντες, ὥστε πολλοῖς ἐπῄει τὰ τοῦ Τιμοθέου λέγειν,
11 Ἄρης τύραννος· χρυσὸν δὲ Ἕλλας οὐ δέδοικε.
12
Ages
.

15

.

1

Κινουμένης δὲ τῆς Ἀσίας καὶ πολλα‐ χοῦ πρὸς ἀπόστασιν ὑπεικούσης, ἁρμοσάμενος τὰς αὐτόθι πόλεις, καὶ ταῖς πολιτείαις δίχα φόνου καὶ φυγῆς ἀνθρώπων ἀποδοὺς τὸν προσή‐
5κοντα κόσμον, ἐγνώκει πρόσω χωρεῖν, καὶ τὸν πόλεμον διάρας ἀπὸ τῆς Ἑλληνικῆς θαλάττης, περὶ τοῦ σώματος βασιλεῖ καὶ τῆς ἐν Ἐκβα‐ τάνοις καὶ Σούσοις εὐδαιμονίας διαμάχεσθαι, καὶ περισπάσαι πρῶτον αὐτοῦ τὴν σχολήν, ὡς μὴ
10καθέζοιτο τοὺς πολέμους βραβεύων τοῖς Ἕλλησι
Ages
.

15

.

2

καὶ διαφθείρων τοὺς δημαγωγούς. ἐν τούτῳ δὲ ἀφικνεῖται πρὸς αὐτὸν Ἐπικυδίδας ὁ Σπαρτιά‐ της, ἀπαγγέλλων ὅτι πολὺς περιέστηκε τὴν Σπάρ‐ την πόλεμος Ἑλληνικός, καὶ καλοῦσιν ἐκεῖνον οἱ
5ἔφοροι καὶ κελεύουσι τοῖς οἴκοι βοηθεῖν.
5
Ὦ βάρβαρ’ ἐξευρόντες Ἕλληνες κακά·
6 τί γὰρ ἄν τις ἄλλο τὸν φθόνον ἐκεῖνον προσείποι καὶ τὴν τότε σύστασιν καὶ σύνταξιν ἐφ’ ἑαυτοὺς τῶν Ἑλλήνων; οἳ τῆς τύχης ἄνω φερομένης ἐπε‐
10λάβοντο, καὶ τὰ ὅπλα πρὸς τοὺς βαρβάρους βλέποντα καὶ τὸν πόλεμον ἤδη τῆς Ἑλλάδος
Ages
.

15

.

3

ἐξῳκισμένον αὖθις εἰς ἑαυτοὺς ἔτρεψαν. οὐ γὰρ ἔγωγε συμφέρομαι τῷ Κορινθίῳ Δημαράτῳ μεγά‐ λης ἡδονῆς ἀπολελεῖφθαι φήσαντι τοὺς μὴ θεα‐ σαμένους Ἕλληνας Ἀλέξανδρον ἐν τῷ Δαρείου
5θρόνῳ καθήμενον, ἀλλ’ εἰκότως ἂν οἶμαι δακρῦ‐ σαι, συννοήσαντας ὅτι ταῦτ’ Ἀλεξάνδρῳ καὶ Μακεδόσιν ἀπέλιπον οἳ τότε τοὺς τῶν Ἑλλήνων στρατηγοὺς περὶ Λεῦκτρα καὶ Κορώνειαν καὶ Κόρινθον καὶ Ἀρκαδίαν κατανήλωσαν.38
Ages
.

15

.

4

Ἀγησιλάῳ μέντοι οὐδὲν κρεῖσσον ἢ μεῖζόν ἐστι τῆς ἀναχωρήσεως ἐκείνης διαπεπραγμένον, οὐδὲ γέγονε παράδειγμα πειθαρχίας καὶ δικαιοσύνης ἕτερον κάλλιον. ὅπου γὰρ Ἀννίβας ἤδη κακῶς
5πράττων καὶ περιωθούμενος ἐκ τῆς Ἰταλίας μάλα μόλις ὑπήκουσε τοῖς ἐπὶ τὸν οἴκοι πόλεμον καλοῦσιν, Ἀλέξανδρος δὲ καὶ προσεπέσκωψε πυθόμενος τὴν πρὸς Ἆγιν Ἀντιπάτρου μάχην, εἰπών· “Ἔοικεν, ὦ ἄνδρες, ὅτε Δαρεῖον ἡμεῖς
10ἐνικῶμεν ἐνταῦθα, ἐκεῖ τις ἐν Ἀρκαδίᾳ γεγονέναι
Ages
.

15

.

5

μυομαχία·” πῶς οὐκ ἦν ἄξιον τὴν Σπάρτην μακα‐ ρίσαι τῆς Ἀγησιλάου τιμῆς πρὸς ταύτην καὶ πρὸς τοὺς νόμους τῆς εὐλαβείας; ὃς ἅμα τῷ τὴν σκυτάλην ἐλθεῖν εὐτυχίαν τοσαύτην καὶ
5δύναμιν παροῦσαν καὶ τηλικαύτας ἐλπίδας ὑφη‐ γουμένας ἀφεὶς καὶ προέμενος εὐθὺς ἀπέπλευσεν “ἀτελευτήτῳ ἐπὶ ἔργῳ,” πολὺν ἑαυτοῦ πόθον τοῖς συμμάχοις ἀπολιπών, καὶ μάλιστα δὴ τὸν Ἐρασιστράτου τοῦ Φαίακος ἐλέγξας λόγον, εἰπόν‐
10τος ὡς εἰσὶ δημοσίᾳ μὲν Λακεδαιμόνιοι βελτίονες,
Ages
.

15

.

6

ἰδίᾳ δὲ Ἀθηναῖοι. βασιλέα γὰρ ἑαυτὸν καὶ στρατηγὸν ἄριστον ἐπιδειξάμενος, ἔτι βελτίονα καὶ ἡδίονα τοῖς χρωμένοις ἰδίᾳ φίλον καὶ συνήθη
παρέσχε. τοῦ δὲ Περσικοῦ νομίσματος χάραγμα40
5τοξότην ἔχοντος, ἀναζευγνύων ἔφη μυρίοις τοξό‐ ταις ὑπὸ βασιλέως ἐξελαύνεσθαι τῆς Ἀσίας· τοσούτων γὰρ εἰς Ἀθήνας καὶ Θήβας κομισθέν‐ των καὶ διαδοθέντων τοῖς δημαγωγοῖς, ἐξεπολε‐ μώθησαν οἱ δῆμοι πρὸς τοὺς Σπαρτιάτας.
Ages
.

16

.

1

Ὡς δὲ διαβὰς τὸν Ἑλλήσποντον ἐβά‐ διζε διὰ τῆς Θρᾴκης, ἐδεήθη μὲν οὐδενὸς τῶν βαρβάρων, πέμπων δὲ πρὸς ἑκάστους ἐπυνθάνετο πότερον ὡς φιλίαν ἢ ὡς πολεμίαν διαπορεύηται
5τὴν χώραν. οἱ μὲν οὖν ἄλλοι πάντες φιλικῶς ἐδέχοντο καὶ παρέπεμπον, ὡς ἕκαστος δυνάμεως εἶχεν· οἱ δὲ καλούμενοι Τράλλεις, οἷς καὶ Ξέρξης ἔδωκεν, ὡς λέγεται, δῶρα, τῆς διόδου μισθὸν ᾔτουν τὸν Ἀγησίλαον ἑκατὸν ἀργυρίου τάλαντα
Ages
.

16

.

2

καὶ τοσαύτας γυναῖκας. ὁ δὲ κατειρωνευσάμενος αὐτοὺς καὶ φήσας· “Τί οὖν οὐκ εὐθὺς ἦλθον ληψόμενοι;” προῆγε, καὶ συμβαλὼν αὐτοῖς παρα‐ τεταγμένοις ἐτρέψατο καὶ διέφθειρε πολλούς. τὸ
5δ’ αὐτὸ καὶ τῷ βασιλεῖ τῶν Μακεδόνων ἐρώτημα προσέπεμψε· φήσαντος δὲ βουλεύσεσθαι, “Βου‐ λευέσθω τοίνυν ἐκεῖνος,” εἶπεν, “ἡμεῖς δὲ δὴ πορευόμεθα.” Θαυμάσας οὖν τὴν τόλμαν αὐτοῦ καὶ δείσας ὁ βασιλεὺς ἐκέλευσεν ὡς φίλον προά‐
Ages
.

16

.

3

γειν. τῶν δὲ Θετταλῶν τοῖς πολεμίοις συμμα‐ χούντων ἐπόρθει τὴν χώραν. εἰς δὲ Λάρισσαν ἔπεμψε Ξενοκλέα καὶ Σκύθην περὶ φιλίας· συλ‐ ληφθέντων δὲ τούτων καὶ παραφυλασσομένων
5οἱ μὲν ἄλλοι βαρέως φέροντες ᾤοντο δεῖν τὸν
Ἀγησίλαον περιστρατοπεδεύσαντα πολιορκεῖν τὴν Λάρισσαν, ὁ δὲ φήσας οὐκ ἂν ἐθελῆσαι Θεσ‐ σαλίαν ὅλην λαβεῖν ἀπολέσας τῶν ἀνδρῶν τὸν42
Ages
.

16

.

4

ἕτερον, ὑποσπόνδους αὐτοὺς ἀπέλαβε. καὶ τοῦτ’ ἴσως ἐπ’ Ἀγησιλάῳ θαυμαστὸν οὐκ ἦν, ὃς πυθό‐ μενος μάχην μεγάλην γεγονέναι περὶ Κόρινθον, καὶ ἄνδρας τῶν πάνυ ἐνδόξων ὡς ἔνι μάλιστα
5αἰφνίδιον ἀπολωλέναι, καὶ Σπαρτιατῶν μὲν ὀλίγους παντάπασι τεθνηκέναι, παμπόλλους δὲ τῶν πολεμίων, οὐκ ὤφθη περιχαρὴς οὐδὲ ἐπηρ‐ μένος, ἀλλὰ καὶ πάνυ βαρὺ στενάξας, “Φεῦ τῆς Ἑλλάδος,” ἔφη, “τοσούτους ἄνδρας ἀπολω‐
10λεκυίας ὑφ’ αὑτῆς, ὅσοι ζῶντες ἐδύναντο νικᾶν
Ages
.

16

.

5

ὁμοῦ σύμπαντας τοὺς βαρβάρους μαχόμενοι.” τῶν δὲ Φαρσαλίων προσκειμένων αὐτῷ καὶ κακούντων τὸ στράτευμα, πεντακοσίοις ἱππεῦσιν ἐμβαλεῖν κελεύσας σὺν αὑτῷ καὶ τρεψάμενος ἔστησε τρό‐
5παιον ὑπὸ τῷ Ναρθακίῳ. καὶ τὴν νίκην ὑπερη‐ γάπησεν ἐκείνην, ὅτι συστησάμενος ἱππικὸν αὐτὸς δι’ ἑαυτοῦ τούτῳ μόνῳ τοὺς μέγιστον ἐφ’ ἱππικῇ φρονοῦντας ἐκράτησεν.
Ages
.

17

.

1

Ἐνταῦθα Διφρίδας οἴκοθεν ἔφορος ὢν ἀπήντησεν αὐτῷ κελεύων εὐθὺς ἐμβαλεῖν εἰς τὴν Βοιωτίαν. ὁ δέ, καίπερ ἀπὸ μείζονος παρασκευῆς ὕστερον τοῦτο ποιῆσαι διανοούμενος, οὐδὲν ᾤετο
5δεῖν ἀπειθεῖν τοῖς ἄρχουσιν, ἀλλὰ τοῖς τε μεθ’ ἑαυτοῦ προεῖπεν ἐγγὺς εἶναι τὴν ἡμέραν ἐφ’ ἣν ἐξ Ἀσίας ἥκουσι, καὶ δύο μόρας μετεπέμψατο τῶν
Ages
.

17

.

2

περὶ Κόρινθον στρατευομένων. οἱ δὲ ἐν τῇ πόλει Λακεδαιμόνιοι τιμῶντες αὐτὸν ἐκήρυξαν τῶν
νέων ἀπογράφεσθαι τὸν βουλόμενον τῷ βασιλεῖ βοηθεῖν. ἀπογραψαμένων δὲ πάντων προθύμως,44
5οἱ ἄρχοντες πεντήκοντα τοὺς ἀκμαιοτάτους καὶ ῥωμαλεωτάτους ἐκλέξαντες ἀπέστειλαν. Ὁ δὲ Ἀγησίλαος εἴσω Πυλῶν παρελθὼν καὶ διοδεύσας τὴν Φωκίδα φίλην οὖσαν, ἐπεὶ τῆς Βοιωτίας πρῶτον ἐπέβη καὶ περὶ τὴν Χαιρώνειαν
10κατεστρατοπέδευσεν, ἅμα μὲν τὸν ἥλιον ἐκλεί‐ ποντα καὶ γινόμενον μηνοειδῆ κατεῖδεν, ἅμα δὲ ἤκουσε τεθνάναι Πείσανδρον ἡττημένον ναυμαχίᾳ περὶ Κνίδον ὑπὸ Φαρναβάζου καὶ Κόνωνος.
Ages
.

17

.

3

ἠχθέσθη μὲν οὖν, ὡς εἰκός, ἐπὶ τούτοις καὶ διὰ τὸν ἄνδρα καὶ διὰ τὴν πόλιν, ὅπως δὲ μὴ τοῖς στρατιώταις ἐπὶ μάχην βαδίζουσιν ἀθυμία καὶ φόβος ἐμπέσῃ, τἀναντία λέγειν ἐκέλευσε τοὺς
5ἀπὸ θαλάττης ἥκοντας, ὅτι νικῶσι τῇ ναυμαχίᾳ· καὶ προελθὼν αὐτὸς ἐστεφανωμένος ἔθυσεν εὐαγ‐ γέλια καὶ διέπεμπε μερίδας τοῖς φίλοις ἀπὸ τῶν τεθυμένων.
Ages
.

18

.

1

Ἐπεὶ δὲ προϊὼν καὶ γενόμενος ἐν Κορωνείᾳ κατεῖδε τοὺς πολεμίους καὶ κατώφθη, παρετάξατο δοὺς Ὀρχομενίοις τὸ εὐώνυμον κέρας, αὐτὸς δὲ τὸ δεξιὸν ἐπῆγεν. οἱ δὲ Θηβαῖοι τὸ μὲν
5δεξιὸν εἶχον αὐτοί, τὸ δὲ εὐώνυμον Ἀργεῖοι. λέγει δὲ τὴν μάχην ὁ Ξενοφῶν ἐκείνην οἵαν οὐκ ἄλλην τῶν πώποτε γενέσθαι· καὶ παρῆν αὐτὸς τῷ Ἀγησιλάῳ συναγωνιζόμενος, ἐξ Ἀσίας διαβε‐
Ages
.

18

.

