TLG 0007 038 :: PLUTARCHUS :: Nicias

PLUTARCHUS Biogr. Phil.
(Chaeronensis: A.D. 1–2)

Nicias

Source: Ziegler, K. (ed.), Plutarchi vitae parallelae, vol. 1.2, 3rd edn. Leipzig: Teubner, 1964: 85–125.

Citation: Chapter — section — (line)

Nic
.

t

1

ΝΙΚΙΑΣ ΚΑΙ ΚΡΑΣΣΟΣ
Nic
.

1

.

1

Ἐπεὶ δοκοῦμεν οὐκ ἀτόπως τῷ Νικίᾳ τὸν Κράσσον παραβάλλειν καὶ τὰ Παρθικὰ παθήματα τοῖς Σικελικοῖς, ὥρα παραιτεῖσθαι καὶ παρακαλεῖν ὑπὲρ ἐμοῦ τοὺς ἐν‐ τυγχάνοντας τοῖς συγγράμμασι τούτοις, ὅπως ἐπὶ ταῖς
5διηγήσεσιν αἷς Θουκυδίδης, αὐτὸς αὑτοῦ περὶ ταῦτα παθη‐ τικώτατος ἐναργέστατος ποικιλώτατος γενόμενος, ἀμι‐ μήτως ἐξενήνοχε, μηδὲν ἡμᾶς ὑπολάβωσι πεπονθέναι Τιμαίῳ πάθος ὅμοιον, ὃς ἐλπίσας τὸν μὲν Θουκυ‐ δίδην ὑπερβαλεῖσθαι δεινότητι, τὸν δὲ Φίλιστον ἀποδείξειν
10παντάπασι φορτικὸν καὶ ἰδιώτην, διὰ μέσων ὠθεῖται τῇ ἱστορίᾳ τῶν μάλιστα κατωρθωμένων ἐκείνοις ἀγώνων καὶ ναυμαχιῶν καὶ δημηγοριῶν, οὐ μὰ Δία
12
παρὰ Λύδιον ἅρμα πεζὸς οἰχνεύων
13 ὥς φησι Πίνδαρος (fr. 206 Sn.), ἀλλ’ ὅλως τις ὀψιμαθὴς
15καὶ μειρακιώδης φαινόμενος ἐν τούτοις, καὶ κατὰ τὸν Δίφιλον (fr. 119 CAF II 576)
16
παχύς, ὠνθυλευμένος στέατι Σικελικῷ,
17
Nic
.

1

.

2

πολλαχοῦ δ’ ὑπορρέων εἰς τὸν Ξέναρχον, ὥσπερ ὅταν
λέγῃ (FGrH 566 F 102b, cf. T 18) τοῖς Ἀθηναίοις οἰωνὸν ἡγή‐ σασθαι γεγονέναι τὸν ἀπὸ τῆς νίκης ἔχοντα τοὔνομα στρατηγὸν ἀντειπόντα πρὸς τὴν στρατηγίαν, καὶ τῇ περι‐85
5κοπῇ τῶν Ἑρμῶν προσημαίνειν αὐτοῖς τὸ δαιμόνιον, ὡς ὑφ’ Ἑρμοκράτους τοῦ Ἕρμωνος πλεῖστα πείσονται παρὰ
Nic
.

1

.

3

τὸν πόλεμον· ἔτι δ’ εἰκὸς εἶναι τὸν Ἡρακλέα τοῖς μὲν Συ‐ ρακουσίοις βοηθεῖν διὰ τὴν Κόρην, παρ’ ἧς ἔλαβε τὸν Κέρβερον, ὀργίζεσθαι δὲ τοῖς Ἀθηναίοις, ὅτι τοὺς Αἰγε‐ στέας, ἀπογόνους ὄντας Τρώων, ἔσῳζον, αὐτὸς δ’ ὑπὸ
5Λαομέδοντος ἀδικηθεὶς ἀνάστατον ἐποίησε τὴν πόλιν.
Nic
.

1

.

4

ἀλλὰ τούτῳ μὲν ἴσως ἀπὸ τῆς αὐτῆς ἐμμελείας ταῦτά τε γράφειν ἐπῄει καὶ τὴν Φιλίστου διάλεκτον εὐθύνειν καὶ τοῖς περὶ Πλάτωνα καὶ Ἀριστοτέλην λοιδορεῖσθαι· ἐμοὶ δ’ ὅλως μὲν ἡ περὶ λέξιν ἅμιλλα καὶ ζηλοτυπία πρὸς ἑτέ‐
5ρους μικροπρεπὲς φαίνεται καὶ σοφιστικόν, ἂν δὲ πρὸς τὰ
Nic
.

1

.

5

ἀμίμητα γίγνηται, καὶ τελέως ἀναίσθητον. ἃς γοῦν Θου‐ κυδίδης ἐξήνεγκε πράξεις καὶ Φίλιστος (FGrH 556 F 54) ἐπεὶ παρελθεῖν οὐκ ἔστι, μάλιστά γε δὴ τὸν τρόπον καὶ τὴν διάθεσιν τοῦ ἀνδρὸς ὑπὸ πολλῶν καὶ μεγάλων παθῶν
5καλυπτομένην περιεχούσας, ἐπιδραμὼν βραχέως καὶ διὰ τῶν ἀναγκαίων, ἵνα μὴ παντάπασιν ἀμελὴς δοκῶ καὶ ἀργὸς εἶναι, τὰ διαφεύγοντα τοὺς πολλούς, ὑφ’ ἑτέρων δ’ εἰρημένα σποράδην ἢ πρὸς ἀναθήμασιν ἢ ψηφίσμασιν εὑρημένα παλαιοῖς πεπείραμαι συναγαγεῖν, οὐ τὴν ἄχρη‐
10στον ἀθροίζων ἱστορίαν, ἀλλὰ τὴν πρὸς κατανόησιν ἤθους καὶ τρόπου παραδιδούς.
Nic
.

2

.

1

Ἔνεστιν οὖν περὶ Νικίου πρῶτον εἰπεῖν ὃ γέγραφεν Ἀριστοτέλης (Ἀθπ. 28, 5), ὅτι τρεῖς ἐγένοντο βέλτιστοι τῶν πολιτῶν καὶ πατρικὴν ἔχοντες εὔνοιαν καὶ φιλίαν
πρὸς τὸν δῆμον, Νικίας ὁ Νικηράτου καὶ Θουκυδίδης ὁ86
5Μελησίου καὶ Θηραμένης ὁ Ἅγνωνος, ἧττον δ’ οὗτος ἢ ἐκεῖνοι· καὶ γὰρ εἰς δυσγένειαν ὡς ξένος ἐκ Κέω λελοι‐ δόρηται, καὶ διὰ τὸ μὴ μόνιμον, ἀλλὰ καὶ ἐπαμφοτερίζον ἀεὶ τῇ προαιρέσει τῆς πολιτείας ἐπεκλήθη Κόθορνος.
Nic
.

2

.

2

ἐκείνων δὲ πρεσβύτερος μὲν ὁ Θουκυδίδης ἦν, καὶ πολλὰ καὶ Περικλεῖ δημαγωγοῦντι τῶν καλῶν καὶ ἀγαθῶν προ‐ ιστάμενος ἀντεπολιτεύσατο, νεώτερος δὲ Νικίας γενό‐ μενος, ἦν μὲν ἔν τινι λόγῳ καὶ Περικλέους ζῶντος, ὥστε
5κἀκείνῳ συστρατηγῆσαι καὶ καθ’ αὑτὸν ἄρξαι πολλάκις, Περικλέους δ’ ἀποθανόντος εὐθὺς εἰς τὸ πρωτεύειν προ‐ ήχθη, μάλιστα μὲν ὑπὸ τῶν πλουσίων καὶ γνωρίμων, ἀντίταγμα ποιουμένων αὐτὸν πρὸς τὴν Κλέωνος βδελυρίαν καὶ τόλμαν, οὐ μὴν ἀλλὰ καὶ τὸν δῆμον εἶχεν εὔνουν καὶ
Nic
.

2

.

3

συμφιλοτιμούμενον. ἴσχυε μὲν γὰρ ὁ Κλέων μέγα „γερον‐ ταγωγῶν καὶ ἀναμισθαρνεῖν διδούσ“ (fr. adesp. 11 CAF III 400), ὅμως δὲ καὶ τὴν πλεονεξίαν αὐτοῦ καὶ τὴν ἰταμό‐ τητα καὶ 〈τὸ〉 θράσος 〈ἐν〉ορῶντες αὐτοῖς οἷς πρὸς χάριν
Nic
.

2

.

4

ἔπραττεν, οἱ πολλοὶ τὸν Νικίαν ἐπήγοντο. καὶ γὰρ οὐκ ἦν αὐστηρὸν οὐδ’ ἐπαχθὲς ἄγαν αὐτοῦ τὸ σεμνόν, ἀλλ’ εὐλα‐ βείᾳ τινὶ μεμειγμένον, αὐτῷ τῷ δεδιέναι δοκοῦντι τοὺς
Nic
.

2

.

5

πολλοὺς δημαγωγοῦν. τῇ φύσει γὰρ ὢν ἀθαρσὴς καὶ δύσελ‐ πις, ἐν μὲν τοῖς πολεμικοῖς ἀπέκρυπτεν εὐτυχίᾳ τὴν δει‐
Nic
.

2

.

6

λίαν· κατώρθου γὰρ ὁμαλῶς στρατηγῶν· τὸ δ’ ἐν τῇ πολι‐ τείᾳ ψοφοδεὲς καὶ πρὸς τοὺς συκοφάντας εὐθορύβητον αὐτοῦ καὶ δημοτικὸν ἐδόκει καὶ δύναμιν οὐ μικρὰν ἀπ’ εὐνοίας τοῦ δήμου παρέχειν τῷ δεδιέναι τοὺς θαρροῦντας,
5αὔξειν δὲ τοὺς δεδιότας. τοῖς γὰρ πολλοῖς τιμὴ μεγίστη
παρὰ τῶν μειζόνων τὸ μὴ καταφρονεῖσθαι.87
Nic
.

3

.

1

Περικλῆς μὲν οὖν ἀπό τ’ ἀρετῆς ἀληθινῆς καὶ λόγου δυνάμεως τὴν πόλιν ἄγων, οὐδενὸς ἐδεῖτο σχηματισμοῦ πρὸς τὸν ὄχλον οὐδὲ πιθανότητος, Νικίας δὲ τούτοις μὲν λειπόμενος, οὐσίᾳ δὲ προέχων, ἀπ’ αὐτῆς ἐδημαγώγει,
Nic
.

3

.

2

καὶ τῇ Κλέωνος εὐχερείᾳ καὶ βωμολοχίᾳ πρὸς ἡδονὴν μεταχειριζομένῃ τοὺς Ἀθηναίους διὰ τῶν ὁμοίων ἀντι‐ παρεξάγειν ἀπίθανος ὤν, χορηγίαις ἀνελάμβανε καὶ γυμ‐ νασιαρχίαις ἑτέραις τε τοιαύταις φιλοτιμίαις τὸν δῆμον,
5ὑπερβαλλόμενος πολυτελείᾳ καὶ χάριτι τοὺς πρὸ ἑαυτοῦ
Nic
.

3

.

3

καὶ καθ’ ἑαυτὸν ἅπαντας. εἱστήκει δὲ καὶ τῶν ἀναθη‐ μάτων αὐτοῦ καθ’ ἡμᾶς τό τε Παλλάδιον ἐν ἀκροπόλει, τὴν χρύσωσιν ἀποβεβληκός, καὶ ὁ τοῖς χορηγικοῖς τρί‐ ποσιν ὑποκείμενος ἐν Διονύσου νεώς· ἐνίκησε γὰρ πολλά‐
Nic
.

3

.

4

κις χορηγήσας, ἐλείφθη δ’ οὐδέποτε. λέγεται δ’ ἔν τινι χορηγίᾳ παρελθεῖν οἰκέτης αὐτοῦ κεκοσμημένος εἰς σχῆμα Διονύσου, κάλλιστος ὀφθῆναι καὶ μέγιστος, οὔπω γενειῶν· ἡσθέντων δὲ τῶν Ἀθηναίων τῇ ὄψει καὶ κροτούντων ἐπὶ
5πολὺν χρόνον, ἀναστὰς ὁ Νικίας εἶπεν ὡς οὐχ ὅσιον ἡγοῖτο δουλεύειν καταπεφημισμένον θεῷ σῶμα, καὶ τὸν νεα‐
Nic
.

3

.

5

νίσκον ἀπηλευθέρωσε. μνημονεύεται δ’ αὐτοῦ καὶ τὰ περὶ Δῆλον ὡς λαμπρὰ καὶ θεοπρεπῆ φιλοτιμήματα. τῶν γὰρ χορῶν, οὓς αἱ πόλεις ἔπεμπον ᾀσομένους τῷ θεῷ, προσ‐ πλεόντων μὲν ὡς ἔτυχεν, εὐθὺς δ’ ὄχλου πρὸς τὴν ναῦν
5ἀπαντῶντος ᾄδειν κελευομένων κατ’ οὐδένα κόσμον, ἀλλ’ ὑπὸ σπουδῆς ἀσυντάκτως ἀποβαινόντων ἅμα καὶ στεφανου‐ μένων καὶ μεταμφιεννυμένων, ἐκεῖνος ὅτε τὴν θεωρίαν ἦγεν, αὐτὸς μὲν εἰς Ῥήνειαν ἀπέβη, τὸν χορὸν ἔχων καὶ τὰ ἱερεῖα καὶ τὴν ἄλλην παρασκευήν, ζεῦγμα δὲ πεποιη‐
10μένον Ἀθήνησι πρὸς τὰ μέτρα καὶ κεκοσμημένον ἐκπρε‐
πῶς χρυσώσεσι καὶ βαφαῖς καὶ στεφάνοις καὶ αὐλαίαις κομίζων, διὰ νυκτὸς ἐγεφύρωσε τὸν μεταξὺ Ῥηνείας καὶ88
Nic
.

3

.

6

Δήλου πόρον, οὐκ ὄντα μέγαν· εἶθ’ ἅμ’ ἡμέρᾳ τήν τε πομ‐ πὴν τῷ θεῷ καὶ τὸν χορὸν ἄγων κεκοσμημένον πολυτε‐
Nic
.

3

.

7

λῶς καὶ ᾄδοντα διὰ τῆς γεφύρας ἀπεβίβαζε. μετὰ δὲ τὴν θυσίαν καὶ τὸν ἀγῶνα καὶ τὰς ἑστιάσεις τόν τε φοίνικα τὸν χαλκοῦν ἔστησεν ἀνάθημα τῷ θεῷ, καὶ χωρίον μυρίων δραχμῶν πριάμενος καθιέρωσεν, οὗ τὰς προσόδους ἔδει
5Δηλίους καταθύοντας ἑστιᾶσθαι, πολλὰ καὶ ἀγαθὰ Νικίᾳ παρὰ τῶν θεῶν αἰτουμένους· καὶ γὰρ τοῦτο τῇ στήλῃ 〈συν〉‐ ενέγραψεν. ἣν ὥσπερ φύλακα τῆς δωρεᾶς ἐν Δήλῳ κατέλι‐
Nic
.

3

.

8

πεν. ὁ δὲ φοῖνιξ ἐκεῖνος ὑπὸ τῶν πνευμάτων ἀποκλασθεὶς ἐνέπεσε τῷ Ναξίων ἀνδοιάντι τῷ μεγάλῳ καὶ ἀνέτρεψε.
Nic
.

4

.

1

Τούτοις δ’ ὅτι μὲν πολὺ τὸ πρὸς δόξαν καὶ φιλοτιμίαν πανηγυρικὸν καὶ ἀγοραῖον 〈ἔν〉εστιν, οὐκ ἄδηλον· ἀλλὰ τῷ λοιπῷ τρόπῳ τοῦ ἀνδρὸς καὶ ἤθει πιστεύσειεν ἄν τις εὐσεβείας ἐπακολούθημα τὴν τοιαύτην χάριν καὶ δημα‐
5γωγίαν γενέσθαι· σφόδρα γὰρ ἦν τῶν ἐκπεπληγμένων τὰ δαιμόνια καὶ θειασμῷ προσκείμενος, ὥς φησι Θουκυ‐
Nic
.

4

.

2

δίδης (7, 50, 4). ἐν δέ τινι τῶν Πασιφῶντος διαλόγων γέγραπται, ὅτι καθ’ ἡμέραν ἔθυε τοῖς θεοῖς, καὶ μάντιν ἔχων ἐπὶ τῆς οἰκίας προσεποιεῖτο μὲν ἀεὶ σκέπτεσθαι περὶ τῶν δημοσίων, τὰ δὲ πλεῖστα περὶ τῶν ἰδίων καὶ μάλι‐
5στα περὶ τῶν ἀργυρείων μετάλλων· ἐκέκτητο γὰρ ἐν τῇ Λαυρεωτικῇ πολλά, μεγάλα μὲν εἰς πρόσοδον, οὐκ ἀκιν‐ δύνους δὲ τὰς ἐργασίας ἔχοντα, καὶ πλῆθος ἀνδραπόδων ἔτρεφεν αὐτόθι, καὶ τῆς οὐσίας ἐν ἀργυρίῳ τὸ πλεῖστον
Nic
.

4

.

3

εἶχεν. ὅθεν οὐκ ὀλίγοι περὶ αὐτὸν ἦσαν αἰτοῦντες καὶ λαμ‐ βάνοντες. ἐδίδου γὰρ οὐχ ἧττον τοῖς κακῶς ποιεῖν δυναμέ‐ νοις ἢ τοῖς εὖ πάσχειν ἀξίοις, καὶ ὅλως πρόσοδος ἦν αὐτοῦ
τοῖς τε πονηροῖς ἡ δειλία καὶ τοῖς χρηστοῖς ἡ φιλανθρω‐89
Nic
.

4

.

4

πία. λαβεῖν δὲ περὶ τούτων μαρτυρίαν καὶ παρὰ τῶν κωμι‐
Nic
.

4

.

5

κῶν ἔστι. Τηλεκλείδης μὲν γὰρ εἴς τινα τῶν συκοφαντῶν ταυτὶ πεποίηκε (fr. 41 CAF I 219)·
2 Χαρικλέης μὲν οὖν ἔδωκε μνᾶν, ἵν’ αὐτὸν μὴ λέγῃ, ὡς ἔφυ τῇ μητρὶ παίδων πρῶτος ἐκ βαλλαντίου.
5τέσσαρας δὲ μνᾶς ἔδωκε Νικίας Νικηράτου· ὧν δ’ ἕκατι τοῦτ’ ἔδωκε, καίπερ εὖ εἰδὼς ἐγὼ οὐκ ἐρῶ, φίλος γὰρ ἁνήρ, σωφρονεῖν δέ μοι δοκεῖ.
7
Nic
.

