TLG 0007 036 :: PLUTARCHUS :: Lucullus PLUTARCHUS Biogr.
Phil. Lucullus Citation: Chapter — section — (line) | ||
Luc.t1 | ΛΕΥΚΟΛΛΟΣ | |
Luc.1.1 | Τῷ δὲ Λευκόλλῳ πάππος μὲν ἦν ὑπατικός, θεῖος δὲ πρὸς μητρὸς Μέτελλος ὁ Νομαδικὸς ἐπικληθείς. τῶν δὲ γονέων ὁ μὲν πατὴρ ἑάλω κλοπῆς, Κεκιλία δ’ ἡ μήτηρ | |
Luc.1.2 | ἠδόξησεν ὡς οὐ βεβιωκυῖα σωφρόνως. αὐτὸς δ’ ὁ Λεύ‐ κολλος ἔτι μειράκιον ὤν, πρὶν ἀρχήν τινα μετελθεῖν καὶ πολιτείας ἅψασθαι, πρῶτον ἔργον ἐποιήσατο τὸν τοῦ πα‐ τρὸς κατήγορον κρῖναι Σερουίλιον αὔγουρα, λαβὼν ἀδι‐ | |
5 | κοῦντα δημοσίᾳ. καὶ τὸ πρᾶγμα λαμπρὸν ἐφάνη Ῥωμαί‐ οις, καὶ τὴν δίκην ἐκείνην ὥσπερ ἀριστείαν διὰ στόμα‐ | |
---|---|---|
Luc.1.3 | τος ἔσχον. ἐδόκει δὲ καὶ ἄλλως αὐτοῖς ἄνευ προφάσεως οὐκ ἀγεννὲς εἶναι τὸ τῆς κατηγορίας ἔργον, ἀλλὰ καὶ πάνυ τοὺς νέους ἐβούλοντο τοῖς ἀδικοῦσιν ἐπιφυομέ‐ | |
νους ὁρᾶν ὥσπερ θηρίοις εὐγενεῖς σκύλακας. οὐ μὴν | 359 | |
5 | ἀλλὰ μεγάλης περὶ τὴν δίκην ἐκείνην φιλονικίας γενο‐ μένης, ὥστε καὶ τρωθῆναί τινας καὶ πεσεῖν, ἀπέφυγεν ὁ Σερουίλιος. | |
Luc.1.4 | Ὁ δὲ Λεύκολλος ἤσκητο καὶ λέγειν ἱκανῶς ἑκατέ‐ ραν γλῶτταν, ὥστε καὶ Σύλλας (HRR I 195) τὰς αὑτοῦ πράξεις ἀναγράφων ἐκείνῳ προσεφώνησεν ὡς συνταξομένῳ | |
Luc.1.5 | καὶ διαθήσοντι τὴν ἱστορίαν ἄμεινον. ἦν γὰρ οὐκ ἐπὶ τὴν χρείαν μόνην ἐμμελὴς αὐτοῦ καὶ πρόχειρος ὁ λόγος, κα‐ θάπερ ὁ τῶν ἄλλων τὴν μὲν ἀγορὰν | |
3 | θύννος βολαῖος πέλαγος ὣς διεστρόβει (TGF p. 914 N2), | |
4 | ||
5 | γενόμενος δὲ τῆς ἀγορᾶς ἐκτὸς ‘αὖος, ἀμουσίᾳ τεθη‐ πώσ‘, ἀλλὰ καὶ τὴν ἐμμελῆ ταύτην καὶ λεγομένην ἐλευ‐ θέριον ἐπὶ τῷ καλῷ προσεποιεῖτο παιδείαν ἔτι καὶ μει‐ | |
Luc.1.6 | ράκιον ὤν· γενόμενος δὲ πρεσβύτερος, ἤδη παντάπασιν ὥσπερ ἐκ πολλῶν ἀγώνων ἀφῆκε τὴν διάνοιαν ἐν φιλο‐ σοφίᾳ σχολάζειν καὶ ἀναπαύεσθαι, τὸ θεωρητικὸν αὐτῆς ἐγείρας, καταλύσας δ’ ἐν καιρῷ καὶ κολούσας τὸ φιλό‐ | |
Luc.1.7 | τιμον ἐκ τῆς πρὸς Πομπήιον διαφορᾶς. περὶ μὲν οὖν τῆς φιλολογίας αὐτοῦ πρὸς τοῖς εἰρημένοις καὶ ταῦτα λέγεται· νέον ὄντα πρὸς Ὁρτήσιον τὸν δικολόγον καὶ Σισεννᾶν τὸν ἱστορικὸν ἐκ παιδιᾶς τινος εἰς σπουδὴν | |
5 | προελθούσης ὁμολογῆσαι, προθεμένων ποίημα καὶ λό‐ γον Ἑλληνικόν τε καὶ Ῥωμαϊκόν, εἰς ὅ τι ἂν λάχῃ τού‐ | |
Luc.1.8 | των, τὸν Μαρσικὸν ἐντενεῖν πόλεμον. καί πως ἔοικεν εἰς λόγον Ἑλληνικὸν ὁ κλῆρος ἀφικέσθαι· διασῴζεται γὰρ Ἑλληνική τις ἱστορία τοῦ Μαρσικοῦ πολέμου. Τῆς δὲ πρὸς τὸν ἀδελφὸν αὐτοῦ Μᾶρκον εὐνοίας πολ‐ | |
5 | λῶν τεκμηρίων ὄντων μάλιστα Ῥωμαῖοι τοῦ πρώτου μνη‐ | |
Luc.1.9 | μονεύουσι. πρεσβύτερος γὰρ ὢν αὐτοῦ λαβεῖν ἀρχὴν μόνος οὐκ ἠθέλησεν, ἀλλὰ τὸν ἐκείνου καιρὸν ἀναμείνας, οὕτως ἐπηγάγετο τὸν δῆμον, ὥστε σὺν ἐκείνῳ μὴ παρὼν ἀγο‐ ρανόμος αἱρεθῆναι. | 360 |
Luc.2.1 | Νέος δ’ ὢν ἐν τῷ Μαρσικῷ πολέμῳ πολλὰ μὲν τόλμης δείγματα παρέσχε καὶ συνέσεως, μᾶλλόν γε μὴν αὐτὸν δι’ εὐστάθειαν καὶ πρᾳότητα Σύλλας προσηγά‐ γετο, καὶ χρώμενος ἀπ’ ἀρχῆς ἐπὶ τὰ πλείστης ἄξια | |
5 | σπουδῆς διετέλεσεν. ὧν ἦν καὶ ἡ περὶ τὸ νόμισμα πρα‐ | |
Luc.2.2 | γματεία· δι’ ἐκείνου γὰρ ἐκόπη τὸ πλεῖστον ἐν Πελοπον‐ νήσῳ περὶ τὸν Μιθριδατικὸν πόλεμον, καὶ Λευκόλλειον ἀπ’ ἐκείνου προσηγορεύθη καὶ διετέλεσεν ἐπὶ πλεῖστον, ὑπὸ τῶν στρατιωτικῶν χρειῶν ἐν τῷ πολέμῳ λαμβάνον | |
Luc.2.3 | ἀμοιβὴν ταχεῖαν. ἐκ τούτου τῆς μὲν γῆς ἐπικρατῶν ὁ Σύλλας ἐν ταῖς Ἀθήναις, περικοπτόμενος δὲ τὴν ἀγορὰν ἐκ τῆς θαλάττης ὑπὸ τῶν πολεμίων ναυκρατούντων, ἐξέ‐ πεμψεν ἐπ’ Αἰγύπτου καὶ Λιβύης τὸν Λεύκολλον, ἄξον‐ | |
Luc.2.4 | τα ναῦς ἐκεῖθεν. ἦν μὲν οὖν ἀκμὴ χειμῶνος, ἐξέπλευσε δὲ τρισὶν Ἑλληνικοῖς μυοπάρωσι καὶ δικρότοις ἴσαις Ῥο‐ διακαῖς, πρὸς μέγα πέλαγος καὶ ναῦς πολεμίας παντα‐ χόσε τῷ κρατεῖν πολλὰς διαφερομένας παραβαλλόμενος. | |
5 | οὐ μὴν ἀλλὰ καὶ Κρήτην κατάρας ὠκειώσατο, καὶ Κυρη‐ ναίους καταλαβὼν ἐκ τυραννίδων συνεχῶν καὶ πολέμων ταραττομένους ἀνέλαβε, καὶ κατεστήσατο τὴν πολιτείαν Πλατωνικῆς τινος φωνῆς ἀναμνήσας τὴν πόλιν, ἣν ἐκεῖ‐ | |
Luc.2.5 | νος ἀπεθέσπισε πρὸς αὐτούς· δεομένων γὰρ ὡς ἔοικεν ὅπως τε νόμους γράψῃ καὶ τὸν δῆμον αὐτῶν εἰς τύπον τινὰ καταστήσῃ πολιτείας σώφρονος, ἔφη χαλεπὸν εἶναι Κυρηναίοις οὕτως εὐτυχοῦσι νομοθετεῖν· οὐδὲν γὰρ ἀν‐ | |
5 | θρώπου δυσαρκτότερον εὖ πράσσειν δοκοῦντος, οὐδ’ αὖ πάλιν δεκτικώτερον ἐπιστασίας συσταλέντος ὑπὸ τῆς τύ‐ χης. ὃ καὶ τότε Κυρηναίους νομοθετοῦντι Λευκόλλῳ πρᾴους παρέσχεν. | 361 |
Luc.2.6 | Ἐκεῖθεν δ’ ἀναχθεὶς ἐπ’ Αἰγύπτου, τὰ πλεῖστα τῶν σκαφῶν ἀπέβαλε πειρατῶν ἐπιφανέντων, αὐτὸς δὲ διασω‐ | |
Luc.2.7 | θεὶς κατήγετο λαμπρῶς εἰς Ἀλεξάνδρειαν. ἀπήντησε γὰρ αὐτῷ σύμπας ὁ στόλος, ὥσπερ εἰώθει βασιλεῖ κατα‐ πλέοντι, κεκοσμημένος ἐκπρεπῶς, καὶ τὸ μειράκιον ὁ Πτολεμαῖος ἄλλην τε θαυμαστὴν ἐπεδείκνυτο φιλοφρο‐ | |
5 | σύνην πρὸς αὐτόν, οἴκησίν τε καὶ δίαιταν ἐν τοῖς βασι‐ λείοις ἔδωκεν, οὐδενός πω ξένου πρότερον ἡγεμόνος αὐ‐ | |
Luc.2.8 | τόθι καταχθέντος. δαπάνην δὲ καὶ σύνταξιν οὐχ ὅσην ἐδίδου τοῖς ἄλλοις, ἀλλὰ τετραπλῆν ἐκείνῳ παρεῖχεν, οὐ προσιεμένῳ τῶν ἀναγκαίων πλέον οὐδὲν οὐδὲ δῶρον λα‐ βόντι, καίπερ ὀγδοήκοντα ταλάντων ἄξια πέμψαντος αὐ‐ | |
Luc.2.9 | τῷ. λέγεται δὲ μήτ’ εἰς Μέμφιν ἀναβῆναι μήτ’ ἄλλο τῶν θαυμαζομένων ἐν Αἰγύπτῳ καὶ περιβοήτων ἱστο‐ ρῆσαι· σχολάζοντος γὰρ εἶναι ταῦτα θεατοῦ καὶ τρυ‐ φῶντος, οὐχ ὡς αὐτὸς ἐν ὑπαίθρῳ τὸν αὐτοκράτορα | |
5 | σκηνοῦντα παρὰ ταῖς ἐπάλξεσι τῶν πολεμίων ἀπολελοι‐ πότος. | |
Luc.3.1 | Ἐπεὶ δ’ ἀπεῖπε τὴν συμμαχίαν ὁ Πτολεμαῖος πρὸς τὸν πόλεμον ἀποδειλιάσας, ἐκείνῳ δὲ ναῦς ἄχρι Κύπρου πομποὺς παρέσχε, καὶ περὶ τὸν ἔκπλουν αὐτὸν ἀσπαζό‐ μενος καὶ θεραπεύων ἐδωρεῖτο χρυσένδετον σμάραγδον | |
5 | τῶν πολυτελῶν, τὸ μὲν πρῶτον ὁ Λεύκολλος παρῃτεῖτο, δείξαντος δὲ τὴν γλυφὴν τοῦ βασιλέως εἰκόνα οὖσαν ἰδίαν, ἐφοβήθη διώσασθαι, μὴ παντάπασιν ἐχθρὸς ἀπο‐ | |
Luc.3.2 | πλεῖν νομισθεὶς ἐπιβουλευθείη κατὰ θάλατταν. ἐπεὶ δὲ πλῆθος ἐν παράπλῳ νεῶν ἐκ τῶν παραλίων πόλεων ἀθροίσας, πλὴν ὅσαι πειρατικῶν μετεῖχον ἀδικημάτων, εἰς τὴν Κύπρον διεπέρασεν, ἐνταῦθα πυνθανόμενος τοὺς | |
5 | πολεμίους ναυλοχοῦντας ἐπὶ ταῖς ἄκραις παραφυλάττειν αὐτόν, ἐνεώλκησε τὰ σκάφη πάντα, καὶ ταῖς πόλεσιν ἔγραψε περὶ χειμαδίων καὶ ἀγορᾶς, ὡς αὐτόθι τὴν ὥραν | 362 |
Luc.3.3 | ἀναμενῶν. εἶτα πλοῦ φανέντος, ἐξαπίνης κατασπάσας τὰς ναῦς ἀνήχθη, καὶ μεθ’ ἡμέραν μὲν ὑφειμένοις πλέων τοῖς ἱστίοις καὶ ταπεινοῖς, νύκτωρ δ’ ἐπαιρομένοις, εἰς Ῥόδον ἐσώθη. Ῥοδίων δὲ ναῦς αὐτῷ προσπαρασχόντων, | |
5 | Κῴους ἔπεισε καὶ Κνιδίους τῶν βασιλικῶν ἀπαλλαγέντας | |
Luc.3.4 | ἐπὶ Σαμίους συστρατεύειν. ἐκ δὲ Χίου τοὺς βασιλικοὺς αὐτὸς ἐξήλασε, Κολοφωνίους δ’ ἠλευθέρωσε συλλαβὼν Ἐπίγονον τὸν τύραννον αὐτῶν. Ἐτύγχανε δὲ κατ’ ἐκεῖνον τὸν χρόνον ἤδη Μιθριδάτης | |
5 | τὸ Πέργαμον ἐκλελοιπὼς καὶ συνεσταλμένος εἰς Πιτά‐ | |
Luc.3.5 | νην. ἐκεῖ δὲ Φιμβρίου κατέχοντος αὐτὸν ἐκ γῆς καὶ πολιορκοῦντος, εἰς τὴν θάλατταν ἀφορῶν συνῆγε καὶ μετεπέμπετο τοὺς πανταχόθεν στόλους πρὸς αὑτόν, ἀν‐ δρὶ τολμητῇ καὶ νενικηκότι τῷ Φιμβρίᾳ συμπλέκεσθαι | |
Luc.3.6 | καὶ πολεμεῖν ἀπεγνωκώς. ὁ δὲ ταῦτα συνορῶν, ναυτικῷ δὲ λειπόμενος, πρὸς Λεύκολλον ἔπεμψεν, ἥκειν τῷ στό‐ λῳ δεόμενος καὶ συνεξελεῖν ἔχθιστον καὶ πολεμιώτατον βασιλέων, ὡς μὴ τὸ μέγα καὶ διὰ πολλῶν ἀγώνων καὶ | |
5 | πόνων διωκόμενον ἆθλον ἐκφύγοι Ῥωμαίους, Μιθριδά‐ της εἰς λαβὰς ἥκων καὶ γεγονὼς ἐντὸς ἀρκύων, οὗ λη‐ φθέντος οὐδένα τῆς δόξης οἴσεσθαι πλέον ἢ τὸν ἐμπο‐ δὼν τῇ φυγῇ στάντα καὶ διαδιδράσκοντος ἐπιλαβόμενον· 〈ὃν〉 ὑφ’ ἑαυτοῦ μὲν ἐξεωσμένον τῆς γῆς, ὑπ’ ἐκείνου | |
10 | δὲ τῆς θαλάττης εἰργόμενον, ἀμφοτέροις ἀποδώσειν τὸ κατόρθωμα, τὰς δὲ Σύλλα πρὸς Ὀρχομενῷ καὶ περὶ Χαι‐ ρώνειαν ὑμνουμένας ἀριστείας ἐν οὐδενὶ λόγῳ θήσεσθαι | |
Luc.3.7 | Ῥωμαίους. καὶ οὐδὲν ἦν ἀπὸ τρόπου τῶν λεγομένων, ἀλλὰ παντὶ δῆλον ὡς, εἰ Φιμβρίᾳ τότε πεισθεὶς ὁ Λεύ‐ κολλος οὐ μακρὰν ὢν περιήγαγεν ἐκεῖσε τὰς ναῦς καὶ | |
συνέφραξε τὸν λιμένα τῷ στόλῳ, πέρας ἂν εἶχεν ὁ πό‐ | 363 | |
5 | λεμος καὶ μυρίων ἀπηλλαγμένοι κακῶν ἅπαντες ἦσαν. | |
Luc.3.8 | ἀλλ’ εἴτε τὰ πρὸς Σύλλαν δίκαια πρεσβεύων πρὸ παντὸς ἰδίου τε καὶ κοινοῦ συμφέροντος, εἴτε τὸν Φιμβρίαν μια‐ ρὸν ὄντα καὶ φονέα γεγενημένον ἔναγχος ἀνδρὸς φίλου καὶ στρατηγοῦ διὰ φιλαρχίαν προβαλλόμενος, εἴτε κατὰ | |
5 | θείαν δή τινα τύχην περιφεισάμενος [αὐτοῦ] Μιθριδά‐ του καὶ 〈αὑτῷ〉 φυλάξας ἀνταγωνιστήν, οὐχ ὑπήκουσεν, ἀλλὰ Μιθριδάτῃ μὲν ἐκπλεῦσαι παρέσχε καὶ καταγελά‐ σαι τῆς Φιμβρίου δυνάμεως, αὐτὸς δὲ πρῶτον μὲν ἐπὶ Λεκτοῦ τῆς Τρῳάδος βασιλικὰς ναῦς ἐπιφανείσας κατε‐ | |
10 | ναυμάχησεν, αὖθις δὲ πρὸς Τενέδῳ ναυλοχοῦντα μείζονι παρασκευῇ κατιδὼν Νεοπτόλεμον, ἐπέπλει πρὸ τῶν ἄλ‐ λων, Ῥοδιακῆς πεντήρους ἐπιβεβηκώς, ἧς ἐναυάρχει Δα‐ μαγόρας, ἀνὴρ εὔνους τε Ῥωμαίοις καὶ θαλασσίων ἀγώ‐ | |
Luc.3.9 | νων ἐμπειρότατος. ἐπελαύνοντος δὲ ῥοθίῳ τοῦ Νεοπτο‐ λέμου καὶ κελεύσαντος εἰς ἐμβολὴν ἀγαγεῖν τὸν κυβερ‐ νήτην, δείσας ὁ Δαμαγόρας τὸ βάρος τῆς βασιλικῆς καὶ τὴν τραχύτητα τοῦ χαλκώματος, οὐκ ἐτόλμησε συμπε‐ | |
5 | σεῖν ἀντίπρῳρος, ἀλλ’ ὀξέως ἐκ περιαγωγῆς ἀποστρέψας ἐκέλευσεν ἐπὶ πρύμναν ὤσασθαι, καὶ πιεσθείσης ἐνταῦθα τῆς νεώς, ἐδέξατο τὴν πληγήν, ἀβλαβῆ γενομένην ἅτε δὴ τοῖς 〈μὴ〉 θαλαττεύουσι τῆς νεὼς μέρεσι προσπεσοῦσαν. | |
Luc.3.10 | ἐν τούτῳ δὲ τῶν φίλων προσφερομένων, ἐγκελευσάμενος ὁ Λεύκολλος ἐπιστρέφειν καὶ πολλὰ δράσας ἄξια λόγου τρέπεται τοὺς πολεμίους καὶ καταδιώκει τὸν Νεοπτόλε‐ μον. | |
Luc.4.1 | Ἐκεῖθεν δὲ Σύλλᾳ περὶ Χερρόνησον ἤδη μέλλοντι διαβαίνειν συμβαλών, τόν τε πόρον ἀσφαλῆ παρεῖχε καὶ τὴν στρατιὰν συνδιεβίβαζεν. ἐπεὶ δὲ συνθηκῶν γενομέ‐ νων Μιθριδάτης μὲν ἀπέπλευσεν εἰς τὸν Εὔξεινον πόντον, | |
5 | Σύλλας δὲ τὴν Ἀσίαν δισμυρίοις ταλάντοις ἐζημίωσε, προσταχθὲν αὐτῷ τά τε χρήματα ταῦτα πρᾶξαι καὶ νό‐ μισμα κόψαι, παραμύθιόν τι δοκεῖ τῆς Σύλλα χαλεπό‐ τητος γενέσθαι ταῖς πόλεσιν, οὐ μόνον καθαρὸν καὶ δί‐ καιον, ἀλλὰ καὶ πρᾷον εἰς οὕτω βαρὺ καὶ σκυθρωπὸν | 364 |
10 | ὑπηρέτημα παρασχὼν ἑαυτόν. | |
Luc.4.2 | Μιτυληναίους δ’ ἄντικρυς ἀφεστῶτας ἐβούλετο μὲν εὐγνωμονῆσαι καὶ δίκης τυχεῖν μετρίας ἐφ’ οἷς περὶ Μάνιον ἐξήμαρτον· ὡς δ’ ἑώρα κακοδαιμονοῦντας, ἐπι‐ πλεύσας ἐκράτησε μάχῃ καὶ κατέκλεισεν εἰς τὰ τείχη, | |
5 | καὶ πολιορκίαν συστησάμενος, ἐξέπλευσε μὲν ἡμέρας καὶ φανερῶς εἰς Ἐλαίαν, ὑπέστρεψε δὲ λεληθότως καὶ περὶ | |
Luc.4.3 | τὴν πόλιν ὑφεὶς ἐνέδραν ἡσύχαζεν. ἐπεὶ δ’ ἀτάκτως καὶ μετὰ θράσους ὡς ἔρημον ἀναρπασόμενοι τὸ στρατόπεδον οἱ Μιτυληναῖοι προῆλθον, ἐπεισπεσὼν αὐτοῖς ἔλαβέ τε παμπόλλους ζῶντας καὶ τῶν ἀμυνομένων πεντακοσίους | |
5 | ἀπέκτεινεν, ἀνδραπόδων δὲ χιλιάδας ἓξ καὶ τὴν ἄλλην ἀναρίθμητον ἠλάσατο λείαν. | |
Luc.4.4 | Τῶν δὲ περὶ τὴν Ἰταλίαν κακῶν, ἃ τότε Σύλλας καὶ Μάριος ἄφθονα καὶ παντοδαπὰ τοῖς ἀνθρώποις παρεῖχον, οὐ πάνυ μετέσχε, θείᾳ τινὶ τύχῃ περὶ τὰς ἐν Ἀσίᾳ πρά‐ | |
Luc.4.5 | ξεις βραδύνας. οὐ μὴν ἔλαττόν τι παρὰ Σύλλα τῶν ἄλ‐ λων φίλων ἔσχεν, ἀλλὰ τήν τε γραφὴν ὡς εἴρηται (1, 4) τῶν ὑπομνημάτων ἐκείνῳ δι’ εὔνοιαν ἀνέθηκε, καὶ τε‐ λευτῶν ἐπίτροπον τοῦ παιδὸς ἔγραψεν ὑπερβὰς Πομ‐ | |
5 | πήιον· καὶ δοκεῖ τοῦτο πρῶτον αὐτοῖς ὑπάρξαι διαφο‐ ρᾶς αἴτιον καὶ ζηλοτυπίας, νέοις οὖσι καὶ διαπύροις πρὸς δόξαν. | |
Luc.5.1 | Ὀλίγῳ δ’ ὕστερον ἢ Σύλλαν ἀποθανεῖν ὑπάτευσε μετὰ Μάρκου Κόττα περὶ τὴν ἕκτην καὶ ἑβδομηκοστὴν πρὸς ταῖς ἑκατὸν ὀλυμπιάδα. πολλῶν οὖν αὖθις ἀνα‐ | |
κινούντων τὸν Μιθριδατικὸν πόλεμον, ἔφη Μᾶρκος αὐ‐ | 365 | |
Luc.5.2 | τὸν οὐ πεπαῦσθαι, ἀλλ’ ἀναπεπαῦσθαι. διὸ καὶ λαχὼν τῶν ἐπαρχιῶν ὁ Λεύκολλος τὴν ἐντὸς Ἄλπεων Γαλα‐ τίαν ἤχθετο, πράξεων ὑποθέσεις μεγάλων οὐκ ἔχουσαν. μάλιστα δ’ αὐτὸν εὐδοκιμῶν Πομπήιος ἐν Ἰβηρίᾳ παρ‐ | |
5 | ώξυνεν, ὡς ἄλλος οὐδεὶς ἐπίδοξος ὤν, εἰ συμβαίη παύ‐ σασθαι τὸν Ἰβηρικὸν πόλεμον, εὐθὺς αἱρεθήσεσθαι στρα‐ | |
Luc.5.3 | τηγὸς ἐπὶ Μιθριδάτην. διὸ καὶ χρήματα αἰτοῦντος αὐ‐ τοῦ καὶ γράφοντος, ὡς εἰ μὴ πέμποιεν, ἀφεὶς Ἰβηρίαν καὶ Σερτώριον εἰς Ἰταλίαν ἀπάξοι τὰς δυνάμεις, συν‐ έπραξεν ὁ Λεύκολλος προθυμότατα πεμφθῆναι τὰ χρή‐ | |
5 | ματα καὶ μηδ’ ἀφ’ ἡστινοσοῦν προφάσεως ἐκεῖνον ἐπ‐ ανελθεῖν ὑπατεύοντος αὐτοῦ· πάντα γὰρ ἂν ἐπ’ ἐκείνῳ γενήσεσθαι τὰ τῆς πόλεως παρόντι μετὰ τοσαύτης στρα‐ | |
Luc.5.4 | τιᾶς. καὶ γὰρ ὁ κρατῶν τότε τῆς πολιτείας τῷ πρὸς χά‐ ριν ἅπαντα καὶ λέγειν καὶ πράττειν Κέθηγος ἔχθραν τινὰ πρὸς Λεύκολλον εἶχε, βδελυττόμενον αὐτοῦ τὸν βίον, αἰσχρῶν ἐρώτων καὶ ὕβρεως καὶ πλημμελείας μεστὸν | |
Luc.5.5 | ὄντα. τοῦτον μὲν οὖν ἄντικρυς ἐπολέμει· Λεύκιον δὲ Κοίντιον, ἄλλον δημαγωγόν, ἐπαναστάντα τοῖς Σύλλα πολιτεύμασι καὶ ταράττειν τὰ πράγματα πειρώμενον ἐκ τοῦ καθεστῶτος, ἰδίᾳ τε πολλὰ παραμυθούμενος καὶ δη‐ | |
5 | μοσίᾳ νουθετῶν ἀπέστησε τῆς πείρας καὶ κατεστόρεσε τὴν φιλοτιμίαν, ὡς ἐνῆν μάλιστα πολιτικῶς καὶ σωτη‐ ρίως ἀρχὴν νοσήματος μεγάλου μεταχειρισάμενος. | |
Luc.6.1 | Ἐν τούτῳ δ’ ὁ τὴν Κιλικίαν ἔχων Ὀκτάουϊος ἠγ‐ γέλθη τεθνηκώς. σπαργώντων δὲ πολλῶν πρὸς τὴν ἐπαρ‐ χίαν καὶ Κέθηγον ὡς δυνατώτατον ὄντα διαπράξασθαι | |
θεραπευόντων, αὐτῆς μὲν ὁ Λεύκολλος Κιλικίας οὐ πο‐ | 366 | |
5 | λὺν εἶχε λόγον, οἰόμενος δ’ εἰ λάβοι ταύτην, ἐγγὺς οὔσης Καππαδοκίας, ἄλλον οὐδένα πεμφθήσεσθαι πολεμήσον‐ τα Μιθριδάτην, πᾶσαν ἔστρεφε μηχανὴν ὑπὲρ τοῦ μὴ | |