2

βηκώς. ἡ μὲν οὖν πρώτη σύρραξις οὐκ ἔσχεν
ὠθισμὸν οὐδὲ ἀγῶνα πολύν, ἀλλὰ οἵ τε Θηβαῖοι ταχὺ τοὺς Ὀρχομενίους ἐτρέψαντο καὶ τοὺς Ἀργείους ὁ Ἀγησίλαος· ἐπεὶ δὲ ἀκούσαντες46
5ἀμφότεροι τὰ εὐώνυμα πιέζεσθαι καὶ φεύγειν ἀνέστρεψαν, ἐνταῦθα τῆς νίκης ἀκινδύνου παρ‐ ούσης, εἰ τῆς κατὰ στόμα μάχης ὑφέσθαι τοῖς Θηβαίοις ἠθέλησε καὶ παίειν ἑπόμενος παραλλά‐ ξαντας, ὑπὸ θυμοῦ καὶ φιλονεικίας ἐναντίος
10ἐχώρει τοῖς ἀνδράσιν, ὤσασθαι κατὰ κράτος
Ages
.

18

.

3

βουλόμενος. οἱ δὲ οὐχ ἧττον ἐρρωμένως ἐδέ‐ ξαντο, καὶ μάχη γίνεται δι’ ὅλου μὲν ἰσχυρὰ τοῦ στρατεύματος, ἰσχυροτάτη δὲ κατ’ ἐκεῖνον αὐτὸν ἐν τοῖς πεντήκοντα τεταγμένον, ὧν εἰς καιρὸν
5ἔοικεν ἡ φιλοτιμία τῷ βασιλεῖ γενέσθαι καὶ σωτήριος. ἀγωνιζόμενοι γὰρ ἐκθύμως καὶ προ‐ κινδυνεύοντες ἄτρωτον μὲν αὐτὸν οὐκ ἐδυνήθησαν φυλάξαι, πολλὰς δὲ διὰ τῶν ὅπλων δεξάμενον εἰς τὸ σῶμα πληγὰς δόρασι καὶ ξίφεσι μόλις ἀνήρ‐
10πασαν ζῶντα, καὶ συμφράξαντες πρὸ αὐτοῦ
Ages
.

18

.

4

πολλοὺς μὲν ἀνῄρουν, πολλοὶ δὲ ἔπιπτον. ὡς δὲ μέγα ἔργον ἦν ὤσασθαι προτροπάδην τοὺς Θηβαίους, ἠναγκάσθησαν ὅπερ ἐξ ἀρχῆς οὐκ ἐβούλοντο ποιῆσαι. διέστησαν γὰρ αὐτοῖς τὴν
5φάλαγγα καὶ διέσχον, εἶτα ἀτακτότερον ἤδη πορευομένους, ὡς διεξέπεσον, ἀκολουθοῦντες καὶ παραθέοντες ἐκ πλαγίων ἔπαιον. οὐ μὴν ἐτρέ‐ ψαντό γε, ἀλλ’ ἀπεχώρησαν οἱ Θηβαῖοι πρὸς τὸν Ἑλικῶνα, μέγα τῇ μάχῃ φρονοῦντες, ὡς ἀήττητοι
10καθ’ αὑτοὺς γεγονότες.48
Ages
.

19

.

1

Ἀγησίλαος δέ, καίπερ ὑπὸ τραυμάτων πολλῶν κακῶς τὸ σῶμα διακείμενος, οὐ πρότερον ἐπὶ σκηνὴν ἀπῆλθεν ἢ φοράδην ἐνεχθῆναι πρὸς τὴν φάλαγγα καὶ τοὺς νεκροὺς ἰδεῖν ἐντὸς τῶν
5ὅπλων συγκεκομισμένους. ὅσοι μέντοι τῶν πολε‐ μίων εἰς τὸ ἱερὸν κατέφυγον, πάντας ἐκέλευσεν
Ages
.

19

.

2

ἀφεθῆναι. πλησίον γὰρ ὁ νεώς ἐστιν ὁ τῆς Ἰτωνίας Ἀθηνᾶς, καὶ πρὸ αὐτοῦ τρόπαιον ἕστη‐ κεν, ὃ πάλαι Βοιωτοὶ Σπάρτωνος στρατηγοῦντος ἐνταῦθα νικήσαντες Ἀθηναίους καὶ Τολμίδην
5ἀποκτείναντες ἔστησαν. ἅμα δ’ ἡμέρᾳ βουλό‐ μενος ἐξελέγξαι τοὺς Θηβαίους ὁ Ἀγησίλαος, εἰ διαμαχοῦνται, στεφανοῦσθαι μὲν ἐκέλευσε τοὺς στρατιώτας, αὐλεῖν δὲ τοὺς αὐλητάς, ἱστάναι
Ages
.

19

.

3

δὲ καὶ κοσμεῖν τρόπαιον ὡς νενικηκότας. ὡς δὲ ἔπεμψαν οἱ πολέμιοι νεκρῶν ἀναίρεσιν αἰτοῦντες, ἐσπείσατο, καὶ τὴν νίκην οὕτως ἐκβεβαιωσάμενος εἰς Δελφοὺς ἀπεκομίσθη, Πυθίων ἀγομένων, καὶ
5τήν τε πομπὴν ἐπετέλει τῷ θεῷ καὶ τὴν δεκάτην ἀπέθυε τῶν ἐκ τῆς Ἀσίας λαφύρων ἑκατὸν ταλάντων γενομένην.
Ages
.

19

.

4

Ἐπεὶ δὲ ἀπενόστησεν οἴκαδε, προσφιλὴς μὲν ἦν εὐθὺς τοῖς πολίταις καὶ περίβλεπτος ἀπὸ τοῦ βίου καὶ τῆς διαίτης· οὐ γάρ, ὥσπερ οἱ πλεῖστοι τῶν στρατηγῶν, καινὸς ἐπανῆλθεν ἀπὸ τῆς ξένης
5καὶ κεκινημένος ὑπ’ ἀλλοτρίων ἐθῶν, καὶ δυσκο‐ λαίνων πρὸς τὰ οἴκοι καὶ ζυγομαχῶν, ἀλλὰ ὁμοίως τοῖς μηδεπώποτε τὸν Εὐρώταν διαβε‐
βηκόσι τὰ παρόντα τιμῶν καὶ στέργων οὐ δεῖπνον50
Ages
.

19

.

5

ἤλλαξεν, οὐ λουτρόν, οὐ θεραπείαν γυναικός, οὐχ ὅπλων κόσμον, οὐκ οἰκίας κατασκευήν, ἀλλὰ καὶ τὰς θύρας ἀφῆκεν οὕτως οὔσας σφόδρα παλαιάς, ὡς δοκεῖν εἶναι, ταύτας ἐκείνας ἃς ἐπέθηκεν
5Ἀριστόδημος. καὶ τὸ κάνναθρόν φησιν ὁ Ξενο‐ φῶν οὐδέν τι σεμνότερον εἶναι τῆς ἐκείνου θυγα‐ τρὸς ἢ τῶν ἄλλων. κάνναθρα δὲ καλοῦσιν εἴδωλα γρυπῶν ξύλινα καὶ τραγελάφων ἐν οἷς κομίζουσι
Ages
.

19

.

6

τὰς παῖδας ἐν ταῖς πομπαῖς. ὁ μὲν οὖν Ξενοφῶν ὄνομα τῆς Ἀγησιλάου θυγατρὸς οὐ γέγραφε, καὶ ὁ Δικαίαρχος ἐπηγανάκτησεν ὡς μήτε τὴν Ἀγησι‐ λάου θυγατέρα μήτε τὴν Ἐπαμινώνδου μητέρα
5γινωσκόντων ἡμῶν· ἡμεῖς δὲ εὕρομεν ἐν ταῖς Λακωνικαῖς ἀναγραφαῖς ὀνομαζομένην γυναῖκα μὲν Ἀγησιλάου Κλεόραν, θυγατέρας δὲ Εὐπωλίαν καὶ Πρόαυγαν. ἔστι δὲ καὶ λόγχην ἰδεῖν αὐτοῦ κειμένην ἄχρι νῦν ἐν Λακεδαίμονι, μηδὲν τῶν
10ἄλλων διαφέρουσαν.
Ages
.

20

.

1

Οὐ μὴν ἀλλὰ ὁρῶν ἐνίους τῶν πολιτῶν ἀπὸ ἱπποτροφίας δοκοῦντας εἶναί τινας καὶ μέγα φρονοῦντας, ἔπεισε τὴν ἀδελφὴν Κυνίσκαν ἅρμα καθεῖσαν Ὀλυμπίασιν ἀγωνίσασθαι, βουλόμενος
5ἐνδείξασθαι τοῖς Ἕλλησιν ὡς οὐδεμιᾶς ἐστιν ἀρετῆς, ἀλλὰ πλούτου καὶ δαπάνης ἡ νίκη.
Ages
.

20

.

2

Ξενοφῶντα δὲ τὸν σοφὸν ἔχων μεθ’ ἑαυτοῦ σπουδαζόμενον ἐκέλευε τοὺς παῖδας ἐν Λακε‐ δαίμονι τρέφειν μεταπεμψάμενον, ὡς μαθησο‐ μένους τῶν μαθημάτων τὸ κάλλιστον, ἄρχεσθαι
5καὶ ἄρχειν. τοῦ δὲ Λυσάνδρου τετελευτηκότος
εὑρὼν ἑταιρείαν πολλὴν συνεστῶσαν, ἣν ἐκεῖνος εὐθὺς ἐπανελθὼν ἀπὸ τῆς Ἀσίας συνέστησεν ἐπὶ τὸν Ἀγησίλαον, ὥρμησεν αὐτὸν ἐξελέγχειν οἷος52
Ages
.

20

.

3

ἦν ζῶν πολίτης· καὶ λόγον ἀναγνοὺς ἐν βιβλίῳ ἀπολελειμμένον, ὃν ἔγραψε μὲν Κλέων ὁ Ἁλι‐ καρνασσεύς, ἔμελλε δὲ λέγειν ἀναλαβὼν ὁ Λύσαν‐ δρος ἐν τῷ δήμῳ περὶ πραγμάτων καινῶν καὶ
5μεταστάσεως τοῦ πολιτεύματος, ἠθέλησεν εἰς μέσον ἐξενεγκεῖν. ἐπεὶ δέ τις τῶν γερόντων τὸν λόγον ἀναγνοὺς καὶ φοβηθεὶς τὴν δεινότητα συνε‐ βούλευσε μὴ τὸν Λύσανδρον ἀνορύττειν, ἀλλὰ τὸν λόγον μᾶλλον αὐτῷ συγκατορύττειν, ἐπείσθη
Ages
.

20

.

4

καὶ καθησύχαζε. τοὺς δὲ ὑπεναντιουμένους αὐτῷ φανερῶς μὲν οὐκ ἔβλαπτε, διαπραττόμενος δὲ πέμπεσθαί τινας ἀεὶ στρατηγοὺς καὶ ἄρχοντας ἐξ αὐτῶν, ἐπεδείκνυε γενομένους ἐν ταῖς ἐξουσίαις
5πονηροὺς καὶ πλεονέκτας, εἶτα κρινομένοις πάλιν αὖ βοηθῶν καὶ συναγωνιζόμενος, οἰκείους ἐκ διαφόρων ἐποιεῖτο καὶ μεθίστη πρὸς αὑτόν, ὥστε μηθένα ἀντίπαλον εἶναι.
Ages
.

20

.

5

Ὁ γὰρ ἕτερος βασιλεὺς Ἀγησίπολις, ἅτε δὴ πατρὸς μὲν ὢν φυγάδος, ἡλικίᾳ δὲ παντάπασι μειράκιον, φύσει δὲ πρᾷος καὶ κόσμιος, οὐ πολλὰ τῶν πολιτικῶν ἔπραττεν. οὐ μὴν ἀλλὰ καὶ
5τοῦτον ἐποιεῖτο χειροήθη. συσσιτοῦσι γὰρ οἱ βασιλεῖς εἰς τὸ αὐτὸ φοιτῶντες φιδίτιον, ὅταν
Ages
.

20

.

6

ἐπιδημῶσιν. εἰδὼς οὖν ἔνοχον ὄντα τοῖς ἐρω‐
τικοῖς τὸν Ἀγησίπολιν, ὥσπερ ἦν αὐτός, ἀεί τινος ὑπῆρχε λόγου περὶ τῶν ἐν ὥρᾳ· καὶ προῆγε τὸν νεανίσκον εἰς ταὐτὸ καὶ συνήρα καὶ συνέπραττε,54
5τῶν Λακωνικῶν ἐρώτων οὐδὲν αἰσχρόν, αἰδῶ δὲ πολλὴν καὶ φιλοτιμίαν καὶ ζῆλον ἀρετῆς ἐχόν‐ των, ὡς ἐν τοῖς περὶ Λυκούργου γέγραπται.
Ages
.

21

.

1

Μέγιστον οὖν δυνάμενος ἐν τῇ πόλει δια‐ πράττεται Τελευτίαν τὸν ὁμομήτριον ἀδελφὸν ἐπὶ τοῦ ναυτικοῦ γενέσθαι. καὶ στρατευσάμενος εἰς Κόρινθον αὐτὸς μὲν ᾕρει κατὰ γῆν τὰ μακρὰ
5τείχη, ταῖς δὲ ναυσὶν ὁ Τελευτίας ..... Ἀρ‐ γείων δὲ τὴν Κόρινθον ἐχόντων τότε καὶ τὰ Ἴσθμια συντελούντων, ἐπιφανεὶς ἐκείνους μὲν ἐξήλασεν ἄρτι τῷ θεῷ τεθυκότας, τὴν παρα‐
Ages
.

21

.

2

σκευὴν ἅπασαν ἀπολιπόντας· ἐπεὶ δὲ τῶν Κοριν‐ θίων ὅσοι φυγάδες ἔτυχον παρόντες ἐδεήθησαν αὐτοῦ τὸν ἀγῶνα διαθεῖναι, τοῦτο μὲν οὐκ ἐποίη‐ σεν, αὐτῶν δὲ ἐκείνων διατιθέντων καὶ συντελούν‐
5των παρέμεινε καὶ παρέσχεν ἀσφάλειαν. ὕστερον δὲ ἀπελθόντος αὐτοῦ πάλιν ὑπ’ Ἀργείων ἤχθη τὰ Ἴσθμια, καί τινες μὲν ἐνίκησαν πάλιν, εἰσὶ δὲ οἳ νενικηκότες πρότερον, ἡττημένοι δὲ ὕστερον,
Ages
.

21

.