4

.

6

ὁ δ’ ὑπ’ Εὐπόλιδος κωμῳδούμενος ἐν τῷ Μαρικᾷ παρά‐ γων τινὰ τῶν ἀπραγμόνων καὶ πενήτων λέγει (fr. 181 CAF I 308)·
3 〈Α.〉 πόσου χρόνου γὰρ συγγεγένησαι Νικίᾳ;
5〈Β.〉 οὐδ’ εἶδον, εἰ μὴ ’́ναγχος ἑστῶτ’ ἐν ἀγορᾷ. 〈Α.〉 ἁνὴρ ὁμολογεῖ Νικίαν ἑορακέναι. καίτοι τί παθὼν ἂν εἶδεν, εἰ μὴ προὐδίδου; 〈Γ.〉 ἠκούσατ’, ὦ ξυνήλικες, ἐπ’ αὐτοφώρῳ Νικίαν εἰλημμένον;
10〈Β.〉 ὑμεῖς γάρ, ὦ φρενοβλαβεῖς, λάβοιτ’ ἂν ἄνδρ’ ἄριστον ἐν κακῷ τινι;
11
Nic
.

4

.

7

ὁ δ’ Ἀριστοφάνους Κλέων ἀπειλῶν λέγει (equit. 358)·
1 λαρυγγιῶ τοὺς ῥήτορας καὶ Νικίαν ταράξω.
2
Nic
.

4

.

8

ὑποδηλοῖ δὲ καὶ Φρύνιχος τὸ ἀθαρσὲς αὐτοῦ καὶ κατα‐ πεπληγμένον ἐν τούτοις (fr. 59 CAF I 385)·
2 ἦν γὰρ πολίτης ἀγαθός, ὡς εὖ οἶδ’ ἐγώ, κοὐχ ὑποταγεὶς ἐβάδιζεν, ὥσπερ Νικίας.
4
Nic
.

5

.

1

Οὕτω δὴ διακείμενος εὐλαβῶς πρὸς τοὺς συκοφάν‐
τας, οὔτε συνεδείπνει τινὶ τῶν πολιτῶν, οὔτε κοινολο‐ γίαις οὔτε συνδιημερεύσεσιν ἐνέβαλλεν ἑαυτόν, οὐδ’ ὅλως ἐσχόλαζε ταῖς τοιαύταις διατριβαῖς, ἀλλ’ ἄρχων μὲν ἐν90
5τῷ στρατηγίῳ διετέλει μέχρι νυκτός, ἐκ δὲ βουλῆς ὕστα‐
Nic
.

5

.

2

τος ἀπῄει πρῶτος ἀφικνούμενος. εἰ δὲ μηδὲν ἐν κοινῷ πράττειν ἔχοι, δυσπρόσοδος ἦν καὶ δυσέντευκτος, οἰκου‐ ρῶν καὶ κατακεκλειμένος, οἱ δὲ φίλοι τοῖς ἐπὶ τὰς θύ‐ ρας φοιτῶσιν ἐνετύγχανον καὶ παρῃτοῦντο συγγνώμην
5ἔχειν, ὡς καὶ τότε Νικίου πρὸς δημοσίας χρείας τινὰς
Nic
.

5

.

3

καὶ ἀσχολίας ὄντος, καὶ ὁ μάλιστα ταῦτα συντραγῳδῶν καὶ συμπεριτιθεὶς ὄγκον αὐτῷ καὶ δόξαν Ἱέρων ἦν, ἀνὴρ τεθραμμένος ἐπὶ τῆς οἰκίας τοῦ Νικίου περί τε γράμ‐ ματα καὶ μουσικὴν ἐξησκημένος ὑπ’ αὐτοῦ, προσποιού‐
5μενος δ’ υἱὸς εἶναι Διονυσίου τοῦ Χαλκοῦ προσαγορευ‐ θέντος, οὗ καὶ ποιήματα σῴζεται, καὶ τῆς εἰς Ἰταλίαν
Nic
.

5

.

4

ἀποικίας ἡγεμὼν γενόμενος ἔκτισε Θουρίους. οὗτος οὖν ὁ Ἱέρων τά τε πρὸς τοὺς μάντεις ἀπόρρητα διεπράττετο τῷ Νικίᾳ, καὶ λόγους ἐξέφερεν εἰς τὸν δῆμον ὡς ἐπί‐ πονόν τινα καὶ ταλαίπωρον διὰ τὴν πόλιν ζῶντος αὐτοῦ
5βίον· ᾧ γ’ ἔφη καὶ περὶ λουτρὸν ὄντι καὶ περὶ δεῖπνον ἀεί τι προσπίπτειν δημόσιον· „ἀμελῶν δὲ τῶν ἰδίων ὑπὸ τοῦ τὰ κοινὰ φροντίζειν μόλις ἄρχεται καθεύδειν περὶ
Nic
.

5

.

5

πρῶτον ὕπνον. ὅθεν αὐτῷ καὶ τὸ σῶμα διάκειται κακῶς, καὶ τοῖς φίλοις οὐ προσηνὴς οὐδ’ ἡδύς ἐστιν, ἀλλὰ καὶ
Nic
.

5

.

6

τούτους προσαποβέβληκε τοῖς χρήμασι πολιτευόμενος. οἱ δ’ ἄλλοι καὶ φίλους κτώμενοι καὶ πλουτίζοντες αὑτοὺς ἀπὸ τοῦ βήματος εὐπαθοῦσι καὶ προσπαίζουσι τῇ πολι‐
Nic
.

5

.

7

τείᾳ.“ τῷ δ’ ὄντι τοιοῦτος ἦν ὁ Νικίου βίος, ὥστ’ 〈ἂν〉 αὐτὸν εἰπεῖν τὰ τοῦ Ἀγαμέμνονος εἰς αὑτόν (Eurip. Iph. A. 449)·
3
προστάτην δὲ τοῦ βίου
5τὸν ὄγκον ἔχομεν, τῷ δ’ ὄχλῳ δουλεύομεν.91
Nic
.

6

.

1

Ὁρῶν δὲ τῶν ἐν λόγῳ δυνατῶν ἢ τῷ φρονεῖν δια‐ φερόντων ἀποχρώμενον εἰς ἔνια ταῖς ἐμπειρίαις τὸν δῆ‐ μον, ὑφορώμενον δ’ ἀεὶ καὶ φυλαττόμενον τὴν δεινότητα καὶ κολούοντα τὸ φρόνημα καὶ τὴν δόξαν—ὡς δῆλον ἦν
5τῇ Περικλέους καταδίκῃ καὶ τῷ Δάμωνος ἐξοστρακισμῷ καὶ τῇ πρὸς Ἀντιφῶντα τὸν Ῥαμνούσιον ἀπιστίᾳ τῶν πολλῶν, καὶ μάλιστα δὴ τοῖς περὶ Πάχητα τὸν ἑλόντα Λέσβον, ὃς εὐθύνας διδοὺς τῆς στρατηγίας ἐν αὐτῷ τῷ δικα‐
Nic
.

6

.

2

στηρίῳ σπασάμενος ξίφος ἀνεῖλεν ἑαυτόν—, τὰς μὲν ἐργώδεις πάνυ καὶ μακρὰς ἐπειρᾶτο διακρούεσθαι στρατηγίας, ὅπου δ’ αὐτὸς στρατεύοιτο, τῆς ἀσφαλείας ἐχόμενος καὶ τὰ πλεῖστα κατορθῶν ὡς εἰκός, εἰς οὐδεμίαν αὑτοῦ σοφίαν ἢ
5δύναμιν ἢ ἀρετὴν ἀνέφερε τὰς πράξεις, ἀλλὰ παρεχώρει τῇ τύχῃ καὶ κατέφευγεν εἰς τὸ θεῖον, τῷ φθόνῳ τῆς δόξης
Nic
.

6

.

3

ὑφιέμενος. ἐπεμαρτύρει δὲ καὶ τὰ πράγματα· πολλῶν γὰρ τότε προσκρουσμάτων τῇ πόλει καὶ μεγάλων γενομένων οὐδενὸς ἁπλῶς ἐκεῖνος μετέσχεν, ἀλλὰ περὶ Θρᾴκην μὲν ἡττήθησαν ὑπὸ Χαλκιδέων Καλλιάδου τε καὶ Ξενοφῶν‐
5τος στρατηγούντων, τὸ δ’ Αἰτωλικὸν πταῖσμα συνέβη Δημοσθένους ἄρχοντος, ἐν δὲ Δηλίῳ χιλίους αὑτῶν ἀπέ‐ βαλον Ἱπποκράτους ἡγουμένου, τοῦ δὲ λοιμοῦ τὴν πλεί‐ στην αἰτίαν ἔλαβε Περικλῆς, διὰ τὸν πόλεμον εἰς τὸ ἄστυ κατακλείσας τὸν ἀπὸ τῆς χώρας ὄχλον, ἐκ τῆς μεταβο‐
Nic
.

6

.

4

λῆς τῶν τόπων καὶ διαίτης ἀήθους γενομένου. Νικίας δὲ τούτων ἁπάντων ἀναίτιος ἔμεινε, καὶ στρατηγῶν εἷλε μὲν Κύθηρα, νῆσον εὖ κατὰ τῆς Λακωνικῆς πεφυκυῖαν καὶ
Λακεδαιμονίους ἔχουσαν οἰκήτορας, ἔλαβε δὲ καὶ πολλὰ92
5τῶν ἐπὶ Θρᾴκης ἀφεστώτων καὶ προσηγάγετο, κατακλεί‐ σας δὲ Μεγαρεῖς εἰς τὴν πόλιν εὐθὺς μὲν ἔσχε Μίνῳαν τὴν νῆσον, ὀλίγῳ δ’ ὕστερον ἐκ ταύτης ὁρμώμενος Νι‐ σαίας ἐκράτησεν, εἰς δὲ τὴν Κορινθίαν ἀποβὰς ἐνίκησε μάχῃ καὶ διέφθειρε Κορινθίων πολλοὺς καὶ Λυκόφρονα
Nic
.

6

.

5

τὸν στρατηγόν. ἔνθα δ’ αὐτῷ συνέβη τῶν οἰκείων δύο νεκροὺς ἀπολιπεῖν, διαλαθόντας περὶ τὴν ἀναίρεσιν. ὡς οὖν τοῦτ’ ἔγνω τάχιστα, τὸν στόλον ἐπιστήσας ἔπεμψε
Nic
.

6

.

6

κήρυκα πρὸς τοὺς πολεμίους περὶ ἀναιρέσεως. καίτοι κατὰ νόμον τινὰ καὶ συνήθειαν ἐδόκουν οἱ νεκρῶν ὑπο‐ σπόνδων λαβόντες ἀναίρεσιν ἀπολέγεσθαι τὴν νίκην, καὶ τρόπαιον ἱστάναι τοὺς τούτου τυχόντας οὐκ ἔνθεσμον
5ἦν· νικᾶν γὰρ τοὺς κρατοῦντας, μὴ κρατεῖν δὲ τοὺς αἰτοῦν‐
Nic
.

6

.

7

τας ὡς λαβεῖν μὴ δυναμένους. ἀλλ’ ὅμως ἐκεῖνος ὑπέμεινε μᾶλλον προέσθαι τὸ νίκημα καὶ τὴν δόξαν ἢ καταλιπεῖν ἀτάφους δύο τῶν πολιτῶν. πορθήσας δὲ τὴν παραλίαν τῆς Λακωνικῆς καὶ τοὺς ἀντιστάντας Λακεδαιμονίων τρεψά‐
5μενος, εἷλε Θυρέαν Αἰγινητῶν ἐχόντων, καὶ τοὺς αἱρε‐ θέντας ἀπήγαγε ζῶντας εἰς Ἀθήνας.
Nic
.

7

.

1

Ἐπεὶ δὲ Δημοσθένους Πύλον τειχίσαντος ἐπεστρά‐ τευσαν ἅμα πεζῷ καὶ ναυσὶ Πελοποννήσιοι, καὶ μάχης γενομένης ἀπελήφθησαν ἐν τῇ Σφακτηρίᾳ νήσῳ Σπαρ‐ τιατῶν ἄνδρες ἀμφὶ τοὺς τετρακοσίους, μέγα μὲν ὥσπερ
5ἦν ἡγούμενοι τὸ λαβεῖν αὐτοὺς Ἀθηναῖοι, χαλεπῆς δὲ καὶ δυσέργου τῆς πολιορκίας οὔσης ἐν χωρίοις ἀνύδροις, καὶ θέρους μὲν μακρὰν καὶ πολυτελῆ τὴν περιαγωγὴν τῶν ἐπιτηδείων ἐχούσης, σφαλερὰν δὲ χειμῶνος καὶ παντελῶς ἄπορον, ἤχθοντο καὶ μετεμέλοντο πρεσβείαν Λακεδαιμο‐
10νίων ἀπωσάμενοι, περὶ σπονδῶν καὶ εἰρήνης ἀφικομένην
Nic
.

7

.

2

πρὸς αὐτούς. ἀπεώσαντο δὲ Κλέωνος ἐναντιωθέντος οὐχ ἥκιστα διὰ Νικίαν· ἐχθρὸς γὰρ ὢν αὐτοῦ καὶ προθύμως ὁρῶν συμπράττοντα τοῖς Λακεδαιμονίοις, ἔπεισε τὸν δῆμον ἀποψηφίσασθαι τὰς σπονδάς. ὡς οὖν ἥ τε πολιορκία μῆκος93
5ἐλάμβανε, καὶ δεινὰς ἀπορίας ἐπυνθάνοντο περιεστάναι
Nic
.

7

.

3

τὸ στρατόπεδον, δι’ ὀργῆς εἶχον τὸν Κλέωνα. τοῦ δ’ εἰς τὸν Νικίαν ἐκτρέποντος τὴν αἰτίαν, καὶ κατηγοροῦντος ὅτι δειλίᾳ καὶ μαλακίᾳ προΐεται τοὺς ἄνδρας, ὡς αὐτοῦ γε στρατηγοῦντος οὐκ ἂν περιγενομένους χρόνον τοσοῦτον,
5τοῖς Ἀθηναίοις εἰπεῖν παρέστη· „τί δ’ οὐχὶ καὶ νῦν αὐτὸς
Nic
.

7

.

4

σὺ πλεῖς ἐπὶ τοὺς ἄνδρας;“ ὅ τε Νικίας ἀναστὰς ἐξίστατο τῆς ἐπὶ Πύλον στρατηγίας αὐτῷ, καὶ λαμβάνειν ὁπόσην βούλεται δύναμιν ἐκέλευσε καὶ μὴ θρασύνεσθαι λόγοις ἀκινδύνοις, ἀλλ’ ἔργον τι τῇ πόλει παρασχεῖν ἄξιον σπου‐
Nic
.

7

.

5

δῆς. ὁ δὲ τὸ μὲν πρῶτον ἀνεδύετο, τῷ μὴ προσδοκῆσαι τοῦτο θορυβούμενος· ἐγκελευομένων δὲ ταὐτὰ τῶν Ἀθη‐ ναίων, καὶ τοῦ Νικίου καταβοῶντος, ἐξαρθεὶς καὶ ἀνα‐ φλεχθεὶς τὸ φιλότιμον ὑπεδέξατό τε τὴν στρατηγίαν, καὶ
5προσδιωρίσατο πλεύσας ἐντὸς ἡμερῶν εἴκοσιν ἢ κατα‐
Nic
.

7

.

6

κτενεῖν ἐκεῖ τοὺς ἄνδρας ἢ ζῶντας ἄξειν Ἀθήναζε. τοῖς δ’ Ἀθηναίοις ἐπῆλθε γελάσαι μέγα μᾶλλον ἢ πιστεῦσαι· καὶ γὰρ ἄλλως εἰώθεσαν αὐτοῦ τὴν κουφότητα καὶ μανίαν
Nic
.

7

.

7

φέρειν μετὰ παιδιᾶς οὐκ ἀηδῶς. λέγεται γὰρ ἐκκλησίας ποτ’ οὔσης τὸν μὲν δῆμον καθήμενον ἄνω περιμένειν πολὺν χρόνον, ὀψὲ δ’ εἰσελθεῖν ἐκεῖνον ἐστεφανωμένον καὶ παρα‐ καλεῖν ὑπερθέσθαι τὴν ἐκκλησίαν εἰς αὔριον· „ἀσχολοῦμαι
5γάρ“ ἔφη „σήμερον, ἑστιᾶν μέλλων ξένους καὶ τεθυκὼς τοῖς θεοῖς·“ τοὺς δ’ Ἀθηναίους γελάσαντας ἀναστῆναι καὶ διαλῦσαι τὴν ἐκκλησίαν.
Nic
.

8

.

1

Οὐ μὴν ἀλλὰ καὶ τότε τύχῃ χρησάμενος ἀγαθῇ καὶ
στρατηγήσας ἄριστα μετὰ Δημοσθένους, ἐντὸς οὗ προ‐ εῖπε χρόνου τῶν Σπαρτιατῶν ὅσοι μὴ κατὰ μάχην ἔπεσον94
Nic
.

8

.

2

τὰ ὅπλα παραδόντας ἤγαγεν αἰχμαλώτους· καὶ τοῦτο τῷ Νικίᾳ μεγάλην ἤνεγκεν ἀδοξίαν. οὐ γὰρ ἀσπίδος ῥῖψις, ἀλλ’ αἴσχιόν τι καὶ χεῖρον ἐδόκει τὸ δειλίᾳ τὴν στρατη‐ γίαν ἀποβαλεῖν ἑκουσίως, καὶ προέσθαι τῷ ἐχθρῷ τηλι‐
5κούτου κατορθώματος ἀφορμάς, αὑτὸν ἀποχειροτονή‐
Nic
.

8

.

3

σαντα τῆς ἀρχῆς. σκώπτει δ’ αὐτὸν εἰς ταῦτα πάλιν Ἀρι‐ στοφάνης ἐν μὲν Ὄρνισιν (v. 639) οὕτω πως λέγων·
2
καὶ μὴν μὰ τὸν Δί’ οὐχὶ νυστάζειν γ’ ἔτι
ὥρα ’στὶν ἡμῖν οὐδὲ μελλονικιᾶν,
4
Nic
.

8

.