Luc.6.2 | προέσθαι τὴν ἐπαρχίαν ἑτέρῳ, καὶ τελευτῶν ἔργον οὐ σεμνὸν οὐδ’ ἐπαινετόν, ἄλλως δ’ ἀνύσιμον πρὸς τὸ τέλος ἐκ τῆς ἀνάγκης ὑπέμεινε παρὰ τὴν ἑαυτοῦ φύσιν. Πραι‐ κία τις ἦν ὄνομα τῶν ἐφ’ ὥρᾳ καὶ λαμυρίᾳ διαβοήτων | |
5 | ἐν τῇ πόλει, τὰ μὲν ἄλλα κρείττων οὐδὲν ἀνέδην ἑται‐ ρούσης γυναικός, ἐκ δὲ τοῦ χρῆσθαι τοῖς ἐντυγχάνουσιν αὐτῇ καὶ διαλεγομένοις πρὸς τὰς ὑπὲρ τῶν φίλων σπου‐ δὰς καὶ πολιτείας προσλαβοῦσα τῇ λοιπῇ χάριτι τὸ δο‐ κεῖν φιλέταιρός τις εἶναι καὶ δραστήριος, ἴσχυσε μέγιστον. | |
Luc.6.3 | ὡς δὲ καὶ Κέθηγον ἀνθοῦντα τῇ δόξῃ τότε καὶ φέροντα τὴν πόλιν ὑπηγάγετο καὶ συνῆν ἐρῶντι, παντάπασιν εἰς ἐκείνην περιῆλθεν ἡ τῆς πόλεως δύναμις· οὐ[δὲ] γὰρ ἐπράττετό τι δημοσίᾳ Κεθήγου μὴ σπουδάζοντος, οὐδὲ | |
Luc.6.4 | Πραικίας μὴ κελευούσης παρὰ Κεθήγῳ. ταύτην οὖν ὑπ‐ ελθὼν δώροις ὁ Λεύκολλος καὶ κολακείαις—ἦν δέ που καὶ τῷ Λευκόλλῳ συμφιλοτιμουμένην ὁρᾶσθαι μέγας γυναικὶ σοβαρᾷ καὶ πανηγυρικῇ μισθός—εὐθὺς εἶχε | |
5 | τὸν Κέθηγον ἐπαινέτην καὶ προμνώμενον αὐτῷ Κιλικίαν. | |
Luc.6.5 | ἐπεὶ δ’ ἅπαξ ἔτυχε ταύτης, οὐδὲν ἔτι Πραικίαν οὐδὲ Κέθηγον ἔδει παρακαλεῖν, ἀλλὰ πάντες ὁμαλῶς ἐκείνῳ φέροντες ἐνεχείρισαν τὸν Μιθριδατικὸν πόλεμον, ὡς ὑφ’ ἑτέρου μηδενὸς ἄμεινον διαπολεμηθῆναι δυνάμενον, | |
5 | Πομπηίου μὲν ἔτι Σερτωρίῳ προσπολεμοῦντος, Μετέλ‐ λου δ’ ἀπειρηκότος ἤδη διὰ γῆρας, οὓς μόνους ἄν τις ἐναμίλλους ἐποιήσατο Λευκόλλῳ περὶ τῆς στρατηγίας | |
Luc.6.6 | ἀμφισβητοῦντας. οὐ μὴν ἀλλὰ Κόττας ὁ συνάρχων αὐ‐ | |
τοῦ πολλὰ λιπαρήσας τὴν σύγκλητον ἀπεστάλη μετὰ νεῶν τὴν Προποντίδα φυλάξων καὶ προπολεμήσων Βι‐ θυνίας. | 367 | |
Luc.7.1 | Λεύκολλος δὲ τάγμα μὲν αὐτόθεν ἔχων συντεταγ‐ μένον ὑπ’ αὐτοῦ διέβαινεν εἰς τὴν Ἀσίαν· ἐκεῖ δὲ τὴν ἄλλην παρέλαβε δύναμιν, πάντων μὲν πάλαι τρυφαῖς διε‐ φθορότων καὶ πλεονεξίαις, τῶν δὲ Φιμβριανῶν λεγομέ‐ | |
5 | νων καὶ διὰ συνήθειαν ἀναρχίας δυσμεταχειρίστων γε‐ | |
Luc.7.2 | γονότων. οὗτοι γὰρ ἦσαν οἱ Φλάκκον τε μετὰ Φιμβρίου τὸν ὕπατον καὶ στρατηγὸν ἀνῃρηκότες αὐτόν τε τὸν Φιμβρίαν Σύλλᾳ προδεδωκότες, αὐθάδεις μὲν ἄνθρωποι καὶ παράνομοι, μάχιμοι δὲ καὶ τλήμονες μετ’ ἐμπειρίας | |
Luc.7.3 | πολέμου. οὐ μὴν ἀλλὰ βραχεῖ χρόνῳ καὶ τούτων τὸ θράσος ὁ Λεύκολλος ἐξέκοψε καὶ τοὺς ἄλλους ἐπέστρεψε, τότε πρῶτον ὡς ἔοικε πειρωμένους ἄρχοντος ἀληθινοῦ καὶ ἡγεμόνος· ἄλλως δ’ ἐδημαγωγοῦντο, πρὸς ἡδονὴν | |
5 | ἐθιζόμενοι στρατεύεσθαι. | |
Luc.7.4 | Τὰ δὲ τῶν πολεμίων οὕτως εἶχε. Μιθριδάτης, ὥσπερ οἱ πολλοὶ τῶν σοφιστῶν κομπώδης ἐν ἀρχῇ καὶ σοβαρὸς ἐπὶ Ῥωμαίους ἀναστὰς διακένῳ δυνάμει, λαμπρᾷ δὲ καὶ πανηγυρικῇ τὴν ὄψιν, εἶτ’ ἐκπεσὼν καταγελάστως καὶ | |
5 | νουθετηθείς, ὅτε τὸ δεύτερον πολεμεῖν ἔμελλεν, εἰς ἀλη‐ θινὴν καὶ πραγματικὴν συνέστελλε τὰς δυνάμεις παρα‐ | |
Luc.7.5 | σκευήν. ἀφελὼν γὰρ τὰ παντοδαπὰ πλήθη καὶ τὰς πο‐ λυγλώσσους ἀπειλὰς τῶν βαρβάρων, ὅπλων τε διαχρύ‐ σων καὶ διαλίθων κατασκευάς, ὡς λάφυρα τῶν κρατούν‐ των, οὐκ ἀλκήν τινα τῶν κεκτημένων ὄντα, ξίφη μὲν | |
5 | ἠλαύνετο Ῥωμαϊκά, καὶ θυρεοὺς ἐμβριθεῖς ἐπήγνυτο, καὶ γεγυμνασμένους μᾶλλον ἢ κεκοσμημένους ἤθροιζεν ἵππους, πεζῶν δὲ μυριάδας δώδεκα κατεσκευασμένων | |
εἰς φάλαγγα Ῥωμαϊκήν, ἱππεῖς δὲ πρὸς μυρίοις ἑξακισ‐ χιλίους ἄνευ τῶν δρεπανηφόρων τεθρίππων· ταῦτα δ’ ἦν | 368 | |
Luc.7.6 | ἑκατόν· ἔτι δὲ ναῦς οὐ χρυσορόφοις σκηνίσιν οὐδὲ λουτροῖς παλλακίδων καὶ γυναικωνίτισι τρυφώσαις ἠσκημένας, ἀλλ’ ὅπλων καὶ βελῶν καὶ χρημάτων γεμούσας παραρτισά‐ μενος, ἐνέβαλεν εἰς Βιθυνίαν, τῶν πόλεων αὖθις ἀσμέ‐ | |
5 | νως ὑποδεχομένων οὐ μόνον τούτων, ἀλλὰ καὶ τὴν Ἀσίαν ὅλην ὑποτροπὴ τῶν ἔμπροσθεν νοσημάτων εἶχεν, ἀφό‐ ρητα πάσχουσαν ὑπὸ Ῥωμαϊκῶν δανειστῶν καὶ τελω‐ | |
Luc.7.7 | νῶν· οὓς ὕστερον μὲν ὥσπερ Ἁρπυίας τὴν τροφὴν ἁρπά‐ ζοντας αὐτῶν ὁ Λεύκολλος ἐξήλασε, τότε δὲ μετριωτέ‐ ρους ἐπειρᾶτο νουθετῶν ποιεῖν, καὶ τὰς ἀποστάσεις κατ‐ έπαυε τῶν δήμων, οὐδενὸς ὡς ἔπος εἰπεῖν ἡσυχάζοντος. | |
Luc.8.1 | Ὃν δὲ περὶ ταῦτα Λεύκολλος ἠσχολεῖτο χρόνον, αὑτοῦ καιρὸν εἶναι νομίζων ὁ Κόττας παρεσκευάζετο μάχεσθαι πρὸς Μιθριδάτην, καὶ πολλῶν ἀπαγγελλόντων ἤδη Λεύκολλον ἐν Φρυγίᾳ στρατοπεδεύειν ἐπιόντα, μόνον | |
5 | οὐκ ἐν ταῖς χερσὶν ἔχειν τὸν θρίαμβον οἰόμενος, ὡς μὴ | |
Luc.8.2 | μεταλάβῃ Λεύκολλος αὐτοῦ, συμβαλεῖν ἔσπευσε. πλη‐ γεὶς δ’ ἅμα καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν, ἑξήκοντα μὲν ἀπώλεσεν αὔτανδρα σκάφη, πεζοὺς δὲ τετρακισχι‐ λίους, αὐτὸς δὲ κατακλεισθεὶς εἰς Χαλκηδόνα καὶ πο‐ | |
Luc.8.3 | λιορκούμενος, εἰς τὰς Λευκόλλου χεῖρας ἀπέβλεπεν. ἦσαν μὲν οὖν οἱ τὸν Λεύκολλον ἀμελήσαντα Κόττα πρόσω χωρεῖν παρορμῶντες, ὡς ἔρημον αἱρήσοντα τὴν Μιθρι‐ δάτου βασιλείαν, καὶ μάλιστα τῶν στρατιωτῶν οὗτος ἦν | |
5 | ὁ λόγος, ἀγανακτούντων εἰ μὴ μόνον αὑτὸν ἀπολεῖ καὶ τοὺς σὺν αὐτῷ βουλευσάμενος κακῶς ὁ Κόττας, ἀλλὰ καὶ σφίσιν ἐμποδὼν ἔσται, νικᾶν ἀμαχεῖ δυναμένοις· | |
Λεύκολλος δὲ πρὸς μὲν τούτους δημηγορῶν εἶπεν, ὡς ἕνα βούλοιτ’ ἂν ἐκ πολεμίων σῶσαι Ῥωμαῖον ἢ πάντα | 369 | |
Luc.8.4 | λαβεῖν τὰ τῶν πολεμίων· Ἀρχελάου δὲ τοῦ περὶ Βοιω‐ τίαν Μιθριδάτῃ στρατηγήσαντος, εἶτ’ ἀποστάντος καὶ Ῥωμαίοις συστρατεύοντος, διαβεβαιουμένου 〈μόνον〉 ὀ‐ φθέντα Λεύκολλον ἐν Πόντῳ πάντων ὁμοῦ κρατήσειν, | |
5 | οὐκ ἔφη δειλότερος εἶναι τῶν κυνηγῶν, ὥστε τὰ θηρία παρελθὼν ἐπὶ κενοὺς αὐτῶν τοὺς φωλεοὺς βαδίζειν. καὶ ταῦτ’ εἰπὼν ἐπὶ Μιθριδάτην προῆγε, πεζοὺς μὲν ἔχων | |
Luc.8.5 | τρισμυρίους, ἱππεῖς δὲ δισχιλίους πεντακοσίους. κατα‐ στὰς δ’ εἰς ἔποψιν τῶν πολεμίων καὶ θαυμάσας τὸ πλῆ‐ θος, ἐβούλετο μὲν ἀπέχεσθαι μάχης καὶ τρίβειν τὸν χρόνον, Μαρίου δ’, ὃν Σερτώριος ἐξ Ἰβηρίας ἀπεστάλκει | |
5 | Μιθριδάτῃ μετὰ δυνάμεως στρατηγόν, ἀπαντήσαντος αὐ‐ τῷ καὶ προκαλουμένου, κατέστη μὲν εἰς τάξιν ὡς δια‐ μαχούμενος, ἤδη δ’ ὅσον οὔπω συμφερομένων, ἀπ’ οὐ‐ δεμιᾶς ἐπιφανοῦς μεταβολῆς, ἀλλ’ ἐξαίφνης τοῦ ἀέρος ὑπορραγέντος, ὤφθη μέγα σῶμα φλογοειδὲς εἰς μέσον | |
10 | τῶν στρατοπέδων καταφερόμενον, τὸ μὲν σχῆμα πίθῳ μάλιστα, τὴν δὲ χρόαν ἀργύρῳ διαπύρῳ προσεοικός, ὥστε δείσαντας ἀμφοτέρους τὸ φάσμα διακριθῆναι. | |
Luc.8.6 | τοῦτο μὲν οὖν φασιν ἐν Φρυγίᾳ περὶ τὰς λεγομένας Ὀτρύας συμβῆναι τὸ πάθος. ὁ δὲ Λεύκολλος οὐδεμιᾶς εἶναι νομίζων ἀνθρωπίνης παρασκευῆς οὐδὲ πλούτου θρέ‐ ψαι μυριάδας ἐπὶ πολὺν χρόνον ἀντικαθημένων πολεμίων | |
5 | τοσαύτας ὅσας εἶχε Μιθριδάτης, ἐκέλευσεν ἀχθῆναι τῶν αἰχμαλώτων ἕνα, καὶ πρῶτον ἀνέκρινε μετὰ πόσων διαι‐ τῷτο συσκήνων, ἔπειτα πόσον ἐν τῇ σκηνῇ καταλέλοιπε | |
Luc.8.7 | σῖτον. ἀποκριναμένου δὲ τἀνθρώπου, τὸν μὲν ἐκέλευσε μεταστῆναι, δεύτερον δὲ καὶ τρίτον ὁμοίως ἀνέκρινεν. | |
εἶτα συνθεὶς τὸ τῆς παρεσκευασμένης τροφῆς πλῆθος πρὸς τὸ τῶν τρεφομένων, ἔγνω τριῶν ἢ τεσσάρων ἡμε‐ | 370 | |
Luc.8.8 | ρῶν ἐπιλείψειν τὸν σῖτον τοὺς πολεμίους, καὶ πολὺ μᾶλλον εἴχετο τοῦ χρόνου, καὶ συνῆγεν εἰς τὸν χάρακα παμ‐ πληθῆ σῖτον, ὡς ἐν ἀφθόνοις διάγων αὐτὸς ἐφεδρεύοι ταῖς ἐκείνων ἀπορίαις. | |
Luc.9.1 | Ἐν τούτῳ δὲ Μιθριδάτης ἐπεβούλευε Κυζικηνοῖς, πεπληγόσιν ἐν τῇ περὶ Χαλκηδόνα μάχῃ· τρισχιλίων γὰρ ἀνδρῶν καὶ δέκα νεῶν ἐστέρηντο. βουλόμενος οὖν λα‐ θεῖν τὸν Λεύκολλον, εὐθὺς ἀπὸ δείπνου νύκτα δυσφανῆ | |
5 | καὶ νοτερὰν ἔχων ἐκίνει, καὶ φθάνει τῆς πόλεως ἄντι‐ κρυς ἅμ’ ἡμέρᾳ περὶ τὸ τῆς Ἀδραστείας ὄρος ἱδρύσας | |
Luc.9.2 | τὴν δύναμιν. ὁ δὲ Λεύκολλος αἰσθόμενος καὶ διώξας, ἠγάπησε μὲν οὐκ ἐμπεσὼν ἀσύντακτος εἰς τοὺς πολε‐ μίους, καθίζει δὲ τὸν στρατὸν περὶ τὴν Θρᾳκίαν λεγομέ‐ νην κώμην ἐν τόπῳ κατὰ τῶν ὁδῶν ἄριστα πεφυκότι | |
5 | καὶ τῶν χωρίων, ἀφ’ ὧν καὶ δι’ ὧν ἀναγκαῖον ἦν τοῖς | |
Luc.9.3 | Μιθριδατικοῖς τὰ ἐπιτήδεια φοιτᾶν. διὸ καὶ περιλαβὼν τῇ διανοίᾳ τὸ μέλλον, οὐκ ἀπεκρύψατο τοὺς στρατιώτας, ἀλλ’ ἅμα τῷ θέσθαι τὸ στρατόπεδον καὶ ἀπὸ τῶν ἔργων γενέσθαι συναγαγὼν αὐτοὺς ἐμεγαληγόρησεν, ὡς ὀλί‐ | |
5 | γων ἡμερῶν ἀναιμωτὶ τὸ νίκημα παραδώσων αὐτοῖς. | |
Luc.9.4 | Κυζικηνοὺς δὲ Μιθριδάτης δέκα μὲν ἐκ γῆς στρατο‐ πέδοις περιλαβών, ταῖς δὲ ναυσὶν ἐκ θαλάσσης τὸν ἀπὸ τῆς ἠπείρου διείργοντα τὴν πόλιν εὔριπον ἐμφράξας, ἑκατέρωθεν ἐπολιόρκει, τὰ μὲν ἄλλα διακειμένους πρὸς | |
5 | τὸν κίνδυνον εὐθαρσῶς καὶ πᾶν ἕνεκα Ῥωμαίων ἐγνω‐ κότας ἐκδέχεσθαι δυσχερές, ἀγνοοῦντας δ’ ὅπῃ Λεύκολ‐ λος εἴη, καὶ τῷ μηδὲν περὶ αὐτοῦ πεπύσθαι ταραττομέ‐ | |
Luc.9.5 | νους. καίτοι καταφανὴς ἦν ἡ στρατοπεδεία καὶ ἄποπτος, ἀλλ’ ὑπὸ τῶν Μιθριδατικῶν ἐξηπατῶντο. δεικνύντες γὰρ αὐτοῖς τοὺς Ῥωμαίους ἄνω παρεμβεβληκότας ‘ὁρᾶτε τούτους;‘ ἔφασαν ‘Ἀρμενίων στρατός ἐστι καὶ Μήδων, | 371 |
Luc.9.6 | Τιγράνου Μιθριδάτῃ καταπέμψαντος ἐπικουρίαν‘. οἱ δ’ ἐξεπλήσσοντο, τοσούτου πολέμου περικεχυμένου μηδ’ εἰ παραγένοιτο Λεύκολλος χώραν ἔτι λελεῖφθαι βοηθείας ἐλπίζοντες. οὐ μὴν ἀλλὰ πρῶτος αὐτοῖς εἰσπεμφθεὶς ὑπ’ | |
5 | Ἀρχελάου Δημῶναξ ἔφρασε τὴν τοῦ Λευκόλλου παρου‐ σίαν. τούτῳ δ’ ἀπιστούντων καὶ νομιζόντων αὐτὸν τῶν παρόντων ἐπὶ παρηγορίᾳ πεπλασμένα λέγειν, ἧκε παι‐ | |
Luc.9.7 | δάριον αἰχμάλωτον ἐκ τῶν πολεμίων ἀποδεδρακός. πυν‐ θανομένων δ’ αὐτῶν ποῦ λέγοι τὸν Λεύκολλον εἶναι, κατεγέλα παίζειν αὐτοὺς οἰόμενον. ὡς δ’ ἑώρα σπουδά‐ ζοντας, ἐσήμηνε τῇ χειρὶ τὸν χάρακα τῶν Ῥωμαίων, οἱ | |
Luc.9.8 | δ’ ἀνεθάρσησαν. τῆς δὲ Δασκυλίτιδος λίμνης πλεομένης ἀκατίοις ἐπιεικῶς εὐμεγέθεσι, τὸ μέγιστον αὐτῶν ὁ Λεύ‐ κολλος ἀνελκύσας καὶ διαγαγὼν ἁμάξῃ πρὸς τὴν θάλατ‐ ταν, ὅσους ἐχώρει στρατιώτας ἐνεβίβασεν. ἔλαθον δὲ νυ‐ | |
5 | κτὸς διαπεράσαντες καὶ παρεισῆλθον εἰς τὴν πόλιν. | |
Luc.10.1 | Ἔοικε δὲ καὶ τὸ θεῖον ἐπιθαρρῦναι τοὺς Κυζικη‐ νούς, ἀγασθὲν αὐτῶν τὴν ἀνδραγαθίαν, ἄλλοις τε σημεί‐ οις ἐναργέσι, καὶ τῆς τῶν Φερεφαττίων ἑορτῆς ἐνεστώ‐ σης, οἱ μὲν ἠπόρουν βοὸς μελαίνης πρὸς τὴν θυσίαν, καὶ | |
5 | σταιτίνην πλάσαντες τῷ βωμῷ παρέστησαν, ἡ δ’ ἱερὰ καὶ τρεφομένη τῇ θεῷ νομὴν μὲν εἶχεν ὥσπερ τἆλλα βοτὰ τῶν Κυζικηνῶν ἐν τῇ περαίᾳ, κατ’ ἐκείνην δὲ τὴν ἡμέραν ἀποκριθεῖσα τῆς ἀγέλης μόνη διενήξατο πρὸς | |
Luc.10.2 | τὴν πόλιν καὶ κατέστησεν ἐπὶ τὴν θυσίαν αὑτήν. ὄναρ δ’ ἡ θεὸς Ἀρισταγόρᾳ τῷ τοῦ δήμου γραμματεῖ παρα‐ στᾶσα· ‘καὶ μὴν ἔγωγε‘ εἶπεν ‘ἥκω τὸν Λιβυκὸν αὐ‐ | |
λητὴν ἐπὶ τὸν Ποντικὸν σαλπιγκτὴν ἐπάγουσα. φράσον | 372 | |
Luc.10.3 | οὖν θαρρεῖν τοῖς πολίταις.‘ θαυμαζόντων δὲ τὴν φωνὴν τῶν Κυζικηνῶν, ἅμ’ ἡμέρᾳ σάλον εἶχεν ἡ θάλασσα κατι‐ όντος ἀκρίτου πνεύματος, αἵ τε μηχαναὶ τοῦ βασιλέως παρεστῶσαι τοῖς τείχεσιν, ἔργα θαυμαστὰ Νικωνίδου τοῦ | |
5 | Θεσσαλοῦ, ῥοίζῳ καὶ πατάγῳ πρῶτον ἀπεδήλουν τὸ μέλ‐ λον· εἶτα νότος ἐκραγεὶς ἄπιστος τὸ μέγεθος τά τ’ ἄλλα συνέτριψε μηχανήματα ὥρας βραχεῖ μορίῳ, καὶ τὸν ξύλι‐ νον πύργον ἑκατὸν πηχῶν ὕψος ὄντα διασείσας κατέ‐ | |
Luc.10.4 | βαλεν. ἱστορεῖται δὲ τῶν ἐν Ἰλίῳ πολλοῖς καθ’ ὕπνον ὀφθῆναι τὴν Ἀθηνᾶν, ἱδρῶτι πολλῷ ῥεομένην καὶ ὑπο‐ φαίνουσάν τι τοῦ πέπλου παρερρωγός, λέγουσαν ὡς ἀρ‐ τίως ἥκοι βοηθήσασα Κυζικηνοῖς· καὶ στήλην τινὰ δόγ‐ | |
5 | ματα καὶ γράμματα περὶ τούτων ἔχουσαν ἐδείκνυον Ἰλιεῖς. | |
Luc.11.1 | Μιθριδάτην δ’, ἄχρι μὲν ὑπὸ τῶν ἑαυτοῦ στρατη‐ γῶν φενακιζόμενος ἠγνόει τὸν ἐν τῷ στρατοπέδῳ λιμόν, | |
Luc.11.2 | ἠνίων Κυζικηνοὶ διαφεύγοντες τὴν πολιορκίαν. ταχὺ δ’ ἐξερρύη τὸ φιλότιμον αὐτοῦ καὶ φιλόνικον ἐν αἰσθήσει γενομένου τῶν ἀποριῶν, αἷς οἱ στρατιῶται συνείχοντο, καὶ τῶν ἀνθρωποφαγιῶν, ἅτε δὴ μὴ θεατρικῶς μηδ’ ἐπι‐ | |
5 | δεικτικῶς Λευκόλλου πολεμοῦντος, ἀλλὰ τοῦτο δὴ τὸ λεγόμενον εἰς τὴν γαστέρα ἐναλλομένου καὶ ὅπως ὑφαι‐ | |
Luc.11.3 | ρήσει τὴν τροφὴν ἅπαντα πραγματευομένου. διὸ καὶ φρού‐ ριόν τι πολιορκοῦντος αὐτοῦ, τῷ καιρῷ χρήσασθαι σπεύ‐ δων ὁ Μιθριδάτης ἐξέπεμψεν εἰς Βιθυνίαν τοὺς μὲν ἱπ‐ πεῖς σχεδὸν ἅπαντας μετὰ τῶν ὑποζυγίων, τῶν δὲ πεζῶν | |
Luc.11.4 | τοὺς ἀχρήστους. πυθόμενος δ’ ὁ Λεύκολλος ἔτι νυκτὸς ἧκεν εἰς τὸ στρατόπεδον, πρωὶ δὲ χειμῶνος ὄντος ἀνα‐ | |
λαβὼν σπείρας δέκα καὶ τὴν ἵππον, ἐδίωκε νιφόμενος καὶ κακοπαθῶν, ὥστε πολλοὺς ὑπὸ κρύους ἐνδιδόντας ἀπο‐ | 373 | |
5 | λείπεσθαι τῶν στρατιωτῶν· τοῖς δ’ ἄλλοις περὶ τὸν Ῥυν‐ δακὸν ποταμὸν καταλαβὼν τοὺς πολεμίους, τοσαύτην τρο‐ πὴν ἐποίησεν, ὥστε τὰς γυναῖκας ἐκ τῆς Ἀπολλωνίας προερχομένας ἀφαρπάζειν τὰ φορτία καὶ σκυλεύειν τοὺς | |
Luc.11.5 | φονευομένους. πολλῶν δ’ ὡς εἰκὸς ἀποθανόντων, ἑάλω‐ σαν ἵπποι μὲν ἑξακισχίλιοι καὶ πλῆθος ἀναρίθμητον ὑπο‐ ζυγίων, ἄνδρες δὲ μύριοι πεντακισχίλιοι· καὶ τούτους ἄγων πάντας παρεξῄει παρὰ τὸ στρατόπεδον τῶν πολε‐ | |
Luc.11.6 | μίων. Σαλουστίου (hist. fr. 3, 42 M.) δὲ θαυμάζω, τότε πρῶ‐ τον ὦφθαι Ῥωμαίοις καμήλους λέγοντος, εἰ μήτε πρότερον τοὺς μετὰ Σκιπίωνος νικήσαντας Ἀντίοχον ᾤετο μήτε τοὺς ἔναγχος πρὸς Ὀρχομενῷ καὶ περὶ Χαιρώνειαν Ἀρ‐ | |
5 | χελάῳ μεμαχημένους ἐγνωκέναι κάμηλον. | |
Luc.11.7 | Ἀλλὰ τῷ γε Μιθριδάτῃ φεύγειν μὲν ἔγνωστο τὴν ταχί‐ στην, ἀνθολκὰς δὲ Λευκόλλῳ καὶ διατριβὰς ὀπίσω μη‐ χανώμενος, ἔστελλε τὸν ναύαρχον Ἀριστόνικον ἐπὶ τὴν Ἑλληνικὴν θάλασσαν, καὶ ὅσον οὔπω μέλλοντος ἐκπλεῖν | |
5 | ἐκ προδοσίας ὁ Λεύκολλος ἐκυρίευσε μετὰ χρυσῶν μυ‐ ρίων, οὓς ἐκόμιζε διαφθερῶν τι τοῦ Ῥωμαϊκοῦ στρατεύ‐ | |
