TLG 0007 039 :: PLUTARCHUS :: Crassus

PLUTARCHUS Biogr. Phil.
(Chaeronensis: A.D. 1–2)

Crassus

Source: Ziegler, K. (ed.), Plutarchi vitae parallelae, vol. 1.2, 3rd edn. Leipzig: Teubner, 1964: 126–177.

Citation: Chapter — section — (line)

Crass
.

t

1

ΚΡΑΣΣΟΣ
Crass
.

1

.

1

Μᾶρκος δὲ Κράσσος ἦν τιμητικοῦ καὶ θριαμβικοῦ πατρός, ἐτράφη δ’ ἐν οἰκίᾳ μικρᾷ μετὰ δυοῖν ἀδελφῶν,
Crass
.

1

.

2

καὶ τοῖς ἀδελφοῖς αὐτοῦ γυναῖκες ἦσαν ἔτι τῶν γονέων ζώντων, καὶ πάντες ἐπὶ τὴν αὐτὴν ἐφοίτων τράπεζαν, ὅθεν οὐχ ἥκιστα δοκεῖ καὶ διὰ τοῦτο σώφρων καὶ μέτριος
Crass
.

1

.

3

γενέσθαι περὶ τὴν δίαιταν. ἀποθανόντος δὲ τοῦ ἑτέρου τῶν ἀδελφῶν, τῇ γυναικὶ συνῴκησε καὶ τοὺς παῖδας ἐξ ἐκείνης ἔσχεν, οὐδενὸς ἧττον καὶ περὶ ταῦτα Ῥωμαίων
Crass
.

1

.

4

εὔτακτος γενόμενος. καίτοι προϊὼν καθ’ ἡλικίαν αἰτίαν ἔσχε Λικιννίᾳ συνιέναι, τῶν Ἑστιάδων μιᾷ παρθένων, καὶ
Crass
.

1

.

5

δίκην ἔφυγεν ἡ Λικιννία Πλωτίου τινὸς διώκοντος. ἦν δὲ προάστειον αὐτῇ καλόν, ὃ βουλόμενος λαβεῖν ὀλίγης τιμῆς ὁ Κράσσος, καὶ διὰ τοῦτο προσκείμενος ἀεὶ τῇ γυναικὶ καὶ θεραπεύων, εἰς τὴν ὑποψίαν ἐκείνην ἐνέπεσε, καὶ τρό‐
5πον τινὰ τῇ φιλοπλουτίᾳ τὴν αἰτίαν τῆς φθορᾶς ἀπολυ‐ σάμενος, ὑπὸ τῶν δικαστῶν ἀφείθη. τὴν δὲ Λικιννίαν οὐκ ἀνῆκε πρότερον ἢ τοῦ κτήματος κρατῆσαι.
Crass
.

2

.

1

Ῥωμαῖοι μὲν οὖν λέγουσι πολλαῖς ἀρεταῖς τοῦ Κράσ‐ σου κακίαν μίαν ἐπισκοτῆσαι τὴν φιλοπλουτίαν· ἔοικε δ’ 〈οὐ〉 μία, πασῶν δ’ ἐρρωμενεστάτη τῶν ἐν αὐτῷ κακιῶν
Crass
.

2

.

2

γενομένη, τὰς ἄλλας ἀμαυρῶσαι. τεκμήρια δὲ τῆς φιλο‐ πλουτίας αὐτοῦ μέγιστα ποιοῦνται τόν τε τρόπον τοῦ
Crass
.

2

.

3

πορισμοῦ καὶ τῆς οὐσίας τὸ μέγεθος. τριακοσίων γὰρ οὐ πλείω κεκτημένος ἐν ἀρχῇ ταλάντων, εἶτα παρὰ τὴν ὑπα‐ τείαν ἀποθύσας μὲν τῷ Ἡρακλεῖ τὴν δεκάτην καὶ τὸν δῆ‐
μον ἑστιάσας, τρεῖς δὲ μῆνας ἑκάστῳ Ῥωμαίων σιτη‐126
5ρέσιον ἐκ τῶν αὑτοῦ παρασχών, ὅμως πρὸ τῆς ἐπὶ Πάρ‐ θους στρατείας αὐτὸς αὑτῷ θέμενος ἐκλογισμὸν τῆς οὐ‐ σίας, εὗρεν ἑκατὸν ταλάντων τίμημα πρὸς ἑπτακισχιλίοις.
Crass
.

2

.

4

τὰ δὲ πλεῖστα τούτων, εἰ δεῖ μετὰ βλασφημίας εἰπεῖν τὸ ἀληθές, ἐκ πυρὸς συνήγαγε καὶ πολέμου, ταῖς κοιναῖς ἀτυχίαις προσόδῳ τῇ μεγίστῃ χρησάμενος. ὅτε γὰρ Σύλ‐ λας ἑλὼν τὴν πόλιν ἐπώλει τὰς οὐσίας τῶν ἀνῃρημένων
5ὑπ’ αὐτοῦ, λάφυρα καὶ νομίζων καὶ ὀνομάζων, καὶ βου‐ λόμενος ὅτι πλείστοις καὶ κρατίστοις προσομόρξασθαι
Crass
.

2

.

5

τὸ ἄγος, οὔτε λαμβάνων οὔτ’ ὠνούμενος ἀπεῖπε. πρὸς δὲ τούτοις ὁρῶν τὰς συγγενεῖς καὶ συνοίκους τῆς Ῥώμης κῆρας ἐμπρησμοὺς καὶ συνιζήσεις διὰ βάρος καὶ πλῆθος οἰκοδομημάτων, ἐωνεῖτο δούλους ἀρχιτέκτονας καὶ οἰκο‐
5δόμους. εἶτ’ ἔχων τούτους, ὑπὲρ πεντακοσίους ὄντας, ἐξηγόραζε τὰ καιόμενα καὶ γειτνιῶντα τοῖς καιομένοις, διὰ φόβον καὶ ἀδηλότητα τῶν δεσποτῶν ἀπ’ ὀλίγης τιμῆς προϊεμένων, ὥστε τῆς Ῥώμης τὸ πλεῖστον μέρος ὑπ’
Crass
.

2

.

6

αὐτῷ γενέσθαι. τοσούτους δὲ κεκτημένος τεχνίτας, οὐδὲν ᾠκοδόμησεν αὐτὸς ἢ τὴν ἰδίαν οἰκίαν, ἀλλ’ ἔλεγε τοὺς φιλοικοδόμους αὐτοὺς ὑφ’ ἑαυτῶν καταλύεσθαι χωρὶς
Crass
.

2

.

7

ἀνταγωνιστῶν. ὄντων δ’ αὐτῷ παμπόλλων ἀργυρείων, πολυτιμήτου δὲ χώρας καὶ τῶν ἐργαζομένων ἐν αὐτῇ, ὅμως ἄν τις ἡγήσαιτο μηδὲν εἶναι ταῦτα πάντα πρὸς τὴν τῶν οἰκετῶν τιμήν· τοσούτους ἐκέκτητο καὶ τοιού‐
5τους, ἀναγνώστας, ὑπογραφεῖς, ἀργυρογνώμονας, διοι‐ κητάς, τραπεζοκόμους, αὐτὸς ἐπιστατῶν μανθάνουσι καὶ προσέχων καὶ διδάσκων, καὶ ὅλως νομίζων τῷ δεσπότῃ προσήκειν μάλιστα τὴν περὶ τοὺς οἰκέτας ἐπιμέλειαν, ὡς
Crass
.

2

.

8

ὄργανα ἔμψυχα τῆς οἰκονομικῆς. καὶ τοῦτο μὲν ὀρθῶς ὁ Κράσσος, εἴπερ ὡς ἔλεγεν ἡγεῖτο τὰ μὲν ἄλλα διὰ τῶν οἰκετῶν χρῆναι, τοὺς δ’ οἰκέτας δι’ αὑτοῦ κυβερνᾶν· τὴν γὰρ οἰκονομικήν, ἐν ἀψύχοις χρηματιστικὴν οὖσαν, ἐν ἀνθρώ‐127
Crass
.

2

.

9

ποις πολιτικὴν καὶ βασιλικὴν γιγνομένην ὁρῶμεν· ἐκεῖνο δ’ οὐκ εὖ, τὸ μηδένα νομίζειν μηδὲ φάσκειν εἶναι πλού‐ σιον, ὃς μὴ δύναται τρέφειν ἀπὸ τῆς οὐσίας στρατόπεδον— ὁ γὰρ πόλεμος οὐ τεταγμένα σιτεῖται κατὰ τὸν Ἀρχίδα‐
5μον, ὥσθ’ ὁ πρὸς πόλεμον πλοῦτος ἀόριστος—καὶ πολὺ
Crass
.

2

.

10

τῆς Μανίου γνώμης ἀπηρτημένως. ἐκεῖνος γὰρ ἐπεὶ κατ’ ἄνδρα νείμας ἑκάστῳ δέκα καὶ τέσσαρα πλέθρα γῆς ἑώρα πλέον ἐπιζητοῦντας, „μηδείσ“ ἔφη „γένοιτο Ῥωμαίων ὀλίγην ἡγούμενος γῆν τὴν τρέφειν ἀρκοῦσαν.“
Crass
.

3

.

1

Οὐ μὴν ἀλλὰ καὶ περὶ ξένους ἦν φιλότιμος ὁ Κράσ‐ σος· ἀνέῳκτο γὰρ ἡ οἰκία πᾶσι, καὶ τοῖς φίλοις ἐδάνειζεν ἄνευ τόκων, ἀπῄτει δ’ ἀποτόμως τοῦ χρόνου παρελθόντος εἰς ὃν ἐδάνειζε, καὶ τὸ προῖκα πολλῶν ἐγίνετο τόκων ἐπα‐
Crass
.

3

.

2

χθέστερον. ἐν δὲ τοῖς δείπνοις ἡ μὲν κλῆσις ἦν ὡς τὰ πολλὰ δημοτικὴ καὶ λαώδης, ἡ δ’ εὐτέλεια τὴν καθαριότητα
Crass
.

3

.

3

καὶ φιλοφροσύνην ἡδίονα τοῦ πολυτελοῦς εἶχε. παιδείας δὲ τῆς περὶ λόγον μάλιστα μὲν τὸ ῥητορικὸν καὶ χρειῶδες εἰς 〈τοὺσ〉 πολλοὺς ἤσκησε, καὶ γενόμενος δεινὸς εἰπεῖν ἐν τοῖς μάλιστα Ῥωμαίων, ἐπιμελείᾳ καὶ πόνῳ τοὺς εὐ‐
Crass
.

3

.

4

φυεστάτους ὑπερέβαλεν. οὐδεμίαν γὰρ οὕτω δίκην φασὶ
μικρὰν οὐδ’ εὐκαταφρόνητον γενέσθαι πρὸς ἣν ἀπαρά‐ σκευος ἦλθεν, ἀλλὰ καὶ Πομπηίου πολλάκις ὀκνοῦντος καὶ Καίσαρος ἐξαναστῆναι καὶ Κικέρωνος, ἐκεῖνος ἀνε‐128
5πλήρου τὴν συνηγορίαν, καὶ διὰ τοῦτο μᾶλλον ἤρεσκεν
Crass
.

3

.

5

ὡς ἐπιμελὴς καὶ βοηθητικός. ἤρεσκε δὲ καὶ τὸ περὶ τὰς δεξιώσεις καὶ προσαγορεύσεις φιλάνθρωπον αὐτοῦ καὶ δημοτικόν. οὐδενὶ γὰρ οὕτως ἀπήντησε Ῥωμαίων ἀδόξῳ καὶ ταπεινῷ Κράσσος, ὃν ἀσπασάμενον οὐκ ἀντιπροση‐
Crass
.

3

.

6

γόρευσεν ἐξ ὀνόματος. λέγεται δὲ καὶ πολυμαθὴς καθ’ ἱστορίαν γενέσθαι καί τι καὶ φιλοσοφῆσαι, τοῖς Ἀριστοτέ‐ λους λόγοις προσθέμενος, ὧν διδάσκαλον εἶχεν Ἀλέξαν‐ δρον, ἄνθρωπον εὐκολίας καὶ πρᾳότητος ἀπόδειξιν διδόντα
Crass
.

3

.

7

τὴν πρὸς Κράσσον συνήθειαν. οὐ γὰρ ἦν ἀποφήνασθαι ῥᾳδίως, πότερον προσῆλθεν αὐτῷ πενέστερος ἢ προσελ‐ θὼν ἐγένετο. μόνος δ’ οὖν ἀεὶ τῶν φίλων αὐτῷ συναπο‐ δημῶν, στέγαστρον ἐλάμβανεν εἰς τὴν ὁδόν, καὶ τοῦτ’
Crass
.

3

.

8

ἐπανελθὼν ἀπῃτεῖτο. [φεῦ τῆς ὑπομονῆς, οὐδὲ τὴν πενίαν ὁ τλήμων ἀδιάφορον ἡγούμενος.] ἀλλὰ ταῦτα μὲν ὕστερον.
Crass
.

4

.

1

Ἐπεὶ δὲ Κίννας καὶ Μάριος κρατήσαντες εὐθὺς ἦσαν ἔνδηλοι κατιόντες οὐκ ἐπ’ ἀγαθῷ τῆς πατρίδος, ἐπ’ ἀναιρέσει δ’ ἄντικρυς καὶ ὀλέθρῳ τῶν ἀρίστων, οἱ μὲν ἐγκαταληφθέντες ἀπέθνῃσκον, ὧν ἦν καὶ ὁ πατὴρ
5Κράσσου καὶ ὁ ἀδελφός, αὐτὸς δὲ νέος ὢν παντάπασι τὸ μὲν αὐτίκα δεινὸν ἐξέφυγε, πάντῃ δὲ περιβαλλόμενον ἑαυτὸν αἰσθανόμενος καὶ κυνηγετούμενον ὑπὸ τῶν τυράν‐ νων, τρεῖς φίλους ἀναλαβὼν καὶ θεράποντας δέκα, τάχει δ’ ὑπερβάλλοντι χρησάμενος, εἰς Ἰβηρίαν ἔφυγε, γεγονὼς
10πάλαι στρατηγοῦντος αὐτόθι τοῦ πατρὸς καὶ φίλους πεποι‐
Crass
.

4

.

2

ημένος. εὑρὼν δὲ πάντας περιδεεῖς καὶ τὴν ὠμότητα τοῦ
Μαρίου καθάπερ ἐφεστῶτος αὐτοῖς τρέμοντας, οὐδενὶ γενέσθαι φανερὸς ἐθάρρησεν, ἀλλ’ ἐμβαλὼν εἰς ἀγροὺς παραλίους Οὐιβίου Πακιανοῦ σπήλαιον ἔχοντας εὐμέγεθες129
Crass
.

4

.

3

ἀπέκρυψεν ἑαυτόν. πρὸς δὲ τὸν Οὐίβιον ἔπεμψεν ἕνα δοῦ‐ λον ἀποπειρώμενος, ἤδη καὶ τῶν ἐφοδίων ὑπολιπόντων.
Crass
.

4

.

4

ὁ δ’ Οὐίβιος ἀκούσας ἥσθη τε σῳζομένῳ, καὶ πυθόμενος τὸ πλῆθος τῶν σὺν αὐτῷ καὶ τὸν τόπον, αὐτὸς μὲν οὐκ ἦλθεν εἰς ὄψιν, τὸν δὲ τῶν χωρίων ἐπίτροπον προσαγαγὼν ἐγγὺς ἐκέλευσε καθ’ ἡμέραν δεῖπνον πεποιημένον κομί‐
5ζειν, καὶ θέντα παρὰ τὴν πέτραν ἀπέρχεσθαι σιωπῇ καὶ μὴ πολυπραγμονεῖν μηδ’ ἐξετάζειν, προειπὼν πολυπραγ‐ μονοῦντι θάνατον, συμπράττοντι δὲ τοῦτο πιστῶς ἐλευ‐
Crass
.

4

.

5

θερίαν. τὸ δὲ σπήλαιον οὐκ ἄπωθεν μέν ἐστι θαλάσσης, κρημνοὶ δ’ αὐτῷ συμπεριφερόμενοι λεπτὴν καὶ ἀσαφῆ παραπέμπουσι λαύραν ἀνάγουσαν εἴσω, παρελθόντι δ’ ὕψος τε θαυμαστὸν ἀναπέπταται, καὶ κατ’ εὖρος ἔχει
5κόλπους δι’ ἀλλήλων ἀνοιγομένους μεγάλαις περιφερείαις.
Crass
.

4

.

6

ἀμοιρεῖ δ’ οὔθ’ ὕδατος οὔτε φωτός, ἀλλὰ πηγὴ μὲν ἡδίστου νάματος ὑπορρεῖ παρὰ τὸν κρημνόν, αὐτοφυεῖς δὲ ῥωχμοὶ τῆς πέτρας ᾗ μάλιστα περιπίπτει τὸ φῶς ἔξωθεν ὑπολαμ‐
Crass
.

4

.

7

βάνουσι, καὶ καταλάμπεται δι’ ἡμέρας τὸ χωρίον. ὁ δ’ ἐντὸς ἀὴρ ἀστάλακτος καὶ καθαρός, πυκνότητι τῆς πέτρας τὸ νοτερὸν καὶ ἀποτηκόμενον εἰς τὴν πηγὴν ἐκπιεζούσης.
Crass
.

5

.

1

Ἐνταῦθα διατρίβοντι τῷ Κράσσῳ τὰ ἐπιτήδεια καθ’ ἡμέραν ἐφοίτα κομίζων ὁ ἄνθρωπος, αὐτὸς μὲν οὐχ ὁρῶν ἐκείνους οὐδὲ γινώσκων, ὑπ’ ἐκείνων δὲ καθορώμενος,
Crass
.

5

.

2

εἰδότων καὶ παραφυλαττόντων τὸν καιρόν. ἦν δ’ ἄφθονα καὶ πρὸς ἡδονήν, οὐ μόνον χρείαν, ποιούμενα τὰ πρὸς τὸ δεῖπνον. ἐγνώκει γὰρ ὁ Οὐίβιος ἁπάσῃ φιλοφροσύνῃ θερα‐ πεύειν τὸν Κράσσον, ᾧ γε καὶ τὸ τῆς ὥρας ἐν νῷ λαβεῖν130
5ἐπῆλθεν, ὡς παντάπασι νεανίας εἴη καί τι καὶ ταῖς καθ’ ἡλικίαν ἡδοναῖς αὐτοῦ χαριστέον, ἐπεὶ τήν γε χρείαν ἀναγ‐
Crass
.

5

.

3

καίως μᾶλλον ἢ προθύμως ὑπουργοῦντος εἶναι. δύο δὴ θεραπαινίδας εὐπρεπεῖς ἀναλαβὼν ἐβάδιζε παρὰ τὴν θάλασ‐ σαν. ὡς δ’ ἦλθεν ἐπὶ τὸν τόπον, δείξας τὴν ἄνοδον ἐκέλευ‐
Crass
.

5

.

4

σεν εἴσω πορεύεσθαι καὶ θαρρεῖν. οἱ δὲ περὶ τὸν Κράσ‐ σον ἰδόντες προσερχομένας, ἔδεισαν μὴ καταφανὲς πολ‐ λοῖς καὶ γνώριμον εἴη τὸ χωρίον· ἀνέκρινον οὖν αὐτάς, τί
Crass
.

5

.

5

βούλονται καὶ τίνες εἰσίν. ὡς δ’ ἀπεκρίναντο δεδιδαγμέναι, δεσπότην ζητεῖν ἐνταῦθα κρυπτόμενον, μαθὼν ὁ Κράσ‐ σος τοῦ Οὐιβίου τὴν πρὸς αὐτὸν παιδιὰν καὶ φιλοφροσύ‐ νην, ἀνέλαβε τὰς παιδίσκας, καὶ συνῆσαν αὐτῷ τὸν λοι‐
5πὸν χρόνον, ὧν ἐδεῖτο φράζουσαι καὶ διαγγέλλουσαι πρὸς
Crass
.

5

.

6

τὸν Οὐίβιον. τούτων φησὶ τὴν ἑτέραν ἤδη πρεσβῦτιν οὖσαν ὁ Φενεστέλλας (HRR II 82) ἰδεῖν αὐτός, καὶ πολλάκις ἀκοῦ‐ σαι μεμνημένης ταῦτα καὶ διεξιούσης προθύμως.
Crass
.

6

.

1

Ὁ δὲ Κράσσος ὀκτὼ μῆνας οὕτω διαγαγὼν καὶ δια‐ κλαπείς, ἅμα τῷ πυθέσθαι τὴν Κίννα τελευτὴν φανερὸς γενόμενος, συνδραμόντων πρὸς αὐτὸν οὐκ ὀλίγων ἀνθρώ‐ πων, ἐπιλεξάμενος δισχιλίους καὶ πεντακοσίους, ἐπήρ‐
5χετο τὰς πόλεις, καὶ μίαν γε διήρπασε Μαλάκην, ὡς πολ‐ λοὶ γεγράφασιν, αὐτὸν δέ φασιν ἀρνεῖσθαι καὶ διαμάχε‐
Crass
.

6

.

2

σθαι πρὸς τοὺς λέγοντας. ἐκ τούτου συναγαγὼν πλοῖα καὶ διαπεράσας εἰς Λιβύην, ἀφίκετο πρὸς Μέτελλον Πίον, ἔνδοξον ἄνδρα, συνειλοχότα στρατιὰν οὐκ εὐκαταφρόνη‐
τον. οὐ πολὺν δὲ χρόνον ἐνταῦθα παρέμεινεν, ἀλλὰ στα‐131
5σιάσας τῷ Μετέλλῳ, πρὸς Σύλλαν ἀπῆρε καὶ συνῆν ἐν
Crass
.

6

.

3

τοῖς μάλιστα τιμώμενος. ἐπεὶ δὲ διαβὰς εἰς Ἰταλίαν ὁ Σύλλας πάντας ἐβούλετο τοὺς σὺν αὐτῷ νέους ἔχειν συνερ‐ γούς, καὶ πρὸς ἄλλην ἄλλον ἔταττε πρᾶξιν, ἀποστελλό‐ μενος εἰς Μαρσοὺς ἐπὶ στρατιὰν ὁ Κράσσος, ᾔτει φύλακας·
Crass
.

6

.

4

ἡ γὰρ πάροδος ἦν παρὰ τοὺς πολεμίους. εἰπόντος δὲ τοῦ Σύλλα σὺν ὀργῇ καὶ σφοδρῶς πρὸς αὐτόν· „δίδωμί σοι φύλακας τὸν πατέρα, τὸν ἀδελφόν, τοὺς φίλους, τοὺς συγ‐ γενεῖς, ὧν παρανόμως καὶ ἀδίκως ἀναιρεθέντων ἐγὼ
5μετέρχομαι τοὺς φονεῖς,“ οὕτω παθών τι καὶ παροξυνθεὶς ὁ Κράσσος εὐθὺς ἐξῆλθε, καὶ διὰ τῶν πολεμίων ὠσάμενος εὐρώστως, δύναμίν τε συχνὴν ἤθροισε, καὶ πρόθυμον
Crass
.

6

.

5

αὑτὸν ἐν τοῖς ἀγῶσι τῷ Σύλλᾳ παρεῖχεν. ἀπ’ ἐκείνων δὲ τῶν πράξεων λέγουσιν αὐτῷ πρῶτον ἐγγενέσθαι τὴν πρὸς Πομπήιον ὑπὲρ δόξης ἅμιλλαν καὶ φιλοτιμίαν. ὁ γὰρ Πομπήιος, ἡλικίᾳ τε λειπόμενος αὐτοῦ, καὶ πατρὸς γεγο‐
5νὼς ἀδοξήσαντος ἐν Ῥώμῃ καὶ μισηθέντος ἔσχατον μῖσος ὑπὸ τῶν πολιτῶν, ἐν ἐκείνοις τοῖς πράγμασιν ἐξέλαμψε καὶ διεφάνη μέγας, ὥστε Σύλλαν, ἃ πρεσβυτέροις καὶ ἰσοτίμοις οὐ πάνυ πολλάκις παρεῖχεν, ὑπεξανίστασθαι προσιόντος αὐτοῦ καὶ κεφαλὴν ἀποκαλύπτεσθαι καὶ προσ‐
Crass
.

6

.

6

ειπεῖν αὐτοκράτορα. ταῦτα διέκαιε καὶ παρώξυνε τὸν Κράσσον, οὐκ ἀλόγως ἐλασσούμενον. ἐμπειρίᾳ τε γὰρ ἐνδεὴς ἦν, καὶ τῶν πράξεων αὐτοῦ τὴν χάριν ἀφῄρουν αἱ συγγενεῖς κῆρες ἐπιφερόμεναι, φιλοκέρδεια καὶ μικρολο‐
5γία. καὶ γὰρ πόλιν Ὀμβρικὴν Τουδερτίαν ἑλών, ἔδοξε τὰ
πλεῖστα τῶν χρημάτων σφετερίσασθαι, καὶ διεβλήθη132
Crass
.

6

.

7

πρὸς Σύλλαν. ἀλλ’ ἔν γε τῷ περὶ τὴν Ῥώμην ἀγῶνι, πάν‐ των γενομένῳ μεγίστῳ καὶ τελευταίῳ, Σύλλας μὲν ἡττήθη, τῶν κατ’ αὐτὸν ὠσθέντων καὶ συντριβέντων, Κράσσος δὲ τὸ δεξιὸν κέρας ἔχων ἐνίκησε, καὶ μέχρι νυκτὸς διώξας
5τοὺς πολεμίους, ἔπεμψε πρὸς Σύλλαν, δεῖπνον αἰτῶν τοῖς
Crass
.

6

.

8

στρατιώταις καὶ τὸ κατόρθωμα φράζων. ἐν δὲ ταῖς προ‐ γραφαῖς καὶ δημεύσεσι πάλιν κακῶς ἤκουσεν, ὠνούμενός τε τιμῆς βραχείας μεγάλα πράγματα καὶ δωρεὰς αἰτῶν. ἐν δὲ Βρεττίοις λέγεται καὶ προγράψαι τινὰς οὐ Σύλλα
5κελεύσαντος, ἀλλ’ ἐπὶ χρηματισμῷ, δι’ ὃ καὶ Σύλλαν
Crass
.

6

.

9

καταγνόντα πρὸς μηδὲν ἔτι χρῆσθαι δημόσιον αὐτῷ. καί‐ τοι δεινότατος ἦν Κράσσος πάντας ἀνθρώπους κολακείᾳ κατεργάσασθαι, πάλιν δ’ αὐτὸς ὑπὸ πάντων διὰ κολακείας εὐάλωτος. ἴδιον δὲ κἀκεῖνο περὶ αὐτοῦ λέγεται, φιλο‐
5κερδέστατον ὄντα μάλιστα μισεῖν καὶ λοιδορεῖν τοὺς ὁμοίους.
Crass
.

7

.

1

Ἠνία δὲ Πομπήιος αὐτόν, εὐημερῶν ἐν ἡγεμονίαις, καὶ πρὶν ἢ βουλῆς μεταλαβεῖν θριαμβεύων, καὶ Μᾶγνος, ὅπερ ἐστὶ μέγας, ὑπὸ τῶν πολιτῶν ἀναγορευθείς. καί ποτε καὶ φήσαντός τινος, ὡς Πομπήιος Μᾶγνος πρόσεισι, γελάσας
Crass
.

7

.

2

ἠρώτησεν ὡς „πηλίκος.“ ἀπογνοὺς δὲ τοῖς πολεμικοῖς ἐξισώσασθαι πρὸς ἐκεῖνον, ὑπεδύετο τὴν πολιτείαν, σπου‐ δαῖς καὶ συνηγορίαις καὶ δανεισμοῖς καὶ τῷ συμπαραγγέλ‐ λειν καὶ συνεξετάζεσθαι τοῖς δεομένοις τι τοῦ δήμου κτώ‐
5μενος δύναμιν ἀντίπαλον καὶ δόξαν, ᾗ Πομπήιος εἶχεν
Crass
.

7

.

3

ἀπὸ πολλῶν καὶ μεγάλων στρατειῶν. καὶ πρᾶγμα συνέ‐ βαινεν αὐτοῖς ἴδιον. μεῖζον γὰρ ἀπόντος ἦν ὄνομα τοῦ
Πομπηίου καὶ κράτος ἐν τῇ πόλει διὰ τὰς στρατείας, παρὼν δὲ πολλάκις ἠλαττοῦτο τοῦ Κράσσου, διὰ τὸν ὄγκον133
5καὶ τὸ πρόσχημα τοῦ βίου φεύγων τὰ πλήθη, καὶ ἀναδυό‐ μενος ἐξ ἀγορᾶς, καὶ τῶν δεομένων ὀλίγοις καὶ μὴ πάνυ προθύμως βοηθῶν, ὡς ἀκμαιοτέραν ἔχοι τὴν δύναμιν
Crass
.

7

.

4

ὑπὲρ αὑτοῦ χρώμενος. ὁ δὲ Κράσσος ἐνδελεχέστερον τὸ χρήσιμον ἔχων, καὶ σπάνιος οὐκ ὢν οὐδὲ δυσπρόσοδος, ἀλλ’ ἐν μέσαις ἀεὶ ταῖς σπουδαῖς ἀναστρεφόμενος, τῷ κοι‐ νῷ καὶ φιλανθρώπῳ περιεγίνετο τῆς ἐκείνου σεμνότητος.
5σώματος δ’ ἀξίωμα καὶ λόγου πειθὼ καὶ προσώπου χάριν
Crass
.

7

.

5

ἀγωγὸν ἀμφοτέροις ὁμοίως προσεῖναι λέγουσιν. οὐ μέντοι πρὸς ἔχθραν τινὰ τὸν Κράσσον ἢ κακόνοιαν ἐξήνεγκεν οὗτος ὁ ζῆλος, ἀλλὰ καὶ Πομπηίῳ καὶ Καίσαρι τιμωμέ‐ νοις μὲν ὑπὲρ αὐτὸν ἤχθετο, τῇ δὲ φιλοτιμίᾳ ταύτῃ δυσ‐
5μένειαν καὶ κακοήθειαν οὐ συνῆπτε· καίτοι Καῖσαρ ὑπὸ λῃστῶν ἁλοὺς ἐν Ἀσίᾳ καὶ φρουρούμενος ἀνεβόησεν· „ἡλίκης ὦ Κράσσε χαρᾶς ἀπολαύσεις πυθόμενος τὴν
Crass
.

7

.

6

ἐμὴν ἅλωσιν.“ ἀλλ’ ὕστερόν γε καὶ φιλικῶς ἀλλήλοις προσεφέροντο, καί ποτε τῷ Καίσαρι, μέλλοντι μὲν εἰς Ἰβηρίαν ἐξιέναι στρατηγῷ, χρήματα δ’ οὐκ ἔχοντι τῶν δανειστῶν ἐπιπεσόντων καὶ τῆς παρασκευῆς ἐπιλαμ‐
5βανομένων, ὁ Κράσσος οὐ περιεῖδεν, ἀλλ’ ἀπήλλαξεν, ὑποθεὶς ἑαυτὸν ἔγγυον τριάκοντα καὶ ὀκτακοσίων ταλάν‐
Crass
.

7

.

7

των. καθόλου δὲ τῆς Ῥώμης εἰς τρεῖς νενεμημένης δυνά‐ μεις, τὴν Πομπηίου, τὴν Καίσαρος, τὴν Κράσσου— Κάτωνος γὰρ ἡ δόξα μείζων ἦν τῆς δυνάμεως καὶ τὸ θαυ‐ μαζόμενον πλέον 〈ἢ τὸ〉 ἰσχῦον—, ἡ μὲν ἔμφρων καὶ καθε‐
5στῶσα μερὶς ἐν τῇ πόλει Πομπήιον ἐθεράπευε, τὸ δ’ ὀξὺ
καὶ φερόμενον μετ’ εὐχερείας ταῖς Καίσαρος ἐλπίσιν ἐπη‐ κολούθει, Κράσσος δὲ μέσος ὢν ἀμφοτέραις ἐχρῆτο, καὶ πλείστας μεταβολὰς ἐν τῇ πολιτείᾳ μεταβαλλόμενος, οὔτε φίλος ἦν βέβαιος οὔτ’ ἀνήκεστος ἐχθρός, ἀλλὰ ῥᾳδίως καὶ134
10χάριτος καὶ ὀργῆς ἐξέπιπτεν ὑπὸ τοῦ συμφέροντος, ὥστε πολλάκις μὲν ἀνθρώπων, πολλάκις δὲ νόμων ἐν ὀλίγῳ
Crass
.

7

.

8

φανῆναι τῶν αὐτῶν συνήγορος καὶ ἀντίδικος. ἴσχυε δὲ καὶ χάριτι καὶ φόβῳ, φόβῳ δ’ οὐκ ἔλαττον. ὁ γοῦν πλεῖστα πράγματα παρασχὼν τοῖς καθ’ αὑτὸν ἄρχουσι [καὶ] δη‐ μαγωγός, Σικίννιος, πρὸς τὸν εἰπόντα, τί δὴ μόνον οὐ
5σπαράσσει τὸν Κράσσον, ἀλλὰ παρίησιν, ἀπεκρίνατο χόρ‐ τον αὐτὸν ἔχειν ἐπὶ τοῦ κέρατος. εἰώθεισαν δ’ οἱ Ῥωμαῖοι τοὺς κυρίττοντας τῶν βοῶν ὑπὲρ τοῦ φυλάττεσθαι τοὺς ἐντυγχάνοντας χόρτῳ περιελίττειν τὸ κέρας.
Crass
.

8

.

1

Ἡ δὲ τῶν μονομάχων ἐπανάστασις καὶ λεηλασία τῆς Ἰταλίας, ἣν οἱ πολλοὶ Σπαρτάκειον πόλεμον ὀνομάζουσιν,
Crass
.

8

.

2

ἀρχὴν ἔλαβεν ἐκ τοιαύτης αἰτίας. Λέντλου τινὸς Βατιά‐ του μονομάχους ἐν Καπύῃ τρέφοντος, ὧν οἱ πολλοὶ Γαλά‐ ται καὶ Θρᾷκες ἦσαν, ἐξ αἰτιῶν οὐ πονηρῶν, ἀλλ’ ἀδικίᾳ τοῦ πριαμένου συνειρχθέντες ὑπ’ ἀνάγκης ἐπὶ τῷ μονο‐
5μαχεῖν, ἐβουλεύσαντο μὲν διακόσιοι φεύγειν, γενομένης δὲ μηνύσεως οἱ προαισθόμενοι καὶ φθάσαντες ὀγδοήκοντα δυεῖν δέοντες ἔκ τινος ὀπτανείου κοπίδας ἀράμενοι καὶ
Crass
.

8

.

3

ὀβελίσκους ἐξεπήδησαν. ἐντυχόντες δὲ κατὰ τὴν ὁδὸν ἁμάξαις ὅπλα κομιζούσαις μονομάχων εἰς ἑτέραν πόλιν, ἀφήρπασαν καὶ ὡπλίσαντο, καὶ τόπον τινὰ καρτερὸν κατα‐
λαβόντες, ἡγεμόνας εἵλοντο τρεῖς, ὧν πρῶτος ἦν Σπάρ‐135
5τακος, ἀνὴρ Θρᾷξ τοῦ Μαιδικοῦ γένους, οὐ μόνον φρό‐ νημα μέγα καὶ ῥώμην ἔχων, ἀλλὰ καὶ συνέσει καὶ πρᾳό‐ τητι τῆς τύχης ἀμείνων καὶ τοῦ γένους ἑλληνικώτερος.
Crass
.

8

.

4

τούτῳ δὲ λέγουσιν, ὅτε πρῶτον εἰς Ῥώμην ὤνιος ἤχθη, δράκοντα κοιμωμένῳ περιπεπλεγμένον φανῆναι περὶ τὸ πρόσωπον, [ἡ] γυνὴ δ’ ὁμόφυλος οὖσα τοῦ Σπαρτάκου, μαντικὴ δὲ καὶ κάτοχος τοῖς περὶ τὸν Διόνυσον ὀργιασμοῖς,
5ἔφραζε τὸ σημεῖον εἶναι μεγάλης καὶ φοβερᾶς περὶ αὐτὸν εἰς ἀτυχὲς τέλος ἐσομένης δυνάμεως· ἣ καὶ τότε συνῆν αὐτῷ καὶ συνέφευγε.
Crass
.

9

.

1

Καὶ πρῶτον μὲν τοὺς ἐκ Καπύης ἐλθόντας ὠσά‐ μενοι, καὶ πολλῶν ὅπλων ἐπιλαβόμενοι πολεμιστηρίων, ἄσμενοι ταῦτα μετελάμβανον, ἀπορρίψαντες ὡς ἄτιμα
Crass
.

9

.

2

καὶ βάρβαρα τὰ τῶν μονομάχων. ἔπειτα Κλωδίου στρατη‐ γοῦ μετὰ τρισχιλίων πεμφθέντος ἐκ Ῥώμης καὶ πολιορ‐ κοῦντος αὐτοὺς ἐν ὄρει μίαν ἔχοντι χαλεπὴν καὶ στενὴν κάθοδον, ἣν ὁ Κλώδιος ἐφρούρει, τὰ δ’ ἄλλα κρημνοὺς
5ἀποτόμους καὶ λισσάδας, ἄμπελον δὲ πολλὴν ἀγρίαν ἐπι‐ πολῆς πεφυκυῖαν, ἔτεμνον τῶν κλημάτων τὰ χρήσιμα, καὶ συμπλέκοντες ἐξ αὐτῶν κλιμακίδας εὐτόνους καὶ βαθείας, ὥστ’ ἄνωθεν ἀνηρτημένας παρὰ τὸ κρημνῶδες ἅπτεσθαι τῶν ἐπιπέδων, κατέβαινον ἀσφαλῶς δι’ αὐτῶν
Crass
.

9

.

3

πλὴν ἑνός. οὗτος δὲ τῶν ὅπλων ἕνεκα μείνας, ἐπεὶ κατέ‐ βησαν ἠφίει κάτω τὰ ὅπλα, καὶ βαλὼν ἅπαντα τελευταῖος ἀπεσῴζετο καὶ αὐτός. ταῦτ’ ἠγνόουν οἱ Ῥωμαῖοι· διὸ καὶ περιελθόντες αὐτοὺς ἐξέπληξαν τῷ αἰφνιδίῳ, καὶ φυγῆς
Crass
.

9

.

4

γενομένης ἔλαβον τὸ στρατόπεδον. καὶ προσεγίνοντο πολ‐ λοὶ τῶν αὐτόθι βοτήρων καὶ ποιμένων αὐτοῖς, πλῆκται καὶ ποδώκεις ἄνδρες, ὧν τοὺς μὲν ὥπλιζον, τοῖς δὲ προδρόμοις136
Crass
.

9

.

5

καὶ ψιλοῖς ἐχρῶντο. δεύτερος ἐκπέμπεται πρὸς αὐτοὺς στρατηγὸς Πούπλιος Βαρῖνος, οὗ πρῶτον μὲν ὑποστράτη‐ γόν τινα Φούριον ἔχοντα τρισχιλίους στρατιώτας ἐτρέψαντο συμβαλόντες, ἔπειτα σύμβουλον αὐτῷ καὶ συνάρχοντα
5Κοσσίνιον ἀποσταλέντα μετὰ πολλῆς δυνάμεως ἐπιτηρήσας ὁ Σπάρτακος λουόμενον περὶ Σαλίνας μικρὸν ἐδέησε
Crass
.

9

.

6

συναρπάσαι. χαλεπῶς δὲ καὶ μόλις ἐκφυγόντος, εὐθὺς μὲν ἐκράτησε τῆς ἀποσκευῆς, ἐκ ποδὸς δὲ κατέχων καὶ διώ‐
Crass
.

9

.

7

κων φόνῳ πολλῷ τὸ στρατόπεδον εἷλεν. ἔπεσε δὲ καὶ Κοσ‐ σίνιος. αὐτὸν δὲ τὸν στρατηγὸν ἄλλαις μάχαις πολλαῖς καταγωνισάμενος, τέλος δὲ τούς τε ῥαβδούχους καὶ τὸν ἵππον αὐτοῦ λαβὼν αἰχμάλωτον, ἦν μὲν ἤδη μέγας καὶ
5φοβερός, ἐφρόνει δὲ τὰ εἰκότα, καὶ μὴ προσδοκῶν ὑπερ‐ βαλέσθαι τὴν Ῥωμαίων δύναμιν, ἦγεν ἐπὶ τὰς Ἄλπεις τὸν στρατόν, οἰόμενος δεῖν ὑπερβαλόντας αὐτὰς ἐπὶ τὰ οἰκεῖα χωρεῖν, τοὺς μὲν εἰς Θρᾴκην, τοὺς δ’ εἰς Γαλατίαν.
Crass
.

9

.

8

οἱ δὲ πλήθει τ’ ὄντες ἰσχυροὶ καὶ μέγα φρονοῦντες, οὐχ ὑπήκουον, ἀλλ’ ἐπόρθουν ἐπιπορευόμενοι τὴν Ἰταλίαν. οὐκέτ’ οὖν τὸ παρ’ ἀξίαν καὶ τὸ αἰσχρὸν ἠνώχλει τῆς ἀπο‐ στάσεως τὴν σύγκλητον, ἀλλ’ ἤδη διὰ φόβον καὶ κίνδυ‐
5νον ὡς πρὸς ἕνα τῶν δυσκολωτάτων πολέμων καὶ μεγί‐
Crass
.

9

.

9

στων ἅμ’ ἀμφοτέρους ἐξέπεμπον τοὺς ὑπάτους. ὧν Γέλλιος
μὲν τὸ Γερμανικόν, ὕβρει καὶ φρονήματι τῶν Σπαρτα‐ κείων ἀποσχισθέν, ἐξαίφνης ἐπιπεσὼν ἅπαν διέφθειρε, Λέντλου δὲ τὸν Σπάρτακον μεγάλοις στρατοπέδοις περι‐137
5βαλόντος, ὁρμήσας ὁμόσε καὶ μάχην συνάψας, ἐκράτησε μὲν τῶν πρεσβευτῶν, ἔλαβε δὲ τὴν ἀποσκευὴν ἅπασαν.
Crass
.