3

ἀνεγράφησαν. ἐπὶ τούτῳ δὲ πολλὴν ἀπέφηνε δειλίαν κατηγορεῖν ἑαυτῶν τοὺς Ἀργείους ὁ
Ἀγησίλαος, εἰ σεμνὸν οὕτω καὶ μέγα τὴν ἀγωνοθεσίαν ἡγούμενοι μάχεσθαι περὶ αὐτῆς56
5οὐκ ἐτόλμησαν. αὐτὸς δὲ πρὸς ταῦτα πάντα μετρίως ᾤετο δεῖν ἔχειν, καὶ τοὺς μὲν οἴκοι χοροὺς καὶ ἀγῶνας ἐπεκόσμει καὶ συμπαρῆν ἀεὶ φι‐ λοτιμίας καὶ σπουδῆς μεστὸς ὢν καὶ οὔτε παίδων οὔτε παρθένων ἁμίλλης ἀπολειπόμενος, ἃ δὲ τοὺς
10ἄλλους ἑώρα θαυμάζοντας ἐδόκει μηδὲ γινώσκειν.
Ages
.

21

.

4

καί ποτε Καλλιππίδης ὁ τῶν τραγῳδιῶν ὑπο‐ κριτής, ὄνομα καὶ δόξαν ἔχων ἐν τοῖς Ἕλλησι καὶ σπουδαζόμενος ὑπὸ πάντων, πρῶτον μὲν ἀπήντησεν αὐτῷ καὶ προσεῖπεν, ἔπειτα σοβαρῶς
5εἰς τοὺς συμπεριπατοῦντας ἐμβαλὼν ἑαυτὸν ἐπεδείκνυτο νομίζων ἐκεῖνον ἄρξειν τινὸς φιλο‐ φροσύνης, τέλος δὲ εἶπεν· “Οὐκ ἐπιγινώσκεις με, ὦ βασιλεῦ;” κἀκεῖνος ἀποβλέψας πρὸς αὐτὸν εἶπεν· “Ἀλλὰ οὐ σύγε ἐσσὶ Καλλιππίδας ὁ
10δεικηλίκτας;” οὕτω δὲ Λακεδαιμόνιοι τοὺς μίμους
Ages
.

21

.

5

καλοῦσι. παρακαλούμενος δὲ πάλιν ἀκοῦσαι τοῦ τὴν ἀηδόνα μιμουμένου, παρῃτήσατο φήσας, “Αὐτᾶς ἄκουκα.” τοῦ δὲ ἰατροῦ Μενεκράτους, ἐπεὶ κατατυχὼν ἔν τισιν ἀπεγνωσμέναις θεραπεί‐
5αις Ζεὺς ἐπεκλήθη, φορτικῶς ταύτῃ χρωμένου τῇ προσωνυμίᾳ καὶ δὴ καὶ πρὸς ἐκεῖνον ἐπιστεῖλαι τολμήσαντος οὕτως· “Μενεκράτης Ζεὺς βασιλεῖ Ἀγησιλάῳ χαίρειν,” ἀντέγραψε· “Βασιλεὺς Ἀγησίλαος Μενεκράτει ὑγιαίνειν.”
Ages
.

22

.

1

Διατρίβοντος δὲ περὶ τὴν Κορινθίων αὐτοῦ καὶ τὸ Ἡραῖον εἰληφότος καὶ τὰ αἰχμά‐ λωτα τοὺς στρατιώτας ἄγοντας καὶ φέροντας
ἐπιβλέποντος, ἀφίκοντο πρέσβεις ἐκ Θηβῶν περὶ58
5φιλίας. ὁ δὲ μισῶν μὲν ἀεὶ τὴν πόλιν, οἰόμενος δὲ τότε καὶ συμφέρειν ἐνυβρίσαι, προσεποιεῖτο μήτε ὁρᾶν αὐτοὺς μήτε ἀκούειν ἐντυγχανόντων.
Ages
.

22

.

2

ἔπαθε δὲ πρᾶγμα νεμεσητόν· οὔπω γὰρ ἀπηλλαγ‐ μένων τῶν Θηβαίων ἧκόν τινες ἀπαγγέλλοντες αὐτῷ τὴν μόραν ὑπὸ Ἰφικράτους κατακεκόφθαι. καὶ πάθος τοῦτο μέγα διὰ πολλοῦ χρόνου συνέ‐
5πεσεν αὐτοῖς· πολλοὺς γὰρ ἄνδρας ἀγαθοὺς ἀπέ‐ βαλον κρατηθέντας ὑπό τε πελταστῶν ὁπλίτας καὶ μισθοφόρων Λακεδαιμονίους.
Ages
.

22

.

3

Ἀνεπήδησε μὲν οὖν εὐθὺς ὁ Ἀγησίλαος ὡς βοηθήσων· ἐπεὶ δὲ ἔγνω διαπεπραγμένους, αὖθις εἰς τὸ Ἡραῖον ἧκε, καὶ τοὺς Βοιωτοὺς τότε προσ‐ ελθεῖν κελεύσας, ἐχρημάτιζεν. ὡς δὲ ἀνθυβρί‐
5ζοντες ἐκεῖνοι τῆς μὲν εἰρήνης οὐκ ἐμέμνηντο, παρεθῆναι δὲ ἠξίουν εἰς Κόρινθον, ὀργισθεὶς ὁ Ἀγησίλαος εἶπεν· “Εἴγε βούλεσθε τοὺς φίλους ὑμῶν ἰδεῖν μέγα φρονοῦντας ἐφ’ οἷς εὐτυχοῦσιν,
Ages
.

22

.

4

αὔριον ἀσφαλῶς ὑμῖν τοῦτο ὑπάρξει.” καὶ παρα‐ λαβὼν αὐτοὺς τῇ ὑστεραίᾳ τήν τε χώραν τῶν Κορινθίων ἔκοπτε καὶ πρὸς τὴν πόλιν αὐτὴν προσῆλθεν. οὕτω δὲ τοὺς Κορινθίους ἐξελέγξας
5ἀμύνεσθαι μὴ τολμῶντας, ἀφῆκε τὴν πρεσβείαν. αὐτὸς δὲ τοὺς περιλελειμμένους ἄνδρας ἐκ τῆς μόρας ἀναλαβὼν ἀπῆγεν εἰς Λακεδαίμονα, πρὸ ἡμέρας ποιούμενος τὰς ἀναζεύξεις καὶ πάλιν σκοταίους τὰς καταλύσεις, ὅπως οἱ μισοῦντες καὶ
10βασκαίνοντες τῶν Ἀρκάδων μὴ ἐπιχαίρωσιν.60
Ages
.

22

.

5

Ἐκ τούτου χαριζόμενος τοῖς Ἀχαιοῖς διέβαινεν εἰς Ἀκαρνανίαν στρατιᾷ μετ’ αὐτῶν, καὶ πολλὴν μὲν ἠλάσατο λείαν, μάχῃ δὲ τοὺς Ἀκαρνᾶνας ἐνίκησε. δεομένων δὲ τῶν Ἀχαιῶν ὅπως τὸν
5χειμῶνα παραμείνας ἀφέληται τὸν σπόρον τῶν πολεμίων, τοὐναντίον ἔφη ποιήσειν· μᾶλλον γὰρ φοβηθήσεσθαι τὸν πόλεμον αὐτούς, ἐὰν ἐσπαρ‐ μένην τὴν γῆν εἰς ὥρας ἔχωσιν· ὃ καὶ συνέβη. παραγγελλομένης γὰρ αὖθις ἐπ’ αὐτοὺς στρατείας
10διηλλάγησαν τοῖς Ἀχαιοῖς.
Ages
.

23

.

1

Ἐπεὶ δὲ Κόνων καὶ Φαρνάβαζος τῷ βασιλέως ναυτικῷ θαλαττοκρατοῦντες ἐπόρθουν τὰ παράλια τῆς Λακωνικῆς, ἐτειχίσθη δὲ καὶ τὸ ἄστυ τῶν Ἀθηναίων Φαρναβάζου χρήματα δόντος,
5ἔδοξε τοῖς Λακεδαιμονίοις εἰρήνην ποιεῖσθαι πρὸς βασιλέα· καὶ πέμπουσιν Ἀνταλκίδαν πρὸς Τιρί‐ βαζον, αἴσχιστα καὶ παρανομώτατα τοὺς τὴν Ἀσίαν κατοικοῦντας Ἕλληνας, ὑπὲρ ὧν ἐπολέ‐
Ages
.

23

.

2

μησεν Ἀγησίλαος, βασιλεῖ παραδιδόντες. ὅθεν ἥκιστα συνέβη τῆς κακοδοξίας ταύτης Ἀγησιλάῳ μετασχεῖν. ὁ γὰρ Ἀνταλκίδας ἐχθρὸς ἦν αὐτῷ, καὶ τὴν εἰρήνην ἐξ ἅπαντος ἔπραττεν ὡς τοῦ
5πολέμου τὸν Ἀγησίλαον αὔξοντος καὶ ποιοῦντος ἐνδοξότατον καὶ μέγιστον. οὐ μὴν ἀλλὰ καὶ πρὸς τὸν εἰπόντα τοὺς Λακεδαιμονίους μηδίζειν ὁ Ἀγησίλαος ἀπεκρίνατο μᾶλλον τοὺς Μήδους
Ages
.

23

.

3

λακωνίζειν. τοῖς δὲ μὴ βουλομένοις δέχεσθαι τὴν εἰρήνην ἀπειλῶν καὶ καταγγέλλων πόλεμον ἠνάγκασεν ἐμμένειν ἅπαντας οἷς ὁ Πέρσης
ἐδικαίωσε, μάλιστα διὰ τοὺς Θηβαίους, ὅπως62
5αὐτόνομον τὴν Βοιωτίαν ἀφέντες ἀσθενέστεροι γένωνται. δῆλον δὲ τοῦτο τοῖς ὕστερον ἐποίησεν. ἐπεὶ γὰρ Φοιβίδας ἔργον εἰργάσατο δεινὸν ἐν σπονδαῖς καὶ εἰρήνῃ τὴν Καδμείαν καταλαβών, καὶ πάντες μὲν ἠγανάκτουν οἱ Ἕλληνες, χαλεπῶς
Ages
.

23

.

4

δὲ ἔφερον οἱ Σπαρτιᾶται, καὶ μάλιστα οἱ διαφε‐ ρόμενοι τῷ Ἀγησιλάῳ μετ’ ὀργῆς ἐπυνθάνοντο τοῦ Φοιβίδου τίνος ταῦτα κελεύσαντος ἔπραξεν, εἰς ἐκεῖνον τὴν ὑπόνοιαν τρέποντες, οὐκ ὤκνησε
5τῷ Φοιβίδᾳ βοηθῶν λέγειν ἀναφανδὸν ὅτι δεῖ τὴν πρᾶξιν αὐτήν, εἴ τι χρήσιμον ἔχει, σκοπεῖν· τὰ γὰρ συμφέροντα τῇ Λακεδαίμονι καλῶς ἔχειν
Ages
.

23

.

5

αὐτοματίζεσθαι, κἂν μηδεὶς κελεύσῃ. καίτοι τῷ λόγῳ πανταχοῦ τὴν δικαιοσύνην ἀπέφαινε πρω‐ τεύειν τῶν ἀρετῶν· ἀνδρείας μὲν γὰρ οὐδὲν ὄφελος εἶναι, μὴ παρούσης δικαιοσύνης, εἰ δὲ δίκαιοι
5πάντες γένοιντο, μηδὲν ἀνδρείας δεήσεσθαι. πρὸς δὲ τοὺς λέγοντας ὅτι ταῦτα δοκεῖ τῷ μεγάλῳ βασιλεῖ, “Τί δ’ ἐκεῖνος ἐμοῦ,” εἶπε, “μείζων, εἰ μὴ καὶ δικαιότερος;” ὀρθῶς καὶ καλῶς οἰόμενος δεῖν τῷ δικαίῳ καθάπερ μέτρῳ βασιλικῷ μετρεῖ‐
Ages
.

23

.

6

σθαι τὴν ὑπεροχὴν τοῦ μείζονος. ἣν δὲ τῆς εἰρήνης γενομένης ἔπεμψεν αὐτῷ περὶ ξενίας καὶ φιλίας ἐπιστολὴν ὁ βασιλεύς, οὐκ ἔλαβεν, εἰπὼν ἐξαρκεῖν τὴν κοινὴν φιλίαν, καὶ μηδὲν ἰδίας
5δεήσεσθαι μενούσης ἐκείνης. ἐν δὲ τοῖς ἔργοις οὐκέτι ταύτην διαφυλάττων τὴν δόξαν, ἀλλὰ τῇ φιλοτιμίᾳ καὶ τῇ φιλονεικίᾳ πολλαχοῦ συνεκ‐
Ages
.

23

.

7

φερόμενος, καὶ μάλιστα τῇ πρὸς Θηβαίους, οὐ
μόνον ἔσωσε τὸν Φοιβίδαν, ἀλλὰ καὶ τὴν πόλιν ἔπεισεν εἰς αὑτὴν ἀναδέξασθαι τὸ ἀδίκημα καὶ κατέχειν τὴν Καδμείαν δι’ ἑαυτῆς, τῶν δὲ πραγ‐64
5μάτων καὶ τῆς πολιτείας Ἀρχίαν καὶ Λεοντίδαν ἀποδεῖξαι κυρίους, δι’ ὧν ὁ Φοιβίδας εἰσῆλθε καὶ κατέλαβε τὴν ἀκρόπολιν.
Ages
.

24

.

1

Ἦν μὲν οὖν εὐθὺς ἐκ τούτων ὑπόνοια Φοιβίδου μὲν ἔργον εἶναι, βούλευμα δὲ Ἀγησι‐ λάου τὸ πεπραγμένον· αἱ δὲ ὕστερον πράξεις ὁμολογουμένην ἐποίησαν τὴν αἰτίαν. ὡς γὰρ
5ἐξέβαλον οἱ Θηβαῖοι τὴν φρουρὰν καὶ τὴν πόλιν ἠλευθέρωσαν, ἐγκαλῶν αὐτοῖς ὅτι τὸν Ἀρχίαν καὶ τὸν Λεοντίδαν ἀπεκτόνεσαν, ἔργῳ μὲν τυ‐ ράννους, λόγῳ δὲ πολεμάρχους ὄντας, ἐξήνεγκε
Ages
.

24

.

2

πόλεμον πρὸς αὐτούς. καὶ Κλεόμβροτος ἤδη βασιλεύων Ἀγησιπόλιδος τεθνηκότος, εἰς Βοιω‐ τίαν ἐπέμφθη μετὰ δυνάμεως· ὁ γὰρ Ἀγησίλαος, ὡς ἔτη τεσσαράκοντα γεγονὼς ἀφ’ ἥβης καὶ
5στρατείας ἔχων ἄφεσιν ὑπὸ τῶν νόμων, ἔφυγε τὴν στρατηγίαν ἐκείνην, αἰσχυνόμενος εἰ Φλιασίοις ὀλίγον ἔμπροσθεν ὑπὲρ φυγάδων πεπολεμηκώς, αὖθις ὀφθήσεται Θηβαίους κακῶς ποιῶν διὰ τοὺς τυράννους.
Ages
.