Luc.11.8 | ματος. ἐκ τούτου Μιθριδάτης μὲν ἔφυγεν ἐπὶ θάλασσαν, οἱ δὲ στρατηγοὶ πεζῇ τὸν στρατὸν ἀπήγαγον. ἐπιπεσὼν δὲ Λεύκολλος αὐτοῖς περὶ τὸν Γρανικὸν ποταμόν, εἷλέ τε παμπόλλους καὶ δισμυρίους ἀπέκτεινε. λέγονται δ’ ἐκ | |
5 | τοῦ παντὸς ἀκολούθων τε καὶ μαχίμων ὄχλου μυριάδες οὐ πολὺ δὴ τῶν τριάκοντα λείπουσαι διαφθαρῆναι. | |
Luc.12.1 | Λεύκολλος δὲ πρῶτον εἰς Κύζικον παρελθών, ἀπέλαυσεν ἡδονῆς καὶ φιλοφροσύνης πρεπούσης. ἔπειτα | |
ναυτικὸν ἐξηρτύετο, τὸν Ἑλλήσποντον ἐπιπορευόμενος. εἰς δὲ Τρῳάδα καταχθείς, ἐσκήνωσε μὲν ἐν τῷ ἱερῷ τῆς | 374 | |
5 | Ἀφροδίτης, κατακοιμηθεὶς δὲ νύκτωρ ἐδόκει τὴν θεὰν ὁρᾶν ἐφεστῶσαν αὐτῷ καὶ λέγουσαν· | |
6 | τί κνώσσεις μεγάθυμε λέον; νεβροὶ δέ τοι ἐγγύς. | |
7 | ||
Luc.12.2 | ἐξαναστὰς δὲ καὶ τοὺς φίλους καλέσας διηγεῖτο τὴν ὄψιν ἔτι νυκτὸς οὔσης· καὶ παρῆσαν ἐξ Ἰλίου τινὲς ἀπαγγέλ‐ λοντες ὦφθαι περὶ τὸν Ἀχαιῶν λιμένα τρισκαίδεκα πεν‐ τήρεις τῶν βασιλικῶν ἐπὶ Λήμνου πλεούσας. εὐθὺς οὖν | |
5 | ἀναχθείς, τούτους μὲν εἷλε καὶ τὸν στρατηγὸν αὐτῶν Ἰσίδωρον ἀπέκτεινεν, ἐπὶ δὲ τοὺς ἄλλους ἔπλει † πρω‐ | |
Luc.12.3 | ρέας. οἱ δ’ ἔτυχον ὁρμοῦντες, καὶ τὰ πλοῖα πάντα πρὸς τὴν γῆν συνέλκοντες, ἀπὸ τῶν καταστρωμάτων διεμά‐ χοντο καὶ πληγὰς ἐδίδοσαν τοῖς περὶ τὸν Λεύκολλον, οὔτε περιπλεῦσαι τοῦ χωρίου διδόντος οὔτε βιάσασθαι ναυσὶ | |
5 | μετεώροις τὰς τῶν πολεμίων, προσερηρεισμένας τῇ γῇ | |
Luc.12.4 | καὶ βεβηκυίας ἀσφαλῶς. οὐ μὴν ἀλλὰ μόλις, ᾗ προσβο‐ λήν τιν’ ἡ νῆσος εἶχεν, ἀποβιβάζει τῶν στρατιωτῶν τοὺς ἀρίστους, οἳ κατόπιν ἐπιπεσόντες τοῖς πολεμίοις τοὺς μὲν διέφθειρον αὐτῶν, τοὺς δ’ ἠνάγκαζον ἀποκόπτοντας τὰ | |
5 | πρυμνήσια τῶν νεῶν καὶ φεύγοντας ἐκ τῆς γῆς ἀλλήλοις τε συγκρούειν τὰ πλοῖα καὶ ταῖς ἐμβολαῖς τῶν περὶ τὸν | |
Luc.12.5 | Λεύκολλον ὑποπίπτειν. πολλοὶ μὲν οὖν διεφθάρησαν, ἐν δὲ τοῖς ἁλοῦσιν ἀνήχθη καὶ Μάριος ὁ παρὰ Σερτωρίου στρατηγός· ἦν γὰρ ἑτερόφθαλμος, καὶ παρήγγελτο τοῖς στρατιώταις εὐθὺς ἐπιπλέουσιν ὑπὸ Λευκόλλου μηδένα | |
5 | κτείνειν ἑτερόφθαλμον, ὅπως ἐξονειδισθεὶς καὶ καθυβρι‐ | |
σθεὶς ἀποθάνοι. | 375 | |
Luc.13.1 | Γενόμενος δ’ ἀπὸ τούτων ἠπείγετο πρὸς τὴν αὐ‐ τοῦ Μιθριδάτου δίωξιν. ἤλπιζε γὰρ ἔτι περὶ Βιθυνίαν εὑρήσειν αὐτόν, ὑπὸ Βοκωνίου φρουρούμενον, ὃν αὐτὸς ἐνστησόμενον τῇ φυγῇ μετὰ νεῶν ἀπεστάλκει πρὸς Νικο‐ | |
Luc.13.2 | μήδειαν. ἀλλὰ Βοκώνιος μὲν ἐν Σαμοθρᾴκῃ μυούμενος καὶ πανηγυρίζων καθυστέρησε, Μιθριδάτην δ’ ἀναχθέντα μετὰ τοῦ στόλου, σπεύδοντα πρὶν ἐπιστρέφειν Λεύκολλον εἰς τὸν Πόντον εἰσπλεῦσαι, καταλαμβάνει χειμὼν πολύς, | |
5 | ὑφ’ οὗ τὰ μὲν ἀφηρπάγη, τὰ δ’ ἐβυθίσθη τῶν σκαφῶν, πᾶσα δ’ ἡ παραλία τῶν ναυαγίων ἐκφερομένων ὑπὸ τοῦ | |
Luc.13.3 | κλύδωνος ἐπὶ πολλὰς ἡμέρας ἦν περίπλεως. αὐτὸς δέ, τῆς ὁλκάδος ἐφ’ ἧς ἔπλει μήτε πρὸς τὴν γῆν εὐπαρακο‐ μίστου διὰ μέγεθος ἐν σάλῳ μεγάλῳ καὶ κύματι τυφλῷ παρισταμένης τοῖς κυβερνήταις, πρός τε τὴν θάλασσαν | |
5 | ἤδη βαρείας καὶ ὑπεράντλου γενομένης, μετεμβὰς εἰς λῃ‐ στρικὸν μυοπάρωνα καὶ τὸ σῶμα πειραταῖς ἐγχειρίσας, ἀνελπίστως καὶ παραβόλως εἰς τὴν Ποντικὴν Ἡρά‐ | |
Luc.13.4 | κλειαν ἐξεσώθη. Λευκόλλῳ δ’ ἀνεμέσητος ἡ πρὸς τὴν σύγκλητον ἀπέβη φιλοτιμία. ψηφιζομένης γὰρ αὐτῆς πρὸς τὸν πόλεμον ἀπὸ τρισχιλίων ταλάντων ἐξαρτύε‐ σθαι ναυτικόν, ἐκώλυσε πέμψας γράμματα καὶ μεγαλη‐ | |
5 | γορήσας, ὡς ἄνευ δαπάνης τοσαύτης καὶ παρασκευῆς ταῖς τῶν συμμάχων ναυσὶ Μιθριδάτην ἐκβαλεῖ τῆς θαλάσσης. | |
Luc.13.5 | καὶ τοῦθ’ ὑπῆρξεν αὐτῷ τοῦ θεοῦ συναγωνισαμένου· λέγε‐ ται γὰρ Ἀρτέμιδος χόλῳ Πριαπηνῆς ὁ χειμὼν ἐμπεσεῖν τοῖς Ποντικοῖς, συλήσασιν αὐτῆς τὸ ἱερὸν καὶ τὸ ξόανον ἀνασπάσασι. | |
Luc.14.1 | Πολλῶν δὲ Λευκόλλῳ παραινούντων ἀναβαλέσθαι τὸν πόλεμον, οὐ φροντίσας ἐνέβαλε διὰ Βιθυνίας καὶ Γα‐ | |
λατίας εἰς τὴν βασιλικήν, ἐν ἀρχῇ μὲν ἐνδεὴς τῶν ἀναγ‐ καίων, ὥστε Γαλάτας ἕπεσθαι τρισμυρίους, ἕκαστον ἐπὶ | 376 | |
5 | τῶν ὤμων κομίζοντα σίτου μέδιμνον, προϊὼν δὲ καὶ κρα‐ τῶν ἁπάντων εἰς τοσαύτην ἦλθεν εὐπορίαν, ὥστε τὸν μὲν βοῦν ἐν στρατοπέδῳ δραχμῆς, τὸ δ’ ἀνδράποδον τετ‐ τάρων ὤνιον εἶναι, τὴν δ’ ἄλλην λείαν ἐν οὐδενὶ λόγῳ τοὺς μὲν ἀπολείπειν, τοὺς δ’ ἀναλίσκειν. διάθεσις γὰρ | |
Luc.14.2 | οὐδενὸς ἦν πρὸς οὐδένα πάντων εὐπορούντων. ἀλλ’ ὅσον φθεῖραι καὶ κακῶσαι τὴν χώραν ἱππασάμενοι καὶ κατα‐ δραμόντες ἄχρι Θεμισκύρας καὶ τῶν περὶ Θερμώδοντα πεδίων, ᾐτιῶντο τὸν Λεύκολλον, ὅτι πάσας προσάγεται | |
5 | τὰς πόλεις, κατὰ κράτος δ’ οὐδεμίαν ᾕρηκεν οὐδὲ παρ‐ | |
Luc.14.3 | έσχηκεν αὐτοῖς ὠφεληθῆναι διαρπάσασιν. ‘ἀλλὰ καὶ νῦν‘ ἔφασαν ‘Ἀμισόν, πόλιν εὐδαίμονα καὶ πλουσίαν, οὐ μέγα ὂν ἔργον εἴ τις ἐντείναι τὴν πολιορκίαν κατασχεῖν, ἀπο‐ λιπόντας ἡμᾶς ἄγει περὶ τὴν Τιβαρηνῶν καὶ Χαλδαίων | |
Luc.14.4 | ἐρημίαν Μιθριδάτῃ πολεμήσοντας.‘ ἀλλὰ ταῦτα μὲν οὐκ ἂν ὁ Λεύκολλος ἐλπίσας εἰς τοσοῦτον ἀπονοίας τοὺς στρατιώτας παραγαγεῖν, ὅσον ὕστερον ἐξέφηναν, ὑπερ‐ εώρα καὶ οὐκ ἐφρόντιζεν, ἐκείνοις δ’ ἀπελογεῖτο μᾶλλον | |
5 | οἳ βραδυτῆτα κατηγόρουν αὐτοῦ, διατρίβοντος ἐνταῦθα περὶ κώμας καὶ πόλεις οὐ πολλοῦ τινος ἀξίας πολὺν | |
Luc.14.5 | χρόνον, ἐῶντος δ’ αὔξεσθαι Μιθριδάτην. ‘αὐτὸ γάρ‘ ἔφη ‘τοῦτο καὶ βούλομαι καὶ κάθημαι τεχνάζων, μέγαν αὖθις γενέσθαι τὸν ἄνδρα καὶ συναγαγεῖν αὐτὸν ἀξιόμαχον | |
Luc.14.6 | δύναμιν, ἵνα μείνῃ καὶ μὴ φύγῃ προσιόντας ἡμᾶς. ἢ οὐχ ὁρᾶτε πολλὴν μὲν αὐτῷ καὶ ἀτέκμαρτον ἐρημίαν ὀπίσω παροῦσαν; ἐγγὺς δ’ ὁ Καύκασος καὶ ὄρη πολλὰ καὶ βαθέα καὶ μυρίους βασιλεῖς φυγομαχοῦντας ἀρκοῦντα | |
5 | κατακρύψαι καὶ περισχεῖν, ὀλίγων δ’ ἡμερῶν ὁδὸς εἰς Ἀρμενίαν ἐκ Καβήρων, καὶ ὑπὲρ Ἀρμενίας κάθηται Τι‐ γράνης, βασιλεὺς βασιλέων, ἔχων δύναμιν ᾗ Πάρθους | |
τε περικόπτει τῆς Ἀσίας καὶ πόλεις Ἑλληνίδας εἰς Μη‐ δίαν ἀνακομίζει καὶ Συρίας κρατεῖ καὶ Παλαιστίνης καὶ | 377 | |
10 | τοὺς ἀπὸ Σελεύκου βασιλεῖς ἀποκτιννύει, θυγατέρας δ’ αὐ‐ | |
Luc.14.7 | τῶν ἄγει καὶ γυναῖκας ἀνασπάστους. οὗτος οἰκεῖός ἐστι Μιθριδάτου καὶ γαμβρός, οὐ περιόψεται δ’ αὐτὸν ἱκέτην ὑποδεξάμενος, ἀλλὰ πολεμήσει πρὸς ἡμᾶς, καὶ σπεύ‐ δοντες ἐκβάλλειν Μιθριδάτην, κινδυνεύσομεν ἐπισπάσα‐ | |
5 | σθαι Τιγράνην, πάλαι μὲν αἰτίας δεόμενον ἐφ’ ἡμᾶς, εὐπρεπεστέραν δ’ οὐκ ἂν λαβόντα τῆς ὑπὲρ ἀνδρὸς οἰ‐ | |
Luc.14.8 | κείου καὶ βασιλέως ἀναγκασθέντος ὑπουργεῖν αὐτῷ. τί οὖν δεῖ τοῦθ’ ἡμᾶς ἐξεργάσασθαι καὶ διδάξαι Μιθρι‐ δάτην ἀγνοοῦντα, μεθ’ ὧν ἐστιν αὐτῷ πρὸς ἡμᾶς πολε‐ μητέον, καὶ μὴ βουλόμενον, ἀλλ’ ἀδοξοῦντα συνελαύνειν | |
5 | εἰς τὰς Τιγράνου χεῖρας, ἀλλ’ οὐχὶ δόντας αὐτῷ χρόνον ἐκ τῶν οἰκείων παρασκευάσασθαι καὶ ἀναθαρρῦναι, Κόλ‐ χοις καὶ Τιβαρηνοῖς καὶ Καππάδοξιν, ὧν πολλάκις κε‐ κρατήκαμεν, μάχεσθαι μᾶλλον ἢ Μήδοις καὶ Ἀρμενίοις;‘ | |
Luc.15.1 | Ἐπὶ τοιούτων λογισμῶν γενόμενος ὁ Λεύκολλος περί τε τὴν Ἀμισὸν διέτριψε, μαλακῶς τῇ πολιορκίᾳ χρώμενος, καὶ μετὰ χειμῶνα Μουρήναν ἀπολιπὼν ἐπὶ τῆς πολιορκίας, ἐβάδιζεν ἐπὶ Μιθριδάτην, καθήμενον ἐν | |
5 | Καβήροις καὶ διανοούμενον ὑφίστασθαι τοὺς Ῥωμαίους, ἠθροισμένης αὐτῷ δυνάμεως εἰς τετρακισμυρίους πεζούς, | |
Luc.15.2 | ἱππεῖς δὲ τετρακισχιλίους, οἷς ἐθάρρει μάλιστα. καὶ δια‐ βὰς τὸν Λύκον ποταμὸν εἰς τὸ πεδίον προὐκαλεῖτο τοὺς Ῥωμαίους. γενομένης δ’ ἱππομαχίας ἔφυγον οἱ Ῥωμαῖοι, Πομπώνιος δ’ ἀνὴρ οὐκ ἄδοξος ἑάλω τετρωμένος καὶ πρὸς | |
5 | τὸν Μιθριδάτην ἀνήχθη, κακῶς ὑπὸ τραυμάτων διακεί‐ | |
μενος. πυθομένου δὲ τοῦ βασιλέως εἰ σωθεὶς ὑπ’ αὐτοῦ γενήσεται φίλος, ‘ἄν γε δή‘ ἔφη ‘Ῥωμαίοις διαλλαγῇς· εἰ δὲ μή, πολέμιοσ‘. τοῦτον μὲν θαυμάσας ὁ Μιθριδάτης οὐκ ἠδίκησε. | 378 | |
Luc.15.3 | Τοῦ δὲ Λευκόλλου τὰ μὲν πεδία τῶν πολεμίων ἱππο‐ κρατούντων δεδιότος, τὴν δ’ ὀρεινὴν ὀκνοῦντος προϊέναι, μακρὰν καὶ ὑλώδη καὶ δύσβατον οὖσαν, ἁλίσκονταί τινες κατὰ τύχην Ἕλληνες, εἴς τι σπήλαιον καταφυγόντες, | |
5 | ὧν ὁ πρεσβύτερος Ἀρτεμίδωρος ὑπέσχετο τὸν Λεύκολλον ἄξειν καὶ καταστήσειν ἐπὶ τόπῳ ἀσφαλεῖ τῷ στρατο‐ πέδῳ καὶ φρούριον ἔχοντι τοῖς Καβήροις ἐπικρεμάμενον. | |
Luc.15.4 | πιστεύσας δ’ ὁ Λεύκολλος ἅμα τῇ νυκτὶ πυρὰ καύσας ἐκίνει, καὶ τὰ στενὰ παρελθὼν ἀσφαλῶς τὸ χωρίον εἶχε, καὶ μεθ’ ἡμέραν ὑπερεφαίνετο τῶν πολεμίων ἱδρύων τὸν στρατὸν ἐν τόποις οἳ μάχεσθαι βουλομένῳ προσαγωγὴν | |
5 | ἐδίδοσαν καὶ τὸ μὴ βιασθῆναι παρεῖχον ἡσυχάζοντι. | |
Luc.15.5 | Γνώμην μὲν οὖν οὐδέτερος εἶχεν ἔν γε τῷ παρόντι διακινδυνεύειν· ἔλαφον δὲ λέγεται τῶν βασιλικῶν διω‐ κόντων, ὑποτεμνομένους ἀπαντῆσαι τοὺς Ῥωμαίους, ἐκ δὲ τούτου συμπεσόντας ἀγωνίζεσθαι, πλειόνων ἑκατέροις | |
Luc.15.6 | ἀεὶ προσγινομένων. τέλος δ’ ἐνίκων οἱ βασιλικοί, καὶ τὴν φυγὴν ἐκ τοῦ χάρακος οἱ Ῥωμαῖοι καθορῶντες, ἤσχαλλον καὶ συνέτρεχον πρὸς τὸν Λεύκολλον, ἄγειν σφᾶς δεόμενοι καὶ σύνθημα πρὸς τὴν μάχην αἰτοῦντες. | |
5 | ὁ δὲ βουλόμενος αὐτοὺς μαθεῖν, ἡλίκον ἐστὶν ἐν ἀγῶνι πολέμου καὶ κινδύνῳ παρουσία καὶ ὄψις ἡγεμόνος ἔμφρο‐ νος, ἐκείνους μὲν ἡσυχίαν ἄγειν ἐκέλευσεν, αὐτὸς δὲ κατέβαινεν εἰς τὸ πεδίον καὶ τοῖς πρώτοις ἀπαντήσας τῶν φευγόντων ἵστασθαι προσέταξε καὶ ἀναστρέφειν | |
Luc.15.7 | μετ’ αὐτοῦ. πεισθέντων δὲ τούτων, καὶ οἱ λοιποὶ μετα‐ | |
βαλόμενοι καὶ συστάντες ὀλίγῳ πόνῳ τρέπονται τοὺς πολεμίους καὶ καταδιώκουσιν εἰς τὸ στρατόπεδον. ἐπαν‐ ελθὼν δὲ Λεύκολλος ἀτιμίαν τινὰ τοῖς φεύγουσι νενο‐ | 379 | |
5 | μισμένην προσέβαλε, κελεύσας ἐν χιτῶσιν ἀζώστοις ὀρύ‐ ξαι δώδεκα ποδῶν τάφρον, ἐφεστώτων καὶ θεωμένων τῶν ἄλλων στρατιωτῶν. | |
Luc.16.1 | Ἦν δέ τις ἐν τῷ Μιθριδάτου στρατοπέδῳ Δαν‐ δαρίων δυνάστης Ὀλθακὸς—γένος δ’ εἰσὶν οἱ Δανδάριοι βαρβάρων τῶν περὶ τὴν Μαιῶτιν οἰκούντων—, ἀνὴρ ὅσα χειρὸς ἔργα καὶ τόλμης ἐν πολέμῳ διαπρεπὴς ἅπαντα | |
5 | καὶ γνώμην ἱκανὸς ἐν τοῖς μεγίστοις, ἔτι δ’ ἐμμελὴς | |
Luc.16.2 | ὁμιλῆσαι καὶ θεραπευτικός. οὗτος ἔχων ἀεὶ πρός τινα τῶν ὁμοφύλων δυναστῶν ἅμιλλαν ὑπὲρ πρωτείων καὶ ζηλοτυπίαν, ὑπέσχετο τῷ Μιθριδάτῃ μέγα ἔργον, ἀπο‐ κτενεῖν Λεύκολλον. ἐπαινέσαντος δὲ τοῦ βασιλέως καί | |
5 | τινας αὐτῷ προσβαλόντος ἐπίτηδες ἀτιμίας εἰς προσ‐ | |
Luc.16.3 | ποίησιν ὀργῆς, ἀφιππάσατο πρὸς Λεύκολλον· ὁ δ’ ἄσμε‐ νος ἐδέξατο (λόγος γὰρ ἦν αὐτοῦ πολὺς ἐν τῷ στρατο‐ πέδῳ), καὶ ταχὺ πειρώμενος ἠσπάζετο τήν τ’ ἀγχίνοιαν αὐτοῦ καὶ τὸ λιπαρές, ὥστε τραπέζης καὶ συνεδρίου | |
Luc.16.4 | ποτὲ ποιεῖσθαι κοινωνόν. ἐπεὶ δ’ ἐδόκει καιρὸν ἔχειν ὁ Δανδάριος, τὸν μὲν ἵππον ἔξω τοῦ χάρακος ἐκέλευσε προ‐ αγαγεῖν τοὺς παῖδας, αὐτὸς δὲ μεσημβρίας οὔσης καὶ τῶν στρατιωτῶν ἐνδιαζόντων καὶ ἀναπαυομένων ἐβάδι‐ | |
5 | ζεν ἐπὶ τὴν στρατηγικὴν σκηνήν, ὡς οὐδενὸς κωλύσοντος εἰσελθεῖν ἄνδρα συνήθη καὶ λόγους τινὰς ἀξίους σπουδῆς | |
Luc.16.5 | τῷ στρατηγῷ κομίζειν φάσκοντα. κἂν εἰσῆλθεν ἀδεῶς, εἰ μὴ ὁ πολλοὺς ἀνῃρηκὼς στρατηγοὺς ὕπνος Λεύκολλον ἔσωσεν. ἐτύγχανε γὰρ καθεύδων, καὶ Μενέδημος, εἷς τῶν κατευναστῶν, παρὰ ταῖς θύραις ἑστὼς οὐκ ἔφη | |
5 | κατὰ καιρὸν ἥκειν τὸν Ὀλθακόν, ἄρτι Λευκόλλου πρὸς ἀνάπαυσιν ἐκ μακρᾶς ἀγρυπνίας καὶ πόνων τοσούτων | |
Luc.16.6 | δεδωκότος ἑαυτόν. ἐπεὶ δ’ οὐκ ἀπῄει κελεύοντος, ἀλλ’ ἔφη 〈καὶ〉 κωλύοντος εἰσελεύσεσθαι, περὶ πράγματος ἀναγ‐ καίου καὶ μεγάλου διαλεχθῆναι βουλόμενος, ἤδη πρὸς ὀργὴν ὁ Μενέδημος εἰπὼν ‘μηδὲν ἀναγκαιότερον τοῦ | 380 |
5 | σῴζεσθαι Λεύκολλον‘, ἀπεώσατο τὸν ἄνθρωπον ἀμφο‐ | |
Luc.16.7 | τέραις ταῖς χερσίν. ὁ δὲ δείσας ὑπεξῆλθε τοῦ χάρακος, καὶ λαβὼν τὸν ἵππον ἀπήλασεν εἰς τὸ Μιθριδάτου στρα‐ τόπεδον ἄπρακτος. οὕτως ἄρα καὶ τοῖς πράγμασιν ὁ καιρὸς ὥσπερ τοῖς φαρμάκοις καὶ τὴν σῴζουσαν καὶ | |
5 | τὴν ἀναιροῦσαν ῥοπὴν προστίθησιν. | |
Luc.17.1 | Ἐκ τούτου Σωρνάτιος μὲν ἐπὶ σίτου κομιδὴν ἐπέμφθη μετὰ δέκα σπειρῶν, καὶ καταδιωχθεὶς ὑπὸ Με‐ νάνδρου, τῶν Μιθριδάτου στρατηγῶν ἑνός, ἀντέστη καὶ συμβαλὼν φόνον ἐποίησε πολὺν καὶ τροπὴν τῶν πολε‐ | |
Luc.17.2 | μίων. αὖθις δὲ πεμφθέντος Ἀδριανοῦ μετὰ δυνάμεως, ὅπως ἐκ περιουσίας ἔχωσιν οἱ στρατιῶται σῖτον, οὐ περιεῖδε Μιθριδάτης, ἀλλ’ ἀπέστειλε Μενέμαχον καὶ Μύ‐ ρωνα, πολλῶν μὲν ἱππέων, πολλῶν δὲ πεζῶν ἡγουμένους. | |
5 | οὗτοι πάντες ὡς λέγεται πλὴν δυεῖν κατεκόπησαν ὑπὸ | |
Luc.17.3 | τῶν Ῥωμαίων. καὶ Μιθριδάτης μὲν ἔκρυπτε τὴν συμφο‐ ράν, ὡς οὐ τοσαύτην οὖσαν ἀλλὰ μικράν, προσκεκρου‐ κότων ἀπειρίᾳ τῶν στρατηγῶν, Ἀδριανὸς δὲ λαμπρῶς παρημείβετο τὸ στρατόπεδον, πολλὰς κατάγων ἁμάξας | |
5 | σίτου καὶ λαφύρων γεμούσας, ὥστε δυσθυμίαν μὲν αὐ‐ τῷ, ταραχὴν δὲ καὶ φόβον ἀμήχανον ἐμπεσεῖν τοῖς στρα‐ | |
Luc.17.4 | τιώταις. ἐδέδοκτο μὲν οὖν μηκέτι μένειν· ἐπεὶ δὲ προ‐ εξέπεμπον οἱ βασιλικοὶ τὰ σφέτερα χρήματα καθ’ ἡσυ‐ χίαν, τοὺς δ’ ἄλλους ἐκώλυον, ἤδη καὶ πρὸς ὀργὴν ἐπὶ τὰς ἐξόδους ὠθούμενοι καὶ βιαζόμενοι, τὰ μὲν χρήματα | |
5 | ἥρπαζον, αὐτοὺς δ’ ἀπέσφαττον. ὅπου καὶ Δορύλαος ὁ | |
στρατηγός, οὐδὲν ἕτερον ἔχων ἢ τὴν πορφύραν περὶ αὑτόν, ἀπώλετο διὰ ταύτην, Ἑρμαῖος δ’ ὁ θύτης κατε‐ | 381 | |
Luc.17.5 | πατήθη περὶ τὰς πύλας. αὐτὸς δ’ ὁ Μιθριδάτης, οὔτ’ ὀπαδοῦ τινος οὔθ’ ἱπποκόμου παραμείναντος αὐτῷ, συν‐ εξέπεσεν ἀπὸ τοῦ στρατοπέδου τοῖς πολλοῖς ἀναμεμειγ‐ μένος, οὐδ’ ἵππου τῶν βασιλικῶν εὐπορήσας, ἀλλ’ ὀψέ | |
5 | που κατιδὼν αὐτὸν ἐν τῷ ῥεύματι τῆς τροπῆς ἐκείνης διαφερόμενον Πτολεμαῖος ὁ εὐνοῦχος ἵππον ἔχων αὐτὸς | |