4

ἐν δὲ Γεωργοῖς (fr. 100 CAF I 416) ταῦτα γράφων·
1
〈Α.〉 ἐθέλω γεωργεῖν. 〈Β.〉 εἶτα τίς σε κωλύει;
〈Α.〉 ὑμεῖς· ἐπεὶ δίδωμι χιλίας δραχμάς,
ἐάν με τῶν ἀρχῶν ἀφῆτε. 〈Β.〉 δεχόμεθα·
5δισχίλιαι γάρ εἰσι σὺν ταῖς Νικίου.
5
Nic
.

8

.

5

καὶ μέντοι καὶ τὴν πόλιν ἔβλαψεν οὐ μικρά, τῷ Κλέωνι τοσοῦτον προσγενέσθαι δόξης ἐάσας καὶ δυνάμεως, ὑφ’ ἧς εἰς βαρὺ φρόνημα καὶ θράσος ἐμπεσὼν ἀκάθεκτον, ἄλλας τε τῇ πόλει προσετρίψατο συμφοράς, ὧν οὐχ ἥκι‐
Nic
.

8

.

6

στα καὶ αὐτὸς ἀπέλαυσε, καὶ τὸν ἐπὶ τοῦ βήματος κόσμον ἀνελὼν καὶ πρῶτος ἐν τῷ δημηγορεῖν ἀνακραγὼν καὶ περι‐ σπάσας τὸ ἱμάτιον καὶ τὸν μηρὸν πατάξας καὶ δρόμῳ μετὰ τοῦ λέγειν ἅμα χρησάμενος, τὴν ὀλίγον ὕστερον
5ἅπαντα τὰ πράγματα συγχέασαν εὐχέρειαν καὶ ὀλιγω‐ ρίαν τοῦ πρέποντος ἐνεποίησε τοῖς πολιτευομένοις.
Nic
.

9

.

1

Ἤδη δέ που καὶ Ἀλκιβιάδης ἐνεφύετο τηνικαῦτα τοῖς Ἀθηναίοις, δημαγωγὸς οὐχ ὁμοίως ἄκρατος, ἀλλ’ οἷον ἡ Αἰγυπτίων χώρα λέγεται δι’ ἀρετὴν ἐκφέρειν ὁμοῦ
(Hom. Od. 4, 230)95
5φάρμακα πολλὰ μὲν ἐσθλὰ μεμειγμένα, πολλὰ δὲ λυγρά,
5 οὕτως ἡ Ἀλκιβιάδου φύσις ἐπ’ ἀμφότερα πολλὴ ῥυεῖσα καὶ λαμπρά, μεγάλων ἐνέδωκεν ἀρχὰς νεωτερισμῶν.
Nic
.

9

.

2

ὅθεν οὐδ’ ὑπαλλαγεὶς τοῦ Κλέωνος ὁ Νικίας καιρὸν ἔσχε παντάπασιν ἀναπαῦσαι καὶ καταστορέσαι τὴν πόλιν, ἀλλ’ εἰς ὁδὸν τὰ πράγματα σωτήριον καταστήσας ἐξέπεσε, ῥύμῃ καὶ σφοδρότητι τῆς Ἀλκιβιάδου φιλοτιμίας αὖθις
Nic
.

9

.

3

ἐξωσθεὶς εἰς τὸν πόλεμον. ἐπράχθη δ’ οὕτως. οἱ μάλιστα προσπολεμοῦντες τῇ εἰρήνῃ τῆς Ἑλλάδος Κλέων καὶ Βρα‐ σίδας ἦσαν, ὧν ὁ πόλεμος τοῦ μὲν ἀπέκρυπτε τὴν κακίαν, τοῦ δὲ τὴν ἀρετὴν ἐκόσμει. τῷ μὲν γὰρ ἀδικημάτων μεγά‐
Nic
.

9

.

4

λων, τῷ δὲ κατορθωμάτων ἀφορμὰς παρεῖχε. τούτων οὖν ἅμα πεσόντων ἐν μάχῃ μιᾷ περὶ Ἀμφίπολιν, εὐθὺς ὁ Νικίας παραλαβὼν τοὺς μὲν Σπαρτιάτας ἔκπαλαι τῆς εἰρήνης ὀρεγομένους, τοὺς δ’ Ἀθηναίους οὐκέτι τῷ πολέμῳ
5θαρροῦντας, ἀμφοτέρους δ’ οἷον ἐκλελυμένους καὶ παρα‐ καθιέντας ἑκουσίως τὰς χεῖρας, ἔπραττεν ὅπως εἰς φιλίαν τὰς πόλεις συναγαγών, καὶ τοὺς ἄλλους Ἕλληνας ἀπαλ‐ λάξας κακῶν καὶ ἀναπαυσάμενος, βέβαιον οὕτω τὸ τῆς
Nic
.

9

.

5

εὐτυχίας ὄνομα πρὸς τὸν αὖθις χρόνον ποιοῖτο. τοὺς μὲν οὖν εὐπόρους καὶ πρεσβυτέρους καὶ τῶν γεωργῶν τὸ πλῆ‐ θος αὐτόθεν εἰρηνικὸν εἶχεν· ἐπεὶ δὲ καὶ τῶν ἄλλων πολ‐ λοῖς ἐντυγχάνων ἰδίᾳ καὶ διδάσκων ἀμβλυτέρους ἐποίησε
5πρὸς τὸν πόλεμον, οὕτως ἤδη τοῖς Σπαρτιάταις ἐλπίδας ἐνδιδοὺς προεκαλεῖτο καὶ προὔτρεπεν ἔχεσθαι τῆς εἰρήνης.
Nic
.

9

.

6

οἱ δ’ ἐπίστευον αὐτῷ διά τε τὴν ἄλλην ἐπιείκειαν, καὶ ὅτι τοῖς ἡλωκόσι περὶ Πύλον καὶ δεδεμένοις, ἐπιμελόμενος καὶ περιέπων φιλανθρώπως, ἐλαφροτέραν ἐποίει τὴν ἀτυ‐
Nic
.

9

.

7

χίαν. ἦσαν οὖν πρότερον πεποιημένοι τινὰ πρὸς ἀλλήλους ἐκεχειρίαν ἐνιαύσιον, ἐν ᾗ συνιόντες εἰς ταὐτὸ καὶ γευό‐ μενοι πάλιν ἀδείας καὶ σχολῆς καὶ πρὸς ξένους καὶ οἰκείους ἐπιμειξίας, ἐπόθουν τὸν ἀμίαντον καὶ ἀπόλεμον βίον, ἡδέ‐96
5ως μὲν ᾀδόντων τὰ τοιαῦτα χορῶν ἀκούοντες (Eur. fr. 369 N2
6
κείσθω δόρυ μοι μίτον ἀμφιπλέκειν ἀράχναις,
7 ἡδέως δὲ μεμνημένοι τοῦ εἰπόντος, ὅτι τοὺς ἐν εἰρήνῃ καθεύδοντας οὐ σάλπιγγες, ἀλλ’ ἀλεκτρυόνες ἀφυπνί‐
Nic
.

9

.

8

ζουσι. λοιδοροῦντες οὖν καὶ προβαλλόμενοι τοὺς λέγον‐ τας, ὡς τρὶς ἐννέα ἔτη διαπολεμηθῆναι πέπρωται τὸν πόλεμον, ἔπειθ’ οὕτω περὶ παντὸς εἰς λόγους συμβαί‐ νοντες, ἐποιήσαντο τὴν εἰρήνην, δόξα τε παρέστη τοῖς
5πλείστοις ἀπαλλαγὴν κακῶν σαφῆ γεγονέναι, καὶ τὸν Νικίαν διὰ στόματος εἶχον, ὡς ἀνὴρ εἴη θεοφιλὴς καὶ τὸ δαιμόνιον αὐτῷ δι’ εὐσέβειαν ἐπωνύμῳ γενέσθαι τοῦ μεγί‐
Nic
.

9

.

9

στου καὶ καλλίστου τῶν ἀγαθῶν δέδωκε. τῷ γὰρ ὄντι Νικίου τὴν εἰρήνην ἐνόμιζον ἔργον, ὡς Περικλέους τὸν πόλεμον. ὁ μὲν γὰρ ἐπ’ αἰτίαις μικραῖς εἰς συμφορὰς μεγάλας ἐμβαλεῖν ἐδόκει τοὺς Ἕλληνας, ὁ δὲ τῶν μεγί‐
5στων κακῶν ἔπεισεν ἐκλαθέσθαι φίλους γενομένους. διὸ καὶ τὴν εἰρήνην ἐκείνην ἄχρι νῦν Νικίειον καλοῦσι.
Nic
.

10

.

1

Γενομένων δὲ συνθηκῶν, ὅπως τὰ χωρία καὶ τὰς πόλεις ἃς εἶχον ἀλλήλων καὶ τοὺς αἰχμαλώτους ἀποδι‐ δῶσι, προτέρων ἀποδιδόντων τῶν κλήρῳ λαχόντων, ὠνή‐ σατο τὸν κλῆρον ὁ Νικίας κρύφα χρήμασιν, ὥστε προ‐
5τέρους ἀποδιδόναι τοὺς Λακεδαιμονίους. καὶ τοῦτο μὲν
Nic
.

10

.

2

ἱστορεῖ Θεόφραστος (fr. 138 W.)· ἐπεὶ δὲ Κορίνθιοι καὶ Βοιωτοὶ πρὸς τὰ πραττόμενα δυσκολαίνοντες αἰτίαις καὶ
μέμψεσιν αὖθις ἐδόκουν ἀνακαλεῖσθαι τὸν πόλεμον, ἔπει‐ σεν ὁ Νικίας τοὺς Ἀθηναίους καὶ Λακεδαιμονίους τῇ εἰρή‐97
5νῃ τὴν συμμαχίαν ὥσπερ κράτος ἢ δεσμὸν ἐπιθέντας, φοβερωτέρους τε τοῖς ἀφισταμένοις καὶ βεβαιοτέρους ἀλλή‐
Nic
.

10

.

3

λοις γενέσθαι. πραττομένων δὲ τούτων ὁ Ἀλκιβιάδης, οὔτε πρὸς ἡσυχίαν εὖ πεφυκώς, καὶ τοῖς Λακεδαιμονίοις ἀχθόμενος, ὅτι τῷ Νικίᾳ προσέκειντο καὶ προσεῖχον, αὐ‐ τὸν δ’ ὑπερεώρων καὶ κατεφρόνουν, ἐν ἀρχῇ μὲν εὐθὺς
5ὑπεναντιωθεὶς τῇ εἰρήνῃ καὶ ἀντιστὰς οὐδὲν ἐπέραινεν, ὀλίγῳ δ’ ὕστερον ὁρῶν οὐκέτι τοῖς Ἀθηναίοις ὁμοίως ἀρέσκοντας τοὺς Λακεδαιμονίους, ἀλλ’ ἀδικεῖν δοκοῦντας ὅτι Βοιωτοῖς ἔθεντο συμμαχίαν καὶ Πάνακτον ἑστῶσαν οὐ παρέδωκαν οὐδ’ Ἀμφίπολιν, ἐπεφύετο ταῖς αἰτίαις καὶ
Nic
.

10

.

4

παρώξυνε τὸν δῆμον ἐφ’ ἑκάστῃ. τέλος δὲ πρεσβείαν μεταπεμψάμενος Ἀργείων, ἔπραττε συμμαχίαν πρὸς τοὺς Ἀθηναίους. ἐπεὶ δὲ πρέσβεις ἐλθόντες ἐκ Λακεδαίμονος αὐτοκράτορες καὶ τῇ βουλῇ προεντυγχάνοντες ἔδοξαν ἐπὶ
5πᾶσιν ἥκειν τοῖς δικαίοις, δείσας ὁ Ἀλκιβιάδης μὴ καὶ τὸν δῆμον ἀπὸ τῶν αὐτῶν λόγων ἐπαγάγωνται, περιῆλθεν αὐτοὺς δι’ ἀπάτης καὶ ὅρκων ὡς ἅπαντα συμπράξων, ἂν μὴ φῶσι μηδ’ ὁμολογήσωσιν ἥκειν αὐτοκράτορες·
Nic
.

10

.

5

μάλιστα γὰρ οὕτως ἃ βούλονται γενήσεσθαι. πεισθέντων δὲ καὶ μεταστάντων ἀπὸ τοῦ Νικίου πρὸς ἐκεῖνον, ἐμβαλὼν αὐτοὺς εἰς τὸν δῆμον ἠρώτα πρῶτον εἰ περὶ πάντων ἥκου‐ σιν αὐτοκράτορες· ὡς δ’ ἠρνοῦντο, παρ’ ἐλπίδας μεταβα‐
5λόμενος τήν τε βουλὴν ἐπεκαλεῖτο μάρτυρα τῶν λόγων, καὶ τὸν δῆμον ἐκέλευε μὴ προσέχειν μηδὲ πιστεύειν οὕτω περιφανῶς ψευδομένοις καὶ νῦν μὲν ταῦτα, νῦν δὲ τἀναντία
Nic
.

10

.

6

περὶ τῶν αὐτῶν λέγουσι. θορυβουμένων δ’ ὡς εἰκὸς αὐτῶν,
καὶ τοῦ Νικίου μηδὲν ἔχοντος εἰπεῖν, ἀλλ’ ἄχει καὶ θαύ‐ ματι πεπληγότος, ὁ μὲν δῆμος εὐθὺς ὥρμητο τοὺς Ἀρ‐ γείους καλεῖν καὶ ποιεῖσθαι συμμάχους, ἐβοήθησε δὲ98
5τῷ Νικίᾳ σεισμός τις διὰ μέσου γενόμενος καὶ διαλύσας
Nic
.

10

.

7

τὴν ἐκκλησίαν. τῇ δ’ ὑστεραίᾳ πάλιν τοῦ δήμου συνελ‐ θόντος, πολλὰ ποιήσας καὶ εἰπὼν ἔπεισε μόλις ἐπισχεῖν τὰ πρὸς Ἀργείους, αὐτὸν δὲ πέμψαι πρὸς Λακεδαιμονίους,
Nic
.

10

.

8

ὡς πάντων καλῶς γενησομένων. ἐλθὼν δ’ εἰς Σπάρτην, τἆλλα μὲν ὡς ἀνὴρ ἀγαθὸς καὶ πρόθυμος εἰς αὐτοὺς ἐτι‐ μήθη, πράξας δ’ οὐδέν, ἀλλὰ κρατηθεὶς ὑπὸ τῶν βοιωτια‐ ζόντων, ἐπανῆλθεν οὐ μόνον ἀδοξῶν καὶ κακῶς ἀκούων,
5ἀλλὰ καὶ δεδιὼς τοὺς Ἀθηναίους, λυπουμένους καὶ ἀγανα‐ κτοῦντας ὅτι πεισθέντες ὑπ’ ἐκείνου τοσούτους καὶ τοιού‐ τους ἄνδρας ἀπέδωκαν· οἱ γὰρ ἐκ Πύλου κομισθέντες ἦσαν ἐξ οἴκων τε πρώτων τῆς Σπάρτης καὶ φίλους καὶ
Nic
.

10

.

9

συγγενεῖς τοὺς δυνατωτάτους ἔχοντες. οὐ μὴν ἔπραξάν τι τραχύτερον ὀργῇ πρὸς ἐκεῖνον, ἀλλὰ τὸν Ἀλκιβιάδην στρα‐ τηγὸν εἵλοντο, καὶ Μαντινεῖς καὶ Ἠλείους Λακεδαιμο‐ νίων ἀποστάντας ἐποιήσαντο συμμάχους μετ’ Ἀργείων,
5καὶ λῃστὰς εἰς Πύλον ἔπεμψαν κακουργεῖν τὴν Λακωνι‐ κήν· ἐξ ὧν αὖθις εἰς πόλεμον κατέστησαν.
Nic
.

11

.

1

Ἀκμαζούσης δὲ τῆς πρὸς τὸν Νικίαν τοῦ Ἀλκι‐ βιάδου διαφορᾶς καὶ γιγνομένης ὀστρακοφορίας, ἣν εἰώθει διὰ χρόνου τινὸς ὁ δῆμος ποιεῖσθαι, ἕνα τῶν ὑπόπτων ἢ διὰ δόξαν ἄλλως ἢ πλοῦτον ἐπιφθόνων ἀνδρῶν τῷ ὀστρά‐
5κῳ μεθιστὰς εἰς δέκα ἔτη, πολὺς θόρυβος ἀμφοτέρους περιίστατο καὶ κίνδυνος, ὡς θατέρου πάντως ὑποπεσου‐
Nic
.

11

.

2

μένου τῷ ἐξοστρακισμῷ. τοῦ μὲν γὰρ Ἀλκιβιάδου καὶ τὸν βίον ἐβδελύττοντο καὶ τὸ θράσος ὠρρώδουν, ὡς μᾶλλον ἐν τοῖς περὶ ἐκείνου γραφομένοις δηλοῦται, τὸν δὲ Νικίαν ὅ τε πλοῦτος ἐπίφθονον ἐποίει, καὶ μάλιστα τῆς διαίτης
5τὸ μὴ φιλάνθρωπον μηδὲ δημοτικόν, ἀλλ’ ἄμεικτον καὶ ὀλιγαρχικὸν ἀλλόκοτον ἐδόκει, πολλὰ δ’ ἤδη ταῖς ἐπιθυ‐ μίαις αὐτῶν ἀντιτείνων καὶ παρὰ γνώμην βιαζόμενος99
Nic
.

11

.

3

πρὸς τὸ συμφέρον ἐπαχθὴς ἦν. ὡς δ’ ἁπλῶς εἰπεῖν, νέων ἦν καὶ πολεμοποιῶν ἅμιλλα πρὸς εἰρηνοποιοὺς καὶ πρεσβυτέ‐ ρους, τῶν μὲν εἰς τοῦτον, τῶν δ’ εἰς ἐκεῖνον τὸ ὄστρακον τρεπόντων.
4
5ἐν δὲ διχοστασίῃ καὶ ὁ πάγκακος ἔλλαχε τιμῆς·
5 ὥς που καὶ τότε διαστὰς ὁ δῆμος δίχα χώραν ἔδωκε τοῖς ἰταμωτάτοις καὶ πανουργοτάτοις, ὧν ἦν καὶ Ὑπέρβολος ὁ Περιθοΐδης, ἄνθρωπος ἀπ’ οὐδεμιᾶς τολμῶν δυνά‐ μεως, ἀλλ’ ἀπὸ τοῦ τολμᾶν εἰς δύναμιν προελθὼν καὶ
10γενόμενος, δι’ ἣν εἶχεν ἐν τῇ πόλει δόξαν, ἀδοξία τῆς πό‐
Nic
.

11

.

