TLG 0007 030 :: PLUTARCHUS :: Pyrrhus

PLUTARCHUS Biogr. Phil.
(Chaeronensis: A.D. 1–2)

Pyrrhus

Source: Ziegler, K. (ed.), Plutarchi vitae parallelae, vol. 3.1, 2nd edn. Leipzig: Teubner, 1971: 153–203.

Citation: Chapter — section — (line)

Pyrrh
.

t

1

ΠΥΡΡΟΣ ΚΑΙ ΜΑΡΙΟΣ
Pyrrh
.

1

.

1

Θεσπρωτῶν καὶ Μολοσσῶν μετὰ τὸν κατακλυσμὸν ἱστοροῦσι Φαέθοντα βασιλεῦσαι πρῶτον, ἕνα τῶν μετὰ Πελασγοῦ παραγενομένων εἰς τὴν Ἤπειρον· ἔνιοι δὲ Δευκαλίωνα καὶ Πύρραν εἱσαμένους τὸ περὶ Δωδώνην
Pyrrh
.

1

.

2

ἱερὸν αὐτόθι κατοικεῖν ἐν Μολοσσοῖς. χρόνῳ δ’ ὕστερον Νεοπτόλεμος ὁ Ἀχιλλέως λαὸν ἀγαγὼν αὐτός τε τὴν χώ‐ ραν κατέσχε, καὶ διαδοχὴν βασιλέων ἀφ’ αὑτοῦ κατέλιπε, Πυρρίδας ἐπικαλουμένους· καὶ γὰρ αὐτῷ Πύρρος ἦν
5παιδικὸν ἐπωνύμιον, καὶ τῶν γνησίων παίδων ἐκ Λανάσ‐ σης τῆς Κλεοδαίου τοῦ Ὕλλου γενομένων ἕνα Πύρρον
Pyrrh
.

1

.

3

ὠνόμασεν. ἐκ τούτου δὲ καὶ Ἀχιλλεὺς ἐν Ἠπείρῳ τιμὰς ἰσοθέους ἔσχεν, Ἄσπετος ἐπιχωρίῳ φωνῇ προσαγορευό‐
Pyrrh
.

1

.

4

μενος. μετὰ δὲ τοὺς πρώτους τῶν διὰ μέσου βασιλέων ἐκβαρβαρωθέντων καὶ γενομένων τῇ τε δυνάμει καὶ τοῖς βίοις ἀμαυροτέρων, Θαρρύπαν πρῶτον ἱστοροῦσιν Ἑλ‐ ληνικοῖς ἔθεσι καὶ γράμμασι καὶ νόμοις φιλανθρώποις
Pyrrh
.

1

.

5

διακοσμήσαντα τὰς πόλεις ὀνομαστὸν γενέσθαι. Θαρρύ‐ που δ’ Ἀλκέτας υἱὸς ἦν, Ἀλκέτα δ’ Ἀρύββας, Ἀρύββα δὲ153
Pyrrh
.

1

.

6

καὶ Τρῳάδος Αἰακίδης. οὗτος ἔγημε τὴν Μένωνος τοῦ Θεσσαλοῦ θυγατέρα Φθίαν, ἀνδρὸς εὐδοκίμου περὶ τὸν Λαμιακὸν πόλεμον γενομένου καὶ μέγιστον ἀξίωμα τῶν
Pyrrh
.

1

.

7

συμμάχων μετὰ Λεωσθένην λαβόντος. ἐκ δὲ τῆς Φθίας τῷ Αἰακίδῃ γίνονται θυγατέρες Δηιδάμεια καὶ Τρῳάς, υἱὸς δὲ Πύρρος.
Pyrrh
.

2

.

1

Ἐπεὶ δὲ στασιάσαντες οἱ Μολοσσοὶ καὶ τὸν Αἰακί‐ δην ἐκβαλόντες ἐπηγάγοντο τοὺς Νεοπτολέμου παῖδας, οἱ μὲν φίλοι τοῦ Αἰακίδου διεφθάρησαν καταληφθέντες, τὸν δὲ Πύρρον ἔτι νήπιον ὄντα καὶ ζητούμενον ὑπὸ τῶν
5πολεμίων ἐκκλέψαντες οἱ περὶ Ἀνδροκλείδην καὶ Ἄγγελον ἔφευγον, οἰκέτας ὀλίγους καὶ γύναια τιθηνούμενα τὸ
Pyrrh
.

2

.

2

παιδίον ἀναγκαίως ἐφελκόμενοι. καὶ διὰ τοῦτο τῆς φυγῆς γινομένης αὐτοῖς δυσέργου καὶ βραδείας, καταλαμ‐ βανόμενοι τὸ μὲν παιδίον ἐγχειρίζουσιν Ἀνδροκλείωνι καὶ Ἱππίᾳ καὶ Νεάνδρῳ, νεανίσκοις οὖσι πιστοῖς καὶ ῥω‐
5μαλέοις, ἀνὰ κράτος φεύγειν καὶ Μεγάρων ἔχεσθαι χω‐ ρίου Μακεδονικοῦ προστάξαντες, αὐτοὶ δὲ τὰ μὲν δεόμε‐ νοι, τὰ δ’ ἀπομαχόμενοι τοῖς διώκουσιν ἐμποδὼν ἦσαν ἄχρι δείλης ὀψίας. ἀποτραπομένων δὲ μόλις ἐκείνων, μετ‐
Pyrrh
.

2

.

3

έθεον τοὺς τὸν Πύρρον κομίζοντας. ἤδη δὲ τοῦ ἡλίου καταδεδυκότος ἐγγὺς γενόμενοι τῆς ἐλπίδος ἐξαίφνης ἀπεκόπησαν, ἐντυχόντες τῷ παρὰ τὴν πόλιν παραρρέοντι ποταμῷ, χαλεπῷ μὲν ὀφθῆναι καὶ ἀγρίῳ, πειρωμένοις
Pyrrh
.

2

.

4

δὲ διαβαίνειν παντάπασιν ἀπεράτῳ. πολύ τε γὰρ ἐξ‐ έπιπτε ῥεῦμα καὶ θολερὸν ὄμβρων ἐπιγενομένων, καὶ τὸ154
Pyrrh
.

2

.

5

σκότος ἐποίει πάντα φοβερώτερα. καθ’ αὑτοὺς μὲν οὖν ἀπέγνωσαν ἐπιχειρεῖν, παιδίον φερόμενοι καὶ γύναια τὰ τρέφοντα τὸ παιδίον, αἰσθόμενοι δὲ τῶν ἐπιχωρίων τινὰς ἐν τῷ πέραν ἑστῶτας, ἐδέοντο συλλαβέσθαι πρὸς τὴν
5διάβασιν, καὶ τὸν Πύρρον ἀνεδείκνυσαν βοῶντες καὶ
Pyrrh
.

2

.

6

ἱκετεύοντες. οἱ δ’ οὐ κατήκουον διὰ τραχύτητα καὶ πάτα‐ γον τοῦ ῥεύματος, ἀλλ’ ἦν διατριβὴ τῶν μὲν βοώντων, τῶν δὲ μὴ συνιέντων, ἄχρι τις ἐννοήσας καὶ περιελὼν δρυὸς φλοιὸν ἐνέγραψε πόρπῃ γράμματα φράζοντα τήν
5τε χρείαν καὶ τὴν τύχην τοῦ παιδός, εἶτα λίθῳ τὸν φλοιὸν περιελίξας καὶ χρησάμενος οἷον ἕρματι τῆς βολῆς ἀφῆκεν εἰς τὸ πέραν· ἔνιοι δέ φασι σαυνίῳ περιπήξαντας ἀκον‐
Pyrrh
.

2

.

7

τίσαι τὸν φλοιόν. ὡς δ’ οὖν ἀνέγνωσαν οἱ πέραν τὰ γράμματα καὶ συνεῖδον τὴν ὀξύτητα τοῦ καιροῦ, κόπτον‐
Pyrrh
.

2

.

8

τες ξύλα καὶ πρὸς ἄλληλα συνδέοντες ἐπεραιοῦντο. καὶ κατὰ τύχην ὁ πρῶτος αὐτῶν περαιωθεὶς Ἀχιλλεὺς τοὔ‐ νομα τὸν Πύρρον ἐδέξατο· τοὺς δ’ ἄλλους ὡς ἔτυχον ἄλλοι διεκόμιζον.
Pyrrh
.

3

.

1

Οὕτω δὲ σωθέντες καὶ φθάσαντες τὴν δίωξιν, εἰς Ἰλλυριοὺς παρεγένοντο πρὸς Γλαυκίαν τὸν βασιλέα· καὶ καθεζόμενον εὑρόντες οἴκοι μετὰ τῆς γυναικός, ἐν μέσῳ
Pyrrh
.

3

.

2

τὸ παιδίον ἐπὶ τῆς γῆς κατέθεσαν. ὁ δ’ † ἦν ἐπὶ γνώμης, Κάσσανδρον δεδοικὼς ἐχθρὸν ὄντα τοῦ Αἰακίδου, καὶ
Pyrrh
.

3

.

3

σιωπὴν εἶχε πολὺν χρόνον βουλευόμενος. ἐν τούτῳ δ’ ὁ Πύρρος ἀπ’ αὐτομάτου προσερπύσας καὶ λαβόμενος τοῦ ἱματίου ταῖς χερσὶ καὶ προσεξαναστὰς πρὸς τὰ γόνατα τοῦ Γλαυκίου, γέλωτα πρῶτον, εἶτ’ οἶκτον παρέσχεν,
Pyrrh
.

3

.

4

ὥσπερ τις ἱκέτης δεόμενος καὶ δακρύων. ἔνιοι δέ φασιν οὐ τῷ Γλαυκίᾳ προσπεσεῖν αὐτόν, ἀλλὰ βωμοῦ θεῶν
προσαψάμενον ἑστάναι πρὸς αὐτὸν περιβαλόντα τὰς χεῖρας,155
Pyrrh
.

3

.

5

καὶ τὸ πρᾶγμα τῷ Γλαυκίᾳ θεῖον φανῆναι. διὸ καὶ παραυτίκα τὸν Πύρρον ἐνεχείρισε τῇ γυναικί, κελεύσας ἅμα τοῖς τέκνοις τρέφεσθαι, καὶ μικρὸν ὕστερον ἐξαιτου‐ μένων τῶν πολεμίων, Κασσάνδρου δὲ καὶ διακόσια τά‐
5λαντα διδόντος, οὐκ ἐξέδωκεν, ἀλλὰ καὶ γενόμενον δυοκαίδεκα ἐτῶν καταγαγὼν εἰς Ἤπειρον μετὰ δυνάμεως βασιλέα κατέστησεν.
Pyrrh
.

3

.

6

Ἦν δ’ ὁ Πύρρος τῇ μὲν ἰδέᾳ τοῦ προσώπου φοβερώ‐ τερον ἔχων ἢ σεμνότερον τὸ βασιλικόν, πολλοὺς δ’ ὀδόν‐ τας οὐκ εἶχεν, ἀλλ’ ἓν ὀστέον συνεχὲς ἦν ἄνωθεν, οἷον λεπταῖς ἀμυχαῖς τὰς διαφυὰς ὑπογεγραμμένον τῶν ὀδόν‐
Pyrrh
.

3

.

7

των. τοῖς δὲ σπληνιῶσιν ἐδόκει βοηθεῖν ἀλεκτρυόνα θύων λευκόν, ὑπτίων τε κατακειμένων τῷ δεξιῷ ποδὶ πιέζων
Pyrrh
.

3

.

8

ἀτρέμα τὸ σπλάγχνον. οὐδεὶς δ’ ἦν πένης οὐδ’ ἄδοξος οὕτως, ὥστε μὴ τυχεῖν τῆς ἰατρείας δεηθείς. ἐλάμβανε δὲ καὶ τὸν ἀλεκτρυόνα θύσας, καὶ τὸ γέρας τοῦθ’ ἥδιστον ἦν
Pyrrh
.

3

.

9

αὐτῷ. λέγεται δὲ τοῦ ποδὸς ἐκείνου τὸν μείζονα δάκτυλον ἔχειν δύναμιν θείαν, ὥστε μετὰ τὴν τελευτὴν τοῦ λοιποῦ σώματος κατακαέντος ἀπαθῆ καὶ ἄθικτον ὑπὸ τοῦ πυρὸς εὑρεθῆναι. ταῦτα μὲν οὖν ὕστερον.
Pyrrh
.

4

.

1

Γενομένῳ δὲ περὶ ἑπτακαίδεκα ἔτη καὶ δοκοῦντι τὴν ἀρχὴν ἔχειν βεβαίως ἀποδημία τις συνέτυχε, τῶν Γλαυκίου παίδων ἑνὸς οἷς συνετέθραπτο γυναῖκα λαμ‐
Pyrrh
.

4

.

2

βάνοντος. πάλιν οὖν οἱ Μολοττοὶ συστάντες ἐξέβαλον τοὺς φίλους αὐτοῦ καὶ τὰ χρήματα διήρπασαν, καὶ Νεο‐
Pyrrh
.

4

.

3

πτολέμῳ παρέδωκαν ἑαυτούς. ὁ δὲ Πύρρος οὕτω τὴν
ἀρχὴν ἀποβαλὼν καὶ γενόμενος πάντων ἔρημος, Δημη‐ τρίῳ τῷ Ἀντιγόνου προσέμειξεν ἑαυτόν, ἔχοντι τὴν ἀδελ‐ φὴν αὐτοῦ Δηιδάμειαν, ἣν ἔτι μὲν οὖσαν κόρην ὠνόμαζον156
5Ἀλεξάνδρου τοῦ Ῥωξάνης γυναῖκα, τῶν δὲ κατ’ ἐκείνους δυστυχηθέντων, ὥραν ἔχουσαν αὐτὴν ἔγημεν ὁ Δημήτριος.
Pyrrh
.

4

.

4

τῆς δὲ μεγάλης μάχης, ἣν ἐν Ἰψῷ πάντες οἱ βασιλεῖς ἠγωνίσαντο, παρὼν ὁ Πύρρος τοῖς περὶ Δημήτριον συμμετεῖχε μειράκιον ὢν ἔτι, καὶ τοὺς καθ’ ἑαυτὸν
Pyrrh
.

4

.

5

ἐτρέψατο καὶ διεφάνη λαμπρὸς ἐν τοῖς μαχομένοις. πταί‐ σαντα δὲ Δημήτριον οὐκ ἐγκατέλιπεν, ἀλλὰ καὶ τὰς ἐν τῇ Ἑλλάδι πόλεις πιστευθεὶς διεφύλαξε, καὶ συμβάσεων αὐτῷ γενομένων πρὸς Πτολεμαῖον, ἔπλευσεν εἰς Αἴγυπτον
Pyrrh
.

4

.

6

ὁμηρεύσων. καὶ Πτολεμαίῳ μὲν ἔν τε θήραις καὶ γυμνα‐ σίοις ἐπίδειξιν ἀλκῆς παὶ καρτερίας παρεῖχε, τὴν δὲ Βε‐ ρενίκην ὁρῶν μέγιστον δυναμένην καὶ πρωτεύουσαν ἀρε‐ τῇ καὶ φρονήσει τῶν Πτολεμαίου γυναικῶν ἐθεράπευε
Pyrrh
.

4

.

7

μάλιστα· καὶ δεινὸς ὢν ὑπελθεῖν ἐπ’ ὠφελείᾳ τοὺς κρείτ‐ τονας, ὥσπερ ὑπερόπτης τῶν ταπεινοτέρων, κόσμιος δὲ καὶ σώφρων περὶ δίαιταν, ἐκ πολλῶν νέων ἡγεμονικῶν προεκρίθη λαβεῖν Ἀντιγόνην γυναῖκα τῶν Βερενίκης
5θυγατέρων, ἣν ἔσχεν ἐκ Φιλίππου πρὶν ἢ Πτολεμαίῳ συνοικεῖν.
Pyrrh
.

5

.

1

Μετὰ δὲ τὸν γάμον τοῦτον ἔτι μᾶλλον εὐδοκιμῶν, καὶ γυναικὸς ἀγαθῆς τῆς Ἀντιγόνης περὶ αὐτὸν οὔσης, διεπράξατο χρήματα λαβὼν καὶ δύναμιν εἰς Ἤπειρον ἐπὶ
Pyrrh
.

5

.

2

τὴν βασιλείαν ἀποσταλῆναι. καὶ παρῆν οὐκ ἄκουσι 〈τοῖσ〉 πολλοῖς διὰ τὴν ἀπέχθειαν τοῦ Νεοπτολέμου, χαλεπῶς
Pyrrh
.

5

.

3

καὶ βιαίως ἄρχοντος. πλὴν ἀλλὰ δείσας, μὴ πρός τινα τῶν ἄλλων βασιλέων ὁ Νεοπτόλεμος τράπηται, διαλύσεις
ἔθετο καὶ φιλίαν πρὸς αὐτὸν ἐπὶ κοινωνίᾳ τῆς ἀρχῆς.157
Pyrrh
.

5

.

4

Χρόνου δὲ προϊόντος ἦσαν οἱ παροξύνοντες αὐτοὺς κρύφα καὶ κατ’ ἀλλήλων ἐμποιοῦντες ὑποψίας. ἡ μέντοι μάλιστα κινήσασα τὸν Πύρρον αἰτία λέγεται τοιαύτην
Pyrrh
.

5

.

5

ἀρχὴν λαβεῖν. εἰώθεισαν οἱ βασιλεῖς ἐν Πασσαρῶνι, χωρίῳ τῆς Μολοττίδος, Ἀρείῳ Διὶ θύσαντες ὁρκωμοτεῖν τοῖς Ἠπειρώταις καὶ ὁρκίζειν, αὐτοὶ μὲν ἄρξειν κατὰ τοὺς νόμους, ἐκείνους δὲ τὴν βασιλείαν διαφυλάξειν κατὰ
Pyrrh
.

5

.

6

τοὺς νόμους. ταῦτ’ οὖν ἐδρᾶτο ἀμφοτέρων τῶν βασιλέων παρόντων, καὶ συνῆσαν ἀλλήλοις μετὰ τῶν φίλων, δῶρα
Pyrrh
.

5

.

7

πολλὰ τὰ μὲν διδόντες, τὰ δὲ λαμβάνοντες. ἐνταῦθα δὴ Γέλων, ἀνὴρ πιστὸς Νεοπτολέμῳ, δεξιωσάμενος φιλο‐ φρόνως τὸν Πύρρον ἐδωρήσατο βοῶν ἀροτήρων δυσὶ ζεύγεσι. ταῦτα Μυρτίλος ὁ ἐπὶ τοῦ οἴνου παρὼν ᾔτει τὸν
5Πύρρον· ἐκείνου δὲ μὴ διδόντος, ἀλλ’ ἑτέρῳ, χαλεπῶς
Pyrrh
.

5

.

8

ἐνεγκὼν ὁ Μυρτίλος οὐκ ἔλαθε τὸν Γέλωνα. καλέσας οὖν αὐτὸν ἐπὶ δεῖπνον, ὡς δέ φασιν ἔνιοι καὶ χρησάμενος παρ’ οἶνον ὥραν ἔχοντι, λόγους προσήνεγκε παρακαλῶν ἑλέσθαι τὰ τοῦ Νεοπτολέμου καὶ φαρμάκοις διαφθεῖραι τὸν
Pyrrh
.

5

.

9

Πύρρον. ὁ δὲ Μυρτίλος ἐδέξατο μὲν τὴν πεῖραν ὡς ἐπαινῶν καὶ συμπεπεισμένος, ἐμήνυσε δὲ τῷ Πύρρῳ· καὶ κελεύ‐ σαντος ἐκείνου τὸν ἀρχιοινοχόον Ἀλεξικράτην τῷ Γέλωνι συνέστησεν, ὡς δὴ μεθέξοντα τῆς πράξεως αὐτοῖς·
5ἐβούλετο γὰρ ἐν πλείοσιν ὁ Πύρρος τὸν ἔλεγχον γενέσθαι
Pyrrh
.

5

.

10

τοῦ ἀδικήματος. οὕτω δὲ τοῦ Γέλωνος ἐξαπατωμένου, συνεξαπατώμενος ὁ Νεοπτόλεμος καὶ τὴν ἐπιβουλὴν ὁδῷ βαδίζειν οἰόμενος, οὐ κατεῖχεν, ἀλλ’ ὑπὸ χαρᾶς ἐξέφερε
Pyrrh
.

5

.

11

πρὸς τοὺς φίλους. καί ποτε κωμάσας παρὰ τὴν ἀδελφὴν Καδμείαν, ἐχρῆτο λαλιᾷ περὶ τούτων, οὐδένα συνακούειν
Pyrrh
.

5

.

12

οἰόμενος· οὐδεὶς γὰρ ἦν πλησίον ἄλλος ἢ Φαιναρέτη, γυνὴ Σάμωνος τοῦ τὰ ποίμνια καὶ τὰ βουκόλια τῷ Νεοπτολέμῳ διοικοῦντος, αὕτη δ’ ἀπεστραμμένη πρὸς τοῖχον ἐπὶ
Pyrrh
.

5

.

13

κλίνης τινὸς ἐδόκει καθεύδειν. συνήκοος δὲ πάντων γενομένη καὶ λαθοῦσα, μεθ’ ἡμέραν ἧκε πρὸς Ἀντιγόνην τὴν Πύρρου γυναῖκα καὶ πάντα κατεῖπεν ὅσα τοῦ Νεοπτο‐158
Pyrrh
.

5

.

14

λέμου πρὸς τὴν ἀδελφὴν ἤκουσε λέγοντος. πυθόμενος δ’ ὁ Πύρρος ἐκεῖ μὲν ἡσυχίαν ἦγεν, ἐν δὲ θυσίᾳ καλέσας ἐπὶ δεῖπνον τὸν Νεοπτόλεμον ἀπέκτεινεν, αἰσθόμενος τῶν Ἠπειρωτῶν τοὺς κρατίστους προσέχοντας αὑτῷ καὶ
5παρακελευομένους ἀπαλλαγῆναι τοῦ Νεοπτολέμου, καὶ μὴ μερίδα μικρὰν ἔχοντα βασιλείας ἀγαπᾶν, ἀλλὰ τῇ φύσει χρήσασθαι μειζόνων πραγμάτων ἀντιλαμβανόμενον, καί τινος ὑποψίας ἅμα προσγενομένης τὸν Νεοπτόλεμον φθάσαντ’ ἀνελεῖν.
Pyrrh
.

6

.

1

Μεμνημένος δὲ Βερενίκης καὶ Πτολεμαίου, παιδίον μὲν αὐτῷ γενόμενον ἐξ Ἀντιγόνης Πτολεμαῖον ὠνόμασεν, οἰκίσας δὲ πόλιν ἐν τῇ χερρονήσῳ τῆς Ἠπείρου Βερονικίδα προσηγόρευσεν.
Pyrrh
.

6

.

2

Ἐκ δὲ τούτου πολλὰ μὲν περινοῶν καὶ μεγάλα τῇ γνώμῃ, ταῖς δ’ ἐλπίσι μάλιστα καὶ πρῶτον ἀντιλαμβανό‐ μενος τῶν πλησίον, εὗρεν ἐμφῦναι τοῖς Μακεδόνων
Pyrrh
.

6

.

3

πράγμασιν ἐκ τοιᾶσδέ τινος προφάσεως. τῶν Κασσάνδρου παίδων ὁ πρεσβύτερος Ἀντίπατρος τήν τε μητέρα Θεσσα‐ λονίκην ἀνεῖλε καὶ τὸν ἀδελφὸν Ἀλέξανδρον ἤλαυνεν. ὁ δὲ πρός τε Δημήτριον ἔπεμψε δεόμενος βοηθεῖν καὶ
Pyrrh
.

6

.

4

Πύρρον ἐκάλει. Δημητρίου δ’ ὑπ’ ἀσχολιῶν βραδύνον‐ τος, ἐπελθὼν ὁ Πύρρος ᾔτησε μισθὸν τῆς συμμαχίας τήν τε Στυμφαίαν καὶ τὴν Παραυαίαν τῆς Μακεδονίας καὶ τῶν ἐπικτήτων ἐθνῶν Ἀμβρακίαν, Ἀκαρνανίαν, Ἀμφι‐
Pyrrh
.

6

.

5

λοχίαν. προεμένου δὲ τοῦ νεανίσκου, ταῦτα μὲν αὐτὸς
εἶχε φρουραῖς καταλαβών, τὰ δὲ λοιπὰ κτώμενος ἐκείνῳ,159
Pyrrh
.

6

.

6

περιέκοπτε τὸν Ἀντίπατρον. Λυσίμαχος δ’ ὁ βασιλεὺς αὐτὸς μὲν ἦν ἐν ἀσχολίαις, προθυμούμενος Ἀντιπάτρῳ βοηθεῖν, εἰδὼς δὲ τὸν Πύρρον οὐδὲν ἀχαριστεῖν οὐδ’ ἀρνεῖσθαι Πτολεμαίῳ βουλόμενον, ἔπεμψε πλαστὰ γράμ‐
5ματα πρὸς αὐτόν, ὡς Πτολεμαίου κελεύοντος ἀπαλλάτ‐ τεσθαι τῆς στρατείας τριακόσια τάλαντα παρὰ τοῦ Ἀντι‐
Pyrrh
.

6

.

7

πάτρου λαβόντα. λύσας δὲ τὴν ἐπιστολὴν ὁ Πύρρος εὐθὺς τὸ ῥᾳδιούργημα τοῦ Λυσιμάχου συνεῖδεν· οὐ γὰρ ἦν ἡ συνήθης γεγραμμένη προσαγόρευσις „ὁ πατὴρ τῷ υἱῷ χαίρειν“, ἀλλὰ „βασιλεὺς Πτολεμαῖος βασιλεῖ Πύρρῳ
Pyrrh
.

6

.

8

χαίρειν“. λοιδορήσας δὲ τὸν Λυσίμαχον, ὅμως ἐποιεῖτο τὴν εἰρήνην, καὶ συνῄεσαν ὡς κατὰ σφαγίων ὁρκωμοτή‐
Pyrrh
.

6

.

9

σοντες. ἐπεὶ δὲ ταύρου καὶ κάπρου καὶ κριοῦ προσ‐ αχθέντος ὁ κριὸς αὐτομάτως ἀπέθανε, τοῖς μὲν ἄλλοις γελᾶν ἐπῄει, τὸν δὲ Πύρρον ὁ μάντις Θεόδοτος ὀμόσαι διεκώλυσε, φήσας τὸ δαιμόνιον ἑνὶ προσημαίνειν τῶν
5τριῶν βασιλέων θάνατον. ὁ μὲν οὖν Πύρρος οὕτως ἀπέστη τῆς εἰρήνης.
Pyrrh
.

7

.

1

Τῷ δ’ Ἀλεξάνδρῳ τῶν πραγμάτων ἤδη κατάστασιν ἐχόντων, ὅμως ὁ Δημήτριος ἀφίκετο, καὶ δῆλος μὲν ἦν εὐθὺς ἥκων μὴ δεομένῳ καὶ φόβον παρεῖχεν· ὀλίγας δ’ ἡμέρας συγγενόμενοι δι’ ἀπιστίας ἐπεβούλευσαν ἀλλήλοις
Pyrrh
.

7

.

2

ἀμφότεροι. καιρῷ δὲ χρησάμενος καὶ φθάσας ἀποκτίννυσιν ὁ Δημήτριος τὸ μειράκιον καὶ βασιλεὺς ἀνηγορεύθη Μακεδονίας.
Pyrrh
.

7

.

3

Ἦν μὲν οὖν καὶ πρότερον αὐτῷ πρὸς τὸν Πύρρον ἐγ‐ κλήματα, καὶ καταδρομαὶ τῆς Θεσσαλίας ἐγεγόνεισαν ὑπ’ ἐκείνου, καὶ τὸ σύμφυτον νόσημα ταῖς δυναστείαις, ἡ πλεονεξία, τὴν γειτνίασιν αὐτοῖς ἐπίφοβον καὶ ἄπιστον
5παρεῖχε, καὶ μᾶλλον ἔτι μετὰ τὴν τῆς Δηιδαμείας τελευ‐
Pyrrh
.

7

.

4

τήν. ἐπεὶ δὲ καὶ κατασχόντες ἀμφότεροι Μακεδονίας συνέπιπτον εἰς τὸ αὐτὸ καὶ μείζονας ἐλάμβανε προφά‐ σεις ἡ διαφορά, Δημήτριος μὲν ἐπ’ Αἰτωλοὺς στρατευ‐ σάμενος καὶ κρατήσας, Πάνταυχον αὐτόθι μετὰ πολλῆς160
5δυνάμεως καταλιπών, αὐτὸς ἐβάδιζεν ἐπὶ Πύρρον, καὶ
Pyrrh
.

7

.

5

Πύρρος ἐπ’ ἐκεῖνον ὡς ᾔσθετο. γενομένης δὲ διαμαρτίας καθ’ ὁδὸν ἀλλήλους παρήλλαξαν· καὶ Δημήτριος μὲν ἐμβαλὼν εἰς Ἤπειρον ἐλεηλάτει, Πύρρος δὲ Πανταύχῳ
Pyrrh
.

7

.

6

περιπεσὼν εἰς μάχην κατέστη. καὶ τῶν στρατιωτῶν συμπεσόντων δεινὸς ἦν καὶ μέγας ἀγὼν μάλιστα κατὰ
Pyrrh
.

7

.

7

τοὺς ἡγεμόνας. ὅ τε γὰρ Πάνταυχος ἀνδρείᾳ καὶ χειρὶ καὶ ῥώμῃ σώματος ἄριστος ὢν ὁμολογουμένως τῶν περὶ Δημήτριον στρατηγῶν, καὶ θάρσος ἔχων καὶ φρόνημα, προὐκαλεῖτο τὸν Πύρρον εἰς [τὰς] χεῖρας, ὅ τε Πύρρος
5οὐδενὶ τῶν βασιλέων ὑφιέμενος ἀλκῆς καὶ τόλμης, καὶ τὴν Ἀχιλλέως δόξαν αὑτῷ δι’ ἀρετὴν μᾶλλον ἢ κατὰ γένος συνοικειοῦν βουλόμενος, ἐναντίος ἐχώρει διὰ τῶν
Pyrrh
.

7

.

8

προμάχων ἐπὶ τὸν Πάνταυχον. ἦν δὲ δορατισμὸς τὸ πρῶτον, εἶτ’ ἐν χερσὶ γενόμενοι μετὰ τέχνης ἅμα καὶ
Pyrrh
.

7

.

9

βίας ἐχρῶντο τοῖς ξίφεσι. λαβὼν δ’ ὁ Πύρρος ἓν τραῦμα, δοὺς δὲ δύο, τὸ μὲν εἰς τὸν μηρόν, τὸ δὲ παρὰ τὸν τράχηλον, ἐτρέψατο καὶ κατέβαλε τὸν Πάνταυχον· οὐ μὴν ἀνεῖλεν,
Pyrrh
.

7

.

10

ἀνηρπάγη γὰρ ὑπὸ τῶν φίλων. οἱ δ’ Ἠπειρῶται τῇ νίκῃ τοῦ βασιλέως ἐπαρθέντες καὶ θαυμάσαντες τὴν ἀρετήν, ἐβιάσαντο καὶ διέκοψαν τὴν φάλαγγα τῶν Μακεδόνων, καὶ φεύγοντας διώκοντες ἀπέκτεινάν τε πολλοὺς καὶ
5πεντακισχιλίους ζῶντας εἷλον.
Pyrrh
.

8

.

1

Ὁ δ’ ἀγὼν οὗτος οὐ τοσοῦτον ὀργῆς ὧν ἔπαθον οὐδὲ μίσους ἐνέπλησε τοὺς Μακεδόνας πρὸς τὸν Πύρρον, ὅσην δόξαν αὐτοῦ καὶ θαῦμα τῆς ἀρετῆς καὶ λόγον ἐνειργάσατο
τοῖς ἰδοῦσι τὰ ἔργα καὶ συνενεχθεῖσι κατὰ τὴν μάχην.161
Pyrrh
.

8

.

2

καὶ γὰρ ὄψιν ᾤοντο καὶ τάχος ἐοικέναι καὶ κίνημα τοῖς Ἀλεξάνδρου, καὶ τῆς φορᾶς ἐκείνου καὶ βίας παρὰ τοὺς ἀγῶνας ἐν τούτῳ σκιάς τινας ὁρᾶσθαι καὶ μιμήματα, τῶν μὲν ἄλλων βασιλέων ἐν πορφύραις καὶ δορυφόροις καὶ
5κλίσει τραχήλου καὶ τῷ μεῖζον διαλέγεσθαι, μόνου δὲ Πύρρου τοῖς ὅπλοις καὶ ταῖς χερσὶν ἐπιδεικνυμένου τὸν
Pyrrh
.

8

.

3

Ἀλέξανδρον. τῆς δὲ περὶ τάξεις καὶ στρατηγίας ἐπιστήμης αὐτοῦ καὶ δεινότητος ἔνεστι δείγματα λαβεῖν ἐκ τῶν
Pyrrh
.

8

.

4

γραμμάτων ἃ περὶ τούτων ἀπολέλοιπε (FGrH 229). λέγε‐ ται δὲ καὶ Ἀντίγονος ἐρωτηθείς, τίς ἄριστος τῶν στρατη‐ γῶν, φάναι „Πύρρος, ἂν γηράσῃ“, περὶ τῶν καθ’ αὑτὸν
Pyrrh
.

8

.

5

οὕτως ἀποφηνάμενος μόνον. Ἀννίβας δὲ συμπάντων ἀπ‐ έφαινε τῶν στρατηγῶν πρῶτον μὲν ἐμπειρίᾳ καὶ δεινό‐ τητι Πύρρον, Σκιπίωνα δὲ δεύτερον, ἑαυτὸν δὲ τρίτον, ὡς
Pyrrh
.

8

.

6

ἐν τοῖς περὶ Σκιπίωνος (fr. 2 Sandbach) γέγραπται. καὶ ὅλως τοῦτο μελετῶν ἔοικε καὶ φιλοσοφῶν ἀεὶ διατελεῖν ὁ Πύρρος, ὡς μαθημάτων βασιλικώτατον, τὰς δ’ ἄλλας
Pyrrh
.

8

.

7

〈ὡσ〉 γλαφυρίας ἐν οὐδενὶ λόγῳ τίθεσθαι. λέγεται γὰρ ὡς ἐρωτηθεὶς ἔν τινι πότῳ, πότερον αὐτῷ φαίνεται Πύθων αὐλητὴς ἀμείνων ἢ Καφισίας, εἰπεῖν ὅτι Πολυπέρχων στρατηγός, ὡς ταῦτα τῷ βασιλεῖ ζητεῖν μόνα καὶ γινώ‐
Pyrrh
.

8

.

8

σκειν προσῆκον. ἦν δὲ καὶ πρὸς τοὺς συνήθεις ἐπιεικὴς καὶ πρᾶος ὀργήν, σφοδρὸς δὲ καὶ πρόθυμος ἐν ταῖς χάρισιν.
Pyrrh
.

8

.

9

Ἀερόπου γοῦν ἀποθανόντος οὐκ ἤνεγκε μετρίως, ἐκεῖνον μὲν ἀνθρώπινα πεπονθέναι φάσκων, ἑαυτὸν δὲ μεμφόμενος καὶ κακίζων, ὅτι μέλλων ἀεὶ καὶ βραδύνων χάριν οὐκ ἀπ‐
Pyrrh
.

8

.

10

έδωκεν αὐτῷ. τὰ μὲν γὰρ χρέα καὶ κληρονόμοις ἔστιν
ἀποδοῦναι τῶν δανεισάντων, αἱ δὲ τῶν χαρίτων ἀμοιβαὶ μὴ γενόμεναι πρὸς αἰσθανομένους ἀνιῶσι τὸν χρηστὸν162
Pyrrh
.

8

.

11

καὶ δίκαιον. ἐν δ’ Ἀμβρακίᾳ κακολόγον τινὰ καὶ βλάσ‐ φημον ἄνθρωπον οἰομένων δεῖν μεταστῆσαι τὸν Πύρ‐ ρον, „αὐτοῦ μένων“ ἔφη „μᾶλλον ἡμᾶς ἐν ὀλίγοις ἢ
Pyrrh
.

8

.

12

περιιὼν πρὸς ἅπαντας ἀνθρώπους κακῶς λεγέτω“. καὶ τοὺς παρ’ οἶνον αὐτὸν λοιδορήσαντας, εἶτ’ ἐλεγχομένους ἠρώτησεν εἰ ταῦτ’ εἶπον. ἀποκριναμένου δὲ τῶν νεανίσκων ἑνός, „ταῦτ’ ὦ βασιλεῦ· πλείονα δ’ ἂν ἔτι τούτων εἰρή‐
5κειμεν, εἰ πλείων παρῆν οἶνος ἡμῖν“, γελάσας ἀφῆκε.
Pyrrh
.

9

.

1

Γυναῖκας δὲ πραγμάτων ἕνεκα καὶ δυνάμεως πλείο‐
Pyrrh
.

9

.

2

νας ἔγημε μετὰ τὴν Ἀντιγόνης τελευτήν. καὶ γὰρ Αὐτο‐ λέοντος τοῦ Παιόνων βασιλέως ἔλαβε θυγατέρα, καὶ Βιρ‐ κένναν τὴν Βαρδύλλιος τοῦ Ἰλλυριῶν, καὶ Λάνασσαν τὴν Ἀγαθοκλέους τοῦ Συρακοσίου, προῖκα προσφερο‐
5μένην αὐτῷ τὴν Κερκυραίων πόλιν, ἡλωκυῖαν ὑπ’ Ἀγα‐
Pyrrh
.

9

.

3

θοκλέους. ἐκ μὲν οὖν Ἀντιγόνης Πτολεμαῖον υἱὸν ἔσχεν, ἐκ δὲ Λανάσσης Ἀλέξανδρον, Ἕλενον δὲ τὸν νεώτατον ἐκ
Pyrrh
.

9

.

4

Βιρκέννης. καὶ πάντας ἀγαθοὺς ἐν τοῖς ὅπλοις ἐθρέψατο καὶ διαπύρους, εὐθὺς ἐκ γενετῆς ἐπὶ τοῦτο θηγομένους
Pyrrh
.

9

.

5

ὑπ’ αὐτοῦ. λέγεται γὰρ [ὡς] ἐρωτηθεὶς ὑφ’ ἑνὸς αὐτῶν ἔτι παιδὸς ὄντος, τίνι καταλείψει τὴν βασιλείαν, εἰπεῖν „ὃς
Pyrrh
.

9

.

6

ἂν ὑμῶν τὴν μάχαιραν ὀξυτέραν ἔχῃ“. τοῦτο δ’ οὐδὲν ἀποδεῖ τῆς τραγικῆς ἀρᾶς ἐκείνης (Eurip. Phoen. 68)· „θηκτῷ σιδήρῳ δῶμα διαλαχεῖν“ τοὺς ἀδελφούς. οὕτως ἄμεικτός ἐστι καὶ θηριώδης ἡ τῆς πλεονεξίας ὑπόθεσις.
Pyrrh
.

10

.

1

Μετὰ δὲ τὴν μάχην ταύτην ὁ Πύρρος ἐπανελθὼν
οἴκαδε λαμπρὸς ὑπὸ δόξης καὶ φρονήματος ἔχαιρε, καὶ Ἀετὸς ὑπὸ τῶν Ἠπειρωτῶν προσαγορευόμενος, „δι’ ὑμᾶσ“ ἔλεγεν „ἀετός εἰμι· πῶς γὰρ οὐ μέλλω, τοῖς ὑμε‐163
Pyrrh
.

10

.

2

τέροις ὅπλοις ὥσπερ ὠκυπτέροις ἐπαιρόμενος;“ ὀλίγῳ δ’ ὕστερον πυθόμενος νοσεῖν τὸν Δημήτριον ἐπισφαλῶς, ἐνέβαλε μὲν ἐξαίφνης εἰς Μακεδονίαν ὡς ἐπιδρομήν τινα καὶ λεηλασίαν ποιησόμενος, παρ’ ὀλίγον δ’ ἦλθε πάντων
5ὁμοῦ κρατῆσαι καὶ λαβεῖν ἀμαχεὶ τὴν βασιλείαν, ἐλάσας ἄχρι Ἐδέσσης μηδενὸς ἀμυνομένου, πολλῶν δὲ καὶ προσ‐
Pyrrh
.

10

.

3

τιθεμένων καὶ συστρατευόντων. αὐτόν τε δὴ τὸν Δη‐ μήτριον ὁ κίνδυνος ἐξανέστησε παρὰ δύναμιν, οἵ τε φί‐ λοι καὶ ἡγεμόνες ὀλίγῳ χρόνῳ πολλοὺς ἀθροίσαντες, ἐρ‐
Pyrrh
.

10

.

4

ρωμένως καὶ προθύμως ἐπὶ τὸν Πύρρον ὥρμησαν. ὁ δὲ λῃστρικώτερον ἀφιγμένος οὐκ ἔμεινεν, ἀλλὰ φεύγων μέ‐ ρος τι τῆς στρατιᾶς ἀπέβαλε, καθ’ ὁδὸν ἐπιθεμένων τῶν
Pyrrh
.

10

.

5

Μακεδόνων. οὐ μὴν ὅτι ῥᾳδίως καὶ ταχὺ τὸν Πύρρον ἐξέβαλε τῆς χώρας ὁ Δημήτριος ἠμέλησεν, ἐγνωκὼς δὲ μεγάλων πραγμάτων ἀντιλαμβάνεσθαι καὶ τὴν πατρῴαν ἀρχὴν ἀνακτᾶσθαι δέκα μυριάσι στρατοῦ καὶ ναυσὶ πεν‐
5τακοσίαις, οὐκ ἐβούλετο τῷ Πύρρῳ προσπταῖσαι οὐδ’ ἀπολιπεῖν Μακεδόσι πάροικον ἐργώδη καὶ χαλεπόν, ἀλλ’ ἐπεὶ μὴ ἐσχόλαζε πολεμεῖν πρὸς αὐτόν, διαλυθεὶς καὶ θέμενος εἰρήνην οὕτως ἐπὶ τοὺς ἄλλους βασιλεῖς τραπέ‐ σθαι.
Pyrrh
.

10

.

6

Γενομένων δὲ διὰ ταῦτα τῶν ὁμολογιῶν, καὶ τῆς γνώ‐ μης ἅμα τῷ μεγέθει τῆς παρασκευῆς ἐκφανείσης τοῦ Δη‐ μητρίου, φοβηθέντες οἱ βασιλεῖς διεπέμποντο πρὸς τὸν Πύρρον ἀγγέλους καὶ γράμματα, θαυμάζειν φάσκοντες,
5εἰ τὸν αὑτοῦ προέμενος καιρὸν ἐν τῷ Δημητρίου πολε‐
μῆσαι περιμένει, καὶ δυνάμενος Μακεδονίας ἐκβαλεῖν αὐτὸν πολλὰ ταράττοντα καὶ ταραττόμενον, ἐκδέχεται [καὶ] σχολάζοντι καὶ μεγάλῳ γενομένῳ περὶ τῶν ἐν Μο‐ λοσσοῖς ἱερῶν καὶ τάφων διαγωνίσασθαι, καὶ ταῦτα Κέρ‐164
10κυραν ἔναγχος ἀφῃρημένος ὑπ’ αὐτοῦ μετὰ τῆς γυναικός.
Pyrrh
.

10

.

7

ἡ γὰρ Λάνασσα μεμψαμένη τὸν Πύρρον ὡς μᾶλλον προσ‐ έχοντα ταῖς βαρβάροις γυναιξίν, εἰς Κέρκυραν ἀπεχώ‐ ρησε, καὶ δεομένη γάμων βασιλικῶν ἐκάλει Δημήτριον, ἐπισταμένη μάλιστα τῶν βασιλέων εὐκόλως ἔχοντα πρὸς
5γάμους γυναικῶν. ἐκεῖνος δὲ πλεύσας τῇ τε Λανάσσῃ συνῆλθε καὶ φρουρὰν ἐν τῇ πόλει κατέλιπε.
Pyrrh
.

11

.

1

Ταῦτα πρὸς τὸν Πύρρον οἱ βασιλεῖς γράφοντες, ἅμα καὶ δι’ ἑαυτῶν ἔτι μέλλοντα καὶ παρασκευαζόμενον τὸν
Pyrrh
.

11

.

2

Δημήτριον ἐκίνουν. Πτολεμαῖος μὲν γὰρ ἐπιπλεύσας μεγάλῳ στόλῳ τὰς Ἑλληνίδας ἀφίστη πόλεις, Λυσίμαχος δὲ τὴν ἄνω Μακεδονίαν ἐκ Θρᾴκης ἐμβαλὼν ἐπόρθει.
Pyrrh
.

11

.

3

Πύρρος δὲ τούτοις ἅμα συνεξαναστὰς ἐπὶ Βέροιαν ἤλαυνε, προσδοκῶν, ὅπερ συνέβη, Δημήτριον ὑπαντιάζοντα Λυσι‐
Pyrrh
.

11

.

4

μάχῳ τὴν κάτω χώραν ἀπολείψειν ἔρημον. ἐκείνης δὲ τῆς νυκτὸς ἔδοξε κατὰ τοὺς ὕπνους ὑπ’ Ἀλεξάνδρου καλεῖσθαι τοῦ μεγάλου, καὶ παραγενόμενος κλινήρη μὲν αὐτὸν ἰδεῖν, λόγων δὲ χρηστῶν τυχεῖν καὶ φιλοφροσύνης, ἐπαγ‐
Pyrrh
.

11

.

5

γελλομένου προθύμως βοηθήσειν. αὐτοῦ δὲ τολμήσαντος εἰπεῖν „καὶ πῶς ἂν ὦ βασιλεῦ νοσῶν δυνατὸς εἴης ἐμοὶ βοηθεῖν;“ „αὐτῷ“ φάναι „τῷ ὀνόματι“, καὶ περιβάντα
Pyrrh
.

11

.

6

Νισαῖον ἵππον ἡγεῖσθαι. ταύτην ἰδὼν τὴν ὄψιν ἐπερ‐ ρώσθη, τάχει δὲ χρησάμενος καὶ διαδραμὼν τὰ μεταξύ, καταλαμβάνει τὴν Βέροιαν, καὶ τὸ πλεῖστον αὐτόθι τῆς στρατιᾶς ἱδρύσας, τὰ λοιπὰ προσήγετο διὰ τῶν στρα‐
Pyrrh
.

11

.

7

τηγῶν. ὁ δὲ Δημήτριος ἐπεὶ ταῦτ’ ἤκουσε καὶ πονηρὸν ἐν τῷ στρατοπέδῳ θόρυβον ᾔσθετο τῶν Μακεδόνων,
ἔδεισε πορρωτέρω προαγαγεῖν, μὴ πλησίον γενόμενοι βα‐ σιλέως Μακεδόνος καὶ δόξαν ἔχοντος μεταβάλωνται πρὸς165
Pyrrh
.

11

.

8

αὐτόν. ὅθεν ἐπιστρέψας ἐπὶ τὸν Πύρρον ἦγεν ὡς ξένον καὶ μισούμενον ὑπὸ τῶν Μακεδόνων. ἐπεὶ δὲ παρ‐ εστρατοπέδευσεν αὐτόθι, πολλοὶ τῶν ἐκ τῆς Βεροίας ἀφ‐ ικνούμενοι τὸν Πύρρον ἐνεκωμίαζον ὡς ἄμαχον μὲν ἐν
5τοῖς ὅπλοις καὶ λαμπρὸν ἄνδρα, πράως δὲ καὶ φιλαν‐
Pyrrh
.

11

.

9

θρώπως τοῖς ἡλωκόσι χρώμενον. ἦσαν δέ τινες οὓς αὐτὸς ὁ Πύρρος ἐγκαθίει, προσποιουμένους εἶναι Μακεδόνας καὶ λέγοντας, ὅτι νῦν καιρός ἐστι τῆς Δημητρίου βαρύτητος ἀπαλλαγῆναι, πρὸς ἄνδρα δημοτικὸν καὶ φιλοστρατιώτην
Pyrrh
.

11

.

10

μεταβαλομένους τὸν Πύρρον. ἐκ τούτου τὸ πλεῖστον ἀνηρέθιστο τῆς στρατιᾶς, καὶ τὸν Πύρρον ἐζήτουν
Pyrrh
.

11

.

11

περισκοποῦντες· ἔτυχε γὰρ ἀφῃρημένος τὸ κράνος, ἄχρι οὗ πάλιν συμφρονήσας καὶ περιθέμενος ἐγνώσθη τῷ τε λόφῳ διαπρέποντι καὶ τοῖς τραγικοῖς κέρασιν, ὥστε τοὺς Μακεδόνας σύνθημα προστρέχοντας αἰτεῖν, ἄλλους δὲ
5κλάδους δρυὸς ἀναστέφεσθαι διὰ τὸ καὶ τοὺς περὶ ἐκεῖνον
Pyrrh
.

11

.

12

ἐστεφανωμένους [εἰσ]ὁρᾶν. ἤδη δὲ καὶ πρὸς αὐτόν τινες ἐτόλμων λέγειν τὸν Δημήτριον, ὡς ὑπεκστὰς καὶ προ‐
Pyrrh
.

11

.

13

έμενος τὰ πράγματα καλῶς δόξει βεβουλεῦσθαι. τούτοις τοῖς λόγοις ὅμοιον ὁρῶν τὸ κίνημα τοῦ στρατοπέδου καὶ φοβηθεὶς κρύφα διεξέπεσε, καυσίᾳ τινὶ καὶ λιτῷ χλαμυδίῳ
Pyrrh
.

11

.

14

περιστείλας ἑαυτόν. ἐπελθὼν δ’ ὁ Πύρρος ἀμαχεὶ παρ‐ έλαβε τὸ στρατόπεδον, καὶ βασιλεὺς ἀνηγορεύθη Μακε‐ δόνων.
Pyrrh
.

12

.

1

Ἐπιφανέντος δὲ Λυσιμάχου καὶ κοινὸν ἔργον ἀμφοῖν ποιουμένου τὴν Δημητρίου κατάλυσιν, καὶ
νέμεσθαι τὴν βασιλείαν ἀξιοῦντος, οὔπω πάνυ βεβαίως τοῖς Μακεδόσι πιστεύων ὁ Πύρρος ἀλλ’ ἀμφίβολος ὢν ἐν166
5αὐτοῖς, ἐδέξατο τοῦ Λυσιμάχου τὴν πρόκλησιν, καὶ διενείμαντο τὰς πόλεις καὶ τὴν χώραν πρὸς ἀλλήλους.
Pyrrh
.

12

.

2

Τοῦτο δ’ ὤνησε μὲν ἐν τῷ παρόντι καὶ κατέπαυσε τὸν πόλεμον αὐτοῖς, ὀλίγῳ δ’ ὕστερον ἔγνωσαν οὐκ ἀπαλλα‐ γὴν ἔχθρας, ἀλλ’ ἐγκλημάτων καὶ διαφορᾶς ἀρχὴν πε‐
Pyrrh
.

12

.

3

ποιημένοι τὴν νέμησιν. οἷς γὰρ οὐ πέλαγος, οὐκ ὄρος, οὐκ ἀοίκητος ἐρημία πέρας ἐστὶ πλεονεξίας, οὐδ’ οἱ διαι‐ ροῦντες Εὐρώπην καὶ Ἀσίαν τέρμονες ὁρίζουσι τὰς ἐπι‐ θυμίας, πῶς ἂν ἁπτόμενοι καὶ ψαύοντες ἀλλήλων ἀτρε‐
5μοῖεν, ἐν τοῖς παροῦσι μὴ ἀδικοῦντες, οὐκ ἔστιν εἰπεῖν·
Pyrrh
.

12

.

4

ἀλλὰ πολεμοῦσι μὲν ἀεί, τὸ ἐπιβουλεύειν καὶ φθονεῖν ἔμφυτον ἔχοντες, δυεῖν δ’ ὀνομάτων ὥσπερ νομισμάτων, πολέμου καὶ εἰρήνης, τῷ παρατυχόντι χρῶνται πρὸς τὸ
Pyrrh
.

12

.

5

συμφέρον, οὐ πρὸς τὸ δίκαιον· ἐπεὶ βελτίους γε πολεμεῖν ὁμολογοῦντές εἰσιν, ἢ τῆς ἀδικίας τὸ ἀργοῦν καὶ σχολάζον
Pyrrh
.

12

.

6

δικαιοσύνην καὶ φιλίαν ὀνομάζοντες. ἐδήλωσε δ’ ὁ Πύρρος· ἐμποδὼν γὰρ αὐξομένῳ τῷ Δημητρίῳ πάλιν ἱστάμενος καὶ κολούων τὴν δύναμιν ὥσπερ ἐξ ἀρρωστίας μεγάλης ἀναλαμβάνουσαν, ἐβοήθει τοῖς Ἕλλησι καὶ παρῆλθεν εἰς
Pyrrh
.

12

.

7

τὰς Ἀθήνας. ἀναβὰς δ’ εἰς τὴν ἀκρόπολιν καὶ θύσας τῇ θεῷ καὶ καταβὰς αὐθημερόν, ἀγαπᾶν μὲν ἔφησε τοῦ δήμου τὴν πρὸς αὐτὸν εὔνοιαν καὶ πίστιν· ἂν μέντοι σωφρονῶσι, μηδένα τῶν βασιλέων ἔτι παρήσειν αὐτοὺς εἰς τὴν πόλιν,
Pyrrh
.

12

.

8

μηδὲ τὰς πύλας ἀνοίξειν. ἐκ τούτου καὶ πρὸς τὸν Δημήτριον εἰρήνην ἐποιήσατο, καὶ μετ’ ὀλίγον χρόνον εἰς Ἀσίαν ἀπάραντος αὐτοῦ, πάλιν πεισθεὶς ὑπὸ Λυσιμάχου Θεττα‐ λίαν ἀφίστη καὶ ταῖς Ἑλληνικαῖς φρουραῖς προσεπολέμει,
5βελτίοσι χρώμενος τοῖς Μακεδόσι στρατευομένοις ἢ σχολάζουσι, καὶ ὅλως αὐτὸς οὐκ εὖ πρὸς ἡσυχίαν πεφυκώς.167
Pyrrh
.

12

.

9

τέλος δὲ Δημητρίου καταπολεμηθέντος ἐν Συρίᾳ, Λυσί‐ μαχος ἐπ’ ἀδείας γενόμενος καὶ σχολάζων εὐθὺς ἐπὶ τὸν
Pyrrh
.

12

.

10

Πύρρον ὥρμησε. καὶ καθημένου περὶ τὴν Ἔδεσσαν αὐτοῦ, ταῖς ἀγοραῖς κομιζομέναις ἐπιπεσὼν καὶ κρατήσας, ἀπορίαν πρῶτον αὐτῷ περιέστησεν, εἶτα γράμμασι καὶ λόγοις διέφθειρε τοὺς πρώτους τῶν Μακεδόνων, ὀνειδίζων
5εἰ ξένον ἄνδρα καὶ προγόνων ἀεὶ δεδουλευκότων Μακεδόσι δεσπότην ἑλόμενοι, τοὺς Ἀλεξάνδρου φίλους καὶ συνήθεις
Pyrrh
.

12

.

11

ἀπωθοῦσι Μακεδονίας. ἀναπειθομένων δὲ πολλῶν, δείσας ὁ Πύρρος ἀπηλλάγη μετὰ τῆς Ἠπειρωτικῆς καὶ συμμαχι‐ κῆς δυνάμεως, ἀποβαλὼν Μακεδονίαν ᾧ τρόπῳ παρέλαβεν.
Pyrrh
.

12

.

12

ὅθεν οὐδ’ αἰτιᾶσθαι τοὺς πολλοὺς ἔχουσιν οἱ βασιλεῖς μετατιθεμένους πρὸς τὸ συμφέρον· ἐκείνους γὰρ αὐτοὺς ταῦτα μιμοῦνται ποιοῦντες, ἀπιστίας καὶ προδοσίας δι‐ δασκάλους ὄντας καὶ πλεῖστα νομίζοντας ὠφελεῖσθαι τὸν
5ἐλάχιστα τῷ δικαίῳ χρώμενον.
Pyrrh
.

13

.

1

Τότε δ’ οὖν εἰς Ἤπειρον ἐκπεσόντι τῷ Πύρρῳ καὶ προεμένῳ Μακεδονίαν ἡ μὲν τύχη παρεῖχε χρῆσθαι τοῖς παροῦσιν ἀπραγμόνως καὶ ζῆν ἐν εἰρήνῃ, βασιλεύοντα
Pyrrh
.

13

.

2

τῶν οἰκείων· ὁ δὲ τὸ μὴ παρέχειν ἑτέροις κακὰ μηδ’ ἔχειν ὑφ’ ἑτέρων ἄλυν τινὰ ναυτιώδη νομίζων, ὥσπερ ὁ Ἀχιλλεὺς οὐκ ἔφερε τὴν σχολήν (Il. 1, 491 sq.),
3
ἀλλὰ φθινύθεσκε φίλον κῆρ
5αὖθι μένων, ποθέεσκε δ’ ἀυτήν τε πτόλεμόν τε.
5
Pyrrh
.

13

.

3

δεόμενος δ’ οὖν ἔλαβε πραγμάτων καινῶν τοιαύτην ὑπό‐
Pyrrh
.

13

.

4

θεσιν. Ῥωμαῖοι Ταραντίνοις ἐπολέμουν· οἱ δὲ μήτε φέ‐ ρειν τὸν πόλεμον δυνάμενοι μήτε θέσθαι θρασύτητι καὶ
μοχθηρίᾳ δημαγωγῶν, ἐβουλεύοντο ποιεῖσθαι Πύρρον ἡγεμόνα καὶ καλεῖν ἐπὶ τὸν πόλεμον, ὡς σχολὴν ἄγοντα168
5πλείστην τῶν βασιλέων καὶ στρατηγὸν ὄντα δεινότατον.
Pyrrh
.

13

.

5

τῶν δὲ πρεσβυτέρων καὶ νοῦν ἐχόντων πολιτῶν οἱ μὲν ἄντικρυς ἐνιστάμενοι πρὸς τὴν γνώμην ἐξέπιπτον ὑπὸ κραυγῆς καὶ βίας τῶν πολεμοποιῶν, οἱ δὲ ταῦθ’ ὁρῶν‐
Pyrrh
.

13

.

6

τες ἀπέλειπον τὰς ἐκκλησίας. εἷς δέ τις ἀνὴρ ἐπιεικὴς Μέτων ὄνομα, τῆς ἡμέρας ἐκείνης ἐν ᾗ τὸ δόγμα κυροῦν ἔμελλον ἐνστάσης καὶ τοῦ δήμου καθεζομένου, λαβὼν στέφανον τῶν ἑώλων καὶ λαμπάδιον ὥσπερ οἱ μεθύον‐
5τες, αὐλητρίδος ὑφηγουμένης αὐτῷ, πρὸς τὴν ἐκκλησίαν
Pyrrh
.

13

.

7

ἐκώμαζεν. οἷα δ’ ἐν ὄχλῳ δημοκρατίας κόσμον οὐκ ἐχού‐ σης, οἱ μὲν ἐκρότουν ἰδόντες, οἱ δ’ ἐγέλων, ἐκώλυε δ’ οὐ‐ δείς, ἀλλὰ καὶ τὸ γύναιον αὐλεῖν κἀκεῖνον ᾄδειν ἐκέ‐ λευον εἰς μέσον προελθόντα· καὶ τοῦτο ποιήσων ἐπί‐
Pyrrh
.

13

.

8

δοξος ἦν. γενομένης δὲ σιωπῆς „ἄνδρεσ“ ἔφη „Ταραν‐ τῖνοι, καλῶς ποιεῖτε παίζειν καὶ κωμάζειν ἕως ἔξεστι
Pyrrh
.

13

.

9

τοῖς βουλομένοις μὴ φθονοῦντες. ἐὰν δὲ σωφρονῆτε, καὶ πάντες ἀπολαύσετε ἔτι τῆς ἐλευθερίας, ὡς ἕτερα πράγ‐ ματα καὶ βίον καὶ δίαιταν ἕξοντες, ὅταν Πύρρος εἰς τὴν
Pyrrh
.

13

.

10

πόλιν παραγένηται.“ ταῦτα ῥηθέντα τοὺς πολλοὺς ἔπεισε τῶν Ταραντίνων, καὶ θροῦς διέδραμε τῆς ἐκκλησίας ὡς
Pyrrh
.

13

.

11

εὖ λεγομένων. οἱ δὲ τοὺς Ῥωμαίους δεδιότες, μὴ γενο‐ μένης εἰρήνης ἐκδοθῶσι, τόν τε δῆμον ἐλοιδόρουν, εἰ φέρει πράως ἐπικωμαζόμενος οὕτως ἀσελγῶς καὶ παρ‐
Pyrrh
.

13

.

12

οινούμενος, τόν τε Μέτωνα συστραφέντες ἐξέβαλον. οὕτω δὲ τοῦ δόγματος κυρίου γενομένου, πρέσβεις ἔπεμψαν εἰς Ἤπειρον, οὐχ αὑτῶν μόνον, ἀλλὰ καὶ τῶν Ἰταλιωτῶν, δῶρα τῷ Πύρρῳ κομίζοντας καὶ λέγοντας, ὡς ἡγεμόνος
5ἔμφρονος δέονται καὶ δόξαν ἔχοντος, δυνάμεις δ’ αὐτό‐
θεν ὑπάρξουσι μεγάλαι παρά τε Λευκανῶν καὶ Μεσσα‐ πίων καὶ Σαυνιτῶν καὶ Ταραντίνων εἰς δισμυρίους ἱπ‐ πεῖς, πεζῶν δ’ ὁμοῦ πέντε καὶ τριάκοντα μυριάδας.169
Pyrrh
.

13

.

13

ταῦτ’ οὐ μόνον αὐτὸν ἐπῆρε τὸν Πύρρον, ἀλλὰ καὶ τοῖς Ἠπειρώταις προθυμίαν ἐνέβαλε καὶ ὁρμὴν τῆς στρατείας.
Pyrrh
.

14

.

1

Ἦν δέ τις Κινέας Θεσσαλὸς ἀνήρ, τῷ μὲν φρο‐ νεῖν δοκῶν ἱκανὸς εἶναι, Δημοσθένους δὲ τοῦ ῥήτορος ἀκηκοὼς ἐδόκει μόνος ἢ μάλιστα τῶν τότε λεγόντων οἷον ἐν εἰκόνι τῆς ἐκείνου δυνάμεως καὶ δεινότητος ἀνα‐
Pyrrh
.

14

.

2

μιμνῄσκειν τοὺς ἀκούοντας. συνὼν δὲ τῷ Πύρρῳ καὶ πεμπόμενος ἐπὶ τὰς πόλεις, ἐβεβαίου τὸ Εὐριπίδειον (Phoen. 516) ὅτι
3
πᾶν ἐξαιρεῖ λόγος,
5ὃ καὶ σίδηρος πολεμίων δράσειεν ἄν.
5
Pyrrh
.

14

.

3

ὁ γοῦν Πύρρος ἔλεγε πλείονας πόλεις ὑπὸ Κινέου τοῖς λόγοις ἢ τοῖς ὅπλοις ὑφ’ ἑαυτοῦ προσῆχθαι· καὶ διετέ‐
Pyrrh
.

14

.

4

λει τὸν ἄνδρα τιμῶν ἐν τοῖς μάλιστα καὶ χρώμενος. οὗ‐ τος οὖν τὸν Πύρρον ὡρμημένον τόθ’ ὁρῶν ἐπὶ τὴν Ἰτα‐ λίαν, εἰς λόγους ἐπηγάγετο τοιούτους ἰδὼν σχολάζοντα·
Pyrrh
.

14

.

5

„πολεμισταὶ μὲν ὦ Πύρρε Ῥωμαῖοι λέγονται καὶ πολ‐ λῶν ἐθνῶν μαχίμων ἄρχοντες· εἰ δὲ δοίη θεὸς περιγε‐
Pyrrh
.

14

.

6

νέσθαι τῶν ἀνδρῶν, τί χρησόμεθα τῇ νίκῃ;“ καὶ ὁ Πύρ‐ ρος „ἐρωτᾷσ“ εἶπεν „ὦ Κινέα πρᾶγμα φαινόμενον· οὔτε βάρβαρος ἡμῖν ἐκεῖ πόλις οὔθ’ Ἑλληνὶς ἀξιόμαχος Ῥω‐ μαίων κρατηθέντων, ἀλλ’ ἕξομεν εὐθὺς Ἰταλίαν ἅπασαν,
5ἧς μέγεθος καὶ ἀρετὴν καὶ δύναμιν ἄλλῳ πού τινι μᾶλ‐
Pyrrh
.

14

.

7

λον ἀγνοεῖν ἢ σοὶ προσήκει“. μικρὸν οὖν ἐπισχὼν ὁ Κινέας, „Ἰταλίαν δέ“ εἶπεν „ὦ βασιλεῦ λαβόντες, τί
Pyrrh
.

14

.

8

ποιήσομεν;“ καὶ ὁ Πύρρος οὔπω τὴν διάνοιαν αὐτοῦ
καθορῶν, „ἐγγύσ“ εἶπεν „ἡ Σικελία χεῖρας ὀρέγει, νῆσος εὐδαίμων καὶ πολυάνθρωπος, ἁλῶναι δὲ ῥᾴστη· στάσις γὰρ ὦ Κινέα πάντα νῦν ἐκεῖ[να] καὶ ἀναρχία πόλεων καὶ170
Pyrrh
.

14

.

9

δημαγωγῶν ὀξύτης, Ἀγαθοκλέους ἐκλελοιπότος.“ „εἰ‐ κότα“ ἔφη „λέγεισ“ ὁ Κινέας· „ἀλλ’ ἦ τοῦτο πέρας ἡμῖν
Pyrrh
.

14

.

10

τῆς στρατείας, λαβεῖν Σικελίαν;“ „θεόσ“ ὁ Πύρρος ἔφη „νικᾶν διδῴη καὶ κατορθοῦν· τούτοις δὲ προάγωσι χρη‐ σόμεθα πραγμάτων μεγάλων. τίς γὰρ ἂν ἀπόσχοιτο Λι‐ βύης καὶ Καρχηδόνος ἐν ἐφικτῷ γενομένης, ἣν Ἀγαθοκλῆς
5ἀποδρὰς ἐκ Συρακουσῶν κρύφα καὶ περάσας ναυσὶν ὀλίγαις λαβεῖν παρ’ οὐδὲν ἦλθεν; ὅτι δὲ τούτων κρατή‐ σασιν ἡμῖν οὐδεὶς ἀντιστήσεται τῶν νῦν ὑβριζόντων πο‐
Pyrrh
.

14

.

11

λεμίων, τί ἂν λέγοι τις;“ „οὐδέν“ ὁ Κινέας εἶπε· „δῆλον γὰρ ὅτι καὶ Μακεδονίαν ἀναλαβεῖν καὶ τῆς Ἑλλάδος ἄρ‐ χειν ὑπάρξει βεβαίως ἀπὸ τηλικαύτης δυνάμεως. γενο‐
Pyrrh
.

14

.

12

μένων δὲ πάντων ὑφ’ ἡμῖν, τί ποιήσομεν;“ καὶ ὁ Πύρ‐ ρος ἐπιγελάσας, „σχολήν“ ἔφη „ἄξομεν πολλήν, καὶ κώ‐ θων ὦ μακάριε καθημερινὸς ἔσται, καὶ διὰ λόγων συν‐
Pyrrh
.

14

.

13

όντες ἀλλήλους εὐφρανοῦμεν“. ἐνταῦθα δὴ τῶν λόγων καταστήσας τὸν Πύρρον ὁ Κινέας, „εἶτα“ ἔφη „τί νῦν ἐμποδών ἐστιν ἡμῖν βουλομένοις κώθωνι χρῆσθαι καὶ σχολάζειν μετ’ ἀλλήλων, εἰ ταῦτ’ ἔχομεν ἤδη καὶ πάρ‐
5εστιν ἀπραγμόνως, ἔφ’ ἃ δι’ αἵματος καὶ πόνων μεγάλων καὶ κινδύνων μέλλομεν ἀφίξεσθαι, πολλὰ καὶ δράσαντες
Pyrrh
.

14

.

14

ἑτέρους κακὰ καὶ παθόντες;“ τούτοις τοῖς λόγοις ἠνίασε μᾶλλον ἢ μετέθηκε τὸν Πύρρον ὁ Κινέας, νοήσαντα μὲν ὅσην ἀπέλειπεν εὐδαιμονίαν, ὧν δ’ ὠρέγετο τὰς ἐλπίδας ἀφεῖναι μὴ δυνάμενον.
Pyrrh
.

15

.

1

Πρῶτον μὲν οὖν ἀπέστειλε τὸν Κινέαν τοῖς Τα‐171
Pyrrh
.

15

.

2

ραντίνοις, στρατιώτας ἄγοντα τρισχιλίους. ἔπειτα πολ‐ λῶν ἱππηγῶν καὶ καταφράκτων καὶ πορθμείων παντο‐ δαπῶν ἐκ Τάραντος κομισθέντων, ἐνεβίβαζεν ἐλέφαντας εἴκοσι καὶ τρισχιλίους ἱππεῖς, πεζοὺς δὲ δισμυρίους καὶ
Pyrrh
.

15

.

3

δισχιλίους τοξότας καὶ σφενδονήτας πεντακοσίους. γενο‐ μένων δὲ πάντων ἑτοίμων, ἀναχθεὶς ἔπλει· καὶ μέσον ἔχων τὸν Ἰόνιον, ἁρπάζεται βορέᾳ ἀνέμῳ παρ’ ὥραν
Pyrrh
.

15

.

4

ἐκραγέντι. καὶ βιασθεὶς αὐτὸς μὲν ἀρετῇ καὶ προθυμίᾳ ναυτῶν καὶ κυβερνητῶν ἐξανέφερε καὶ προσῆγε τῇ γῇ
Pyrrh
.

15

.

5

πολυπόνως καὶ παραβόλως· τοῦ δ’ ἄλλου στόλου συγχυ‐ θέντος καὶ τῶν νεῶν σκεδασθεισῶν, αἱ μὲν ἀποσφαλεῖσαι τῆς Ἰταλίας ἐξεώσθησαν εἰς τὸ Λιβυκὸν καὶ Σικελικὸν πέλαγος, τὰς δ’ ὑπερβαλεῖν μὴ δυνηθείσας ἄκραν Ἰαπυ‐
5γίαν νύξ τε κατελάμβανε, καὶ πολλὴ καὶ χαλεπὴ θάλασσα παίουσα πρὸς χωρία δύσορμα καὶ τυφλὰ πάσας διέφθειρε
Pyrrh
.

15

.

6

πλὴν τῆς βασιλικῆς. αὕτη δὲ πελαγίου μὲν ἔτι ὄντος τοῦ κύματος ἠμύνετο καὶ διέφευγε μεγέθει καὶ ῥώμῃ τὰς
Pyrrh
.

15

.

7

ἐπιβολὰς τῆς θαλάσσης· ἐπεὶ δὲ περιελθὸν ἀπὸ γῆς ἀπήντα τὸ πνεῦμα καὶ κίνδυνον εἶχεν ἡ ναῦς ἀντίπρῳρος ἱσταμένη πρὸς κλύδωνα πολὺν διαρραγῆναι, τὸ δ’ ἐφέντας αὖθις ἠγριωμένῳ πελάγει καὶ πνεύματι τροπὰς λαμ‐
5βάνοντι παντοδαπὰς φέρεσθαι φοβερώτερον ἐφαίνετο τῶν παρόντων κακῶν, ἄρας ὁ Πύρρος αὑτὸν ἀφῆκεν εἰς θάλασσαν, καὶ τῶν φίλων καὶ τῶν δορυφόρων εὐθὺς ἦν
Pyrrh
.

15

.

8

ἅμιλλα καὶ προθυμία περὶ αὐτόν. ἡ δὲ νὺξ καὶ τὸ κῦμα μετὰ ψόφου μεγάλου καὶ τραχείας ἀνακοπῆς χαλεπὴν ἐποίει τὴν βοήθειαν, ὥστε μόλις ἡμέρας ἤδη μαραινομένου τοῦ πνεύματος ἐκπεσεῖν αὐτὸν ἐπὶ τὴν γῆν, τῷ μὲν σώματι
5παντάπασιν ἀδυνάτως ἔχοντα, τόλμῃ δὲ καὶ ῥώμῃ τῆς
Pyrrh
.

15

.

9

ψυχῆς ἀνταίροντα πρὸς τὴν ἀπορίαν. ἅμα δ’ οἵ τε Μεσσά‐ πιοι, καθ’ οὓς ἐξεβράσθη, συνέθεον βοηθοῦντες ἐκ τῶν παρόντων προθύμως, καὶ προσεφέροντο τῶν σῳζομένων ἔνιαι νεῶν, ἐν αἷς ἦσαν ἱππεῖς μὲν ὀλίγοι παντάπασι, πεζοὶ172
5δὲ δισχιλίων ἐλάττους, ἐλέφαντες δὲ δύο.
Pyrrh
.

16

.

1

Τούτους ἀναλαβὼν ὁ Πύρρος ἐβάδιζεν εἰς Τάραντα. καὶ τοῦ Κινέου προαγαγόντος εἰς ἀπάντησιν ὡς ᾔσθετο τοὺς στρατιώτας, παρελθὼν οὐδὲν ἀκόντων οὐδὲ πρὸς βίαν ἔπραττε τῶν Ταραντίνων, ἕως ἀνεσώθησαν αἱ νῆες
5ἐκ τῆς θαλάττης καὶ συνῆλθεν ἡ πλείστη τῆς δυνάμεως.
Pyrrh
.

16

.

2

τηνικαῦτα δ’ ὁρῶν τὸ πλῆθος ἄνευ μεγάλης ἀνάγκης μήτε σῴζεσθαι δυνάμενον μήτε σῴζειν, ἀλλ’ οἷον ἐκείνου προπολεμοῦντος οἴκοι καθῆσθαι περὶ λουτρὰ καὶ συνουσίας γενόμενον, ἀπέκλεισε μὲν τὰ γυμνάσια καὶ τοὺς περι‐
5πάτους, ἐν οἷς ἀλύοντες ὑπὲρ τῶν πραγμάτων λόγῳ διεστρατήγουν, πότους δὲ καὶ κώμους καὶ θαλίας ἀκαίρους
Pyrrh
.

16

.

3

ἀνεῖλεν, ἐκάλει δὲ πρὸς τὰ ὅπλα, καὶ περὶ τοὺς καταλόγους τῶν στρατευομένων ἀπαραίτητος ἦν καὶ λυπηρός, ὥστε πολλοὺς ἐκ τῆς πόλεως ἀπελθεῖν, ἀηθείᾳ τοῦ ἄρχεσθαι δουλείαν τὸ μὴ πρὸς ἡδονὴν ζῆν καλοῦντας.
Pyrrh
.

16

.

4

Ἐπεὶ δὲ Λαιβῖνος ὁ τῶν Ῥωμαίων ὕπατος ἠγγέλλετο πολλῇ στρατιᾷ χωρεῖν ἐπ’ αὐτόν, ἅμα τὴν Λευκανίαν διαπορθῶν, οὐδέπω μὲν οἱ σύμμαχοι παρῆσαν αὐτῷ, δεινὸν δὲ ποιούμενος ἀνασχέσθαι καὶ περιιδεῖν τοὺς
5πολεμίους ἐγγυτέρω προϊόντας, ἐξῆλθε μετὰ τῆς δυνά‐ μεως, προπέμψας κήρυκα πρὸς τοὺς Ῥωμαίους, εἰ φίλον ἐστὶν αὐτοῖς πρὸ πολέμου δίκας λαβεῖν παρὰ τῶν Ἰταλιω‐
Pyrrh
.

16

.

5

τῶν, αὐτῷ δικαστῇ καὶ διαλλακτῇ χρησαμένους. ἀπο‐ κριναμένου δὲ τοῦ Λαιβίνου μήτε διαλλακτὴν Πύρρον
αἱρεῖσθαι Ῥωμαίους μήτε δεδοικέναι πολέμιον, προ‐ ελθὼν κατεστρατοπέδευσεν ἐν τῷ μεταξὺ πεδίῳ Πανδο‐173
Pyrrh
.

16

.

6

σίας πόλεως καὶ Ἡρακλείας. πυθόμενος δὲ τοὺς Ῥωμαί‐ ους ἐγγὺς εἶναι καὶ πέραν τοῦ Σίριος ποταμοῦ καταστρα‐
Pyrrh
.

16

.

7

τοπεδεύειν, προσίππευσε τῷ ποταμῷ θέας ἕνεκα· καὶ κατ‐ ιδὼν τάξιν τε καὶ φυλακὰς καὶ κόσμον αὐτῶν καὶ τὸ σχῆμα τῆς στρατοπεδείας, ἐθαύμασε καὶ τῶν φίλων προσ‐ αγορεύσας τὸν ἐγγυτάτω „τάξις μέν“ εἶπεν „ὦ Μεγά‐
5κλεις αὕτη τῶν βαρβάρων οὐ βάρβαρος, τὸ δ’ ἔργον εἰ‐
Pyrrh
.

16

.

8

σόμεθα.“ καὶ διὰ φροντίδος ἔχων ἤδη τὸ μέλλον, ἔγνω τοὺς συμμάχους ἀναμένειν, τοῖς δὲ Ῥωμαίοις, ἂν πρότε‐ ρον ἐπιχειρῶσι διαβαίνειν, ἐπέστησε φυλακὴν ὑπὲρ τοῦ
Pyrrh
.

16

.

9

ποταμοῦ τὴν εἴρξουσαν. οἱ δ’ ἅπερ ἐκεῖνος ἔγνω περι‐ μένειν φθῆναι σπεύδοντες, ἐνεχείρουν τῇ διαβάσει, κατὰ πόρον μὲν οἱ πεζοί, πολλαχόθεν δ’ οἱ ἱππεῖς διεξελαύ‐
Pyrrh
.

16

.

10

νοντες τὸν ποταμόν, ὥστε δείσαντας τὴν κύκλωσιν ἀνα‐ χωρεῖν τοὺς Ἕλληνας, αἰσθόμενον δὲ τὸν Πύρρον καὶ διαταραχθέντα, τοῖς μὲν ἡγεμόσι τοῦ πεζοῦ παρεγγυᾶν εὐθὺς εἰς τάξιν καθίστασθαι καὶ περιμένειν ἐν τοῖς
5ὅπλοις, αὐτὸν δὲ τοῖς ἱππεῦσι παρεξελάσαι τρισχιλίοις οὖ‐ σιν, ἐλπίζοντα διαβαίνοντας ἔτι καὶ διεσπασμένους ἀτά‐
Pyrrh
.

16

.

11

κτους λήψεσθαι τοὺς Ῥωμαίους. ἐπεὶ δ’ ἑώρα θυρεούς τε πολλοὺς ὑπερφαινομένους τοῦ ποταμοῦ καὶ τοὺς ἱπ‐ πεῖς ἐπελαύνοντας ἐν τάξει, συστρέψας ἐνέβαλε πρῶτος, αὐτόθεν τε περίοπτος ὢν ὅπλων κάλλει καὶ λαμπρότητι
5κεκοσμημένων περιττῶς, καὶ τὴν δόξαν ἐπιδεικνύμενος ἔργοις οὐκ ἀποδέουσαν αὐτοῦ τῆς ἀρετῆς, μάλιστα δ’ ὅτι τὰς χεῖρας καὶ τὸ σῶμα παρέχων τῷ ἀγῶνι καὶ τοὺς καθ’ αὑτὸν ἀμυνόμενος ἐρρωμένως, οὐ συνεχεῖτο τὸν λογισμὸν οὐδὲ τοῦ φρονεῖν ἐξέπιπτεν, ἀλλ’ ὥσπερ ἔξωθεν ἐφορῶν
10διεκυβέρνα τὸν πόλεμον, αὐτὸς μεταθέων ἑκασταχόσε καὶ174
Pyrrh
.

16

.

12

παραβοηθῶν τοῖς ἐκβιάζεσθαι δοκοῦσιν. ἔνθα δὴ Λεον‐ νάτος ὁ Μακεδὼν ἄνδρα κατιδὼν Ἰταλὸν ἐπέχοντα τῷ Πύρρῳ καὶ τὸν ἵππον ἀντιπαρεξάγοντα καὶ συμμεθιστά‐
Pyrrh
.

16

.

13

μενον ἀεὶ καὶ συγκινούμενον, „ὁρᾷσ“ εἶπεν „ὦ βασιλεῦ τὸν βάρβαρον ἐκεῖνον, ὃν ὁ μέλας ἵππος ὁ λευκόπους φέρει; μέγα τι βουλευομένῳ καὶ δεινὸν ὅμοιός ἐστι. σοὶ γὰρ ἐνορᾷ καὶ πρὸς σὲ τέταται, πνεύματος μεστὸς ὢν καὶ
5θυμοῦ, τοὺς δ’ ἄλλους ἐᾷ χαίρειν. ἀλλὰ σὺ φυλάττου
Pyrrh
.

16

.

14

τὸν ἄνδρα.“ καὶ ὁ Πύρρος ἀπεκρίνατο· „τὸ μὲν εἱμαρ‐ μένον ὦ Λεοννάτε διαφυγεῖν ἀδύνατον· χαίρων δ’ οὔθ’ οὗτος οὔτ’ ἄλλος τις Ἰταλῶν εἰς χεῖρας ἡμῖν σύνεισιν.“
Pyrrh
.

16

.

15

ἔτι ταῦτα προσδιαλεγομένων, ὁ Ἰταλὸς διαλαβὼν τὸ δόρυ καὶ συστρέψας τὸν ἵππον ὥρμησεν ἐπὶ τὸν Πύρρον. εἶθ’ ἅμα παίει μὲν αὐτὸς τῷ δόρατι τοῦ βασιλέως τὸν
Pyrrh
.

16

.

16

ἵππον, παίει δὲ τὸν ἐκείνου παραβαλὼν ὁ Λεοννάτος. ἀμ‐ φοτέρων δὲ τῶν ἵππων πεσόντων, τὸν μὲν Πύρρον οἱ φί‐ λοι περισχόντες ἀνήρπασαν, τὸν δ’ Ἰταλὸν μαχόμενον διέφθειραν. ἦν δὲ τῷ γένει Φρεντανός, ἴλης ἡγεμών,
5Ὄπλακος ὄνομα.
Pyrrh
.

17

.

1

Τοῦτο δ’ ἐδίδαξε τὸν Πύρρον μᾶλλον φυλάττεσθαι· καὶ τοὺς ἱππεῖς ὁρῶν ἐνδιδόντας, μετεπέμπετο τὴν φάλαγγα καὶ παρέταττεν, αὐτὸς δὲ τὴν χλαμύδα καὶ τὰ ὅπλα παραδοὺς ἑνὶ τῶν ἑταίρων Μεγακλεῖ, τοῖς δ’ ἐκείνου
5τρόπον τινὰ κατακρύψας ἑαυτόν, ἐπῆγε τοῖς Ῥωμαίοις.
Pyrrh
.

17

.

2

δεξαμένων δ’ ἐκείνων καὶ συμβαλόντων, χρόνον τε πολὺν εἱστήκει τὰ τῆς μάχης ἄκριτα, καὶ τροπὰς ἑπτὰ λέγεται φευγόντων ἀνάπαλιν καὶ διωκόντων γενέσθαι.
Pyrrh
.

17

.

3

καὶ γὰρ ἡ διάμειψις τῶν ὅπλων, ἐν καιρῷ πρὸς σωτηρίαν αὐτοῦ γενομένη τοῦ βασιλέως, ὀλίγον ἐδέησεν ἀνατρέψαι
Pyrrh
.

17

.

4

τὰ πράγματα καὶ διαφθεῖραι τὴν νίκην. πολλῶν γὰρ ἐφιεμένων τοῦ Μεγακλέους, ὁ πρῶτος πατάξας καὶ καταβαλὼν αὐτόν, ὄνομα Δέξιος, ἀφαρπάσας τὸ κράνος καὶ τὴν χλαμύδα τῷ Λαιβίνῳ προσίππευσεν ἀναδεικνύων175
Pyrrh
.

17

.

5

ἅμα καὶ βοῶν ἀνῃρηκέναι τὸν Πύρρον. ἦν οὖν, παρὰ τὰς τάξεις τῶν λαφύρων παραφερομένων καὶ ἀναδεικνυμένων, τοῖς τε Ῥωμαίοις χαρὰ μετ’ ἀλαλαγμοῦ καὶ τοῖς Ἕλλησιν ἀθυμία καὶ κατάπληξις, ἄχρι οὗ μαθὼν ὁ Πύρρος τὸ
5γινόμενον παρήλαυνε γυμνῷ τῷ προσώπῳ, τήν τε δεξιὰν ὀρέγων τοῖς μαχομένοις καὶ τῇ φωνῇ σημαίνων ἑαυτόν.
Pyrrh
.

17

.

6

τέλος δὲ τῶν θηρίων ἐκβιαζομένων μάλιστα τοὺς Ῥω‐ μαίους, καὶ τῶν ἵππων πρὶν ἐγγὺς γενέσθαι δυσανα‐ σχετούντων καὶ παραφερόντων τοὺς ἐπιβάτας, ἐπαγαγὼν τὴν Θεσσαλικὴν ἵππον αὐτοῖς ταρασσομένοις, ἐτρέψατο
Pyrrh
.

17

.

7

πολλῷ φόνῳ. Διονύσιος (19, 12) μὲν οὖν ὀλίγῳ τῶν πεντακισχιλίων καὶ μυρίων ἐλάσσονας πεσεῖν ἱστορεῖ Ῥωμαίων, Ἱερώνυμος (FGrH 154 F 11) δὲ μόνους ἑπτακισ‐ χιλίους, τῶν δὲ περὶ Πύρρον ὁ μὲν Διονύσιος μυρίους
5καὶ τρισχιλίους, ὁ δ’ Ἱερώνυμος ἐλάττονας τῶν τετρα‐
Pyrrh
.

17

.

8

κισχιλίων· κράτιστοι δ’ ἦσαν οὗτοι, καὶ τῶν φίλων ὁ Πύρρος καὶ τῶν στρατηγῶν, οἷς μάλιστα χρώμενος
Pyrrh
.

17

.

9

διετέλει καὶ πιστεύων, ἀπέβαλεν. οὐ μὴν ἀλλὰ καὶ τὸ στρατόπεδον ἔλαβε τῶν Ῥωμαίων ἐκλιπόντων, καὶ πόλεις συμμαχίδας αὐτῶν προσηγάγετο, καὶ χώραν πολλὴν διεπόρθησε, καὶ προῆλθεν ὅσον μὴ πλέον σταδίων
Pyrrh
.

17

.

10

τριακοσίων ἀποσχεῖν τῆς Ῥώμης. ἀφίκοντο δ’ αὐτῷ Λευκανῶν τε πολλοὶ καὶ Σαυνιτῶν μετὰ τὴν μάχην, οὓς ἐμέμψατο μὲν ὑστερήσαντας, ἦν δὲ δῆλος ἡδόμενος καὶ μέγα φρονῶν, ὅτι μόνοις τοῖς μετ’ αὐτοῦ καὶ Ταραντίνοις
5ἐκράτησε τῆς μεγάλης Ῥωμαίων δυνάμεως.176
Pyrrh
.

18

.

1

Ῥωμαῖοι δὲ Λαιβῖνον μὲν οὐκ ἀπήλλαξαν τῆς ἀρχῆς· καίτοι λέγεται Γάιον Φαβρίκιον εἰπεῖν, ὡς οὐκ Ἠπειρῶται Ῥωμαίους, ἀλλὰ Πύρρος νενικήκοι Λαιβῖνον, οἰόμενον οὐ τῆς δυνάμεως, ἀλλὰ τῆς στρατηγίας γεγονέ‐
Pyrrh
.

18

.

2

ναι τὴν ἧτταν· ἀναπληροῦντες δὲ τὰς τάξεις καὶ συντάτ‐ τοντες ἑτέρας προθύμως, καὶ λόγους ἀδεεῖς καὶ σοβα‐ ροὺς περὶ τοῦ πολέμου λέγοντες, ἔκπληξιν τῷ Πύρρῳ παρ‐
Pyrrh
.

18

.

3

εῖχον. ἔδοξεν οὖν αὐτῷ πέμψαντι πρότερον διάπειραν λαβεῖν τῶν ἀνδρῶν εἰ συμβατικῶς ἔχοιεν, ἡγουμένῳ τὸ μὲν ἑλεῖν τὴν πόλιν καὶ κρατῆσαι παντάπασιν οὐ μικρὸν ἔργον οὐδὲ τῆς παρούσης δυνάμεως εἶναι, τὴν δὲ φιλίαν
5καὶ τὰς διαλύσεις κάλλιστ’ ἔχειν πρὸς δόξαν αὐτῷ μετὰ
Pyrrh
.

18

.

4

νίκην. πεμφθεὶς οὖν ὁ Κινέας ἐνετύγχανε τοῖς δυνατοῖς, καὶ δῶρα παισὶν αὐτῶν καὶ γυναιξὶν ἔπεμψε παρὰ τοῦ
Pyrrh
.

18

.

5

βασιλέως. ἔλαβε δ’ οὐδείς, ἀλλ’ ἀπεκρίναντο πάντες καὶ πᾶσαι, ὅτι δημοσίᾳ σπονδῶν γενομένων καὶ τὰ παρ’ αὐ‐
Pyrrh
.

18

.

6

τῶν ὑπάρξει πρόθυμα τῷ βασιλεῖ καὶ κεχαρισμένα. πρὸς δὲ τὴν σύγκλητον ἐπαγωγὰ τοῦ Κινέου πολλὰ καὶ φιλάν‐ θρωπα διαλεχθέντος, ἄσμενοι μὲν οὐδὲν οὐδ’ ἑτοίμως ἐδέχοντο, καίπερ ἄνδρας τε τοὺς ἡλωκότας ἐν τῇ μάχῃ
5δίχα λύτρων ἀφιέντος αὐτοῖς τοῦ Πύρρου καὶ συγκατερ‐ γάσεσθαι τὴν Ἰταλίαν ἐπαγγελλομένου, φιλίαν δ’ ἀντὶ τούτων ἑαυτῷ καὶ τοῖς Ταραντίνοις ἄδειαν, ἕτερον δὲ
Pyrrh
.

18

.

7

μηδὲν αἰτουμένου· δῆλοί γε μὴν ἦσαν ἐνδιδόντες οἱ πολ‐ λοὶ πρὸς τὴν εἰρήνην, ἡττημένοι τε μεγάλῃ μάχῃ καὶ προσδοκῶντες ἑτέραν ἀπὸ μείζονος δυνάμεως, τῶν
Pyrrh
.

18

.

8

Ἰταλικῶν τῷ Πύρρῳ προσγεγονότων. ἔνθα δὴ Κλαύδιος Ἄππιος, ἀνὴρ ἐπιφανής, ὑπὸ δὲ γήρως ἅμα καὶ πηρώσεως ὀμμάτων ἀπειρηκὼς πρὸς τὴν πολιτείαν καὶ πεπαυμένος, ἀπαγγελλομένων τότε τῶν παρὰ τοῦ βασιλέως, καὶ λόγου177
5κατασχόντος, ὡς μέλλει ψηφίζεσθαι τὰς διαλύσεις ἡ σύγ‐ κλητος, οὐκ ἐκαρτέρησεν, ἀλλὰ τοὺς θεράποντας ἄρασθαι κελεύσας αὑτόν, ἐκομίζετο πρὸς τὸ βουλευτήριον ἐν φο‐
Pyrrh
.

18

.

9

ρείῳ δι’ ἀγορᾶς. γενόμενον δὲ πρὸς ταῖς θύραις οἱ μὲν παῖδες ἅμα τοῖς γαμβροῖς ὑπολαβόντες καὶ περισχόντες εἰσῆγον, ἡ δὲ βουλὴ σιωπὴν αἰδουμένη τὸν ἄνδρα μετὰ τιμῆς ἔσχεν.
Pyrrh
.

19

.

1

Ὁ δ’ αὐτόθεν καταστάς „πρότερον μέν“ ἔφη „τὴν περὶ τὰ ὄμματα τύχην ἀνιαρῶς ἔφερον, ὦ Ῥωμαῖοι, νῦν δ’ ἄχθομαι πρὸς τῷ τυφλὸς εἶναι μὴ καὶ κωφὸς ὤν, ἀλλ’ ἀκούων αἰσχρὰ βουλεύματα καὶ δόγμαθ’ ὑμῶν, ἀνατρέ‐
Pyrrh
.

19

.

2

ποντα τῆς Ῥώμης τὸ κλέος. ποῦ γὰρ ὑμῶν ὁ πρὸς ἅπαντας ἀνθρώπους θρυλούμενος ἀεὶ λόγος, ὡς εἰ παρῆν ἐκεῖνος εἰς Ἰταλίαν ὁ μέγας Ἀλέξανδρος καὶ συνηνέχθη νέοις ἡμῖν καὶ τοῖς πατράσιν ἡμῶν ἀκμάζουσιν, οὐκ ἂν ὑμνεῖτο
5νῦν ἀνίκητος, ἀλλ’ ἢ φυγὼν ἂν ἤ που πεσὼν ἐνταῦθα τὴν
Pyrrh
.

19

.

3

Ῥώμην ἐνδοξοτέραν ἀπέλιπε; ταῦτα μέντοι κενὴν ἀλαζο‐ νείαν καὶ κόμπον ἀποδείκνυτε, Χάονας καὶ Μολοσσοὺς τὴν ἀεὶ Μακεδόνων λείαν δεδιότες, καὶ τρέμοντες Πύρρον, ὃς τῶν Ἀλεξάνδρου δορυφόρων ἕνα γοῦν ἀεὶ περιέπων καὶ
5θεραπεύων διατετέλεκε, καὶ νῦν οὐ βοηθῶν τοῖς ἐνταῦθα μᾶλλον Ἕλλησιν ἢ φεύγων τοὺς ἐκεῖ πολεμίους πλανᾶται περὶ τὴν Ἰταλίαν, ἐπαγγελλόμενος ἡμῖν τὴν ἡγεμονίαν ἀπὸ ταύτης τῆς δυνάμεως, ἣ μέρος μικρὸν αὐτῷ Μακε‐
Pyrrh
.

19

.

4

δονίας οὐκ ἤρκεσε διαφυλάξαι. μὴ τοῦτον οὖν ἀπαλλάξειν νομίζετε ποιησάμενοι φίλον, ἀλλ’ ἐκείνους ἐπάξεσθαι
καταφρονήσαντας ὑμῶν ὡς πᾶσιν εὐκατεργάστων, εἰ Πύρρος ἄπεισι μὴ δοὺς δίκην ὧν ὕβρισεν, ἀλλὰ καὶ178
5προσλαβὼν μισθὸν τὸ ἐπεγγελάσαι Ῥωμαίοις Ταραν‐
Pyrrh
.

19

.

5

τίνους καὶ Σαυνίτας.“ τοιαῦτα τοῦ Ἀππίου διαλεχθέντος, ὁρμὴ παρέστη πρὸς τὸν πόλεμον αὐτοῖς, καὶ τὸν Κινέαν ἀποπέμπουσιν ἀποκρινάμενοι, Πύρρον ἐξελθόντα τῆς Ἰταλίας, οὕτως εἰ δέοιτο περὶ φιλίας καὶ συμμαχίας
5διαλέγεσθαι, μέχρι δ’ οὗ πάρεστιν ἐν ὅπλοις, πολεμήσειν αὐτῷ Ῥωμαίους κατὰ κράτος, κἂν μυρίους ἔτι Λαιβίνους
Pyrrh
.

19

.

6

τρέψηται μαχόμενος. λέγεται δὲ Κινέαν, ἐν ᾧ ταῦτ’ ἔπραττεν, ἅμα ποιησάμενον ἔργον καὶ σπουδάσαντα τῶν τε βίων γενέσθαι θεατὴν καὶ τῆς πολιτείας τὴν ἀρετὴν κατανοῆσαι, καὶ διὰ λόγων ἐλθόντα τοῖς ἀρίστοις, τά τ’
5ἄλλα τῷ Πύρρῳ φράσαι καὶ εἰπεῖν ὡς ἡ σύγκλητος αὐτῷ
Pyrrh
.

19

.

7

βασιλέων πολλῶν συνέδριον φανείη· περὶ δὲ τοῦ πλήθους δεδιέναι, μὴ πρός τινα φανῶσι Λερναίαν ὕδραν μαχόμενοι· διπλασίους γὰρ ἤδη τῷ ὑπάτῳ τῶν παρατεταγμένων πρότερον ἠθροῖσθαι, καὶ πολλάκις εἶναι τοσούτους ἔτι
5τῶν Ῥωμαίων ὅπλα φέρειν δυναμένους.
Pyrrh
.

20

.

1

Ἐκ τούτου πρέσβεις ἀφίκοντο περὶ τῶν αἰχμα‐ λώτων οἱ περὶ Γάιον Φαβρίκιον, οὗ πλεῖστον ἔφη Ῥω‐ μαίους λόγον ἔχειν ὁ Κινέας ὡς ἀνδρὸς ἀγαθοῦ καὶ πο‐
Pyrrh
.

20

.

2

λεμικοῦ, πένητος δ’ ἰσχυρῶς. τοῦτον οὖν ὁ Πύρρος ἰδίᾳ φιλοφρονούμενος ἔπειθε λαβεῖν χρυσίον, ἐπ’ οὐδενὶ δῆ‐
θεν αἰσχρῷ, φιλίας δέ τι καὶ ξενίας ἐπονομάζων τοῦτο179
Pyrrh
.

20

.

3

σύμβολον. ἀπωσαμένου δὲ τοῦ Φαβρικίου, τότε μὲν ἡσύ‐ χασε, τῇ δ’ ὑστεραίᾳ βουλόμενος αὐτὸν ἐκπλῆξαι μήπω θεατὴν ἐλέφαντος γεγενημένον, ἐκέλευσε τῶν θηρίων τὸ μέγιστον ἐξόπισθεν αὐτοῖς παραστῆσαι κοινολογουμένοις,
Pyrrh
.

20

.

4

αὐλαίαν παρατείναντας. ἐγένετο δὴ ταῦτα· καὶ σημείου δοθέντος ἡ μὲν αὐλαία παρήχθη, τὸ δὲ θηρίον ἄφνω τήν τε προνομαίαν ἀράμενον ὑπερέσχε τῆς κεφαλῆς τοῦ Φα‐
Pyrrh
.

20

.

5

βρικίου καὶ φωνὴν ἀφῆκε φοβερὰν καὶ τραχεῖαν. ὁ δ’ ἠρέ‐ μα μεταστραφεὶς καὶ διαμειδιάσας πρὸς τὸν Πύρρον εἶπεν· „οὔτε χθές με τὸ χρυσίον ἐκίνησεν οὔτε σήμερον
Pyrrh
.

20

.

6

τὸ θηρίον.“ ἐν δὲ τῷ δείπνῳ λόγων παντοδαπῶν γενο‐ μένων, πλείστων δὲ περὶ τῆς Ἑλλάδος καὶ τῶν φιλοσο‐ φούντων, ἔτυχέ πως ὁ Κινέας ἐπιμνησθεὶς τοῦ Ἐπικού‐ ρου, καὶ διῆλθεν ἃ λέγουσι περὶ θεῶν καὶ πολιτείας καὶ
5τέλους, τὸ μὲν ἐν ἡδονῇ τιθέμενοι, πολιτείαν δὲ φεύγον‐ τες ὡς βλάβην καὶ σύγχυσιν τοῦ μακαρίου, τὸ δὲ θεῖον ἀπωτάτω χάριτος καὶ ὀργῆς καὶ τοῦ μέλειν ἡμῶν εἰς ἀπράγμονα βίον καὶ μεστὸν εὐπαθειῶν ἀποικίζοντες.
Pyrrh
.

20

.

7

ἔτι δ’ αὐτοῦ λέγοντος, ἀνακραγὼν ὁ Φαβρίκιος „ὦ Ἡρά‐ κλεις,“ εἶπε „Πύρρῳ τὰ δόγματα μέλοι ταῦτα καὶ Σαυνί‐
Pyrrh
.

20

.

8

ταις, ἕως πολεμοῦσι πρὸς ἡμᾶς.“ οὕτω δὴ θαυμάσας τὸ φρόνημα τοῦ ἀνδρὸς καὶ τὸ ἦθος ὁ Πύρρος ἔτι μᾶλλον ὠρέγετο φιλίαν ἀντὶ πολέμου πρὸς τὴν πόλιν αὐτῷ γε‐ νέσθαι, κἀκεῖνον ἰδίᾳ παρεκάλει ποιησάμενον τὰς δια‐
5λύσεις ἕπεσθαι καὶ συζῆν μετ’ αὐτοῦ, πρῶτον ὄντα πάν‐
Pyrrh
.

20

.

9

των τῶν ἑταίρων καὶ τῶν στρατηγῶν. ὁ δ’ ἡσυχῇ λέγε‐ ται πρὸς αὐτὸν εἰπεῖν· „ἀλλ’ οὐδὲ σοὶ τοῦτο βασιλεῦ λυσιτελές ἐστιν· αὐτοὶ γὰρ οἱ νῦν σε τιμῶντες καὶ θαυ‐
μάζοντες, ἂν ἐμοῦ πεῖραν λάβωσιν, ὑπ’ ἐμοῦ μᾶλλον180
Pyrrh
.

20

.

10

ἐθελήσουσιν ἢ σοῦ βασιλεύεσθαι.“ τοιοῦτος μὲν ὁ Φα‐ βρίκιος. ὁ δὲ Πύρρος οὐ πρὸς ὀργὴν οὐδὲ τυραννικῶς ἐδέξατο τὸν λόγον, ἀλλὰ καὶ τοῖς φίλοις ἀπήγγειλε τοῦ Φαβρικίου τὴν μεγαλοφροσύνην, καὶ τοὺς αἰχμαλώτους
5ἐκείνῳ μόνῳ διεπίστευσεν, ὅπως εἰ μὴ ψηφίσαιτο τὴν εἰρήνην ἡ σύγκλητος, ἀσπασάμενοι τοὺς προσήκοντας καὶ τὰ Κρόνια διεορτάσαντες ἀποπεμφθεῖεν πάλιν πρὸς
Pyrrh
.

20

.

11

αὐτόν. καὶ ἀπεπέμφθησαν μετὰ τὴν ἑορτήν, τῷ ὑπολει‐ φθέντι τῆς βουλῆς ζημίαν θάνατον ψηφισαμένης.
Pyrrh
.

21

.

1

Μετὰ ταῦτα τοῦ Φαβρικίου τὴν ἀρχὴν παραλα‐ βόντος, ἧκεν ἀνὴρ εἰς τὸ στρατόπεδον πρὸς αὐτόν, ἐπι‐ στολὴν κομίζων ἣν ἔγραψεν ὁ τοῦ βασιλέως ἰατρός, ἐπαγ‐ γελλόμενος φαρμάκοις ἀναιρήσειν τὸν Πύρρον, εἰ χάρις
5αὐτῷ παρ’ ἐκείνων ὁμολογηθείη λύσαντι τὸν πόλεμον
Pyrrh
.

21

.

2

ἀκινδύνως. ὁ δὲ Φαβρίκιος δυσχεράνας πρὸς τὴν ἀδι‐ κίαν τοῦ ἀνθρώπου, καὶ τὸν συνάρχοντα διαθεὶς ὁμοίως, ἔπεμψε γράμματα πρὸς τὸν Πύρρον κατὰ τάχος, φυλάττε‐
Pyrrh
.

21

.

3

σθαι τὴν ἐπιβουλὴν κελεύων. εἶχε δ’ οὕτως τὰ γεγραμ‐ μένα· „Γάιος Φαβρίκιος καὶ Κόιντος Αἰμίλιος ὕπατοι Ῥωμαίων Πύρρῳ βασιλεῖ χαίρειν. οὔτε φίλων εὐτυχὴς
Pyrrh
.

21

.

4

ἔοικας εἶναι κριτὴς οὔτε πολεμίων. γνώσῃ δὲ τὴν πεμ‐ φθεῖσαν ἡμῖν ἐπιστολὴν ἀναγνούς, ὅτι χρηστοῖς καὶ δι‐ καίοις ἀνδράσι πολεμεῖς, ἀδίκοις δὲ καὶ κακοῖς πιστεύεις. οὐδὲ γὰρ ταῦτα σῇ χάριτι μηνύομεν, ἀλλ’ ὅπως μὴ τὸ
5σὸν πάθος ἡμῖν διαβολὴν ἐνέγκῃ καὶ δόλῳ δόξωμεν, ὡς
Pyrrh
.

21

.

5

ἀρετῇ μὴ δυνάμενοι, κατεργάσασθαι τὸν πόλεμον.“ ἐν‐ τυχὼν τούτοις τοῖς γράμμασιν ὁ Πύρρος καὶ τὴν ἐπιβου‐ λὴν ἐξελέγξας, τὸν μὲν ἰατρὸν ἐκόλασε, Φαβρικίῳ δὲ καὶ Ῥωμαίοις ἀμοιβὴν ἐδωρεῖτο προῖκα τοὺς αἰχμαλώτους,181
5καὶ πάλιν ἔπεμψε τὸν Κινέαν διαπραξόμενον αὐτῷ τὴν
Pyrrh
.

21

.

6

εἰρήνην. οἱ δὲ Ῥωμαῖοι μήτ’ εἰ χάρις ἐστὶ παρὰ πολε‐ μίου, μήτ’ εἰ μισθὸς τοῦ μὴ ἀδικηθῆναι, λαβεῖν προῖκα τοὺς ἄνδρας ἀξιώσαντες, ἴσους ἀπέλυσαν αὐτῷ Ταραντί‐ νων καὶ Σαυνιτῶν, περὶ δὲ φιλίας καὶ εἰρήνης οὐδὲν εἴων
5διαλέγεσθαι, πρὶν 〈ἂν〉 ἀράμενος τὰ ὅπλα καὶ τὸν στρατὸν ἐξ Ἰταλίας αἷς ἦλθε ναυσὶν ἀποπλεύσῃ πάλιν εἰς Ἤπειρον.
Pyrrh
.

21

.

7

Ἐκ τούτου μάχης ἄλλης τῶν πραγμάτων αὐτῷ δεομέ‐ νων, ἀναλαβὼν τὴν στρατιὰν ἐχώρει, καὶ περὶ Ἄσκλον πόλιν τοῖς Ῥωμαίοις συνάψας καὶ βιαζόμενος πρὸς χω‐ ρία δύσιππα καὶ ποταμὸν ἰλυώδη καὶ τραχύν, ἔφοδον
5τῶν θηρίων οὐ λαβόντων, ὥστε προσμεῖξαι τῇ φάλαγγι, τραυμάτων πολλῶν γενομένων καὶ νεκρῶν πεσόντων,
Pyrrh
.

21

.

8

τότε μὲν διεκρίθη μέχρι νυκτὸς ἀγωνισάμενος. τῇ δ’ ὑστε‐ ραίᾳ στρατηγῶν δι’ ὁμαλοῦ τὴν μάχην θέσθαι καὶ τοὺς ἐλέφαντας ἐν τοῖς ὅπλοις γενέσθαι τῶν πολεμίων, προ‐ έλαβε τὰς δυσχωρίας φυλακῇ, καὶ πολλὰ καταμείξας
5ἀκοντίσματα καὶ τοξεύματα τοῖς θηρίοις, ἐπῆγε μετὰ ῥώμης καὶ βίας πυκνὴν καὶ συντεταγμένην τὴν δύναμιν.
Pyrrh
.

21

.

9

οἱ δὲ Ῥωμαῖοι τὰς διακλίσεις καὶ τὰς ἀντιπαραγωγὰς τὰς πρότερον οὐκ ἔχοντες, ἐξ ἐπιπέδου συνεφέροντο κατὰ
Pyrrh
.

21

.

10

στόμα· καὶ σπεύδοντες ὤσασθαι τοὺς ὁπλίτας πρὶν ἐπι‐ βῆναι τὰ θηρία, δεινοὺς περὶ τὰς σαρίσας τῶν ξιφῶν ἀγῶ‐
νας εἶχον, ἀφειδοῦντες ἑαυτῶν καὶ 〈πρὸσ〉 τὸ τρῶσαι καὶ καταβαλεῖν ὁρῶντες, τὸ δὲ παθεῖν εἰς οὐδὲν τιθέμενοι.182
Pyrrh
.

21

.

11

χρόνῳ δὲ πολλῷ λέγεται μὲν ἀρχὴ τροπῆς κατ’ αὐτὸν γενέσθαι τὸν Πύρρον, ἐπερείσαντα τοῖς ἀντιτεταγμένοις, τὸ δὲ πλεῖστον ἀλκῇ καὶ βίᾳ τῶν ἐλεφάντων κατειργά‐ σατο, χρήσασθαι τῇ ἀρετῇ πρὸς τὴν μάχην τῶν Ῥωμαίων
5μὴ δυναμένων, ἀλλ’ οἷον ἐφόδῳ κύματος ἢ σεισμοῦ κατερείποντος οἰομένων δεῖν ἐξίστασθαι, μηδ’ ὑπομένειν ἀπράκτους ἀποθνῄσκειν, ἐν τῷ μηδὲν ὠφελεῖν πάντα πά‐
Pyrrh
.

21

.

12

σχοντας τὰ χαλεπώτατα. τῆς δὲ φυγῆς οὐ μακρᾶς εἰς τὸ στρατόπεδον γενομένης, ἑξακισχιλίους ἀποθανεῖν φησι τῶν Ῥωμαίων Ἱερώνυμος (FGrH 154 F 12), τῶν δὲ περὶ Πύρρον ἐν τοῖς βασιλικοῖς ὑπομνήμασιν (FGrH 229 F 2)
5ἀνενεχθῆναι τρισχιλίους πεντακοσίους καὶ πέντε τεθνη‐
Pyrrh
.

21

.

13

κότας. ὁ μέντοι Διονύσιος (20, 1—3) οὔτε δύο περὶ Ἄσκλον μάχας οὔθ’ ὁμολογουμένην ἧτταν ἱστορεῖ γενέσθαι Ῥωμαίων, ἅπαξ δὲ μέχρι δυσμῶν ἡλίου μαχεσαμένους μόλις ἀπαλλαγῆναι, τοῦ Πύρρου τρωθέντος ὑσσῷ τὸν
5βραχίονα καὶ τὴν ἀποσκευὴν ἅμα Δαυνίων διαρπασάντων, ἀποθανεῖν δὲ καὶ Πύρρου καὶ Ῥωμαίων ἄνδρας ὑπὲρ
Pyrrh
.

21

.

14

μυρίους πεντακισχιλίους ἑκατέρων. διελύθησαν δ’ ἀμ‐ φότεροι· καὶ λέγεται τὸν Πύρρον εἰπεῖν πρός τινα τῶν συνηδομένων αὐτῷ· „ἂν ἔτι μίαν μάχην Ῥωμαίους νική‐
Pyrrh
.

21

.

15

σωμεν, ἀπολούμεθα παντελῶς.“ πολὺ μὲν γὰρ ἀπωλώ‐ λει μέρος ἧς ἄγων ἧκε δυνάμεως, φίλοι δὲ καὶ στρατη‐ γοὶ πλὴν ὀλίγων ἅπαντες, μεταπέμπεσθαι δ’ οὐκ ἦσαν ἕτεροι, καὶ τοὺς αὐτόθι συμμάχους ἀμβλυτέρους ἑώρα,
5τοῖς δὲ Ῥωμαίοις ὥσπερ ἐκ πηγῆς οἴκοθεν ἐπιρρεούσης
ἀναπληρούμενον εὐπόρως καὶ ταχὺ τὸ στρατόπεδον, καὶ ταῖς ἥτταις οὐκ ἀποβάλλοντας τὸ θαρρεῖν, ἀλλὰ καὶ ῥώ‐ μην καὶ φιλονικίαν ὑπ’ ὀργῆς ἐπὶ τὸν πόλεμον προσ‐ λαμβάνοντας.183
Pyrrh
.

22

.

1

Ἐν τοιαύταις δ’ ὢν ἀπορίαις, εἰς ἐλπίδας αὖ πά‐ λιν καινὰς ἐνέπεσε καὶ πράγματα διχοστασίαν ἔχοντα
Pyrrh
.

22

.

2

τῆς γνώμης. ἅμα γὰρ ἧκον ἐκ μὲν Σικελίας ἄνδρες, Ἀκράγαντα καὶ Συρακούσας καὶ Λεοντίνους ἐγχειρίζον‐ τες αὐτῷ καὶ δεόμενοι Καρχηδονίους τε συνεκβαλεῖν καὶ τῶν τυράννων ἀπαλλάξαι τὴν νῆσον, ἐκ δὲ τῆς Ἑλλάδος
5ἀγγέλλοντες, ὡς Πτολεμαῖος ὁ Κεραυνὸς ἀπόλωλε συμ‐ πεσὼν Γαλάταις μετὰ τῆς δυνάμεως, καὶ νῦν ἂν ἐν καιρῷ μάλιστα δεομένοις βασιλέως Μακεδόσι παραγένοιτο·
Pyrrh
.

22

.

3

πολλὰ δὴ τὴν τύχην μεμψάμενος, ὅτι πράξεων μεγάλων ὑποθέσεις εἰς ἕνα καιρὸν αὐτῷ συνήνεγκε, καὶ νομίζων, ὡς ἀμφοτέρων ὑπαρχόντων, ἀπολλύναι θάτερον, διηνέ‐
Pyrrh
.

22

.

4

χθη τοῖς λογισμοῖς πολὺν χρόνον. εἶτα τοῖς Σικελικοῖς μειζόνων ὑποκεῖσθαι πραγμάτων δοκούντων, Λιβύης ἐγγὺς εἶναι δοκούσης, ἐπὶ ταῦτα τρέψας Κινέαν μὲν εὐ‐ θὺς ἐξέπεμψε προδιαλεξόμενον ὥσπερ εἰώθει ταῖς πό‐
Pyrrh
.

22

.

5

λεσιν, αὐτὸς δὲ τοῖς Ταραντίνοις ἐμβαλὼν φρουράν, δυσανασχετοῦσι καὶ ἀξιοῦσιν ἢ παρέχειν ἐφ’ οἷς ἧκε συμπολεμοῦντα Ῥωμαίοις, ἢ τὴν χώραν προέμενον αὐτῶν ἀπολιπεῖν τὴν πόλιν οἵαν παρέλαβε, μηδὲν ἐπιεικὲς
5ἀποκρινάμενος, ἀλλὰ προστάξας ἡσυχίαν ἄγειν καὶ
Pyrrh
.

22

.

6

περιμένειν τὸν ἑαυτοῦ καιρόν, ἐξέπλευσεν. ἁψαμένῳ δ’
αὐτῷ Σικελίας ἃ μὲν ἤλπισεν εὐθὺς ἀπήντα βέβαια, καὶ παρεῖχον αἱ πόλεις ἑαυτὰς προθύμως, τῶν δ’ ἀγῶνος καὶ βίας δεηθέντων οὐδὲν ἀντεῖχε τὸ πρῶτον, ἀλλὰ τρισμυρίοις184
5πεζοῖς καὶ δισχιλίοις πεντακοσίοις ἱππεῦσι καὶ διακοσίαις ναυσὶν ἐπιών, τούς τε Φοίνικας ἐξῄρει καὶ κατεστρέφετο
Pyrrh
.

22

.

7

τὴν ἐπικράτειαν αὐτῶν. τοῦ δ’ Ἔρυκος ἐχυρωτάτου τῶν χωρίων ὄντος καὶ πολλοὺς 〈τοὺσ〉 ἀμυνομένους ἔχοντος,
Pyrrh
.

22

.

8

ἔγνω βιάζεσθαι πρὸς τὰ τείχη. καὶ τῆς στρατιᾶς γενομένης ἑτοίμης, ἐνεδύσατο τὴν πανοπλίαν, καὶ προελθὼν εὔξατο τῷ Ἡρακλεῖ ποιήσειν ἀγῶνα καὶ θυσίαν ἀριστεῖον, ἂν τοῦ γένους καὶ τῶν ὑπαρχόντων ἄξιον ἀγωνιστὴν αὐτὸν
Pyrrh
.

22

.

9

ἀποδείξῃ τοῖς Σικελίαν οἰκοῦσιν Ἕλλησι· τῇ δὲ σάλπιγγι σημήνας καὶ τοῖς βέλεσι τοὺς βαρβάρους ἀνασκεδάσας καὶ τὰς κλίμακας προσαγαγών, πρῶτος ἐπέβη τοῦ τείχους.
Pyrrh
.

22

.

10

ἀντιστάντων δὲ πολλῶν, ἀμυνόμενος τοὺς μὲν ἐξέωσε τοῦ τείχους ἐπ’ ἀμφότερα καὶ κατέβαλε, πλείστους δὲ
Pyrrh
.

22

.

11

περὶ αὑτὸν τῷ ξίφει χρώμενος ἐσώρευσε νεκρούς. ἔπαθε δ’ αὐτὸς οὐδέν, ἀλλὰ καὶ προσιδεῖν δεινὸς ἐφάνη τοῖς πολεμίοις, καὶ τὸν Ὅμηρον ἔδειξεν ὀρθῶς καὶ μετ’ ἐμ‐ πειρίας ἀποφαίνοντα τῶν ἀρετῶν μόνην τὴν ἀνδρείαν
5φορὰς πολλάκις ἐνθουσιώδεις καὶ μανικὰς φερομένην.
Pyrrh
.

22

.

12

ἁλούσης δὲ τῆς πόλεως ἔθυσέ τε τῷ θεῷ μεγαλοπρεπῶς καὶ θέας ἀγώνων παντοδαπῶν παρέσχε.
Pyrrh
.

23

.

1

Τῶν δὲ περὶ Μεσσήνην βαρβάρων, Μαμερτίνων καλουμένων, πολλὰ τοῖς Ἕλλησιν ἐνοχλούντων, ἐνίους δὲ καὶ φόρου πεποιημένων ὑποτελεῖς, πολλῶν δὲ καὶ μαχίμων ὄντων—διὸ καὶ προσηγορεύθησαν Ἀρήιοι
5γλώσσῃ τῇ Λατίνων—, τοὺς μὲν φορολόγους συλλαβὼν ἀπέκτεινεν, αὐτοὺς δὲ νικήσας μάχῃ πολλὰ τῶν φρου‐ ρίων ἐξέκοψε.185
Pyrrh
.

23

.

2

Καρχηδονίοις δὲ συμβατικῶς ἔχουσι καὶ χρήματα βου‐ λομένοις τελεῖν, εἰ γένοιτο φιλία, καὶ ναῦς ἀποστέλλειν, ἀπεκρίνατο πλειόνων ἐφιέμενος μίαν εἶναι διάλυσιν καὶ φιλίαν πρὸς αὐτούς, εἰ πᾶσαν ἐκλιπόντες Σικελίαν ὅρῳ
Pyrrh
.

23

.

3

χρῷντο τῇ Λιβυκῇ θαλάσσῃ πρὸς τοὺς Ἕλληνας. εὐτυ‐ χίᾳ δὲ καὶ ῥύμῃ τῶν παρόντων ἐπαιρόμενος, καὶ διώκων τὰς ἐλπίδας ἐφ’ αἷς ἀπ’ ἀρχῆς ἔπλευσε, πρώτης δὲ Λι‐ βύης ἐφιέμενος καὶ ναῦς ἔχων πολλὰς πληρωμάτων ἐπι‐
5δεεῖς, ἤγειρεν ἐρέτας, οὐκ ἐπιεικῶς ἐντυγχάνων οὐδὲ πράως ταῖς πόλεσιν, ἀλλὰ δεσποτικῶς καὶ πρὸς ὀργὴν βιαζόμενος καὶ κολάζων, οὐκ εὐθὺς ὢν οὐδ’ ἐν ἀρχῇ τοιοῦτος, ἀλλὰ καὶ μᾶλλον ἑτέρων τῷ πρὸς χάριν ὁμι‐ λεῖν καὶ πάντα πιστεύειν καὶ μηδὲν ἐνοχλεῖν ὑπαγόμε‐
10νος, εἶτα γινόμενος ἐκ δημαγωγοῦ τύραννος, ἀχαριστίας
Pyrrh
.

23

.

4

τῇ χαλεπότητι καὶ ἀπιστίας προσωφλίσκανε δόξαν. οὐ μὴν ἀλλὰ ταῦτα μὲν ὡς ἀναγκαῖα συνεχώρουν καίπερ
Pyrrh
.

23

.

5

δυσφοροῦντες· ἐπεὶ δὲ Θοίνωνα καὶ Σωσίστρατον, ἄν‐ δρας ἡγεμονικοὺς ἐν Συρακούσαις, οἳ πρῶτοι μὲν αὐτὸν ἐλθεῖν ἔπεισαν εἰς Σικελίαν, ἐλθόντι δὲ τὴν πόλιν εὐθὺς ἐνεχείρισαν καὶ τὰ πλεῖστα συγκατειργάσαντο τῶν
5Σικελικῶν, μήτ’ ἄγειν σὺν αὑτῷ μήτ’ ἀπολείπειν βου‐ λόμενος ἐν ὑποψίαις εἶχε, καὶ Σωσίστρατος μὲν ἀπέστη φοβηθείς, Θοίνωνα δὲ τὰ αὐτὰ φρονεῖν αἰτιασάμενος ἀπέκτεινεν, οὐ κατὰ μικρὸν οὐδὲ καθ’ ἓν αὐτῷ μεθ‐
ίστατο τῶν πραγμάτων, ἀλλὰ δεινοῦ τινος μίσους ἐγγε‐186
10νομένου ταῖς πόλεσι πρὸς αὐτόν, αἱ μὲν προσετίθεντο
Pyrrh
.

23

.

6

Καρχηδονίοις, αἱ δ’ ἐπήγοντο Μαμερτίνους. ἀποστάσεις δ’ ὁρῶν ἅπαντα καὶ νεωτερισμοὺς καὶ σύστασιν ἰσχυρὰν ἐφ’ αὑτόν, ἐδέξατο γράμματα Σαυνιτῶν καὶ Ταραντίνων, μόλις ἀντεχόντων ταῖς πόλεσιν αὐταῖς πρὸς τὸν πόλεμον,
5εἰργομένων δὲ τῆς χώρας ἁπάσης καὶ δεομένων βοηθεῖν.
Pyrrh
.

23

.

7

τοῦτο δ’ ἦν εὐπρέπεια, μὴ φυγὴν εἶναι μηδ’ ἀπόγνωσιν τὸν ἀπόπλουν τῶν αὐτόθι πραγμάτων, τὸ δ’ ἀληθὲς οὐ δυνάμενος κρατεῖν Σικελίας, 〈ἀλλ’〉 ὥσπερ νεὼς ταρα‐ χθείσης [ἀλλ’] ἔκβασιν ζητῶν, αὖθις ἔρριψεν ἑαυτὸν εἰς
Pyrrh
.

23

.

8

Ἰταλίαν. λέγεται δ’ ἀπαλλαττόμενος ἤδη πρὸς τὴν νῆσον ἀπιδὼν εἰπεῖν τοῖς περὶ αὐτόν· „οἵαν ἀπολείπομεν ὦ φίλοι Καρχηδονίοις καὶ Ῥωμαίοις παλαίστραν“. καὶ τοῦτο μὲν ὥσπερ εἰκάσθη μετ’ οὐ πολὺν χρόνον ἐγένετο.
Pyrrh
.

24

.

1

Τῶν δὲ βαρβάρων συστάντων ἐπ’ αὐτὸν ἀπο‐ πλέοντα, Καρχηδονίοις μὲν ἐν τῷ πορθμῷ ναυμαχήσας ἀπέβαλε τῶν νεῶν πολλάς, ταῖς δ’ ἄλλαις κατέφυγε πρὸς
Pyrrh
.

24

.

2

τὴν Ἰταλίαν· Μαμερτῖνοι δὲ μυρίων οὐκ ἐλάττους προ‐ διαβάντες, ἀντιτάξασθαι μὲν ἐφοβήθησαν, ἐν δὲ ταῖς δυσ‐ χωρίαις ἐπιτιθέμενοι καὶ προσπίπτοντες, ἅπαν τὸ στρά‐ τευμα συνετάραξαν. ἔπεσε δὲ δύο θηρία, καὶ συχνοὶ τῶν
Pyrrh
.

24

.

3

ὀπισθοφυλακούντων ἀπέθνῃσκον. αὐτὸς οὖν ἀπὸ τοῦ στόματος παρελάσας ἠμύνετο καὶ διεκινδύνευε πρὸς ἄν‐ δρας ἠσκημένους μάχεσθαι καὶ θυμοειδεῖς. πληγεὶς δὲ τὴν κεφαλὴν ξίφει καὶ μικρὸν ἐκ τῶν μαχομένων ἀπο‐
Pyrrh
.

24

.

4

στάς, ἔτι μᾶλλον ἐπῆρε τοὺς πολεμίους. εἷς δὲ καὶ πολὺ πρὸ τῶν ἄλλων ἐπιδραμών, ἀνὴρ τῷ τε σώματι μέγας καὶ τοῖς ὅπλοις λαμπρός, ἐχρῆτο τῇ φωνῇ θρασυτέρᾳ, καὶ
Pyrrh
.

24

.

5

προελθεῖν ἐκέλευεν αὐτὸν εἰ ζῇ. παροξυνθεὶς δ’ ὁ Πύρ‐
ρος ἐπέστρεψε βίᾳ [μετὰ] τῶν ὑπασπιστῶν, καὶ μετ’ ὀρ‐ γῆς αἵματι πεφυρμένος καὶ δεινὸς ὀφθῆναι τὸ πρόσωπον ὠσάμενος δι’ αὐτῶν, καὶ φθάσας τὸν βάρβαρον ἔπληξε187
5κατὰ τῆς κεφαλῆς τῷ ξίφει πληγήν, ῥώμῃ τε τῆς χειρὸς ἅμα καὶ βαφῆς ἀρετῇ τοῦ σιδήρου μέχρι τῶν κάτω δια‐ δραμοῦσαν, ὥσθ’ ἑνὶ χρόνῳ περιπεσεῖν ἑκατέρωσε τὰ
Pyrrh
.

24

.

6

μέρη τοῦ σώματος διχοτομηθέντος. τοῦτο τοὺς βαρβά‐ ρους ἐπέσχε τοῦ πρόσω χωρεῖν, ὥς τινα τῶν κρειττόνων θαυμάσαντας καὶ καταπλαγέντας τὸν Πύρρον.
Pyrrh
.

24

.

7

Ὁ δὲ τὴν ἄλλην ὁδὸν ἀδεῶς διεξελθών, ἧκεν εἰς Τά‐ ραντα δισμυρίους πεζοὺς καὶ τρισχιλίους ἱππεῖς κομίζων.
Pyrrh
.

24

.

8

ἀναλαβὼν δὲ τῶν Ταραντίνων τοὺς κρατίστους, εὐθὺς ἐπὶ Ῥωμαίους ἦγεν ἐν τῇ Σαυνίτιδι στρατοπεδεύοντας.
Pyrrh
.

25

.

1

Τῶν δὲ Σαυνιτῶν τά τε πράγματα διέφθαρτο καὶ τοῦ φρονήματος ὑφεῖντο, κεκρατημένοι μάχαις πολλαῖς ὑπὸ τῶν Ῥωμαίων. ἐνῆν δέ τι καὶ πρὸς τὸν Πύρρον ὀργῆς διὰ τὸν εἰς Σικελίαν πλοῦν· ὅθεν οὐ πολλοὶ τούτων
Pyrrh
.

25

.

2

αὐτῷ συνῆλθον. πάντας δὲ νείμας δίχα, τοὺς μὲν εἰς τὴν Λευκανίαν ἔπεμψεν, ἀντιληψομένους τοῦ ἑτέρου τῶν ὑπάτων ὡς μὴ βοηθοίη, τοὺς δ’ ἦγεν αὐτὸς ἐπὶ Μάνιον Κούριον, 〈περὶ〉 πόλιν Βενεουεντὸν ἱδρυμένον ἐν ἀσφαλεῖ
Pyrrh
.

25

.

3

καὶ περιμένοντα τὴν ἐκ τῆς Λευκανίας βοήθειαν· ἔστι δ’ ὅτε καὶ μάντεων αὐτὸν οἰωνοῖς καὶ ἱεροῖς ἀποτρεπόντων
Pyrrh
.

25

.

4

ἡσύχαζε. σπεύδων οὖν ὁ Πύρρος ἐπιθέσθαι τούτοις πρὶν ἐκείνους ἐπελθεῖν, ἄνδρας τε τοὺς κρατίστους καὶ τῶν θηρίων τὰ μαχιμώτατα λαβὼν νυκτὸς ὥρμησεν ἐπὶ τὸ
Pyrrh
.

25

.

5

στρατόπεδον. περιιόντι δ’ αὐτῷ μακρὰν καὶ δασεῖαν ὕλαις ὁδὸν οὐκ ἀντέσχε τὰ φῶτα, καὶ πλάναι τοῖς στρα‐
τιώταις συνέτυχον· καὶ περὶ ταῦτα γινομένης διατριβῆς, ἥ τε νὺξ ἐπέλιπε καὶ καταφανὴς ἦν ἅμ’ ἡμέρᾳ τοῖς188
5πολεμίοις ἐπερχόμενος ἀπὸ τῶν ἄκρων, ὥστε θόρυβον
Pyrrh
.

25

.

6

πολὺν καὶ κίνησιν παρασχεῖν. οὐ μὴν ἀλλὰ τῶν ἱερῶν τῷ Μανίῳ γενομένων, καὶ τοῦ καιροῦ βοηθεῖν ἀναγκάζοντος, ἐξελθὼν ἐνέβαλε τοῖς πρώτοις καὶ τρεψάμενος ἐφόβησε πάντας, ὥστε καὶ πεσεῖν οὐκ ὀλίγους καὶ τῶν ἐλεφάντων
Pyrrh
.

25

.

7

τινὰς ἁλῶναι καταλειφθέντας. αὕτη τὸν Μάνιον ἡ νίκη κατήγαγε μαχόμενον εἰς τὸ πεδίον· καὶ συμβαλὼν ἐκ προδήλου, τὸ μὲν ἐτρέψατο τῶν πολεμίων, ἔστι δ’ ᾗ βιασθεὶς ὑπὸ τῶν θηρίων καὶ συσταλεὶς πρὸς τὸ στρατό‐
5πεδον, τοὺς φύλακας ἐκάλει συχνοὺς ἐφεστῶτας τῷ
Pyrrh
.

25

.

8

χάρακι μετὰ τῶν ὅπλων καὶ ἀκμῆτας. οἱ δ’ ἐπιφανέντες ἐκ τόπων ὀχυρῶν καὶ τὰ θηρία βάλλοντες ἠνάγκασαν ἀποστρέφεσθαι καὶ φυγῇ χωροῦντα διὰ τῶν συμμάχων ὀπίσω ταραχὴν ἀπεργάσασθαι καὶ σύγχυσιν, ἣ τὸ νίκημα
5παρέδωκε τοῖς Ῥωμαίοις, ἅμα δὲ καὶ τὸ κράτος τῆς
Pyrrh
.

25

.

9

ἡγεμονίας. καὶ γὰρ φρόνημα καὶ δύναμιν καὶ δόξαν ὡς ἄμαχοι προσλαβόντες ἐκ τῆς ἀρετῆς ἐκείνης καὶ τῶν ἀγώνων, Ἰταλίαν μὲν εὐθύς, ὀλίγῳ δ’ ὕστερον Σικελίαν κατέσχον.
Pyrrh
.

26

.

1

Οὕτω μὲν οὖν ἐξέπεσε τῶν Ἰταλικῶν καὶ Σικε‐ λικῶν ὁ Πύρρος ἐλπίδων, ἑξαετῆ χρόνον ἀναλώσας περὶ τοὺς ἐκεῖ πολέμους καὶ τοῖς 〈μὲν〉 πράγμασιν ἐλαττωθείς, τὸ δ’ ἀνδρεῖον ἀνίκητον ἐν ταῖς ἥτταις διαφυλάξας, καὶ
5νομισθεὶς ἐμπειρίᾳ μὲν πολεμικῇ καὶ χειρὶ καὶ τόλμῃ πολὺ πρῶτος εἶναι τῶν καθ’ αὑτὸν βασιλέων, ἃ δὲ ταῖς πράξεσιν ἐκτᾶτο, ταῖς ἐλπίσιν ἀπολλύναι, δι’ ἔρωτα τῶν ἀπόντων οὐδὲν εἰς ὃ δεῖ θέσθαι τῶν ὑπαρχόντων φθά‐
Pyrrh
.

26

.

2

σας. ὅθεν ἀπείκαζεν αὐτὸν ὁ Ἀντίγονος κυβευτῇ πολλὰ βάλλοντι καὶ καλά, χρῆσθαι δ’ οὐκ ἐπισταμένῳ τοῖς πε‐
σοῦσι.189
Pyrrh
.

26

.

3

Κομίσας δ’ εἰς Ἤπειρον ὀκτακισχιλίους πεζοὺς καὶ πεντακοσίους ἱππεῖς, χρήματα δ’ οὐκ ἔχων, ἐζήτει πό‐
Pyrrh
.

26

.

4

λεμον ᾧ θρέψει τὸ στράτευμα. καί τινων Γαλατῶν αὐτῷ προσγενομένων, ἐνέβαλεν εἰς Μακεδονίαν, Ἀντιγόνου τοῦ Δημητρίου βασιλεύοντος, ὡς ἁρπαγῇ καὶ λεηλασίᾳ
Pyrrh
.

26

.

5

χρησόμενος. ἐπεὶ δὲ καὶ πόλεις ἐλάμβανε συχνὰς καὶ στρατιῶται δισχίλιοι μετέστησαν ὡς αὐτόν, ἐλπίσας τι πλέον ὥρμησεν ἐπὶ τὸν Ἀντίγονον, καὶ περὶ τὰ Στενὰ
Pyrrh
.

26

.

6

προσπεσὼν συνετάραξε τὴν στρατιὰν ἅπασαν. οἱ δ’ ἐπὶ τῆς οὐραγίας τοῦ Ἀντιγόνου τεταγμένοι Γαλάται, συ‐ χνοὶ τὸ πλῆθος ὄντες, ὑπέστησαν εὐρώστως, καὶ καρτερᾶς μάχης γενομένης, τούτων μὲν οἱ πλεῖστοι κατεκόπησαν,
5οἱ δὲ τῶν ἐλεφάντων ἡγεμόνες ἐγκαταλαμβανόμενοι
Pyrrh
.

26

.

7

παρέδωκαν ἑαυτοὺς καὶ τὰ θηρία πάντα. προσλαβὼν δ’ ὁ Πύρρος τηλικαῦτα, καὶ τῇ τύχῃ μᾶλλον ἢ τοῖς λογι‐ σμοῖς χρώμενος, ἐπῆγε τῇ φάλαγγι τῶν Μακεδόνων, ἀνα‐
Pyrrh
.

26

.

8

πεπλησμένῃ ταραχῆς καὶ φόβου διὰ τὴν ἧτταν. ὅθεν ἐμ‐ βολῆς μὲν ἔσχοντο καὶ μάχης πρὸς αὐτόν· 〈ὁ〉 δὲ τὴν δεξιὰν προτείνων καὶ στρατηγοὺς καὶ ταξιάρχους ἀνακαλούμενος, ἅπαντας ὁμαλῶς ἀπέστησε τοὺς πεζοὺς τοῦ Ἀντιγόνου.
Pyrrh
.

26

.

9

κἀκεῖνος μὲν ὑποφεύγων ὅμως τῶν παραλίων τινὰς πό‐ λεων κατέσχεν, ὁ δὲ Πύρρος 〈ἐν〉 εὐτυχήμασι τοσούτοις μέγιστον αὑτῷ πρὸς δόξαν οἰόμενος διαπεπρᾶχθαι τὸ περὶ τοὺς Γαλάτας, τὰ κάλλιστα καὶ λαμπρότατα τῶν
5λαφύρων ἀνέθηκεν εἰς τὸ ἱερὸν τῆς Ἰτωνίδος Ἀθηνᾶς, τόδε τὸ ἐλεγεῖον ἐπιγράψας (96 Preger)·
6
Pyrrh
.

26

.

10

Τοὺς θυρεοὺς ὁ Μολοσσὸς Ἰτωνίδι δῶρον Ἀθάνᾳ
Πύρρος ἀπὸ θρασέων ἐκρέμασεν Γαλατᾶν, πάντα τὸν Ἀντιγόνου καθελὼν στρατόν· οὐ μέγα θαῦμα· αἰχμηταὶ καὶ νῦν καὶ πάρος Αἰακίδαι.190
4
Pyrrh
.

26

.

11

μετὰ δὲ τὴν μάχην εὐθὺς ἀνελάμβανε τὰς πόλεις. τῶν δ’ Αἰγαίων κρατήσας, τά τ’ ἄλλα χαλεπῶς ἐχρήσατο τοῖς ἀνθρώποις, καὶ φρουρὰν Γαλατικὴν ἐν τῇ πόλει κατέλιπε
Pyrrh
.

26

.

12

τῶν μετ’ αὐτοῦ στρατευομένων. οἱ δὲ Γαλάται, γένος ἀπληστότατον χρημάτων ὄντες, ἐπέθεντο τῶν βασιλέων αὐτόθι κεκηδευμένων τοὺς τάφους ὀρύττειν, καὶ τὰ μὲν χρήματα διήρπασαν, τὰ δ’ ὀστᾶ πρὸς ὕβριν διέρριψαν.
Pyrrh
.

26

.

13

τοῦτο κούφως ἔδοξε καὶ ὀλιγώρως ἐνεγκεῖν ὁ Πύρρος, ἢ δι’ ἀσχολίας τινὰς ὑπερθέμενος, ἢ παρεὶς ὅλως διὰ φόβον τὸ κολάσαι τοὺς βαρβάρους· ὅθεν ἤκουσε κακῶς ὑπὸ τῶν Μακεδόνων.
Pyrrh
.

26

.

14

Οὔπω δὲ τῶν πραγμάτων αὐτῷ βεβαιότητα καὶ σύ‐ στασιν ἐχόντων μόνιμον, ᾐωρεῖτο τῇ γνώμῃ πάλιν πρὸς
Pyrrh
.

26

.

15

ἑτέρας ἐλπίδας. καὶ τὸν μὲν Ἀντίγονον ἐφυβρίζων ἀναί‐ σχυντον ἐκάλει, μὴ λαμβάνοντα θοἱμάτιον, ἀλλ’ ἔτι τὴν πορφύραν φοροῦντα, Κλεωνύμου δὲ τοῦ Σπαρτιάτου παραγενομένου καὶ καλοῦντος αὐτὸν ἐπὶ τὴν Λακεδαί‐
Pyrrh
.

26

.

16

μονα, προθύμως ὑπήκουσεν. ὁ δὲ Κλεώνυμος ἦν μὲν γένους βασιλικοῦ, δοκῶν δὲ βίαιος εἶναι καὶ μοναρχικός, οὔτ’ εὔνοιαν οὔτε πίστιν εἶχεν, ἀλλ’ Ἄρευς ἐβασίλευε.
Pyrrh
.

26

.

17

καὶ τοῦτο μὲν [ἓν] ἦν κοινὸν ἔγκλημα καὶ πρεσβύτερον αὐτῷ πρὸς τοὺς πολίτας· γυναῖκα δὲ καλὴν καὶ γένους βασιλικοῦ Χιλωνίδα τὴν Λεωτυχίδου πρεσβύτερος ὢν
Pyrrh
.

26

.

18

ἔγημεν ὁ Κλεώνυμος. ἡ δ’ Ἀκροτάτῳ τῷ Ἄρεως ἐπιμα‐ νεῖσα, μειρακίῳ καθ’ ὥραν ἀκμάζοντι, λυπηρὸν ἐρῶντι τῷ Κλεωνύμῳ καὶ ἄδοξον ὁμοῦ παρεῖχε τὸν γάμον· οὐδένα
γὰρ ἐλάνθανε Σπαρτιατῶν καταφρονούμενος ὑπὸ τῆς191
Pyrrh
.

26

.

19

γυναικός. οὕτω δὲ τῶν κατ’ οἶκον ἀνιαρῶν τοῖς πολιτικοῖς προσγενομένων, ὑπ’ ὀργῆς καὶ βαρυθυμίας ἐπῆγε τῇ Σπάρτῃ τὸν Πύρρον, ἔχοντα δισμυρίους καὶ πεντα‐ κισχιλίους πεζούς, δισχιλίους δ’ ἱππεῖς, ἐλέφαντας δ’
Pyrrh
.

26

.

20

εἰκοσιτέσσαρας· ὥστε τῷ μεγέθει τῆς παρασκευῆς εὐθὺς εἶναι κατάδηλον οὐ Κλεωνύμῳ τὴν Σπάρτην, ἀλλὰ τὴν Πελοπόννησον ἑαυτῷ κτώμενον, ἐπεὶ τῷ γε λόγῳ καὶ πρὸς αὐτοὺς ἔξαρνος ἦν τοὺς Λακεδαιμονίους, πρεσβεύ‐
Pyrrh
.

26

.

21

σαντας εἰς Μεγάλην πόλιν. ἔφη γὰρ ἐλευθερώσων τὰς ὑπ’ Ἀντιγόνῳ πόλεις ἀφῖχθαι, καὶ νὴ Δία τοὺς νεωτέρους παῖδας εἰς Σπάρτην, εἰ μή τι κωλύει, πέμψων ἐντραφη‐ σομένους τοῖς Λακωνικοῖς ἔθεσιν, ὡς τούτῳ πλέον ἔχοιεν
Pyrrh
.

26

.

22

ἤδη τῶν πάντων βασιλέων. ταῦτα πλαττόμενος καὶ παράγων τοὺς ἐντυγχάνοντας αὐτῷ καθ’ ὁδόν, ὡς πρῶτον ἥψατο τῆς Λακωνικῆς, ἁρπαγὴν ἐποιεῖτο καὶ λεηλασίαν.
Pyrrh
.

26

.

23

ἐγκαλούντων δὲ τῶν πρέσβεων, ὅτι μὴ καταγγείλας πόλεμον ἐξενήνοχε πρὸς αὐτούς, „ἀλλ’ οὐδ’ ὑμᾶσ“ ἔφη „τοὺς Σπαρτιάτας ἴσμεν ὅ τι ἂν μέλλητε ποιεῖν ἑτέροις
Pyrrh
.

26

.

24

προλέγοντας.“ εἷς δὲ τῶν παρόντων, ὄνομα Μανδρι‐ κλείδας, εἶπε τῇ φωνῇ λακωνίζων· „αἰ μὲν ἐσσὶ τύ γε θεός, οὐδὲν μὴ πάθωμεν· οὐ γὰρ ἀδικεῦμεν· αἰ δ’ ἄνθρω‐ πος, ἔσσεται καὶ τεῦ κάρρων ἄλλος.“
Pyrrh
.

27

.

1

Ἐκ τούτου κατέβαινεν ἐπὶ τὴν Λακεδαίμονα, καὶ τοῦ Κλεωνύμου κελεύοντος ἐξ ἐφόδου προσβαλεῖν, φοβηθεὶς ὁ Πύρρος, ὡς λέγεται, μὴ διαρπάσωσιν οἱ στρα‐
τιῶται τὴν πόλιν ἐν νυκτὶ προσπεσόντες, ἐπέσχεν, εἰπὼν192
Pyrrh
.

27

.

2

ὅτι ταὐτὸ ποιήσουσι μεθ’ ἡμέραν. αὐτοί τε γὰρ ἦσαν ὀλίγοι καὶ ἀπαράσκευοι διὰ τὸ αἰφνίδιον, ὅ τ’ Ἄρευς οὐκ ἐτύγχανε παρών, ἀλλ’ ἐν Κρήτῃ Γορτυνίοις πολεμουμέ‐
Pyrrh
.

27

.

3

νοις βοηθῶν. καὶ τοῦτο δὴ μάλιστα τὴν πόλιν ἔσωσε, δι’ ἐρημίαν καὶ ἀσθένειαν καταφρονηθεῖσαν. ὁ μὲν γὰρ Πύρρος οὐδένα μαχεῖσθαι νομίζων κατηυλίσατο, τοῦ δὲ Κλεωνύμου τὴν οἰκίαν οἵ τε φίλοι καὶ εἵλωτες οὕτως ἐκόσ‐
5μησαν καὶ παρεσκεύασαν, ὡς δειπνήσοντος τοῦ Πύρρου
Pyrrh
.

27

.

4

παρ’ αὐτῷ. γενομένης δὲ νυκτός, οἱ Λακεδαιμόνιοι πρῶ‐ τον μὲν ἐβουλεύσαντο τὰς γυναῖκας εἰς Κρήτην ἀποστέλ‐ λειν· αἱ δ’ ἀντέστησαν, Ἀρχιδαμία δὲ καὶ ξίφος ἔχουσα πρὸς τὴν γερουσίαν ἦλθεν, ἐγκαλοῦσα τοῖς ἀνδράσιν
5ὑπὲρ τῶν γυναικῶν, εἰ ζῆν αὐτὰς ἀξιοῦσι τῆς Σπάρτης
Pyrrh
.

27

.

5

ἀπολομένης. ἔπειτα τῷ στρατοπέδῳ τῶν πολεμίων παρ‐ άλληλον ἔγνωσαν ἐμβαλόντες τάφρον ἔνθεν καὶ ἔνθεν αὐτῆς στῆσαι τὰς ἁμάξας, μέχρι τοῦ μέσου τῶν τροχῶν καταχώσαντες, ὅπως ἕδραν ἔχουσαι δυσεκβίαστον ἐμπο‐
Pyrrh
.

27

.

6

δὼν ὦσι τοῖς θηρίοις. ἀρχομένοις δὲ ταῦτα πράττειν ἧκον αὐτοῖς τῶν παρθένων καὶ γυναικῶν αἱ μὲν 〈ἐν〉 ἱματίοις καταζωσάμεναι τοὺς χιτωνίσκους, αἱ δὲ μονο‐
Pyrrh
.

27

.

7

χίτωνες, συνεργασόμεναι τοῖς πρεσβυτέροις. τοὺς δὲ μάχεσθαι μέλλοντας ἐκέλευον ἡσυχάζειν, καὶ λαβοῦσαι μέτρον αὐταὶ καθ’ αὑτὰς ἐξειργάσαντο τῆς τάφρου τὸ τρί‐
Pyrrh
.

27

.

8

τον μέρος. ἦν δὲ τὸ μὲν πλάτος αὐτῆς πήχεων ἕξ, τὸ δὲ βάθος τεσσάρων, τὸ δὲ μῆκος ὀκτάπλεθρον, ὡς ἱστορεῖ Φύλαρχος (FGrH 81 F 48), ὡς δ’ Ἱερώνυμος (FGrH 154
Pyrrh
.

27

.

9

F 14) ἔλαττον. ἅμα δ’ ἡμέρᾳ κινουμένων τῶν πολεμίων, τὰ ὅπλα τοῖς νέοις ὀρέγουσαι καὶ παραδιδοῦσαι τὴν τάφρον, ἀμύνειν καὶ φυλάττειν ἐκέλευον, ὡς ἡδὺ μὲν νικᾶν ἐν ὀφθαλμοῖς τῆς πατρίδος, εὐκλεὲς δὲ θνῄσκειν ἐν χερσὶ
5μητέρων καὶ γυναικῶν, ἀξίως τῆς Σπάρτης πεσόντας.
Pyrrh
.

27

.

10

ἡ δὲ Χιλωνὶς ἐκποδὼν οὖσα καθ’ ἑαυτὴν βρόχον εἶχεν ἐνημμένον, ὅπως ἐπὶ τῷ Κλεωνύμῳ μὴ γένοιτο τῆς πόλεως ἁλούσης.193
Pyrrh
.

28

.

1

Αὐτὸς μὲν οὖν ὁ Πύρρος ἐβιάζετο κατὰ στόμα τοῖς ὁπλίταις πρὸς ἀσπίδας πολλὰς τῶν Σπαρτιατῶν ἀντιπαρατεταγμένας καὶ τάφρον οὐ περατὴν οὐδὲ βάσιν ἀσφαλῆ τοῖς μαχομένοις παρέχουσαν ὑπὸ χαυνότητος.
Pyrrh
.

28

.

2

ὁ δὲ παῖς Πτολεμαῖος ἔχων δισχιλίους Γαλάτας καὶ Χα‐ όνων λογάδας ἐξελίξας τὴν τάφρον, ἐπειρᾶτο κατὰ τὰς
Pyrrh
.

28

.

3

ἁμάξας ὑπερβαίνειν. αἱ δ’ ὑπὸ βάθους καὶ πυκνότητος οὐ μόνον τούτοις τὴν ἔφοδον, ἀλλὰ καὶ τοῖς Λακεδαιμο‐
Pyrrh
.

28

.

4

νίοις δύσεργον ἐποίουν τὴν βοήθειαν. ἀνασπώντων δὲ τῶν Γαλατῶν τοὺς τροχοὺς καὶ ὑποσυρόντων τὰς ἁμά‐ ξας εἰς τὸν ποταμόν, κατιδὼν τὸν κίνδυνον ὁ νεανίας Ἀκρότατος καὶ τὴν [τε] πόλιν διαδραμὼν μετὰ τριακοσίων,
5περιῆλθε τὸν Πτολεμαῖον, οὐ συνορώμενος ὑπ’ αὐτοῦ διά τινας συγκλινίας, ἕως προσέβαλε τοῖς ἐσχάτοις καὶ μεταβαλόντας ἠνάγκασε μάχεσθαι πρὸς ἑαυτόν, ὠθουμέ‐ νους ὑπ’ ἀλλήλων εἴς τε τὴν τάφρον καὶ περὶ ταῖς ἁμά‐ ξαις πίπτοντας, ἄχρι οὗ φόνῳ πολλῷ μόλις ἀνεκόπησαν.
Pyrrh
.

28

.

5

ἐθεῶντο δ’ οἵ τε πρεσβύτεροι καὶ τῶν γυναικῶν τὸ πλῆ‐ θος ἀριστεύοντα τὸν Ἀκρότατον. ἐπεὶ δ’ ἀπῄει πάλιν διὰ τῆς πόλεως ἐπὶ τὴν αὑτοῦ τάξιν, αἵματος κατάπλεως καὶ γαῦρος ὑπὸ τῆς νίκης ἐπηρμένος, καὶ μείζων ἔδοξε
5γεγονέναι καὶ καλλίων ταῖς Λακαίναις, καὶ τὴν Χιλωνίδα
Pyrrh
.

28

.

6

τοῦ ἔρωτος ἐζήλουν. τῶν δὲ πρεσβυτέρων τινὲς ἐπηκο‐ λούθουν βοῶντες· „οἶχε Ἀκρότατε καὶ οἶφε τὰν Χιλωνίδα·
Pyrrh
.

28

.

7

μόνον παῖδας ἀγαθοὺς τᾷ Σπάρτᾳ ποίει.“ κατὰ δὲ τὸν Πύρρον αὐτὸν ἰσχυρᾶς μάχης συνεστώσης, ἄλλοι τε λαμπρῶς ἠγωνίζοντο, καὶ Φύλλιος ἐπὶ πλεῖστον ἀντισχὼν καὶ πλείστους ἀποκτείνας τῶν βιαζομένων, ὡς ᾔσθετο
5τραυμάτων πλήθει παραλυόμενον ἑαυτόν, ἐκστάς τινι τῶν ἐπιτεταγμένων τῆς χώρας ἔπεσεν ἐντὸς τῶν ὅπλων, ὥστε μὴ γενέσθαι τὸν νεκρὸν ὑπὸ τοῖς πολεμίοις.194
Pyrrh
.

29

.

1

Νυκτὸς δ’ ἡ μάχη διεκρίθη, καὶ κοιμώμενος ὁ Πύρρος ὄψιν εἶδε τοιαύτην. ἐδόκει βάλλεσθαι κεραυνοῖς ὑπ’ ἀετοῦ τὴν Λακεδαίμονα καὶ φλέγεσθαι πᾶσαν, αὐτὸς
Pyrrh
.

29

.

2

δὲ χαίρειν. ὑπὸ δὲ τῆς χαρᾶς ἐξεγρόμενος, τούς θ’ ἡγεμόνας ἐκέλευεν ἐν παρασκευῇ τὸν στρατὸν ἔχειν, καὶ τοῖς φίλοις διηγεῖτο τὸν ὄνειρον, ὡς ληψόμενος κατὰ
Pyrrh
.

29

.

3

κράτος τὴν πόλιν. οἱ μὲν οὖν ἄλλοι θαυμασίως ἐπεί‐ θοντο, Λυσιμάχῳ δ’ οὐκ ἤρεσκεν ἡ ὄψις, ἀλλ’ ἔφη δεδιέ‐ ναι μή, καθάπερ τὰ βαλλόμενα τοῖς κεραυνοῖς ἀνέμβατα μένει χωρία, καὶ τῷ Πύρρῳ προσημαίνῃ τὸ θεῖον ἀνείσ‐
Pyrrh
.

29

.

4

οδον ἔσεσθαι τὴν πόλιν. ὁ δὲ Πύρρος εἰπὼν ὅτι ταῦτα μέν ἐστι πυλαϊκῆς ὀχλαγωγίας καὶ ἀσοφίαν ἔχοντα πολλήν, ἐκεῖνο δὲ δεῖ τὰ ὅπλα διὰ χειρῶν ἔχοντας ὑποβάλλειν ἑαυτοῖς (Il. 12, 243)
4
5εἷς οἰωνὸς ἄριστος ἀμύνεσθαι περὶ Πύρρου,
5
Pyrrh
.

29

.

5

ἐξανέστη καὶ προσῆγεν ἅμ’ ἡμέρᾳ τὸν στρατόν. ἠμύ‐ νοντο δὲ προθυμίᾳ καὶ ἀρετῇ παρὰ δύναμιν οἱ Λακεδαι‐ μόνιοι· καὶ παρῆσαν αἱ γυναῖκες, ὀρέγουσαι βέλη καὶ σι‐ τία καὶ ποτὸν τοῖς δεομένοις προσφέρουσαι καὶ ἀναλαμ‐
Pyrrh
.

29

.

6

βάνουσαι τοὺς τιτρωσκομένους. τὴν δὲ τάφρον οἱ Μα‐ κεδόνες χοῦν ἐπειρῶντο, πολλὴν συμφοροῦντες ὕλην, ὑφ’ ἧς ὅπλα καὶ σώματα νεκρῶν ἐπιχεομένης ἀπεκρύπτετο.
Pyrrh
.

29

.

7

καὶ πρὸς τοῦτο τῶν Λακεδαιμονίων βοηθούντων, ὤφθη παρὰ τὴν τάφρον καὶ τὰς ἁμάξας ὁ Πύρρος ἵππῳ βιαζό‐
Pyrrh
.

29

.

8

μενος εἰς τὴν πόλιν. κραυγῆς δὲ τῶν κατὰ τοῦτο τεταγ‐ μένων γενομένης καὶ δρόμου καὶ ἀλαλαγμοῦ τῶν γυναι‐
κῶν, ἤδη διεξελαύνοντι τῷ Πύρρῳ καὶ προσκειμένῳ τοῖς κατὰ πρόσωπον ἐξήλατο Κρητικῷ βέλει πληγεὶς ὁ ἵππος195
5ὑπὸ τὴν γαστέρα καὶ κατέβαλε δυσθανατῶν τὸν Πύρρον
Pyrrh
.

29

.

9

εἰς τόπους ὀλισθηροὺς καὶ κατάντεις. θορυβουμένων δὲ περὶ τοῦτον τῶν ἑταίρων, ἐπέδραμον οἱ Σπαρτιᾶται, καὶ
Pyrrh
.

29

.

10

χρώμενοι τοῖς βέλεσιν ἐξέωσαν ἅπαντας. ἐκ δὲ τούτου καὶ τὴν ἄλλην μάχην ἔπαυεν, οἰόμενος ἐνδώσειν τι τοὺς Λακεδαιμονίους, σχεδὸν ