TLG 0007 037 :: PLUTARCHUS :: Comparatio Cimonis et Luculli

PLUTARCHUS Biogr. Phil.
(Chaeronensis: A.D. 1–2)

Comparatio Cimonis et Luculli

Source: Ziegler, K. (ed.), Plutarchi vitae parallelae, vol. 1.1, 4th edn. Leipzig: Teubner, 1969: 419–423.

Citation: Chapter — section — (line)

1

.

1

Μάλιστα δ’ ἄν τις εὐδαιμονίσειε τοῦ τέλους Λεύκολλον, ὅτι πρὸ τῆς μεταβολῆς, ἣν ἤδη κατὰ τῆς πολιτείας ἐτεκταίνετο τοῖς ἐμφυλίοις πολέμοις τὸ πεπρω‐ μένον, ἔφθη προαποθανὼν καὶ καταλύσας ἐν νοσούσῃ
5μέν, ἔτι δ’ ἐλευθέρᾳ τῇ πατρίδι τὸν βίον. καὶ τοῦτό γε

1

.

2

πάντων αὐτῷ πρὸς Κίμωνα κοινότατόν ἐστι. καὶ γὰρ ἐκεῖνος οὔπω συντεταραγμένων τῶν Ἑλληνικῶν, ἀλλ’ ἀκ‐ μὴν ἐχόντων ἐτελεύτησεν, ἐπὶ στρατοπέδου μέντοι καὶ στρατηγῶν, οὐκ ἀπειρηκὼς οὐδ’ ἀλύων, οὐδὲ τῶν ὅπλων
5καὶ τῶν στρατηγιῶν καὶ τῶν τροπαίων ἔπαθλον ποιού‐ μενος εὐωχίας καὶ πότους, ὥσπερ Πλάτων (res publ. 363c) ἐπισκώπτει τοὺς περὶ τὸν Ὀρφέα, τοῖς εὖ βεβιω‐ κόσι φάσκοντας ἀποκεῖσθαι γέρας ἐν Ἅιδου μέθην αἰώ‐

1

.

3

νιον. σχολὴ μὲν οὖν καὶ ἡσυχία καὶ διατριβὴ περὶ λόγους ἡδονήν τινα καὶ θεωρίαν ἔχοντας εὐπρεπέστατον ἀνδρὶ πρεσβύτῃ καὶ πεπαυμένῳ πολέμων καὶ πολιτείας παρα‐
μύθιον· τὸ δ’ ἐφ’ ἡδονὴν ὡς τέλος καταστρέψαντα τὰς419
5καλὰς πράξεις ἤδη λοιπὸν Ἀφροδίσια τῶν πολέμων καὶ στρατηγιῶν ἄγοντα παίζειν καὶ τρυφᾶν οὐκ ἄξιον τῆς καλῆς Ἀκαδημείας, οὐδὲ τὸν Ξενοκράτη ζηλοῦντος, ἀλλ’

1

.

4

ἐγκεκλικότος πρὸς τὸν Ἐπίκουρον. ὃ καὶ θαυμαστόν ἐστιν· ὑπεναντίως γὰρ ἡ νεότης τοῦ μὲν ἐπίψογος καὶ ἀκόλαστος γεγονέναι δοκεῖ, τοῦ δὲ πεπαιδευμένη καὶ σώφρων. βελτίων οὖν ᾧ πρὸς τὸ βέλτιον ἡ μεταβολή·
5χρηστοτέρα γὰρ ἡ φύσις ἐν ᾗ γηρᾷ μὲν τὸ χεῖρον, ἐπα‐ κμάζει δὲ τὸ ἄμεινον.

1

.

5

Καὶ μὴν ὁμοίως γε πλουτήσαντες οὐχ ὁμοίως διέ‐ θεντο τὸν πλοῦτον. οὐ γὰρ ἄξιον ὁμοιῶσαι τῷ νοτίῳ τείχει τῆς ἀκροπόλεως, ὃ τοῖς ὑπὸ Κίμωνος κομισθεῖσιν ἐτελέσθη χρήμασι, τοὺς ἐν Νέᾳ πόλει θαλάμους καὶ
5τὰς περικλύστους ἀπόψεις, ἃς Λεύκολλος ἀπὸ τῶν βαρ‐ βαρικῶν ἐξῳκοδόμει λαφύρων· οὐδέ γε τῇ Κίμωνος τρα‐ πέζῃ τὴν Λευκόλλου παραβαλεῖν, τῇ δημοκρατικῇ καὶ

1

.