4

λεως. οὗτος ἐν τῷ τότε χρόνῳ τοῦ μὲν ὀστράκου πόρρω τιθέμενος ἑαυτόν, ἅτε δὴ τῷ κύφωνι μᾶλλον προσήκων, ἐλπίζων δὲ θατέρου τῶν ἀνδρῶν ἐκπεσόντος αὐτὸς ἀν‐ τίπαλος τῷ λειπομένῳ γενέσθαι, καταφανὴς ἦν ἡδόμε‐
5νός τε τῇ διαφορᾷ καὶ παροξύνων τὸν δῆμον ἐπ’ ἀμφο‐
Nic
.

11

.

5

τέρους. συνιδόντες οὖν τὴν μοχθηρίαν οἱ περὶ τὸν Νικίαν καὶ τὸν Ἀλκιβιάδην, καὶ λόγον δόντες ἀλλήλοις κρύφα, καὶ τὰς στάσεις συναγαγόντες εἰς ἓν ἀμφοτέρας καὶ ἀνα‐ μείξαντες, ἐκράτησαν ὥστε μηδέτερον αὐτῶν, ἀλλὰ τὸν
Nic
.

11

.

6

Ὑπέρβολον ἐξοστρακισθῆναι. καὶ παραυτίκα μὲν ἡδονὴν τοῦτο καὶ γέλωτα τῷ δήμῳ παρέσχεν, ὕστερον δ’ ἠγανά‐ κτουν, ὡς καθυβρισμένον τὸ πρᾶγμα τοῦτο πρὸς ἄνθρω‐ πον ἀνάξιον γεγονέναι νομίζοντες· εἶναι γάρ τι καὶ κολάσεως
5ἀξίωμα, μᾶλλον δὲ κόλουσιν τὸν ἐξοστρακισμὸν ἡγού‐ μενοι Θουκυδίδῃ καὶ Ἀριστείδῃ καὶ τοῖς ὁμοίοις, Ὑπερ‐
βόλῳ δὲ τιμὴν καὶ προσποίησιν ἀλαζονείας, εἰ διὰ μοχθη‐ ρίαν ἔπαθε ταὐτὰ τοῖς ἀρίστοις, ὥς που καὶ Πλάτων ὁ κωμικὸς (fr. 187 CAF I 654) εἴρηκε περὶ αὐτοῦ·100
9
Nic
.

11

.

7

καίτοι πέπραγε τῶν τρόπων μὲν ἄξια, αὑτοῦ δὲ καὶ τῶν στιγμάτων ἀνάξια· οὐ γὰρ τοιούτων εἵνεκ’ ὄστραχ’ εὑρέθη.
3
Nic
.

11

.

8

καὶ τὸ πέρας οὐδεὶς ἔτι τὸ παράπαν ἐξωστρακίσθη μεθ’ Ὑπέρβολον, ἀλλ’ ἔσχατος ἐκεῖνος, πρῶτος δ’ Ἵππαρχος ὁ Χολαργεύς, συγγενής τις ὢν τοῦ τυράννου.
Nic
.

11

.

9

Ἄκριτον δ’ ἡ τύχη πρᾶγμα καὶ ἄληπτον λογισμῷ. Νι‐ κίας γὰρ εἰ τὸν περὶ ὀστράκου κίνδυνον ἀνέρριψε πρὸς Ἀλκιβιάδην, ἢ κρατήσας ἂν ἀσφαλῶς ᾤκει τὴν πόλιν, ἐκεῖνον ἐξελάσας, ἢ κρατηθεὶς αὐτὸς ἐξῄει πρὸ τῶν ἐσχά‐
5των ἀτυχιῶν, τὸ δοκεῖν ἄριστος εἶναι στρατηγὸς διαφυλά‐ ξας.
Nic
.

11

.

10

Οὐκ ἀγνοῶ δ’ ὅτι Θεόφραστος (fr. 139 W.) ἐξοστρακι‐ σθῆναί φησι τὸν Ὑπέρβολον Φαίακος, οὐ Νικίου, πρὸς Ἀλκιβιάδην ἐρίσαντος. ἀλλ’ οἱ πλείονες οὕτω γεγράφασιν.
Nic
.

12

.

1

Ὁ δ’ οὖν Νικίας, τῶν Αἰγεστέων πρέσβεων καὶ Λεοντίνων παραγενομένων καὶ πειθόντων τοὺς Ἀθη‐ ναίους στρατεύειν ἐπὶ Σικελίαν, ἀνθιστάμενος ἡττᾶτο τῆς βουλῆς Ἀλκιβιάδου καὶ φιλοτιμίας, πρὶν ὅλως ἐκκλησίαν
5γενέσθαι, κατασχόντος ἤδη 〈τὸ〉 πλῆθος ἐλπίσι καὶ λόγοις προδιεφθαρμένον, ὥστε καὶ νέους ἐν παλαίστραις καὶ γέροντας ἐν ἐργαστηρίοις καὶ ἡμικυκλίοις συγκαθεζομέ‐ νους ὑπογράφειν τὸ σχῆμα τῆς Σικελίας καὶ τὴν φύσιν τῆς περὶ αὐτὴν θαλάσσης καὶ λιμένας καὶ τόπους, οἷς
Nic
.

12

.

2

τέτραπται πρὸς Λιβύην ἡ νῆσος. οὐ γὰρ ἆθλον ἐποιοῦντο τοῦ πολέμου Σικελίαν, ἀλλ’ ὁρμητήριον, ὡς ἀπ’ αὐτῆς δια‐
γωνισόμενοι πρὸς Καρχηδονίους καὶ σχήσοντες ἅμα Λιβύην101
Nic
.

12

.

3

καὶ τὴν ἐντὸς Ἡρακλείων στηλῶν θάλασσαν. ὡς οὖν ὥρμηντο πρὸς ταῦθ’, ὁ Νικίας ἐναντιούμενος οὔτε πολ‐ λοὺς οὔτε δυνατοὺς εἶχε συναγωνιστάς. οἱ γὰρ εὔποροι δεδιότες μὴ δοκῶσι τὰς λειτουργίας καὶ τριηραρχίας ἀπο‐
Nic
.

12

.

4

διδράσκειν, παρὰ γνώμην ἡσύχαζον. ὁ δ’ οὐκ ἔκαμνεν οὐδ’ ἀπηγόρευεν, ἀλλὰ καὶ μετὰ τὸ ψηφίσασθαι τὸν πόλεμον Ἀθηναίους καὶ στρατηγὸν ἑλέσθαι πρῶτον ἐκεῖνον μετ’ Ἀλκιβιάδου καὶ Λαμάχου, πάλιν ἐκκλησίας γενομένης
5ἀναστὰς ἀπέτρεπε καὶ διεμαρτύρετο, καὶ τελευτῶν διέβαλε τὸν Ἀλκιβιάδην ἰδίων ἕνεκα κερδῶν καὶ φιλοτιμίας τὴν
Nic
.

12

.

5

πόλιν εἰς χαλεπὸν ἐξωθεῖν καὶ διαπόντιον κίνδυνον. ἔπραξε δ’ οὐδὲν μᾶλλον, ἀλλ’ ὑπ’ ἐμπειρίας δόξας ἐπιτηδειότερος εἶναι καὶ πολλὴν ἀσφάλειαν ἕξειν, πρὸς τὴν Ἀλκιβιάδου τόλμαν καὶ τὴν Λαμάχου διαπυρότητα τῆς ἐκείνου συγκε‐
5ραννυμένης εὐλαβείας, βεβαιοτέραν ἐποίησε τὴν χειροτο‐
Nic
.

12

.

6

νίαν. ἀναστὰς γὰρ ὁ μάλιστα τῶν δημαγωγῶν ἐπὶ τὸν πόλε‐ μον παροξύνων τοὺς Ἀθηναίους Δημόστρατος ἔφη τὸν Νικίαν προφάσεις λέγοντα παύσειν, καὶ ψήφισμα γράψας ὅπως αὐτοκράτορες ὦσιν οἱ στρατηγοὶ κἀνταῦθα κἀκεῖ
5βουλευόμενοι καὶ πράττοντες, ἔπεισε τὸν δῆμον ψηφίσα‐ σθαι.
Nic
.

13

.

1

Καίτοι λέγεται πολλὰ καὶ παρὰ τῶν ἱερέων ἐναν‐ τιοῦσθαι πρὸς τὴν στρατείαν· ἀλλ’ ἑτέρους ἔχων μάντεις ὁ Ἀλκιβιάδης ἐκ δή τινων λογίων προὔφερε παλαιῶν
Nic
.

13

.

2

μέγα κλέος τῶν Ἀθηναίων ἀπὸ Σικελίας ἔσεσθαι, καὶ θεοπρόποι τινὲς αὐτῷ παρ’ Ἄμμωνος ἀφίκοντο χρησμὸν κομίζοντες, ὡς λήψονται Συρακουσίους ἅπαντας Ἀθη‐
Nic
.

13

.

3

ναῖοι· τὰ δ’ ἐναντία φοβούμενοι δυσφημεῖν ἔκρυπτον. οὐδὲ γὰρ τὰ προὖπτα καὶ καταφανῆ τῶν σημείων ἀπέτρεπεν, ἥ τε τῶν Ἑρμῶν περικοπή, μιᾷ νυκτὶ πάντων ἀκρωτηρια‐
σθέντων πλὴν ἑνὸς ὃν Ἀνδοκίδου καλοῦσιν, ἀνάθημα μὲν102
5τῆς Αἰγηίδος φυλῆς, κείμενον δὲ πρὸ τῆς Ἀνδοκίδου τότ’ οὔσης οἰκίας, καὶ τὸ πραχθὲν περὶ τὸν βωμὸν τῶν δώδεκα
Nic
.

13

.

4

θεῶν. ἄνθρωπος γάρ τις ἐξαίφνης ἀναπηδήσας ἐπ’ αὐτόν,
Nic
.

13

.

5

εἶτα περιβάς, ἀπέκοψεν αὑτοῦ λίθῳ τὸ αἰδοῖον. ἐν δὲ Δελ‐ φοῖς Παλλάδιον ἕστηκε χρυσοῦν ἐπὶ φοίνικος χαλκοῦ βεβηκός, ἀνάθημα τῆς πόλεως ἀπὸ τῶν Μηδικῶν ἀριστεί‐ ων· τοῦτ’ ἔκοπτον ἐφ’ ἡμέρας πολλὰς προσπετόμενοι κόρα‐
5κες, καὶ τὸν καρπὸν ὄντα χρυσοῦν τοῦ φοίνικος ἀπέτρωγον
Nic
.

13

.

6

καὶ κατέβαλλον. οἱ δὲ ταῦτα μὲν ἔφασαν εἶναι Δελφῶν πλάσματα, πεπεισμένων ὑπὸ Συρακουσίων· χρησμοῦ δέ τινος κελεύοντος αὐτοὺς ἐκ Κλαζομενῶν τὴν ἱέρειαν τῆς Ἀθηνᾶς ἄγειν, μετεπέμψαντο τὴν ἄνθρωπον· ἐκαλεῖτο δ’
5Ἡσυχία. καὶ τοῦτ’ ἦν ὡς ἔοικεν ὃ παρῄνει τῇ πόλει τὸ δαι‐
Nic
.

13

.

7

μόνιον, ἐν τῷ παρόντι τὴν ἡσυχίαν ἄγειν. εἴτε δὴ ταῦτα δείσας, εἴτ’ ἀνθρωπίνῳ λογισμῷ τὴν στρατείαν φοβηθείς, ὁ ἀστρολόγος Μέτων—ἦν γὰρ ἐφ’ ἡγεμονίας τινὸς τεταγ‐ μένος—προσεποιεῖτο τὴν οἰκίαν ὑφάπτειν ὡς μεμηνώς.
Nic
.

13

.

8

οἱ δέ φασιν οὐ μανίαν σκηψάμενον, ἀλλὰ νύκτωρ ἐμπρή‐ σαντα τὴν οἰκίαν προελθεῖν εἰς τὴν ἀγορὰν ταπεινόν, καὶ δεῖσθαι τῶν πολιτῶν ὅπως ἐπὶ συμφορᾷ τοσαύτῃ τὸν υἱὸν αὐτοῦ μέλλοντα πλεῖν τριήραρχον εἰς Σικελίαν ἀφῶσι τῆς
Nic
.

13

.

9

στρατείας. Σωκράτει δὲ τῷ σοφῷ τὸ δαιμόνιον οἷς εἰώθει συμβόλοις χρησάμενον πρὸς αὐτὸν ἐμήνυσε κἀκεῖνα, τὸν ἔκπλουν ἐπ’ ὀλέθρῳ τῆς πόλεως πραττόμενον. ὁ δὲ τοῖς συνήθεσι καὶ φίλοις ἔφρασε, καὶ διῆλθεν εἰς πολλοὺς ὁ
Nic
.

13

.

10

λόγος. οὐκ ὀλίγους δὲ καὶ τὰ τῶν ἡμερῶν ἐν αἷς τὸν στό‐
Nic
.

13

.

11

λον ἐξέπεμπον ὑπέθραττεν. Ἀδώνια γὰρ εἶχον αἱ γυναῖκες τότε, καὶ προὔκειτο πολλαχόθι τῆς πόλεως εἴδωλα, καὶ ταφαὶ περὶ αὐτὰ καὶ κοπετοὶ γυναικῶν ἦσαν, ὥστε τοὺς
ἐν λόγῳ ποιουμένους τινὶ τὰ τοιαῦτα δυσχεραίνειν καὶ103
5δεδιέναι περὶ τῆς παρασκευῆς ἐκείνης καὶ δυνάμεως, μὴ λαμπρότητα καὶ ἀκμὴν ἐπιφανεστάτην σχοῦσα ταχέως μαρανθῇ.
Nic
.

14

.

1

Τὸ μὲν οὖν ἐναντιωθῆναι ψηφιζομένῃ τῇ στρατείᾳ τὸν Νικίαν, καὶ μήθ’ ὑπ’ ἐλπίδων ἐπαρθέντα μήτε πρὸς τὸ τῆς ἀρχῆς μέγεθος ἐκπλαγέντα μεταθέσθαι τὴν γνώ‐
Nic
.

14

.

2

μην, ἀνδρὸς ἦν χρηστοῦ καὶ σώφρονος· ἐπεὶ δ’ οὔτε τοῦ πολέμου τὸν δῆμον ἀποτρέψαι πειρώμενος, οὔθ’ αὑτὸν ἐξελέσθαι τῆς στρατηγίας δεόμενος ἴσχυσεν, ἀλλ’ ὥσπερ ἀράμενος καὶ φέρων αὐτὸν ὁ δῆμος ἐπέθηκε τῇ δυνάμει
5στρατηγόν, οὐδεὶς ἔτι καιρὸς ἦν τῆς πολλῆς εὐλαβείας καὶ μελλήσεως, ὥστε παιδὸς δίκην ἀπὸ τῆς νεὼς ὀπίσω βλέποντα καὶ τὸ μὴ κρατηθῆναι τοῖς λογισμοῖς ἀναλαμ‐ βάνοντα καὶ στρέφοντα πολλάκις ἐναμβλῦναι καὶ τοὺς συνάρχοντας αὐτῷ καὶ τὴν ἀκμὴν διαφθεῖραι τῶν πράξεων,
10ἀλλ’ εὐθὺς ἔδει τοῖς πολεμίοις ἐμφύντα καὶ προσκείμενον
Nic
.

14

.

3

ἐλέγχειν τὴν τύχην ἐπὶ τῶν ἀγώνων. ὁ δὲ Λαμάχου μὲν ἄντικρυς ἀξιοῦντος πλεῖν ἐπὶ Συρακούσας καὶ μάχην ἔγγι‐ στα τῆς πόλεως τιθέναι, Ἀλκιβιάδου δὲ τὰς πόλεις ἀφι‐ στάναι Συρακουσίων, εἶθ’ οὕτως ἐπ’ αὐτοὺς βαδίζειν, τὰ
5ἐναντία λέγων καὶ κελεύων ἀτρέμα παρὰ τὴν Σικελίαν κομιζομένους καὶ περιπλέοντας ἐπιδείξασθαι τὰ ὅπλα καὶ τὰς τριήρεις, εἶτ’ ἀποπλεῖν Ἀθήναζε, μικρὸν τῆς δυνάμεως Αἰγεστεῦσιν ἀπαρξαμένους, αὐτίκα τε τὴν γνώμην ὑπεξ‐
Nic
.

14

.

4

έλυσε καὶ κατέβαλε τὸ φρόνημα τῶν ἀνδρῶν, καὶ μετ’ ὀλίγον χρόνον Ἀλκιβιάδην Ἀθηναίων μεταπεμψαμένων εἰς κρίσιν, λόγῳ μὲν ἀπολειφθεὶς δεύτερος ἡγεμών, δυνάμει δὲ μόνος ὤν, οὐκ ἐπαύσατο καθήμενος ἢ περιπλέων ἢ
5βουλευόμενος, πρὶν ἐγγηρᾶσαι μὲν αὐτῶν τὴν ἀκμὴν τῆς ἐλπίδος, ἐκρυῆναι δὲ τῶν πολεμίων τὸ θάμβος καὶ τὸν φόβον, ὃν ἡ πρώτη παρέστησεν αὐτοῖς ὄψις τῶν δυνά‐ μεων.104
Nic
.

14

.

5

Ἔτι δὲ τοῦ Ἀλκιβιάδου παρόντος, ἑξήκοντα ναυσὶ πλεύ‐ σαντες ἐπὶ Συρακούσας, τὰς μὲν ἄλλας ἀνεῖχον ὑπὲρ τοῦ λιμένος ἔξω παρατάξαντες, δέκα δὲ κατήλαυνον εἴσω κατασκοπῆς εἵνεκα καὶ Λεοντίνους ἐπὶ τὴν οἰκείαν ἀπο‐
Nic
.

14

.

6

καλοῦσαι διὰ κήρυκος. αὗται λαμβάνουσι ναῦν πολεμίαν σανίδας κομίζουσαν, εἰς ἃς ἀπεγράφοντο κατὰ φυλὰς αὑτοὺς οἱ Συρακούσιοι. κείμεναι δ’ ἄπωθεν τῆς πόλεως ἐν ἱερῷ Διὸς Ὀλυμπίου, τότε πρὸς ἐξέτασιν καὶ κατά‐
Nic
.

14

.