24

.

3

Ἦν δέ τις Λάκων Σφοδρίας ἐκ τῆς ὑπεναντίας στάσεως τῷ Ἀγησιλάῳ τεταγμένος ἐν Θεσπιαῖς ἁρμοστής, οὐκ ἄτολμος μὲν οὐδ’ ἀφιλότιμος ἀνήρ, ἀεὶ δ’ ἐλπίδων μᾶλλον ἢ φρενῶν ἀγαθῶν μεστός.
5οὗτος ἐπιθυμῶν ὀνόματος μεγάλου, καὶ τὸν Φοι‐ βίδαν νομίζων ἔνδοξον γεγονέναι καὶ περιβόητον ἀπὸ τοῦ περὶ Θήβας τολμήματος, ἐπείσθη πολὺ κάλλιον εἶναι καὶ λαμπρότερον εἰ τὸν Πειραιᾶ
καταλάβοι δι’ ἑαυτοῦ καὶ τῶν Ἀθηναίων ἀφέ‐66
10λοιτο τὴν θάλασσαν, ἐκ γῆς ἀπροσδοκήτως
Ages
.

24

.

4

ἐπελθών. λέγουσι δὲ τοῦτο μηχάνημα γενέσθαι τῶν περὶ Πελοπίδαν καὶ Μέλωνα βοιωταρχῶν. ὑπέπεμψαν γὰρ ἀνθρώπους λακωνίζειν προσ‐ ποιουμένους, οἳ τὸν Σφοδρίαν ἐπαινοῦντες καὶ
5μεγαλύνοντες ὡς ἔργου τηλικούτου μόνον ἄξιον, ἐπῆραν καὶ παρώρμησεν ἀνελέσθαι πρᾶξιν ἄδικον μὲν ὁμοίως ἐκείνῃ καὶ παράνομον, τόλμης δὲ καὶ
Ages
.

24

.

5

τύχης ἐνδεᾶ γενομένην. ἡμέρα γὰρ αὐτὸν ἐν τῷ Θριασίῳ πεδίῳ κατέλαβε καὶ κατέλαμψεν ἐλ‐ πίσαντα νυκτὸς προσμίξειν τῷ Πειραιεῖ· καὶ φῶς ἀφ’ ἱερῶν τινων Ἐλευσινόθεν ἰδόντας λέγουσι
5φρῖξαι καὶ περιφόβους γενέσθαι τοὺς στρατιώτας. αὐτὸς δὲ τοῦ θράσους ἐξέπεσεν, ὡς οὐκέτι λαθεῖν ἦν, καί τινα βραχεῖαν ἁρπαγὴν θέμενος αἰσχρῶς
Ages
.

24

.

6

ἀνεχώρησε καὶ ἀδόξως εἰς τὰς Θεσπιάς. ἐκ δὲ τούτου κατήγοροι μὲν ἐπέμφθησαν εἰς Σπάρτην ἐξ Ἀθηνῶν, εὗρον δὲ κατηγορίας μηδὲν ἐπὶ τὸν Σφοδρίαν δεομένους τοὺς ἄρχοντας, ἀλλὰ θανάτου
5κρίσιν αὐτῷ προειρηκότας, ἣν ἐκεῖνος ὑπομένειν ἀπέγνω, φοβούμενος τὴν ὀργὴν τῶν πολιτῶν αἰσχυνομένων τοὺς Ἀθηναίους καὶ βουλομένων συναδικεῖσθαι δοκεῖν, ἵνα μὴ συναδικεῖν δοκῶσιν.
Ages
.

25

.

1

Εἶχεν οὖν υἱὸν ὁ Σφοδρίας Κλεώνυμον, οὗ παιδὸς ὄντος ἔτι καὶ καλοῦ τὴν ὄψιν Ἀρχί‐ δαμος ὁ Ἀγησιλάου τοῦ βασιλέως υἱὸς ἤρα. καὶ
τότε συνηγωνία μὲν ὡς εἰκὸς αὐτῷ κινδυνεύοντι68
5περὶ τοῦ πατρός, συμπράττειν δὲ φανερῶς καὶ βοηθεῖν οὐκ εἶχεν· ἦν γὰρ ὁ Σφοδρίας ἐκ τῶν
Ages
.

25

.

2

διαφόρων τοῦ Ἀγησιλάου. τοῦ δὲ Κλεωνύμου προσελθόντος αὐτῷ καὶ μετὰ δεήσεως καὶ δακρύων ἐντυχόντος, ὅπως τὸν Ἀγησίλαον εὔνουν παρά‐ σχῃ, μάλιστα γὰρ ἐκεῖνον αὐτοῖς φοβερὸν εἶναι,
5τρεῖς μὲν ἢ τέσσαρας ἡμέρας αἰδούμενος τὸν πατέρα καὶ δεδιὼς σιωπῇ παρηκολούθει· τέλος δὲ τῆς κρίσεως ἐγγὺς οὔσης ἐτόλμησεν εἰπεῖν πρὸς τὸν Ἀγησίλαον ὅτι Κλεώνυμος αὐτοῦ
Ages
.

25

.

3

δεηθείη περὶ τοῦ πατρός. ὁ δὲ Ἀγησίλαος εἰδὼς ἐρῶντα τὸν Ἀρχίδαμον οὐκ ἔπαυσεν· ἦν γὰρ ὁ Κλεώνυμος εὐθὺς ἐκ παίδων ἐπίδοξος, εἴ τις καὶ ἄλλος, ἀνὴρ ἔσεσθαι σπουδαῖος. οὐ μὴν ἐνέδωκέ
5τι τότε χρηστὸν ἢ φιλάνθρωπον ἐλπίσαι δεομένῳ τῷ παιδί, σκέψεσθαι δὲ φήσας ὅ τι καλῶς ἔχοι
Ages
.

25

.

4

καὶ πρεπόντως, ἀπῆλθεν. αἰδούμενος οὖν ὁ Ἀρχίδαμος ἐξέλειπε τὸ προσιέναι τῷ Κλεωνύμῳ, καίπερ εἰωθὼς πολλάκις τοῦτο τῆς ἡμέρας ποιεῖν πρότερον. ἐκ δὲ τούτου κἀκεῖνοι τὰ κατὰ τὸν
5Σφοδρίαν μᾶλλον ἀπέγνωσαν, ἄχρι οὗ τῶν Ἀγησιλάου φίλων Ἐτυμοκλῆς ἔν τινι κοινολογίᾳ πρὸς αὐτοὺς ἀπεγύμνωσε τὴν γνώμην τοῦ Ἀγησι‐ λάου· τὸ μὲν γὰρ ἔργον ὡς ἔνι μάλιστα ψέγειν αὐτόν, ἄλλως γε μὴν ἄνδρα τὸν Σφοδρίαν ἀγαθὸν
10ἡγεῖσθαι καὶ τὴν πόλιν ὁρᾶν τοιούτων στρα‐
Ages
.

25

.

5

τιωτῶν δεομένην. τούτους γὰρ ὁ Ἀγησίλαος ἑκάστοτε τοὺς λόγους ἐποιεῖτο περὶ τῆς δίκης, τῷ παιδὶ χαρίζεσθαι βουλόμενος, ὥστε καὶ τὸν Κλεώνυμον εὐθὺς αἰσθάνεσθαι τὴν σπουδὴν τοῦ
5Ἀρχιδάμου καὶ τοὺς φίλους τοὺς τοῦ Σφοδρίου θαρροῦντας ἤδη βοηθεῖν. ἦν δὲ καὶ φιλότεκνος
ὁ Ἀγησίλαος διαφερόντως· καὶ περὶ ἐκείνου τὸ τῆς παιδιᾶς λέγουσιν, ὅτι μικροῖς τοῖς παιδίοις οὖσι κάλαμον περιβεβηκὼς ὥσπερ ἵππον οἴκοι70
10συνέπαιζεν, ὀφθεὶς δὲ ὑπό τινος τῶν φίλων παρ‐ εκάλει μηδενὶ φράσαι, πρὶν ἂν καὶ αὐτὸς πατὴρ παίδων γένηται.
Ages
.

26

.

1

Ἀπολυθέντος δὲ τοῦ Σφοδρίου, καὶ τῶν Ἀθηναίων, ὡς ἐπύθοντο, πρὸς πόλεμον τρα‐ πομένων, σφόδρα κακῶς ὁ Ἀγησίλαος ἤκουσε, δι’ ἐπιθυμίαν ἄτοπον καὶ παιδαριώδη δοκῶν
5ἐμποδὼν γεγονέναι κρίσει δικαίᾳ, καὶ τὴν πόλιν παραίτιον ἀπειργάσθαι παρανομημάτων τηλι‐
Ages
.

26

.

2

κούτων εἰς τοὺς Ἕλληνας. ἐπεὶ δὲ τὸν Κλε‐ όμβροτον οὐχ ἑώρα πρόθυμον ὄντα πολεμεῖν τοῖς Θηβαίοις, οὕτω δὴ χαίρειν τὸν νόμον ἐάσας ᾧ πρόσθεν ἐχρῆτο περὶ τῆς στρατείας, αὐτὸς εἰς
5Βοιωτίαν ἐνέβαλεν ἤδη καὶ κακῶς ἐποίει τοὺς Θηβαίους καὶ πάλιν ἀντέπασχεν, ὥστε καὶ τρω‐ θέντος αὐτοῦ ποτε τὸν Ἀνταλκίδαν εἰπεῖν· “Ἦ καλὰ τὰ διδασκάλια παρὰ Θηβαίων ἀπο‐ λαμβάνεις, μὴ βουλομένους μηδὲ ἐπισταμένους
Ages
.

26

.

3

μάχεσθαι διδάξας.” τῷ γὰρ ὄντι Θηβαίους αὐτοὺς ἑαυτῶν πολεμικωτάτους τότε γενέσθαι φασί, ταῖς πολλαῖς στρατείαις τῶν Λακεδαι‐ μονίων ἐπ’ αὐτοὺς ὥσπερ ἐγγυμνασαμένους. διὸ
5καὶ Λυκοῦργος ὁ παλαιὸς ἐν ταῖς καλουμέναις τρισὶ ῥήτραις ἀπεῖπε μὴ πολλάκις ἐπὶ τοὺς αὐτοὺς στρατεύειν, ὅπως μὴ πολεμεῖν μανθά‐ νωσιν.
Ἦν δὲ καὶ τοῖς συμμάχοις τῶν Λακεδαιμονίων72
10ἐπαχθὴς ὁ Ἀγησίλαος, ὡς δι’ οὐδὲν ἔγκλημα δημόσιον, ἀλλὰ θυμῷ τινι καὶ φιλονεικίᾳ τοὺς
Ages
.

26

.

4

Θηβαίους ἀπολέσαι ζητῶν. οὐδὲν οὖν ἔλεγον δεόμενοι φθείρεσθαι δεῦρο κἀκεῖσε καθ’ ἕκαστον ἐνιαυτόν, ὀλίγοις τοσοῦτοι συνακολουθοῦντες. ἔνθα δὲ δὴ λέγεται τὸν Ἀγησίλαον, ἐξελέγξαι
5βουλόμενον αὐτῶν τὸ πλῆθος, τόδε μηχανήσα‐ σθαι. πάντας ἐκέλευσε καθίσαι τοὺς συμμάχους μετ’ ἀλλήλων ἀναμεμιγμένους, ἰδίᾳ δὲ τοὺς Λακε‐
Ages
.

26

.

5

δαιμονίους ἐφ’ ἑαυτῶν. εἶτα ἐκήρυττε τοὺς κερα‐ μεῖς ἀνίστασθαι πρῶτον· ὡς δὲ ἀνέστησαν οὗτοι, δεύτερον ἐκήρυττε τοὺς χαλκεῖς, εἶτα τέκτονας ἐφεξῆς καὶ οἰκοδόμους καὶ τῶν ἄλλων τεχνῶν
5ἑκάστην. πάντες οὖν ὀλίγου δεῖν ἀνέστησαν οἱ σύμμαχοι, τῶν δὲ Λακεδαιμονίων οὐδείς· ἀπεί‐ ρητο γὰρ αὐτοῖς τέχνην ἐργάζεσθαι καὶ μανθάνειν βάναυσον. οὕτω δὴ γελάσας ὁ Ἀγησίλαος, “Ὁρᾶτε,” εἶπεν, “ὦ ἄνδρες, ὅσῳ πλείονας ὑμῶν
10στρατιώτας ἐκπέμπομεν ἡμεῖς.”
Ages
.

27

.

1

Ἐν δὲ Μεγάροις, ὅτε τὴν στρατιὰν ἀπῆγεν ἐκ Θηβῶν, ἀναβαίνοντος αὐτοῦ πρὸς τὸ ἀρχεῖον εἰς τὴν ἀκρόπολιν, σπάσμα καὶ πόνον ἰσχυρὸν ἔλαβε τὸ ὑγιὲς σκέλος· ἐκ δὲ τούτου
5διογκωθὲν μεστὸν αἵματος ἔδοξε γεγονέναι, καὶ
Ages
.

27

.

2

φλεγμονὴν ὑπερβάλλουσαν παρεῖχεν. ἰατροῦ δέ τινος Συρακουσίου τὴν ὑπὸ τῷ σφυρῷ φλέβα σχάσαντος, αἱ μὲν ἀλγηδόνες ἔληξαν, αἵματος δὲ πολλοῦ φερομένου καὶ ῥέοντος ἀνεπισχέτως
5λιποψυχία πολλὴ καὶ κίνδυνος ὀξὺς ἀπ’ αὐτῆς περιέστη τὸν Ἀγησίλαον. οὐ μὴν ἀλλὰ τότε γε
τὴν φορὰν τοῦ αἵματος ἔπαυσε· καὶ κομισθεὶς εἰς Λακεδαίμονα πολὺν χρόνον ἔσχεν ἀρρώστως καὶ πρὸς τὰς στρατείας ἀδυνάτως.74
Ages
.

27

.

3

Ἐν δὲ τῷ χρόνῳ τούτῳ πολλὰ συνέβη πταίσ‐ ματα τοῖς Σπαρτιάταις καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν· ὧν ἦν τὸ περὶ Τεγύρας μέγιστον, ὅπου πρῶτον ἐκ παρατάξεως κρατηθέντες ὑπὸ Θη‐
5βαίων ἡττήθησαν. ἔδοξεν οὖν πᾶσι θέσθαι πρὸς πάντας εἰρήνην· καὶ συνῆλθον ἀπὸ τῆς Ἑλλάδος πρέσβεις εἰς Λακεδαίμονα ποιησόμενοι τὰς δια‐
Ages
.

27

.