6

φιλανθρώπῳ τὴν πολυτελῆ καὶ σατραπικήν. ἡ μὲν γὰρ ἀπὸ μικρᾶς δαπάνης πολλοὺς καθ’ ἡμέραν διέτρεφεν, ἡ δ’ εἰς ὀλίγους τρυφῶντας ἀπὸ πολλῶν παρεσκευάζετο

1

.

7

χρημάτων. εἰ μὴ νὴ Δία τῶν πραγμάτων ἐποίει διαφορὰν ὁ χρόνος· ἄδηλον γὰρ εἰ καὶ Κίμων ἀπὸ τῶν πράξεων καὶ στρατηγιῶν εἰς ἀπόλεμον καὶ ἀπολίτευτον γῆρας ἀφεὶς αὑτόν, ἔτι μᾶλλον ἂν ἐχρήσατο σοβαρᾷ καὶ πρὸς
5ἡδονὴν ἀνειμένῃ διαίτῃ· καὶ γὰρ φιλοπότης καὶ πανηγυ‐ ρικὸς καὶ τὰ πρὸς γυναῖκας ὡς προείρηται διαβεβλημέ‐

1

.

8

νος. αἱ δὲ περὶ τὰς πράξεις καὶ τοὺς ἀγῶνας κατορθώ‐ σεις, ἡδονὰς ἑτέρας ἔχουσαι, τῶν χειρόνων ἐπιθυμιῶν ἀσχολίαν ποιοῦσι καὶ λήθην ταῖς πολιτικαῖς καὶ φιλοτί‐ μοις φύσεσιν. εἰ γοῦν καὶ Λεύκολλος ἐτελεύτησεν ἀγω‐
5νιζόμενος καὶ στρατηγῶν, οὐδ’ ἂν ὁ ψογερώτατος καὶ φιλομεμφότατος εὑρεῖν μοι δοκεῖ διαβολὴν ἐπ’ αὐτόν.
καὶ ταῦτα μὲν περὶ τῆς διαίτης.420

2

.

1

Ἐν δὲ τοῖς πολεμικοῖς ὅτι μὲν ἀμφότεροι καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν ἀγαθοὶ γεγόνασιν ἀγω‐ νισταί, δῆλον· ὥσπερ δὲ τῶν ἀθλητῶν τοὺς ἡμέρᾳ μιᾷ πάλῃ [μιᾷ] καὶ παγκρατίῳ στεφανουμένους ἔθει τινὶ
5παραδοξονίκας καλοῦσιν, οὕτω Κίμων, ἐν ἡμέρᾳ μιᾷ πεζομαχίας καὶ ναυμαχίας ἅμα τροπαίῳ στεφανώσας τὴν Ἑλλάδα, δίκαιός ἐστιν ἔχειν τινὰ προεδρίαν ἐν τοῖς στρα‐

2

.

2

τηγοῖς. καὶ μὴν Λευκόλλῳ μὲν ἡ πατρίς, Κίμων δὲ τῇ πατρίδι τὴν ἡγεμονίαν περιέθηκε, καὶ ὁ μὲν ἀρχούσῃ τῶν συμμάχων προσεκτήσατο τὰ τῶν πολεμίων, ὁ δ’ ἄλ‐ λοις ἑπομένην παραλαβών, ἅμα καὶ τῶν συμμάχων ἄρ‐
5χειν καὶ τῶν πολεμίων κρατεῖν ἐποίησε, Πέρσας μὲν ἀναγκάσας ἡττηθέντας ἐκβῆναι τῆς θαλάσσης, Λακεδαι‐ μονίους δὲ πείσας ἑκόντας ἐκστῆναι.

2

.