7

λογον τῶν ἐν ἡλικίᾳ μετεπέμφθησαν. ὡς οὖν ὑπὸ τῶν Ἀθη‐ ναίων ἁλοῦσαι πρὸς τοὺς στρατηγοὺς ἐκομίσθησαν καὶ τὸ πλῆθος ὤφθη τῶν ὀνομάτων, ἠχθέσθησαν οἱ μάντεις μή ποτ’ ἄρα τὸ χρεὼν ἐνταῦθα τοῦ χρησμοῦ περαίνοι, λέγοντος
5ὡς Ἀθηναῖοι λήψονται Συρακουσίους ἅπαντας. οὐ μὴν ἀλλ’ ἕτεροί φασιν ἔργῳ τοῦτο τοῖς Ἀθηναίοις ἐπιτελὲς γενέσθαι καθ’ ὃν χρόνον ἀποκτείνας Δίωνα Κάλλιππος ὁ Ἀθηναῖος ἔσχε Συρακούσας.
Nic
.

15

.

1

Ἀποπλεύσαντος δὲ τοῦ Ἀλκιβιάδου μετ’ ὀλίγον ἐκ Σικελίας, τὸ πᾶν ἤδη κράτος ὁ Νικίας ἔσχεν. ὁ δὲ Λάμα‐ χος ἦν μὲν ἀνδρώδης καὶ δίκαιος ἀνὴρ καὶ τῇ χειρὶ χρώ‐ μενος ἀφειδῶς κατὰ τὰς μάχας, πένης δὲ τοσοῦτον καὶ
5λιτός, ὥστε καθ’ ἑκάστην στρατηγίαν ἀπολογίζεσθαι τοῖς Ἀθηναίοις μικρὸν ἀργύριον εἰς ἐσθῆτα καὶ κρηπῖδας ἑαυτῷ.
Nic
.

15

.

2

τοῦ δὲ Νικίου καὶ διὰ τἆλλα μέγας ἦν καὶ διὰ τὸν πλοῦ‐ τον καὶ διὰ τὴν δόξαν ὁ ὄγκος. λέγεται δ’ ἐν τῷ στρατη‐
γίῳ ποτὲ βουλευομένων τι κοινῇ τῶν συναρχόντων κελευ‐ σθεὶς ὑπ’ αὐτοῦ πρῶτος εἰπεῖν γνώμην Σοφοκλῆς ὁ ποιητής,105
5ὡς πρεσβύτατος ὢν τῶν συστρατήγων, „ἐγώ“ φάναι
Nic
.

15

.

3

„παλαιότατός εἰμι, σὺ δὲ πρεσβύτατος.“ οὕτω δὴ καὶ τότε τὸν Λάμαχον ἄγων ὑφ’ ἑαυτῷ στρατηγικώτερον ὄντα, καὶ χρώμενος εὐλαβῶς καὶ διὰ μελλήσεως ἀεὶ τῇ δυνάμει, πρῶτον μὲν ἀπωτάτω τῶν πολεμίων ἐκπεριπλέων Σικε‐
5λίαν θάρσος ἔδωκεν αὐτοῖς, ἔπειτα προσβαλὼν Ὕβλῃ πολιχνίῳ μικρῷ καὶ πρὶν ἑλεῖν ἀποστάς, κομιδῇ κατε‐
Nic
.

15

.

4

φρονήθη, καὶ τέλος εἰς Κατάνην ἀπῆλθε, πράξας οὐδὲν ἢ καταστρεψάμενος Ὕκκαρα, βαρβαρικὸν χωρίον, ὅθεν λέγεται καὶ Λαΐδα τὴν ἑταίραν ἔτι κόρην ἐν τοῖς αἰχμαλώ‐ τοις πραθεῖσαν εἰς Πελοπόννησον κομισθῆναι.
Nic
.

16

.

1

Τοῦ δὲ θέρους διελθόντος, ἐπεὶ τοὺς Συρακουσίους ἐπυνθάνετο προτέρους ἐπ’ αὐτοὺς ἀφίξεσθαι τεθαρρηκότας, οἱ δ’ ἱππεῖς ὕβρει προσελαύνοντες ἤδη πρὸς τὸ στρατόπε‐ δον ἠρώτων, εἰ Καταναίοις συνοικήσοντες ἢ Λεοντίνους
5κατοικιοῦντες ἥκουσι, μόλις ὁ Νικίας ὥρμησε πλεῖν ἐπὶ
Nic
.

16

.

2

Συρακούσας, καὶ βουλόμενος ἀδεῶς καὶ καθ’ ἡσυχίαν ἱδρῦσαι τὸν στρατόν, ὑπέπεμψεν ἄνθρωπον ἐκ Κατάνης κελεύοντα τοὺς Συρακουσίους, εἰ βούλονται λαβεῖν ἔρη‐ μον ἀνδρῶν τὸ στρατόπεδον καὶ τὰ ὅπλα τῶν Ἀθηναίων,
5ἐν ἡμέρᾳ ῥητῇ πρὸς Κατάνην πανστρατιᾷ παραγενέσθαι· τῶν γὰρ Ἀθηναίων ἐν τῇ πόλει τὰ πλεῖστα διατριβόντων, ἐγνωκέναι τοὺς Συρακουσίων φίλους, ὅταν ἐκείνους προσ‐ ιόντας αἴσθωνται, τάς τε πύλας καταλαμβάνειν ἅμα καὶ τὸν ναύσταθμον ὑποπιμπράναι· πολλοὺς δ’ εἶναι τοὺς
10συνεστῶτας ἤδη καὶ τὴν ἐκείνων περιμένοντας ἄφιξιν.
Nic
.

16

.

3

τοῦτ’ ἄριστα Νικίας ἐστρατήγησε περὶ Σικελίαν. πανστρα‐ τιᾷ γὰρ ἐξαγαγὼν τοὺς πολεμίους καὶ τὴν πόλιν ὁμοῦ τι ποιήσας ἔρημον ἀνδρῶν, αὐτὸς ἐκ Κατάνης ἀναχθείς, τῶν τε λιμένων ἐκράτησε, καὶ τῷ στρατοπέδῳ κατέλαβε χώ‐106
5ραν, ὅθεν ἥκιστα βλαπτόμενος οἷς ἐλείπετο τῶν πολεμίων
Nic
.

16

.

4

ἤλπιζεν ἐξ ὧν ἐθάρρει πολεμήσειν ἀκωλύτως. ἐπεὶ δ’ ἀναστρέψαντες ἐκ Κατάνης οἱ Συρακούσιοι παρετάξαντο πρὸ τῆς πόλεως, ἐπαγαγὼν ταχὺ τοὺς Ἀθηναίους ἐκράτησε.
Nic
.

16

.

5

καὶ πολλοὺς μὲν οὐκ ἀπέκτεινε τῶν πολεμίων· οἱ γὰρ ἱππεῖς ἐμποδὼν ἐγένοντο τῇ διώξει· τοῦ δὲ ποταμοῦ δια‐ φθείρων καὶ ἀποκόπτων τὰς γεφύρας, παρέσχεν Ἑρμο‐ κράτει λέγειν παραθαρρύνοντι τοὺς Συρακουσίους, ὅτι
5γελοῖός ἐστιν ὁ Νικίας, ὅπως οὐ μαχεῖται στρατηγῶν, ὥσ‐
Nic
.

16

.

6

περ οὐκ ἐπὶ μάχῃ πεπλευκώς. οὐ μὴν ἀλλὰ φόβον τε καὶ κατάπληξιν ἰσχυρὰν ἐνειργάσατο τοῖς Συρακουσίοις, ὥστ’ ἀντὶ τῶν ὄντων τότε πεντεκαίδεκα στρατηγῶν ἑτέρους ἑλέσθαι τρεῖς, οἷς πίστιν ἔδωκεν ὁ δῆμος δι’ ὅρκων, ἦ μὴν
Nic
.

16

.

7

ἐάσειν ἄρχειν αὐτοκράτορας. τοῦ δ’ Ὀλυμπιείου πλησίον ὄντος, ὥρμησαν οἱ Ἀθηναῖοι καταλαβεῖν, πολλῶν ὄντων ἐν αὐτῷ χρυσῶν καὶ ἀργυρῶν ἀναθημάτων. ὁ δὲ Νικίας ἐπίτηδες ἀναβαλλόμενος ὑστέρησε καὶ περιεῖδε φρουρὰν
5εἰσελθοῦσαν παρὰ τῶν Συρακουσίων, ἡγούμενος, ἐὰν τὰ χρήματα διαρπάσωσιν οἱ στρατιῶται, τὸ μὲν κοινὸν οὐκ ὠφεληθήσεσθαι, τὴν δ’ αἰτίαν αὐτὸς ἕξειν τοῦ ἀσεβήματος.
Nic
.

16

.

8

τῇ δὲ νίκῃ περιβοήτῳ γενομένῃ χρησάμενος εἰς οὐδέν, ὀλίγων ἡμερῶν διαγενομένων αὖθις ἀνεχώρησεν εἰς Νά‐ ξον, κἀκεῖ διεχείμασε, πολλὰ μὲν ἀναλίσκων στρατιᾷ τοσαύτῃ, πράττων δὲ μικρὰ πρὸς Σικελούς τινας ἀφι‐
5σταμένους πρὸς αὐτόν, ὥστε τοὺς Συρακουσίους αὖθις ἀναθαρρήσαντας ἐξελάσαι πρὸς Κατάνην καὶ τήν τε χώ‐
ραν τεμεῖν καὶ τὸ στρατόπεδον κατακαῦσαι τῶν Ἀθη‐107
Nic
.

16

.

9

ναίων. ἃ δὴ πάντες ᾐτιῶντο τὸν Νικίαν, ὡς ἐν τῷ δια‐ λογίζεσθαι καὶ μέλλειν καὶ φυλάττεσθαι τὸν τῶν πρά‐ ξεων ἀπολλύντα καιρόν· ἐπεὶ τάς γε πράξεις οὐδεὶς ἂν ἐμέμψατο τοῦ ἀνδρός· ὁρμήσας γὰρ ἦν ἐνεργὸς καὶ δρα‐
5στήριος, ὁρμῆσαι δὲ μελλητὴς καὶ ἄτολμος.
Nic
.

17

.

1

Ὡς δ’ οὖν ἐκίνησε τὴν στρατιὰν πάλιν ἐπὶ τὰς Συρα‐ κούσας, οὕτως ἐστρατήγησε καὶ μετὰ τοσαύτης ὀξύτητος ἅμα καὶ ἀσφαλείας ἐπῆλθεν, ὥστε λαθεῖν μὲν εἰς Θάψον ταῖς ναυσὶ προσμείξας καὶ ἀποβάς, φθάσαι δὲ τὰς Ἐπιπο‐
5λὰς κατασχών, τῶν δὲ προσβοηθούντων λογάδων κρατή‐ σας 〈ἀν〉ελεῖν μὲν τριακοσίους, τρέψασθαι δὲ καὶ τὴν ἵππον
Nic
.

17

.

2

τῶν πολεμίων, ἄμαχον εἶναι δοκοῦσαν. ὃ δὲ πάντων μά‐ λιστα καὶ Σικελιώτας ἐξέπληξε καὶ τοῖς Ἕλλησιν ἀπιστίαν παρέσχεν, ὀλίγῳ χρόνῳ περιετείχισε Συρακούσας, πόλιν Ἀθηνῶν οὐκ ἐλάττονα, δυσεργοτέραν δὲ χωρίων ἀνωμα‐
5λίαις καὶ θαλάσσῃ γειτνιώσῃ καὶ παρακειμένοις ἕλεσι
Nic
.

17

.

3

τεῖχος κύκλῳ περὶ αὐτὴν τοσοῦτον ἀγαγεῖν. ἀλλὰ τοῦτ’ ἐξεργάσασθαι μικρὸν ἐδέησε τοῦ παντός, ἄνθρωπος οὐδ’ ὑγιαίνοντι χρώμενος ἑαυτῷ πρὸς τοσαύτας φροντίδας, ἀλλὰ νόσον νοσῶν νεφρῖτιν, ἧς τὸ μὴ προσεκπονηθὲν
5〈ἔλ〉λειμμα ποιεῖσθαι δίκαιόν ἐστι, θαυμάζειν δὲ τοῦ στρατηγοῦ τὴν ἐπιμέλειαν καὶ τὴν τῶν στρατιωτῶν ἀνδρα‐
Nic
.

17

.

4

γαθίαν ἐν οἷς κατώρθουν. ὁ μὲν γὰρ Εὐριπίδης (fg. 1 D.) μετὰ τὴν ἧτταν αὐτῶν καὶ τὸν ὄλεθρον γράφων ἐπικήδειον ἐποίησεν·
3
οἵδε Συρακοσίους ὀκτὼ νίκας ἐκράτησαν
5ἄνδρες, ὅτ’ ἦν τὰ θεῶν ἐξ ἴσου ἀμφοτέροις·
5 οὐκ ὀκτὼ δὲ νίκας, ἀλλὰ πλείονας ἄν τις εὕροι Συρακου‐ σίους νενικημένους ὑπ’ αὐτῶν, πρὶν ἐκ θεῶν ὄντως ἢ τύ‐ χης ἀντίστασίν τινα γενέσθαι τοῖς Ἀθηναίοις, ἐπὶ πλεῖ‐
στον αἰρομένοις δυνάμεως.108
Nic
.

18

.

1

Ταῖς μὲν οὖν πλείσταις πράξεσι βιαζόμενος τὸ σῶμα παρῆν ὁ Νικίας· ἀκμὴν δέ ποτε τῆς ἀρρωστίας λαβούσης, ὁ μὲν ἐν τείχεσι μετ’ ὀλίγων ὑπηρετῶν κατέκειτο, τὴν δὲ στρατιὰν ἔχων ὁ Λάμαχος προσεμάχετο τοῖς Συρακου‐
5σίοις, ἐκ τῆς πόλεως τεῖχος ἀνάγουσι πρὸς τὸ τῶν Ἀθη‐
Nic
.

18

.

2

ναίων, ὃ κωλύσειν ἔμελλε διὰ μέσου τὸν ἀποτειχισμόν. τῷ δὲ κρατεῖν τῶν Ἀθηναίων ἀτακτότερον φερομένων πρὸς τὰς διώξεις, ἀπομονωθεὶς ὁ Λάμαχος ὑπέστη τῶν Συρα‐
Nic
.

18

.

3

κουσίων τοὺς ἱππεῖς ἐπιφερομένους. ἦν δὲ πρῶτος αὐτῶν Καλλικράτης, ἀνὴρ πολεμικὸς καὶ θυμοειδής. πρὸς τοῦτον ἐκ προκλήσεως καταστὰς ὁ Λάμαχος ἐμονομάχησε, καὶ λαβὼν πληγὴν πρότερος, εἶτα δοὺς καὶ πεσὼν ὁμοῦ, συνα‐
Nic
.

18

.

4

πέθανε τῷ Καλλικράτει. καὶ τὸ μὲν σῶμα κρατήσαντες αὐτοῦ μετὰ τῶν ὅπλων ἐξῆραν οἱ Συρακούσιοι, δρόμῳ δ’ ἐφέροντο πρὸς τὰ τείχη τῶν Ἀθηναίων, ἐν οἷς ὁ Νικίας
Nic
.

18

.

5

ἦν, οὐκ ἔχων τοὺς βοηθοῦντας. ὅμως δ’ ὑπὸ τῆς ἀνάγκης ἐξαναστὰς καὶ κατιδὼν τὸν κίνδυνον, ἐκέλευσε τοὺς καθ’ ἑαυτόν, ὅσα ξύλα πρὸ τῶν τειχῶν ἐτύγχανεν εἰς μηχανὰς παραβεβλημένα καὶ τὰς μηχανὰς αὐτὰς πῦρ κομίσαντας
Nic
.

18

.

6

ἅψαι. τοῦτο τοὺς Συρακουσίους ἐπέσχε, καὶ τὸν Νικίαν ἔσωσε καὶ τὰ τείχη καὶ τὰ χρήματα τῶν Ἀθηναίων· φλόγα γὰρ ἀρθεῖσαν διὰ μέσου πολλὴν ἰδόντες, ἀπετράπησαν οἱ Συρακούσιοι.
Nic
.

18

.

7

Τούτων δὲ πραχθέντων ἀπολέλειπτο μὲν ὁ Νικίας μόνος τῶν στρατηγῶν, ἦν δ’ ἐλπίδος μεγάλης. καὶ γὰρ πόλεις μεθίσταντο, καὶ πλοῖα μεστὰ σίτου πολλαχόθεν 〈ἦλθεν〉 εἰς τὸ στρατόπεδον, τοῖς πράγμασιν εὖ φερομένοις
Nic
.

18

.

8

πάντων προστιθεμένων, καὶ λόγοι τινὲς ἤδη παρὰ τῶν Συ‐ ρακουσίων ἐγίνοντο περὶ συμβάσεως πρὸς αὐτόν, ἀπε‐
Nic
.

18

.

9

γνωκότων τὴν πόλιν· ὅπου καὶ Γύλιππος ἐκ Λακεδαίμονος πλέων βοηθὸς αὐτοῖς, ὡς ἤκουσε κατὰ πλοῦν τὸν ἀποτει‐ χισμὸν καὶ τὰς ἀπορίας, οὕτως ἔπλει τὸ λοιπὸν ὡς ἐχο‐ μένης μὲν ἤδη τῆς Σικελίας, Ἰταλιώταις δὲ τὰς πόλεις δια‐109
Nic
.

18

.

10

φυλάξων, εἰ καὶ τοῦτό πως ἐγγένοιτο. μεγάλη γὰρ ἡ δόξα διεφοίτα τοῦ κρατεῖν πάντα τοὺς Ἀθηναίους καὶ στρατη‐
Nic
.

18

.

11

γὸν ἔχειν ἄμαχον δι’ εὐτυχίαν καὶ φρόνησιν. ὁ δὲ Νικίας εὐθὺς αὐτὸς καὶ παρὰ φύσιν ὑπὸ τῆς ἐν τῷ παρόντι ῥύμης καὶ τύχης ἀνατεθαρρηκώς, μάλιστα δὲ τοῖς ἐκ Συρακου‐ σῶν διαλεγομένοις κρύφα καὶ πέμπουσι πρὸς αὐτὸν ὅσον
5οὔπω τὴν πόλιν ἐνδίδοσθαι κατὰ συμβάσεις νομίζων, οὐ‐ δένα τοῦ Γυλίππου λόγον ἔσχε προσπλέοντος, οὐδὲ φυλα‐ κὴν ἐποιήσατο καθαράν, ἀλλὰ τῷ παντελῶς ὑπερορᾶσθαι καὶ καταφρονεῖσθαι λαθὼν αὐτὸν ὁ ἀνὴρ εἰσέπλευσε διὰ τοῦ πορθμοῦ, καὶ προσκομισθεὶς ἀπωτάτω τῶν Συρα‐
10κουσῶν στρατιὰν συνηγάγετο πολλήν, οὐδ’ εἰ πάρεστι
Nic
.