Luc.17.6 | ἀπεπήδησε καὶ παρέσχεν. ἤδη γὰρ αὐτὸν οἱ Ῥωμαῖοι κατεῖχον ἐπικείμενοι, καὶ τάχει μὲν οὐκ ἀπελίποντο τοῦ λαβεῖν αὐτόν, ἀλλ’ ἦλθον ἔγγιστα τούτου, φιλοπλουτία δὲ καὶ μικρολογία στρατιωτικὴ τὸ πολλοῖς ἀγῶσι καὶ | |
5 | μεγάλοις κινδύνοις διωκόμενον ἐκ μακροῦ θήραμα Ῥω‐ μαίους ἀφείλετο καὶ Λεύκολλον ἀπεστέρησε νικῶντα τῶν | |
Luc.17.7 | ἐπάθλων. ἦν μὲν γὰρ ἐν ἐφικτῷ τῆς διώξεως ὁ ὑπεκφέ‐ ρων τὸν ἄνδρα ἵππος, ἡμιόνου δὲ τῶν τὸ χρυσίον κομι‐ ζόντων μεταξὺ τοῦ βασιλέως εἴτ’ ἀπὸ ταὐτομάτου παρεισ‐ πεσόντος, εἴτε τοῦ βασιλέως ἐπίτηδες ἐμβαλόντος αὐτὸν | |
5 | εἰς τοὺς διώκοντας, ἁρπάζοντες καὶ συλλέγοντες τὸ χρυ‐ | |
Luc.17.8 | σίον καὶ διαμαχόμενοι πρὸς ἀλλήλους καθυστέρησαν. καὶ οὐ τοῦτο μόνον αὐτῶν ἀπέλαυσε τῆς πλεονεξίας Λεύ‐ κολλος, ἀλλὰ καὶ τὸν ἐπὶ τῶν ἀπορρήτων τοῦ βασιλέως ὄντα Καλλίστρατον ὁ μὲν ἄγειν ἐκέλευσεν, οἱ δ’ ἄγοντες | |
5 | αἰσθόμενοι πεντακοσίους χρυσοῦς ὑπεζωσμένον ἀπέκτει‐ ναν. οὐ μὴν ἀλλὰ τούτοις μὲν ἐπέτρεψε τὸν χάρακα πορθῆσαι. | |
Luc.18.1 | Τὰ δὲ Κάβηρα λαβὼν καὶ τῶν ἄλλων φρουρίων τὰ πλεῖστα, θησαυρούς τε μεγάλους εὗρε καὶ δεσμωτή‐ ρια, πολλῶν μὲν Ἑλλήνων, πολλῶν δὲ συγγενῶν τοῦ βασιλέως καθειργμένων, οἷς πάλαι τεθνάναι δοκοῦσιν οὐ | |
5 | σωτηρίαν, ἀλλ’ ἀναβίωσιν καὶ δευτέραν τινὰ γέννησιν ἡ | 382 |
Luc.18.2 | Λευκόλλου χάρις παρέσχεν. ἑάλω δὲ καὶ ἀδελφὴ τοῦ Μιθριδάτου Νύσσα σωτήριον ἅλωσιν· αἱ δ’ ἀπωτάτω τοῦ κινδύνου καὶ καθ’ ἡσυχίαν ἀποκεῖσθαι δοκοῦσαι περὶ Φαρνάκειαν ἀδελφαὶ καὶ γυναῖκες οἰκτρῶς ἀπώ‐ | |
5 | λοντο, Μιθριδάτου πέμψαντος ἐπ’ αὐτὰς ἐκ τῆς φυγῆς | |
Luc.18.3 | Βακχίδην εὐνοῦχον. ἦσαν δὲ μετὰ πολλῶν ἀδελφαί τε δύο τοῦ βασιλέως, Ῥωξάνη καὶ Στάτειρα, περὶ τεττα‐ ράκοντα ἔτη παρθενευόμεναι, καὶ γαμεταὶ δύο, γένος Ἰωνίδες, Βερενίκη μὲν ἐκ Χίου, Μονίμη δὲ Μιλησία. | |
5 | ταύτης ὁ πλεῖστος ἦν λόγος ἐν τοῖς Ἕλλησιν, ὅτι τοῦ βασιλέως πειρῶντος αὐτὴν καὶ μυρίους πεντακισχιλίους χρυσοῦς προσπέμψαντος ἀντέσχε, μέχρι οὗ γάμων ἐγέ‐ νοντο συνθῆκαι καὶ διάδημα πέμψας αὐτῇ βασίλισσαν | |
Luc.18.4 | ἀνηγόρευσεν. αὕτη καὶ παρὰ τὸν ἄλλον χρόνον ἀνιαρῶς εἶχε, καὶ ἀπεθρήνει τὴν τοῦ σώματος εὐμορφίαν, ὡς δεσπότην μὲν ἀντ’ ἀνδρὸς αὐτῇ, φρουρὰν δὲ βαρβάρων ἀντὶ γάμου καὶ οἴκου προξενήσασαν, πόρρω δέ που τῆς | |
5 | Ἑλλάδος ἀπῳκισμένη τοῖς ἐλπισθεῖσιν ἀγαθοῖς ὄναρ σύν‐ | |
Luc.18.5 | εστι, τῶν δ’ ἀληθινῶν ἐκείνων ἀπεστέρηται. καὶ δὴ τοῦ Βακχίδου παραγενομένου καὶ προστάξαντος αὐταῖς ἀπο‐ θνῄσκειν, ὡς ἑκάστῃ δοκοίη ῥᾷστον εἶναι καὶ ἀλυπότα‐ τον, περισπάσασα τῆς κεφαλῆς τὸ διάδημα τῷ τραχήλῳ | |
Luc.18.6 | περιῆψε καὶ ἀνήρτησεν ἑαυτήν. ταχὺ δ’ ἀπορραγέντος, ‘ὦ κατηραμένον‘ ἔφη ‘ῥάκος, οὐδὲ πρὸς τοῦτό μοι χρή‐ σιμον ἔσῃ;‘ κἀκεῖνο μὲν ἀπέρριψε προσπτύσασα, τῷ δὲ Βακχίδῃ τὴν σφαγὴν παρέσχεν. ἡ δὲ Βερενίκη κύλικα | |
5 | φαρμάκου λαβοῦσα, τῆς μητρὸς αὐτῇ παρούσης καὶ δεο‐ | |
Luc.18.7 | μένης, μετέδωκε, καὶ συνεξέπιον μὲν ἀμφότεραι, ἤρκεσε δ’ ἡ τοῦ φαρμάκου δύναμις εἰς τὸ ἀσθενέστερον σῶμα, τὴν δὲ Βερενίκην οὐχ ὅσον ἔδει πιοῦσαν οὐκ ἀπήλλαξεν, | |
ἀλλὰ δυσθανατοῦσα τοῦ Βακχίδου σπεύδοντος ἀπεπνίγη. | 383 | |
Luc.18.8 | λέγεται δὲ καὶ τῶν ἀγάμων ἀδελφῶν ἐκείνων τὴν μὲν ἐπαρωμένην πολλὰ καὶ λοιδοροῦσαν ἐκπιεῖν τὸ φάρμα‐ κον, τὴν δὲ Στάτειραν οὔτε δύσφημόν τι φθεγξαμένην οὔτ’ ἀγεννές, ἀλλ’ ἐπαινοῦσαν τὸν ἀδελφόν, ὅτι περὶ | |
5 | τοῦ σώματος κινδυνεύων οὐκ ἠμέλησεν αὐτῶν, ἀλλὰ | |
Luc.18.9 | προὐνόησεν ἐλευθέρας καὶ ἀνυβρίστους ἀποθανεῖν. ταῦ‐ τα μὲν οὖν φύσει χρηστὸν ὄντα καὶ φιλάνθρωπον ἠνία τὸν Λεύκολλον. | |
Luc.19.1 | Ἐλάσας δ’ ἄχρι Ταλαύρων, ἔνθεν ἡμέρᾳ τετάρτῃ πρότερον ἐφθάκει Μιθριδάτης εἰς Ἀρμενίαν πρὸς Τι‐ γράνην πεφευγώς, ἀποτρέπεται. καταστρεψάμενος δὲ Χαλδαίους καὶ Τιβαρηνούς, καὶ τὴν μικρὰν Ἀρμενίαν | |
5 | παραλαβών, καὶ φρούρια καὶ πόλεις παραστησάμενος, Ἄππιον μὲν ἔπεμψε πρὸς Τιγράνην ἐξαιτῶν Μιθριδά‐ την, αὐτὸς δ’ ἧκε πρὸς Ἀμισὸν ἔτι πολιορκουμένην. | |
Luc.19.2 | αἴτιος δ’ ἦν Καλλίμαχος ὁ στρατηγός, ἐμπειρίᾳ μηχα‐ νικῆς παρασκευῆς καὶ δεινότητι πανουργίας ὅσην πο‐ λιορκία δέχεται πλεῖστα λυπήσας Ῥωμαίους· ὧν ὕστερον | |
Luc.19.3 | ἔδωκε δίκην. τότε δ’ ὑπὸ Λευκόλλου καταστρατηγηθείς, ὑφ’ ἣν ἔθος εἶχεν ὥραν τῆς ἡμέρας ἀπάγειν καὶ ἀνα‐ παύειν τοὺς στρατιώτας, ἐν ἐκείνῃ προσβαλόντος αἰφνι‐ δίως καὶ κατασχόντος οὐ πολὺ μέρος τοῦ τείχους, αὐτὸς | |
5 | ἐκλιπὼν τὴν πόλιν ὑφῆψεν, εἴτε φθονῶν ὠφεληθῆναι Ῥωμαίοις, εἴτε ῥᾳστώνην φυγῆς ἑαυτῷ μηχανώμενος. | |
Luc.19.4 | οὐδεὶς γὰρ ἐφρόντιζε τῶν ἐκπλεόντων, ἀλλὰ καὶ ὡς ἡ φλὸξ ἀναδραμοῦσα πολλὴ τὰ τείχη περιέσχεν, οἱ μὲν στρατιῶται παρεσκευάζοντο πρὸς ἁρπαγήν, ὁ δὲ Λεύ‐ | |
κολλος οἰκτίρων ἀπολλυμένην τὴν πόλιν, ἔξωθεν ἐβοήθει | 384 | |
5 | πρὸς τὸ πῦρ καὶ σβεννύναι παρεκάλει, μηδενὸς αὐτῷ προσέχοντος, ἀλλ’ ἐξαιτουμένων τὰ χρήματα καὶ μετὰ βοῆς 〈τὰ〉 ὅπλα κρουόντων, ἕως ἐκβιασθεὶς ἐπέτρεψεν, | |
Luc.19.5 | ὡς αὐτήν γε τὴν πόλιν ἐξαιρησόμενος τοῦ πυρός. οἱ δὲ τοὐναντίον ἔπραξαν. πάντα γὰρ ἐξερευνῶντες ὑπὸ λαμ‐ πάδων καὶ πανταχοῦ φῶς ἐπιφέροντες, αὐτοὶ τὰ πλεῖστα τῶν οἰκημάτων καθεῖλον, ὥστε τὸν Λεύκολλον εἰσελ‐ | |
5 | θόντα μεθ’ ἡμέραν καὶ δακρύσαντα πρὸς τοὺς φίλους εἰπεῖν, ὡς πολλάκις ἤδη Σύλλαν μακαρίσας, μάλιστα τῇ σήμερον ἡμέρᾳ τὴν τἀνδρὸς εὐτυχίαν θαυμάσειεν, ὅτι σῶσαι βουληθεὶς ἐδυνήθη τὰς Ἀθήνας. ‘ἐμὲ δέ‘ ἔφη ‘τούτου ζηλωτὴν γενόμενον εἰς τὴν Μομμίου δόξαν ὁ | |
Luc.19.6 | δαίμων περιέστησεν.‘ οὐ μὴν ἀλλ’ ἐκ τῶν παρόντων ἀναλαμβάνειν ἐπειρᾶτο τὴν πόλιν, καὶ τὸ μὲν πῦρ ὄμ‐ βροι κατέσβεσαν, ἔκ τινος θείας τύχης περὶ τὴν ἅλωσιν αὐτὴν συμπεσόντες, τὰ δὲ πλεῖστα τῶν ἀπολωλότων αὐ‐ | |
5 | τὸς ἔτι παρὼν ἀνῳκοδόμησε, καὶ τοὺς φεύγοντας Ἀμι‐ σηνῶν ἐδέξατο, καὶ τῶν ἄλλων Ἑλλήνων κατῴκισε τοὺς βουλομένους, εἴκοσι καὶ ἑκατὸν σταδίων χώραν προσ‐ | |
Luc.19.7 | ορίσας. ἦν δ’ ἡ πόλις Ἀθηναίων ἄποικος, ἐν ἐκείνοις ἄρα τοῖς καιροῖς, ἐν οἷς ἤκμαζεν ἡ δύναμις αὐτῶν καὶ κατεῖχε τὴν θάλασσαν, οἰκισθεῖσα, καὶ διὰ τοῦτο πολλοὶ τῶν τὴν Ἀριστίωνος τυραννίδα βουλομένων φεύγειν ἐκ‐ | |
5 | πλεύσαντες αὐτοῦ κατῴκουν καὶ μετεῖχον τῆς πολιτείας, οἷς συνέβη τὰ οἰκεῖα κακὰ φεύγουσιν ἀπολαῦσαι τῶν ἀλλο‐ | |
Luc.19.8 | τρίων. ἀλλὰ τούς γε σωθέντας αὐτῶν ὁ Λεύκολλος ἀμφιέσας καλῶς καὶ διακοσίας ἑκάστῳ δραχμὰς ἐπιδοὺς ἀπέστειλε. Τότε καὶ Τυραννίων ὁ γραμματικὸς ἑάλω· Μουρήνας | |
δ’ αὐτὸν ἐξῃτήσατο καὶ λαβὼν ἀπηλευθέρωσεν, ἀνελευ‐ | 385 | |
Luc.19.9 | θέρως τῇ δωρεᾷ χρησάμενος. οὐ γὰρ ἠξίου Λεύκολλος ἄνδρα διὰ παιδείαν ἐσπουδασμένον δοῦλον γενέσθαι πρό‐ τερον, εἶτ’ ἐλεύθερον. ἀφαίρεσις γὰρ ἦν τῆς ὑπαρχούσης ἡ τῆς δοκούσης ἐλευθερίας δόσις. ἀλλὰ Μουρήνας μὲν | |
5 | οὐκ ἐνταῦθα μόνον ὤφθη πολὺ τῆς τοῦ στρατηγοῦ κα‐ λοκαγαθίας ἀποδέων. | |
Luc.20.1 | Λεύκολλος δὲ τρέπεται πρὸς τὰς ἐν Ἀσίᾳ πό‐ λεις, ὅπως, τῶν πολεμικῶν ἔργων σχολάζοντος αὐτοῦ, καὶ δίκης τινὸς μετάσχῃ καὶ θεσμῶν, ὧν ἐπὶ πολὺν χρόνον ἐνδεῆ τὴν ἐπαρχίαν οὖσαν ἄρρητοι καὶ ἄπιστοι | |
5 | δυστυχίαι κατεῖχον, ὑπὸ τῶν τελωνῶν καὶ τῶν δανει‐ στῶν πορθουμένην καὶ ἀνδραποδιζομένην, πιπράσκειν ἰδίᾳ μὲν υἱοὺς εὐπρεπεῖς θυγατέρας τε παρθένους, δη‐ μοσίᾳ δ’ ἀναθήματα, γραφάς, ἱεροὺς ἀνδριάντας ἀναγκα‐ | |
Luc.20.2 | ζομένων. αὐτοῖς δὲ τέλος μὲν ἦν προσθέτοις γενομένοις δουλεύειν, τὰ δὲ πρὸ τούτου χαλεπώτερα, σχοινισμοὶ καὶ κιγκλίδες καὶ ἵπποι καὶ στάσεις ὕπαιθροι, καύματος μὲν ἡλίῳ, ψύχους δ’ εἰς πηλὸν ἐμβιβαζομένων ἢ πάγον, | |
5 | ὥστε τὴν δουλείαν σεισάχθειαν δοκεῖν εἶναι καὶ εἰρήνην. | |
Luc.20.3 | τοιαῦτα μὲν κακὰ Λεύκολλος εὑρὼν ἐν ταῖς πόλεσιν, ὀλίγῳ χρόνῳ πάντων ἀπήλλαξε τοὺς ἀδικουμένους. πρῶ‐ τον μὲν γὰρ ἑκατοστὴν ἐκέλευσε καὶ μὴ πλέον εἰς τοὺς τόκους λογίζεσθαι, δεύτερον δὲ τοὺς μακροτέρους τοῦ | |
5 | ἀρχαίου τόκους ἀπέκοψε, τὸ δὲ τρίτον καὶ μέγιστον ἔταξε τῶν τοῦ χρεωφειλέτου προσόδων τὴν τετάρτην μερίδα καρποῦσθαι τὸν δανειστήν· ὁ δὲ τόκον κεφαλαίῳ συνάψας ἐστέρητο τοῦ παντός· ὥστ’ ἐν ἐλάττονι χρόνῳ τετραετίας διαλυθῆναι τὰ χρέα πάντα, καὶ τὰς κτήσεις | |
Luc.20.4 | ἐλευθέρας ἀποδοθῆναι τοῖς δεσπόταις. ἦν δὲ τοῦτο κοι‐ νὸν δάνειον ἐκ τῶν δισμυρίων ταλάντων οἷς τὴν Ἀσίαν ἐξημίωσεν ὁ Σύλλας, καὶ διπλοῦν ἀπεδόθη τοῖς δανείσα‐ σιν, ὑπ’ ἐκείνων ἀνηγμένον ἤδη τοῖς τόκοις εἰς δώδεκα | 386 |
Luc.20.5 | μυριάδας ταλάντων. ἐκεῖνοι μὲν οὖν ὡς δεινὰ πεπονθότες ἐν Ῥώμῃ τοῦ Λευκόλλου κατεβόων, καὶ χρήμασιν ἀν‐ ίστασαν ἐπ’ αὐτὸν ἐνίους τῶν δημαγωγῶν, μέγα δυνά‐ μενοι καὶ πολλοὺς ὑπόχρεως πεποιημένοι τῶν πολιτευο‐ | |
Luc.20.6 | μένων. ὁ δὲ Λεύκολλος οὐ μόνον ὑπὸ τῶν εὖ πεπονθότων ἠγαπᾶτο δήμων, ἀλλὰ καὶ ταῖς ἄλλαις ἐπαρχίαις ποθει‐ νὸς ἦν, εὐδαιμονιζούσαις τοὺς ἡγεμόνος τοιούτου τυ‐ χόντας. | |
Luc.21.1 | Ἄππιος δὲ Κλώδιος, ὁ πεμφθεὶς πρὸς Τιγράνην —ἦν δ’ ὁ Κλώδιος ἀδελφὸς τῆς τότε Λευκόλλῳ συνοι‐ κούσης—πρῶτον μὲν ὑπὸ τῶν βασιλικῶν ὁδηγῶν κύ‐ κλον τινὰ καὶ περιβολὴν ἔχουσαν οὐκ ἀναγκαίαν καὶ | |
5 | πολυήμερον ὁδὸν διὰ τῆς ἄνω χώρας ἀγόμενος, μηνύ‐ σαντος αὐτῷ τὴν εὐθεῖαν ὁδὸν ἀπελευθέρου Σύρου τὸ γένος, ἐκτρέπεται τῆς μακρᾶς ἐκείνης καὶ σοφιστικῆς, ἐρρῶσθαι φράσας πολλὰ τοῖς βαρβάροις ἀγωγοῖς, καὶ δι’ ἡμερῶν ὀλίγων τὸν Εὐφράτην περάσας, εἰς Ἀντιό‐ | |
Luc.21.2 | χειαν ἧκε τὴν ἐπὶ Δάφνης. ἔπει〈τα〉 δὲ Τιγράνην αὐτοῦ κελευσθεὶς περιμένειν—ἀπῆν γὰρ ἐνίας ἔτι τῶν ἐν Φοινίκῃ πόλεων καταστρεφόμενος—, πολλοὺς μὲν ᾠκειώ‐ σατο τῶν ὑπούλως ἀκροωμένων τοῦ Ἀρμενίου δυναστῶν, | |
5 | ὧν εἷς ἦν καὶ Ζαρβιηνὸς ὁ τῆς Γορδυηνῆς βασιλεύς, πολλαῖς δὲ κρύφα τῶν δεδουλωμένων πόλεων διαπεμπο‐ μέναις πρὸς αὐτὸν ὑπέσχετο τὴν Λευκόλλου βοήθειαν, | |
Luc.21.3 | ἐν τῷ παρόντι κελεύσας ἡσυχάζειν. ἦν γὰρ οὐκ ἀνασχε‐ τὸς ἡ τῶν Ἀρμενίων ἀρχὴ τοῖς Ἕλλησιν, ἀλλὰ χαλεπή, καὶ μάλιστα τοῦ βασιλέως αὐτοῦ τὸ φρόνημα τραγικὸν | |
καὶ ὑπέρογκον ἐν ταῖς μεγάλαις εὐτυχίαις ἐγεγόνει, πάν‐ | 387 | |
5 | των ὅσα ζηλοῦσιν οἱ πολλοὶ καὶ θαυμάζουσιν οὐ μόνον 〈ὄν〉των περὶ αὐτόν, ἀλλὰ καὶ δι’ αὐτὸν γεγονέναι δο‐ | |
Luc.21.4 | κούντων. ἀρξάμενος γὰρ ἀπὸ μικρᾶς καὶ καταφρονου‐ μένης ἐλπίδος, ἔθνη πολλὰ κατεστρέψατο, καὶ τὴν Πάρ‐ θων ὡς ἄλλος οὐδεὶς δύναμιν ἐταπείνωσεν, Ἑλλήνων δὲ τὴν Μεσοποταμίαν ἐνέπλησε, πολλοὺς μὲν ἐκ Κιλικίας, | |
5 | πολλοὺς δ’ ἐκ Καππαδοκίας ἀνασπάστους κατοικίζων. | |
Luc.21.5 | ἐκίνησε δ’ ἐξ ἠθῶν καὶ Ἄραβας τοὺς Σκηνίτας, μετα‐ γαγὼν καὶ πλησίον ἱδρύσας, ὅπως χρῷτο δι’ ἐκείνων ταῖς ἐμπορίαις. βασιλεῖς δὲ πολλοὶ μὲν ἦσαν οἱ θερα‐ πεύοντες αὐτόν, τέσσαρες δ’ οὓς ἀεὶ περὶ αὑτὸν εἶχεν | |
5 | ὥσπερ ὀπαδοὺς ἢ δορυφόρους, ἱππότῃ μὲν ἐλαύνοντι πε‐ ζοὺς παραθέοντας ἐν χιτωνίσκοις, καθημένῳ δὲ καὶ χρη‐ ματίζοντι περιεστῶτας ἐπηλλαγμέναις δι’ ἀλλήλων ταῖς χερσίν, ὅπερ ἐδόκει μάλιστα τῶν σχημάτων ἐξομολόγη‐ σις εἶναι δουλείας, οἷον ἀποδομένων τὴν ἐλευθερίαν καὶ | |
10 | τὸ σῶμα τῷ κυρίῳ παρεχόντων παθεῖν ἑτοιμότερον ἢ ποιῆσαι. | |
Luc.21.6 | Ταύτην μέντοι τὴν τραγῳδίαν οὐχ ὑποτρέσας οὐδ’ ἐκ‐ πλαγεὶς ὁ Ἄππιος, ὡς ἔτυχε λόγου πρῶτον, ἄντικρυς ἥκειν ἔφη Μιθριδάτην ἀπάξων, ὀφειλόμενον τοῖς Λευ‐ κόλλου θριάμβοις, ἢ καταγγελῶν Τιγράνῃ πόλεμον, ὥστε | |
5 | τὸν Τιγράνην, καίπερ ἐν διαχύσει τοῦ προσώπου καὶ μειδιάματι πεπλασμένῳ πειρώμενον ἀκούειν τῶν λόγων, μὴ λαθεῖν τοὺς παρόντας ἠλλοιωμένον τῇ παρρησίᾳ τοῦ νεανίσκου, φωνῆς σχεδὸν ἐλευθέρας ἀκούοντα διὰ πέντε καὶ εἴκοσιν ἐτῶν· τοσαῦτα γὰρ ἐβασίλευσε, μᾶλλον | |
Luc.21.7 | δ’ ὕβρισεν. ἀπεκρίνατο μὲν οὖν τῷ Ἀππίῳ μὴ προήσε‐ σθαι Μιθριδάτην, καὶ Ῥωμαίους πολέμου ἄρχοντας ἀμυ‐ | |
νεῖσθαι. Λευκόλλῳ δ’ ὀργιζόμενος, ὅτι βασιλέα μόνον αὐτόν, οὐ 〈βασιλέα〉 βασιλέων ἐν τῇ ἐπιστολῇ προσηγό‐ | 388 | |
5 | ρευσεν, οὐδ’ αὐτὸς ἀντιγράφων αὐτοκράτορα προσεῖπεν. | |
Luc.21.8 | ἔπεμψε δὲ δῶρα τῷ Ἀππίῳ λαμπρά, καὶ μὴ λαβόντος, ἄλλα πλείω προσέθηκεν. ἐκ τούτων ὁ Ἄππιος, οὐκ ἐθέ‐ λων δοκεῖν ἔχθρᾳ τινὶ διωθεῖσθαι, φιάλην δεξάμενος μίαν ἀπέπεμψε τὰ λοιπά, καὶ διὰ ταχέων ἀπήλαυνε πρὸς | |
5 | τὸν αὐτοκράτορα. | |
Luc.22.1 | Τιγράνης δὲ Μιθριδάτην πρότερον μὲν οὐδ’ ἰδεῖν ἠξίωσεν οὐδὲ προσειπεῖν, οἰκεῖον ἄνδρα βασιλείας ἐκ‐ πεπτωκότα τηλικαύτης, ἀλλ’ ἀτίμως καὶ ὑπερηφάνως ἀπωτάτω περιεῖδεν αὐτὸν τρόπον τινὰ φρουρούμενον ἐν | |
5 | χωρίοις ἑλώδεσι καὶ νοσεροῖς· τότε δὲ σὺν τιμῇ καὶ | |
Luc.22.2 | φιλοφροσύνῃ μετεπέμψατο αὐτὸν εἰς τὰ βασίλεια, καὶ δὴ λόγων γενομένων ἀπορρήτων, τὰς πρὸς ἀλλήλους ἐθεράπευον ὑποψίας ἐπὶ κακῷ τῶν φίλων, εἰς ἐκείνους τὰς αἰτίας τρέποντες. ὧν ἦν καὶ Μητρόδωρος ὁ Σκή‐ | |
5 | ψιος, ἀνὴρ εἰπεῖν οὐκ ἀηδὴς καὶ πολυμαθής, ἀκμῇ δὲ φιλίας τοσαύτῃ χρησάμενος, ὥστε πατὴρ προσαγορεύ‐ | |
Luc.22.3 | εσθαι τοῦ βασιλέως. τοῦτον ὡς ἔοικεν ὁ Τιγράνης πεμ‐ φθέντα πρεσβευτὴν ὑπὸ τοῦ Μιθριδάτου πρὸς αὐτὸν δεομένου βοηθεῖν ἐπὶ Ῥωμαίους ἤρετο· ‘σὺ δ’ αὐτὸς ὦ Μητρόδωρε τί μοι περὶ τούτων παραινεῖς;‘ κἀκεῖνος, | |
5 | εἴτε πρὸς τὸ Τιγράνου συμφέρον, εἴτε Μιθριδάτην σῴ‐ ζεσθαι μὴ βουλόμενος, ὡς μὲν πρεσβευτὴς ἔφη κελεύειν, | |
Luc.22.4 | ὡς δὲ σύμβουλος ἀπαγορεύειν. ταῦτ’ ἐξήνεγκεν ὁ Τιγρά‐ νης τῷ Μιθριδάτῃ καὶ κατεῖπεν, ὡς οὐδὲν ἐργασομένῳ τὸν Μητρόδωρον ἀνήκεστον. ὁ δ’ εὐθὺς ἀνῄρητο, καὶ μετάνοια τὸν Τιγράνην εἶχεν, οὐ παντελῶς ὄντα τῷ | |
5 | Μητροδώρῳ τῆς συμφορᾶς αἴτιον, ἀλλὰ ῥοπήν τινα τῷ | |
Luc.22.5 | πρὸς αὐτὸν ἔχθει τοῦ Μιθριδάτου προσθέντα. πάλαι γὰρ | |
ὑπούλως εἶχε πρὸς τὸν ἄνδρα, καὶ τοῦτ’ ἐφωράθη τῶν ἀπορρήτων αὐτοῦ γραμμάτων ἁλόντων, ἐν οἷς ἦν καὶ Μητρόδωρον ἀπολέσθαι διατεταγμένον. ἔθαψεν οὖν ὁ | 389 | |
5 | Τιγράνης λαμπρῶς τὸ σῶμα, μηδεμιᾶς πολυτελείας φει‐ σάμενος εἰς νεκρὸν ὃν ζῶντα προὔδωκεν. | |
Luc.22.6 | Ἐτελεύτησε δὲ παρὰ τῷ Τιγράνῃ καὶ Ἀμφικράτης ὁ ῥήτωρ, εἰ δεῖ καὶ τούτου μνήμην τινὰ γενέσθαι διὰ τὰς | |
Luc.22.7 | Ἀθήνας. λέγεται γὰρ φυγεῖν μὲν αὐτὸν εἰς Σελεύκειαν τὴν ἐπὶ Τίγριδι, δεομένων δ’ αὐτόθι σοφιστεύειν ὑπερι‐ δεῖν καταλαζονευσάμενον, ὡς οὐδὲ λεκάνη δελφῖνα χω‐ ροίη, μεταστάντα δὲ πρὸς Κλεοπάτραν τὴν Μιθριδάτου | |
5 | θυγατέρα, Τιγράνῃ δὲ συνοικοῦσαν, ἐν διαβολῇ γενέσθαι ταχύ, καὶ τῆς πρὸς τοὺς Ἕλληνας ἐπιμειξίας εἰργόμενον ἀποκαρτερῆσαι· ταφῆναι δὲ καὶ τοῦτον ἐντίμως ὑπὸ τῆς Κλεοπάτρας καὶ κεῖσθαι περὶ Σαφάν, ἐκεῖ τι χωρίον οὕτω καλούμενον. | |
Luc.23.1 | Λεύκολλος δὲ τὴν Ἀσίαν πολλῆς μὲν εὐνομίας, πολλῆς δ’ εἰρήνης ἐμπεπληκώς, οὐδὲ τῶν πρὸς ἡδονὴν καὶ χάριν ἠμέλησεν, ἀλλὰ πομπαῖς καὶ πανηγύρεσιν ἐπι‐ νικίοις καὶ ἀγῶσιν ἀθλητῶν καὶ μονομάχων ἐν Ἐφέσῳ | |
Luc.23.2 | καθήμενος ἐδημαγώγει τὰς πόλεις. αἱ δ’ ἀμειβόμεναι Λευκόλλειά τ’ ἦγον ἐπὶ τιμῇ τοῦ ἀνδρός, καὶ τῆς τιμῆς ἡδίονα τὴν ἀληθινὴν εὔνοιαν αὐτῷ παρεῖχον. ἐπεὶ δ’ Ἄπ‐ πιός θ’ ἧκε καὶ πολεμητέον πρὸς Τιγράνην ἐφαίνετο, | |
5 | παρῆλθεν αὖθις εἰς Πόντον, καὶ τοὺς στρατιώτας ἀνα‐ λαβὼν ἐπολιόρκει Σινώπην, μᾶλλον δὲ τοὺς κατέχοντας αὐτὴν βασιλικοὺς Κίλικας, οἳ πολλοὺς μὲν ἀνελόντες τῶν Σινωπέων, τὴν δὲ πόλιν ἐμπρήσαντες, διὰ νυκτὸς | |
Luc.23.3 | ἔφυγον. αἰσθόμενος δ’ ὁ Λεύκολλος καὶ παρελθὼν εἰς τὴν πόλιν, ὀκτακισχιλίους αὐτῶν τοὺς ἐγκαταληφθέντας | |
ἀπέκτεινε, τοῖς δ’ ἄλλοις ἀπέδωκε τὰ οἰκεῖα, καὶ τῆς πό‐ λεως ἐπεμελήθη μάλιστα διὰ τὴν τοιαύτην ὄψιν. ἐδόκει | 390 | |
5 | τινὰ κατὰ τοὺς ὕπνους εἰπεῖν παραστάντα· ‘πρόελθε Λεύ‐ κολλε μικρόν· ἥκει γὰρ Αὐτόλυκος ἐντυχεῖν σοι βουλό‐ | |
Luc.23.4 | μενος.‘ ἐξαναστὰς δὲ τὴν μὲν ὄψιν οὐκ εἶχε συμβαλεῖν εἰς ὅ τι φέροι, τὴν δὲ πόλιν εἷλε κατ’ ἐκείνην τὴν ἡμέραν, καὶ τοὺς ἐκπλέοντας τῶν Κιλίκων διώκων, ὁρᾷ παρὰ τὸν αἰγιαλὸν ἀνδριάντα κείμενον, ὃν ἐκκομίζοντες οἱ Κίλικες | |
5 | οὐκ ἔφθησαν ἐμβαλέσθαι· τὸ δ’ ἔργον ἦν Σθένιδος τῶν καλῶν. φράζει 〈δ’〉 οὖν τις ὡς Αὐτολύκου τοῦ κτίσαν‐ | |
Luc.23.5 | τος τὴν Σινώπην ὁ ἀνδριὰς εἴη. λέγεται δ’ ὁ Αὐτόλυκος γενέσθαι τῶν ἐπὶ τὰς Ἀμαζόνας ἐκ Θετταλίας Ἡρακλεῖ συστρατευσάντων, Δηιμάχου παῖς, ἐκεῖθεν δ’ ἀποπλέων ἅμα Δημολέοντι καὶ Φλογίῳ τὴν μὲν ναῦν ἀπολέσαι, | |
5 | περιπεσοῦσαν τῆς Χερρονήσου κατὰ τὸ καλούμενον Πη‐ δάλιον, αὐτὸς δὲ σωθεὶς μετὰ τῶν ὅπλων καὶ τῶν ἑταίρων πρὸς τὴν Σινώπην, ἀφελέσθαι τοὺς Σύρους τὴν πόλιν· Σύροι γὰρ αὐτὴν κατεῖχον, ἀπὸ Σύρου γεγονότες τοῦ Ἀπόλλωνος ὡς λέγεται καὶ Σινώπης τῆς Ἀσωπίδος. | |
Luc.23.6 | ταῦτ’ ἀκούων ὁ Λεύκολλος ἀνεμιμνῄσκετο τῆς Σύλλα παραινέσεως· παρῄνει δὲ διὰ τῶν ὑπομνημάτων (HRR I 198) ἐκεῖνος μηδὲν οὕτως ἀξιόπιστον ἡγεῖσθαι καὶ βέβαιον, ὡς ὅ τι ἂν ἀποσημανθῇ διὰ τῶν ἐνυ‐ | |
5 | πνίων. | |
Luc.23.7 | Πυνθανόμενος δὲ Μιθριδάτην τε καὶ Τιγράνην εἰς Λυ‐ καονίαν καὶ Κιλικίαν ὅσον οὔπω διαβιβάζειν δύναμιν, ὡς προτέρους ἐμβαλοῦντας εἰς τὴν Ἀσίαν, ἐθαύμαζε τὸν Ἀρ‐ μένιον, εἰ γνώμην ἔχων ἐπιθέσθαι Ῥωμαίοις, ἀκμάζοντι | |
5 | μὲν οὐκ ἐχρῆτο Μιθριδάτῃ πρὸς τὸν πόλεμον, οὐδ’ ἐρρω‐ μένοις τοῖς ἐκείνου τὰ παρ’ αὑτοῦ συνῆπτεν, ἀπολέσθαι δ’ ἐάσας καὶ συντριβῆναι, νῦν ἐπὶ ψυχραῖς ἐλπίσιν ἄρχε‐ ται πολέμου, τοῖς ἀναστῆναι μὴ δυναμένοις συγκατα‐ | |
βάλλων ἑαυτόν. | 391 | |
Luc.24.1 | Ἐπειδὴ δὲ καὶ Μαχάρης ὁ Μιθριδάτου παῖς, ἔχων τὸν Βόσπορον, ἔπεμψεν αὐτῷ στέφανον ἀπὸ χρυσῶν χι‐ λίων, δεόμενος Ῥωμαίων ἀναγραφῆναι φίλος καὶ σύμ‐ μαχος, οἰόμενος ἤδη τὰ τοῦ προτέρου πολέμου πέρας | |
5 | ἔχειν, Σωρνάτιον μὲν αὐτοῦ φύλακα τῶν Ποντικῶν ἀπέ‐ λιπε μετὰ στρατιωτῶν ἑξακισχιλίων, αὐτὸς δὲ μυρίους μὲν ἄγων καὶ δισχιλίους πεζούς, ἱππεῖς δὲ τρισχιλίων ἐλάττους, ἐπὶ τὸν δεύτερον ἐχώρει πόλεμον, ὁρμῇ τινι δοκῶν παραβόλῳ καὶ σωτήριον οὐκ ἐχούσῃ λογισμὸν | |
10 | ἐμβαλεῖν αὑτὸν εἰς ἔθνη μάχιμα καὶ μυριάδας ἱππέων πολλὰς καὶ ἀχανῆ χώραν, βαθέσι μὲν ποταμοῖς, ἀεὶ δὲ κατανιφομένοις ὄρεσι περιεχομένην, ὥστε τοὺς μὲν στρα‐ τιώτας, οὐδ’ ἄλλως ὄντας εὐτάκτους, ἄκοντας ἕπεσθαι καὶ ζυγομαχοῦντας, ἐν δὲ Ῥώμῃ καταβοᾶν καὶ διαμαρ‐ | |
15 | τύρεσθαι τοὺς δημαγωγούς, ὡς πόλεμον ἐκ πολέμου διώ‐ κοι Λεύκολλος, οὐδὲν τῆς πόλεως δεομένης, ἀλλ’ ὑπὲρ τοῦ στρατηγῶν μηδέποτε καταθέσθαι τὰ ὅπλα μηδὲ παύ‐ | |
Luc.24.2 | σασθαι χρηματιζόμενος ἀπὸ τῶν κοινῶν κινδύνων. οὗ‐ τοι μὲν οὖν ἐξειργάσαντο χρόνῳ τὴν αὑτῶν ὑπόθεσιν· Λεύκολλος δὲ συντόνως ὁδεύσας ἐπὶ τὸν Εὐφράτην, καὶ κατιόντα πολὺν καὶ θολερὸν ὑπὸ χειμῶνος εὑρών, ἤσχαλ‐ | |
5 | λεν ὡς διατριβῆς αὐτῷ καὶ πραγματείας ἐσομένης συνά‐ | |
Luc.24.3 | γοντι πορθμεῖα καὶ πηγνυμένῳ σχεδίας. ἀρξάμενον δ’ ἀφ’ ἑσπέρας ὑποχωρεῖν τὸ ῥεῦμα καὶ μειούμενον διὰ τῆς νυκ‐ τός, ἅμ’ ἡμέρᾳ κοῖλον παρέσχεν ὀφθῆναι τὸν ποταμόν. οἱ δ’ ἐπιχώριοι νησῖδας ἐν τῷ πόρῳ μικρὰς διαφανείσας | |
5 | θεασάμενοι καὶ τεναγίζοντα τὸν ῥοῦν ἐπ’ αὐταῖς, προσε‐ κύνουν τὸν Λεύκολλον, ὡς ὀλιγάκις τούτου συμβεβηκό‐ τος πρότερον, ἐκείνῳ δ’ ἑκουσίως χειροήθη καὶ πρᾷον | |
αὑτὸν ἐνδιδόντος τοῦ ποταμοῦ καὶ παρέχοντος ἀπράγμο‐ | 392 | |
Luc.24.4 | να καὶ ταχεῖαν τὴν διάβασιν. χρησάμενος οὖν τῷ καιρῷ διεβίβαζε τὴν στρατιάν, καὶ γίνεται σημεῖον αὐτῷ χρη‐ στὸν ἅμα τῇ διαβάσει. βόες ἱεραὶ νέμονται Περσίας Ἀρτέ‐ μιδος, ἣν μάλιστα θεῶν οἱ πέραν Εὐφράτου βάρβαροι | |
5 | τιμῶσι· χρῶνται δὲ ταῖς βουσὶ πρὸς θυσίαν μόνον, ἄλλως δὲ πλάζονται κατὰ τὴν χώραν ἄφετοι, χαράγματα φέρου‐ σαι τῆς θεοῦ λαμπάδα, καὶ λαβεῖν ἐξ αὐτῶν ὅταν δεηθῶ‐ | |
Luc.24.5 | σιν οὐ πάνυ ῥᾴδιόν ἐστιν οὐδὲ μικρᾶς πραγματείας. τού‐ των μία, τοῦ στρατοῦ διαβάντος τὸν Εὐφράτην, ἐλθοῦσα πρός τινα πέτραν ἱερὰν τῆς θεοῦ νομιζομένην, ἐπ’ αὐτῆς ἔστη, καὶ καταβαλοῦσα τὴν κεφαλὴν ὥσπερ αἱ δεσμῷ | |
5 | κατατεινόμεναι θῦσαι τῷ Λευκόλλῳ παρέσχεν αὑτήν. | |
Luc.24.6 | ἔθυσε δὲ καὶ τῷ Εὐφράτῃ ταῦρον διαβατήρια. κἀκείνην μὲν αὐτοῦ τὴν ἡμέραν ηὐλίσατο, τῇ δ’ ὑστεραίᾳ καὶ ταῖς ἐφεξῆς προῆγε διὰ τῆς Σωφηνῆς, οὐδὲν ἀδικῶν τοὺς ἀν‐ θρώπους, προσχωροῦντας αὐτῷ καὶ δεχομένους τὴν στρα‐ | |
5 | τιὰν ἀσμένους, ἀλλὰ καὶ τῶν στρατιωτῶν φρούριόν τι | |
Luc.24.7 | δοκοῦν ἔχειν χρήματα πολλὰ βουλομένων λαβεῖν, ‘ἐκεῖνο‘ ἔφη ‘μᾶλλον τὸ φρούριον ἡμῖν ἐκκοπτέον ἐστί‘, δεῖξας τὸν Ταῦρον ἄπωθεν ὄντα· ‘ταῦτα δ’ ἀπόκειται τοῖς νι‐ κῶσι‘. συντείνας δὲ τὴν πορείαν καὶ τὸν Τίγριν διαβάς, | |
5 | ἐνέβαλεν εἰς τὴν Ἀρμενίαν. | |
Luc.25.1 | Τιγράνῃ δ’ ὡς ὁ πρῶτος ἀγγείλας ἥκοντα Λεύκολ‐ λον οὐκ ἐχαίρησεν, ἀλλ’ ἀπετέτμητο τὴν κεφαλήν, οὐδεὶς ἄλλος ἔφραζεν, ἀλλ’ ἀγνοῶν καθῆστο περικαιόμενος ἤδη τῷ πολεμίῳ πυρί, λόγους ἀκούων πρὸς χάριν ὡς μέγαν | |
5 | 〈ἂν〉 ὄντα Λεύκολλον στρατηγόν, εἰ πρὸς Ἐφέσῳ Τιγρά‐ νην ὑποσταίη καὶ μὴ φεύγων εὐθὺς ἐξ Ἀσίας οἴχοιτο, | |
Luc.25.2 | τὰς τοσαύτας μυριάδας ἰδών. οὕτως οὔτε σώματος παν‐ τός ἐστι πολὺν ἄκρατον ἐνεγκεῖν, οὔτε διανοίας τῆς τυ‐ | |
χούσης ἐν εὐτυχήμασι μεγάλοις μὴ ἐκστῆναι τῶν λογισ‐ μῶν. πρῶτος δ’ αὐτῷ τῶν φίλων ἐτόλμησε Μιθροβαρζά‐ | 393 | |
5 | νης φράσαι τὸ ἀληθές. οὐδ’ οὗτος δὲ χρηστὸν ἠνέγκατο | |
Luc.25.3 | γέρας τῆς παρρησίας· ἐπέμφθη γὰρ εὐθὺς ἐπὶ τὸν Λεύ‐ κολλον σὺν ἱππεῦσι τρισχιλίοις, πεζοῖς δὲ παμπόλλοις, κελευσθεὶς τὸν μὲν στρατηγὸν ἄγειν ζῶντα, τοὺς δ’ ἄλ‐ λους καταπατῆσαι. Λευκόλλῳ δὲ τῆς στρατιᾶς ἡ μὲν | |
Luc.25.4 | ἤδη κατεζεύγνυεν, ἡ δ’ ἔτι προσῄει. τῶν δὲ σκοπῶν αὐτῷ φρασάντων ἐπελαύνοντα τὸν βάρβαρον, ἔδεισε μὴ χωρὶς ὄντας καὶ οὐκ ἐν τάξει προσπεσὼν ταράξῃ, καὶ αὐτὸς μὲν καθίστατο τὴν στρατοπεδείαν, Σεξτίλιον δὲ | |
5 | πρεσβευτὴν ἔπεμψεν, ἱππεῖς ἔχοντα χιλίους ἑξακοσίους, ὁπλίτας δὲ καὶ ψιλοὺς οὐ πολλῷ πλείονας, κελεύσας ἐγ‐ γὺς προσελθόντα τοῖς πολεμίοις μένειν, ἕως ἂν πύθηται | |
Luc.25.5 | τοὺς μετ’ αὐτοῦ κατεστρατοπεδευκότας. ἐβούλετο μὲν οὖν ὁ Σεξτίλιος ταῦτα ποιεῖν, ἐβιάσθη δ’ ὑπὸ τοῦ Μιθρο‐ βαρζάνου θρασέως ἐπελαύνοντος εἰς χεῖρας ἐλθεῖν, καὶ γενομένης μάχης ὁ μὲν Μιθροβαρζάνης ἔπεσεν ἀγωνι‐ | |
5 | ζόμενος, οἱ δ’ ἄλλοι φεύγοντες ἀπώλοντο πλὴν ὀλίγων ἅπαντες. | |
Luc.25.6 | Ἐκ τούτου Τιγράνης μὲν ἐκλιπὼν Τιγρανόκερτα, με‐ γάλην πόλιν ἐκτισμένην ὑπ’ αὐτοῦ, πρὸς τὸν Ταῦρον ἀνεχώρησε, καὶ τὰς δυνάμεις πανταχόθεν ἐνταῦθα συν‐ ῆγε· Λεύκολλος δὲ τῇ παρασκευῇ χρόνον οὐ διδούς, | |
5 | Μουρήναν μὲν ἐξέπεμψεν 〈ἐν〉οχλήσοντα καὶ περικόψοντα τοὺς ἀθροιζομένους πρὸς τὸν Τιγράνην, Σεξτίλιον δὲ πάλιν Ἀράβων χεῖρα μεγάλην ἀνείρξοντα βασιλεῖ προσ‐ | |
Luc.25.7 | ιοῦσαν. ὁμοῦ δὲ Σεξτίλιος μὲν ἐπιπεσὼν στρατόπεδον ποιουμένοις τοῖς Ἄραψι τοὺς πλείστους διέφθειρε, Μου‐ ρήνας δ’ ἑπόμενος Τιγράνῃ, τραχὺν αὐλῶνα καὶ στενό‐ πορον στρατῷ μακρῷ διεκβάλλοντι, καιροῦ παρασχόντος | |
5 | ἐπιτίθεται, καὶ φεύγει μὲν αὐτὸς Τιγράνης, προέμενος τὴν ἀποσκευὴν ἅπασαν, ἀποθνῄσκουσι δὲ πολλοὶ καὶ | |
πλείονες ἁλίσκονται τῶν Ἀρμενίων. | 394 | |
Luc.26.1 | Οὕτω δὲ τούτων προχωρούντων, ἄρας ὁ Λεύκολ‐ λος ἐπορεύετο πρὸς Τιγρανόκερτα, καὶ περιστρατοπεδεύ‐ σας ἐπολιόρκει τὴν πόλιν. ἦσαν δ’ ἐν αὐτῇ πολλοὶ μὲν Ἕλληνες τῶν ἀναστάτων ἐκ Κιλικίας, πολλοὶ δὲ βάρβα‐ | |
5 | ροι τοῖς Ἕλλησιν ὅμοια πεπονθότες, Ἀδιαβηνοὶ καὶ Ἀσ‐ σύριοι καὶ Γορδυηνοὶ καὶ Καππάδοκες, ὧν κατασκάψας τὰς πατρίδας, αὐτοὺς δὲ κομίσας ἐκεῖ κατοικεῖν ἠνάγκα‐ | |
Luc.26.2 | σεν. ἦν δὲ καὶ χρημάτων ἡ πόλις μεστὴ καὶ ἀναθημά‐ των, παντὸς ἰδιώτου καὶ δυνάστου τῷ βασιλεῖ συμφιλο‐ τιμουμένου πρὸς αὔξησιν καὶ κατασκευὴν τῆς πόλεως. διὸ καὶ συντόνως ἐπολιόρκει [ὁ] Λεύκολλος αὐτήν, οὐκ | |
5 | ἀνέξεσθαι τὸν Τιγράνην οἰόμενος, ἀλλὰ καὶ παρὰ γνώ‐ μην ὑπ’ ὀργῆς καταβήσεσθαι διαμαχούμενον· ὀρθῶς οἰό‐ | |
Luc.26.3 | μενος. πολλὰ δὲ Μιθριδάτης ἀπηγόρευσεν, ἀγγέλους πέμ‐ πων καὶ γράμματα, μὴ συνάπτειν μάχην, ἀλλὰ τοῖς ἱπ‐ πεῦσι περικόπτειν τὴν ἀγοράν· πολλὰ δὲ Ταξίλης ἥκων παρ’ αὐτοῦ καὶ συστρατεύων ἐδεῖτο τοῦ βασιλέως φυλάτ‐ | |
5 | τεσθαι καὶ φεύγειν ὡς ἄμαχον πρᾶγμα τὰ Ῥωμαίων | |
Luc.26.4 | ὅπλα. καὶ τά γε πρῶτα πρᾴως ἤκουε τούτων. ἐπεὶ δὲ πανστρατιᾷ μὲν αὐτῷ συνῆλθον Ἀρμένιοι καὶ Γορδυηνοί, πανστρατιᾷ δὲ Μήδους καὶ Ἀδιαβηνοὺς ἄγοντες οἱ βασι‐ λεῖς παρῆσαν, ἧκον δὲ πολλοὶ μὲν ἀπὸ τῆς ἐν Βαβυλῶνι | |
5 | θαλάσσης Ἄραβες, πολλοὶ δ’ ἀπὸ τῆς Κασπίας Ἀλβα‐ νοὶ καὶ Ἴβηρες Ἀλβανοῖς προσοικοῦντες, οὐκ ὀλίγοι δὲ τῶν περὶ τὸν Ἀράξην νεμομένων ἀβασίλευτοι χάριτι καὶ δώροις πεισθέντες ἀπήντησαν, ἐλπίδων δὲ καὶ θράσους καὶ βαρβαρικῶν ἀπειλῶν μεστὰ μὲν ἦν τὰ συμπόσια τοῦ | |
10 | βασιλέως, μεστὰ δὲ τὰ συμβούλια, παρεκινδύνευσε μὲν ὁ Ταξίλης ἀποθανεῖν, ὑπεναντιούμενος τῇ γνώμῃ τῆς μά‐ | |
χης, ἐδόκει δὲ καὶ Μιθριδάτης φθονῶν ἀποτρέπειν μεγά‐ | 395 | |
Luc.26.5 | λου κατορθώματος. ὅθεν οὐδ’ ἀνέμεινεν αὐτὸν ὁ Τιγρά‐ νης, μὴ μετάσχοι τῆς δόξης, ἀλλ’ ἐχώρει παντὶ τῷ στρα‐ τῷ, σφόδρα δυσφορῶν ὡς λέγεται πρὸς τοὺς φίλους, ὅτι πρὸς Λεύκολλον αὐτῷ μόνον, οὐ πρὸς ἅπαντας ὁ ἀγὼν | |
5 | ἔσοιτο τοὺς Ῥωμαίων στρατηγοὺς ἐν ταὐτῷ γενομέ‐ | |
Luc.26.6 | νους. καὶ οὐ παντάπασιν ἦν τὸ θράσος αὐτοῦ μανιῶδες οὐδ’ ἄλογον, ἔθνη τοσαῦτα καὶ βασιλεῖς ἑπομένους καὶ φάλαγγας ὁπλιτῶν καὶ μυριάδας ἱππέων ἀποβλέποντος. | |
Luc.26.7 | τοξότας μὲν γὰρ καὶ σφενδονήτας δισμυρίους ἦγεν, ἱπ‐ πεῖς δὲ πεντακισμυρίους καὶ πεντακισχιλίους, ὧν ἑπτα‐ κισχίλιοι καὶ μύριοι κατάφρακτοι ἦσαν, ὡς Λεύκολλος ἔγραψε πρὸς τὴν σύγκλητον, ὁπλιτῶν δέ, τῶν μὲν εἰς | |
5 | σπείρας, τῶν δ’ εἰς φάλαγγας συντεταγμένων, πεντεκαί‐ δεκα μυριάδας, ὁδοποιοὺς δὲ καὶ γεφυρωτὰς καὶ καθαρ‐ τὰς ποταμῶν καὶ ὑλοτόμους καὶ τῶν ἄλλων χρειῶν ὑπη‐ ρέτας τρισμυρίους καὶ πεντακισχιλίους, οἳ τοῖς μαχο‐ μένοις ἐπιτεταγμένοι κατόπιν ὄψιν ἅμα καὶ ῥώμην παρ‐ | |
10 | εῖχον. | |
Luc.27.1 | Ὡς δ’ ὑπερβαλὼν τὸν Ταῦρον ἄθρους κατεφάνη καὶ κατεῖδε πρὸς τοῖς Τιγρανοκέρτοις ἐπικαθήμενον τὸ στράτευμα τῶν Ῥωμαίων, ὁ μὲν ἐν τῇ πόλει βάρβαρος ὅμιλος ὀλολυγῇ καὶ κρότῳ τὴν ὄψιν ἐδέξατο, καὶ τοῖς | |
5 | Ῥωμαίοις ἀπὸ τῶν τειχῶν ἀπειλοῦντες ἐδείκνυσαν τοὺς Ἀρμενίους· Λευκόλλῳ δὲ σκοποῦντι περὶ τῆς μάχης οἱ μὲν ἄγειν ἐπὶ Τιγράνην ἐάσαντα τὴν πολιορκίαν συν‐ εβούλευον, οἱ δὲ μὴ καταλιπεῖν ὀπίσω πολεμίους τοσού‐ | |
Luc.27.2 | τους μηδ’ ἀνεῖναι τὴν πολιορκίαν. ὁ δ’ εἰπὼν ἑκατέρους μὲν οὐκ ὀρθῶς, ἀμφοτέρους δὲ καλῶς παραινεῖν, διεῖλε τὴν στρατιάν, καὶ Μουρήναν μὲν ἑξακισχιλίους ἔχοντα πεζοὺς ἐπὶ τῆς πολιορκίας ἀπέλιπεν, αὐτὸς δὲ τέσσαρας | |
5 | καὶ εἴκοσι σπείρας ἀναλαβών, ἐν αἷς οὐ πλείονες ἦσαν | |
μυρίων ὁπλιτῶν, καὶ τοὺς ἱππεῖς ἅπαντας καὶ σφενδο‐ | 396 | |
Luc.27.3 | νήτας καὶ τοξότας περὶ χιλίους ἐχώρει. καὶ παρὰ τὸν ποταμὸν ἐν πεδίῳ μεγάλῳ καταστρατοπεδεύσας, παντά‐ πασι μικρὸς ἐφάνη Τιγράνῃ, καὶ τοῖς κολακεύουσιν αὐ‐ τὸν διατριβὴν παρεῖχεν. οἱ μὲν γὰρ ἔσκωπτον, οἱ δ’ ὑπὲρ | |
5 | τῶν λαφύρων ἐν παιδιᾷ διεβάλλοντο κλῆρον, τῶν δὲ στρατηγῶν καὶ βασιλέων ἕκαστος ᾐτεῖτο προσιὼν αὐ‐ τοῦ μόνου γενέσθαι τὸ ἔργον, ἐκεῖνον δὲ καθέζεσθαι | |
Luc.27.4 | θεατήν. βουλόμενος δέ τι καὶ αὐτὸς ὁ Τιγράνης χαρίεις εἶναι καὶ σκωπτικός, εἶπε τὸ θρυλούμενον· ‘εἰ μὲν ὡς πρεσβευταί, πολλοὶ πάρεισιν· εἰ δ’ ὡς στρατιῶται, ὀλί‐ γοι.‘ καὶ τότε μὲν οὕτως εἰρωνευόμενοι καὶ παίζοντες | |
5 | διετέλεσαν. | |
Luc.27.5 | Ἅμα δ’ ἡμέρᾳ Λεύκολλος ὡπλισμένην τὴν δύναμιν ἐξῆγε, καὶ πρὸς ἕω μὲν ἦν τοῦ ποταμοῦ τὸ βαρβαρικὸν στράτευμα, τοῦ δὲ ῥεύματος ἀποστροφὴν λαμβάνοντος ἐπὶ τὰς δύσεις, ᾗ μάλιστα περάσιμον ἦν, ἀντιπαρεξάγων | |
5 | τὴν δύναμιν καὶ σπεύδων, ἔδοξεν ἀποχωρεῖν τῷ Τιγράνῃ, | |
Luc.27.6 | καὶ καλέσας τὸν Ταξίλην ἅμα γέλωτι ‘τοὺς ἀμάχουσ‘ ἔφη ‘Ῥωμαίων ὁπλίτας οὐχ ὁρᾷς φεύγοντας;‘ καὶ ὁ Ταξίλης ‘βουλοίμην ἄν‘ εἶπεν ‘ὦ βασιλεῦ γενέσθαι τι τῷ σῷ δαίμονι τῶν παραλόγων, ἀλλ’ οὔτ’ ἐσθῆτα λαμ‐ | |
5 | πρὰν οἱ ἄνδρες λαμβάνουσιν ὁδοιποροῦντες, οὔτε θυρεοῖς ἐκκεκαθαρμένοις χρῶνται καὶ κράνεσι γυμνοῖς, ὥσπερ νῦν τὰ σκύτινα τῶν ὅπλων σκεπάσματα περισπάσαντες, ἀλλὰ μαχουμένων ἐστὶν ἡ λαμπρότης αὕτη καὶ βαδι‐ | |
Luc.27.7 | ζόντων ἤδη πρὸς τοὺς πολεμίους.‘ ταῦτα λέγοντος ἔτι τοῦ Ταξίλου, καταφανὴς ἦν 〈ὁ〉 πρῶτος ἀετὸς ἐπιστρέ‐ φοντος τοῦ Λευκόλλου καὶ τάξιν αἱ σπεῖραι κατὰ λόχους λαμβάνουσαι πρὸς τὴν διάβασιν, καὶ μόλις ὥσπερ ἐκ | |
5 | μέθης τινὸς ἀναφέρων ὁ Τιγράνης δὶς ἢ τρὶς ἐξέκραγεν ‘ἐφ’ ἡμᾶς οἱ ἄνδρες;‘ ὥστε θορύβῳ πολλῷ τὸ πλῆθος | |
εἰς τάξιν καθίστασθαι, βασιλέως μὲν αὐτοῦ τὸ μέσον ἔχοντος, τῶν δὲ κεράτων τὸ μὲν ἀριστερὸν τῷ Ἀδια‐ βηνῷ, τὸ δὲ δεξιὸν τῷ Μήδῳ παραδόντος, ἐφ’ οὗ καὶ | 397 | |
10 | τῶν καταφράκτων ἐν προτάγματι τὸ πλεῖστον ἦν. | |
Luc.27.8 | Λευκόλλῳ δὲ μέλλοντι διαβαίνειν τὸν ποταμὸν ἔνιοι τῶν ἡγεμόνων παρῄνουν φυλάττεσθαι τὴν ἡμέραν, μίαν οὖσαν τῶν ἀποφράδων ἃς μελαίνας καλοῦσιν· ἐν ἐκείνῃ γὰρ [τῇ ἡμέρᾳ] ἡ μετὰ Καιπίωνος ἀπώλετο στρατιὰ | |
Luc.27.9 | συμβαλοῦσα Κίμβροις. ὁ δ’ ἀπεκρίνατο τὴν μνημονευο‐ μένην φωνήν· ‘ἐγὼ γάρ‘ ἔφη ‘καὶ ταύτην εὐτυχῆ ποιήσω Ῥωμαίοις τὴν ἡμέραν.‘ ἦν δ’ 〈ἡ〉 πρὸ μιᾶς νωνῶν Ὀκτω‐ βρίων. | |
Luc.28.1 | Ταῦτα δ’ εἰπὼν καὶ θαρρεῖν κελεύσας, τόν τε ποταμὸν διέβαινε καὶ πρῶτος ἐπὶ τοὺς πολεμίους ἡγεῖτο, θώρακα μὲν ἔχων σιδηροῦν φολιδωτὸν ἀποστίλβοντα, κροσσωτὴν δ’ ἐφεστρίδα, τὸ δὲ ξίφος αὐτόθεν ὑποφαί‐ | |
5 | νων γυμνόν, ὡς εὐθὺς εἰς χεῖρας ἵεσθαι δέον ἑκηβόλοις ἀνδράσι καὶ συναιρεῖν τὴν διατοξεύσιμον χώραν τῷ τάχει | |
Luc.28.2 | τῆς ἐπαγωγῆς. ἐπεὶ δὲ τὴν κατάφρακτον ἵππον, ἧς πλεῖ‐ στος ἦν λόγος, κατεῖδε συντεταγμένην ὑπὸ λόφῳ τινὶ τὴν ἄνω χώραν ἐπίπεδον καὶ πλατεῖαν ἔχοντι, πρόσβασιν δὲ τεττάρων σταδίων οὐ παντάπασι χαλεπὴν οὐδ’ ἀπο‐ | |
5 | κεκομμένην, Θρᾷκας μὲν ἱππεῖς καὶ Γαλάτας οὓς εἶχεν ἐκέλευσεν ἐκ πλαγίου προσφερομένους παρακρούεσθαι | |
Luc.28.3 | ταῖς μαχαίραις τοὺς κοντούς. μία γὰρ ἀλκὴ τῶν κατα‐ φράκτων κοντός, ἄλλο δ’ οὐδὲν οὔθ’ ἑαυτοῖς οὔτε τοῖς πολεμίοις χρῆσθαι δύνανται διὰ βάρος καὶ σκληρότητα | |
τῆς σκευῆς, ἀλλ’ ἐγκατῳκοδομημένοις ἐοίκασιν. αὐτὸς | 398 | |
5 | δὲ δύο σπείρας ἀναλαβὼν ἡμιλλᾶτο πρὸς τὸν λόφον, ἐρρωμένως ἑπομένων τῶν στρατιωτῶν διὰ τὸ κἀκεῖνον ἐν τοῖς ὅπλοις ὁρᾶν πρῶτον κακοπαθοῦντα πεζὸν καὶ | |
Luc.28.4 | προσβιαζόμενον. γενόμενος δ’ ἄνω καὶ στὰς ἐν τῷ περι‐ φανεῖ τοῦ χωρίου, μέγα βοήσας ‘νενικήκαμεν‘ ἔφη, ‘νε‐ νικήκαμεν ὦ συστρατιῶται.‘ καὶ τοῦτ’ εἰπὼν ἐπῆγε τοῖς καταφράκτοις, κελεύσας μηδὲν ἔτι χρῆσθαι τοῖς ὑσσοῖς, | |
5 | ἀλλ’ ἐκ χειρὸς ἕκαστον διαλαβόντα παίειν τῶν πολεμίων κνήμας τε καὶ μηρούς, ἃ μόνα γυμνὰ τῶν καταφράκτων | |
Luc.28.5 | ἐστίν. οὐ μὴν ἐδέησέ τι ταύτης τῆς μάχης· οὐ γὰρ ἐδέ‐ ξαντο τοὺς Ῥωμαίους, ἀλλ’ ἀλαλάξαντας [καὶ] 〈μόνον〉 φεύγοντες αἴσχιστα πάντων ἐνέωσαν ἑαυτούς τε καὶ τοὺς ἵππους βαρεῖς ὄντας εἰς τὰ τῶν πεζῶν ὅπλα, πρὶν ἄρξα‐ | |
5 | σθαί τινος ἐκείνους μάχης, ὥστε μήτε τραύματος γενο‐ μένου μήθ’ αἵματος ὀφθέντος ἡττᾶσθαι τὰς τοσαύτας | |
Luc.28.6 | μυριάδας. ὁ δὲ πολὺς φόνος ἤδη φευγόντων ἐγίνετο, μᾶλλον δὲ βουλομένων φεύγειν· οὐ γὰρ ἐδύναντο, πυ‐ κνότητι καὶ βάθει τῶν τάξεων ὑφ’ αὑτῶν ἐμποδιζόμενοι. Τιγράνης δ’ ἐξελάσας ἐν ἀρχῇ μετ’ ὀλίγων ἔφευγε, | |
5 | καὶ τὸν υἱὸν ὁρῶν κοινωνοῦντα τῆς αὐτῆς τύχης, περι‐ εσπάσατο τὸ διάδημα τῆς κεφαλῆς κἀκείνῳ δακρύσας παρέδωκε, σῴζειν ἑαυτὸν ὅπως δύναται καθ’ ἑτέρας | |
Luc.28.7 | ὁδοὺς κελεύσας. ὁ δὲ νεανίας ἀναδήσασθαι μὲν οὐκ ἐτόλ‐ μησε, τῶν δὲ παίδων τῷ πιστοτάτῳ φυλάττειν ἔδωκεν. οὗτος ἁλοὺς κατὰ τύχην ἀνήχθη πρὸς Λεύκολλον, ὥστε μετὰ τῶν ἄλλων αἰχμάλωτον καὶ τὸ διάδημα γενέσθαι | |
5 | τοῦ Τιγράνου. Λέγεται δὲ τῶν μὲν πεζῶν ὑπὲρ δέκα μυριάδας δια‐ φθαρῆναι, τῶν δ’ ἱππέων ὀλίγους παντάπασι διαφυγεῖν. | |
Luc.28.8 | Ῥωμαίων δ’ ἑκατὸν ἐτρώθησαν, ἔπεσον δὲ πέντε. ταύτης τῆς μάχης Ἀντίοχος ὁ φιλόσοφος ἐν τῇ ‘Περὶ θεῶν‘ γραφῇ μνησθεὶς οὔ φησιν ἄλλην ἐφεωρακέναι τοιαύτην τὸν ἥλιον. Στράβων δ’, ἕτερος φιλόσοφος, ἐν τοῖς ἱστορικοῖς | 399 |
5 | ὑπομνήμασιν (FGrH 91 F 9) αὐτοὺς λέγει τοὺς Ῥω‐ μαίους αἰσχύνεσθαι καὶ καταγελᾶν ἑαυτῶν ἐπ’ ἀνδρά‐ ποδα τοιαῦτα δεηθέντας ὅπλων. Λίουϊος (fr. 23 H.) δ’ εἴ‐ ρηκεν ὡς οὐδέποτε Ῥωμαῖοι πολεμίοις ἀποδέοντες το‐ σοῦτον πλήθει παρετάξαντο· σχεδὸν γὰρ οὐδ’ εἰκοστόν, | |
10 | ἀλλ’ ἔλαττον ἐγένοντο μέρος οἱ νικῶντες τῶν ἡσσημέ‐ | |
Luc.28.9 | νων. Ῥωμαίων δ’ οἱ δεινότατοι στρατηγοὶ καὶ πλεῖστα πολέμοις ὡμιληκότες ἐπῄνουν μάλιστα τοῦ Λευκόλλου τὸ δύο βασιλεῖς τοὺς ἐπιφανεστάτους καὶ μεγίστους δυσὶ τοῖς ἐναντιωτάτοις, τάχει καὶ βραδυτῆτι, καταστρατη‐ | |
5 | γῆσαι· Μιθριδάτην μὲν γὰρ ἀκμάζοντα χρόνῳ καὶ τριβῇ κατανάλωσε, Τιγράνην δὲ τῷ σπεῦσαι συνέτριψεν, ἐν ὀλίγοις τῶν πώποτε ἡγεμόνων τῇ μελλήσει μὲν ἔργῳ, τῇ τόλμῃ δ’ ὑπὲρ ἀσφαλείας χρησάμενος. | |
Luc.29.1 | Διὸ καὶ Μιθριδάτης οὐ συνέτεινεν ἐπὶ τὴν μά‐ χην, τῇ συνήθει τὸν Λεύκολλον εὐλαβείᾳ καὶ παραγωγῇ πολεμήσειν οἰόμενος, ἀλλὰ καθ’ ἡσυχίαν ἐπορεύετο πρὸς τὸν Τιγράνην, καὶ πρῶτον μὲν ὀλίγοις τῶν Ἀρμενίων | |
5 | ἐντυχὼν καθ’ ὁδὸν ἐπτοημένοις καὶ περιφόβοις ἀπιοῦ‐ σιν, εἴκασε τὸ πάθος, εἶτ’ ἤδη πλειόνων γυμνῶν καὶ τετρωμένων ἀπαντώντων πυθόμενος τὴν ἧτταν, ἐζήτει | |
Luc.29.2 | τὸν Τιγράνην. εὑρὼν δὲ πάντων ἔρημον καὶ ταπεινόν, οὐκ ἀνθύβρισεν, ἀλλὰ καταβὰς καὶ συνδακρύσας τὰ κοινὰ πάθη, θεραπείαν τε τὴν ἑπομένην αὐτῷ βασιλικὴν ἔδωκε καὶ κατεθάρρυνε πρὸς τὸ μέλλον. οὗτοι μὲν οὖν αὖθις | |
5 | ἑτέρας δυνάμεις συνῆγον. | |
Luc.29.3 | Ἐν δὲ τῇ πόλει τοῖς Τιγρανοκέρτοις τῶν Ἑλλήνων | |
πρὸς τοὺς βαρβάρους στασιασάντων καὶ τῷ Λευκόλλῳ τὴν πόλιν ἐνδιδόντων, προσβαλὼν εἷλε, καὶ τοὺς μὲν ἐν τῇ πόλει θησαυροὺς παρελάμβανε, τὴν δὲ πόλιν διαρπά‐ | 400 | |
5 | σαι παρέδωκε τοῖς στρατιώταις, μετὰ τῶν ἄλλων χρη‐ | |
Luc.29.4 | μάτων ὀκτακισχίλια τάλαντα νομίσματος ἔχουσαν. χωρὶς δὲ τούτων ὀκτακοσίας δραχμὰς κατ’ ἄνδρα διένειμεν ἀπὸ τῶν λαφύρων. πυνθανόμενος δὲ πολλοὺς ἐν τῇ πόλει κατειλῆφθαι τῶν περὶ τὸν Διόνυσον τεχνιτῶν, οὓς ὁ | |
5 | Τιγράνης πανταχόθεν ἠθροίκει, μέλλων ἀναδεικνύναι τὸ κατεσκευασμένον ὑπ’ αὐτοῦ θέατρον, ἐχρήσατο τούτοις | |
Luc.29.5 | πρὸς τοὺς ἀγῶνας καὶ τὰς θέας τῶν ἐπινικίων. τοὺς δ’ Ἕλληνας εἰς τὰς αὐτῶν πατρίδας ἔπεμψε προσθεὶς ἐφόδια, καὶ τῶν βαρβάρων ὁμοίως τοὺς ἠναγκασμένους κατοικεῖν, ὥστε συνέβη μιᾶς πόλεως διαλυθείσης πολλὰς | |
5 | ἀνοικίζεσθαι πάλιν, κομιζομένας τοὺς αὑτῶν οἰκήτορας, ὑφ’ ὧν ὡς εὐεργέτης ὁ Λεύκολλος καὶ κτίστης ἠγαπᾶτο. | |
Luc.29.6 | Προὐχώρει δὲ καὶ τἆλλα κατ’ ἀξίαν τἀνδρί, τῶν ἀπὸ δικαιοσύνης καὶ φιλανθρωπίας ἐπαίνων ὀρεγομένῳ μᾶλ‐ λον ἢ τῶν ἐπὶ τοῖς πολεμικοῖς κατορθώμασιν. ἐκείνων μὲν γὰρ οὐκ ὀλίγον ἡ στρατιὰ καὶ πλεῖστον ἡ τύχη | |
5 | μετεῖχε, ταῦτα δ’ ἦν ἡμέρου ψυχῆς καὶ πεπαιδευμένης ἐπίδειξις, οἷς ὁ Λεύκολλος τότε χωρὶς ὅπλων ἐχειροῦτο | |
Luc.29.7 | τοὺς βαρβάρους. καὶ γὰρ Ἀράβων βασιλεῖς ἧκον πρὸς αὐτὸν ἐγχειρίζοντες τὰ σφέτερα, καὶ τὸ Σωφηνῶν ἔθνος προσεχώρει. τὸ δὲ Γορδυηνῶν οὕτω διέθηκεν, ὥστε βού‐ λεσθαι τὰς πόλεις ἐκλιπόντας ἀκολουθεῖν ἐκείνῳ μετὰ | |
Luc.29.8 | παίδων καὶ γυναικῶν ἐθελοντὰς ἐξ αἰτίας τοιᾶσδε. Ζαρ‐ βιηνὸς γὰρ ὁ τῶν Γορδυηνῶν βασιλεὺς ὥσπερ εἴρηται (cap. 21, 2) δι’ Ἀππίου κρύφα Λευκόλλῳ διείλεκτο περὶ συμμαχίας, τὴν Τιγράνου τυραννίδα βαρυνόμενος· μηνυ‐ | |
5 | θεὶς δ’ ἀπεσφάγη, καὶ παῖδες αὐτοῦ καὶ γυνὴ συναπώ‐ | |
Luc.29.9 | λοντο, πρὶν ἢ Ῥωμαίους εἰς Ἀρμενίαν ἐμβαλεῖν. τούτων | |
οὐκ ἠμνημόνησεν ὁ Λεύκολλος, ἀλλὰ παρελθὼν εἰς τὴν Γορδυηνῶν, ταφὰς προὔθετο τοῦ Ζαρβιηνοῦ, καὶ πυρὰν ἐσθῆτι καὶ χρυσῷ βασιλικῷ καὶ τοῖς ἀπὸ Τιγράνου κο‐ | 401 | |
5 | σμήσας λαφύροις αὐτὸς παρὼν ὑφῆψε, καὶ χοὰς ἐπήνεγκε μετὰ φίλων καὶ οἰκείων τοῦ ἀνδρός, ἑταῖρον ἑαυτοῦ καὶ | |
Luc.29.10 | Ῥωμαίων σύμμαχον ἀνακαλούμενος. ἐκέλευσε δὲ καὶ μνημεῖον ἀπὸ χρημάτων αὐτῷ συχνῶν γενέσθαι· πάμ‐ πολλα γὰρ εὑρέθη καὶ χρυσὸς καὶ ἄργυρος ἐν τοῖς τοῦ Ζαρβιηνοῦ βασιλείοις, σίτου δ’ ἀπέκειντο μυριάδες τρια‐ | |
5 | κόσιαι μεδίμνων, ὥστε καὶ τοὺς στρατιώτας ὠφελεῖσθαι καὶ τὸν Λεύκολλον θαυμάζεσθαι, ὅτι δραχμὴν μίαν ἐκ τοῦ δημοσίου ταμιείου μὴ λαβὼν αὐτὸν ἐξ αὑτοῦ διῴκει τὸν πόλεμον. | |
Luc.30.1 | Ἐνταῦθα καὶ παρὰ τοῦ Πάρθων βασιλέως ἧκε πρεσβεία παρ’ αὐτόν, εἰς φιλίαν προκαλουμένου καὶ συμ‐ μαχίαν. ἦν δ’ ἀσμένῳ ταῦτα τῷ Λευκόλλῳ, καὶ πάλιν ἀντέπεμψε παρ’ ἑαυτοῦ πρέσβεις πρὸς τὸν Πάρθον, οἳ | |
5 | κατεφώρασαν αὐτὸν ἐπαμφοτερίζοντα τῇ γνώμῃ καὶ μισθὸν αἰτοῦντα κρύφα τοῦ συμμαχῆσαι τῷ Τιγράνῃ | |
Luc.30.2 | τὴν Μεσοποταμίαν. ὡς οὖν ταῦθ’ ὁ Λεύκολλος ᾔσθετο, Τιγράνην μὲν ἔγνω καὶ Μιθριδάτην παρελθεῖν ὥσπερ ἀνταγωνιστὰς ἀπειρηκότας, ἀποπειρᾶσθαι δὲ τῆς Πάρ‐ θων δυνάμεως καὶ στρατεύειν ἐπ’ αὐτούς, καλὸν ἡγού‐ | |
5 | μενος μιᾷ ῥύμῃ πολέμου τρεῖς ἐφεξῆς ὥσπερ ἀθλητὴς βασιλεῖς καταπαλαῖσαι καὶ διὰ τριῶν τῶν ὑπὸ τὸν ἥλιον μεγίστων ἡγεμονιῶν ἀήττητος καὶ νικῶν διεξελθεῖν. | |
Luc.30.3 | ἔπεμψεν οὖν εἰς Πόντον τοῖς περὶ Σωρνάτιον ἡγεμόσιν, ἐπιστείλας ἄγειν τὴν ἐκεῖ στρατιὰν πρὸς αὐτόν, ὡς ἐκ | |
Luc.30.4 | τῆς Γορδυηνῆς ἀναβησόμενος. οἱ δὲ καὶ πρότερον χαλε‐ | |
ποῖς χρώμενοι καὶ δυσπειθέσι τοῖς στρατιώταις, τότε παντελῶς ἀπεκάλυψαν αὐτῶν τὴν ἀκολασίαν, οὐδενὶ τρό‐ πῳ πειθοῦς οὐδ’ ἀνάγκης εὑρόμενοι προσαγαγέσθαι, μαρ‐ | 402 | |
5 | τυρομένους καὶ βοῶντας ὡς οὐδ’ αὐτόθι μενοῦσιν, ἀλλ’ οἰ‐ | |
Luc.30.5 | χήσονται τὸν Πόντον ἔρημον ἀπολιπόντες. ταῦτα πρὸς Λεύκολλον ἀπαγγελθέντα καὶ τοὺς ἐκεῖ προσδιέφθειρε στρατιώτας, ἤδη μὲν ὑπὸ πλούτου καὶ τρυφῆς βαρεῖς γεγονότας πρὸς τὴν στρατείαν καὶ σχολῆς δεομένους, | |
5 | ὡς δὲ τὴν ἐκείνων ἐπύθοντο παρρησίαν, ἄνδρας αὐτοὺς ἀπεκάλουν καὶ μιμητέον αὐτοὺς ἔφασαν εἶναι· πολλὰ γὰρ αὐτοῖς ἄξια σωτηρίας καὶ ἀναπαύσεως κατειργάσθαι. | |
Luc.31.1 | Τοιούτων δὲ καὶ πονηροτέρων ἔτι λόγων αἰσθόμε‐ νος ὁ Λεύκολλος τὴν ἐπὶ Πάρθους στρατείαν ἀφῆκεν, αὖθις δ’ ἐπὶ τὸν Τιγράνην ἐβάδιζε θέρους ἀκμάζοντος, καὶ τὸν Ταῦρον ὑπερβαλὼν ἠθύμησε χλωρῶν τῶν πε‐ | |
5 | δίων ἐκφανέντων· τοσοῦτον αἱ ὧραι διὰ τὴν ψυχρότητα | |
Luc.31.2 | τοῦ ἀέρος ὑστερίζουσιν. οὐ μὴν ἀλλὰ καταβὰς καὶ δὶς ἢ τρὶς ἀνατολμήσαντας ἐπ’ αὐτὸν τοὺς Ἀρμενίους τρε‐ ψάμενος, ἀδεῶς ἐπόρθει τὰς κώμας, καὶ τὸν παρεσκευα‐ σμένον τῷ Τιγράνῃ σῖτον ἐξαιρῶν, ἣν αὐτὸς ἐφοβεῖτο | |
Luc.31.3 | τοῖς πολεμίοις περιέστησεν ἀπορίαν. ἐπεὶ δὲ προκαλού‐ μενος εἰς μάχην αὐτούς, περιταφρεύων τὸν χάρακα καὶ πορθῶν ἐν ὄψει τὴν χώραν, οὐκ ἐκίνει πεπληγότας πολ‐ λάκις, ἀναστὰς ἐβάδιζεν ἐπ’ Ἀρτάξατα τὸ Τιγράνου βα‐ | |
5 | σίλειον, ὅπου καὶ παῖδες αὐτῷ νήπιοι καὶ γαμεταὶ γυ‐ ναῖκες ἦσαν, οὐκ ἂν οἰόμενος ἀμαχεὶ προήσεσθαι ταῦτα | |
Luc.31.4 | τὸν Τιγράνην. λέγεται δ’ Ἀννίβαν τὸν Καρχηδόνιον, Ἀν‐ τιόχου καταπολεμηθέντος ὑπὸ Ῥωμαίων, μεταβάντα πρὸς Ἀρτάξαν τὸν Ἀρμένιον ἄλλων τε πολλῶν εἰσηγητὴν καὶ διδάσκαλον αὐτῷ γενέσθαι χρησίμων, καὶ τῆς χώρας | |
5 | καταμαθόντα τόπον εὐφυέστατον καὶ ἥδιστον ἀργοῦντα καὶ παρορώμενον, σχῆμα πόλεως ἐν αὐτῷ προϋπογρά‐ ψασθαι, καὶ τὸν Ἀρτάξαν ἐπαγαγόντα δεῖξαι καὶ παρ‐ | 403 |
Luc.31.5 | ορμῆσαι πρὸς τὸν οἰκισμόν. ἡσθέντος δὲ τοῦ βασιλέως καὶ δεηθέντος ὅπως αὐτὸς ἐπιστατήσῃ τοῦ ἔργου, μέγα τι καὶ πάγκαλον χρῆμα πόλεως ἀναστῆναι, καὶ γενομέ‐ νην ἐπώνυμον τοῦ βασιλέως μητρόπολιν ἀποδειχθῆναι | |
5 | τῆς Ἀρμενίας. ἐπὶ ταύτην τοῦ Λευκόλλου βαδίζοντος, οὐκ ἠνέσχετο Τιγράνης, ἀλλὰ τὴν δύναμιν ἀναλαβὼν ἡμέρᾳ τετάρτῃ παρεστρατοπέδευσε τοῖς Ῥωμαίοις, ἐν μέσῳ λαβὼν τὸν Ἀρσανίαν ποταμόν, ὃν ἐξ ἀνάγκης δια‐ βατέον ἦν τοῖς Ῥωμαίοις τὴν ἐπ’ Ἀρταξάτων πορευο‐ | |
Luc.31.6 | μένοις. θύσας δὲ τοῖς θεοῖς Λεύκολλος ὡς ἐν χερσὶν οὔσης τῆς νίκης, διεβίβαζε τὸν στρατὸν ἐν δώδεκα σπεί‐ ραις προτεταγμέναις, ταῖς δ’ ἄλλαις ἐπιτεταγμέναις πρὸς τὰς κυκλώσεις τῶν πολεμίων. πολλοὶ γὰρ ἦσαν ἱππεῖς | |
5 | καὶ λογάδες ἀντιπαρατεταγμένοι, πρὸ δ’ αὐτῶν ἱππο‐ τοξόται Μάρδοι καὶ λογχοφόροι Ἴβηρες, οἷς μάλιστα | |
Luc.31.7 | τῶν ξένων ὁ Τιγράνης ἐπίστευεν ὡς μαχιμωτάτοις. οὐ μὴν ἐπράχθη τι λαμπρὸν ὑπ’ αὐτῶν, μικρὰ δὲ τοῖς ἱππεῦσι τῶν Ῥωμαίων διαπληκτισάμενοι, τοὺς πεζοὺς ἐπιόντας οὐχ ὑπέμειναν, ἀλλ’ ἑκατέρωσε τῇ φυγῇ σχι‐ | |
5 | σθέντες, ἐπεσπάσαντο τοὺς ἱππεῖς πρὸς τὴν δίωξιν. ἅμα δὲ τῷ τούτους διασπαρῆναι τῶν περὶ τὸν Τιγράνην ἐξιπ‐ πασαμένων, ἰδὼν τὴν λαμπρότητα καὶ τὸ πλῆθος ὁ Λεύ‐ | |
Luc.31.8 | κολλος ἔδεισε, καὶ τοὺς μὲν ἱππεῖς ἀπὸ τῆς διώξεως ἀνεκαλεῖτο, πρῶτος δ’ αὐτὸς ἀντέστη τοῖς Ἀτροπατη‐ νοῖς κατ’ αὐτὸν οὖσι μετὰ τῶν ἀρίστων, καὶ πρὶν εἰς χεῖρας ἐλθεῖν φοβήσας ἐτρέψατο. τριῶν δ’ ὁμοῦ παρα‐ | |
5 | τεταγμένων βασιλέων αἴσχιστα δοκεῖ φυγεῖν ὁ Ποντικὸς Μιθριδάτης, οὐδὲ τὴν κραυγὴν τῶν Ῥωμαίων ἀνασχό‐ | |
Luc.31.9 | μενος. γενομένης δὲ τῆς διώξεως μακρᾶς καὶ δι’ ὅλης νυκτός, οὐ μόνον κτείνοντες αὐτούς, ἀλλὰ καὶ ζωγροῦντες | |
καὶ χρήματα καὶ λείαν ἄγοντες καὶ φέροντες ἀπεῖπον οἱ Ῥωμαῖοι. φησὶ δ’ ὁ Λίουϊος (fr. 24 H.) ἐν μὲν τῇ προ‐ | 404 | |
5 | τέρᾳ μάχῃ πλείονας, ἐν δὲ ταύτῃ γνωριμωτέρους πεσεῖν καὶ ληφθῆναι τῶν πολεμίων. | |
Luc.32.1 | Ἐκ τούτου Λεύκολλος μὲν ἐπηρμένος καὶ τεθαρ‐ ρηκὼς ἄνω προάγειν διενοεῖτο καὶ καταστρέφεσθαι τὴν βάρβαρον· ὥρᾳ δ’ ἰσημερίας φθινοπωρινῆς οὐκ ἂν ἐλπί‐ σαντι χειμῶνες ἐπέπεσον βαρεῖς, τὰ μὲν πλεῖστα κατα‐ | |
5 | νίφοντες, ἐν δὲ ταῖς αἰθρίαις πάχνην ἐπιφέροντες καὶ πάγον, ὑφ’ οὗ χαλεποὶ μὲν ἦσαν οἱ ποταμοὶ τοῖς ἵπποις πίνεσθαι διὰ ψυχρότητος ὑπερβολήν, χαλεπαὶ δ’ αὐτῶν αἱ διαβάσεις, ἐκρηγνυμένου τοῦ κρυστάλλου καὶ δια‐ | |
Luc.32.2 | κόπτοντος τὰ νεῦρα τῶν ἵππων τῇ τραχύτητι. τῆς δὲ χώρας ἡ πολλὴ συνηρεφὴς οὖσα καὶ στενόπορος καὶ ἑλώδης ἀεὶ καθύγραινεν αὐτούς, χιόνος ἀναπιμπλαμένους ἐν ταῖς ὁδοιπορίαις καὶ κακῶς ἐν τόποις νοτεροῖς νυκτε‐ | |
Luc.32.3 | ρεύοντας. οὐ πολλὰς οὖν ἡμέρας ἀκολουθήσαντες τῷ Λευκόλλῳ μετὰ τὴν μάχην ἠναντιοῦντο, πρῶτον δεόμε‐ νοι καὶ τοὺς χιλιάρχους προσπέμποντες, ἔπειτα θορυ‐ βωδέστερον συνιστάμενοι καὶ κατὰ σκηνὰς νυκτὸς ἀλα‐ | |
5 | λάζοντες, ὅπερ εἶναι δοκεῖ σύμβολον ἀποστατικῶς ἐχού‐ | |
Luc.32.4 | σης στρατιᾶς. καίτοι πολλὰ προσελιπάρει Λεύκολλος, ἀξιῶν αὐτοὺς μακροθυμίαν ἐμβαλέσθαι ταῖς ψυχαῖς, ἄχρι οὗ τὴν ἐν Ἀρμενίοις Καρχηδόνα λαβόντες ἀνδρὸς ἐχθί‐ στου (τὸν Ἀννίβαν λέγων) ἔργον ἀνατρέψωσιν. ὡς δ’ οὐκ | |
5 | ἔπειθεν, ἀπῆγεν αὐτοὺς ὀπίσω, καὶ κατ’ ἄλλας ὑπερ‐ βολὰς διελθὼν τὸν Ταῦρον, εἰς τὴν λεγομένην Μυγδονι‐ κὴν κατέβαινε, χώραν παμφόρον καὶ ἀλεεινὴν καὶ πόλιν ἐν αὑτῇ μεγάλην καὶ πολυάνθρωπον ἔχουσαν, ἣν οἱ μὲν | |
βάρβαροι Νίσιβιν, οἱ δ’ Ἕλληνες Ἀντιόχειαν Μυγδονικὴν | 405 | |
Luc.32.5 | προσηγόρευον. ταύτην εἶχεν ἀξιώματι μὲν ἀδελφὸς Τι‐ γράνου Γούρας, ἐμπειρίᾳ δὲ καὶ δεινότητι μηχανικῇ Καλ‐ λίμαχος ὁ καὶ περὶ Ἀμισὸν πλεῖστα πράγματα Λευκόλλῳ παρασχών. βαλόμενος δὲ στρατόπεδον καὶ πᾶσαν ἰδέαν | |
5 | πολιορκίας ἐπαγαγών, ὀλίγῳ χρόνῳ κατὰ κράτος λαμ‐ | |
Luc.32.6 | βάνει τὴν πόλιν· καὶ Γούρᾳ μὲν ἑαυτὸν ἐγχειρίσαντι φιλανθρώπως ἐχρήσατο, Καλλιμάχῳ δ’ ὑπισχνουμένῳ θήκας ἀπορρήτους μεγάλων χρημάτων ἀνακαλύψειν οὐ προσέσχεν, ἀλλ’ ἐκέλευσεν ἐν πέδαις κομίζεσθαι, δίκην | |
5 | ὑφέξοντα τοῦ πυρὸς ᾧ τὴν Ἀμισηνῶν διαλυμηνάμενος πόλιν ἀφείλετο φιλοτιμίαν αὐτοῦ καὶ χρηστότητος ἐπί‐ δειξιν πρὸς τοὺς Ἕλληνας. | |
Luc.33.1 | Μέχρι τοῦδε φαίη τις ἂν Λευκόλλῳ τὴν τύχην ἑπομένην συστρατηγεῖν. ἐντεῦθεν δ’ ὥσπερ πνεύματος ἐπιλιπόντος προσβιαζόμενος πάντα καὶ παντάπασιν ἀντι‐ κρούων, ἀρετὴν μὲν ἐπεδείκνυτο καὶ μακροθυμίαν ἡγε‐ | |
5 | μόνος ἀγαθοῦ, δόξαν δὲ καὶ χάριν οὐδεμίαν αἱ πράξεις ἔσχον, ἀλλὰ καὶ τὴν προϋπάρχουσαν ἐγγὺς ἦλθε δυσ‐ | |
Luc.33.2 | πραγῶν καὶ διαφερόμενος μάτην ἀποβαλεῖν. τῶν δ’ αἰ‐ τιῶν αὐτὸς οὐχὶ τὴν ἐλαχίστην εἰς τοῦτο παρέσχεν, οὐκ ὢν θεραπευτικὸς πλήθους στρατιωτικοῦ, καὶ πᾶν τὸ πρὸς ἡδονὴν τοῦ ἀρχομένου γινόμενον ἀρχῆς ἀτιμίαν καὶ | |
5 | κατάλυσιν ἡγούμενος· τὸ δὲ μέγιστον, οὐδὲ τοῖς δυνα‐ τοῖς καὶ ἰσοτίμοις εὐάρμοστος εἶναι πεφυκώς, ἀλλὰ πάν‐ των καταφρονῶν καὶ μηδενὸς ἀξίους πρὸς αὑτὸν ἡγού‐ | |
Luc.33.3 | μενος. ταῦτα γὰρ ὑπάρξαι Λευκόλλῳ κακὰ λέγουσιν ἐν πᾶσι τοῖς ἄλλοις ἀγαθοῖς· καὶ γὰρ μέγας καὶ καλὸς καὶ δεινὸς εἰπεῖν καὶ φρόνιμος ὁμαλῶς ἐν ἀγορᾷ καὶ στρατοπέδῳ δοκεῖ γενέσθαι. Σαλούστιος (fr. 5, 10 K.) | |
5 | μὲν οὖν φησι χαλεπῶς διατεθῆναι τοὺς στρατιώτας πρὸς | |
αὐτὸν εὐθὺς ἐν ἀρχῇ τοῦ πολέμου πρὸς Κυζίκῳ καὶ πά‐ λιν πρὸς Ἀμισῷ, δύο χειμῶνας ἑξῆς ἐν χάρακι διαγαγεῖν | 406 | |
Luc.33.4 | ἀναγκασθέντας. ἠνίων δ’ αὐτοὺς καὶ οἱ λοιποὶ χειμῶνες· ἢ γὰρ ἐν τῇ πολεμίᾳ διεχείμαζον, ἢ παρὰ τοῖς συμμάχοις ὕπαιθροι σκηνοῦντες, εἰς δὲ πόλιν Ἑλληνίδα καὶ φίλην | |
Luc.33.5 | οὐδ’ ἅπαξ εἰσῆλθε μετὰ στρατοπέδου Λεύκολλος. οὕτω δὲ διακειμένοις αὐτοῖς τὰς μεγίστας ἐνέδωκαν ἀπὸ τῆς Ῥώμης οἱ δημαγωγοὶ προφάσεις, φθόνῳ τοῦ Λευκόλλου κατηγοροῦντες ὡς ὑπὸ φιλαρχίας καὶ φιλοπλουτίας ἕλ‐ | |
5 | κοντος τὸν πόλεμον καὶ μονονοὺ κατέχοντος ἐν ταὐτῷ Κιλικίαν, Ἀσίαν, Βιθυνίαν, Παφλαγονίαν, Γαλατίαν, Πόντον, Ἀρμενίαν, τὰ μέχρι Φάσιδος, νυνὶ δὲ καὶ τὰ Τιγράνου βασίλεια πεπορθηκότος, ὥσπερ ἐκδῦσαι τοὺς | |
Luc.33.6 | βασιλεῖς, οὐ καταπολεμῆσαι πεμφθέντος. τοῦτο γὰρ εἰ‐ πεῖν φασιν ἕνα τῶν στρατηγῶν Λεύκιον Κοίντιον, ὑφ’ οὗ μάλιστα πεισθέντες ἐψηφίσαντο πέμπειν διαδόχους τῷ Λευκόλλῳ τῆς ἐπαρχίας. ἐψηφίσαντο δὲ καὶ τῶν ὑπ’ αὐ‐ | |
5 | τῷ στρατευομένων πολλοὺς ἀφεῖσθαι στρατείας. | |
Luc.34.1 | Τούτοις δὲ τηλικούτοις οὖσι προσγίνεται τὸ μά‐ λιστα Λευκόλλῳ διειργασμένον τὰς πράξεις, Πόπλιος Κλώδιος, ἀνὴρ ὑβριστὴς καὶ μεστὸς ὀλιγωρίας ἁπάσης καὶ θρασύτητος. ἦν δὲ τῆς Λευκόλλου γυναικὸς ἀδελ‐ | |
5 | φός, ἣν καὶ διαφθείρειν ἔσχεν αἰτίαν, ἀκολαστοτάτην | |
Luc.34.2 | οὖσαν. τότε δὲ τῷ Λευκόλλῳ συστρατεύων οὐχ ὅσης αὑτὸν ἠξίου τιμῆς ἐτύγχανεν· ἠξίου δὲ πρῶτος εἶναι, καὶ πολλῶν ἀπολειπόμενος διὰ τὸν τρόπον, ὑπῳκούρει τὴν Φιμβριανὴν στρατιὰν καὶ παρώξυνε κατὰ τοῦ Λευ‐ | |
5 | κόλλου, λόγους 〈οὐ〉 χρηστοὺς εἰς οὐκ ἄκοντας οὐδ’ ἀή‐ | |
Luc.34.3 | θεις τοῦ δημαγωγεῖσθαι διαδιδούς. οὗτοι γὰρ ἦσαν οὓς καὶ πρότερον ἀνέπεισε Φιμβρίας ἀποκτείναντας τὸν ὕπα‐ | |
Luc.34.4 | τον Φλάκκον αὑτὸν ἑλέσθαι στρατηγόν. διὸ καὶ τὸν Κλώ‐ διον ἡδέως ἐδέχοντο καὶ φιλοστρατιώτην προσηγόρευον, ἀγανακτεῖν προσποιούμενον ὑπὲρ αὐτῶν εἰ πέρας οὐδὲν ἔσται πολέμων τοσούτων καὶ πόνων, ἀλλὰ παντὶ μὲν | 407 |
5 | ἔθνει μαχόμενοι, πᾶσαν δὲ γῆν πλανώμενοι κατατρίψουσι τὸν βίον, οὐδὲν ἄξιον ἐκ τηλικαύτης φερόμενοι στρα‐ τείας, ἀλλὰ τὰς Λευκόλλου παραπέμποντες ἁμάξας καὶ καμήλους, ἐκπωμάτων χρυσῶν καὶ διαλίθων γεμούσας, οἱ δὲ Πομπηίου στρατιῶται δῆμος ὄντες ἤδη που μετὰ | |
10 | γυναικῶν καὶ τέκνων κάθηνται, γῆν εὐδαίμονα καὶ πό‐ λεις ἔχοντες, οὐ Μιθριδάτην καὶ Τιγράνην εἰς τὰς ἀοι‐ κήτους ἐμβαλόντες ἐρημίας, οὐδὲ τῆς Ἀσίας τὰ βασίλεια καταρρίψαντες, ἀλλὰ φυγάσιν ἀνθρώποις ἐν Ἰβηρίᾳ καὶ | |
Luc.34.5 | δραπέταις ἐν Ἰταλίᾳ πολεμήσαντες. ‘τί οὖν, εἰ δεῖ μη‐ δέποτε παύσασθαι στρατευομένους, οὐχὶ τοιούτῳ στρα‐ τηγῷ καὶ σώματα τὰ λοιπὰ καὶ ψυχὰς φυλάσσομεν, ᾧ κάλλιστος εἶναι δοκεῖ κόσμος ὁ τῶν στρατευομένων | |
5 | πλοῦτος;‘ | |
Luc.34.6 | Τοιαύταις αἰτίαις τὸ Λευκόλλου στράτευμα διαφθα‐ ρέν, οὔτ’ ἐπὶ Τιγράνην ἠκολούθησεν οὔτ’ ἐπὶ Μιθριδά‐ την, αὖθις ἐξ Ἀρμενίας εἰς Πόντον ἐμβαλόντα καὶ τὴν ἀρχὴν ἀναλαμβάνοντα, πρόφασιν δὲ τὸν χειμῶνα ποιού‐ | |
5 | μενοι περὶ τὴν Γορδυηνὴν διέτριβον, ὅσον οὔπω Πομ‐ πήιον ἤ τιν’ ἄλλον τῶν ἡγεμόνων Λευκόλλῳ διάδοχον ἀφίξεσθαι προσδοκῶντες. | |
Luc.35.1 | Ἐπεὶ δὲ Μιθριδάτης ἤγγελτο Φάβιον νενικηκὼς ἐπὶ Σωρνάτιον καὶ Τριάριον βαδίζειν, αἰσχυνθέντες εἵ‐ ποντο τῷ Λευκόλλῳ. Τριάριος δ’ ὡς ἕτοιμον ἁρπάσαι τὸ νίκημα πρὶν ἐπελθεῖν Λεύκολλον ἐγγὺς ὄντα φιλοτιμού‐ | |
Luc.35.2 | μενος, ἡττᾶται μάχῃ μεγάλῃ· λέγονται γὰρ ὑπὲρ ἑπτα‐ κισχιλίους Ῥωμαίων ἀποθανεῖν, ἐν οἷς ἑκατόνταρχοι μὲν | |
ἑκατὸν πεντήκοντα, χιλίαρχοι δ’ εἴκοσι καὶ τέσσαρες· τὸ | 408 | |
Luc.35.3 | δὲ στρατόπεδον εἷλε Μιθριδάτης. ἐπελθὼν δὲ Λεύκολλος ὀλίγαις ὕστερον ἡμέραις, Τριάριον μὲν ὑπὸ τῶν στρα‐ τιωτῶν ζητούμενον πρὸς ὀργὴν ἐξέκλεψε, Μιθριδάτου δὲ μὴ θέλοντος μάχεσθαι, ἀλλὰ Τιγράνην περιμένοντος | |
5 | ἤδη καταβαίνοντα μετὰ πολλῆς δυνάμεως, ἔγνω πρὶν ἀμφοτέρους συνελθεῖν πάλιν ἀπαντῆσαι καὶ διαγωνίσα‐ | |
Luc.35.4 | σθαι πρὸς τὸν Τιγράνην. πορευομένῳ δ’ αὐτῷ καθ’ ὁδὸν οἱ Φιμβριανοὶ στασιάσαντες ἀπέλιπον τὰς τάξεις, ὡς ἀφειμένοι δόγματι τῆς στρατείας καὶ μηκέτι τῷ Λευ‐ κόλλῳ προσῆκον ἄρχειν, ἑτέροις ἀποδεδειγμένων τῶν | |
5 | ἐπαρχιῶν. οὐδὲν οὖν ἐστιν ὅ τι τῶν παρ’ ἀξίαν ὁ Λεύ‐ κολλος οὐχ ὑπέμεινεν, ἀντιβολῶν καθ’ ἕνα καὶ κατὰ σκηνὰς περιιὼν ταπεινὸς καὶ δεδακρυμένος, ἔστι δ’ ὧν | |
Luc.35.5 | καὶ χειρὸς ἁπτόμενος. οἱ δ’ ἀπετρίβοντο τὰς δεξιώσεις καὶ κενὰ προσερρίπτουν βαλλάντια, καὶ μόνον μάχεσθαι τοῖς πολεμίοις ἐκέλευον, ἀφ’ ὧν μόνος ἠπίστατο πλου‐ τεῖν. οὐ μὴν ἀλλὰ τῶν ἄλλων στρατιωτῶν δεομένων, | |
5 | ἐκβιασθέντες οἱ Φιμβριανοὶ συνέθεντο παραμεῖναι τὸ θέ‐ ρος· ἐὰν δὲ μηδεὶς ἐν τῷ χρόνῳ τούτῳ κατίῃ πρὸς αὐτοὺς | |
Luc.35.6 | ἀγωνιούμενος, ἀπηλλάχθαι. ταῦτ’ ἔδει στέργειν ἐξ ἀνάγ‐ κης τὸν Λεύκολλον, ἢ προέσθαι τοῖς βαρβάροις τὴν χώραν ἀπολειφθέντα. συνεῖχεν οὖν αὐτοὺς οὐκέτι προσ‐ βιαζόμενος οὐδὲ προάγων πρὸς μάχην, ἀλλ’ εἰ παραμέ‐ | |
5 | νοιεν ἀγαπῶν, καὶ περιορῶν πορθουμένην ὑπὸ Τιγρά‐ νου τὴν Καππαδοκίαν καὶ πάλιν ὑβρίζοντα Μιθριδάτην, ὃν αὐτὸς ἐπεστάλκει τῇ συγκλήτῳ γράφων καταπεπολε‐ μῆσθαι· καὶ οἱ 〈δέκα〉 πρέσβεις παρῆσαν αὐτῷ πρὸς τὴν διάθεσιν τῶν ἐν Πόντῳ πραγμάτων, ὡς δὴ βεβαίως ἐχο‐ | |
Luc.35.7 | μένων. καὶ δὴ παρόντες ἑώρων οὐδ’ αὑτοῦ κύριον, ἀλλὰ παροινούμενον καὶ προπηλακιζόμενον ὑπὸ τῶν στρατιω‐ τῶν, οἷς γε τοσοῦτο περιῆν τῆς εἰς τὸν στρατηγὸν ἀσελ‐ γείας, ὥστε τοῦ θέρους λήγοντος ἐνδύντες τὰ ὅπλα καὶ | |
5 | σπασάμενοι τὰς μαχαίρας προεκαλοῦντο τοὺς μηδαμοῦ | 409 |
Luc.35.8 | παρόντας, ἀλλ’ ἀπηρκότας ἤδη πολεμίους. ἀλαλάξαντες δὲ καὶ σκιαμαχήσαντες ἀπεχώρησαν ἐκ τοῦ χάρακος, ἐπιμαρτυράμενοι πεπληρῶσθαι τὸν χρόνον ὃν ὡμολόγη‐ | |
Luc.35.9 | σαν τῷ Λευκόλλῳ παραμενεῖν. τοὺς δ’ ἄλλους ἐκάλει διὰ γραμμάτων Πομπήιος· ἤδη γὰρ ἀποδέδεικτο τοῦ πρὸς Μιθριδάτην καὶ Τιγράνην πολέμου στρατηγὸς χάριτι τοῦ δήμου καὶ κολακείᾳ τῶν δημαγωγῶν, ἐπεὶ τῇ γε βουλῇ | |
5 | καὶ τοῖς ἀρίστοις ἄδικα πάσχειν ἐδόκει Λεύκολλος, οὐ πολέμου διαδόχους, ἀλλὰ θριάμβου λαμβάνων, οὐδὲ τῆς στρατηγίας ἀναγκαζόμενος, ἀλλὰ τῶν ἐπάθλων τῆς στρα‐ τηγίας ἐξίστασθαι καὶ παραχωρεῖν ἑτέροις. | |
Luc.36.1 | Ἔτι δὲ μᾶλλον ἐφάνη τὸ γινόμενον τοῖς ἐκεῖ παρ‐ οῦσι νεμεσητόν. οὔτε γὰρ τιμῆς ὁ Λεύκολλος οὔτε τιμω‐ ρίας τῶν ἐν πολέμῳ κύριος ὑπῆρχεν, οὐδ’ εἴα τινὰ Πομ‐ πήιος βαδίζειν πρὸς αὐτὸν οὐδὲ προσέχειν οἷς ἐκεῖνος | |
5 | ἔγραφε καὶ διένεμε μετὰ τῶν δέκα πρέσβεων, ἀλλ’ ἐκώ‐ λυεν ἐκτιθεὶς διαγράμματα καὶ φοβερὸς παρὼν ἀπὸ μεί‐ | |
Luc.36.2 | ζονος δυνάμεως. ὅμως δὲ τοῖς φίλοις ἔδοξε συναγαγεῖν αὐτούς, καὶ συνῆλθον ἐν κώμῃ τινὶ τῆς Γαλατίας καὶ προσεῖπον ἀλλήλους φιλοφρόνως καὶ συνήσθησαν ἐπὶ τοῖς κατωρθωμένοις ἑκατέρῳ, πρεσβύτερος μὲν ὢν ὁ Λεύ‐ | |
5 | κολλος, ἀξίωμα δ’ ἦν τὸ Πομπηίου μεῖζον ἀπὸ πλειόνων | |
Luc.36.3 | στρατηγιῶν καὶ δυεῖν θριάμβων. ῥάβδοι δ’ ἀμφοτέρων προηγοῦντο δαφνηφόροι διὰ τὰς νίκας, καὶ τοῦ γε Πομ‐ πηίου, μακρὰν ὁδὸν διὰ τόπων ἀνύδρων καὶ αὐχμηρῶν ὁδεύσαντος, τὰς δάφνας ξηρὰς περικειμένας ταῖς ῥάβδοις | |
5 | ἰδόντες οἱ τοῦ Λευκόλλου ῥαβδοφόροι φιλοφρονούμενοι τοῖς ἐκείνου μετέδωκαν ἐκ τῶν ἰδίων, προσφάτους καὶ | |
Luc.36.4 | θαλερὰς ἔχοντες. καὶ τὸ γινόμενον εἰς οἰωνὸν ἐτίθεντο χρηστὸν οἱ Πομπηίου φίλοι· τῷ γὰρ ὄντι τὴν ἐκείνου | |
στρατηγίαν αἱ τούτου πράξεις ἐκόσμησαν. Ἐκ δὲ τῶν λόγων πρὸς οὐδὲν ἐπιεικὲς συνέβησαν, ἀλλ’ | 410 | |
5 | ἔτι μᾶλλον ἀλλοτριωθέντες πρὸς ἀλλήλους ἀπῆλθον, καὶ τὰς ὑπὸ τοῦ Λευκόλλου γενομένας διατάξεις ἠκύρωσεν ὁ Πομπήιος, στρατιώτας δὲ τοὺς ἄλλους ἀπαγαγών, μό‐ νους αὐτῷ χιλίους ἑξακοσίους ἀπέλιπε συνθριαμβεύσον‐ | |
Luc.36.5 | τας, οὐδὲ τούτους μάλα προθύμως ἑπομένους. οὕτω τις ἦν ἀφυὴς ἢ δυστυχὴς ὁ Λεύκολλος πρὸς τὸ πάντων ἐν ἡγεμονίᾳ πρῶτον καὶ μέγιστον· ὡς εἰ τοῦτο μετὰ τῶν ἄλλων ὑπῆρξεν αὐτῷ τηλικούτων ὄντων καὶ τοσούτων, | |
5 | μετ’ ἀνδρείας, ἐπιμελείας, συνέσεως, δικαιοσύνης, οὐκ ἂν εἶχεν ἡ Ῥωμαίων ἡγεμονία τὸν Εὐφράτην τῆς Ἀσίας ὅρον, ἀλλὰ τὰ ἔσχατα καὶ τὴν Ὑρκανίαν θάλασσαν, τῶν μὲν ἄλλων ἐθνῶν Τιγράνῃ προηττημένων, τῆς δὲ Πάρ‐ θων δυνάμεως οὐχ ὅση κατὰ Κράσσον ἐξεφάνη, τοσαύτης | |
10 | καὶ κατὰ Λεύκολλον οὔσης οὐδ’ ὁμοίως συνεστώσης, ἀλλ’ ὑπ’ ἐμφυλίων καὶ προσοίκων πολέμων οὐδ’ Ἀρμενίους | |
Luc.36.6 | ὑβρίζοντας ἐρρωμένης ἀμύνεσθαι. νῦν δέ μοι δοκεῖ Λεύ‐ κολλος, ὧν ὠφέλησε δι’ αὑτοῦ τὴν πατρίδα, βλάψαι μεί‐ ζονα δι’ ἑτέρων. τὰ γὰρ ἐν Ἀρμενίᾳ τρόπαια Πάρθων πλησίον ἑστῶτα καὶ Τιγρανόκερτα καὶ Νίσιβις καὶ πλοῦ‐ | |
5 | τος ἐκ τούτων πολὺς εἰς Ῥώμην κομισθεὶς καὶ τὸ Τιγρά‐ νου διάδημα πομπευθὲν αἰχμάλωτον ἐπῆρε Κράσσον ἐπὶ τὴν Ἀσίαν, ὡς λάφυρα καὶ λείαν τοὺς βαρβάρους, ἄλλο | |
Luc.36.7 | δ’ οὐδὲν ὄντας. ταχὺ μέντοι τοῖς Πάρθων τοξεύμασιν ἐν‐ τυχών, ἐπέδειξε τὸν Λεύκολλον οὐκ ἀφροσύνῃ καὶ μαλα‐ κίᾳ τῶν πολεμίων, αὑτοῦ δὲ τόλμῃ καὶ δεινότητι περιγε‐ νόμενον. ἀλλὰ ταῦτα μὲν ὕστερον. | |
Luc.37.1 | Ὁ δὲ Λεύκολλος ἀναβὰς εἰς Ῥώμην, πρῶτον μὲν κατέλαβε τὸν ἀδελφὸν Μᾶρκον ὑπὸ Γαΐου Μεμμίου κατη‐ γορούμενον ἐφ’ οἷς ἔπραξε ταμιεύων Σύλλα προστάξαν‐ | |
Luc.37.2 | τος. ἐκείνου δ’ ἀποφυγόντος, ἐπὶ τοῦτον αὐτὸν ὁ Μέμ‐ | |
μιος μεταβαλόμενος παρώξυνε τὸν δῆμον, καὶ ὡς πολλὰ νενοσφισμένῳ καὶ μηκύναντι τὸν πόλεμον ἔπειθεν αὐτῷ | 411 | |
Luc.37.3 | μὴ δοῦναι θρίαμβον. ἐλθόντος δ’ εἰς ἀγῶνα τοῦ Λευκόλ‐ λου μέγαν, οἱ πρῶτοι καὶ δυνατώτατοι καταμείξαντες ἑαυτοὺς ταῖς φυλαῖς, πολλῇ δεήσει καὶ σπουδῇ μόλις ἔπεισαν τὸν δῆμον ἐπιτρέψαι θριαμβεῦσαι *** οὐχ | |
5 | ὥσπερ ἔνιοι μήκει τε πομπῆς καὶ πλήθει τῶν κομιζομέ‐ νων ἐκπληκτικὸν καὶ ὀχλώδη θρίαμβον, ἀλλὰ τοῖς μὲν ὅπλοις τῶν πολεμίων οὖσι παμπόλλοις καὶ τοῖς βασιλι‐ κοῖς μηχανήμασι τὸν Φλαμίνειον ἱππόδρομον διεκόσμησε· καὶ θέα τις ἦν αὐτὴ καθ’ ἑαυτὴν οὐκ εὐκαταφρόνητος· | |
Luc.37.4 | ἐν δὲ τῇ πομπῇ τῶν τε καταφράκτων ἱππέων ὀλίγοι καὶ τῶν δρεπανηφόρων ἁρμάτων δέκα παρῆλθον, ἑξήκοντα δὲ φίλοι καὶ στρατηγοὶ τῶν βασιλικῶν, μακραὶ δὲ χαλ‐ κέμβολοι νῆες ἑκατὸν καὶ δέκα ἅμα παρεκομίσθησαν, | |
5 | αὐτοῦ τε Μιθριδάτου χρύσεος ἑξάπους κολοσσός, καὶ θυρεός τις διάλιθος, καὶ φορήματα εἴκοσι μὲν ἀργυρῶν σκευῶν, χρυσῶν δ’ ἐκπωμάτων καὶ ὅπλων καὶ νομίσμα‐ | |
Luc.37.5 | τος δύο καὶ τριάκοντα. ταῦτα μὲν οὖν ἄνδρες παρεκό‐ μιζον· ἡμίονοι δ’ ὀκτὼ κλίνας χρυσᾶς ἔφερον, ἓξ δὲ καὶ πεντήκοντα κεχωνευμένον ἀργύριον, ἄλλοι δ’ ἑκατὸν ἑπ‐ τὰ νομίσματος [καὶ] ἀργυροῦ μικρῷ τινι δεούσας ἑβδομή‐ | |
Luc.37.6 | κοντα καὶ διακοσίας μυριάδας. ἐν δὲ δέλτοις ἀναγραφαὶ τῶν ἤδη δεδομένων χρημάτων ὑπ’ αὐτοῦ Πομπηίῳ πρὸς τὸν πειρατικὸν πόλεμον καὶ τοῖς ἐπὶ τοῦ δημοσίου τα‐ μείου, καὶ χωρὶς ὅτι στρατιώτης ἕκαστος ἐνακοσίας καὶ | |
5 | πεντήκοντα δραχμὰς ἔλαβεν. ἐπὶ τούτοις τήν τε πόλιν εἱστίασε λαμπρῶς καὶ τὰς περιοικίδας κώμας, ἃς οὐΐ‐ κους καλοῦσι. | |
Luc.38.1 | Τῆς δὲ Κλωδίας ἀπηλλαγμένος, οὔσης ἀσελγοῦς | |
καὶ πονηρᾶς, Σερουϊλίαν ἔγημεν, ἀδελφὴν Κάτωνος, οὐδὲ τοῦτον εὐτυχῆ γάμον. ἓν γὰρ οὐ προσῆν αὐτῷ τῶν Κλω‐ δίας κακῶν μόνον, ἡ 〈ἐπὶ〉 τῷ ἀδελφῷ διαβολή· τἆλλα | 412 | |
5 | δὲ βδελυρὰν ὁμοίως οὖσαν καὶ ἀκόλαστον ἠναγκάζετο φέρειν αἰδούμενος Κάτωνα, τέλος δ’ ἀπεῖπεν. | |
Luc.38.2 | Ἐλπίδας δὲ θαυμαστὰς τῇ βουλῇ παρασχών, ὡς ἐχούσῃ τὸν ἄνδρα τοῦτον ἀντίταγμα πρὸς τὴν Πομπηίου τυραν‐ νίδα καὶ τῆς ἀριστοκρατίας πρόμαχον, ἀπὸ δόξης καὶ δυνάμεως ὁρμώμενον μεγάλης, ἐγκατέλιπε καὶ προήκατο | |
5 | τὴν πολιτείαν, εἴτε δυσκάθεκτον ἤδη καὶ νοσοῦσαν ὁρῶν, εἴθ’, ὥς φασιν ἔνιοι, μεστὸς ὢν δόξης καὶ πρὸς τὸ ῥᾷστον ἀναπίπτων τοῦ βίου καὶ μαλακώτατον ἐκ πολλῶν ἀγώνων | |
Luc.38.3 | καὶ πόνων οὐκ εὐτυχέστατον τέλος λαβόντων. οἱ μὲν γὰρ ἐπαινοῦσιν αὐτοῦ τὴν τοσαύτην μεταβολήν, τὸ Μαρίου πάθος μὴ παθόντος, ὃς ἐπὶ ταῖς Κιμβρικαῖς νίκαις καὶ τοῖς καλοῖς καὶ μεγάλοις ἐκείνοις κατορθώμασιν οὐκ ἠθέ‐ | |
5 | λησεν αὑτὸν ἀνεῖναι, τιμῇ τοσαύτῃ ζηλωτόν, ἀλλ’ ἀπλη‐ στίᾳ δόξης καὶ ἀρχῆς νέοις ἀνδράσι γέρων ἀντιπολιτευό‐ μενος, εἰς ἔργα δεινὰ καὶ πάθη δεινότερα τῶν ἔργων | |
Luc.38.4 | ἐξώκειλε· βέλτιον δ’ ἂν καὶ Κικέρωνα γηρᾶσαι μετὰ Κατιλίναν ὑποστειλάμενον, καὶ Σκιπίωνα Καρχηδόνι προσ‐ θέντα Νομαντίαν, εἶτα παυσάμενον· εἶναι γάρ τινα καὶ πολιτικῆς περιόδου κατάλυσιν· τῶν γὰρ ἀθλητικῶν ἀγώ‐ | |
5 | νων τοὺς πολιτικοὺς οὐδὲν ἧττον ἀκμῆς καὶ ὥρας ἐπιλι‐ | |
Luc.38.5 | πούσης ἐλέγχεσθαι. οἱ δὲ περὶ τὸν Κράσσον καὶ Πομ‐ πήιον ἐχλευάζον τὸν Λεύκολλον εἰς ἡδονὴν ἀφεικότα καὶ πολυτέλειαν αὑτόν, ὥσπερ οὐ τοῦ τρυφᾶν μᾶλλον τοῖς τηλικούτοις παρ’ ἡλικίαν ὄντος ἢ τοῦ πολιτεύεσθαι καὶ | |
5 | στρατηγεῖν. | |
Luc.39.1 | Ἔστι δ’ οὖν τοῦ Λευκόλλου βίου καθάπερ ἀρχαίας | |
κωμῳδίας ἀναγνῶναι τὰ μὲν πρῶτα πολιτείας καὶ στρα‐ τηγίας, τὰ δ’ ὕστερα πότους καὶ δεῖπνα καὶ μονονουχὶ | 413 | |
Luc.39.2 | κώμους καὶ λαμπάδας καὶ παιδιὰν ἅπασαν. εἰς παιδιὰν γὰρ ἔγωγε τίθεμαι καὶ οἰκοδομὰς πολυτελεῖς καὶ κατα‐ σκευὰς περιπάτων καὶ λουτρῶν καὶ ἔτι μᾶλλον γραφὰς καὶ ἀνδριάντας καὶ τὴν περὶ ταύτας τὰς τέχνας σπουδήν, | |
5 | ἃς ἐκεῖνος συνῆγε μεγάλοις ἀναλώμασιν, εἰς ταῦτα τῷ πλούτῳ ῥύδην καταχρώμενος, ὃν ἠθροίκει πολὺν καὶ λαμ‐ πρὸν ἀπὸ τῶν στρατειῶν, ὅπου καὶ νῦν, ἐπίδοσιν τοιαύ‐ την τῆς τρυφῆς ἐχούσης, οἱ Λευκολλιανοὶ κῆποι τῶν | |
Luc.39.3 | βασιλικῶν ἐν τοῖς πολυτελεστάτοις ἀριθμοῦνται. τὰ δ’ ἐν τοῖς παραλίοις καὶ περὶ Νέαν πόλιν ἔργα, λόφους ἀνακρε‐ μαννύντος αὐτοῦ μεγάλοις ὀρύγμασι, καὶ τροχοὺς θαλάσ‐ σης καὶ διαδρομὰς ἰχθυοτρόφους τοῖς οἰκητηρίοις περιε‐ | |
5 | λίσσοντος, καὶ διαίτας ἐναλίους κτίζοντος, ὁ Στωικὸς Τουβέρων θεασάμενος Ξέρξην αὐτὸν ἐκ τηβέννου προση‐ | |
Luc.39.4 | γόρευσεν. ἦσαν δ’ αὐτῷ περὶ Τοῦσκλον ἐγχώριοι δίαιται καὶ κατασκευαὶ περιόπτων καὶ ἀναπεπταμένων ἀνδρώ‐ νων καὶ περιπάτων, ἐν αἷς ὁ Πομπήιος γενόμενος ἐμέμ‐ φετο τὸν Λεύκολλον, ὅτι πρὸς θέρος ἄριστα διαθεὶς τὴν | |
Luc.39.5 | ἔπαυλιν ἀοίκητον ἐν χειμῶνι πεποίηκε. γελάσας οὖν ἐκεῖ‐ νος ‘εἶτα‘ ἔφη ‘σοὶ δοκῶ ἐλάττονα τῶν γεράνων νοῦν ἔχειν καὶ τῶν πελαργῶν, ὥστε ταῖς ὥραις μὴ συμμετα‐ βάλλειν τὰς διαίτας;‘ στρατηγοῦ δέ ποτε φιλοτιμουμέ‐ | |
5 | νου περὶ θέας, καὶ χορῷ τινι κόσμον αἰτουμένου πορφυ‐ ρᾶς χλαμύδας, ἀπεκρίνατο σκεψάμενος ἂν ἔχῃ δώσειν, εἶτα μεθ’ ἡμέραν ἠρώτησεν αὐτὸν ὁπόσων δέοιτο. τοῦ δ’ ἑκατὸν ἀρκέσειν φήσαντος, ἐκέλευσε λαβεῖν δὶς το‐ σαύτας· εἰς ὃ καὶ Φλάκκος ὁ ποιητὴς (Hor. ep. 1, 6, 45) | |
10 | ἐπιπεφώνηκεν, ὡς οὐ νομίζοι πλοῦτον, οὗ μὴ τὰ παρο‐ | |
ρώμενα καὶ λανθάνοντα πλείονα τῶν φαινομένων ἐστί. | 414 | |
Luc.40.1 | Νεόπλουτα δ’ ἦν τοῦ Λευκόλλου τὰ δεῖπνα τὰ καθ’ ἡμέραν, οὐ μόνον στρωμναῖς ἁλουργέσι καὶ διαλί‐ θοις ἐκπώμασι καὶ χοροῖς καὶ ἀκροάμασιν ἐπεισοδίοις, ἀλλ’ ὄψων τε παντοδαπῶν καὶ πεμμάτων περιττῶς δια‐ | |
5 | πεπονημένων παρασκευαῖς ζηλωτὸν ἀνελευθέροις ποι‐ | |
Luc.40.2 | οῦντος ἑαυτόν. ὁ γοῦν Πομπήιος εὐδοκίμησεν 〈ὅτι〉 νο‐ σῶν, τοῦ μὲν ἰατροῦ κίχλην αὐτὸν λαβεῖν κελεύσαντος, τῶν δ’ οἰκετῶν οὐκ ἂν εὑρεῖν ἀλλαχόθι φαμένων θέρους ὥρᾳ κίχλην ἢ παρὰ Λευκόλλῳ σιτευομένην, οὐκ εἴασε | |
5 | λαβεῖν ἐκεῖθεν, ἀλλ’ εἰπὼν πρὸς τὸν ἰατρόν ‘οὐκοῦν εἰ μὴ Λεύκολλος ἐτρύφα, Πομπήιος οὐκ ἂν ἔζησεν;‘ ἄλλο | |
Luc.40.3 | τι παρασκευάσαι τῶν εὐπορίστων ἐκέλευσε. Κάτων δ’ ἦν αὐτῷ φίλος καὶ οἰκεῖος, οὕτω δὲ τὸν βίον αὐτοῦ καὶ τὴν δίαιταν ἐδυσχέραινεν, ὥστε νέου τινὸς ἐν τῇ βουλῇ λόγον ἐπαχθῆ καὶ μακρὸν ἀκαίρως ὑπὲρ εὐτελείας καὶ | |
5 | σωφροσύνης διελθόντος, ἐπαναστὰς ὁ Κάτων ‘οὐ παύσῃ‘ ἔφη ‘σὺ πλουτῶν μὲν ὡς Κράσσος, ζῶν δ’ ὡς Λεύκολλος, λέγων δ’ ὡς Κάτων;‘ ἔνιοι δὲ τοῦτο ῥηθῆναι μὲν οὕτως, ὑπὸ Κάτωνος δ’ οὐ λέγουσιν. | |
Luc.41.1 | Ὁ μέντοι Λεύκολλος οὐχ ἡδόμενος μόνον, ἀλλὰ καὶ σεμνυνόμενος τῷ βίῳ τούτῳ δῆλος ἦν ἐκ τῶν ἀπο‐ | |
Luc.41.2 | μνημονευομένων. λέγεται γὰρ Ἕλληνας ἀνθρώπους ἀνα‐ βάντας εἰς Ῥώμην ἑστιᾶν ἐπὶ πολλὰς ἡμέρας, τοὺς δ’ ὄν‐ τως Ἑλληνικόν τι παθόντας, αἰσχύνεσθαι καὶ διωθεῖ‐ σθαι τὴν κλῆσιν, ὡς δι’ αὐτοὺς καθ’ ἡμέραν τοσούτων | |
5 | ἀναλισκομένων· τὸν οὖν Λεύκολλον εἰπεῖν μειδιάσαντα πρὸς αὐτούς· ‘γίνεται μέν τι τούτων καὶ δι’ ὑμᾶς ὦ ἄνδρες Ἕλληνες· τὰ μέντοι πλεῖστα γίνεται διὰ Λεύ‐ | |
Luc.41.3 | κολλον.‘ ἐπεὶ δὲ μόνου δειπνοῦντος αὐτοῦ μία τράπεζα καὶ μέτριον παρεσκευάσθη δεῖπνον, ἠγανάκτει καλέσας | |
τὸν ἐπὶ τούτῳ τεταγμένον οἰκέτην. τοῦ δὲ φήσαντος ὡς οὐκ ᾤετο μηδενὸς κεκλημένου πολυτελοῦς τινος αὐτὸν | 415 | |
5 | δεήσεσθαι, ‘τί λέγεις;‘ εἶπεν ‘οὐκ ᾔδεις ὅτι σήμερον | |
Luc.41.4 | παρὰ Λευκόλλῳ δειπνεῖ Λεύκολλος;‘ ὄντος δὲ περὶ τού‐ των ὡς εἰκὸς ἐν τῇ πόλει λόγου πολλοῦ, προσῆλθον αὐτῷ κατ’ ἀγορὰν σχολὴν ἄγοντι Κικέρων καὶ Πομ‐ πήιος, ὁ μὲν ἐν τοῖς μάλιστα φίλος ὢν καὶ συνήθης, | |
5 | Πομπηίῳ δ’ ἦν μὲν ἐκ τῆς στρατηγίας διαφορὰ πρὸς αὐτόν, εἰώθεισαν δὲ χρῆσθαι καὶ διαλέγεσθαι πολλάκις | |
Luc.41.5 | ἐπιεικῶς ἀλλήλοις. ἀσπασάμενος οὖν ὁ Κικέρων αὐτὸν ἠρώτησεν, ὅπως ἔχοι πρὸς ἔντευξιν· τοῦ δὲ φήσαντος ὡς ἄριστα καὶ παρακαλοῦντος ἐντυγχάνειν, ‘ἡμεῖσ‘ ἔφη ‘βουλόμεθα δειπνῆσαι παρὰ σοὶ τήμερον οὕτως ὅπως | |
Luc.41.6 | ἔσται σοι παρεσκευασμένα.‘ θρυπτομένου δὲ τοῦ Λευ‐ κόλλου καὶ μεταλαβεῖν ἡμέραν ἀξιοῦντος, οὐκ ἔφασαν ἐπιτρέψειν, οὐδ’ εἴων διαλέγεσθαι τοῖς οἰκέταις, ἵνα μή τι πλέον κελεύσῃ γενέσθαι τῶν αὐτῷ γινομένων, πλὴν | |
5 | τοσοῦτο μόνον αἰτουμένῳ συνεχώρησαν εἰπεῖν πρὸς ἕνα τῶν οἰκετῶν ἐναντίον ἐκείνων, ὅτι τήμερον ἐν τῷ Ἀπόλ‐ λωνι δειπνήσοι· τοῦτο γάρ τις εἶχε τῶν πολυτελῶν οἴκων | |
Luc.41.7 | ὄνομα. καὶ τοῦτο σεσοφισμένος ἐλελήθει τοὺς ἄνδρας. ἑκάστῳ γὰρ ὡς ἔοικε δειπνητηρίῳ τεταγμένον ἦν τίμημα δείπνου, καὶ χορηγίαν ἰδίαν καὶ παρασκευὴν ἕκαστον εἶχεν, ὥστε τοὺς δούλους ἀκούσαντας ὅπου βούλεται | |
5 | δειπνεῖν, εἰδέναι πόσον δαπάνημα καὶ ποῖόν τι κόσμῳ καὶ διαθέσει γενέσθαι δεῖ τὸ δεῖπνον· εἰώθει δὲ δει‐ πνεῖν ἐν τῷ Ἀπόλλωνι πέντε μυριάδων· καὶ τότε τοσού‐ του τελεσθέντος, ἐξέπληξε τοὺς περὶ τὸν Πομπήιον ἐν τῷ μεγέθει τῆς δαπάνης τὸ τάχος τῆς παρασκευῆς. εἰς | |
10 | ταῦτα μὲν οὖν ὑβριστικῶς ἐχρῆτο τῷ πλούτῳ καθάπερ ὄντως αἰχμαλώτῳ καὶ βαρβάρῳ. | |
Luc.42.1 | Σπουδῆς δ’ ἄξια καὶ λόγου τὰ περὶ τὴν τῶν βι‐ | |
βλίων κατασκευήν. καὶ γὰρ πολλὰ καὶ γεγραμμένα κα‐ λῶς συνῆγεν, ἥ τε χρῆσις ἦν φιλοτιμοτέρα τῆς κτήσεως, ἀνειμένων πᾶσι τῶν βιβλιοθηκῶν, καὶ τῶν περὶ αὐτὰς | 416 | |
5 | περιπάτων καὶ σχολαστηρίων ἀκωλύτως ὑποδεχομένων τοὺς Ἕλληνας, ὥσπερ εἰς Μουσῶν τι καταγώγιον ἐκεῖσε φοιτῶντας καὶ συνδιημερεύοντας ἀλλήλοις, ἀπὸ τῶν ἄλ‐ | |
Luc.42.2 | λων χρειῶν ἀσμένως ἀποτρέχοντας. πολλάκις δὲ καὶ συνεσχόλαζεν αὐτὸς ἐμβάλλων εἰς τοὺς περιπάτους τοῖς φιλολόγοις, καὶ τοῖς πολιτικοῖς συνέπραττεν ὅτου δέ‐ οιντο· καὶ ὅλως ἑστία καὶ πρυτανεῖον Ἑλληνικὸν ὁ οἶκος | |
Luc.42.3 | ἦν αὐτοῦ τοῖς ἀφικνουμένοις εἰς τὴν Ῥώμην. φιλοσοφίαν δὲ πᾶσαν μὲν ἠσπάζετο καὶ πρὸς πᾶσαν εὐμενὴς ἦν καὶ οἰκεῖος, ἴδιον δὲ τῆς Ἀκαδημείας ἐξ ἀρχῆς ἔρωτα καὶ ζῆλον ἔσχεν, οὐ τῆς νέας λεγομένης, καίπερ ἀνθούσης | |
5 | τότε τοῖς Καρνεάδου λόγοις διὰ Φίλωνος, ἀλλὰ τῆς πα‐ λαιᾶς, πιθανὸν ἄνδρα καὶ δεινὸν εἰπεῖν τότε προστάτην ἐχούσης τὸν Ἀσκαλωνίτην Ἀντίοχον, ὃν πάσῃ σπουδῇ ποιησάμενος φίλον ὁ Λεύκολλος καὶ συμβιωτὴν ἀντε‐ τάττετο τοῖς Φίλωνος ἀκροαταῖς, ὧν καὶ Κικέρων ἦν | |
Luc.42.4 | καὶ σύγγραμμά γε πάγκαλον ἐποίησεν εἰς τὴν αἵρεσιν, ἐν ᾧ τὸν ὑπὲρ τῆς καταλήψεως λόγον Λευκόλλῳ περι‐ τέθεικεν, αὑτῷ δὲ τὸν ἐναντίον· Λεύκολλος δ’ ἀναγέ‐ γραπται τὸ βιβλίον. | |
5 | Ἦσαν δ’ ὥσπερ εἴρηται φίλοι σφόδρα καὶ κοινωνοὶ τῆς ἐν πολιτείᾳ προαιρέσεως· οὐδὲ γὰρ αὖ πάμπαν ἀπηλ‐ λάχει τῆς πολιτείας ἑαυτὸν ὁ Λεύκολλος, ἀλλὰ τὴν ὑπὲρ τοῦ μέγιστος εἶναι καὶ πλεῖστον δύνασθαι φιλοτι‐ μίαν καὶ ἅμιλλαν, ὡς οὔτ’ ἀκίνδυνον οὔτ’ ἀνύβριστον | |
Luc.42.5 | οὖσαν, εὐθὺς ἀφῆκε Κράσσῳ καὶ Κάτωνι· τούτους γὰρ οἱ τὴν Πομπηίου δύναμιν ὑφορώμενοι προεβάλλοντο τῆς βουλῆς, ἀπολεγομένου τοῦ Λευκόλλου τὰ πρωτεῖα· κατ‐ έβαινε δ’ εἰς τὴν ἀγορὰν διὰ τοὺς φίλους, εἰς δὲ τὴν | |
5 | σύγκλητον, εἰ Πομπηίου τινὰ δέοι σπουδὴν ἢ φιλοτιμίαν | 417 |
Luc.42.6 | ἐπηρεάσαι, καὶ τάς τε διατάξεις, ἃς ἐκεῖνος ἐποιήσατο τῶν βασιλέων κρατήσας, ἐξέκρουσε, καὶ νέμησίν τινα τοῖς στρατιώταις αὐτοῦ γράφοντος ἐκώλυσε δοθῆναι συμ‐ πράττοντος Κάτωνος, ὥστε Πομπήιον εἰς τὴν Κράσσου | |
5 | καὶ Καίσαρος φιλίαν, μᾶλλον δὲ συνωμοσίαν καταφυγεῖν καὶ πληρώσαντα τὴν πόλιν ὅπλων καὶ στρατιωτῶν βίᾳ κυρῶσαι τὰ δόγματα, τοὺς περὶ τὸν Κάτωνα καὶ Λεύ‐ | |
Luc.42.7 | κολλον ἐκβαλόντα τῆς ἀγορᾶς. ἀγανακτούντων δὲ τῶν βελτίστων ἐπὶ τοῖς γινομένοις, προῆγον οἱ Πομπηιανοὶ Βέττιόν τινα, συνειληφέναι λέγοντες ἐπιβουλεύοντα Πομ‐ πηίῳ, κἀκεῖνος ἀνακρινόμενος ἐν μὲν τῇ συγκλήτῳ κατ‐ | |
5 | ηγόρησεν ἑτέρων τινῶν, ἐν δὲ τῷ δήμῳ Λεύκολλον ὠνόμασεν, ὡς ὑπ’ ἐκείνου παρεσκευασμένος ἀποκτεῖναι | |
Luc.42.8 | Πομπήιον. οὐδεὶς δὲ τῷ λόγῳ προσέσχεν, ἀλλὰ καὶ παραυτίκα δῆλος ἦν ὁ ἄνθρωπος ἐπὶ συκοφαντίᾳ καὶ διαβολῇ προηγμένος ὑπ’ αὐτῶν, καὶ μᾶλλον ἐφωράθη τὸ πρᾶγμα μετ’ ὀλίγας ἡμέρας ῥιφέντος ἐκ τῆς εἱρκτῆς | |
5 | νεκροῦ, λεγομένου μὲν αὐτομάτως τεθνάναι, σημεῖα δ’ ἀγχόνης καὶ πληγῶν ἔχοντος· ἐδόκει 〈γὰρ〉 ὑπ’ αὐτῶν ἀνῃρῆσθαι τῶν παρεσκευακότων. | |
Luc.43.1 | Ταῦτα δὴ καὶ μᾶλλον ἀπῆγε τῆς πολιτείας τὸν Λεύκολλον. ἐπεὶ δὲ Κικέρων ἐξέπεσε τῆς πόλεως καὶ Κάτων εἰς Κύπρον ἀπεστάλη, παντάπασιν ἐξελύθη. καὶ πρό γε τῆς τελευτῆς λέγεται νοσῆσαι τὴν διάνοιαν αὐτῷ, | |
Luc.43.2 | κατὰ μικρὸν ἀπομαραινομένην. Νέπως δὲ Κορνήλιος (fr. 9, 1 M.) οὐχ ὑπὸ γήρως φησὶν οὐδὲ νόσου παραλ‐ λάξαι τὸν Λεύκολλον, ἀλλὰ φαρμάκοις ὑπό τινος τῶν ἀπελευθέρων Καλλισθένους διαφθαρέντα· τὰ δὲ φάρμακα | |
5 | δοθῆναι μὲν ὡς ἀγαπῷτο μᾶλλον ὁ Καλλισθένης ὑπ’ αὐ‐ | |
τοῦ, τοιαύτην ἔχειν δοκοῦντα τὴν δύναμιν, ἐκστῆσαι δὲ καὶ κατακλύσαι τὸν λογισμόν, ὥστ’ ἔτι ζῶντος αὐτοῦ | 418 | |
Luc.43.3 | τὴν οὐσίαν διοικεῖν τὸν ἀδελφόν. οὐ μὴν ἀλλ’ ὡς ἀπέθανε, καθάπερ ἐν ἀκμῇ τῆς στρατηγίας καὶ τῆς πολιτείας αὐτοῦ τελευτήσαντος, ὁ δῆμος ἠχθέσθη καὶ συνέδραμε, καὶ τὸ σῶμα κομισθὲν εἰς ἀγορὰν ὑπὸ τῶν εὐγενεστά‐ | |
5 | των νεανίσκων ἐβιάζετο θάπτειν ἐν τῷ πεδίῳ τοῦ Ἄρεος, | |
Luc.43.4 | ὅπου καὶ Σύλλαν ἔθαψεν. οὐδενὸς δὲ τοῦτο προσδοκή‐ σαντος οὐδὲ ῥᾳδίας οὔσης τῆς παρασκευῆς, ὁ ἀδελφὸς αὐτοῦ δεόμενος καὶ παραιτούμενος ἔπεισεν ἐπιτρέψαι τὴν παρεσκευασμένην ἐν τῷ περὶ Τοῦσκλον ἀγρῷ τοῦ νεκροῦ | |
5 | κηδείαν γενέσθαι. πολὺν δ’ οὐδ’ αὐτὸς προσεβίω χρόνον, ἀλλ’ ὡς ἡλικίᾳ καὶ δόξῃ μικρὸν ἀπελείφθη, καὶ τῷ | |
χρόνῳ τῆς τελευτῆς φιλαδελφότατος γενόμενος. | 419 |