3

Εἰ τοίνυν μέγιστον ἔργον ἡγεμόνος εὐπείθειαν 〈ἐν〉‐ εργάσασθαι δι’ εὐνοίας, Λεύκολλος μὲν ὑπὸ τῶν στρα‐ τιωτῶν κατεφρονήθη, Κίμων δ’ ὑπὸ τῶν συμμάχων ἐθαυ‐ μάσθη· παρ’ οὗ μὲν γὰρ ἀπέστησαν, πρὸς ὃν δὲ μετέ‐

2

.

4

στησαν. καὶ ὁ μὲν ὧν ἄρχων ἐξῆλθεν, ὑπὸ τούτων ἀπο‐ λειφθεὶς ἐπανῆλθεν, ὁ δὲ μεθ’ ὧν ἑτέροις ποιήσων τὸ προσταττόμενον ἐξεπέμφθη, τούτοις αὐτὸς διδοὺς τὸ παράγγελμα κατέπλευσε, τρία τὰ πάντων δυσκολώτατα
5διαπεπραγμένος ὁμοῦ τῇ πόλει, πρὸς μὲν τοὺς πολε‐ μίους εἰρήνην, παρὰ δὲ τῶν συμμάχων ἡγεμονίαν, πρὸς δὲ Λακεδαιμονίους ὁμόνοιαν.

2

.

5

Μεγάλας τοίνυν ἐπιχειρήσαντες ἀμφότεροι καταλύειν ἡγεμονίας καὶ καταστρέφεσθαι τὴν Ἀσίαν πᾶσαν, ἀτε‐ λεῖς ἐγένοντο τῶν πράξεων· ὁ μὲν καθάπαξ διὰ τὴν τύχην· ἐτελεύτησε γὰρ στρατηγῶν καὶ εὐημερῶν· τὸν
5δ’ οὐ παντελῶς ἄν τις ἐξέλοιτο τῆς παρ’ αὐτὸν αἰτίας, εἴτ’ ἠγνόησεν εἴτ’ οὐκ ἐθεράπευσε τὰς ἐν τῷ στρατιω‐
τικῷ διαφορὰς καὶ μέμψεις, ἀφ’ ὧν εἰς τηλικαύτας ἀπε‐421

2

.

6

χθείας προῆλθεν. ἢ τοῦτό γε καὶ πρὸς Κίμωνα κοινόν ἐστι; καὶ γὰρ ἐκεῖνον ὑπήγαγον εἰς δίκας οἱ πολῖται καὶ τελευτῶντες ἐξωστράκισαν, ἵν’ αὐτοῦ δέκα ἐτῶν ὥς φησιν

2

.

7

ὁ Πλάτων (Gorg. 516d) τῆς φωνῆς μὴ ἀκούσωσιν. αἱ γὰρ ἀριστοκρατικαὶ φύσεις ὀλίγα τοῖς πολλοῖς 〈συν〉‐ ᾴδουσι καὶ πρὸς ἡδονὴν ἔχουσι, τὰ δὲ πολλὰ προσβιαζό‐ μεναι τῷ κατευθύνειν διαστρεφομένους ἀνιῶσιν ὥσπερ
5οἱ τῶν ἰατρῶν δεσμοί, καίπερ εἰς τὰ κατὰ φύσιν ἄγοντες τὰς παραρθρήσεις. ταύτης μὲν οὖν ἴσως ἀπαλλακτέον τῆς αἰτίας ἑκάτερον.

3

.

1

Πολὺ δ’ ὁ Λεύκολλος προῆλθε τῷ πολέμῳ, τόν τε Ταῦρον ὑπερβαλὼν στρατοπέδῳ Ῥωμαίων πρῶ‐ τος, καὶ τὸν Τίγριν διαβάς, καὶ τὰ βασίλεια τῆς Ἀσίας ἐν ὄψει τῶν βασιλέων, Τιγρανόκερτα καὶ Κάβηρα καὶ
5Σινώπην καὶ Νίσιβιν, ἑλὼν καὶ καταφλέξας, καὶ τὰ μὲν βόρεια μέχρι Φάσιδος, τὰ δ’ ἑῷα μέχρι Μηδίας, τὰ δὲ πρὸς νότον καὶ τὴν Ἐρυθρὰν θάλασσαν οἰκειωσάμενος διὰ τῶν Ἀραβικῶν βασιλέων, συντρίψας δὲ τὰς δυνάμεις τῶν βασιλέων, ἀπολειφθεὶς δὲ μόνου τοῦ τὰ σώματα
10λαβεῖν, ὥσπερ θηρίων εἰς ἐρημίας καὶ ὕλας ἀστιβεῖς

3

.