9

.

10

ὠθουμένῳ δ’ αὐτῷ πρὸς τὰς Ἄλπεις Κάσσιος ὁ τῆς περὶ Πάδον Γαλατίας στρατηγὸς ἔχων μυρίους ἀπήντησε, καὶ γενομένης μάχης κρατηθεὶς καὶ πολλοὺς ἀποβαλών, μόλις αὐτὸς ἐξέφυγε.
Crass
.

10

.

1

Ταῦθ’ ἡ βουλὴ πυθομένη, τοὺς μὲν ὑπάτους πρὸς ὀργὴν ἐκέλευσεν ἡσυχίαν ἄγειν, Κράσσον δὲ τοῦ πολέμου στρατηγὸν εἵλετο, καὶ πολλοὶ διὰ δόξαν αὐτῷ καὶ φιλίαν
Crass
.

10

.

2

συνεστράτευον τῶν ἐπιφανῶν. αὐτὸς μὲν οὖν ὑπέμεινε πρὸ τῆς Πικηνίδος, ὡς τὸν Σπάρτακον ἐκεῖ φερόμενον δεξό‐ μενος, Μόμμιον δὲ πρεσβευτὴν ἄγοντα δύο τάγματα κύκλῳ περιέπεμψεν, ἕπεσθαι κελεύσας τοῖς πολεμίοις,
Crass
.

10

.

3

μὴ συμπλέκεσθαι δὲ μηδ’ ἁψιμαχεῖν. ὁ δ’ ἅμα τῷ πρῶ‐ τον ἐπ’ ἐλπίδος γενέσθαι μάχην θέμενος, ἡττήθη, καὶ πολ‐ λοὶ μὲν ἔπεσον, πολλοὶ δ’ ἄνευ τῶν ὅπλων φεύγοντες ἐσώ‐
Crass
.

10

.

4

θησαν. ὁ δὲ Κράσσος αὐτόν τε τὸν Μόμμιον ἐδέξατο τρα‐ χέως, καὶ τοὺς στρατιώτας ὁπλίζων αὖθις, ἐγγυητὰς ᾔτει τῶν ὅπλων ὅτι φυλάξουσι, πεντακοσίους δὲ τοὺς πρώτους καὶ μάλιστα [τοὺς] τρέσαντας εἰς πεντήκοντα διανείμας
5δεκάδας, ἀφ’ ἑκάστης ἀπέκτεινεν ἕνα τὸν κλήρῳ λαχόντα, πάτριόν τι τοῦτο διὰ πολλῶν χρόνων κόλασμα τοῖς στρα‐
Crass
.

10

.

5

τιώταις ἐπαγαγών. καὶ γὰρ αἰσχύνη τοῦ θανάτου τῷ τρό‐
πῳ πρόσεστι, καὶ δρᾶται πολλὰ φρικώδη καὶ σκυθρωπὰ περὶ τὴν κόλασιν, ἁπάντων θεωμένων. οὕτω δ’ ἐπιστρέ‐138
Crass
.

10

.

6

ψας τοὺς ἄνδρας ἦγεν ἐπὶ τοὺς πολεμίους. ὁ δὲ Σπάρ‐ τακος ὑπεξεχώρει διὰ Λευκανίας πρὸς τὴν θάλασσαν. ἐν δὲ τῷ πορθμῷ λῃστρίσι Κιλίσσαις περιτυχών, ὥρμησεν ἅψασθαι Σικελίας καὶ δισχιλίους ἄνδρας ἐμβαλὼν εἰς τὴν
5νῆσον αὖθις ἐκζωπυρῆσαι τὸν δουλικὸν ἐκεῖ πόλεμον, οὔπω πολὺν χρόνον ἀπεσβηκότα καὶ μικρῶν πάλιν ὑπεκκαυμά‐
Crass
.

10

.

7

των δεόμενον. ὁμολογήσαντες δ’ οἱ Κίλικες αὐτῷ καὶ δῶρα λαβόντες, ἐξηπάτησαν καὶ ἀπέπλευσαν. οὕτω δὴ πάλιν ἀπὸ θαλάσσης ἀναζεύξας, ἐκάθισε τὸν στρατὸν εἰς τὴν Ῥηγίνων χερρόνησον. ἐπελθὼν δ’ ὁ Κράσσος καὶ τοῦ
5τόπου τὴν φύσιν ἰδὼν ὑφηγουμένην τὸ δέον, ὥρμησεν ἀποτειχίσαι τὸν ἰσθμόν, ἅμα καὶ τὴν σχολὴν τῶν στρα‐
Crass
.

10

.

8

τιωτῶν ὑφαιρῶν καὶ τὴν εὐπορίαν τῶν πολεμίων. μέγα μὲν οὖν ἦν καὶ χαλεπὸν τὸ ἔργον, ἤνυσε δὲ καὶ κατειργά‐ σατο παρὰ δόξαν ἐν ὀλίγῳ χρόνῳ, τάφρον ἐμβαλὼν ἐκ θαλάσσης εἰς θάλασσαν διὰ τοῦ αὐχένος σταδίων τριακο‐
5σίων, εὖρος δὲ καὶ βάθος ἴσον πεντεκαίδεκα ποδῶν· ὑπὲρ δὲ τῆς τάφρου τεῖχος ἔστησεν ὕψει καὶ ῥώμῃ θαυμαστόν.
Crass
.

10

.

9

ὧν ὁ Σπάρτακος ἠμέλει καὶ κατεφρόνει τὸ πρῶτον· ὡς δὲ τῆς λείας ὑπολειπούσης προϊέναι βουλόμενος συνεῖδε τὸν ἀποτειχισμόν, καὶ λαμβάνειν οὐδὲν ἦν ἐκ τῆς χερ‐ ρονήσου, νύκτα νιφετώδη καὶ πνεῦμα χειμέριον παραφυ‐
5λάξας, ἔχωσε τῆς τάφρου μέρος οὐ πολὺ γῇ καὶ ὕλῃ καὶ
κλάδοις δένδρων, ὥστε τῆς στρατιᾶς περαιῶσαι τὸ τρίτον.139
Crass
.

11

.

1

Ἐφοβήθη μὲν οὖν ὁ Κράσσος, μὴ λάβοι τις ὁρμὴ τὸν Σπάρτακον ἐπὶ τὴν Ῥώμην ἐλαύνειν, ἐθάρρησε δὲ πολλῶν ἐκ διαφορᾶς ἀποστάντων αὐτοῦ καὶ στρατοπεδευ‐ σαμένων καθ’ αὑτοὺς ἐπὶ Λευκανίδος λίμνης, ἥν φασι
5τρέπεσθαι διὰ χρόνου γινομένην γλυκεῖαν, εἶτ’ αὖθις
Crass
.

11

.

2

ἁλμυρὰν καὶ ἄποτον. τούτοις ἐπελθὼν ὁ Κράσσος ἐξέωσε μὲν ἀπὸ τῆς λίμνης ἅπαντας, ἀφῃρέθη δὲ τὸν φόνον καὶ τὴν δίωξιν αὐτῶν, ἐπιφανέντος ὀξέως τοῦ Σπαρτάκου καὶ τὴν
Crass
.

11

.

3

φυγὴν ἐπιστήσαντος. γεγραφὼς δὲ τῇ βουλῇ πρότερον ὡς χρὴ καὶ Λεύκολλον ἐκ Θρᾴκης καλεῖν καὶ Πομπήιον ἐξ Ἰβηρίας, μετενόει καὶ πρὶν ἥκειν ἐκείνους ἔσπευδε δια‐ πράξασθαι τὸν πόλεμον, εἰδὼς ὅτι τοῦ προσγενομένου
Crass
.

11

.

4

καὶ βοηθήσαντος, οὐκ αὐτοῦ, τὸ κατόρθωμα δόξει. πρῶ‐ τον μὲν οὖν διαγνοὺς τοῖς ἀφεστῶσι καὶ κατ’ ἰδίαν στρα‐ τευομένοις, ὧν ἀφηγοῦντο [Γάιος] Γαννίκιος καὶ Κάστος, ἐπιθέσθαι, λόφον τινὰ προκαταληψομένους ἄνδρας ἑξα‐
Crass
.

11

.

5

κισχιλίους ἀπέστειλε, λανθάνειν πειρᾶσθαι κελεύσας. οἱ δ’ ἐπειρῶντο μὲν τὴν αἴσθησιν ἀποκρύπτειν, τὰ κράνη καταμπέχοντες, ὀφθέντες δ’ ὑπὸ δυεῖν γυναικῶν προ‐ θυομένων τοῖς πολεμίοις ἐκινδύνευσαν, εἰ μὴ Κράσσος
5ὀξέως ἐπιφανεὶς μάχην ἔθετο πασῶν καρτερωτάτην, ἐν ᾗ τριακοσίους ἐπὶ δισχιλίοις καὶ μυρίοις καταβαλών, δύο μόνους εὗρε κατὰ νώτου τετρωμένους, οἱ δ’ ἄλλοι πάντες ἑστῶτες ἐν τάξει καὶ μαχόμενοι τοῖς Ῥωμαίοις ἀπέθανον.
Crass
.

11

.

6

Σπαρτάκῳ δὲ μετὰ τὴν τούτων ἧτταν ἀναχωροῦντι πρὸς
τὰ ὄρη τὰ Πετηλῖνα Κόιντος τῶν περὶ Κράσσον ἡγεμό‐ νων καὶ Σκρώφας ὁ ταμίας ἐξαπτόμενοι παρηκολούθουν. ἐπιστρέψαντος δὲ γίνεται φυγὴ μεγάλη τῶν Ῥωμαίων,140
5καὶ μόλις τρωθέντα τὸν ταμίαν ἁρπάσαντες ἀπεσώθησαν. Τοῦτο τὸν Σπάρτακον ἀπώλεσε τὸ κατόρθωμα, φρονή‐
Crass
.

11

.

7

ματος ἐπιγενομένου τοῖς δραπέταις. οὐκέτι γὰρ ἠξίουν φυγομαχεῖν οὐδ’ ἐπείθοντο τοῖς ἄρχουσιν, ἀλλ’ ἤδη καθ’ ὁδὸν ὄντας ἐν τοῖς ὅπλοις περισχόντες ἠνάγκασαν αὖθις ὀπίσω διὰ τῆς Λευκανίας ἄγειν ἐπὶ τοὺς Ῥωμαίους, εἰς
Crass
.

11

.

8

ταὐτὸ τῷ Κράσσῳ σπεύδοντες. ἤδη γὰρ ὁ Πομπήιος προσ‐ ιὼν ἀπηγγέλλετο, καὶ διαρχαιρεσιάζοντες ἦσαν οὐκ ὀλί‐ γοι τὴν νίκην ἐκείνῳ τοῦ πολέμου προσήκειν· ἐλθόντα γὰρ εὐθὺς μαχεῖσθαι καὶ καταλύσειν τὸν πόλεμον. ἐπει‐
5γόμενος οὖν διαγωνίσασθαι καὶ παραστρατοπεδεύσας τοῖς πολεμίοις, ὤρυττε τάφρον, πρὸς ἣν ἐκπηδῶντες οἱ δοῦλοι προσεμάχοντο τοῖς ἐργαζομένοις. ἀεὶ δὲ πλειόνων ἑκα‐ τέρωθεν ἐκβοηθούντων, ὁρῶν τὴν ἀνάγκην ὁ Σπάρτακος
Crass
.

11

.

9

ἅπαν παρέταξε τὸ στράτευμα, καὶ πρῶτον μὲν τοῦ ἵππου προσαχθέντος αὐτῷ, σπασάμενος τὸ ξίφος καὶ εἰπών, ὅτι νικῶν μὲν ἕξει πολλοὺς ἵππους καὶ καλοὺς τοὺς τῶν πο‐ λεμίων, ἡττώμενος δ’ οὐ δεῖται, κατέσφαξε τὸν ἵππον·
5ἔπειτα πρὸς Κράσσον αὐτὸν ὠθούμενος διὰ πολλῶν ὅπλων καὶ τραυμάτων, ἐκείνου μὲν οὐκ ἔτυχεν, ἑκατοντάρχας
Crass
.

11

.

10

δὲ δύο συμπεσόντας ἀνεῖλε. τέλος δὲ φευγόντων τῶν περὶ αὐτόν, αὐτὸς ἑστὼς καὶ κυκλωθεὶς ὑπὸ πολλῶν, ἀμυνόμε‐ νος κατεκόπη. Κράσσου δὲ τῇ τύχῃ χρησαμένου καὶ στρα‐
τηγήσαντος ἄριστα καὶ τὸ σῶμα τῷ κινδύνῳ παρασχόντος,141
5ὅμως οὐ διέφυγε τὸ κατόρθωμα τὴν Πομπηίου δόξαν.
Crass
.

11

.

11

οἱ γὰρ διαπεσόντες ἐκ τῆς μάχης πεντακισχίλιοι περιπεσόν‐ τες αὐτῷ διεφθάρησαν, ὥστε καὶ γράψαι πρὸς τὴν σύγ‐ κλητον, ὅτι μάχῃ μὲν τοὺς δραπέτας φανερᾷ Κράσσος νενίκηκεν, αὐτὸς δὲ τοῦ πολέμου τὴν ῥίζαν ἀνῄρηκε. Πομ‐
5πήιος μὲν οὖν ἀπὸ Σερτωρίου καὶ Ἰβηρίας ἐπιφανῶς ἐθρι‐ άμβευσε, Κράσσος δὲ τὸν μὲν μέγαν θρίαμβον οὐδ’ αὐτὸς αἰτεῖν ἐπεχείρησεν, ἐδόκει δὲ καὶ τὸν πεζόν, ὀούαν δὲ καλούμενον, ἀγεννῶς καὶ παρ’ ἀξίαν ἐπὶ δουλικῷ πολέμῳ θριαμβεύειν. τί δ’ οὗτος ἐκείνου διαφέρει, καὶ περὶ τῆς
10κλήσεως, ἐν τῷ Μαρκέλλου βίῳ (cap. 22) γέγραπται.
Crass
.

12

.

1

Μετὰ δὲ ταῦτα τοῦ Πομπηίου αὐτόθεν ἐπὶ τὴν ὑπατείαν καλουμένου, ἐλπίδας ἔχων ὁ Κράσσος συνάρξειν,
Crass
.

12

.

2

ὅμως οὐκ ὤκνησε τοῦ Πομπηίου δεηθῆναι. δεξάμενος δὲ τὴν χρείαν ἀσμένως ἐκεῖνος—ἐπεθύμει γὰρ ἁμῶς γέ πως ἀεὶ χάριτός τινος ὀφειλέτην λαβεῖν τὸν Κράσσον—, ἐσπού‐ δασε προθύμως, καὶ τέλος εἶπεν ἐκκλησιάζων, ὡς οὐκ
5ἐλάττονα περὶ τοῦ συνάρχοντος ἕξει χάριν ἢ περὶ τῆς
Crass
.

12

.

3

ἀρχῆς. οὐ μὴν ἔμειναν ἐπὶ ταύτης τῆς φιλοφροσύνης εἰς τὴν ἀρχὴν καταστάντες, ἀλλ’ ὀλίγου δεῖν περὶ πάντων διαφερόμενοι καὶ πάντα δυσκολαίνοντες ἀλλήλοις καὶ φι‐ λονικοῦντες, ἀπολίτευτον καὶ ἄπρακτον αὑτοῖς τὴν ὑπα‐
5τείαν ἐποίησαν, πλὴν ὅτι Κράσσος Ἡρακλεῖ μεγάλην θυ‐ σίαν ποιησάμενος, εἱστίασε τὸν δῆμον ἀπὸ μυρίων τρα‐ πεζῶν καὶ σῖτον ἐπεμέτρησεν εἰς τρίμηνον.
Crass
.

12

.

4

Ἤδη δὲ τῆς ἀρχῆς αὐτοῖς τελευτώσης, ἔτυχον μὲν
ἐκκλησιάζοντες, ἀνὴρ δέ τις οὐ τῶν ἐπιφανῶν, ἱππεὺς Ῥωμαίων, ἀγροῖκος δὲ τῷ βίῳ καὶ ἰδιώτης, ὀνόματι Γάιος Αὐρήλιος, ἀναβὰς ἐπὶ τὸ βῆμα καὶ προελθών, ὄψιν142
5διηγεῖτο κατὰ τοὺς ὕπνους αὐτῷ γενομένην. „ὁ γὰρ Ζεύσ“ ἔφη „μοι φανεὶς προσέταξεν εἰς κοινὸν εἰπεῖν, ὅπως μὴ περιίδητε τοὺς ὑπάτους πρότερον ἀποθέσθαι τὴν ἀρχὴν ἢ
Crass
.

12

.

5

φίλους γενέσθαι.“ ταῦτα λέγοντος τοῦ ἀνθρώπου, καὶ τοῦ δήμου διαλλάττεσθαι κελεύοντος, ὁ μὲν Πομπήιος ἡσυχίαν ἦγεν ἑστώς, ὁ δὲ Κράσσος ἐμβαλὼν τὴν δεξιὰν αὐτῷ πρό‐ τερος, „οὐδέν“ εἶπεν „ὦ ἄνδρες πολῖται πράττειν οἴομαι
5ταπεινὸν οὐδ’ ἀνάξιον ἐμαυτοῦ, καταρχόμενος εὐνοίας καὶ φιλίας πρὸς Πομπήιον, ὃν ὑμεῖς μήπω γενειῶντα Μέγαν ἀνηγορεύσατε καὶ μήπω μετέχοντι βουλῆς ἐψηφίσασθε θρίαμβον.“
Crass
.

13

.

1

Ἡ μὲν οὖν ὑπατεία τοῦ Κράσσου ταῦτ’ ἔσχεν ἄξια μνήμης, ἡ δὲ τιμητεία παντάπασιν ἀτελὴς καὶ ἄπρακτος αὐτῷ διῆλθεν—οὔτε γὰρ βουλῆς ἐξέτασιν οὔθ’ ἱππέων ἐπίσκεψιν οὔτ’ ἀποτίμησιν πολιτῶν ἐποιήσατο—, καίτοι
5συνάρχοντα Ῥωμαίων ἔχοντι τὸν πρᾳότατον Λουτάτιον
Crass
.

13

.

2

Κάτλον. ἀλλά φασιν ἐπὶ δεινὸν ὁρμήσαντι τῷ Κράσσῳ πολίτευμα καὶ βίαιον, Αἴγυπτον ποιεῖν ὑποτελῆ Ῥωμαί‐ οις, ἀντιβῆναι τὸν Κάτλον ἐρρωμένως, ἐκ δὲ τούτου γενο‐ μένης διαφορᾶς, ἑκόντας ἀποθέσθαι τὴν ἀρχήν.
Crass
.

13

.

3

Ἐν δὲ τοῖς περὶ Κατιλίναν πράγμασι μεγάλοις καὶ μι‐ κροῦ δεήσασιν ἀνατρέψαι τὴν Ῥώμην ἥψατο μέν τις ὑπό‐ νοια τοῦ Κράσσου, καὶ προσῆλθεν ἄνθρωπος ὀνομάζων
Crass
.

13

.

4

*** ἀπὸ τῆς συνωμοσίας, οὐδεὶς δ’ ἐπίστευσεν. ὅμως δ’ ὁ Κικέρων ἔν τινι λόγῳ φανερός ἐστι καὶ Κράσσῳ καὶ Καί‐ σαρι τὴν αἰτίαν προστριβόμενος. ἀλλ’ οὗτος μὲν ὁ λόγος ἐξεδόθη μετὰ τὴν ἀμφοῖν τελευτήν, ἐν δὲ τῷ Περὶ τῆς143
5ὑπατείας ὁ Κικέρων νύκτωρ φησὶ τὸν Κράσσον ἀφικέ‐ σθαι πρὸς αὐτόν, ἐπιστολὴν κομίζοντα 〈τὰ〉 περὶ τὸν Κατι‐ λίναν ἐξηγουμένην ὡς ἤδη βεβαιοῦντα τὴν συνωμοσίαν.
Crass
.

13

.

5

ὁ δ’ οὖν Κράσσος ἀεὶ μὲν ἐμίσει τὸν Κικέρωνα διὰ τοῦτο, τοῦ δὲ βλάπτειν ἀναφανδὸν ἐμποδὼν εἶχε τὸν υἱόν. ὁ γὰρ Πούπλιος ὢν φιλολόγος καὶ φιλομαθὴς ἐξήρτητο τοῦ Κικέρωνος, ὥστε καὶ συμμεταβαλεῖν αὐτῷ τὴν ἐσθῆτα κρι‐
5νομένῳ καὶ τοὺς ἄλλους νέους ταὐτὸ ποιοῦντας παρα‐ σχεῖν. τέλος δὲ τὸν πατέρα πείσας φίλον ἐποίησεν.
Crass
.

14

.

1

Ὁ δὲ Καῖσαρ ὡς ἐπανῆλθεν ἀπὸ τῆς ἐπαρχίας, παρασκευαζόμενος ὑπατείαν μετιέναι, καὶ Κράσσον ὁρῶν καὶ Πομπήιον αὖθις ἐν διαφοραῖς πρὸς ἀλλήλους ὄντας, οὔτε θατέρου δεηθεὶς ἐβούλετο λαβεῖν ἐχθρὸν τὸν ἕτε‐
5ρον, οὔτε μηδετέρου συνεργοῦντος ἤλπιζε κατορθώσειν.
Crass
.

14

.

2

ἔπραττεν οὖν διαλλαγὰς αὐτοῖς προσκείμενος ἀεὶ καὶ δι‐ δάσκων, ὡς καταλύοντες ἀλλήλους αὔξουσι Κικέρωνας καὶ Κάτλους καὶ Κάτωνας, ὧν οὐδεὶς λόγος, ἂν ἐκεῖνοι συνενεγκόντες εἰς ταὐτὸ τὰς φιλίας καὶ τὰς ἑταιρείας ἑνὶ
Crass
.

14

.

3

κράτει καὶ μιᾷ γνώμῃ τὴν πόλιν ἄγωσι. πείσας δὲ καὶ διαλλάξας συνήγαγε, καὶ συνέστησεν ἐκ τῶν τριῶν ἰσχὺν ἄμαχον, ᾗ κατέλυσε Ῥωμαίων τήν τε βουλὴν καὶ τὸν δῆ‐ μον, οὐκ ἐκείνους δι’ ἀλλήλων μείζονας, ἀλλὰ δι’ ἐκείνων
Crass
.

14

.

4

μέγιστον ἑαυτὸν ἀπεργασάμενος. εὐθὺς μὲν γὰρ ἀρθεὶς ὑπ’ ἀμφοτέρων ὕπατος ἀπεδείχθη λαμπρῶς, ὑπατεύοντι δ’ αὐτῷ μεγάλων ψηφισάμενοι στρατευμάτων ἡγεμονίαν καὶ Γαλατίαν ἐγχειρίσαντες, ὥσπερ εἰς ἀκρόπολιν κατέστη‐144
5σαν, οἰόμενοι καθ’ ἡσυχίαν νεμήσεσθαι τὰ λοιπὰ πρὸς
Crass
.

14

.

5

ἀλλήλους ἐκείνῳ βεβαιοῦντες ἣν ἔλαχεν ἀρχήν. Πομπήιος μὲν οὖν ὑπὸ φιλαρχίας ἀμέτρου ταῦτ’ ἔπραττε, τῶν δὲ Κράσσου νοσημάτων τὸ ἀρχαῖον, ἡ φιλοπλουτία, καινὸν ἔρωτα προσλαβοῦσα καὶ ζῆλον ἐπὶ ταῖς Καίσαρος ἀριστεί‐
5αις τροπαίων καὶ θριάμβων, οἷς γε μόνοις ἐλαττοῦσθαι προὔχοντα τοῖς ἄλλοις ἑαυτόν, οὐκ ἀνῆκεν οὐδ’ ἐλώφησε, πρὶν εἰς ὄλεθρον ἀκλεῆ καὶ δημοσίας συμφορὰς τελευ‐
Crass
.

14

.

6

τῆσαι. Καίσαρος γὰρ εἰς Λοῦκαν πόλιν ἐκ Γαλατίας κατα‐ βάντος, ἄλλοι τε πολλοὶ Ῥωμαίων ἀφίκοντο, καὶ Πομ‐ πήιος καὶ Κράσσος ἰδίᾳ συγγενόμενοι πρὸς αὐτὸν ἔγνω‐ σαν ἐγκρατέστερον ἔχεσθαι τῶν πραγμάτων καὶ πᾶσαν
5ὑφ’ ἑαυτοῖς ποιεῖσθαι τὴν ἡγεμονίαν, Καίσαρος μὲν ἐν τοῖς ὅπλοις μένοντος, ἄλλας δ’ ἐπαρχίας καὶ στρατεύ‐
Crass
.

14

.

7

ματα Πομπηίου καὶ Κράσσου λαβόντων. ἐπὶ ταῦτα δ’ ὁδὸς ἦν μία δευτέρας ὑπατείας αἴτησις, ἣν μετιόντων ἐκείνων ἔδει συμπράττειν Καίσαρα, τοῖς τε φίλοις γρά‐ φοντα καὶ τῶν στρατιωτῶν πέμποντα πολλοὺς ἀρχαιρε‐
5σιάσοντας.
Crass
.

15

.

1

Ἐπὶ τούτοις οἱ περὶ Κράσσον εἰς Ῥώμην ἐπανελ‐ θόντες εὐθὺς ἦσαν ὕποπτοι, καὶ πολὺς ἐχώρει διὰ πάντων
Crass
.

15

.

2

λόγος, οὐκ ἐπ’ ἀγαθῷ γεγονέναι τὴν σύνοδον αὐτῶν. ἐν δὲ τῇ βουλῇ Μαρκελλίνου καὶ Δομιτίου Πομπήιον ἐρωτών‐ των εἰ μέτεισιν ὑπατείαν, ἀπεκρίνατο τυχὸν μὲν μετιέναι, τυχὸν δὲ μὴ μετιέναι, καὶ πάλιν ἐρωτώμενος ἔφη μετιέναι145
Crass
.

15

.

3

τοῖς δικαίοις πολίταις, μὴ μετιέναι δὲ τοῖς ἀδίκοις. τούτου δὲ δόξαντος ὑπερηφάνους ἀποκρίσεις καὶ τετυφωμένας ποιεῖσθαι, μετριώτερον ὁ Κράσσος εἶπεν, εἰ τῇ πόλει συμ‐ φέρει, μετιέναι τὴν ἀρχήν, εἰ δὲ μή, παύσεσθαι. διὸ καί
5τινες ἐθάρρησαν ὑπατείαν μετελθεῖν, ὧν ἦν καὶ Δομίτιος.
Crass
.

15

.

4

γενομένων δὲ φανερῶν ἐκείνων ἐν ταῖς παραγγελίαις, οἱ μὲν ἄλλοι δείσαντες ἀπέστησαν, Δομίτιον δὲ Κάτων οἰκεῖον ὄντα καὶ φίλον ἐθάρρυνεν, ἐγκελευόμενος καὶ παρορμῶν ἔχεσθαι τῆς ἐλπίδος ὡς ὑπερμαχοῦντα τῆς κοινῆς ἐλευ‐
5θερίας· οὐ γὰρ ὑπατείας Πομπήιον δεῖσθαι καὶ Κράσσον, ἀλλὰ τυραννίδος, οὐδ’ ἀρχῆς αἴτησιν, ἀλλ’ ἁρπαγὴν ἐπαρ‐
Crass
.

15

.

5

χιῶν καὶ στρατοπέδων εἶναι τὰ πρασσόμενα. ταῦτα δὲ καὶ λέγων οὕτω καὶ φρονῶν ὁ Κάτων μονονοὺ βίᾳ προῆ‐ γεν εἰς ἀγορὰν τὸν Δομίτιον, καὶ συνίσταντο πολλοὶ πρὸς αὐτούς. καὶ τὸ θαυμαζόμενον οὐκ ὀλίγον ἦν· „τί δὴ δευ‐
5τέρας οὗτοι χρῄζουσιν ὑπατείας; τί δὲ πάλιν μετ’ ἀλλήλων; τί δ’ οὐ μεθ’ ἑτέρων; πολλοὶ δ’ εἰσὶν ἄνδρες ἡμῖν οὐκ
Crass
.

15

.

6

ἀνάξιοι δήπου Κράσσῳ καὶ Πομπηίῳ συνάρχειν.“ ἐκ τού‐ του δείσαντες οἱ περὶ Πομπήιον οὐδενὸς ἀπείχοντο τῶν ἀκοσμοτάτων καὶ βιαιοτάτων, ἀλλὰ πρὸς πᾶσι τοῖς ἄλλοις λόχον ὑφέντες τῷ Δομιτίῳ, νυκτὸς ἔτι μετὰ τῶν φίλων
5κατερχομένῳ, κτείνουσι μὲν τὸν ἀνέχοντα τὸ φῶς πρὸ αὐτοῦ, συντιτρώσκουσι δὲ πολλούς, ὧν ἦν καὶ ὁ Κάτων.
Crass
.

15

.

7

τρεψάμενοι δὲ καὶ κατακλείσαντες εἰς τὴν οἰκίαν ἐκεί‐ νους, ἀνηγορεύθησαν ὕπατοι, καὶ μετ’ οὐ πολὺν χρόνον αὖθις ὅπλοις περισχόντες τὸ βῆμα, καὶ τὸν Κάτωνα τῆς
ἀγορᾶς ἐκβαλόντες, καί τινας ὑποστάντας ἀποκτείναντες,146
5Καίσαρι μὲν ἄλλην ἐπέδοσαν πενταετίαν τῆς ἀρχῆς, αὑ‐ τοῖς δὲ τῶν ἐπαρχιῶν ἐψηφίσαντο Συρίαν καὶ Ἰβηρίας συναμφοτέρας. κληρουμένων δὲ Συρίαν ἔλαχε Κράσσος, τὰ δ’ Ἰβηρικὰ Πομπήιος.
Crass
.

16

.

1

Ἦν δ’ ἀσπάσιος ἅπασιν ὁ κλῆρος. οἵ τε γὰρ πολλοὶ Πομπήιον ἐβούλοντο μὴ μακρὰν εἶναι τῆς πόλεως, καὶ Πομπήιος ἐρῶν τῆς γυναικὸς αὐτόθι τὰ πολλὰ διατρίβειν ἔμελλε, Κράσσος δ’ ὑπὸ χαρᾶς εὐθὺς 〈ἅμ’〉 ἐκπεσόντι τῷ
5κλήρῳ καταφανὴς ἦν οὐδὲν εὐτύχημα λαμπρότερον ἑαυτῷ γεγονέναι τοῦ παρόντος ἡγούμενος, ὡς μόλις ἐν ἀλλοτρίοις καὶ πολλοῖς ἡσυχίαν ἄγειν, πρὸς δὲ τοὺς συνήθεις πολλὰ κενὰ καὶ μειρακιώδη λέγειν παρ’ ἡλικίαν τὴν ἑαυτοῦ καὶ φύσιν, ἥκιστα κομπαστὴς ἢ σοβαρὸς ἐν τῷ βίῳ γεγονώς.
Crass
.

16

.

2

τότε δ’ ἐπηρμένος κομιδῇ καὶ διεφθαρμένος, οὐ Συρίαν οὐδὲ Πάρθους ὅρον ἐποιεῖτο τῆς εὐπραξίας, ἀλλ’ ὡς παι‐ διὰν ἀποφανῶν τὰ Λευκόλλου πρὸς Τιγράνην καὶ Πομπηίου πρὸς Μιθριδάτην, ἄχρι Βακτρίων καὶ Ἰνδῶν καὶ τῆς ἔξω
5θαλάσσης ἀνῆγεν ἑαυτὸν ταῖς ἐλπίσι. καίτοι τῷ γραφέντι
Crass
.

16

.

3

περὶ τούτων νόμῳ Παρθικὸς πόλεμος οὐ προσῆν. ᾔδε‐ σαν δὲ πάντες, ὅτι πρὸς τοῦτο Κράσσος ἐπτόητο, καὶ Καῖσαρ ἐκ Γαλατίας ἔγραφεν αὐτῷ, τὴν ὁρμὴν ἐπαινῶν
Crass
.

16

.

4

καὶ παροξύνων ἐπὶ τὸν πόλεμον. ἐπεὶ δὲ δημαρχῶν Ἀτή‐ ιος ἔμελλε πρὸς τὴν ἔξοδον ἐναντιώσεσθαι, καὶ συνίσταντο πολλοὶ χαλεπαίνοντες, εἴ τις ἀνθρώποις οὐδὲν ἀδικοῦσιν, ἀλλ’ ἐνσπόνδοις, πολεμήσων ἄπεισι, δείσας ὁ Κράσ‐
5σος ἐδεήθη Πομπηίου παραγενέσθαι καὶ συμπροπέμψαι.147
Crass
.

16

.

5

μέγα γὰρ ἦν ἐκείνου τὸ πρὸς τὸν ὄχλον ἀξίωμα, καὶ τότε παρεσκευασμένους πολλοὺς ἐνίστασθαι καὶ καταβοᾶν ὁρώ‐ μενος πρὸ αὐτοῦ φαιδρῷ τῷ βλέμματι καὶ προσώπῳ κατεπράυνεν ὁ Πομπήιος, ὥσθ’ ὑπείκειν σιωπῇ δι’ αὐ‐
Crass
.

16

.

6

τῶν προϊοῦσιν. ὁ δ’ Ἀτήιος ἀπαντήσας, πρῶτον μὲν ἀπὸ φωνῆς ἐκώλυε καὶ διεμαρτύρετο μὴ βαδίζειν, ἔπειτα τὸν ὑπηρέτην ἐκέλευσεν ἁψάμενον τοῦ σώματος κατέχειν.
Crass
.

16

.

7

ἄλλων δὲ δημάρχων οὐκ ἐώντων, ὁ μὲν ὑπηρέτης ἀφῆκε τὸν Κράσσον, ὁ δ’ Ἀτήιος προδραμὼν ἐπὶ τὴν πύλην ἔθη‐ κεν ἐσχαρίδα καιομένην, καὶ τοῦ Κράσσου γενομένου κατ’ αὐτήν, ἐπιθυμιῶν καὶ κατασπένδων ἀρὰς ἐπηρᾶτο δεινὰς
5μὲν αὐτὰς καὶ φρικώδεις, δεινοὺς δέ τινας θεοὺς καὶ
Crass
.

16

.

8

ἀλλοκότους ἐπ’ αὐταῖς καλῶν καὶ ὀνομάζων. ταύτας φασὶ Ῥωμαῖοι τὰς ἀρὰς ἀποθέτους οὔσας καὶ παλαιὰς τοιαύτην ἔχειν δύναμιν, ὡς περιφεύγειν μηδένα τῶν ἐνσχεθέντων αὐταῖς, κακῶς δὲ πράσσειν καὶ τὸν χρησάμενον, ὅθεν οὐκ
5ἐπὶ τοῖς τυχοῦσιν αὐτὰς οὐδ’ ὑπὸ πολλῶν ἐγείρεσθαι. καὶ τότ’ οὖν ἐμέμφοντο τὸν Ἀτήιον, εἰ δι’ ἣν ἐχαλέπαινε τῷ Κράσσῳ πόλιν, εἰς αὐτὴν ἀρὰς ἀφῆκε καὶ δεισιδαιμονίαν τοσαύτην.
Crass
.

17

.

1

Ὁ δὲ Κράσσος εἰς Βρεντέσιον ἦλθεν. ἔτι δ’ ἀστα‐ τούσης χειμῶνι τῆς θαλάσσης, οὐ περιέμεινεν, ἀλλ’ ἀνή‐ χθη καὶ συχνὰ τῶν πλοίων ἀπέβαλε, τὴν δ’ ἄλλην ἀνα‐
Crass
.

17

.

2

λαβὼν δύναμιν, ἠπείγετο πεζῇ διὰ Γαλατίας. εὑρὼν δὲ
τὸν βασιλέα Δηιόταρον πάνυ μὲν ὄντα γηραιὸν ἤδη, κτί‐ ζοντα δὲ νέαν πόλιν, ἐπέσκωψεν εἰπών· „ὦ βασιλεῦ, δωδεκάτης ὥρας οἰκοδομεῖν ἄρχῃ.“ γελάσας δ’ ὁ Γαλάτης·148
5„ἀλλ’ οὐδ’ αὐτόσ“ εἶπεν „ὦ αὐτόκρατορ, ὡς ὁρῶ, πρωὶ
Crass
.

17

.

3

λίαν ἐπὶ Πάρθους ἐλαύνεις.“ ἦν δ’ ὁ Κράσσος ἑξήκοντα μὲν ἔτη παραλλάττων, πρεσβύτερος δὲ τὴν ὄψιν ἢ καθ’ ἡλικίαν. ἀφικόμενον δ’ αὐτὸν ἐδέξατο τὰ πράγματα τῆς
Crass
.

17

.

4

ἐλπίδος ἀξίως τὸ πρῶτον. καὶ γὰρ ἔζευξε ῥᾳδίως τὸν Εὐφράτην καὶ διήγαγε τὸν στρατὸν ἀσφαλῶς, καὶ πόλεις πολλὰς ἐν τῇ Μεσοποταμίᾳ κατέσχεν, ἑκουσίως προσθε‐
Crass
.

17

.

5

μένας. ἐν μιᾷ δ’, ἧς Ἀπολλώνιός τις ἐτυράννει, στρατιωτῶν ἑκατὸν ἀναιρεθέντων, ἐπαγαγὼν τὴν δύναμιν αὐτῇ καὶ κρατήσας, διήρπασε τὰ χρήματα καὶ τοὺς ἀνθρώπους
Crass
.

17

.

6

ἀπέδοτο· Ζηνοδοτίαν ἐκάλουν τὴν πόλιν οἱ Ἕλληνες. ἐπὶ ταύτῃ δ’ ἁλούσῃ δεξάμενος αὐτοκράτωρ ὑπὸ τῆς στρατιᾶς ἀναγορευθῆναι, πολλὴν ὦφλεν αἰσχύνην καὶ ταπεινὸς ἐφάνη καὶ περὶ τὰ μείζονα δύσελπις, οὕτω πλεονέκτημα μικρὸν
Crass
.

17

.

7

ἠγαπηκώς. ἐμβαλὼν δὲ φρουρὰς ταῖς προσκεχωρηκυίαις πόλεσιν, ὧν ἀριθμὸς ἦν ἑπτακισχίλιοι πεζοί, χίλιοι δ’ ἱππεῖς, ἀνεχώρησεν αὐτός, ἐν Συρίᾳ διαχειμάσων καὶ δεξόμενος αὐτόθι τὸν υἱόν, ἥκοντα παρὰ Καίσαρος ἐκ Γα‐
5λατίας, αὐτόν τε κεκοσμημένον ἀριστείοις καὶ χιλίους
Crass
.

17

.

8

ἱππέας ἐπιλέκτους ἄγοντα. τοῦτο πρῶτον ἁμαρτεῖν ἔδο‐ ξεν ὁ Κράσσος—μετά γε τὴν στρατείαν αὐτήν—μέγιστον
ἁμάρτημα τῶν γενομένων, ὅτι πρόσω χωρεῖν δέον ἔχεσθαί τε Βαβυλῶνος καὶ Σελευκείας, δυσμενῶν ἀεὶ Πάρθοις149
Crass
.

17

.

9

πόλεων, χρόνον ἔδωκε τοῖς πολεμίοις παρασκευῆς. ἔπειτα τὰς ἐν Συρίᾳ διατριβὰς ᾐτιῶντο, χρηματιστικὰς μᾶλλον οὔσας ἢ στρατηγικάς· οὐ γὰρ ὅπλων ἀριθμὸν ἐξετάζων οὐδὲ γυμνασιῶν ποιούμενος ἁμίλλας, ἀλλὰ προσόδους
5πόλεων ἐκλογιζόμενος, καὶ τὰ χρήματα τῆς ἐν Ἱεραπόλει θεοῦ σταθμοῖς καὶ τρυτάναις μεταχειριζόμενος ἐπὶ πολλὰς ἡμέρας, ἐπιγράφων δὲ καὶ δήμοις καὶ δυνάσταις στρατι‐ ωτῶν καταλόγους, εἶτ’ ἀνιεὶς ἀργύριον διδόντας, ἠδόξει
Crass
.

17

.

10

καὶ κατεφρονεῖτο. γίνεται δὲ πρῶτον αὐτῷ σημεῖον ἀπὸ τῆς θεοῦ ταύτης, ἣν οἱ μὲν Ἀφροδίτην, οἱ δ’ Ἥραν, οἱ δὲ τὴν ἀρχὰς καὶ σπέρματα πᾶσιν ἐξ ὑγρῶν παρασχοῦσαν αἰτίαν καὶ φύσιν νομίζουσι καὶ τὴν πάντων εἰς ἀνθρώπους
5ἀρχὴν ἀγαθῶν καταδείξασαν. ἐξιόντων γὰρ ἐκ τοῦ ἱεροῦ πρῶτος ἐσφάλη κατὰ τὰς θύρας ὁ νεανίας Κράσσος, εἶτ’ ἐπ’ αὐτῷ περιπεσὼν ὁ πρεσβύτερος.
Crass
.

18

.

1

Ἤδη δὲ τὰς δυνάμεις ἐκ τῶν χειμαδίων συναθροί‐ ζοντος αὐτοῦ, πρέσβεις ἀφίκοντο παρ’ Ἀρσάκου, βραχύν τινα λόγον κομίζοντες. ἔφασαν γάρ, εἰ μὲν ὑπὸ Ῥωμαίων ὁ στρατὸς ἀπέσταλται, πόλεμον αὐτοῖς ἄσπονδον εἶναι καὶ
5ἀδιάλλακτον, εἰ δὲ τῆς πατρίδος ἀκούσης—ὡς πυνθάνον‐ ται—Κράσσος ἰδίων ἕνεκα κερδῶν ὅπλα Πάρθοις ἐπενή‐ νοχε καὶ χώραν κατείληφε, μετριάζειν Ἀρσάκην καὶ τὸ μὲν Κράσσου γῆρας οἰκτίρειν, ἀφιέναι δὲ Ῥωμαίοις τοὺς ἄνδρας, οὓς ἔχει φρουρουμένους μᾶλλον ἢ φρουροῦντας.
Crass
.

18

.

2

πρὸς ταῦτα Κράσσου κομπάσαντος, ὡς ἐν Σελευκείᾳ δώσει τὰς ἀποκρίσεις, γελάσας ὁ πρεσβύτατος τῶν πρέσ‐ βεων Οὐαγίσης καὶ τῆς χειρὸς ὑπτίας δείξας τὸ μέσον, „ἐντεῦθεν“ εἶπεν „ὦ Κράσσε φύσονται τρίχες πρότερον150
Crass
.

18

.

3

ἢ σὺ ὄψει Σελεύκειαν.“ οὗτοι μὲν οὖν ἀπήλαυνον ὡς Ὁρώδην βασιλέα, πολεμητέα φράσοντες, ἐκ δὲ τῶν πόλεων, ἃς ἐφρούρουν Ῥωμαῖοι τῆς Μεσοποταμίας, παραβόλως τινὲς διεκπεσόντες ἄξια φροντίδων ἀπήγγελλον, αὐτόπται
5μὲν γεγονότες τοῦ τε πλήθους τῶν πολεμίων καὶ τῶν ἀγώ‐ νων οὓς ἠγωνίσαντο προσμαχόμενοι ταῖς πόλεσιν, οἷα δὲ φιλεῖ, πάντα πρὸς τὸ δεινότερον ἐξαγγέλλοντες, ὡς ἄφυ‐ κτοι μὲν οἱ ἄνδρες διώκοντες, ἄληπτοι δὲ φεύγοντες, βέλη δὲ πτηνὰ προθέοντα τῆς ὄψεως καί, πρὶν ὀφθῆναι τὸν
10βάλλοντα, χωροῦντα διὰ τοῦ προστυχόντος, τῶν δὲ κατα‐ φράκτων ὅπλων τὰ μὲν διὰ παντὸς ὠθεῖσθαι, τὰ δὲ πρὸς
Crass
.

18

.

4

μηδὲν ἐνδιδόναι πεποιημένα. ταῦτα τῶν στρατιωτῶν ἀκου‐ όντων τὸ θράσος ὑπήρειπε· πεπεισμένοι γὰρ οὐδὲν Ἀρμε‐ νίων διαφέρειν Πάρθους οὐδὲ Καππαδοκῶν, οὓς ἄγων καὶ φέρων Λεύκολλος ἀπεῖπε, καὶ τοῦ πολέμου τὸ χαλεπώτα‐
5τον ἡγούμενοι μακρὰν ὁδὸν ἔσεσθαι καὶ δίωξιν ἀνθρώπων εἰς χεῖρας οὐκ ἀφιξομένων, παρ’ ἐλπίδας ἀγῶνα καὶ κίνδυ‐ νον μέγαν προσεδόκων, ὥστε καὶ τῶν ἐν τέλει τινὰς οἴεσθαι δεῖν ἐπισχόντα τὸν Κράσσον αὖθις ὑπὲρ τῶν ὅλων γνώμην
Crass
.

18

.

5

προθέσθαι· τούτων ἦν Κάσσιος ὁ ταμίας. ἡσυχῇ δὲ παρε‐ δήλουν καὶ οἱ μάντεις, ὡς ἀεὶ πονηρὰ σημεῖα καὶ δυσέκθυτα προφαίνοιτο τῷ Κράσσῳ διὰ τῶν ἱερῶν. ἀλλ’ οὔτε τούτοις
προσεῖχεν οὔτε τοῖς ἕτερόν τι πλὴν ἐπείγεσθαι παραινοῦσιν.151
Crass
.

19

.

1

Οὐχ ἥκιστα δ’ αὐτὸν Ἀρταβάζης ὁ Ἀρμενίων βασι‐ λεὺς ἐπέρρωσεν· ἦλθε γὰρ εἰς τὸ στρατόπεδον μεθ’ ἑξακι‐ σχιλίων ἱππέων. καὶ οὗτοι μὲν ἐλέγοντο φύλακες καὶ προ‐ πομποὶ βασιλέως· ἑτέρους δὲ μυρίους ὑπισχνεῖτο κατα‐
Crass
.

19

.

2

φράκτους καὶ τρισμυρίους πεζοὺς οἰκοσίτους. ἔπειθε δὲ Κράσσον ἐμβαλεῖν δι’ Ἀρμενίας εἰς τὴν Παρθίαν· οὐ γὰρ μόνον ἐν ἀφθόνοις τὴν στρατιὰν διάξειν αὐτοῦ παρέχοντος, ἀλλὰ καὶ πορεύσεσθαι δι’ ἀσφαλείας, ὄρη πολλὰ καὶ λόφους
5συνεχεῖς καὶ χωρία δύσιππα πρὸς τὴν ἵππον, ἣ μόνη Πάρ‐
Crass
.

19

.

3

θων ἀλκή, προβαλλόμενον. ὁ δὲ τὴν μὲν προθυμίαν αὐτοῦ καὶ τὴν λαμπρότητα τῆς παρασκευῆς οὐ μετρίως ἠγάπησε, βαδιεῖσθαι δ’ ἔφη διὰ Μεσοποταμίας, ὅπου πολλοὺς καὶ ἀγαθοὺς Ῥωμαίων ἄνδρας ἀπέλιπεν. ὁ μὲν οὖν Ἀρμένιος
5ἐπὶ τούτοις ἀπήλαυνε.
Crass
.

19

.

4

Τῷ δὲ Κράσσῳ διαβιβάζοντι τὴν στρατιὰν κατὰ τὸ Ζεῦγμα πολλαὶ μὲν ὑπερφυεῖς βρονταὶ περιερρήγνυντο, πολλὰ δὲ κατήστραπτεν ἐναντία τῷ στρατῷ, πνεῦμα δὲ νέφει καὶ πρηστῆρι μεμειγμένον ἐρεῖσαν αὐτοῦ κατὰ τῆς
Crass
.

19

.

5

σχεδίας ἀνέρρηξε πολλὰ καὶ συνέτριψεν. ἐβλήθη δὲ καὶ κεραυνοῖς δυσὶν ὁ χῶρος οὗ στρατοπεδεύειν ἔμελλεν. ἵππος δὲ τῶν στρατηγικῶν ἐπιφανῶς κεκοσμημένος βίᾳ συνε‐ πισπάσας τὸν ἡνίοχον εἰς τὸ ῥεῖθρον ὑποβρύχιος ἠφανίσθη.
5λέγεται δὲ καὶ τῶν ἀετῶν ὁ πρῶτος ἀρθεὶς ἀπὸ ταὐτομάτου
Crass
.

19

.

6

μεταστραφῆναι. πρὸς δὲ τούτοις συνέπεσε μετὰ τὴν διά‐ βασιν μετρουμένοις τὰ ἐπιτήδεια τοῖς στρατιώταις πρῶ‐
τον πάντων δοθῆναι φακοὺς καὶ μάζαν, ἃ νομίζουσι Ῥω‐ μαῖοι πένθιμα καὶ προτίθενται τοῖς νεκυσίοις, αὐτοῦ τε152
5Κράσσου δημηγοροῦντος ἐξέπεσε φωνή, δεινῶς συγχέασα
Crass
.

19

.

7

τὸν στρατόν· ἔφη γὰρ τὸ ζεῦγμα τοῦ ποταμοῦ διαλύειν, ὅπως μηδεὶς αὐτῶν ἐπανέλθῃ· καὶ δέον, ὡς ᾔσθετο, τοῦ ῥήματος τὴν ἀτοπίαν ἀναλαβεῖν, καὶ διασαφῆσαι πρὸς τοὺς ἀποδειλιῶντας τὸ εἰρημένον, ἠμέλησεν ὑπ’ αὐθαδείας.
Crass
.

19

.

8

τέλος δὲ τὸν εἰθισμένον καθαρμὸν ἐσφαγιάζετο, καὶ τὰ σπλάγχνα τοῦ μάντεως αὐτῷ προσδόντος ἐξέβαλε τῶν χειρῶν· ἐφ’ ᾧ καὶ μάλιστα δυσχεραίνοντας ἰδὼν τοὺς παρόντας, ἐμειδίασε καὶ „τοιοῦτον“ ἔφη „τὸ γῆρας· ἀλλὰ
5τῶν γ’ ὅπλων οὐδὲν ἂν ἐκφύγοι τὰς χεῖρας.“
Crass
.

20

.

1

Ἐκ τούτου παρὰ τὸν ποταμὸν ἐξήλαυνεν, ἑπτὰ μὲν ἔχων ὁπλιτῶν τάγματα καὶ τετρακισχιλίων ὀλίγον ἀπο‐ δέοντας ἱππεῖς, ψιλοὺς δὲ τοῖς ἱππεῦσι παραπλησίους.
Crass
.

20

.

2

τῶν δὲ προδρόμων τινὲς ἀπὸ σκοπιᾶς ἐπανελθόντες, ἤγγελλον ἀνθρώπων μὲν ἔρημον εἶναι τὴν χώραν, ἵππων δ’ ἐντετυχηκέναι πολλῶν ἴχνεσιν, οἷον ἐκ μεταβολῆς
Crass
.

20

.

3

ὀπίσω διωκομένων. ὅθεν αὐτός τε Κράσσος ἔτι μᾶλλον εὔελπις ἦν, καὶ τοῖς στρατιώταις παντάπασι τῶν Πάρ‐ θων παρέστη καταφρονεῖν, ὡς οὐκ ἀφιξομένων εἰς χεῖρας.
Crass
.

20

.

4

ὅμως δ’ οἱ περὶ Κάσσιον αὖθις διελέγοντο τῷ Κράσσῳ, καὶ παρῄνουν μάλιστα μὲν ἐν πόλει τινὶ τῶν φρουρουμένων ἀναλαβεῖν τὴν δύναμιν, ἄχρι οὗ τι πύθηται περὶ τῶν πολε‐ μίων βέβαιον· εἰ δὲ μή, χωρεῖν ἐπὶ Σελευκείας παρὰ τὸν
5ποταμόν· εὐπορίαν γὰρ τὰ σιτηγὰ τῆς ἀγορᾶς παρέξειν,
ἅμα συγκαταίροντα πρὸς τὸ στρατόπεδον, καὶ φύλακα τοῦ μὴ κυκλωθῆναι τὸν ποταμὸν ἔχοντας, ἀπ’ ἴσης ἀεὶ πρὸς ἐναντίους μαχεῖσθαι τοὺς πολεμίους.153
Crass
.

21

.

1

Ταῦτα τοῦ Κράσσου διασκοποῦντος ἔτι καὶ βου‐ λευομένου, παραγίνεται φύλαρχος Ἀράβων Ἄβγαρος ὄνο‐ μα, δολερὸς καὶ παλίμβολος ἀνὴρ καὶ πάντων ὅσα συνή‐ νεγκεν εἰς ὄλεθρον ἡ τύχη κακὰ μέγιστον αὐτοῖς καὶ τελει‐
Crass
.

21

.

2

ότατον γενόμενος. τοῦτον δ’ ᾔδεσαν ἔνιοι τῶν Πομπηίῳ συνεστρατευμένων ἀπολαύσαντά τι τῆς ἐκείνου φιλαν‐ θρωπίας καὶ δόξαντα φιλορώμαιον εἶναι· τότε δ’ ὑφεῖτο τῷ Κράσσῳ μετὰ γνώμης τῶν βασιλέως στρατηγῶν, εἰ
5δύναιτο παρατρέψας αὐτὸν ἀπωτάτω τοῦ ποταμοῦ καὶ τῶν ὑπωρειῶν εἰς πεδίον ἐκβαλεῖν ἀχανὲς καὶ περιελαυνόμε‐
Crass
.

21

.

3

νον. πάντα γὰρ διενοοῦντο μᾶλλον ἢ κατὰ στόμα συμφέ‐ ρεσθαι Ῥωμαίοις. ἐλθὼν οὖν πρὸς τὸν Κράσσον ὁ Ἄβγαρος —ἦν δὲ καὶ πιθανὸς εἰπεῖν—, Πομπήιον μὲν ὡς εὐεργέτην ἐπῄνει, Κράσσον δὲ τῆς δυνάμεως μακαρίσας ἐμέμφετο
5τῆς διατριβῆς, μέλλοντα καὶ παρασκευαζόμενον, ὥσπερ ὅπλων αὐτῷ δεῆσον καὶ χειρῶν, οὐ ποδῶν τῶν ταχίστων ἐπ’ ἀνθρώπους οἳ πάλαι ζητοῦσιν ἁρπάσαντες τὰ τιμιώ‐ τατα τῶν χρημάτων καὶ σωμάτων εἰς Σκύθας ἢ Ὑρκα‐
Crass
.

21

.

4

νοὺς ἀναπτέσθαι. „καίτοι μάχεσθαι μέλλοντά σ’“ ἔφη „σπεύδειν ἔδει, πρὶν ἅπασαν ἐν ταὐτῷ γενέσθαι τὴν δύνα‐ μιν ἀναθαρρήσαντος βασιλέως· ἐπεὶ νῦν γε Σουρήνας ὑμῖν προβέβληται καὶ Σιλάκης, ἐφ’ αὑτοὺς ἀναδεξάμενοι τὴν154
5δίωξιν, ὁ δ’ οὐδαμῇ φανερός ἐστι.“
Crass
.

21

.

5

Ταῦτα δ’ ἦν ψευδῆ πάντα. διχῇ γὰρ εὐθὺς Ὁρώδης διε‐ λὼν τὴν δύναμιν, αὐτὸς μὲν Ἀρμενίαν ἐπόρθει τινύμενος Ἀρταβάζην, Σουρήναν δ’ ἀφῆκεν ἐπὶ Ῥωμαίους, οὐχ ὑπερφροσύνῃ χρώμενος ὡς ἔνιοί φασιν—οὐ γὰρ ἦν τοῦ
5αὐτοῦ, Κράσσον μὲν ἀπαξιοῦν ἀνταγωνιστήν, ἄνδρα Ῥωμαίων πρῶτον, Ἀρταβάζῃ δὲ προσπολεμεῖν καὶ τὰς Ἀρμενίων ἐπιόντα κώμας ἐξαιρεῖν—, ἀλλὰ καὶ πάνυ μοι δοκεῖ καταδείσας τὸν κίνδυνον, αὐτὸς μὲν ἐφεδρεύειν καὶ καραδοκεῖν τὸ μέλλον, Σουρήναν δὲ προκαθεῖναι, πειρα‐
Crass
.

21

.

6

σόμενον ἄλλως καὶ περιέλξοντα τοὺς πολεμίους. οὐδὲ γὰρ ἦν τῶν τυχόντων ὁ Σουρήνας, ἀλλὰ πλούτῳ μὲν καὶ γένει καὶ δόξῃ μετὰ βασιλέα δεύτερος, ἀνδρείᾳ δὲ καὶ δεινότητι τῶν καθ’ αὑτὸν ἐν Πάρθοις πρῶτος, ἔτι δὲ μεγέθει καὶ
Crass
.

21

.

7

κάλλει σώματος ὡς οὐδεὶς ἕτερος. ἐξήλαυνε δὲ καθ’ ἑαυ‐ τὸν αἰεὶ χιλίαις σκευοφορούμενος καμήλοις, καὶ διακοσίας ἀπήνας ἐπήγετο παλλακίδων, ἱππεῖς δὲ κατάφρακτοι χίλιοι, πλείονες δὲ τῶν κούφων παρέπεμπον, εἶχε δὲ τοὺς σύμ‐
5παντας ἱππεῖς ὁμοῦ πελάτας τε καὶ δούλους μυρίων οὐκ
Crass
.

21

.

8

ἀποδέοντας. καὶ κατὰ γένος μὲν ἐξ ἀρχῆς ἐκέκτητο βασι‐ λεῖ γινομένῳ Πάρθων ἐπιτιθέναι τὸ διάδημα πρῶτος,
Ὁρώδην δὲ τοῦτον αὐτὸς ἐξεληλαμένον εἰς Πάρθους κατή‐ γαγε, καὶ Σελεύκειαν αὐτῷ τὴν μεγάλην εἷλε, πρῶτος155
5ἐπιβὰς τοῦ τείχους καὶ τρεψάμενος ἰδίᾳ χειρὶ τοὺς ἀντι‐
Crass
.

21

.

9

στάντας. οὔπω δὲ γεγονὼς ἔτη τριάκοντα κατ’ ἐκεῖνον τὸν χρόνον, εὐβουλίας καὶ συνέσεως δόξαν εἶχε μεγίστην, οἷς οὐχ ἥκιστα καὶ τὸν Κράσσον ἔσφηλε, διὰ θράσος καὶ φρόνημα πρῶτον, εἶθ’ ὑπὸ δέους καὶ συμφορῶν ταῖς ἀπά‐
5ταις εὐχείρωτον γενόμενον.
Crass
.

22

.

1

Τότε δ’ οὖν ὁ Ἄβγαρος ὡς ἔπεισεν αὐτόν, ἀποσπά‐ σας τοῦ ποταμοῦ διὰ μέσων ἦγε τῶν πεδίων ὁδὸν ἐπιει‐ κῆ καὶ κούφην τὸ πρῶτον, εἶτα μοχθηράν, ἄμμου βαθείας ὑποδεχομένης καὶ πεδίων ἀδένδρων καὶ ἀνύδρων καὶ πρὸς
5οὐδὲν οὐδαμῇ πέρας ἐφικτὸν αἰσθήσει παυομένων, ὥστε μὴ μόνον δίψει καὶ χαλεπότητι τῆς πορείας ἀπαγορεύειν, ἀλλὰ καὶ τὸ τῆς ὄψεως ἀπαραμύθητον ἀθυμίαν παρέχειν, οὐ φυτὸν ὁρῶσιν, οὐ ῥεῖθρον, οὐ προβολὴν ὄρους καθιέν‐ τος, οὐ πόαν βλαστάνουσαν, ἀλλ’ ἀτεχνῶς πελάγιόν τι
Crass
.

22

.

2

χεῦμα θινῶν ἐρήμων περιεῖχε τὸν στρατόν. ἦν μὲν οὖν καὶ ἀπὸ τούτων ὁ δόλος ὕποπτος· ἐπειδὴ δὲ καὶ παρ’ Ἀρταβάζου τοῦ Ἀρμενίου παρῆσαν ἄγγελοι, φράζοντες ὡς πολλῷ συνέχοιτο πολέμῳ ῥυέντος ἐπ’ αὐτὸν Ὁρώδου,
5καὶ πέμπειν μὲν ἐκείνῳ βοήθειαν οὐ δύναται, παραινεῖ δὲ Κράσσῳ, μάλιστα μὲν ἐκτραπέσθαι καὶ γενόμενον μετ’ Ἀρμενίων ὁμοῦ διαγωνίσασθαι πρὸς τὸν Ὁρώδην, εἰ δὲ μή, καὶ πορεύεσθαι καὶ στρατοπεδεύειν ἀεὶ τὰ ἱππάσιμα φεύγοντα καὶ προσχωροῦντα τοῖς ὀρεινοῖς, Κράσσος μὲν
10οὐδὲν ἀντιγράψας ὑπ’ ὀργῆς καὶ σκαιότητος ἀπεκρίνατο, νῦν μὲν Ἀρμενίοις μὴ σχολάζειν, αὖθις δ’ ἀφίξεσθαι δίκην156
Crass
.

22

.

3

ἐπιθήσων Ἀρταβάζῃ τῆς προδοσίας. οἱ δὲ περὶ Κάσσιον αὖθις ἠγανάκτουν, καὶ Κράσσον μὲν ἀχθόμενον αὐτοῖς ἐπαύσαντο νουθετοῦντες, ἰδίᾳ δὲ τὸν Ἄβγαρον ἐλοιδόρουν· „τίς σε δαίμων πονηρός, ὦ κάκιστε ἀνθρώπων, ἤγαγε
5πρὸς ἡμᾶς; τίσι δὲ φαρμάκοις ἢ γοητείαις ἔπεισας Κράσ‐ σον εἰς ἐρημίαν ἀχανῆ καὶ βύθιον ἐκχέαντα τὴν στρατιὰν ὁδεύειν ὁδοὺς Νομάδι λῃστάρχῃ μᾶλλον ἢ Ῥωμαίων αὐτο‐
Crass
.

22

.

4

κράτορι προσηκούσας;“ ὁ δ’ Ἄβγαρος, ἀνὴρ ὢν ποικίλος, ἐκείνους μὲν ὑποπίπτων ἐθάρρυνε καὶ παρεκάλει μικρὸν ἐπικαρτερῆσαι, τοὺς δὲ στρατιώτας ἅμα συμπαραθέων καὶ παραβοηθῶν ἐπέσκωπτε μετὰ γέλωτος· „ὑμεῖς δὲ διὰ
5Καμπανίας ὁδεύειν οἴεσθε, κρήνας καὶ νάματα καὶ σκιὰς καὶ λουτρὰ δηλαδὴ συνεχῆ καὶ πανδοκεῖα ποθοῦντες; οὐ μέμνησθε τὴν Ἀράβων καὶ Ἀσσυρίων μεθορίαν διεξιόν‐
Crass
.

22

.

5

τες;“ οὕτω μὲν ὁ Ἄβγαρος διεπαιδαγώγησε τοὺς Ῥωμαίους, καὶ πρὶν ἢ γενέσθαι φανερὸς ἐξαπατῶν, ἀφίππευσεν, οὐ λαθὼν τὸν Κράσσον, ἀλλὰ καὶ τοῦτο πείσας, ὡς ὑπεργάσεται καὶ διαταράξει τὰ τῶν πολε‐
5μίων.
Crass
.

23

.

1

Λέγεται δὲ τῆς ἡμέρας ἐκείνης τὸν Κράσσον οὐχ, ὥσπερ ἔθος ἐστὶ Ῥωμαίων στρατηγόν, ἐν φοινικίδι προ‐ ελθεῖν, ἀλλ’ ἐν ἱματίῳ μέλανι, καὶ τοῦτο μὲν εὐθὺς ἀλλά‐ ξαι συμφρονήσαντα, τῶν δὲ σημαιῶν ἐνίας μόλις ὥσπερ
Crass
.

23

.

2

πεπηγυίας πολλὰ παθόντας ἀνελέσθαι τοὺς φέροντας. ὧν ὁ Κράσσος καταγελῶν ἐπετάχυνε τὴν πορείαν, προσβια‐ ζόμενος ἀκολουθεῖν τὴν φάλαγγα τοῖς ἱππεῦσι, πρίν γε δὴ τῶν ἐπὶ κατασκοπὴν ἀποσταλέντων ὀλίγοι προσελά‐157
5σαντες ἀπήγγειλαν ἀπολωλέναι τοὺς ἄλλους ὑπὸ τῶν πο‐ λεμίων, αὐτοὺς δὲ μόλις ἐκφυγεῖν, ἐπιέναι δὲ μαχουμέ‐
Crass
.

23

.

3

νους πλήθει πολλῷ καὶ θάρσει τοὺς ἄνδρας. ἅπαντες μὲν οὖν ἐθορυβήθησαν, ὁ δὲ Κράσσος ἐξεπλάγη παντά‐ πασι καὶ διὰ σπουδῆς οὐ πάνυ καθεστηκὼς παρέταττε, πρῶτον μέν, ὡς οἱ περὶ Κάσσιον ἠξίουν, ἀραιὰν τὴν
5φάλαγγα τῶν ὁπλιτῶν ἐπὶ πλεῖστον ἀνάγων τοῦ πεδίου πρὸς τὰς κυκλώσεις, τοὺς δ’ ἱππεῖς διανέμων τοῖς κέρα‐ σιν· ἔπειτα μετέδοξε, καὶ συναγαγὼν ἀμφίστομον ἐποίησε καὶ βαθὺ πλινθίον, εἰς δώδεκα σπείρας προερχομένης τῶν
Crass
.

23

.

4

πλευρῶν ἑκάστης. παρὰ δὲ σπεῖραν ἴλην ἱππέων ἔταξεν, ὡς μηδὲν ἔχοι μέρος ἐνδεὲς ἱππικῆς βοηθείας, ἀλλὰ παν‐ ταχόθεν ὁμαλῶς προσφέροιτο πεφραγμένος. τῶν δὲ κερά‐ των τὸ μὲν Κασσίῳ, τὸ δὲ τῷ νέῳ Κράσσῳ παρέδωκεν,
Crass
.

23

.

5

αὐτὸς δ’ εἰς μέσον κατέστη. καὶ προάγοντες οὕτως ἐπὶ ῥεῖθρον ἦλθον ὃ καλεῖται Βάλισσος, οὐ πολὺ μὲν ἄλλως οὐδ’ ἄφθονον, ἀσμένοις δὲ τότε τοῖς στρατιώταις φανὲν ἐν αὐχμῷ καὶ καύματι καὶ παρὰ τὴν ἄλλην ἐπίπονον καὶ
Crass
.

23

.

6

ἄνυδρον πορείαν. οἱ μὲν οὖν πλεῖστοι τῶν ἡγεμόνων ᾤοντο δεῖν ἐνταῦθα καταυλισαμένους καὶ νυκτερεύσαντας, καὶ πυθομένους ἐφ’ ὅσον οἷόν τε πλῆθος καὶ τάξιν τῶν πολε‐ μίων, ἅμ’ ἡμέρᾳ χωρεῖν ἐπ’ αὐτούς· Κράσσος δὲ τῷ παιδὶ
5καὶ τοῖς περὶ αὐτὸν ἱππεῦσιν ἐγκελευομένοις ἄγειν καὶ συνάπτειν ἐπαρθείς, ἐκέλευσεν ἑστῶτας ἐν τάξει φαγεῖν
Crass
.

23

.

7

καὶ πιεῖν τοὺς δεομένους. καὶ πρὶν ἢ τοῦτο διὰ πάντων γε‐ νέσθαι καλῶς, ἦγεν οὐ σχέδην οὐδ’ ὡς ἐπὶ μάχῃ διανα‐ παύων, ἀλλ’ ὀξείᾳ καὶ συντόνῳ χρώμενος τῇ πορείᾳ, μέχρι οὗ κατώφθησαν οἱ πολέμιοι, παρὰ δόξαν οὔτε πολλοὶ158
Crass
.

23

.

8

φανέντες οὔτε σοβαροὶ τοῖς Ῥωμαίοις. τὸ μὲν γὰρ πλῆθος ὑπέστειλε τοῖς προτάκτοις ὁ Σουρήνας, τὴν δὲ λαμπρό‐ τητα κατέκρυπτε τῶν ὅπλων, ἱμάτια καὶ διφθέρας προ‐ ίσχεσθαι κελεύσας. ὡς δ’ ἐγγὺς ἐγένοντο καὶ σημεῖον
5ἤρθη παρὰ τοῦ στρατηγοῦ, πρῶτον μὲν ἐνεπίμπλατο
Crass
.

23

.

9

φθογγῆς βαρείας καὶ βρόμου φρικώδους τὸ πεδίον. Πάρθοι γὰρ οὐ κέρασιν οὐδὲ σάλπιγξιν ἐποτρύνουσιν ἑαυτοὺς εἰς μάχην, ἀλλὰ ῥόπτρα βυρσοπαγῆ καὶ κοῖλα περιτείναντες ἠχείοις χαλκοῖς ἅμα πολλαχόθεν ἐπιδουποῦσι, τὰ δὲ φθέγ‐
5γεται βύθιόν τι καὶ δεινόν, ὠρυγῇ θηριώδει καὶ τραχύ‐ τητι βροντῆς μεμειγμένον, εὖ πως συνεωρακότες ὅτι τῶν αἰσθητηρίων ἡ ἀκοὴ ταρακτικώτατόν ἐστι τῆς ψυχῆς καὶ τὰ περὶ ταύτην πάθη τάχιστα κινεῖ καὶ μάλιστα πάντων ἐξίστησι τὴν διάνοιαν.
Crass
.

24

.

1

Ἐκπεπληγμένων δὲ τῶν Ῥωμαίων δέει διὰ τὸν ἦχον, ἐξαίφνης τὰ προκαλύμματα τῶν ὅπλων καταβαλόν‐ τες, ὤφθησαν αὐτοί τε φλογοειδεῖς κράνεσι καὶ θώραξι, τοῦ Μαργιανοῦ σιδήρου στίλβοντος ὀξὺ καὶ περιλαμπές,
5οἵ θ’ ἵπποι καταπεφραγμένοι χαλκοῖς καὶ σιδηροῖς σκεπάσ‐ μασι, μέγιστος δ’ ὁ Σουρήνας καὶ κάλλιστος αὐτός, τῇ δὲ κατ’ ἀνδρείαν δόξῃ τὴν θηλύτητα τοῦ κάλλους οὐκ ἐοικώς,
ἀλλὰ μηδικώτερον ἐσκευασμένος ἐντρίμμασι προσώπου καὶ κόμης διακρίσει, τῶν ἄλλων Πάρθων ἔτι Σκυθικῶς159
Crass
.

24

.

2

ἐπὶ τὸ φοβερὸν τῷ ἀνασίλλῳ κομώντων. πρῶτον μὲν οὖν διενοοῦντο τοῖς κοντοῖς εἰσελαύνοντες ὠθεῖν καὶ βιάζε‐ σθαι τοὺς προτάκτους· ὡς δ’ ἑώρων τό τε βάθος τοῦ συνα‐ σπισμοῦ καὶ τῶν ἀνδρῶν τὸ μόνιμον καὶ παρεστηκός, ἀνῆ‐
5γον ὀπίσω, καὶ σκίδνασθαι δοκοῦντες ἅμα καὶ δια‐ λύειν τὴν τάξιν, ἐλάνθανον ἐν κύκλῳ περιβάλλοντες τὸ
Crass
.

24

.

3

πλινθίον αὐτῶν. Κράσσου δὲ τοὺς ψιλοὺς ἐκδραμεῖν κελεύ‐ σαντος, οὗτοι μὲν οὐ πολὺ προῆλθον, ἀλλὰ πολλοῖς τοξεύ‐ μασιν ἐντυχόντες, ταχὺ συμπαρέντες αὖθις ἐνεδύοντο τοῖς ὁπλίταις, καὶ παρεῖχον ἀκοσμίας ἀρχὴν καὶ δέους ὁρῶσι
5τὴν ῥύμην τῶν ὀιστῶν καὶ τὸν τόνον, ὅπλα τε ῥηγνύντων καὶ διὰ παντὸς φερομένων ὁμοίως ἀντιτύπου καὶ μαλακοῦ
Crass
.

24

.

4

στεγάσματος. οἱ δὲ Πάρθοι διαστάντες ἐκ μήκους ἤρξαντο τοξεύειν ἅμα πανταχόθεν, οὐ τὴν ἀκριβῆ τοξείαν—ἡ γὰρ συνέχεια καὶ πυκνότης τῶν Ῥωμαίων οὐδὲ τῷ βουλομένῳ διαμαρτάνειν ἀνδρὸς παρεῖχεν—, εὐτόνους δὲ τὰς πληγὰς
5καὶ βιαίους διδόντες ἀπὸ τόξων κραταιῶν καὶ μεγάλων καὶ τῇ σκολιότητι τῆς καμπῆς τὸ βέλος ἠναγκασμένον
Crass
.

24

.

5

ἀποστελλόντων. ἦν οὖν αὐτόθεν ἤδη μοχθηρὰ τὰ Ῥωμαίων· καὶ γὰρ μένοντες ἐν τάξει συνετιτρώσκοντο, καὶ χωρεῖν ὁμόσε πειρώμενοι, τοῦ μὲν ποιεῖν ἴσον ἀπεῖχον, ὁμοίως δ’ ἔπασχον· ὑπέφευγον γὰρ ἅμα βάλλοντες οἱ Πάρθοι,
5καὶ τοῦτο κράτιστα ποιοῦσι μετὰ Σκύθας, καὶ σοφώτατόν ἐστιν ἀμυνομένους ἐπὶ τῷ σῴζεσθαι τῆς φυγῆς ἀφαιρεῖν
τὸ αἰσχρόν.160
Crass
.

25

.

1

Ἄχρι μὲν οὖν ἤλπιζον αὐτοὺς ἐκχεαμένους τὰ βέλη σχήσεσθαι μάχης ἢ συνάψειν εἰς χεῖρας, ἐκαρτέρουν· ὡς δ’ ἔγνωσαν ὅτι πολλαὶ κάμηλοι παρεστᾶσι τοξευμάτων πλήρεις, ἀφ’ ὧν περιελαύνοντες οἱ πρῶτοι λαμβάνουσιν,
5οὐδὲν πέρας ὁρῶν ὁ Κράσσος ἠθύμει, καὶ σκοπεῖν ἐκέλευεν, ἀγγέλους πέμψας πρὸς τὸν υἱόν, ὅπως προσμεῖξαι βιά‐ σαιτο τοῖς ἐναντίοις πρὶν ἢ κυκλωθῆναι· μάλιστα γὰρ ἐκείνῳ προσέκειντο καὶ περιίππευον τὸ κέρας ὡς κατὰ
Crass
.

25

.

2

νώτου γενησόμενοι. λαβὼν οὖν ὁ νεανίας ἱππεῖς τε χιλίους καὶ τριακοσίους, ὧν οἱ χίλιοι παρὰ Καίσαρος ἦσαν, καὶ τοξότας πεντακοσίους καὶ τῶν ἔγγιστα θυρεαφόρων ὀκτὼ
Crass
.

25

.

3

σπείρας, συνήγαγεν εἰς ἐμβολήν. τῶν δὲ Πάρθων οἱ περιε‐ λαύνοντες, εἴτε τέλμασιν ἐντυχόντες, ὡς ἔνιοί φασιν, εἴτε λαβεῖν τὸν Κράσσον ἀπωτάτω τοῦ πατρὸς στρατηγοῦντες, ὀπίσω στρέψαντες ἀπεδίωκον. ὁ δ’ ἐμβοήσας ὡς οὐ μένου‐
5σιν οἱ ἄνδρες ἤλαυνε, καὶ σὺν αὐτῷ Κηνσωρῖνός τε καὶ Μεγάβακχος, ὁ μὲν εὐψυχίᾳ καὶ ῥώμῃ διαφέρων, Κην‐ σωρῖνος δὲ καὶ βουλευτικὸν ἔχων ἀξίωμα καὶ δεινὸς εἰπεῖν,
Crass
.

25

.

4

ἑταῖροι δὲ Κράσσου καὶ παραπλήσιοι καθ’ ἡλικίαν. ἐπισπο‐ μένων δὲ τῶν ἱππέων οὐδὲ τὸ πεζὸν ἀπελείπετο προθυμίᾳ καὶ χαρᾷ τῆς ἐλπίδος· νικᾶν γὰρ ᾤοντο καὶ διώκειν, ἄχρι οὗ πολὺ προελθόντες ᾔσθοντο τὴν ἀπάτην, μεταβαλλο‐
5μένων ἅμα τῶν φεύγειν δοκούντων καὶ πλειόνων ἄλλων ἐπιφερομένων. ἐνταῦθα δ’ ἔστησαν, οἰόμενοι συνάψειν161
Crass
.

25

.

5

αὐτοῖς εἰς χεῖρας ὀλίγοις οὖσι τοὺς πολεμίους. οἱ δὲ τοὺς καταφράκτους προτάξαντες ἐναντίους τοῖς Ῥωμαίοις, τὴν δ’ ἄλλην ἵππον ἄτακτον περὶ αὐτοὺς ἐλαύνοντες καὶ συν‐ ταράσσοντες τὸ πεδίον, ἀνίστασαν ἐκ βυθοῦ θῖνας ἄμμου,
5κονιορτὸν ἐπαγούσας ἄπλετον, ὡς μήτε διορᾶν ῥᾳδίως μήτε φθέγγεσθαι τοὺς Ῥωμαίους, εἱλουμένους δ’ ἐν ὀλίγῳ καὶ συμπίπτοντας ἀλλήλοις, βάλλεσθαι καὶ ἀποθνῄσκειν οὐ ῥᾴδιον οὐδ’ ὀξὺν θάνατον, ἀλλ’ ὑπὸ σπασμοῦ καὶ ὀδύ‐ νης δυσανασχετοῦντας καὶ κυλινδουμένους περὶ τοῖς ὀιστοῖς
10ἐναποθραύειν τοῖς τραύμασι, βίᾳ τε πειρωμένους ἐξέλ‐ κειν ἠγκιστρωμένας ἀκίδας καὶ δεδυκυίας διὰ φλεβῶν καὶ νεύρων, προσαναρρηγνύναι καὶ λυμαίνεσθαι σφᾶς αὐ‐
Crass
.

25

.

6

τούς. οὕτω δὲ πολλῶν ἀποθνῃσκόντων, ἄπρακτοι καὶ οἱ ζῶντες ἦσαν πρὸς ἀλκήν, καὶ τοῦ Ποπλίου παρακαλοῦν‐ τος ἐμβαλεῖν εἰς τὴν κατάφρακτον, ἐπεδείκνυσαν ἑαυτῶν χεῖράς τε θυρεοῖς προσπεπερονημένας καὶ πόδας διαμπὰξ
5προσεληλαμένους πρὸς τοὔδαφος, ὥστε καὶ πρὸς φυγὴν
Crass
.

25

.

7

ἀμηχάνους εἶναι καὶ πρὸς ἄμυναν. αὐτὸς οὖν τοὺς ἱππεῖς παρορμήσας, προσέβαλε μὲν ἐρρωμένως καὶ συνῆψε τοῖς ἀνδράσιν, ἦν δ’ ἄνισος ἔν τε ταῖς πληγαῖς καὶ τῷ φυλάσ‐ σεσθαι, παίων μὲν ἀσθενέσι καὶ μικροῖς δορατίοις θώρακας
5ὠμοβύρσους ἢ σιδηροῦς, παιόμενος δὲ κοντοῖς εἰς εὐσταλῆ καὶ γυμνὰ σώματα τῶν Γαλατῶν· τούτοις γὰρ ἐθάρρει μάλιστα, καὶ μετὰ τούτων ἔργα θαυμαστὰ διεπράττετο.
Crass
.

25

.

8

τῶν τε γὰρ κοντῶν ἐπελαμβάνοντο, καὶ συμπλεκόμενοι τοὺς ἄνδρας ἀπὸ τῶν ἵππων ἐώθουν, τῇ βαρύτητι τοῦ ὁπλισμοῦ δυσκινήτους ὄντας, πολλοὶ δὲ τοὺς ἑαυτῶν ἀπο‐
λείποντες ἵππους καὶ ὑποδυόμενοι τοῖς ἐκείνων ἔτυπτον εἰς162
5τὰς γαστέρας· οἱ δ’ ἀνεσκίρτων ὑπ’ ὀδύνης, καὶ συμπα‐ τοῦντες ἐν ταὐτῷ τοὺς ἐπιβάτας καὶ τοὺς πολεμίους ἀνα‐
Crass
.

25

.

9

πεφυρμένους, ἀπέθνῃσκον. ἐπίεζε δὲ τοὺς Γαλάτας μάλιστα τό τε θάλπος καὶ τὸ δίψος, ἀμφοτέρων ἀήθεις ὄντας, καὶ τῶν ἵππων ἀπολώλεισαν οἱ πλεῖστοι πρὸς ἐναντίους ἐλαυνόμε‐ νοι τοὺς κοντούς. ἐβιάσθησαν οὖν ἀναχωρῆσαι πρὸς τοὺς
5ὁπλίτας, ἔχοντες τὸν Πόπλιον ὑπὸ τραυμάτων ἤδη κακῶς
Crass
.

25

.

10

διακείμενον. ἰδόντες δὲ θῖνα βουνώδη πλησίον, ἐχώρουν ἐπ’ αὐτήν, καὶ τοὺς μὲν ἵππους ἐν μέσῳ κατέδησαν, ἔξω‐ θεν δὲ τοῖς θυρεοῖς συγκλείσαντες, ᾤοντο ῥᾷον ἀμυνεῖ‐
Crass
.

25

.

11

σθαι τοὺς βαρβάρους. ἀπέβαινε δὲ τοὐναντίον· ἐν μὲν γὰρ τῷ ὁμαλῷ τοῖς ὄπισθεν ἁμῶς γέ πως οἱ πρότακτοι παρέ‐ χουσι ῥᾳστώνην, ἐκεῖ δ’ ἄλλον ὑπὲρ ἄλλου διὰ τὴν ἀνωμα‐ λίαν ἀνέχοντος τοῦ χωρίου καὶ μᾶλλον ἀεὶ τοὺς κατόπιν
5ἐξαίροντος, οὐδὲν ἦν τὸ διαφεῦγον, ἀλλ’ ἐβάλλοντο πάντες ὁμαλῶς, ὀδυρόμενοι τὴν ἀκλεῆ καὶ ἄπρακτον αὑτῶν τελευ‐ τήν.
Crass
.

25

.

12

Ἦσαν δὲ περὶ τὸν Πόπλιον ἄνδρες Ἕλληνες δύο τῶν αὐτόθι, κατοικοῦντες ἐν Κάρραις, Ἱερώνυμος καὶ Νικό‐ μαχος· οὗτοι συνέπειθον αὐτὸν ὑπεξελθεῖν μετ’ αὐτῶν καὶ διαφυγεῖν εἰς Ἴχνας, πόλιν ᾑρημένην τὰ Ῥωμαίων
Crass
.

25

.

13

καὶ οὐ μακρὰν οὖσαν. ὁ δὲ φήσας οὐδένα δεινὸν οὕτως ἔσε‐ σθαι θάνατον, ὃν φοβηθεὶς Πόπλιος ἀπολείψει τοὺς ἀπολ‐ λυμένους δι’ αὑτόν, ἐκείνους μὲν ἐκέλευσε σῴζεσθαι καὶ δεξιωσάμενος ἀπέστειλεν, αὐτὸς δὲ τῇ χειρὶ χρήσασθαι
5μὴ δυνάμενος—διελήλατο γὰρ βέλει—τὸν ὑπασπιστὴν
Crass
.

25

.

14

ἐκέλευσε πατάξαι τῷ ξίφει παρασχὼν τὸ πλευρόν. ὁμοίως δὲ καὶ Κηνσωρῖνον ἀποθανεῖν λέγουσι· Μεγάβακχος δ’ αὐτὸς ἑαυτὸν διεχρήσατο καὶ τῶν ἄλλων οἱ δοκιμώτατοι. τοὺς δ’ ὑπολελειμμένους ἀναβαίνοντες οἱ Πάρθοι τοῖς163
5κοντοῖς διήλαυνον μαχομένους· ζῶντας δ’ οὐ πλείους φασὶν ἁλῶναι πεντακοσίων. τὰς δὲ κεφαλὰς τῶν περὶ τὸν Πόπλιον ἀποκόψαντες, ἤλαυνον εὐθὺς ἐπὶ τὸν Κράσσον.
Crass
.

26

.

1

Εἶχε δὲ τὰ κατ’ αὐτὸν οὕτως. ὡς ἐκέλευσε τὸν υἱὸν ἐμβαλεῖν τοῖς Πάρθοις καί τις ἤγγειλεν αὐτῷ μακρὰν τροπὴν εἶναι καὶ δίωξιν ἰσχυρὰν τῶν πολεμίων, ἑώρα δὲ καὶ τοὺς καθ’ αὑτὸν οὐκέτι προσκειμένους ὁμοίως—ἐκεῖ
5γὰρ ἐρρύησαν οἱ πλεῖστοι—, μικρὸν ἀνεθάρρησε, καὶ συνα‐ γαγὼν ὑπέστειλε χωρίοις προσάντεσι τὸν στρατόν, αὐτίκα
Crass
.

26

.

2

προσδοκῶν τὸν υἱὸν ἐπανήξειν ἀπὸ τῆς διώξεως. τῶν δὲ πεμφθέντων ὑπὸ τοῦ Ποπλίου πρὸς αὐτόν, ὡς ἐκινδύ‐ νευεν, οἱ μὲν πρῶτοι διεφθάρησαν ἐμπεσόντες εἰς τοὺς βαρβάρους, οἱ δ’ ὕστεροι μόγις διαφυγόντες ἀπήγγειλαν
5οἴχεσθαι τὸν Πόπλιον, εἰ μὴ ταχεῖα καὶ πολλὴ βοήθεια
Crass
.

26

.

3

παρ’ ἐκείνου γένοιτο. τὸν δὲ Κράσσον ἅμα πολλὰ πάθη κατέσχε, καὶ λογισμῷ μὲν οὐδὲν ἔτι τῶν πραγμάτων ἑώρα, φόβῳ δὲ περὶ τοῦ σύμπαντος ἅμα καὶ πόθῳ τοῦ παιδὸς ἑλκόμενος βοηθεῖν ἢ μὴ βοηθεῖν, τέλος ὥρμησε προά‐
Crass
.

26

.

4

γειν τὴν δύναμιν. ἐν τούτῳ δ’ οἱ πολέμιοι προσεφέροντο κραυγῇ καὶ παιᾶνι φοβερώτεροι, καὶ πολλὰ τῶν τυμπάνων αὖθις περιεμυκᾶτο τοὺς Ῥωμαίους, ἑτέρας μάχης ἀρχὴν προσδοκῶντας. οἱ δὲ τὴν κεφαλὴν τοῦ Ποπλίου κομίζον‐
5τες ὑπὲρ αἰχμῆς ἀναπεπηγυῖαν ἐγγὺς προσελάσαντες ἀνέ‐ δειξαν, ὕβρει πυνθανόμενοι τοκέας αὐτοῦ καὶ γένος· οὐ
γὰρ δὴ πρέπειν γε Κράσσου πατρὸς ἀνανδροτάτου καὶ κακίστου γενναῖον οὕτω παῖδα καὶ λαμπρὸν ἀρετῇ γενέ‐164
Crass
.

26

.

5

σθαι. τοῦτο τὸ θέαμα Ῥωμαίων ὑπὲρ ἅπαντα τὰ ἄλλα δεινὰ τὰς ψυχὰς κατέκλασε καὶ παρέλυσεν, οὐ θυμοῦ πρὸς ἄμυναν, ὥσπερ ἦν εἰκός, ἀλλὰ φρίκης καὶ τρόμου πᾶσιν
Crass
.

26

.

6

ἐγγενομένου. καίτοι τόν γε Κράσσον αὐτὸν αὑτοῦ λαμ‐ πρότατον ἐν τῷ τότε πάθει φανῆναι λέγουσιν· ἐβόα γὰρ ἐπιὼν τὰς τάξεις· „ἐμὸν ὦ Ῥωμαῖοι τοῦτο τὸ πάθος ἴδιόν ἐστιν· ἡ δὲ μεγάλη δόξα καὶ τύχη τῆς Ῥώμης ἐν ὑμῖν
Crass
.

26

.

7

ἕστηκε σῳζομένοις ἄθραυστος καὶ ἀήττητος. εἰ δὲ καὶ ἐμοῦ τις οἶκτος ἀφῃρημένου παῖδα πάντων ἄριστον, ἐπι‐ δείξασθε τοῦτον ὀργῇ τῇ πρὸς τοὺς πολεμίους. ἀφέλεσθε τὴν χαρὰν αὐτῶν, τιμωρήσασθε τὴν ὠμότητα, μὴ κατα‐
5πλαγῆτε τοῖς γεγενημένοις. 〈ἐπ〉εὶ δεῖ τι καὶ παθεῖν
Crass
.

26

.

8

〈τοὺσ〉 μεγάλων ἐφιεμένους. οὐδὲ Λεύκολλος Τιγράνην ἀναιμωτὶ καθεῖλεν, οὐδὲ Σκιπίων Ἀντίοχον, χιλίας δὲ ναῦς οἱ παλαιοὶ περὶ Σικελίαν ἀπώλεσαν, ἐν δ’ Ἰταλίᾳ πολλοὺς αὐτοκράτορας καὶ στρατηγούς, ὧν οὐδεὶς προηττηθεὶς
Crass
.

26

.

9

ἐκώλυσεν αὐτοὺς κρατῆσαι τῶν νενικηκότων. οὐ γὰρ εὐτυ‐ χίᾳ τὰ Ῥωμαίων, ἀλλὰ τλημοσύνῃ καὶ ἀρετῇ πρὸς τὰ δεινὰ χωρούντων, εἰς τοσοῦτο προῆλθε δυνάμεως.“
Crass
.

27

.

1

Τοιαῦτα λέγων καὶ παραθαρσύνων ὁ Κράσσος οὐ πολλοὺς ἑώρα προθύμως ὑπακούοντας, ἀλλὰ καὶ συναλα‐ λάξαι κελεύσας ἤλεγξε τοῦ στρατοῦ τὴν κατήφειαν, ἀσθενῆ καὶ ὀλίγην καὶ ἀνώμαλον κραυγὴν ποιήσαντος· ἡ δὲ παρὰ
Crass
.

27

.

2

τῶν βαρβάρων λαμπρὰ καὶ θρασεῖα κατεῖχε. τραπομένων δὲ πρὸς ἔργον, οἱ μὲν ἱππόται πλάγιοι περιελαύνοντες
ἐτόξευον, αὐτοὶ δὲ τοῖς κοντοῖς οἱ πρότακτοι χρώμενοι, συνέστελλον εἰς ὀλίγον τοὺς Ῥωμαίους, πλὴν ὅσοι τὸν ὑπὸ165
5τῶν τοξευμάτων φεύγοντες θάνατον ἀπετόλμων παρα‐ βόλως εἰς αὐτοὺς φέρεσθαι, μικρὰ μὲν βλάπτοντες, ὀξέως δὲ θνῄσκοντες ὑπὸ τραυμάτων μεγάλων καὶ καιρίων, παχὺν ἐπωθούντων τῷ σιδήρῳ τὸν κοντόν, † τοὺς ἵππους, πολλάκις δὲ καὶ διὰ δυοῖν ἀνδρῶν ὑπὸ ῥύμης διαπορευό‐
Crass
.

27

.

3

μενον. οὕτω δὲ διαγωνισάμενοι, νυκτὸς ἐπιούσης ἀπηλλάγη‐ σαν, εἰπόντες ὅτι Κράσσῳ χαρίζονται νύκτα μίαν ἀπο‐ θρηνῆσαι τὸν υἱόν, ἢν ἄρα μὴ βέλτιον ὑπὲρ αὑτοῦ σκε‐ ψάμενος ἐλθεῖν μᾶλλον ἐθελήσῃ πρὸς Ἀρσάκην ἢ κομι‐
Crass
.

27

.

4

σθῆναι. οὗτοι μὲν οὖν ἐπαυλισάμενοι πλησίον ἐν ἐλπίσι μεγά‐ λαις ἦσαν· νὺξ δὲ χαλεπὴ τοὺς Ῥωμαίους κατελάμβανεν, οὔτε ταφῆς τῶν κειμένων οὔτε θεραπείας τῶν τετρωμέ‐ νων καὶ ψυχορραγούντων ποιουμένους λόγον, ἑκάστου δ’
Crass
.

27

.

5

ἑαυτὸν ἀποκλαίοντος. ἀνέκφυκτα γὰρ ἐφαίνετο, τήν θ’ ἡμέραν αὐτοῦ προσμείνασι, καὶ νύκτωρ εἰς πεδίον ἀχανὲς ἐμβαλοῦσιν, οἵ τε τραυματίαι πολλὴν ἀπορίαν παρεῖχον, καὶ κομίζειν, ἐμποδὼν τῷ τάχει τῆς φυγῆς ἐσόμενοι, καὶ
Crass
.

27

.

6

ἀπολείπειν, βοῇ τὴν ἀπόδρασιν ἐξαγγελοῦντες. τοῦ δὲ Κράσσου, καίπερ αἴτιον ἁπάντων νομίζοντες, ἐπόθουν ὅμως τήν τ’ ὄψιν καὶ τὴν φωνήν. ὁ δὲ καθ’ ἑαυτὸν ἐγκεκα‐ λυμμένος ὑπὸ σκότος ἔκειτο, παράδειγμα τοῖς πολλοῖς
5τύχης, τοῖς δ’ εὖ φρονοῦσιν ἀβουλίας καὶ φιλοτιμίας, δι’ ἣν οὐκ ἠγάπα πρῶτος ὢν καὶ μέγιστος ἐν μυριάσιν ἀνθρώ‐
πων τοσαύταις, ἀλλ’ ὅτι δυοῖν μόνον ἀνδρῶν ὕστερος166
Crass
.

27

.

7

ἐκρίνετο, τοῦ παντὸς ἀποδεῖν ἐνόμιζε. τότε δ’ οὖν αὐτὸν Ὀκτάβιος θ’ ὁ πρεσβευτὴς καὶ Κάσσιος ἀνίστασαν καὶ παρεθάρρυνον. ὡς δ’ ἀπηγορεύκει παντάπασιν, αὐτοὶ συγ‐ καλέσαντες ἑκατοντάρχας καὶ λοχαγούς, ὡς ἔδοξε βουλευ‐
5ομένοις μὴ μένειν, ἀνίστασαν τὸν στρατὸν ἄνευ σάλπιγγος καὶ δι’ ἡσυχίας τὸ πρῶτον, εἶτ’ αἰσθομένων ὡς ἀπολεί‐ ποιντο τῶν ἀδυνάτων, ἀκοσμία δεινὴ καὶ σύγχυσις μετ’
Crass
.

27

.

8

οἰμωγῆς καὶ βοῆς τὸ στρατόπεδον κατεῖχεν. ἐκ τούτου δὲ ταραχὴ καὶ πτοία προϊόντας αὐτοὺς ὑπελάμβανεν, ὡς ἐπιφερομένων τῶν πολεμίων, καὶ πολλάκις μὲν ἐκτρεπό‐ μενοι, πολλάκις δ’ εἰς τάξιν καθιστάμενοι, τῶν τε τραυ‐
5ματιῶν ὅσοι παρηκολούθουν τοὺς μὲν ἀναλαμβάνοντες, τοὺς δ’ ἀποτιθέμενοι, διατριβὴν εἶχον, πλὴν τριακοσίων ἱππέων οὓς Ἐγνάτιος ἔχων προσέμειξε ταῖς Κάρραις περὶ
Crass
.

27

.

9

μέσας νύκτας, φθεγξάμενος δὲ Ῥωμαϊστὶ τοῖς τειχοφυλα‐ κοῦσιν, ὡς ὑπήκουσαν, ἐκέλευε Κοπωνίῳ τῷ ἄρχοντι φράζειν, ὅτι μάχη γέγονε μεγάλη Κράσσῳ πρὸς Πάρθους, ἄλλο δ’ οὐδὲν εἰπὼν οὐδ’ αὑτὸν ὅστις ἦν, ἀπήλαυνεν ἐπὶ
5τὸ Ζεῦγμα, καὶ διέσωσε μὲν τοὺς σὺν αὑτῷ, κακῶς δ’
Crass
.

27

.

10

ἤκουσε καταλιπὼν τὸν στρατηγόν. οὐ μὴν ἀλλ’ ὤνησέ γε τὸν Κράσσον ἡ προσριφεῖσα τότε τῷ Κοπωνίῳ φωνή· συμφρονήσας γὰρ ὅτι χρηστὸν οὐδὲν ἀγγέλλειν ἔχοντός ἐστι τὸ τάχος καὶ τὸ συγκεχυμένον τοῦ λόγου, παρήγγει‐
5λεν εὐθὺς ἐξοπλίζεσθαι τοὺς στρατιώτας, καὶ ἅμα τῷ πρῶτον αἰσθέσθαι τὸν Κράσσον ἐν ὁδῷ γεγενημένον, ἀπαντήσας ἀνελάμβανε καὶ παρέπεμπε τὴν στρατιὰν εἰς
τὴν πόλιν.167
Crass
.

28

.

1

Οἱ δὲ Πάρθοι νυκτὸς μὲν αἰσθόμενοι τὴν ἀπόδρα‐ σιν οὐκ ἐδίωκον, ἅμα δ’ ἡμέρᾳ τοὺς μὲν ἐπὶ τῷ στρατοπέδῳ καταλειφθέντας οὐ μείους τετρακισχιλίων ἐπελθόντες ἀπέσφαξαν, ἐν δὲ τῷ πεδίῳ πλανωμένους πολλοὺς ἱππα‐
Crass
.

28

.

2

σάμενοι συνέλαβον. τέσσαρας δ’ ὁμοῦ σπείρας, ἃς ἔτι νυ‐ κτὸς ἀπέρρηξε Βαργοντήιος ὁ πρεσβευτής, ἐκπεσούσας τῆς ὁδοῦ περισχόντες ἔν τισι στενοῖς, διέφθειραν ἀμυνομένας πλὴν ἀνδρῶν εἴκοσι. τούτους δὲ γυμνοῖς τοῖς ξίφεσιν ὠθου‐
5μένους δι’ αὐτῶν θαυμάσαντες, εἶξαν καὶ διέσχον ἀπιοῦσι
Crass
.

28

.

3

βάδην εἰς τὰς Κάρρας. τῷ δὲ Σουρήνᾳ προσέπεσε ψευδὴς λόγος ἐκπεφευγέναι Κράσσον μετὰ τῶν ἀρίστων, τὸ δ’ εἰς Κάρρας συνερρυηκὸς ὄχλον εἶναι σύμμεικτον οὐκ ἀξίων
Crass
.

28

.

4

σπουδῆς ἀνθρώπων. οἰόμενος οὖν ἀποβεβληκέναι τὸ τῆς νίκης τέλος, ἔτι δ’ ἀμφιδοξῶν καὶ μαθεῖν βουλόμενος τὸ ἀληθές, ὅπως ἢ προσμένων ἐνταῦθα πολιορκοίη Κράσσον ἢ διώκοι χαίρειν ἐάσας Καρρηνούς, ὑποπέμπει τινὰ τῶν
5παρ’ αὐτῷ διγλώσσων πρὸς τὰ τείχη, κελεύσας ἱέντα Ῥωμαϊκὴν διάλεκτον καλεῖν Κράσσον αὐτὸν ἢ Κάσσιον, ὡς Σουρήνα διὰ λόγων θέλοντος αὐτοῖς [συγ]γενέσθαι.
Crass
.

28

.

5

ταῦτα τοῦ διγλώσσου φράσαντος ὡς ἀπηγγέλη τοῖς περὶ Κράσσον, ἐδέχοντο τὰς προκλήσεις, καὶ μετὰ μικρὸν ἧκον ἀπὸ τῶν βαρβάρων Ἄραβες, οἳ Κράσσον εὖ καὶ Κάσσιον ἀπ’ ὄψεως ἐγνώριζον, ἐν τῷ στρατοπέδῳ πρὸ τῆς μάχης
Crass
.

28

.

6

γεγονότες. οὗτοι τὸν Κάσσιον ἰδόντες ἐπὶ τοῦ τείχους, ἔλεγον ὅτι Σουρήνας σπένδεται καὶ δίδωσιν αὐτοῖς φίλοις
οὖσι βασιλέως σῴζεσθαι, Μεσοποταμίαν ἐκλιποῦσι· τοῦτο γὰρ ὁρᾶν λυσιτελὲς ἀμφοτέροις πρὸ τῆς ἐσχάτης ἀνάγκης.168
Crass
.

28

.

7

δεξαμένου δὲ τοῦ Κασσίου, καὶ τόπον ὁρισθῆναι καὶ χρό‐ νον ἀξιοῦντος ἐν ᾧ συνίασι Σουρήνας καὶ Κράσσος, οὕτω φάμενοι ποιήσειν ἀπήλαυνον.
Crass
.

29

.

1

Ἡσθεὶς οὖν ὁ Σουρήνας ἐπὶ τῷ τοὺς ἄνδρας ἐνέ‐ χεσθαι τῇ πολιορκίᾳ, μεθ’ ἡμέραν ἐπῆγε τοὺς Πάρθους, πολλὰ καθυβρίζοντας καὶ κελεύοντας, εἰ βούλονται τυχεῖν σπονδῶν Ῥωμαῖοι, Κράσσον ἐγχειρίσαι σφίσι καὶ Κάσσιον
Crass
.

29

.

2

δεδεμένους. οἱ δ’ ἤχθοντο μὲν ἠπατημένοι, μακρὰς δὲ καὶ κενὰς τὰς ἀπ’ Ἀρμενίων ἐλπίδας καταβάλλειν τῷ Κράσ‐ σῳ φράσαντες, εἴχοντο δρασμοῦ. καὶ τοῦτ’ ἔδει μηδένα πρὸ καιροῦ Καρρηνῶν πυθέσθαι· πυνθάνεται δ’ ὁ πάν‐
5των ἀπιστότατος Ἀνδρόμαχος, ὑπὸ Κράσσου καὶ τοῦτο
Crass
.

29

.

3

πιστευθεὶς καὶ τῆς ὁδοῦ τὴν ἡγεμονίαν. οὐδὲν οὖν ἔλαθε τοὺς Πάρθους, ἐξαγγέλλοντος τοῦ Ἀνδρομάχου καθ’ ἕκα‐ στον. ἐπεὶ δὲ νυκτομαχεῖν οὐ πάτριον αὐτοῖς ἐστιν οὐδὲ ῥᾴδιον, ἐξῄει δὲ νυκτὸς ὁ Κράσσος, ὅπως μὴ πολὺ καθυ‐
5στερήσωσι τῇ διώξει στρατηγῶν ὁ Ἀνδρόμαχος ἄλλοτ’ ἄλλας ὁδοὺς ὑφηγεῖτο, καὶ τέλος ἐξέτρεψεν εἰς ἕλη βαθέα καὶ χωρία τάφρων μεστὰ τὴν πορείαν, χαλεπὴν καὶ πολυ‐
Crass
.

29

.

4

πλανῆ γινομένην τοῖς ἐπισπομένοις. ἐγένοντο δέ τινες, οἳ μηδὲν ὑγιὲς 〈φρονοῦντα〉 τὸν Ἀνδρόμαχον στρέφειν καὶ περιελίττειν εἰκάσαντες οὐκ ἠκολούθησαν, ἀλλὰ Κάσσιος μὲν ἐπανῆλθεν εἰς Κάρρας πάλιν, καὶ τῶν ὁδηγῶν (Ἄρα‐
5βες δ’ ἦσαν) ἀναμεῖναι κελευόντων, ἄχρι ἂν ἡ σελήνη παραλ‐ λάξῃ τὸν σκορπίον, „ἀλλ’ ἔγωγε“ εἰπών „μᾶλλον φοβοῦ‐ μαι τὸν τοξότην“, ἀπήλαυνεν εἰς Συρίαν μεθ’ ἱππέων πεν‐ τακοσίων· ἄλλοι δὲ χρησάμενοι πιστοῖς ὁδηγοῖς, ἐλάβοντο χωρίων ὀρεινῶν ἃ καλεῖται Σίννακα, καὶ κατέστησαν ἐν169
Crass
.

29

.

5

ἀσφαλεῖ πρὸ ἡμέρας. οὗτοι περὶ πεντακισχιλίους ἦσαν, ἡγεῖτο δ’ αὐτῶν ἀνὴρ ἀγαθὸς Ὀκτάβιος. τὸν δὲ Κράσσον ἡμέρα κατελάμβανεν ἔτι ἀγόμενον ὑπ’ Ἀνδρομάχου περὶ
Crass
.

29

.

6

τὰς δυσχωρίας καὶ τὸ ἕλος. ἦσαν δὲ τέσσαρες σπεῖραι σὺν αὐτῷ θυρεαφόρων, ἱππεῖς δὲ παντελῶς ὀλίγοι καὶ πέντε ῥαβδοῦχοι, μεθ’ ὧν ἐπιπόνως καὶ μόλις εἰς τὴν ὁδὸν κατα‐ στάς, ἤδη τῶν πολεμίων ἐπικειμένων, ὅσον δώδεκα στα‐
5δίους ἀπολιπὼν τοῦ συμμεῖξαι τοῖς περὶ Ὀκτάβιον, ἐπ’ ἄλλον διαφεύγει λόφον, οὐχ οὕτω μὲν ἄφιππον οὐδ’ ὀχυ‐ ρόν, ὑποκείμενον δὲ τοῖς Σιννάκοις καὶ συνηρτημένον αὐχένι μακρῷ διὰ μέσου κατατείνοντι τοῦ πεδίου πρὸς
Crass
.

29

.

7

τοῦτον. ἦν οὖν ἐν ὄψει τοῖς περὶ τὸν Ὀκτάβιον ὁ κίνδυνος αὐτοῦ, καὶ πρῶτος Ὀκτάβιος ἔθει μετ’ ὀλίγων ἄνωθεν ἐπι‐ βοηθῶν, εἶθ’ οἱ λοιποὶ κακίσαντες ἑαυτοὺς ἐφέροντο, καὶ προσπεσόντες καὶ ὠσάμενοι τοὺς πολεμίους ἀπὸ τοῦ
5λόφου, περιέσχον ἐν μέσῳ τὸν Κράσσον καὶ προὐβά‐ λοντο τοὺς θυρεούς, μεγαληγοροῦντες ὡς οὐκ ἔστι Πάρθοις βέλος ὃ προσπεσεῖται τῷ σώματι τοῦ αὐτο‐ κράτορος πρὶν ἢ σφᾶς ἅπαντας ὑπὲρ αὐτοῦ μαχο‐
μένους ἀποθανεῖν.170
Crass
.

30

.

1

Ὁρῶν οὖν ὁ Σουρήνας τούς τε Πάρθους ἀμβλύτερον ἤδη κινδυνεύοντας, ἤν τε νὺξ ἐπίσχῃ καὶ τῶν ὀρῶν οἱ Ῥω‐ μαῖοι λάβωνται, παντάπασιν αὐτοὺς ἐσομένους ἀλήπτους,
Crass
.

30

.

2

ἐπῆγε τῷ Κράσσῳ δόλον. ἀφείθησαν μὲν γὰρ ἔνιοι τῶν αἰχμαλώτων, ἀκηκοότες ἐν τῷ στρατοπέδῳ τῶν βαρβά‐ ρων πρὸς ἀλλήλους ἐπίτηδες διαλεγομένων, ὡς οὐ βούλεται βασιλεὺς ἄσπονδον αὑτῷ πόλεμον εἶναι πρὸς Ῥωμαίους,
5ἀλλὰ τὴν φιλίαν ἀναλαβεῖν χάριτι, Κράσσῳ χρησάμενος φιλανθρώπως, ἔσχοντο δὲ μάχης οἱ βάρβαροι, Σουρήνας δὲ μετὰ τῶν ἀρίστων προσελάσας ἀτρέμα τῷ λόφῳ, τοῦ μὲν τόξου τὸν τόνον ἀνῆκε, τὴν δὲ δεξιὰν προὔτεινεν, ἐκάλει δὲ τὸν Κράσσον ἐπὶ συμβάσεις, ὑπειπὼν ὅτι τῆς
10μὲν ἀνδρείας καὶ δυνάμεως ἄκοντος πεπείραται βασιλέως, πρᾳότητα δ’ αὐτοῖς καὶ φιλοφροσύνην ἑκὼν ἐπιδείκνυται,
Crass
.

30

.

3

σπενδόμενος ἀπιοῦσι καὶ παρέχων σῴζεσθαι. ταῦτα τοῦ Σουρήνα λέγοντος, οἱ μὲν ἄλλοι προθύμως ἐδέξαντο καὶ περιχαρεῖς ἦσαν, ὁ δὲ Κράσσος οὐδὲν ὅ τι μὴ δι’ ἀπάτης ἐσφαλμένος ὑπ’ αὐτῶν, καὶ τὸ αἰφνίδιον τῆς μεταβολῆς
Crass
.

30

.

4

ἄλογον ἡγούμενος, οὐχ ὑπήκουεν, ἀλλ’ ἐβουλεύετο. τῶν δὲ στρατιωτῶν βοώντων καὶ 〈ἰέναι〉 κελευόντων, εἶτα λοι‐ δορούντων καὶ κακιζόντων ὡς προβάλλοντα μαχουμένους αὐτοὺς οἷς αὐτὸς ἀνόπλοις εἰς λόγους οὐ θαρρεῖ συνελ‐
5θεῖν, πρῶτον μὲν ἐπειρᾶτο δεῖσθαι καὶ λέγειν, ὅτι τὸ λειπόμενον μέρος τῆς ἡμέρας διακαρτερήσαντες, ἐν τοῖς ὀρεινοῖς καὶ τραχέσι δύνανται διὰ νυκτὸς ἰέναι, καὶ τὴν ὁδὸν ἐδείκνυε καὶ παρεκάλει τὴν ἐλπίδα μὴ προέσθαι τῆς
Crass
.

30

.

5

σωτηρίας ἐγγὺς οὔσης. ὡς δὲ χαλεπαίνοντες αὐτῷ καὶ τὰ ὅπλα κρούοντες ἠπείλουν, φοβηθεὶς ἐχώρει, καὶ τοσοῦτον εἶπε μεταστραφείς· „Ὀκτάβιε καὶ Πετρώνιε καὶ ὅσοι πάρεστε Ῥωμαίων ἄρχοντες, ὑμεῖς ὁρᾶτε τῆς ἐμῆς ὁδοῦ171
5τὴν ἀνάγκην, καὶ σύνιστε παρόντες ὡς αἰσχρὰ πάσχω καὶ βίαια· τοῖς δ’ ἄλλοις ἅπασιν ἀνθρώποις λέγετε σωθέντες, ὡς Κράσσος ἀπατηθεὶς ὑπὸ τῶν πολεμίων, οὐκ ἐκδοθεὶς ὑπὸ τῶν πολιτῶν ἀπόλωλε.“
Crass
.

31

.

1

Οὐ μὴν ἔμειναν οἱ περὶ τὸν Ὀκτάβιον, ἀλλὰ συγ‐ κατέβαινον ἀπὸ τοῦ λόφου· τοὺς δὲ ῥαβδούχους ἑπομέ‐ νους ὁ Κράσσος ἀπήλλασσε. πρῶτοι δὲ τῶν βαρβάρων ἀπήντησαν αὐτοῖς δύο μειξέλληνες, οἳ καὶ προσεκύνησαν
5τὸν Κράσσον, ἀπὸ τῶν ἵππων ἁλάμενοι, καὶ προσαγορεύ‐ σαντες ἑλλάδι φωνῇ παρεκάλουν προπέμψαι τινάς, οἷς ἐπιδείξεται Σουρήνας ἑαυτὸν καὶ τοὺς περὶ αὑτὸν ἀνό‐
Crass
.

31

.

2

πλους καὶ ἀσιδήρους προσερχομένους. ὁ δὲ Κράσσος ἀπεκρίνατο μέν, ὡς εἰ καὶ τὸν ἐλάχιστον εἶχε τοῦ ζῆν λόγον, οὐκ ἂν εἰς χεῖρας αὐτοῖς ἦλθεν· ὅμως δὲ δύο Ῥωσκίους ἀδελφοὺς ἔπεμψε πευσομένους ἐπὶ τίσι καὶ πόσοι συνίασιν.
Crass
.

31

.

3

οὓς εὐθὺς συλλαβὼν ὁ Σουρήνας κατέσχεν, αὐτὸς δὲ μετὰ τῶν ἀρίστων ἱππότης προσῄει καὶ „τί τοῦτο;“ ἔφη „πεζὸς ὁ Ῥωμαίων αὐτοκράτωρ, ἡμεῖς δ’ ὀχούμεθα;“
Crass
.

31

.

4

καὶ προσαγαγεῖν ἐκέλευσεν ἵππον αὐτῷ. τοῦ δὲ Κράσσου φήσαντος οὔθ’ ἑαυτὸν ἁμαρτάνειν οὔτ’ ἐκεῖνον, ὡς ἑκατέρῳ πάτριόν ἐστι ποιουμένους τὴν σύνοδον, εἶναι μὲν αὐτόθεν ἔφη σπονδὰς καὶ εἰρήνην ὁ Σουρήνας Ὁρώδῃ τε βασιλεῖ
5καὶ Ῥωμαίοις, δεῖν δὲ γράψασθαι τὰς συνθήκας ἐπὶ τὸν ποταμὸν προελθόντας· „οὐ γὰρ ὑμεῖς γε“ ἔφη „πάνυ
μνήμονες ὁμολογιῶν οἱ Ῥωμαῖοι“, καὶ προὔτεινε τὴν δεξι‐ ὰν αὐτῷ. μεταπεμπομένου δ’ ἵππον, οὐδὲν ἔφη δεῖν·172
Crass
.

31

.

5

„βασιλεὺς γάρ σοι δίδωσι τοῦτον.“ ἅμα δ’ ἵππος τε τῷ Κράσσῳ παρέστη χρυσοχάλινος, οἵ τ’ ἀναβολεῖς αὐτὸν ἀράμενοι περιεβίβασαν καὶ παρείποντο, πληγῇ τὸν ἵππον ἐπιταχύνοντες. Ὀκτάβιος δὲ πρῶτος ἀντιλαμβάνεται τῶν
5χαλινῶν, καὶ μετ’ ἐκεῖνον εἷς τῶν χιλιάρχων Πετρώνιος, εἶθ’ οἱ λοιποὶ περιίσταντο, τόν θ’ ἵππον ἀνακόπτειν πειρώ‐ μενοι καὶ τοὺς πιεζοῦντας τὸν Κράσσον ἐξ ἑκατέρου μέρους
Crass
.

31

.

6

ἀφέλκοντες. ὠθισμοῦ δὲ γενομένου καὶ ταραχῆς, εἶτα πληγῶν, Ὀκτάβιος μὲν ἀνασπάσας τὸ ξίφος ἑνὸς τῶν βαρβάρων κτείνει τὸν ἱπποκόμον, ἕτερος δὲ τὸν Ὀκτά‐ βιον ἐκ τῶν ὄπισθεν πατάξας· Πετρώνιος δ’ ὅπλου μὲν
5οὐκ ηὐπόρησεν, εἰς δὲ τὸν θώρακα πληγεὶς ἀπεπήδησεν ἄτρωτος· τὸν δὲ Κράσσον ὄνομα Ἐξάθρης Πάρθος ἀπέ‐
Crass
.

31

.

7

κτεινεν. οἱ δ’ οὔ φασιν, ἀλλ’ ἕτερον μὲν εἶναι τὸν ἀποκτεί‐ ναντα, τοῦτον δὲ κειμένου τὴν κεφαλὴν ἀποκόψαι καὶ τὴν δεξιάν. εἰκάζεται δὲ ταῦτα μᾶλλον ἢ γινώσκεται· τῶν γὰρ παρόντων οἱ μὲν ἐκεῖ μαχόμενοι περὶ τὸν Κράσσον
5ἀνῃρέθησαν, οἱ δ’ εὐθὺς ἀνεχώρησαν ἐπὶ τὸν λόφον.
Crass
.

31

.

8

Ἐπελθόντων δὲ τῶν Πάρθων καὶ λεγόντων ὅτι Κράσ‐ σος μὲν δίκην δέδωκε, τοὺς δ’ ἄλλους κελεύει Σουρήνας κατιέναι θαρροῦντας, οἱ μὲν ἐνεχείρισαν αὑτοὺς κατα‐ βάντες, οἱ δὲ τῆς νυκτὸς ἐσπάρησαν, καὶ τούτων ὀλίγοι
5παντάπασιν διεσώθησαν· τοὺς δ’ ἄλλους ἐκθηρεύοντες οἱ Ἄραβες συνελάμβανον καὶ διέφθειρον. λέγονται δ’ οἱ
πάντες δισμύριοι μὲν ἀποθανεῖν, μύριοι δ’ ἁλῶναι ζῶντες.173
Crass
.

32

.

1

Ὁ δὲ Σουρήνας τὴν κεφαλὴν τοῦ Κράσσου καὶ τὴν χεῖρα πρὸς Ὁρώδην ἔπεμψεν εἰς Ἀρμενίαν, αὐτὸς δὲ δια‐ δοὺς λόγον ὑπ’ ἀγγέλων εἰς Σελεύκειαν ὡς ζῶντα Κράσ‐ σον ἄγοι, παρεσκεύαζε πομπήν τινα γελοίαν, ὕβρει προσ‐
Crass
.

32

.

2

αγορεύων θρίαμβον. ὁ μὲν γὰρ ἐμφερέστατος Κράσσῳ τῶν αἰχμαλώτων, Γάιος Πακκιανός, ἐσθῆτα βασιλικὴν γυναικὸς ἐνδὺς καὶ διδαχθεὶς Κράσσος ὑπακούειν καὶ αὐτοκράτωρ τοῖς καλοῦσιν, ἐφ’ ἵππου καθήμενος ἤγετο·
5πρὸ αὐτοῦ δὲ σαλπιγκταὶ καὶ ῥαβδοῦχοί τινες ὀχούμενοι καμήλοις εἰσήλαυνον· ἐξήρτητο δὲ τῶν ῥάβδων βαλάντια καὶ περὶ τοὺς πελέκεις πρόσφατοι κεφαλαὶ Ῥωμαίων
Crass
.

32

.

3

ἀποτετμημέναι. κατόπιν δ’ εἵποντο Σελευκίδες ἑταῖραι μουσουργοί, πολλὰ βωμολόχα καὶ γελοῖα δι’ ᾀσμάτων εἰς θηλύτητα καὶ ἀνανδρίαν τοῦ Κράσσου λέγουσαι. ταῦτα
Crass
.

32

.

4

μὲν οὖν πάντες ἐθεῶντο. τὴν δὲ γερουσίαν τῶν Σελευκέων ἀθροίσας, εἰσήνεγκεν ἀκόλαστα βιβλία τῶν Ἀριστείδου Μιλησιακῶν, οὔτι ταῦτά γε καταψευσάμενος· εὑρέθη γὰρ ἐν τοῖς Ῥουστίου σκευοφόροις, καὶ παρέσχε τῷ Σουρήνᾳ
5καθυβρίσαι πολλὰ καὶ κατασκῶψαι τοὺς Ῥωμαίους, εἰ μηδὲ πολεμοῦντες ἀπέχεσθαι πραγμάτων καὶ γραμμά‐
Crass
.

32

.

5

των δύνανται τοιούτων. τοῖς μέντοι Σελευκεῦσιν ἐδόκει σοφὸς ἀνὴρ ὁ Αἴσωπος (fab. 229 Hausr.) εἶναι, τὸν Σουρήναν ὁρῶσι τὴν μὲν τῶν Μιλησιακῶν ἀκολαστημάτων πήραν ἐξηρτημένον πρόσθεν, ὄπισθεν δὲ Παρθικὴν Σύβαριν
5ἐφελκόμενον ἐν τοσαῖσδε παλλακίδων ἁμάξαις, τρόπον τινὰ ταῖς λεγομέναις ἐχίδναις καὶ σκυτάλαις ἀντιμόρφως τὰ μὲν ἐμφανῆ καὶ πρόσθια μέρη φοβερὰ καὶ φρικώδη δόρασι καὶ τόξοις καὶ ἵπποις προβαλλομένην, κατ’ οὐρὰν δὲ τῆς φάλαγγος εἰς χορείαν καὶ κρόταλα καὶ ψαλμοὺς174
10καὶ παννυχίδας ἀκολάστους μετὰ γυναικῶν τελευτῶσαν.
Crass
.

32

.

6

ψεκτὸς μὲν γὰρ ὁ Ῥούστιος, ἀναιδεῖς δὲ Πάρθοι τὰ Μιλη‐ σιακὰ ψέγοντες, ὧν πολλοὶ βεβασιλεύκασιν ἐκ Μιλησίων καὶ Ἰωνίδων ἑταιρῶν γεγονότες Ἀρσακίδαι.
Crass
.

33

.

1

Τούτων δὲ πραττομένων Ὁρώδης ἐτύγχανεν ἤδη διηλλαγμένος Ἀρταβάζῃ τῷ Ἀρμενίῳ καὶ τὴν ἀδελφὴν αὐτοῦ γυναῖκα Πακόρῳ τῷ παιδὶ καθωμολογημένος, ἑστιά‐ σεις τε καὶ πότοι δι’ ἀλλήλων ἦσαν αὐτοῖς, καὶ πολλὰ
Crass
.

33

.

2

παρεισήγετο τῶν ἀπὸ τῆς Ἑλλάδος ἀκουσμάτων. ἦν γὰρ οὔτε φωνῆς οὔτε γραμμάτων ὁ Ὁρώδης Ἑλληνικῶν ἄπει‐ ρος, ὁ δ’ Ἀρταβάζης καὶ τραγῳδίας ἐποίει καὶ λόγους ἔγρα‐
Crass
.

33

.

3

φε καὶ ἱστορίας, ὧν ἔνιαι διασῴζονται. τῆς δὲ κεφαλῆς τοῦ Κράσσου κομισθείσης ἐπὶ θύρας, ἀπηρμέναι μὲν ἦσαν αἱ τράπεζαι, τραγῳδιῶν δ’ ὑποκριτὴς Ἰάσων ὄνομα Τραλ‐ λιανὸς ᾖδεν Εὐριπίδου Βακχῶν τὰ περὶ τὴν Ἀγαύην.
5εὐδοκιμοῦντος δ’ αὐτοῦ, Σιλάκης ἐπιστὰς τῷ ἀνδρῶνι καὶ προσκυνήσας, προὔβαλεν εἰς μέσον τοῦ Κράσσου τὴν
Crass
.

33

.

4

κεφαλήν. κρότον δὲ τῶν Πάρθων μετὰ χαρᾶς καὶ κραυ‐ γῆς ἀραμένων, τὸν μὲν Σιλάκην κατέκλιναν οἱ ὑπηρέται βασιλέως κελεύσαντος, ὁ δ’ Ἰάσων τὰ μὲν τοῦ Πενθέως
σκευοποιήματα παρέδωκέ τινι τῶν χορευτῶν, τῆς δὲ175
5τοῦ Κράσσου κεφαλῆς λαβόμενος καὶ ἀναβακχεύσας ἐπέραινεν ἐκεῖνα τὰ μέλη μετ’ ἐνθουσιασμοῦ καὶ ᾠδῆς (Eur. Bacch. 1169)
7
Crass
.

33

.

5

φέρομεν ἐξ ὄρεος ἕλικα νεότομον ἐπὶ μέλαθρα, μακάριον θήραμα.
3
Crass
.

33

.

6

καὶ ταῦτα μὲν πάντας ἔτερπεν· ᾀδομένων δὲ τῶν ἑξῆς ἀμοιβαίων πρὸς τὸν χορόν
2
〈Α.〉 τίς ἐφόνευσεν;
〈Β.〉 ἐμὸν τὸ γέρας,
4
5ἀναπηδήσας ὁ Ἐξάθρης—ἐτύγχανε γὰρ δειπνῶν—ἀντε‐ λαμβάνετο τῆς κεφαλῆς, ὡς αὐτῷ λέγειν ταῦτα μᾶλλον
Crass
.

33

.

7

ἢ ἐκείνῳ προσῆκον. ἡσθεὶς δ’ ὁ βασιλεὺς τὸν μὲν οἷς πά‐ τριόν ἐστιν ἐδωρήσατο, τῷ δ’ Ἰάσονι τάλαντον ἔδωκεν. εἰς τοιοῦτόν φασιν ἐξόδιον τὴν Κράσσου στρατηγίαν ὥσπερ τραγῳδίαν τελευτῆσαι.
5Δίκη μέντοι καὶ τῆς ὠμότητος Ὁρώδην καὶ τῆς ἐπιορ‐
Crass
.

33

.

8

κίας Σουρήναν ἀξία μετῆλθε. Σουρήναν μὲν γὰρ οὐ μετὰ πολὺν χρόνον Ὁρώδης φθονῶν τῆς δόξης ἀπέκτεινεν, Ὁρώδῃ δ’ ἀποβαλόντι Πάκορον ὑπὸ Ῥωμαίων μάχῃ κρα‐ τηθέντα καὶ νοσήσαντι νόσον εἰς ὕδερον τραπεῖσαν Φρα‐
Crass
.

33

.

9

άτης ὁ υἱὸς ἐπιβουλεύων ἀκόνιτον ἔδωκεν. ἀναδεξαμένης δὲ τῆς νόσου τὸ φάρμακον εἰς ἑαυτὴν ὥστε συνεκκριθῆ‐ ναι, καὶ τοῦ σώματος κουφισθέντος, ἐπὶ τὴν ταχίστην176
τῶν ὁδῶν ἐλθὼν ὁ Φραάτης ἀπέπνιξεν αὐτόν.177