4

λύσεις. ὧν εἷς ἦν Ἐπαμεινώνδας, ἀνὴρ ἔνδοξος ἐπὶ παιδείᾳ καὶ φιλοσοφίᾳ, στρατηγίας δὲ πεῖραν οὔπω δεδωκώς. οὗτος ὁρῶν τοὺς ἄλλους ἅπαντας ὑποκατακλινομένους τῷ Ἀγησιλάῳ, μόνος ἐχρή‐
5σατο φρονήματι παρρησίαν ἔχοντι, καὶ διεξῆλθε λόγον, οὐχ ὑπὲρ Θηβαίων, ἀλλὰ ὑπὲρ τῆς Ἑλλάδος ὁμοῦ κοινόν, τὸν μὲν πόλεμον ἀποδει‐ κνύων αὔξοντα τὴν Σπάρτην ἐξ ὧν ἅπαντες οἱ λοιποὶ κακῶς πάσχουσι, τὴν δὲ εἰρήνην ἰσότητι
10καὶ τῷ δικαίῳ κτᾶσθαι κελεύων· οὕτω γὰρ αὐτὴν διαμενεῖν, ἴσων ἁπάντων γενομένων.
Ages
.

28

.

1

Ὁρῶν οὖν ὁ Ἀγησίλαος ὑπερφυῶς ἀγαμένους καὶ προσέχοντας αὐτῷ τοὺς Ἕλληνας, ἠρώτησεν εἰ νομίζει δίκαιον εἶναι καὶ ἴσον αὐ‐ τονομεῖσθαι τὴν Βοιωτίαν. ἀντερωτήσαντος δὲ
5τοῦ Ἐπαμεινώνδου ταχὺ καὶ τεθαρρηκότως εἰ κἀκεῖνος οἴεται δίκαιον αὐτονομεῖσθαι τὴν Λακω‐ νικήν, ἀναπηδήσας ὁ Ἀγησίλαος μετ’ ὀργῆς ἐκέ‐ λευσε λέγειν σαφῶς αὐτὸν εἰ τὴν Βοιωτίαν ἀφίη‐
Ages
.

28

.

2

σιν αὐτόνομον. τὸ δὲ αὐτὸ τοῦτο πάλιν τοῦ
Ἐπαμεινώνδου φήσαντος, εἰ τὴν Λακωνικὴν ἀφίη‐ σιν αὐτόνομον, οὕτω τραχέως ἔσχεν ὁ Ἀγησίλαος καὶ τὴν πρόφασιν ἠγάπησεν ὡς εὐθὺς ἐξαλεῖψαι76
5τὸ τῶν Θηβαίων ὄνομα τῆς εἰρήνης καὶ προειπεῖν πόλεμον αὐτοῖς· τοὺς δὲ ἄλλους Ἕλληνας διαλ‐ λαγέντας ἐκέλευσεν ἀπιέναι, τὰ μὲν ἀκεστὰ τῆς εἰρήνης, τὰ δὲ ἀνήκεστα τοῦ πολέμου ποιοῦντας. ἔργον γὰρ ἦν πάσας ἐκκαθᾶραι καὶ διαλῦσαι τὰς
10ἀμφιλογίας.
Ages
.

28

.

3

Ἔτυχε δὲ κατ’ ἐκεῖνον τὸν χρόνον ἐν Φωκεῦσιν ὢν ὁ Κλεόμβροτος μετὰ δυνάμεως. εὐθὺς οὖν ἔπεμπον οἱ ἔφοροι κελεύοντες αὐτὸν ἐπὶ Θη‐ βαίους ἄγειν τὸ στράτευμα· καὶ τοὺς συμμάχους
5περιπέμποντες ἤθροιζον, ἀπροθύμους μὲν ὄντας καὶ βαρυνομένους τὸν πόλεμον, οὔπω δὲ θαρ‐ ροῦντας ἀντιλέγειν οὐδὲ ἀπειθεῖν τοῖς Λακεδαι‐
Ages
.

28

.

4

μονίοις. πολλῶν δὲ σημείων μοχθηρῶν γενο‐ μένων, ὡς ἐν τῷ περὶ Ἐπαμεινώνδου γέγραπται, καὶ Προθόου τοῦ Λάκωνος ἐναντιουμένου πρὸς τὴν στρατείαν, οὐκ ἀνῆκεν ὁ Ἀγησίλαος, ἀλλ’
5ἐξέπραξε τὸν πόλεμον, ἐλπίζων αὐτοῖς μὲν τῆς Ἑλλάδος ὅλης ὑπαρχούσης, ἐκσπόνδων δὲ τῶν Θηβαίων γενομένων, καιρὸν εἶναι δίκην λαβεῖν
Ages
.

28

.

5

παρ’ αὐτῶν. δηλοῖ δὲ τὸ σὺν ὀργῇ μᾶλλον ἢ λογισμῷ γενέσθαι τὴν στρατείαν ἐκείνην ὁ και‐ ρός. τῇ γὰρ τετράδι ἐπὶ δέκα τοῦ Σκιροφο‐ ριῶνος μηνὸς ἐποιήσαντο τὰς σπονδὰς ἐν Λακε‐
5δαίμονι, τῇ δὲ πέμπτῃ τοῦ Ἑκατομβαιῶνος ἡττή‐ θησαν ἐν Λεύκτροις ἡμερῶν εἴκοσι διαγενομένων. ἀπέθανον δὲ χίλιοι Λακεδαιμονίων καὶ Κλεόμ‐
βροτος ὁ βασιλεὺς καὶ περὶ αὐτὸν οἱ κράτιστοι78
Ages
.

28

.

6

τῶν Σπαρτιατῶν. ἐν οἷς καὶ Κλεώνυμόν φασι τὸν Σφοδρίου τὸν καλὸν τρὶς πεσόντα πρὸ τοῦ βασιλέως καὶ τοσαυτάκις ἐξαναστάντα καὶ μαχό‐ μενον τοῖς Θηβαίοις ἀποθανεῖν.
Ages
.

29

.

1

Συμβάντος δὲ τοῖς τε Λακεδαιμονίοις πταίσματος ἀπροσδοκήτου καὶ τοῖς Θηβαίοις παρὰ δόξαν εὐτυχήματος οἷον οὐ γέγονεν ἄλλοις Ἕλλησι πρὸς Ἕλληνας ἀγωνισαμένοις, οὐδὲν ἄν
5τις ἧττον ἐζήλωσε τῆς ἀρετῆς καὶ ἠγάσθη τὴν
Ages
.

29

.

2

ἡττημένην πόλιν ἢ τὴν νικῶσαν. ὁ μὲν γὰρ Ξενοφῶν φησι τῶν ἀγαθῶν ἀνδρῶν ἔχειν τι καὶ τὰς ἐν οἴνῳ καὶ παιδιᾷ φωνὰς καὶ διατριβὰς ἀξιομνημόνευτον, ὀρθῶς λέγων· ἔστι δὲ οὐχ ἧτ‐
5τον, ἀλλὰ καὶ μᾶλλον ἄξιον κατανοεῖν καὶ θεᾶ‐ σθαι τῶν ἀγαθῶν ἃ παρὰ τὰς τύχας πράττουσι καὶ λέγουσι διευσχημονοῦντες. ἔτυχε μὲν γὰρ ἡ πόλις ἑορτὴν ἄγουσα καὶ ξένων οὖσα μεστή· γυμνοπαιδίαι γὰρ ἦσαν ἀγωνιζομένων χορῶν ἐν
10τῷ θεάτρῳ· παρῆσαν δ’ ἀπὸ Λεύκτρων οἱ τὴν
Ages
.

29

.

3

συμφορὰν ἀπαγγέλλοντες. οἱ δὲ ἔφοροι, καίπερ εὐθὺς ὄντος καταφανοῦς ὅτι διέφθαρται τὰ πράγ‐ ματα καὶ τὴν ἀρχὴν ἀπολωλέκασιν, οὔτε χορὸν ἐξελθεῖν εἴασαν οὔτε τὸ σχῆμα τῆς ἑορτῆς μετα‐
5βαλεῖν τὴν πόλιν, ἀλλὰ κατ’ οἰκίαν τῶν τεθνεώ‐ των τοῖς προσήκουσι τὰ ὀνόματα πέμψαντες, αὐτοὶ τὰ περὶ τὴν θέαν καὶ τὸν ἀγῶνα τῶν χορῶν
Ages
.

29

.

4

ἔπραττον. ἅμα δὲ ἡμέρᾳ φανερῶν ἤδη γεγονότων πᾶσι τῶν τε σωζομένων καὶ τῶν τεθνεώτων, οἱ μὲν τῶν τεθνεώτων πατέρες καὶ κηδεσταὶ καὶ οἰκεῖοι καταβαίνοντες εἰς ἀγορὰν ἀλλήλους ἐδε‐
5ξιοῦντο λιπαροὶ τὰ πρόσωπα, φρονήματος μεστοὶ
καὶ γήθους, οἱ δὲ τῶν σωζομένων, ὥσπερ ἐπὶ πένθει, μετὰ τῶν γυναικῶν οἴκοι διέτριβον, εἰ δέ τις ὑπ’ ἀνάγκης προέλθοι, καὶ σχήματι καὶ φωνῇ καὶ βλέμματι ταπεινὸς ἐφαίνετο καὶ συνεσταλ‐80
Ages
.

29

.

5

μένος. ἔτι δὲ μᾶλλον τῶν γυναικῶν ἰδεῖν ἦν καὶ πυθέσθαι τὴν μὲν ζῶντα προσδεχομένην υἱὸν ἀπὸ τῆς μάχης κατηφῆ καὶ σιωπηλήν, τὰς δὲ τῶν πεπτωκέναι λεγομένων ἔν τε τοῖς ἱεροῖς εὐθὺς
5ἀναστρεφομένας, καὶ πρὸς ἀλλήλας ἱλαρῶς καὶ φιλοτίμως βαδιζούσας.
Ages
.

30

.

1

Οὐ μὴν ἀλλὰ τοῖς πολλοῖς, ὡς ἀφί‐ σταντο μὲν οἱ σύμμαχοι, προσεδοκᾶτο δὲ νενικη‐ κὼς Ἐπαμεινώνδας καὶ μεγαλοφρονῶν ἐμβαλεῖν εἰς Πελοπόννησον, ἔννοια τῶν χρησμῶν ἐνέπεσε
5τότε, πρὸς τὴν χωλότητα τοῦ Ἀγησιλάου, καὶ δυσθυμία πολλὴ καὶ πτοία πρὸς τὸ θεῖον, ὡς διὰ τοῦτο πραττούσης κακῶς τῆς πόλεως, ὅτι τὸν ἀρτίποδα τῆς βασιλείας ἐκβαλόντες εἵλοντο χωλὸν καὶ πεπηρωμένον· ὃ παντὸς μᾶλλον αὐ‐
10τοὺς ἐδίδασκε φράζεσθαι καὶ φυλάττεσθαι τὸ
Ages
.

30

.

2

δαιμόνιον. διὰ δὲ τὴν ἄλλην δύναμιν αὐτοῦ καὶ ἀρετὴν καὶ δόξαν οὐ μόνον ἐχρῶντο βασιλεῖ καὶ στρατηγῷ τῶν κατὰ πόλεμον, ἀλλὰ καὶ τῶν πολι‐ τικῶν ἀποριῶν ἰατρῷ καὶ διαιτητῇ, τοῖς ἐν τῇ
5μάχῃ καταδειλιάσασιν, οὓς αὐτοὶ τρέσαντας ὀνομάζουσιν, ὀκνοῦντες τὰς ἐκ τῶν νόμων ἀτιμίας προσάγειν, πολλοῖς οὖσι καὶ δυνατοῖς, φοβού‐
Ages
.

30

.

3

μενοι νεωτερισμὸν ἀπ’ αὐτῶν. οὐ γὰρ μόνον ἀρχῆς ἀπείργονται πάσης, ἀλλὰ καὶ δοῦναί τινι τούτων γυναῖκα καὶ λαβεῖν ἄδοξόν ἐστι· παίει
δὲ ὁ βουλόμενος αὐτοὺς τῶν ἐντυγχανόντων. οἱ82
5δὲ καρτεροῦσι περιϊόντες αὐχμηροὶ καὶ ταπεινοί, τρίβωνάς τε προσερραμμένους χρώματος βαπτοῦ φοροῦσι, καὶ ξυρῶνται μέρος τῆς ὑπήνης, μέρος δὲ
Ages
.

30

.

4

τρέφουσι. δεινὸν οὖν ἦν τοιούτους ἐν τῇ πόλει περιορᾶν πολλοὺς οὐκ ὀλίγων δεομένῃ στρατιω‐ τῶν. καὶ νομοθέτην αἱροῦνται τὸν Ἀγησίλαον. ὁ δὲ μήτε προσθείς τι μήτε ἀφελὼν μήτε μετα‐
5γράψας εἰσῆλθεν εἰς τὸ πλῆθος τῶν Λακεδαι‐ μονίων· καὶ φήσας ὅτι τοὺς νόμους δεῖ σήμερον ἐᾶν καθεύδειν, ἐκ δὲ τῆς σήμερον ἡμέρας κυρίους εἶναι πρὸς τὸ λοιπόν, ἅμα τούς τε νόμους τῇ
Ages
.

30

.

5

πόλει καὶ τοὺς ἄνδρας ἐπιτίμους ἐφύλαξε. βου‐ λόμενος δὲ τὴν παροῦσαν ἀθυμίαν καὶ κατή‐ φειαν ἀφελεῖν τῶν νέων ἐνέβαλεν εἰς Ἀρκαδίαν, καὶ μάχην μὲν ἰσχυρῶς ἐφυλάξατο συνάψαι τοῖς
5ἐναντίοις, ἑλὼν δὲ πολίχνην τινὰ τῶν Μαντινέων καὶ τὴν χώραν ἐπιδραμών, ἐλαφροτέραν ἐποίησε ταῖς ἐλπίσι καὶ ἡδίω τὴν πόλιν, ὡς οὐ παντά‐ πασιν ἀπεγνωσμένην.
Ages
.

31

.

1

Ἐκ δὲ τούτου παρῆν εἰς τὴν Λακω‐ νικὴν ὁ Ἐπαμεινώνδας μετὰ τῶν συμμάχων, οὐκ ἐλάττονας ἔχων τετρακισμυρίων ὁπλιτῶν. πολ‐ λοὶ δὲ καὶ ψιλοὶ καὶ ἄνοπλοι πρὸς ἁρπαγὴν
5συνηκολούθουν, ὥστε μυριάδας ἑπτὰ τοῦ σύμ‐ παντος ὄχλου συνεισβαλεῖν εἰς τὴν Λακωνικήν.
Ages
.

31

.

2

ἦν μὲν δὴ χρόνος οὐκ ἐλάττων ἐτῶν ἑξακοσίων ἀφ’ οὗ κατῴκουν τὴν Λακεδαίμονα Δωριεῖς· ἐν δὲ τούτῳ παντὶ τότε πρῶτον ὤφθησαν ἐν τῇ χώρᾳ πολέμιοι, πρότερον δὲ οὐδεὶς ἐτόλμησεν· ἀλλὰ
5ἀδῄωτον καὶ ἄθικτον οὖσαν ἐμβαλόντες ἐπυρ‐ πόλουν καὶ διήρπαζον ἄχρι τοῦ ποταμοῦ καὶ τῆς
Ages
.

31

.

3

πόλεως, μηδενὸς ἐπεξιόντος. ὁ γὰρ Ἀγησίλαος οὐκ εἴα πρὸς τοσοῦτον, ὥς φησι Θεόπομπος, “ῥεῦμα καὶ κλύδωνα πολέμου” μάχεσθαι τοὺς Λακεδαιμονίους, ἀλλὰ τῆς πόλεως τὰ μέσα καὶ84
5κυριώτατα τοῖς ὁπλίταις περιεσπειραμένος ἐκαρ‐ τέρει τὰς ἀπειλὰς καὶ τὰς μεγαλαυχίας τῶν Θηβαίων, προκαλουμένων ἐκεῖνον ὀνομαστὶ καὶ διαμάχεσθαι περὶ τῆς χώρας κελευόντων, ὃς τῶν
Ages
.

31

.

4

κακῶν αἴτιός ἐστιν ἐκκαύσας τὸν πόλεμον. οὐχ ἧττον δὲ τούτων ἐλύπουν τὸν Ἀγησίλαον οἱ κατὰ τὴν πόλιν θόρυβοι καὶ κραυγαὶ καὶ διαδρομαὶ τῶν τε πρεσβυτέρων δυσανασχετούντων τὰ γινό‐
5μενα καὶ τῶν γυναικῶν οὐ δυναμένων ἡσυχάζειν, ἀλλὰ παντάπασιν ἐκφρόνων οὐσῶν πρός τε τὴν
Ages
.

31

.

5

κραυγὴν καὶ τὸ πῦρ τῶν πολεμίων. ἠνία δὲ καὶ τὸ τῆς δόξης αὐτόν, ὅτι τὴν πόλιν μεγίστην παραλαβὼν καὶ δυνατωτάτην, ἑώρα συνεσταλ‐ μένον αὐτῆς τὸ ἀξίωμα καὶ τὸ αὔχημα κεκολου‐
5μένον, ᾧ καὶ αὐτὸς ἐχρήσατο πολλάκις, εἰπὼν ὅτι γυνὴ Λάκαινα καπνὸν οὐχ ἑώρακε πολέμιον. λέγεται δὲ καὶ Ἀνταλκίδας, Ἀθηναίου τινὸς ἀμφισβητοῦντος ὑπὲρ ἀνδρείας πρὸς αὐτὸν καὶ εἰπόντος, “Ἡμεῖς μέντοι πολλάκις ὑμᾶς ἀπὸ τοῦ
10Κηφισοῦ ἐδιώξαμεν,” ὑποτυχεῖν· “Ἀλλ’ ἡμεῖς
Ages
.

31

.

6

γε οὐδέποτε ὑμᾶς ἀπὸ τοῦ Εὐρώτα.” παρα‐ πλησίως δὲ καὶ πρὸς τὸν Ἀργεῖον ἀπεκρίνατο τῶν ἀσημοτέρων τις Σπαρτιατῶν· ὁ μὲν γὰρ εἶπε· “Πολλοὶ ὑμῶν ἐν τῇ Ἀργολίδι κεῖνται,” ὁ δὲ
5ἀπήντησεν· “Ὑμῶν δέ γε οὐδεὶς ἐν τῇ Λα‐ κωνικῇ.”
Ages
.

32

.

1

Τότε μέντοι τὸν Ἀνταλκίδαν φασὶν ἔφορον ὄντα τοὺς παῖδας εἰς Κύθηρα ὑπεκθέσθαι,
περίφοβον γενόμενον. ὁ δὲ Ἀγησίλαος, ἐπι‐ χειρούντων διαβαίνειν τὸν ποταμὸν τῶν πολεμίων86
5καὶ βιάζεσθαι πρὸς τὴν πόλιν, ἐκλιπὼν τὰ λοιπὰ
Ages
.

32

.

2

παρετάξατο πρὸ τῶν μέσων καὶ ὑψηλῶν. ἐρρύη δὲ πλεῖστος ἑαυτοῦ καὶ μέγιστος τότε ὁ Εὐρώ‐ τας, χιόνων γενομένων, καὶ τὸ ῥεῦμα μᾶλλον ὑπὸ ψυχρότητος ἢ τραχύτητος ἐγένετο σκληρὸν καὶ
5χαλεπὸν τοῖς Θηβαίοις. πορευόμενον δὲ πρῶτον τῆς φάλαγγος τὸν Ἐπαμεινώνδαν ἐδείκνυσάν τινες τῷ Ἀγησιλάῳ· κἀκεῖνος, ὡς λέγεται, πολὺν χρόνον ἐμβλέψας αὐτῷ καὶ συμπαραπέμψας τὴν ὄψιν οὐδὲν ἢ τοσοῦτον μόνον εἶπεν· “Ὢ τοῦ
Ages
.

32

.

3

μεγαλοπράγμονος ἀνθρώπου.” ἐπεὶ δὲ φιλοτι‐ μούμενος ὁ Ἐπαμεινώνδας ἐν τῇ πόλει μάχην συνάψαι καὶ στῆσαι τρόπαιον οὐκ ἴσχυσεν ἐξαγαγεῖν οὐδὲ προκαλέσασθαι τὸν Ἀγησίλαον,
5ἐκεῖνος μὲν ἀναζεύξας πάλιν ἐπόρθει τὴν χώραν, ἐν δὲ Λακεδαίμονι τῶν πάλαι τινὲς ὑπούλων καὶ πονηρῶν ὡς διακόσιοι συστραφέντες κατελάβοντο τὸ Ἰσσώριον, οὗ τὸ τῆς Ἀρτέμιδος ἱερόν ἐστιν,
Ages
.

32

.

4

εὐερκῆ καὶ δυσεκβίαστον τόπον. ἐφ’ οὓς βουλο‐ μένων εὐθὺς ὠθεῖσθαι τῶν Λακεδαιμονίων, φοβη‐ θεὶς τὸν νεωτερισμὸν ὁ Ἀγησίλαος ἐκέλευσε τοὺς μὲν ἄλλους ἡσυχίαν ἄγειν, αὐτὸς δὲ ἐν ἱματίῳ
5καὶ μεθ’ ἑνὸς οἰκέτου προσῄει, βοῶν ἄλλως ἀκηκοέναι τοῦ προστάγματος αὐτούς· οὐ γὰρ ἐνταῦθα κελεῦσαι συνελθεῖν οὐδὲ πάντας, ἀλλὰ τοὺς μὲν ἐκεῖ (δείξας ἕτερον τόπον), τοὺς δὲ
Ages
.

32

.

5

ἀλλαχόσε τῆς πόλεως. οἱ δὲ ἀκούσαντες ἥσθη‐ σαν οἰόμενοι λανθάνειν, καὶ διαστάντες ἐπὶ τοὺς τόπους οὓς ἐκεῖνος ἐκέλευσεν ἀπεχώρουν. ὁ δὲ τὸ μὲν Ἰσσώριον εὐθὺς μεταπεμψάμενος
5ἑτέρους κατέσχε, τῶν δὲ συστάντων ἐκείνων περὶ πεντεκαίδεκά τινας συλλαβὼν νυκτὸς ἀπέκτεινεν.88
Ages
.

32

.

6

ἄλλη δὲ μείζων ἐμηνύθη συνωμοσία καὶ σύνοδος ἀνδρῶν Σπαρτιατῶν ἐπὶ πράγμασι νεωτέροις εἰς οἰκίαν κρύφα συνερχομένων, οὓς καὶ κρίνειν ἄπορον ἦν ἐν ταραχῇ τοσαύτῃ καὶ περιορᾶν
5ἐπιβουλεύοντας. ἀπέκτεινεν οὖν καὶ τούτους μετὰ τῶν ἐφόρων βουλευσάμενος ὁ Ἀγησίλαος ἀκρίτους, οὐδενὸς δίχα δίκης τεθανατωμένου
Ages
.

32

.

7

πρότερον Σπαρτιατῶν. ἐπεὶ δὲ πολλοὶ τῶν συν‐ τεταγμένων εἰς τὰ ὅπλα περιοίκων καὶ εἱλώτων ἀπεδίδρασκον ἐκ τῆς πόλεως πρὸς τοὺς πολεμίους, καὶ τοῦτο πλείστην ἀθυμίαν παρεῖχεν, ἐδίδαξε
5τοὺς ὑπηρέτας περὶ ὄρθρον ἐπιφοιτᾶν ταῖς στιβάσι καὶ τὰ ὅπλα τῶν ἀποκεχωρηκότων λαμβάνειν καὶ ἀποκρύπτειν, ὅπως ἀγνοῆται τὸ πλῆθος.
Ages
.

32

.

8

Ἀναχωρῆσαι δὲ τοὺς Θηβαίους ἐκ τῆς Λακω‐ νικῆς οἱ μὲν ἄλλοι λέγουσι χειμώνων γενομένων καὶ τῶν Ἀρκάδων ἀρξαμένων ἀπιέναι καὶ διαρρεῖν ἀτάκτως, οἱ δὲ τρεῖς μῆνας ἐμμεμενηκότας ὅλους
5καὶ τὰ πλεῖστα τῆς χώρας διαπεπορθηκότας· Θεόπομπος δέ φησιν, ἤδη τῶν βοιωταρχῶν ἐγνω‐ κότων ἀπαίρειν, ἀφικέσθαι πρὸς αὐτοὺς Φρίξον, ἄνδρα Σπαρτιάτην, παρὰ Ἀγησιλάου δέκα τάλαντα κομίζοντα τῆς ἀναχωρήσεως μισθόν,
10ὥστε τὰ πάλαι δεδογμένα πράττουσιν αὐτοῖς ἐφόδιον παρὰ τῶν πολεμίων προσπεριγενέσθαι.
Ages
.

33

.

1

Τοῦτο μὲν οὖν οὐκ οἶδα ὅπως ἠγνό‐ ησαν οἱ ἄλλοι, μόνος δὲ Θεόπομπος ᾔσθετο. τοῦ δὲ σωθῆναι τὴν Σπάρτην τότε πάντες αἴτιον
ὁμολογοῦσι γενέσθαι τὸν Ἀγησίλαον, ὅτι τῶν90
5ἐμφύτων αὐτῷ παθῶν, φιλονεικίας καὶ φιλοτιμίας, ἀποστάς, ἐχρήσατο τοῖς πράγμασιν ἀσφαλῶς.
Ages
.

33

.

2

οὐ μέντοι τήν γε δύναμιν καὶ τὴν δόξαν ἐδυνήθη τῆς πόλεως ἀναλαβεῖν ἐκ τοῦ πταίσματος, ἀλλ’ ὥσπερ σώματος ὑγιεινοῦ, λίαν δὲ ἀκριβεῖ καὶ κατησκημένῃ κεχρημένου διαίτῃ παρὰ πάντα τὸν
5χρόνον, ἁμαρτία μία καὶ ῥοπὴ τὴν πᾶσαν ἔκλινεν εὐτυχίαν τῆς πόλεως· οὐκ ἀλόγως. πρὸς γὰρ εἰρήνην καὶ ἀρετὴν καὶ ὁμόνοιαν ἄριστα συν‐ τεταγμένῳ πολιτεύματι προσαγαγόντες ἀρχὰς καὶ δυναστείας βιαίους, ὧν οὐδενὸς ἡγεῖτο δεῖσθαι
10πόλιν εὐδαιμόνως βιωσομένην ὁ Λυκοῦργος, ἐσφά‐ λησαν.
Ages
.

33

.

3

Αὐτὸς μὲν οὖν ὁ Ἀγησίλαος ἤδη πρὸς τὰς στρατείας ἀπειρήκει διὰ τὸ γῆρας, Ἀρχίδαμος δὲ ὁ υἱὸς αὐτοῦ, τὴν ἐκ Σικελίας ἥκουσαν παρὰ τοῦ τυράννου βοήθειαν ἔχων, ἐνίκησεν Ἀρκάδας τὴν
5λεγομένην ἄδακρυν μάχην· οὐδεὶς γὰρ ἔπεσε τῶν μετ’ αὐτοῦ, συχνοὺς δὲ τῶν ἐναντίων ἀνεῖλεν. αὕτη μάλιστα τὴν ἀσθένειαν ἤλεγξεν ἡ νίκη τῆς
Ages
.

33

.

4

πόλεως. πρότερον μὲν γὰρ οὕτω σύνηθες ἡγοῦντο καὶ προσῆκον ἔργον αὐτοῖς εἶναι τὸ νικᾶν τοὺς πο‐ λεμίους, ὥστε μήτε θύειν τοῖς θεοῖς πλὴν ἀλεκτ‐ ρυόνα νικητήριον ἐν τῇ πόλει, μήτε μεγαληγορεῖν
5τοὺς ἀγωνισαμένους, μήτε ὑπερχαίρειν τοὺς πυν‐ θανομένους, ἀλλὰ καὶ τῆς ἐν Μαντινείᾳ μάχης γενομένης, ἣν Θουκυδίδης γέγραφε, τῷ πρώτῳ φράσαντι τὴν νίκην οἱ ἄρχοντες ἐκ φιδιτίου κρέας
Ages
.

33

.

5

ἔπεμψαν εὐαγγέλιον, ἄλλο δὲ οὐδέν· τότε δὲ τῆς
μάχης ἀγγελθείσης καὶ τοῦ Ἀρχιδάμου προσ‐ ιόντος οὐδεὶς ἐκαρτέρησεν, ἀλλὰ πρῶτος ὁ πατὴρ ἀπήντα δακρύων ὑπὸ χαρᾶς καὶ μετ’92
5ἐκεῖνον τὰ ἀρχεῖα, τῶν δὲ πρεσβυτέρων καὶ τῶν γυναικῶν τὸ πλῆθος ἐπὶ τὸν ποταμὸν κατῄει, τάς τε χεῖρας ὀρεγόντων καὶ θεοκλυτούντων, ὥσπερ ἀπεωσμένης τὰ παρ’ ἀξίαν ὀνείδη τῆς Σπάρτης καὶ λαμπρὸν αὖθις ἐξ ἀρχῆς τὸ φῶς ὁρώσης· ἐπεὶ
10πρότερόν γέ φασιν οὐδὲ ταῖς γυναιξὶν ἀντιβλέπειν τοὺς ἄνδρας αἰσχυνομένους ἐφ’ οἷς ἔπταισαν.
Ages
.

34

.

1

Οἰκιζομένης δὲ Μεσσήνης ὑπὸ τῶν περὶ τὸν Ἐπαμεινώνδαν, καὶ τῶν ἀρχαίων πολι‐ τῶν πανταχόθεν εἰς αὐτὴν συμπορευομένων, δια‐ μάχεσθαι μὲν οὐκ ἐτόλμων οὐδὲ κωλύειν ἐδύ‐
5ναντο, χαλεπῶς δὲ καὶ βαρέως πρὸς τὸν Ἀγησί‐ λαον εἶχον, ὅτι χώραν οὔτε πλήθει τῆς Λακωνικῆς ἐλάττονα καὶ πρωτεύουσαν ἀρετῇ τῆς Ἑλληνικῆς ἔχοντες καὶ καρπούμενοι χρόνον τοσοῦτον ἐπὶ
Ages
.

34

.

2

τῆς ἐκείνου βασιλείας ἀπολωλέκασι. διὸ καὶ προτεινομένην ὑπὸ τῶν Θηβαίων τὴν εἰρήνην ὁ Ἀγησίλαος οὐκ ἐδέξατο. μὴ βουλόμενος δὲ τῷ λόγῳ προέσθαι τοῖς ἔργῳ κρατοῦσι τὴν χώραν,
5ἀλλὰ φιλονεικῶν, ἐκείνην μὲν οὐκ ἀπέλαβε, μικ‐ ροῦ δὲ τὴν Σπάρτην προσαπέβαλε καταστρα‐
Ages
.

34

.

3

τηγηθείς. ἐπεὶ γὰρ οἱ Μαντινεῖς αὖθις ἀπέστη‐ σαν τῶν Θηβαίων καὶ μετεπέμποντο τοὺς Λακε‐ δαιμονίους, αἰσθόμενος ὁ Ἐπαμεινώνδας τὸν Ἀγησίλαον ἐξεστρατευμένον μετὰ τῆς δυνάμεως
5καὶ προσιόντα, λαθὼν τοὺς Μαντινεῖς ἀνέζευξε νυκτὸς ἐκ Τεγέας ἄγων ἐπ’ αὐτὴν τὴν Λακεδαί‐
μονα τὸ στράτευμα, καὶ μικρὸν ἐδέησε παραλ‐ λάξας τὸν Ἀγησίλαον ἔρημον ἐξαίφνης κατα‐94
Ages
.

34

.

4

λαβεῖν τὴν πόλιν. Εὐθύνου δὲ Θεσπιέως, ὡς Καλλισθένης φησίν, ὡς δὲ Ξενοφῶν, Κρητός τινος, ἐξαγγείλαντος τῷ Ἀγησιλάῳ, ταχὺ προ‐ πέμψας ἱππέα τοῖς ἐν τῇ πόλει φράσοντα, μετ’
5οὐ πολὺ καὶ αὐτὸς παρῆλθεν εἰς τὴν Σπάρτην. ὀλίγῳ δὲ ὕστερον οἱ Θηβαῖοι διέβαινον τὸν Εὐ‐ ρώταν καὶ προσέβαλλον τῇ πόλει, μάλα ἐρρω‐ μένως τοῦ Ἀγησιλάου καὶ παρ’ ἡλικίαν ἐπαμύ‐
Ages
.

34

.

5

νοντος. οὐ γάρ, ὡς πρότερον, ἀσφαλείας ἑώρα τὸν καιρὸν ὄντα καὶ φυλακῆς, ἀλλὰ μᾶλλον ἀπονοίας καὶ τόλμης, οἷς τὸν ἄλλον χρόνον οὐδέποτε πιστεύσας οὐδὲ χρησάμενος, τότε μόνοις
5ἀπεώσατο τὸν κίνδυνον, ἐκ τῶν χειρῶν τοῦ Ἐπα‐ μεινώνδου τὴν πόλιν ἐξαρπάσας, καὶ στήσας τρόπαιον, καὶ τοῖς παισὶ καὶ ταῖς γυναιξὶν ἐπι‐ δείξας τὰ κάλλιστα τροφεῖα τῇ πατρίδι τοὺς
Ages
.

34

.

6

Λακεδαιμονίους ἀποδιδόντας, ἐν δὲ πρώτοις τὸν Ἀρχίδαμον ἀγωνιζόμενον ὑπερηφάνως τῇ τε ῥώμῃ τῆς ψυχῆς καὶ τῇ κουφότητι τοῦ σώματος, ὀξέως ἐπὶ τὰ θλιβόμενα τῆς μάχης διαθέοντα
5διὰ τῶν στενωπῶν καὶ πανταχοῦ μετ’ ὀλίγων ἀντερείδοντα τοῖς πολεμίοις· Ἰσίδαν δὲ δοκῶ, τὸν Φοιβίδου υἱόν, οὐ τοῖς πολίταις μόνον, ἀλλὰ καὶ τοῖς πολεμίοις θέαμα φανῆναι καινὸν καὶ
Ages
.

34

.

7

ἀγαστόν. ἦν μὲν γὰρ ἐκπρεπὴς τὸ εἶδος καὶ τὸ μέγεθος τοῦ σώματος, ὥραν δὲ ἐν ᾗ τὸ ἥδι‐ στον ἀνθοῦσιν ἄνθρωποι παριόντες εἰς ἄνδρας
ἐκ παίδων εἶχε, γυμνὸς δὲ καὶ ὅπλων τῶν σκεπόν‐96
5των καὶ ἱματίων, λίπα χρισάμενος τὸ σῶμα, καὶ τῇ μὲν ἔχων χειρὶ λόγχην, τῇ δὲ ξίφος, ἐξήλατο τῆς οἰκίας, καὶ διὰ μέσων τῶν μαχομένων ὠσά‐ μενος ἐν τοῖς πολεμίοις ἀνεστρέφετο, παίων τὸν
Ages
.

34

.

8

προστυχόντα καὶ καταβάλλων. ἐτρώθη δὲ ὑπ’ οὐδενός, εἴτε θεοῦ δι’ ἀρετὴν φυλάττοντος αὐτόν, εἴτε μεῖζόν τι καὶ κρεῖττον ἀνθρώπου φανεὶς τοῖς ἐναντίοις. ἐπὶ τούτῳ δὲ λέγεται τοὺς ἐφόρους
5στεφανώσαντας αὐτὸν εἶτα χιλίων δραχμῶν ἐπι‐ βαλεῖν ζημίαν, ὅτι χωρὶς ὅπλων διακινδυνεύειν ἐτόλμησεν.
Ages
.

35

.

1

Ὀλίγαις δὲ ὕστερον ἡμέραις περὶ τὴν Μαντίνειαν ἐμαχέσαντο, καὶ τὸν Ἐπαμεινώνδαν ἤδη κρατοῦντα τῶν πρώτων, ἔτι δὲ ἐγκείμενον καὶ κατασπεύδοντα τὴν δίωξιν, Ἀντικράτης
5Λάκων ὑποστὰς ἔπαισε δόρατι μέν, ὡς Διοσκου‐ ρίδης ἱστόρηκε, Λακεδαιμόνιοι δὲ Μαχαιρίωνας ἔτι νῦν τοὺς ἀπογόνους τοῦ Ἀντικράτους καλοῦ‐
Ages
.

35

.

2

σιν, ὡς μαχαίρᾳ πατάξαντος. οὕτω γὰρ ἐθαύ‐ μασαν καὶ ὑπερηγάπησαν αὐτὸν φόβῳ τοῦ Ἐπαμεινώνδου ζῶντος, ὥστε τιμὰς μὲν ἐκείνῳ καὶ δωρεὰς ψηφίσασθαι, γένει δ’ ἀτέλειαν, ἣν ἔτι
5καὶ καθ’ ἡμᾶς ἔχει Καλλικράτης, εἷς τῶν Ἀντι‐ κράτους ἀπογόνων. Μετὰ δὲ τὴν μάχην καὶ τὸν θάνατον τοῦ Ἐπαμεινώνδου γενομένης εἰρήνης τοῖς Ἕλλησι πρὸς αὑτούς, ἀπήλαυνον οἱ περὶ τὸν Ἀγησίλαον
10τοῦ ὅρκου τοὺς Μεσσηνίους, ὡς πόλιν οὐκ ἔχον‐
Ages
.

35

.

3

τας. ἐπεὶ δὲ οἱ λοιποὶ πάντες ἐδέχοντο καὶ τοὺς ὅρκους ἐλάμβανον παρ’ αὐτῶν, ἀπέστησαν οἱ Λακεδαιμόνιοι, καὶ μόνοις αὐτοῖς πόλεμος ἦν ἐλπίζουσιν ἀναλήψεσθαι τὴν Μεσσηνίαν. βίαιος98
5οὖν ἐδόκει καὶ ἀτενὴς καὶ πολέμων ἄπληστος ὁ Ἀγησίλαος εἶναι, τὰς μὲν κοινὰς διαλύσεις πάντα τρόπον ὑπορύττων καὶ ἀναβάλλων, πάλιν δὲ ὑπὸ χρημάτων ἀπορίας ἀναγκαζόμενος ἐνοχ‐ λεῖν τοῖς κατὰ πόλιν φίλοις καὶ δανείζεσθαι καὶ
Ages
.

35

.

4

συνερανίζεσθαι, δέον ἀπηλλάχθαι κακῶν εἰς τοῦτο περιήκοντι τῷ καιρῷ, καὶ μὴ τὴν ἅπασαν ἀρχὴν τοσαύτην γενομένην ἀφεικότα καὶ πόλεις καὶ γῆν καὶ θάλατταν, ὑπὲρ τῶν ἐν Μεσσήνῃ κτημάτων
5καὶ προσόδων σφαδάζειν.
Ages
.

36

.

1

Ἔτι δὲ μᾶλλον ἠδόξησε Τάχῳ τῷ Αἰγυπτίῳ στρατηγὸν ἐπιδοὺς ἑαυτόν. οὐ γὰρ ἠξίουν ἄνδρα τῆς Ἑλλάδος ἄριστον κεκριμένον καὶ δόξης ἐμπεπληκότα τὴν οἰκουμένην, ἀπο‐
5στάτῃ βασιλέως, ἀνθρώπῳ βαρβάρῳ, χρῆσαι τὸ σῶμα καὶ τοὔνομα καὶ τὴν δόξαν ἀποδόσθαι χρη‐ μάτων, ἔργα μισθοφόρου καὶ ξεναγοῦ διαπρατ‐
Ages
.

36

.

2

τόμενον. κεἰ γὰρ ὑπὲρ ὀγδοήκοντα γεγονὼς ἔτη καὶ πᾶν ὑπὸ τραυμάτων τὸ σῶμα κατακεκομ‐ μένος ἐκείνην αὖθις ἀνεδέξατο τὴν καλὴν καὶ περίβλεπτον ἡγεμονίαν ὑπὲρ τῆς τῶν Ἑλλήνων
5ἐλευθερίας, οὐ πάμπαν ἄμεμπτον εἶναι τὴν φιλο‐ τιμίαν· τοῦ γὰρ καλοῦ καιρὸν οἰκεῖον εἶναι καὶ ὥραν, μᾶλλον δὲ ὅλως τὰ καλὰ τῶν αἰσχρῶν τῷ
Ages
.

36

.

3

μετρίῳ διαφέρειν. οὐ μὴν ἐφρόντιζε τούτων ὁ Ἀγησίλαος, οὐδὲ ᾤετο παρ’ ἀξίαν εἶναι λει‐ τούργημα δημόσιον οὐδέν, ἀλλὰ μᾶλλον ἀνάξιον ἑαυτοῦ τὸ ζῆν ἄπρακτον ἐν τῇ πόλει καὶ καθῆ‐100
5σθαι περιμένοντα τὸν θάνατον. ὅθεν ἀθροίσας μισθοφόρους ἀφ’ ὧν ὁ Τάχως αὐτῷ χρημάτων ἔπεμψε, καὶ πλοῖα πληρώσας, ἀνήχθη, τριάκοντα συμβούλους ἔχων μεθ’ ἑαυτοῦ Σπαρτιάτας, ὡς πρότερον.
Ages
.

36

.

4

Ἐπεὶ δὲ κατέπλευσεν εἰς τὴν Αἴγυπτον, εὐθὺς οἱ πρῶτοι τῶν βασιλικῶν ἡγεμόνων καὶ διοικητῶν ἐβάδιζον ἐπὶ ναῦν θεραπεύοντες αὐτόν. ἦν δὲ καὶ τῶν ἄλλων Αἰγυπτίων σπουδή τε μεγάλη
5καὶ προσδοκία διὰ τοὔνομα καὶ τὴν δόξαν τοῦ Ἀγησιλάου, καὶ συνετρόχαζον ἅπαντες ἐπὶ τὴν
Ages
.

36

.

5

θέαν. ὡς δὲ ἑώρων λαμπρότητα μὲν καὶ κατα‐ σκευὴν οὐδεμίαν, ἄνθρωπον δὲ πρεσβύτην κατα‐ κείμενον ἔν τινι πόᾳ παρὰ τὴν θάλασσαν, εὐτελῆ καὶ μικρὸν τὸ σῶμα, τραχὺ καὶ φαῦλον ἱμάτιον
5ἀμπεχόμενον, σκώπτειν αὐτοῖς καὶ γελωτοποιεῖν ἐπῄει, καὶ λέγειν ὅτι τοῦτο ἦν τὸ μυθολογού‐
Ages
.

36

.

6

μενον ὠδίνειν ὄρος, εἶτα μῦν ἀποτεκεῖν. ἔτι δὲ μᾶλλον αὐτοῦ τὴν ἀτοπίαν ἐθαύμασαν, ὅτε ξενίων προσκομισθέντων καὶ προσαχθέντων ἄλευρα μὲν καὶ μόσχους καὶ χῆνας ἔλαβε, τραγήματα δὲ
5καὶ πέμματα καὶ μύρα διωθεῖτο, καὶ βιαζομένων λαβεῖν καὶ λιπαρούντων ἐκέλευσε τοῖς εἵλωσι διδόναι κομίζοντας. τῇ μέντοι στεφανωτρίδι βύβλῳ φησὶν αὐτὸν ἡσθέντα Θεόφραστος διὰ τὴν λιτότητα καὶ καθαριότητα τῶν στεφάνων
10αἰτήσασθαι καὶ λαβεῖν, ὅτε ἀπέπλει, παρὰ τοῦ
βασιλέως.102
Ages
.

37

.

1

Τότε δὲ συμμίξας τῷ Τάχῳ παρα‐ σκευαζομένῳ πρὸς τὴν στρατείαν, οὐχ, ὥσπερ ἤλπιζεν, ἁπάσης στρατηγὸς ἀπεδείχθη τῆς δυνά‐ μεως, ἀλλὰ τῶν μισθοφόρων μόνων, τοῦ δὲ ναυ‐
5τικοῦ Χαβρίας ὁ Ἀθηναῖος· ἡγεμὼν δὲ συμπάν‐
Ages
.

37

.

2

των αὐτὸς ἦν ὁ Τάχως. καὶ τοῦτο πρῶτον ἠνίασε τὸν Ἀγησίλαον· ἔπειτα τὴν ἄλλην ἀλα‐ ζονείαν καὶ κενοφροσύνην τοῦ Αἰγυπτίου βαρυνό‐ μενος ἠναγκάζετο φέρειν· καὶ συνεξέπλευσεν ἐπὶ
5τοὺς Φοίνικας αὐτῷ, παρὰ τὴν ἀξίαν τὴν ἑαυτοῦ καὶ τὴν φύσιν ὑπείκων καὶ καρτερῶν, ἄχρι οὗ καιρὸν ἔλαβε.
Ages
.

37

.

3

Νεκτάναβις γὰρ ἀνεψιὸς ὢν τοῦ Τάχω καὶ μέρος ἔχων ὑφ’ ἑαυτῷ τῆς δυνάμεως ἀπέστη· καὶ βασιλεὺς ὑπὸ τῶν Αἰγυπτίων ἀναγορευθεὶς διε‐ πέμπετο πρὸς τὸν Ἀγησίλαον ἀξιῶν αὐτῷ βοη‐
5θεῖν· τὰ δ’ αὐτὰ καὶ τὸν Χαβρίαν παρεκάλει,
Ages
.

37

.

4

μεγάλας ὑπισχνούμενος ἀμφοτέροις δωρεάς. αἰ‐ σθομένου δὲ ταῦτα τοῦ Τάχω καὶ τραπομένου πρὸς δέησιν αὐτῶν, ὁ μὲν Χαβρίας ἐπειρᾶτο καὶ τὸν Ἀγησίλαον ἐν τῇ φιλίᾳ τοῦ Τάχω πείθων
5καὶ παραμυθούμενος κατέχειν, ὁ δὲ Ἀγησίλαος εἶπεν ὅτι “Σοὶ μέν, ὦ Χαβρία, κατὰ σεαυτὸν ἀφιγμένῳ χρῆσθαι τοῖς ἑαυτοῦ λογισμοῖς ἔξεστιν, ἐγὼ δὲ ὑπὸ τῆς πατρίδος ἐδόθην Αἰγυπτίοις στρατηγός. οὐκ οὖν ἂν ἔχοι μοι καλῶς οἷς
10ἐπέμφθην σύμμαχος πολεμεῖν, ἐὰν μὴ πάλιν ἡ
Ages
.

37

.

5

πατρὶς κελεύσῃ.” ταῦτα δὲ εἰπὼν ἔπεμψεν εἰς Σπάρτην ἄνδρας, οἳ τοῦ μὲν Τάχω κατηγορήσειν, ἐπαινέσεσθαι δὲ τὸν Νεκτάναβιν ἔμελλον. ἔπεμ‐ ψαν δὲ κἀκεῖνοι δεόμενοι τῶν Λακεδαιμονίων,
5ὁ μὲν ὡς πάλαι σύμμαχος γεγονὼς καὶ φίλος, ὁ δὲ ὡς εὔνους καὶ προθυμότερος περὶ τὴν πόλιν ἐσόμενος. ἀκούσαντες οὖν οἱ Λακεδαιμόνιοι τοῖς μὲν Αἰγυπτίοις ἀπεκρίναντο φανερῶς Ἀγησιλάῳ περὶ τούτων μελήσειν, ἐκείνῳ δὲ ἐπέστειλαν ὁρᾶν104
10κελεύοντες ὅπως πράξει τὸ τῇ Σπάρτῃ συμφέρον.
Ages
.

37

.

6

οὕτω δὴ λαβὼν τοὺς μισθοφόρους ὁ Ἀγησίλαος ἀπὸ τοῦ Τάχω μετέστη πρὸς τὸν Νεκτάναβιν, ἀτόπου καὶ ἀλλοκότου πράγματος παρακαλύμ‐ ματι τῷ συμφέροντι τῆς πατρίδος χρησάμενος·
5ἐπεὶ ταύτης γε τῆς προφάσεως ἀφαιρεθείσης τὸ δικαιότατον ὄνομα τῆς πράξεως ἦν προδοσία. Λακεδαιμόνιοι δὲ τὴν πρώτην τοῦ καλοῦ μερίδα τῷ τῆς πατρίδος συμφέροντι διδόντες οὔτε μανθά‐ νουσιν οὔτε ἐπίστανται δίκαιον ἄλλο πλὴν ὃ τὴν
10Σπάρτην αὔξειν νομίζουσιν.
Ages
.

38

.

1

Ὁ μὲν οὖν Τάχως ἐρημωθεὶς τῶν μισθοφόρων ἔφυγεν, ἐκ δὲ Μένδητος ἕτερος ἐπανί‐ σταται τῷ Νεκτανάβιδι βασιλεὺς ἀναγορευθείς· καὶ συναγαγὼν δέκα μυριάδας ἀνθρώπων ἐπῄει.
5θαρσύνοντος δὲ τοῦ Νεκτανάβιδος τὸν Ἀγησί‐ λαον, καὶ λέγοντος ὅτι πολλοὶ μέν εἰσιν οἱ πολέ‐ μιοι, μιγάδες δὲ καὶ βάναυσοι καὶ δι’ ἀπειρίαν
Ages
.

38

.

2

εὐκαταφρόνητοι, “Καὶ μὴν οὐ τὸ πλῆθος αὐτῶν,” ὁ Ἀγησίλαος εἶπεν, “ἀλλὰ τὴν ἀπειρίαν φοβοῦ‐ μαι καὶ τὴν ἀμαθίαν ὡς δυσεξαπάτητον. αἱ γὰρ ἀπάται τὸ παράδοξον ἐπάγουσι τοῖς πρὸς ἄμυναν
5ὑπονοοῦσι καὶ προσδοκῶσι τρεπομένοις, ὁ δὲ μὴ
προσδοκῶν μηδὲ ὑπονοῶν μηδὲν οὐ δίδωσι τῷ παραλογιζομένῳ λαβήν, ὥσπερ οὐδὲ τῷ παλαί‐ οντι ῥοπὴν ὁ μὴ κινούμενος.” ἐκ τούτου καὶ ὁ106
Ages
.

38

.

3

Μενδήσιος ἔπεμπε πειρῶν τὸν Ἀγησίλαον. ἔδει‐ σεν οὖν ὁ Νεκτάναβις, καὶ κελεύοντος αὐτοῦ διαμάχεσθαι τὴν ταχίστην καὶ μὴ χρόνῳ πολε‐ μεῖν πρὸς ἀνθρώπους ἀπείρους ἀγῶνος, πολυχειρίᾳ
5δὲ περιελθεῖν καὶ περιταφρεῦσαι καὶ φθάσαι πολλὰ καὶ προλαβεῖν δυναμένους, ἔτι μᾶλλον ἐν ὑποψίᾳ καὶ φόβῳ γενόμενος πρὸς αὐτὸν ἀπε‐ χώρησεν εἰς πόλιν εὐερκῆ καὶ μέγαν ἔχουσαν
Ages
.

38

.

4

περίβολον. ὁ δὲ Ἀγησίλαος ἠγανάκτει μὲν ἀπιστούμενος καὶ βαρέως ἔφερεν, αἰσχυνόμενος δὲ καὶ πάλιν μεταστῆναι πρὸς τὸν ἕτερον καὶ τελέως ἀπελθεῖν ἄπρακτος, ἠκολούθησε καὶ συν‐
5εισῆλθεν εἰς τὸ τεῖχος.
Ages
.

39

.

1

Ἐπελθόντων δὲ τῶν πολεμίων καὶ περιταφρευόντων τὴν πόλιν, αὖθις αὖ δείσας τὴν πολιορκίαν ὁ Αἰγύπτιος ἐβούλετο μάχεσθαι καὶ τοὺς Ἕλληνας μάλα συμπροθυμουμένους εἶχεν·
5οὐ γὰρ ἦν ἐν τῷ χωρίῳ σῖτος. ὁ δὲ Ἀγησίλαος οὐκ ἐῶν, ἀλλὰ κωλύων ἤκουε μὲν ἔτι μᾶλλον κακῶς ἢ πρότερον ὑπὸ τῶν Αἰγυπτίων καὶ προδό‐ της ἀπεκαλεῖτο τοῦ βασιλέως, ἔφερε δὲ πρᾳότερον ἤδη τὰς διαβολὰς καὶ προσεῖχε τῷ καιρῷ τοῦ
10στρατηγήματος.
Ages
.

39

.

2

Ἦν δὲ τοιόνδε. τάφρον ἔξωθεν ἦγον οἱ πολέ‐ μιοι περὶ τὸ τεῖχος βαθεῖαν ὡς παντάπασιν ἀποκλείσοντες αὐτούς. ὡς οὖν ἐγγὺς ἦσαν αἱ τελευταὶ τοῦ ὀρύγματος ἀπαντῶντος αὑτῷ καὶ
5περιϊόντος ἐν κύκλῳ τὴν πόλιν, ἑσπέραν ἀναμεί‐ νας γενέσθαι καὶ κελεύσας ἐξοπλίζεσθαι τοὺς
Ἕλληνας ἔλεγεν ἐλθὼν πρὸς τὸν Αἰγύπτιον· “Ὁ μὲν τῆς σωτηρίας, ὦ νεανία, καιρὸς οὗτός ἐστιν, ὃν ἐγὼ διαφθεῖραι φοβούμενος οὐκ ἔφραζον πρὶν108
Ages
.

39

.

3

ἐλθεῖν. ἐπεὶ δὲ ἡμῖν οἱ πολέμιοι τὴν ἀσφάλειαν αὐτοὶ διὰ τῶν χειρῶν παρεσκευάκασι, τοσαύτην ὀρυξάμενοι τάφρον, ἧς τὸ μὲν ἐξειργασμένον ἐκεί‐ νοις ἐμποδών ἐστι τοῦ πλήθους, τὸ δὲ διαλεῖπον
5ἡμῖν δίδωσιν ἴσῳ καὶ δικαίῳ μέτρῳ διαμάχεσθαι πρὸς αὐτούς, φέρε νῦν, προθυμηθεὶς ἀνὴρ ἀγαθὸς γενέσθαι καὶ μεθ’ ἡμῶν ἐπισπόμενος δρόμῳ σῶζε
Ages
.

39

.

4

σεαυτὸν ἅμα καὶ τὴν στρατιάν. ἡμᾶς γὰρ οἱ μὲν κατὰ στόμα τῶν πολεμίων οὐχ ὑπομενοῦσιν, οἱ δὲ ἄλλοι διὰ τὴν τάφρον οὐ βλάψουσιν.” ἐθαύμασεν οὖν ὁ Νεκτάναβις τοῦ Ἀγησιλάου τὴν δεινότητα,
5καὶ δοὺς ἑαυτὸν εἰς μέσα τὰ τῶν Ἑλλήνων ὅπλα καὶ προσπεσὼν ἐτρέψατο ῥᾳδίως τοὺς ἀντιστάν‐ τας. ὡς δὲ ἅπαξ ἔλαβε πειθόμενον αὑτῷ τὸν Νεκτάναβιν ὁ Ἀγησίλαος, αὖθις ἐπῆγε τὸ αὐτὸ στρατήγημα καθάπερ πάλαισμα τοῖς πολεμίοις.
Ages
.

39

.

5

τὰ μὲν γὰρ ὑποφεύγων καὶ ὑπάγων, τὰ δὲ ἀντι‐ περιχωρῶν, ἐμβάλλει τὸ πλῆθος αὐτῶν εἰς τόπον ἔχοντα διώρυχα βαθεῖαν ἐξ ἑκατέρας πλευρᾶς παραρρέουσαν, ὧν τὸ μέσον ἐμφράξας καὶ κατα‐
5λαβὼν τῷ μετώπῳ τῆς φάλαγγος ἐξίσωσε πρὸς τοὺς μαχομένους τῶν πολεμίων τὸ πλῆθος, οὐκ ἔχοντας περιδρομὴν καὶ κύκλωσιν. ὅθεν οὐ πολὺν χρόνον ἀντιστάντες ἐτράποντο· καὶ πολλοὶ μὲν ἀνῃρέθησαν, οἱ δὲ φεύγοντες ἐσκεδάσθησαν
10καὶ διερρύησαν.
Ages
.

40

.

1

Ἐκ δὲ τούτου καλῶς μὲν εἶχε τὰ πράγ‐ ματα καὶ βεβαίως τῷ Αἰγυπτίῳ πρὸς ἀσφάλειαν· ἀγαπῶν δὲ καὶ φιλοφρονούμενος ἐδεῖτο μεῖναι καὶ συνδιαχειμάσαι μετ’ αὐτοῦ τὸν Ἀγησίλαον. ὁ δὲ
5ὥρμητο πρὸς τὸν οἴκοι πόλεμον, εἰδὼς χρημάτων δεομένην τὴν πόλιν καὶ ξενοτροφοῦσαν. προὔ‐ πεμψεν οὖν αὐτὸν ἐντίμως καὶ μεγαλοπρεπῶς, ἄλλας τε λαβόντα τιμὰς καὶ δωρεὰς καὶ πρὸς τὸν πόλεμον ἀργυρίου διακόσια καὶ τριάκοντα τά‐110
Ages
.

40

.

2

λαντα. χειμῶνος δὲ ὄντος ἤδη τῆς γῆς ἐχόμενος ταῖς ναυσὶ καὶ παρὰ τὴν Λιβύην εἰς χωρίον ἔρημον κομισθείς, ὃ καλοῦσι Μενελάου λιμένα, θνήσκει, βιώσας μὲν ὀγδοήκοντα καὶ τέσσαρα
5ἔτη, βασιλεύσας δὲ τῆς Σπάρτης ἑνὶ τῶν τεσ‐ σαράκοντα πλέον, καὶ τούτων ὑπὲρ τριάκοντα πάντων μέγιστος καὶ δυνατώτατος γενόμενος καὶ σχεδὸν ὅλης τῆς Ἑλλάδος ἡγεμὼν καὶ βασιλεὺς νομισθεὶς ἄχρι τῆς ἐν Λεύκτροις μάχης.
Ages
.

40

.

3

Ἔθους δὲ ὄντος Λακωνικοῦ τῶν μὲν ἄλλων ἐπὶ ξένης ἀποθανόντων αὐτοῦ τὰ σώματα κηδεύειν καὶ ἀπολείπειν, τὰ δὲ τῶν βασιλέων οἴκαδε κομί‐ ζειν, οἱ παρόντες Σπαρτιᾶται κηρὸν ἐπιτήξαντες
5τῷ νεκρῷ, μέλιτος οὐ παρόντος, ἀπῆγον εἰς Λακε‐ δαίμονα. τὴν δὲ βασιλείαν Ἀρχίδαμος ὁ υἱὸς αὐτοῦ παρέλαβε, καὶ διέμεινε τῷ γένει μέχρις Ἄγιδος, ὃν ἐπιχειροῦντα τὴν πάτριον ἀναλα‐ βεῖν πολιτείαν ἀπέκτεινε Λεωνίδας πέμπτον ἀπ’
10Ἀγησιλάου γεγονότα.112