2

καὶ ἀβάτους ἀποδιδρασκόντων. τεκμήριον δὲ μέγα· Πέρ‐ σαι μὲν γὰρ ὡς οὐδὲν μέγα πεπονθότες ὑπὸ Κίμωνος εὐθὺς ἀντετάττοντο τοῖς Ἕλλησι, καὶ τήν γε πολλὴν δύναμιν αὐτῶν ἐν Αἰγύπτῳ κρατήσαντες διέφθειραν, Τι‐
5γράνου δὲ καὶ Μιθριδάτου μετὰ Λεύκολλον οὐδὲν ἄλλ’ ἔργον ἐγένετο, ἀλλ’ ὁ μὲν ἀσθενὴς ἤδη καὶ συγκεκομ‐ μένος ὑπὸ τῶν πρώτων ἀγώνων οὐδ’ ἅπαξ ἐτόλμησε δεῖξαι Πομπηίῳ τὴν δύναμιν ἔξω τοῦ χάρακος, ἀλλὰ φυγὼν εἰς Βόσπορον κατέβη κἀκεῖ κατέστρεψε, Τιγράνης
10δ’ αὐτὸς ἑαυτὸν γυμνὸν καὶ ἄνοπλον φέρων ὑπέρριψε Πομπηίῳ, καὶ τὸ διάδημα τῆς κεφαλῆς ἀφελόμενος ἔθηκε πρὸ τῶν ποδῶν, οὐ τοῖς ἑαυτοῦ κολακεύων Πομ‐422

3

.

3

πήιον, ἀλλὰ τοῖς ὑπὸ Λευκόλλου τεθριαμβευμένοις. ἠγά‐ πησε γοῦν ἀπολαμβάνων τὰ σύμβολα τῆς βασιλείας ὡς ἀφῃρημένος πρότερον. μείζων οὖν στρατηγὸς ὥσπερ ἀ‐ θλητὴς ὁ τῷ μεθ’ ἑαυτὸν ἀσθενέστερον παραδοὺς τὸν

3

.

4

ἀντίπαλον. ἔτι τοίνυν Κίμων μὲν συντετριμμένην τὴν βασιλέως δύναμιν καὶ τὸ Περσῶν φρόνημα συνεσταλμέ‐ νον ἥτταις μεγάλαις καὶ ἀπαύστοις φυγαῖς ὑπὸ Θεμιστο‐ κλέους καὶ Παυσανίου καὶ Λεωτυχίδου καταλαβὼν ἐπεν‐
5έβη καὶ πεπτωκότων καὶ προηττημένων ταῖς ψυχαῖς τὰ σώματα ῥᾳδίως ἐνίκησε, Λευκόλλῳ δὲ Τιγράνης ἀήτ‐ τητος ἐκ πολλῶν ἀγώνων καὶ μέγα φρονῶν συνέπεσε.

3

.

5

πλήθει δ’ οὐδ’ ἄξιον παραβαλεῖν τοῖς ἐπὶ Λεύκολλον συνελθοῦσι τοὺς ὑπὸ Κίμωνος κρατηθέντας.

3

.

6

Ὥστε πάντῃ μεταλαμβάνοντι δυσδιαίτητον εἶναι τὴν κρίσιν· ἐπεὶ καὶ τὸ δαιμόνιον ἀμφοτέροις ἔοικεν εὐμενὲς γενέσθαι, τῷ μὲν ἃ χρὴ κατορθοῦν, τῷ δ’ ἃ φυλάττεσθαι [χρὴ] προμηνῦον, ὥστε καὶ τὴν παρὰ τῶν θεῶν ψῆφον
5αὐτοῖς ὑπάρχειν ὡς ἀγαθοῖς καὶ θείοις τὴν φύσιν ἀμφο‐
τέροις.423