18

.

12

τῶν Συρακουσίων ἐπισταμένων οὐδὲ προσδοκώντων. διὸ καὶ παρήγγελτο μὲν αὐτοῖς ἐκκλησία περὶ τῶν πρὸς τὸν Νικίαν ὁμολογιῶν, καί τινες ἐβάδιζον ἤδη, πρὶν ἢ παντε‐ λῶς ἀποτειχισθῆναι τὴν πόλιν οἰόμενοι δεῖν γενέσθαι τὰς
5διαλύσεις· βραχὺ γὰρ ἦν κομιδῇ τὸ ἀπολειπόμενον τοῦ ἔργου, καὶ τοῦτο παραβεβλημένην εἶχε τὴν παρασκευὴν τῆς τειχοδομίας σύμπασαν.
Nic
.

19

.

1

Ἐν τούτῳ δὲ καιροῦ τοῦ κινδύνου παρόντος ἀφι‐ κνεῖται Γογγύλος ἐκ Κορίνθου μιᾷ τριήρει, καὶ συνδραμόν‐ των πρὸς αὐτὸν ὡς εἰκὸς πάντων, ἔφραζεν ὅτι Γύλιππος ἀφίξεται διὰ ταχέων καὶ νῆες ἄλλαι βοηθοὶ προσπλέου‐
Nic
.

19

.

2

σιν. οὔπω δὲ τῷ Γογγύλῳ πιστευόντων βεβαίως, ἧκεν ἄγγελος παρὰ τοῦ Γυλίππου, κελεύοντος ἀπαντᾶν. οἱ δὲ θαρρήσαντες ἐξωπλίζοντο, καὶ προσῆγεν εὐθὺς ὁ Γύλιπ‐110
Nic
.

19

.

3

πος ἐξ ὁδοῦ παρατεταγμένος ἐπὶ τοὺς Ἀθηναίους. ὡς δὲ κἀκείνους ἀντέταξεν ὁ Νικίας, θέμενος [ἐπὶ τοὺς Ἀθηναί‐ ους] ὁ Γύλιππος τὰ ὅπλα καὶ κήρυκα πέμψας ἔλεγε διδό‐
Nic
.

19

.

4

ναι τοῖς Ἀθηναίοις ἄδειαν ἀπιοῦσιν ἐκ Σικελίας. ὁ μὲν οὖν Νικίας οὐδὲν ἠξίωσεν ἀποκρίνεσθαι, τῶν δὲ στρατιωτῶν τινες καταγελῶντες ἠρώτων, εἰ διὰ παρουσίαν ἑνὸς τρίβω‐ νος καὶ βακτηρίας Λακωνικῆς οὕτως ἰσχυρὰ τὰ Συρακου‐
5σίων ἐξαίφνης γέγονεν, ὥστ’ Ἀθηναίων καταφρονεῖν, οἳ πολὺ ῥωμαλεωτέρους Γυλίππου καὶ μᾶλλον κομῶντας τριακοσίους ἔχοντες ἐν πέδαις δεδεμένους ἀπέδωκαν Λακε‐
Nic
.

19

.

5

δαιμονίοις. Τίμαιος (FGrH 566 F 100a) δὲ καὶ τοὺς Σικε‐ λιώτας φησὶν ἐν μηδενὶ λόγῳ ποιεῖσθαι τὸν Γύλιππον, ὕστερον μὲν αἰσχροκέρδειαν αὐτοῦ καὶ μικρολογίαν κατα‐ γνόντας, ὡς δὲ πρῶτον ὤφθη, σκώπτοντας εἰς τὸν τρίβωνα
5καὶ τὴν κόμην. εἶτα μέντοι φησὶν αὐτός, ὅτι τῷ Γυλίππῳ φανέντι καθάπερ γλαυκὶ πολλοὶ προσέπτησαν ἑτοίμως
Nic
.

19

.

6

〈συ〉στρατευόμενοι. καὶ ταῦτα τῶν πρώτων ἀληθέστερά εἰσιν· ἐν γὰρ τῇ βακτηρίᾳ καὶ τῷ τρίβωνι τὸ σύμβολον καὶ τὸ ἀξίωμα τῆς Σπάρτης καθορῶντες συνίσταντο, κἀκείνου τὸ πᾶν ἔργον γεγονέναι φησὶν οὐ Θουκυδίδης
5μόνον, ἀλλὰ καὶ Φίλιστος (FGrH 556 F 56), ἀνὴρ Συρακού‐
Nic
.

19

.

7

σιος καὶ τῶν πραγμάτων ὁρατὴς γενόμενος. τῇ μὲν οὖν πρώτῃ μάχῃ κρατήσαντες οἱ Ἀθηναῖοι τῶν Συρακουσίων ὀλίγους τινὰς ἀπέκτειναν καὶ Γογγύλον τὸν Κορίνθιον· εἰς δὲ τὴν ἐπιοῦσαν ἡμέραν ἔδειξεν ὁ Γύλιππος, οἷόν ἐστιν
Nic
.

19

.

8

ἐμπειρία. τοῖς γὰρ αὐτοῖς ὅπλοις καὶ ἵπποις καὶ χωρίοις χρησάμενος οὐχ ὡσαύτως, ἀλλὰ μεταθεὶς τὴν τάξιν, ἐνί‐ κησε τοὺς Ἀθηναίους, καὶ φυγόντων εἰς τὸ στρατόπεδον,
ἐπιστήσας τοὺς Συρακουσίους τοῖς λίθοις οἷς ἐκεῖνοι111
5προσεκόμιζον καὶ τῇ ὕλῃ παροικοδομῶν εἰς διαστολάς, ἀπέ‐ κοψε τὸν ἐκείνων περιτειχισμόν, ὥστ’ αὐτοῖς μηδὲν εἶναι
Nic
.

19

.

9

πλέον κρατοῦσιν. ἐκ τούτου δὲ θαρρήσαντες οἱ Συρακούσιοι τάς τε ναῦς ἐπλήρουν, καὶ τοῖς ἱππεῦσι τοῖς ἑαυτῶν καὶ
Nic
.

19

.

10

ἀκολούθοις περιελαύνοντες πολλοὺς ᾕρουν, καὶ ὁ Γύλιππος ἐπιὼν [ἐπὶ] τὰς πόλεις αὐτὸς ἐξώρμα καὶ συνίστη πάντας, ἐρρωμένως ὑπακούοντας αὐτῷ καὶ συλλαμβανομένους, ὥστε τὸν Νικίαν αὖθις εἰς ἐκείνους ἀποτρεπόμενον τοὺς
5πρώτους λογισμούς, καὶ συμφρονοῦντα τὴν τῶν πραγ‐ μάτων μεταβολὴν ἀθυμεῖν, καὶ γράφειν τοῖς Ἀθηναίοις, κελεύοντα πέμπειν ἕτερον στρατόν, ἢ καὶ τοῦτον ἀπάγειν ἐκ Σικελίας, αὑτῷ δὲ πάντως αἰτούμενον τῆς στρατηγίας ἄφεσιν διὰ τὴν νόσον.
Nic
.

20

.

1

Οἱ δ’ Ἀθηναῖοι καὶ πρότερον μὲν ὥρμηντο πέμπειν ἑτέραν δύναμιν εἰς Σικελίαν, φθόνῳ δὲ τῶν πρώτων, ταραττομένων πρὸς εὐτυχίαν τοῦ Νικίου τοσαύ‐ την, πολλὰς διατριβὰς ἐμβαλόντων, τότε γοῦν ἔσπευδον
Nic
.

20

.

2

βοηθεῖν. καὶ Δημοσθένης μὲν ἔμελλε μεγάλῳ στόλῳ πλεῖν ἐκ χειμῶνος, Εὐρυμέδων δὲ διὰ χειμῶνος προεξέπλευσε, χρήματα κομίζων καὶ συστρατήγους ἀποφαίνων ᾑρημέ‐ νους τῷ Νικίᾳ τῶν αὐτόθι στρατευομένων Εὐθύδημον καὶ
5Μένανδρον.
Nic
.

20

.

3

Ἐν τούτῳ δὲ καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν ἐξαίφνης ἐπιχειρούμενος ὁ Νικίας, ταῖς μὲν ναυσὶν ἡττώμενος τὸ πρῶτον, ὅμως ἐξέωσε καὶ κατέδυσε πολλὰς τῶν πολε‐ μίων, πρὸς δὲ τὸ πεζὸν οὐκ ἔφθασε βοηθῶν, ἀλλ’ ἄφνω
5προσπεσὼν ὁ Γύλιππος εἷλε τὸ Πλημμύριον, ἐν ᾧ σκευῶν τριηρικῶν καὶ χρημάτων πολλῶν ἀποκειμένων, ἐκράτησε πάντων καὶ διέφθειρεν ἄνδρας οὐκ ὀλίγους καὶ ζῶντας ἔλαβε· τὸ δὲ μέγιστον, ἀφείλετο τοῦ Νικίου τῆς ἀγορᾶς τὴν εὐπέτειαν. ἦν γὰρ ἡ κομιδὴ παρὰ τὸ Πλημμύριον112
10ἀσφαλὴς καὶ ταχεῖα τῶν Ἀθηναίων κρατούντων, ἐκπεσόν‐ των δὲ χαλεπὴ καὶ μετὰ μάχης ἐγίνετο πρὸς τοὺς πολε‐
Nic
.

20

.

4

μίους, ἐκεῖ ναυλοχοῦντας. ἔτι δὲ καὶ τὸ ναυτικὸν τοῖς Συρακουσίοις οὐκ ἀπὸ κράτους ἐφαίνετο νενικημένον, ἀλλ’ ἀταξίᾳ περὶ τὴν δίωξιν. αὖθις οὖν ἐπεχείρουν παρασκευα‐
Nic
.

20

.

5

ζόμενοι λαμπρότερον. ὁ δὲ Νικίας οὐκ ἐβούλετο ναυμα‐ χεῖν, ἀλλὰ πολλὴν ἀβελτερίαν ἔλεγεν εἶναι, στόλου τοσού‐ του προσπλέοντος αὐτοῖς καὶ δυνάμεως ἀκραιφνοῦς ἣν ἦγε Δημοσθένης σπεύδων, ἀπ’ ἐλαττόνων καὶ χορηγουμέ‐
Nic
.

20

.

6

νων φαύλως διαγωνίσασθαι. τοῖς δὲ περὶ τὸν Μένανδρον καὶ τὸν Εὐθύδημον ἀρτίως εἰς τὴν ἀρχὴν καθισταμένοις φιλοτιμία καὶ ζῆλος ἦν πρὸς ἀμφοτέρους τοὺς στρατηγούς, τὸν μὲν Δημοσθένην φθῆναι πράξαντάς τι λαμπρόν, ὑπερ‐
Nic
.

20

.

7

βαλέσθαι δὲ τὸν Νικίαν. πρόσχημα δ’ ἦν ἡ δόξα τῆς πόλε‐ ως, ἣν ἀπόλλυσθαι καὶ καταλύεσθαι παντάπασι φάσκον‐ τες, εἰ φοβηθήσονται Συρακουσίους ἐπιπλέοντας, ἐξε‐
Nic
.

20

.

8

βιάσαντο ναυμαχῆσαι, καὶ καταστρατηγηθέντες ὑπ’ Ἀρί‐ στωνος τοῦ Κορινθίων κυβερνήτου τοῖς περὶ τὸ ἄριστον, ὡς εἴρηκε Θουκυδίδης (7, 40), κατὰ κράτος ἡττήθησαν καὶ πολλοὺς ἀπέβαλον· καὶ ἀθυμία πολλὴ περιεστήκει τὸν
5Νικίαν, τῇ τε μοναρχίᾳ κακοπαθοῦντα, καὶ σφαλλόμενον αὖθις ὑπὸ τῶν συναρχόντων.
Nic
.

21

.

1

Ἐν τούτῳ δὲ Δημοσθένης ὑπὲρ τῶν λιμένων ἐπεφαί‐ νετο λαμπρότατος τῇ παρασκευῇ καὶ δεινότατος τοῖς πολε‐ μίοις, ἐπὶ νεῶν ἑβδομήκοντα καὶ τριῶν ἄγων ὁπλίτας πεν‐
τακισχιλίους, ἀκοντιστὰς δὲ καὶ τοξότας καὶ σφενδονήτας113
5τρισχιλίων οὐκ ἐλάττους, ὅπλων δὲ κόσμῳ καὶ παρασήμοις τριήρων καὶ πλήθει κελευστῶν καὶ αὐλητῶν θεατρικῶς
Nic
.

21

.

2

καὶ πρὸς ἔκπληξιν πολεμίων ἐξησκημένος. ἦν οὖν ὡς εἰκὸς αὖθις ἐν φόβῳ μεγάλῳ τὰ Συρακουσίων, εἰς οὐδὲν πέρας οὐδ’ ἀπαλλαγήν, ἀλλὰ πονοῦντας ἄλλως καὶ φθειρομένους
Nic
.

21

.

3

αὑτοὺς μάτην ὁρώντων. τὸν δὲ Νικίαν οὐ πολὺν χρόνον εὔφρανεν ἡ παρουσία τῆς δυνάμεως, ἀλλ’ ἅμα τῷ πρῶτον ἐν λόγοις γενέσθαι, τοῦ Δημοσθένους εὐθὺς ἐπιχειρεῖν τοῖς πολεμίοις κελεύοντος καὶ τῷ ταχίστῳ τῶν κινδύνων
5περὶ τοῦ παντὸς διαγωνισαμένους ἑλεῖν Συρακούσας ἢ ἀποπλεῖν οἴκαδε, δείσας καὶ θαυμάσας τὴν ὀξύτητα καὶ τόλμαν, ἐδεῖτο μηδὲν ἀπεγνωσμένως πράττειν μήδ’ ἀνο‐
Nic
.

21

.

4

ήτως. τὴν γὰρ τριβὴν εἶναι κατὰ τῶν πολεμίων, οὔτε χρή‐ ματα κεκτημένων ἔτι, μήτε τῶν συμμάχων αὐτοῖς πολὺν χρόνον παραμενούντων, εἰ δὲ θλίβοιντο ταῖς ἀπορίαις, ταχὺ πάλιν ἐπ’ αὐτὸν περὶ συμβάσεως τραπησομένων ὡς
Nic
.

21

.

5

πρότερον. καὶ γὰρ ἦσαν ἄνδρες οὐκ ὀλίγοι τῶν ἐν Συρα‐ κούσαις διαλεγόμενοι τῷ Νικίᾳ κρύφα καὶ μένειν κελεύ‐ οντες, ὡς καὶ νῦν ὑπερπονούντων τῷ πολέμῳ, καὶ τὸν Γύλιππον βαρυνομένων, ἐὰν δὲ μικρὸν ἐπιτείνωσιν αἱ ἀνάγ‐
Nic
.

21

.

6

και, παντάπασιν ἀπαγορευσόντων. τούτων ὁ Νικίας τὰ μὲν αἰνιττόμενος, τὰ δ’ οὐ θέλων ἐν φανερῷ λέγειν, ἀτολ‐ μίας παρέσχε τοῖς 〈συ〉στρατήγοις δόξαν, καὶ ταῦτ’ ἐκεῖνα πάλιν ἥκειν φάσκοντες αὐτοῦ, μελλήματα καὶ δια‐
5τριβὰς καὶ ἀκριβολογίας, αἷς ἀπώλεσε τὴν ἀκμήν, οὐκ εὐθὺς ἐπιχειρῶν τοῖς πολεμίοις, ἀλλ’ ἕωλος καὶ καταφρο‐ νούμενος, τῷ Δημοσθένει προσετίθεντο, καὶ ὁ Νικίας
Nic
.

21

.

7

μόλις συνεχώρησεν ἐκβιασθείς. οὕτω δὴ τὴν πεζὴν στρα‐ τιὰν ἀναλαβὼν ὁ Δημοσθένης νυκτὸς ἐπεχείρει ταῖς Ἐπι‐
πολαῖς, καὶ τοὺς μὲν φθάσας πρὶν αἰσθέσθαι τῶν πολεμίων ἀπέκτεινε, τοὺς δ’ ἀμυνομένους ἐτρέψατο, καὶ κρατῶν οὐκ114
5ἔμενεν, ἀλλ’ ἐχώρει προσωτέρω, μέχρι οὗ τοῖς Βοιωτοῖς
Nic
.

21

.

8

ἐνέτυχε. πρῶτοι γὰρ οὗτοι συστρέψαντες ἑαυτοὺς καὶ συνδραμόντες εἰς τοὺς Ἀθηναίους ἐναντίοις τοῖς δόρασι μετὰ βοῆς ἐώσαντο, καὶ πολλοὺς αὐτοῦ κατέβαλον, δι’ ὅλου δὲ τοῦ στρατεύματος εὐθὺς ἦν πτοία καὶ ταραχή,
5καὶ τοῦ φεύγοντος ἤδη καταπιμπλάμενον τὸ ἔτι νικῶν, καὶ τὸ ἐπιβαῖνον καὶ προσφερόμενον ὑπὸ τῶν πεφοβημένων ἀνακοπτόμενον, ἑαυτῷ περιέπιπτε, τοὺς μὲν φεύγοντας οἰόμενον διώκειν, τοῖς δὲ φίλοις ὡς πολεμίοις χρώμενον.
Nic
.

21

.

9

ἡ γὰρ ἄτακτος ἀνάμειξις ἐν ταὐτῷ μετὰ φόβου καὶ ἀγνοί‐ ας, καὶ τὸ τῆς ὄψεως ἄπιστον ἐν νυκτὶ μήτε σκότος ἄκρα‐ τον μήτε φῶς ἐχούσῃ βέβαιον, ἀλλ’ οἵαν εἰκός, ἤδη κατα‐ φερομένης σελήνης καὶ περισκιαζομένης ὅπλοις πολλοῖς
5καὶ σώμασι κινουμένοις διὰ τοῦ φωτός, μὴ διασαφοῦσαν τὰ εἴδη φόβῳ τοῦ πολεμίου καὶ τὸ οἰκεῖον ποιεῖν ὕποπτον, εἰς δεινὰς ἀπορίας καὶ περιπετείας καθίστη τοὺς Ἀθηναί‐
Nic
.

21

.

10

ους. ἔτυχον δέ πως καὶ τὴν σελήνην ἔχοντες ὄπισθεν· ὅθεν αὐτοὶ μὲν αὑτοῖς τὰς σκιὰς ἐπιβάλλοντες, ἀπέκρυ‐ πτον τὸ πλῆθος τῶν ὅπλων καὶ τὴν λαμπρότητα, τοὺς δ’ ἐναντίους ὁ πρὸς τὴν σελήνην τῶν ἀσπίδων ἀντιφωτισμὸς
Nic
.

21

.

11

πολὺ πλείονας ὁρᾶσθαι καὶ λαμπροτέρους ἐποίει. τέλος δέ, πανταχόθεν αὐτοῖς ὡς ἐνέδοσαν προσκειμένων τῶν πολεμί‐ ων, φεύγοντες οἱ μὲν ὑπ’ ἐκείνων, οἱ δ’ ὑπ’ ἀλλήλων ἀπέ‐ θνῃσκον, οἱ δὲ κατὰ τῶν κρημνῶν ὀλισθαίνοντες, τοὺς δ’
5ἀποσκεδασθέντας καὶ πλανωμένους ἡμέρας ἐπιγενομένης οἱ ἱππεῖς καταλαμβάνοντες διέφθειρον. ἐγένοντο δὲ νεκροὶ δισχίλιοι, καὶ τῶν περιγενομένων ὀλίγοι μετὰ τῶν ὅπλων ἀπεσώθησαν.
Nic
.

22

.

1

Ὁ μὲν οὖν Νικίας πληγεὶς οὐκ ἀπροσδοκήτως
ᾐτιᾶτο τοῦ Δημοσθένους τὴν προπέτειαν, ἐκεῖνος δὲ περὶ τούτων ἀπολογησάμενος ἐκέλευσεν ἀποπλεῖν τὴν ταχί‐ στην· οὔτε γὰρ ἄλλην ἀφίξεσθαι δύναμιν αὐτοῖς, οὔτ’ ἀπὸ115
5τῆς παρούσης τῶν πολεμίων κρατεῖν, ὅπου γε καὶ κρατοῦν‐ τας ἐκείνων ἔδει μεταστῆναι καὶ φυγεῖν τὸ χωρίον, ἀεὶ μὲν ὡς πυνθάνονται βαρὺ καὶ νοσῶδες ὂν στρατοπέδῳ,
Nic
.

22

.

2

νῦν δ’ ὡς βλέπουσι καὶ διὰ τὴν ὥραν ὀλέθριον. μετοπώρου γὰρ ἦν ἀρχή, καὶ πολλοὶ μὲν ἠσθένουν ἤδη, πάντες δ’ ἠθύ‐ μουν. ὁ δὲ Νικίας χαλεπῶς ἤκουε τὴν φυγὴν καὶ τὸν ἀπό‐ πλουν, οὐ τῷ μὴ δεδιέναι τοὺς Συρακουσίους, ἀλλὰ τῷ
5μᾶλλον τοὺς Ἀθηναίους καὶ τὰς ἐκείνων δίκας καὶ συκο‐
Nic
.

22

.

3

φαντίας φοβεῖσθαι. δεινὸν μὲν οὖν οὐδὲν αὐτόθι προσδο‐ κᾶν ἔφασκεν, εἰ δὲ συμβαίη, μᾶλλον αἱρεῖσθαι τὸν ὑπὸ τῶν πολεμίων θάνατον ἢ τὸν ὑπὸ τῶν πολιτῶν, οὐχ ὅμοια φρο‐ νῶν οἷς ὕστερον ὁ Βυζάντιος Λέων εἶπε πρὸς τοὺς ἑαυτοῦ
5πολίτας· „βούλομαι“ γὰρ ἔφη „μᾶλλον ὑφ’ ὑμῶν ἢ μεθ’ ὑμῶν ἀποθανεῖν“· περὶ μέντοι τόπου καὶ χώρας εἰς ἣν μετάξουσι τὸ στρατόπεδον βουλεύσεσθαι καθ’ ἡσυχίαν.
Nic
.

22

.

4

ταῦτα δ’ αὐτοῦ λέγοντος, ὁ μὲν Δημοσθένης οὐδὲ τῇ προτέρᾳ γνώμῃ κατευτυχήσας ἐπαύσατο βιαζόμενος, τοῖς δ’ ἄλλοις παρέσχε τὸν Νικίαν προσδοκῶντα καὶ πιστεύ‐ οντα τοῖς ἔνδον οὕτως ἐρρωμένως ἀναμάχεσθαι περὶ τῆς
Nic
.

22

.

5

ἀποβάσεως· διὸ καὶ συνεχώρησαν. ὡς μέντοι στρατιὰ Συρα‐ κουσίοις ἐπῆλθεν ἄλλη, καὶ μᾶλλον ἥπτετο τῶν Ἀθη‐ ναίων ἡ νόσος, ἤδη καὶ τῷ Νικίᾳ συνεδόκει μεθίστασθαι, καὶ παρήγγελλε τοῖς στρατιώταις εὐτρεπεῖς εἶναι πρὸς
5ἀπόπλουν.
Nic
.

23

.

1

Ὡς δ’ ἦν ἕτοιμα ταῦτα πάντα καὶ τῶν πολεμίων
οὐδεὶς παρεφύλαττεν, ἅτε δὴ μὴ προσδοκώντων, ἐξέλιπεν ἡ σελήνη τῆς νυκτός, μέγα δέος τῷ Νικίᾳ καὶ τῶν ἄλλων τοῖς ὑπ’ ἀπειρίας ἢ δεισιδαιμονίας ἐκπεπληγμένοις τὰ116
Nic
.

23

.

2

τοιαῦτα. τοῦ μὲν γὰρ ἡλίου τὴν περὶ τὰς τριακάδας ἐπι‐ σκότησιν ἁμῶς γέ πως ἤδη συνεφρόνουν καὶ οἱ πολλοὶ γινομένην ὑπὸ τῆς σελήνης· αὐτὴν δὲ τὴν σελήνην, ᾧτινι συντυγχάνουσα καὶ πῶς αἰφνίδιον ἐκ πανσελήνου τὸ φῶς
5ἀπόλλυσι καὶ χρόας ἵησι παντοδαπάς, οὐ ῥᾴδιον ἦν κατα‐ λαβεῖν, ἀλλ’ ἀλλόκοτον ἡγοῦντο καὶ πρὸ συμφορῶν τινων
Nic
.

23

.

3

καὶ πραγμάτων μεγάλων ἐκ θεοῦ γινόμενον σημεῖον. ὁ γὰρ πρῶτος σαφέστατόν τε πάντων καὶ θαρραλεώτατον περὶ σελήνης καταυγασμῶν καὶ σκιᾶς λόγον εἰς γραφὴν καταθέμενος Ἀναξαγόρας οὔτ’ αὐτὸς ἦν παλαιὸς οὔθ’ ὁ
5λόγος ἔνδοξος, ἀλλ’ ἀπόρρητος ἔτι καὶ δι’ ὀλίγων καὶ μετ’
Nic
.

23

.

4

εὐλαβείας τινὸς ἢ πίστεως βαδίζων. οὐ γὰρ ἠνείχοντο τοὺς φυσικοὺς καὶ μετεωρολέσχας τότε καλουμένους, ὡς εἰς αἰτίας ἀλόγους καὶ δυνάμεις ἀπρονοήτους καὶ κατηναγκα‐ σμένα πάθη διατρίβοντας τὸ θεῖον, ἀλλὰ καὶ Πρωταγόρας
5ἔφυγε, καὶ Ἀναξαγόραν εἱρχθέντα μόλις περιεποιήσατο Περικλῆς, καὶ Σωκράτης, οὐδὲν αὐτῷ τῶν γε τοιούτων
Nic
.

23

.

5

προσῆκον, ὅμως ἀπώλετο διὰ φιλοσοφίαν. ὀψὲ δ’ ἡ Πλά‐ τωνος ἐκλάμψασα δόξα διὰ τὸν βίον τοῦ ἀνδρός, καὶ ὅτι ταῖς θείαις καὶ κυριωτέραις ἀρχαῖς ὑπέταξε τὰς φυσικὰς ἀνάγκας, ἀφεῖλε τὴν τῶν λόγων τούτων διαβολὴν καὶ τοῖς
Nic
.

23

.

6

μαθήμασιν εἰς ἅπαντας ὁδὸν ἐνέδωκεν. ὁ γοῦν ἑταῖρος αὐτοῦ Δίων, καθ’ ὃν χρόνον ἔμελλεν ἄρας ἐκ Ζακύνθου πλεῖν ἐπὶ Διονύσιον ἐκλιπούσης τῆς σελήνης, οὐδὲν διατα‐ ραχθεὶς ἀνήχθη, καὶ κατασχὼν ἐν Συρακούσαις ἐξέβαλε
Nic
.

23

.

7

τὸν τύραννον. τῷ μέντοι Νικίᾳ συνηνέχθη τότε μηδὲ μάν‐
τιν ἔχειν ἔμπειρον· ὁ γὰρ συνήθης αὐτοῦ καὶ τὸ πολὺ τῆς δεισιδαιμονίας ἀφαιρῶν Στιλβίδης ἐτεθνήκει μικρὸν ἔμ‐117
Nic
.

23

.

8

προσθεν. ἐπεὶ τὸ σημεῖον, ὥς φησι Φιλόχορος (FGrH 328 F 135), φεύγουσιν οὐκ ἦν πονηρόν, ἀλλὰ καὶ πάνυ χρηστόν· ἐπι‐ κρύψεως γὰρ αἱ σὺν φόβῳ πράξεις δέονται, τὸ δὲ φῶς
Nic
.

23

.

9

πολέμιόν ἐστιν αὐταῖς, ἄλλως τε καὶ τῶν περὶ ἥλιον καὶ σελήνην ἐπὶ τρεῖς ἡμέρας ἐποιοῦντο φυλακήν, ὡς Αὐτο‐ κλείδης διέγραψεν ἐν τοῖς ἐξηγητικοῖς· ὁ δὲ Νικίας ἄλλην ἔπεισε σελήνης ἀναμένειν περίοδον, ὥσπερ οὐκ εὐθὺς
5θεασάμενος αὐτὴν ἀποκαθαρθεῖσαν, ὅτε τὸν σκιερὸν τόπον καὶ ὑπὸ τῆς γῆς ἀντιφραττόμενον παρῆλθε.
Nic
.

24

.

1

Μικροῦ δὲ πάντων ἀφέμενος τῶν ἄλλων, ἔθυε καὶ διεμαντεύετο καθήμενος, ἕως ἐπῆλθον αὐτοῖς οἱ πολέ‐ μιοι, τῷ μὲν πεζῷ τὰ τείχη καὶ τὸ στρατόπεδον αὐτῶν πολιορκοῦντες, ταῖς δὲ ναυσὶ κύκλῳ τὸν λιμένα περιλαμ‐
5βάνοντες, οὐκ αὐτοὶ μόνον ταῖς τριήρεσιν, ἀλλὰ καὶ τὰ παιδάρια παντοχόθεν ἐπιβαίνοντα τῶν ἁλιάδων καὶ ταῖς σκάφαις προσπλέοντα προὐκαλεῖτο τοὺς Ἀθηναίους καὶ
Nic
.

24

.

2

προὐπηλάκιζεν. ὧν ἕνα, παῖδα γνωρίμων γονέων Ἡρα‐ κλείδην, προεξελάσαντα τῷ πλοίῳ ναῦς Ἀττικὴ διώκουσα κατελάμβανε. δείσας δὲ περὶ αὐτοῦ Πόλλιχος ὁ θεῖος ἀντε‐ λαύνει δέκα τριήρεσιν ὧν ἦρχεν· οἱ δ’ ἄλλοι περὶ τοῦ Πολ‐
Nic
.

24

.

3

λίχου φοβηθέντες ὡσαύτως ἀνήγοντο, καὶ ναυμαχίας ἰσχυ‐ ρᾶς γενομένης ἐνίκησαν οἱ Συρακούσιοι, καὶ τὸν Εὐρυμέ‐
Nic
.

24

.

4

δοντα πολλῶν μετ’ ἄλλων διέφθειραν. ἦν οὖν οὐκέτι μένειν ἀνασχετὸν τοῖς Ἀθηναίοις, ἀλλὰ τῶν στρατηγῶν κατε‐ βόων, πεζῇ κελεύοντες ἀναχωρεῖν. καὶ γὰρ οἱ Συρακούσιοι νικήσαντες εὐθὺς ἐνέφραξαν καὶ ἀπέκλεισαν τὸν διέκπλουν
Nic
.

24

.

5

τοῦ λιμένος. οἱ δὲ περὶ τὸν Νικίαν τοῦτο μὲν οὐκ ἐπείθοντο·
δεινὸν γὰρ ἦν ἀπολιπεῖν ὁλκάδας τε πολλὰς καὶ τριήρεις ὀλίγον ἀριθμῷ διακοσίων ἀποδεούσας· ἐμβιβάσαντες δὲ τῶν πεζῶν τοὺς ἀρίστους καὶ τῶν ἀκοντιστῶν τοὺς ἀλκι‐118
5μωτάτους, ἐπλήρωσαν ἑκατὸν καὶ δέκα τριήρεις· αἱ γὰρ
Nic
.

24

.

6

ἄλλαι ταρσῶν ἐνδεεῖς ἦσαν. τὸν δὲ λοιπὸν ὄχλον ἔστησε παρὰ θάλασσαν ὁ Νικίας, ἐκλιπὼν τὸ μέγα στρατόπεδον καὶ τὰ τείχη τὰ συνάπτοντα πρὸς τὸ Ἡράκλειον, ὥστε μὴ τεθυκότων τὴν εἰθισμένην θυσίαν τῷ Ἡρακλεῖ τῶν Συρα‐
5κουσίων, θῦσαι τότε τοὺς ἱερεῖς καὶ στρατηγοὺς ἀνα‐ βάντας, ἤδη [δὲ] πληρουμένων τῶν τριήρων.
Nic
.

25

.

1

Ἐπεὶ δ’ οἱ μάντεις τοῖς Συρακουσίοις ἀπήγγειλαν ἐκ τῶν ἱερῶν λαμπρότητα καὶ νίκην μὴ καταρχομένοις μάχης ἀλλ’ ἀμυνομένοις—καὶ γὰρ τὸν Ἡρακλέα πάντων κρατεῖν ἀμυνόμενον καὶ προεπιχειρούμενον—ἀνήχθησαν.
Nic
.

25

.

2

ἡ δὲ ναυμαχία πολὺ μεγίστη καὶ καρτερωτάτη γενομένη, καὶ μηδὲν ἐλάττονα πάθη καὶ θορύβους παρασχοῦσα τοῖς θεωμένοις ἢ τοῖς ἀγωνιζομένοις διὰ τὴν παντὸς ἐπίβλεψιν τοῦ ἔργου, ποικίλας μεταβολὰς καὶ ἀπροσδοκήτους ἐν
5ὀλίγῳ λαμβάνοντος, ἔβλαπτε ταῖς αὐτῶν παρασκευαῖς
Nic
.

25

.

3

οὐχ ἧττον τῶν πολεμίων τοὺς Ἀθηναίους. ἀθρόαις γὰρ ἐμάχοντο ταῖς ναυσὶ καὶ βαρείαις πρὸς κούφας ἀλλαχόθεν ἄλλας ἐπιφερομένας, καὶ βαλλόμενοι λίθοις ὁμοίαν ἔχουσι τὴν πληγὴν πανταχόθεν, ἀντέβαλλον ἀκοντίοις καὶ τοξεύ‐
5μασιν, ὧν ὁ σάλος τὴν εὐθυβολίαν διέστρεφεν, ὥστε μὴ
Nic
.

25

.

4

πάντα κατ’ αἰχμὴν προσφέρεσθαι. ταῦτα δ’ Ἀρίστων ὁ Κορίνθιος κυβερνήτης ἐδίδαξε τοὺς Συρακουσίους, καὶ παρὰ τὴν μάχην αὐτὴν ἀγωνιζόμενος προθύμως ἔπεσεν,
Nic
.

25

.

5

ἤδη κρατούντων τῶν Συρακουσίων. γενομένης δὲ μεγάλης τροπῆς καὶ φθορᾶς, ἡ μὲν κατὰ θάλασσαν φυγὴ τοῖς Ἀθη‐
ναίοις ἀπεκέκοπτο· χαλεπὴν δὲ καὶ τὴν διὰ γῆς σωτηρίαν ὁρῶντες, οὔτε ναῦς ἀφέλκοντας ἐγγύθεν ἔτι τοὺς πολεμίους119
5ἐκώλυον, οὔτε νεκρῶν ᾔτησαν ἀναίρεσιν, ἅτε δὴ τῆς ἐκεί‐ νων ἀταφίας τὴν τῶν νοσούντων καὶ τετρωμένων ἀπόλει‐ ψιν οἰκτροτέραν οὖσαν ἤδη πρὸ ὀφθαλμῶν ἔχοντες, αὑ‐ τοὺς δὲ κἀκείνων ἐπιπονωτέρους ἡγούμενοι, μετὰ πλει‐ όνων κακῶν ἐπὶ τὸ αὐτὸ πάντως ἀφιξομένους τέλος.
Nic
.

26

.

1

Ὡρμημένων δ’ αὐτῶν ἀπαίρειν διὰ νυκτός, οἱ μὲν περὶ τὸν Γύλιππον, ὁρῶντες ἐν θυσίαις καὶ πότοις τοὺς Συρακουσίους διά τε τὴν νίκην καὶ τὴν ἑορτὴν ὄντας, οὔτε πείσειν οὔτε βιάσεσθαι προσεδόκων ἀναστάντας ἤδη προσ‐
5φέρεσθαι τοῖς πολεμίοις ἀπιοῦσιν, Ἑρμοκράτης δ’ αὐτὸς ἀφ’ ἑαυτοῦ συνθεὶς ἐπὶ τὸν Νικίαν ἀπάτην, ἔπεμψέ τινας τῶν ἑταίρων πρὸς αὐτόν, ἀπ’ ἐκείνων μὲν δῆθεν ἥκειν τῶν ἀνδρῶν φάσκοντας οἳ καὶ πρότερον εἰώθεσαν κρύφα τῷ Νικίᾳ διαλέγεσθαι, παραινοῦντας δὲ μὴ πορεύεσθαι τῆς
10νυκτός, ὡς τῶν Συρακουσίων ἐνέδρας πεποιημένων αὐτοῖς
Nic
.

26

.

2

καὶ προκατεχόντων τὰς παρόδους. τούτῳ δὲ καταστρατη‐ γηθεὶς ὁ Νικίας διέμεινεν ἃ ψευδῶς ἔδεισεν ὑπὸ τῶν πολε‐ μίων ἀληθῶς παθεῖν. προελθόντες γὰρ ἅμ’ ἡμέρᾳ τὰς δυσχωρίας τῶν ὁδῶν κατέλαβον, καὶ τὰς διαβάσεις τῶν
5ποταμῶν ἀπετείχισαν, τάς τε γεφύρας ἀπέκοψαν, ἔν τε τοῖς ὁμαλέσι καὶ πεδινοῖς τοὺς ἱππεῖς ἔταξαν, ὥστε μηδένα λελεῖφθαι τοῖς Ἀθηναίοις τόπον τὸ παράπαν ἀμαχεὶ προελ‐
Nic
.

26

.

3

θεῖν. οἱ δὲ καὶ τὴν ἡμέραν ἐκείνην καὶ τὴν νύκτα τὴν ἑτέ‐ ραν ἐπιμείναντες, ἐπορεύοντο κλαυθμῷ καὶ ὀλοφυρμῷ,
καθάπερ ἐκ πατρίδος, οὐ πολεμίας, ἀνιστάμενοι, διὰ τὰς ἀπορίας τῶν ἀναγκαίων καὶ τὰς ἀπολείψεις τῶν ἀδυνά‐120
5των φίλων καὶ συνήθων, ὅμως τὰ παρόντα κακὰ κουφό‐
Nic
.

26

.

4

τερα τῶν προσδοκωμένων νομίζοντες εἶναι. πολλῶν δὲ δει‐ νῶν ἐν τῷ στρατοπέδῳ φαινομένων, οὐδὲν ἦν οἰκτρότερον αὐτοῦ Νικίου θέαμα, κεκακωμένου μὲν ὑπὸ τῆς ἀσθενείας, συνεσταλμένου δὲ παρ’ ἀξίαν εἰς ἀναγκαίαν δίαιταν καὶ
5τὰ μικρότατα τῶν ἐφοδίων εἰς τὸ σῶμα πολλῶν διὰ τὴν νόσον δεόμενον, πράττοντος δὲ μετ’ ἀρρωστίας καὶ καρτε‐ ροῦντος ἃ πολλοὶ τῶν ἐρρωμένων μόλις ὑπέμενον, κατα‐ φανοῦς δὲ πᾶσιν ὄντος οὐ δι’ ἑαυτὸν οὐδὲ τῷ φιλοψυχεῖν τοῖς πόνοις ἐμμένοντος, ἀλλὰ δι’ ἐκείνους τὴν ἐλπίδα μὴ
Nic
.

26

.

5

προϊεμένου. καὶ γὰρ εἰς δάκρυα καὶ ὀδυρμοὺς τῶν ἄλλων ὑπὸ φόβου καὶ λύπης τρεπομένων, ἐκεῖνος εἴ ποτε βια‐ σθείη τοῦτο ποιῆσαι, δῆλος ἦν τὸ αἰσχρὸν καὶ τὸ ἀκλεὲς τῆς στρατείας ἀναλογιζόμενος πρὸς τὸ μέγεθος καὶ τὴν δόξαν
Nic
.

26

.

6

ὧν ἤλπιζε κατορθώσειν. οὐ μόνον δ’ αὐτοῦ τὴν ὄψιν ὁρῶν‐ τες, ἀλλὰ καὶ τῶν λόγων μνημονεύοντες καὶ τῶν παραι‐ νέσεων, ἃς ἐποιήσατο κωλύων τὸν ἔκπλουν, ἔτι μᾶλλον ἐνόμιζον ἀναξίως ταλαιπωρεῖν, καὶ πρὸς τὰς ἐκ θεῶν
5ἐλπίδας ἀθύμως εἶχον, ἐννοοῦντες ὡς ἀνὴρ θεοφιλὴς καὶ πολλὰ καὶ μεγάλα λαμπρυνάμενος πρὸς τὸ θεῖον οὐδενὸς ἐπιεικεστέρᾳ τύχῃ χρῆται τῶν κακίστων ἐν τῷ στρατεύ‐ ματι καὶ ταπεινοτάτων.
Nic
.

27

.

1

Οὐ μὴν ἀλλ’ ὅ γε Νικίας ἐπειρᾶτο καὶ φωνῇ καὶ προσώπῳ καὶ δεξιώσει κρείττων ὁρᾶσθαι τῶν δεινῶν, καὶ παρὰ πᾶσάν γε τὴν πορείαν ἐφ’ ἡμέρας ὀκτὼ βαλλό‐ μενος καὶ τραυματιζόμενος ὑπὸ τῶν πολεμίων ἀήττητον
5διεφύλαττε τὴν σὺν ἑαυτῷ δύναμιν, ἄχρι οὗ Δημοσθένης
ἑάλω καὶ τὸ μετ’ ἐκείνου στράτευμα, περὶ τὴν Πολυζή‐ λειον αὐλὴν ἐν τῷ διαμάχεσθαι καὶ ὑπολείπεσθαι κυκλω‐121
Nic
.

27

.

2

θέν, αὐτός τε Δημοσθένης σπασάμενος ξίφος ἔπληξε μὲν ἑαυτόν, οὐ μὴν ἀπέθανε, ταχὺ τῶν πολεμίων περισχόντων
Nic
.

27

.

3

καὶ συλλαβόντων αὐτόν. ὡς δὲ τῷ Νικίᾳ προσελάσαντες ἔφραζον οἱ Συρακούσιοι, καὶ πέμψας ἱππέας ἔγνω τὴν ἐκείνου τοῦ στρατεύματος ἅλωσιν, ἠξίου σπείσασθαι πρὸς τὸν Γύλιππον, ὅπως ἀφῶσι τοὺς Ἀθηναίους ἐκ Σικελίας,
5ὅμηρα λαβόντες ὑπὲρ τῶν χρημάτων ὅσα Συρακουσίοις
Nic
.

27

.

4

ἀνήλωτο πρὸς τὸν πόλεμον. οἱ δ’ οὐ προσεῖχον, ἀλλὰ πρὸς ὕβριν καὶ μετ’ ὀργῆς ἀπειλοῦντες καὶ λοιδοροῦντες ἔβαλλον, ἤδη πάντων ἐνδεῶς ἔχοντα τῶν ἀναγκαίων. οὐ μὴν ἀλλὰ καὶ τὴν νύκτα διεκαρτέρησε καὶ τὴν ἐπιοῦσαν ἡμέραν
Nic
.

27

.

5

προῄει βαλλόμενος πρὸς τὸν Ἀσίναρον ποταμόν. ἐκεῖ δὲ τοὺς μὲν οἱ πολέμιοι συνεπελθόντες ἐνέσεισαν εἰς τὸ ῥεῖ‐ θρον, οἱ δὲ φθάνοντες ὑπὸ δίψους ἐρρίπτουν αὑτούς, καὶ πλεῖστος ἐνταῦθα φθόρος ἦν καὶ ὠμότατος ἐν τῷ ποταμῷ
5πινόντων ἅμα καὶ σφαττομένων, ἄχρι Νικίας Γυλίππῳ προσπεσὼν εἶπεν· „ἔλεος ὑμᾶς ὦ Γύλιππε λαβέτω νικῶν‐ τας, ἐμοῦ μὲν μηθείς, ὃς ἐπὶ τηλικαύταις εὐτυχίαις ὄνομα καὶ δόξαν ἔσχον, τῶν δ’ ἄλλων Ἀθηναίων, ἐννοηθέντας ὅτι κοιναὶ μὲν αἱ τύχαι τοῦ πολέμου, μετρίως δ’ αὐταῖς
10καὶ πρᾴως ἐχρήσαντο ἐν οἷς εὐτύχουν Ἀθηναῖοι πρὸς
Nic
.

27

.

6

ὑμᾶς.“ τοιαῦτα τοῦ Νικίου λέγοντος, ἔπαθε μέν τι καὶ πρὸς τὴν ὄψιν αὐτοῦ καὶ πρὸς τοὺς λόγους ὁ Γύλιππος· ᾔδει γὰρ τοὺς Λακεδαιμονίους εὖ πεπονθότας ὑπ’ αὐτοῦ περὶ τὰς γενομένας διαλύσεις, μέγα δ’ ἡγεῖτο πρὸς δόξαν,
Nic
.

27

.

7

εἰ ζῶντας ἀπάγοι τοὺς ἀντιστρατήγους. διὸ τόν τε Νικίαν ἀναλαβὼν ἐθάρρυνε, καὶ τοὺς ἄλλους ζωγρεῖν παρήγγειλε. βραδέως δὲ τοῦ παραγγέλματος διικνουμένου, πολλῷ τῶν
φονευθέντων ἐλάττους οἱ διασωθέντες ἐγένοντο· καίτοι122
Nic
.

27

.

8

πολλοὶ διεκλάπησαν ὑπὸ τῶν στρατιωτῶν. τοὺς δὲ φανε‐ ρῶς ἑαλωκότας ἀθροίσαντες, τὰ μὲν κάλλιστα καὶ μέγιστα δένδρα τῶν παρὰ τὸν ποταμὸν ἀνέδησαν αἰχμαλώτοις πανοπλίαις, ἐστεφανωμένοι δ’ αὐτοὶ καὶ κοσμήσαντες
Nic
.

27

.

9

〈τοὺς ἑαυτῶν〉 ἵππους διαπρεπῶς, κείραντες δὲ τοὺς τῶν πολεμίων, εἰσήλαυνον εἰς τὴν πόλιν, ἀγῶνα λαμπρότατον ὧν Ἕλληνες πρὸς Ἕλληνας ἠγωνίσαντο καὶ νίκην τελειοτά‐ την κράτει πλείστῳ καὶ ῥώμῃ μεγίστῃ προθυμίας καὶ
5ἀρετῆς κατωρθωκότες.
Nic
.

28

.

1

Ἐκκλησίας δὲ πανδήμου Συρακουσίων καὶ τῶν συμ‐ μάχων γενομένης, Εὐρυκλῆς ὁ δημαγωγὸς ἔγραψε, πρῶτον μὲν τὴν ἡμέραν ἐν ᾗ τὸν Νικίαν ἔλαβον ἱερὰν ἔχειν, θύον‐ τας καὶ σχολάζοντας ἔργων, Ἀσιναρίαν τὴν ἑορτὴν ἀπὸ
Nic
.

28

.

2

τοῦ ποταμοῦ καλοῦντας· ἡμέρα δ’ ἦν τετρὰς φθίνοντος τοῦ Καρνείου μηνός, ὃν Ἀθηναῖοι Μεταγειτνιῶνα προσ‐ αγορεύουσι· τῶν δ’ Ἀθηναίων τοὺς μὲν οἰκέτας ἀποδό‐ σθαι καὶ τοὺς ἄλλους συμμάχους, αὐτοὺς δὲ καὶ τοὺς ἀπὸ
5Σικελίας φρουρεῖν ἐμβαλόντας εἰς τὰς λατομίας πλὴν τῶν
Nic
.

28

.

3

στρατηγῶν, ἐκείνους δ’ ἀποκτεῖναι. ταῦτα προσδεχο‐ μένων τῶν Συρακουσίων, Ἑρμοκράτης μὲν εἰπὼν ὅτι τοῦ νικᾶν κρεῖττόν ἐστι τὸ καλῶς χρῆσθαι τῇ νίκῃ, οὐ μετρίως ἐθορυβήθη, Γύλιππον δὲ τοὺς στρατηγοὺς τῶν Ἀθηναίων
5ἐξαιτούμενον ζῶντας ἀγαγεῖν Λακεδαιμονίοις ὑβρίζοντες ἤδη τοῖς εὐτυχήμασιν οἱ Συρακούσιοι κακῶς ἔλεγον, ἄλλως τε καὶ παρὰ τὸν πόλεμον αὐτοῦ τὴν τραχύτητα καὶ
Nic
.

28

.

4

τὸ Λακωνικὸν τῆς ἐπιστασίας οὐ ῥᾳδίως ἐνηνοχότες, ὡς δὲ Τίμαιός (FGrH 566 F 100b) φησι, καὶ μικρολογίαν τινὰ
καὶ πλεονεξίαν κατεγνωκότες, ἀρρώστημα πατρῷον ἐφ’ ᾧ καὶ Κλεανδρίδης ὁ πατὴρ αὐτοῦ δώρων ἁλοὺς ἔφυγε,123
5καὶ οὗτος αὐτὸς ἀπὸ τῶν χιλίων ταλάντων, ἃ Λύσανδρος ἔπεμψεν εἰς Σπάρτην, ὑφελόμενος τριάκοντα καὶ κρύψας ὑπὸ τὸν ὄροφον τῆς οἰκίας, εἶτα μηνυθείς, αἴσχιστα πάν‐ των ἐξέπεσεν. ἀλλὰ ταῦτα μὲν ἐν τῷ Λυσάνδρου βίῳ
Nic
.

28

.

5

(cap. 16) μᾶλλον διηκρίβωται. Δημοσθένην δὲ καὶ Νικίαν ἀποθανεῖν Τίμαιος οὔ φησιν ὑπὸ Συρακουσίων κελευ‐ σθέντας, ὡς Φίλιστος (FGrH 556 F 55) ἔγραψε καὶ Θουκυ‐ δίδης (7, 86), ἀλλ’ Ἑρμοκράτους πέμψαντος, ἔτι τῆς ἐκκλη‐
5σίας συνεστώσης, καὶ δι’ ἑνὸς τῶν φυλαττόντων παρέντος αὐτοὺς δι’ αὑτῶν ἀποθανεῖν· τὰ μέντοι σώματα πρὸς ταῖς πύλαις ἐκβληθέντα κεῖσθαι φανερὰ τοῖς δεομένοις τοῦ
Nic
.

28

.

6

θεάματος. πυνθάνομαι δὲ μέχρι νῦν ἐν Συρακούσαις ἀσπίδα κειμένην πρὸς ἱερῷ δείκνυσθαι, Νικίου μὲν λεγομένην, χρυσοῦ δὲ καὶ πορφύρας εὖ πως πρὸς ἄλληλα μεμειγμέ‐ νων δι’ ὑφῆς συγκεκροτημένην.
Nic
.

29

.

1

Τῶν δ’ Ἀθηναίων οἱ μὲν πλεῖστοι διεφθάρησαν ἐν ταῖς λατομίαις ὑπὸ νόσου καὶ διαίτης πονηρᾶς, εἰς ἡμέραν ἑκάστην κοτύλας δύο κριθῶν λαμβάνοντες καὶ μίαν ὕδα‐ τος, οὐκ ὀλίγοι δ’ ἐπράθησαν διακλαπέντες ἢ καὶ δια‐
Nic
.

29

.

2

λαθόντες ὡς οἰκέται. καὶ τούτους ὡς οἰκέτας ἐπώλουν στίζοντες ἵππον εἰς τὸ μέτωπον· ἀλλ’ † ἦσαν οἱ καὶ τοῦτο πρὸς τῷ δουλεύειν ὑπομένοντες. ἐβοήθει δὲ τούτοις ἥ τ’ αἰδὼς καὶ τὸ κόσμιον· ἢ γὰρ ἠλευθεροῦντο ταχέως,
5ἢ τιμώμενοι παρέμενον τοῖς κεκτημένοις. ἔνιοι δὲ καὶ δι’
Nic
.

29

.

3

Εὐριπίδην ἐσώθησαν. μάλιστα γὰρ ὡς ἔοικε τῶν ἐκτὸς Ἑλλήνων ἐπόθησαν αὐτοῦ τὴν μοῦσαν οἱ περὶ Σικελίαν, καὶ μικρὰ τῶν ἀφικνουμένων ἑκάστοτε δείγματα καὶ γεύ‐ ματα κομιζόντων ἐκμανθάνοντες ἀγαπητῶς μετεδίδοσαν124
Nic
.

29

.

4

ἀλλήλοις. τότε γοῦν φασι τῶν σωθέντων οἴκαδε συχνοὺς ἀσπάζεσθαί τε τὸν Εὐριπίδην φιλοφρόνως, καὶ διηγεῖ‐ σθαι τοὺς μὲν ὅτι δουλεύοντες ἀφείθησαν, ἐκδιδάξαντες ὅσα τῶν ἐκείνου ποιημάτων ἐμέμνηντο, τοὺς δ’ ὅτι πλα‐
5νώμενοι μετὰ τὴν μάχην τροφῆς καὶ ὕδατος μετελάμβανον
Nic
.

29

.

5

τῶν μελῶν ᾄσαντες. οὐ δεῖ δὴ θαυμάζειν ὅτι τοὺς Καυ‐ νίους φασὶ πλοίου προσφερομένου τοῖς λιμέσιν ὑπὸ λῃστρί‐ δων διωκομένου μὴ δέχεσθαι τὸ πρῶτον, ἀλλ’ ἀπείργειν, εἶτα μέντοι διαπυνθανομένους εἰ γιγνώσκουσιν ᾄσματα
5τῶν Εὐριπίδου, φησάντων δ’ ἐκείνων, οὕτω παρεῖναι καὶ συγκαταγαγεῖν τὸ πλοῖον.
Nic
.

30

.

1

Ἀθηναίοις δέ φασι τὴν συμφορὰν οὐχ ἥκιστα διὰ τὸν ἄγγελον ἄπιστον γενέσθαι. ξένος γάρ τις ὡς ἔοικεν ἀποβὰς εἰς Πειραιᾶ καὶ καθίσας ἐπὶ κουρεῖον, ὡς ἐγνω‐ κότων ἤδη τῶν Ἀθηναίων λόγους ἐποιεῖτο περὶ τῶν γεγο‐
Nic
.

30

.

2

νότων. ὁ δὲ κουρεὺς ἀκούσας, πρὶν ἄλλους πυνθάνεσθαι, δρόμῳ συντείνας εἰς τὸ ἄστυ καὶ προσβαλὼν τοῖς ἄρχου‐ σιν εὐθὺς κατ’ ἀγορὰν ἐνέβαλε τὸν λόγον. ἐκπλήξεως δὲ καὶ ταραχῆς ὡς εἰκὸς γενομένης, οἱ μὲν ἄρχοντες ἐκκλησί‐
Nic
.

30

.

3

αν συναγαγόντες εἰσήγαγον τὸν ἄνθρωπον· ὡς δ’ ἐρω‐ τώμενος παρ’ οὗ πύθοιτο, σαφὲς οὐδὲν εἶχε φράζειν, δόξας λογοποιὸς εἶναι καὶ ταράττειν τὴν πόλιν, εἰς τὸν τροχὸν καταδεθεὶς ἐστρεβλοῦτο πολὺν χρόνον, ἕως ἐπῆλθον οἱ τὸ
5πᾶν κακὸν ὡς εἶχεν ἀπαγγέλλοντες. οὕτω μόλις ὁ Νικίας
ἐπιστεύθη παθὼν ἃ πολλάκις αὐτοῖς προεῖπεν.125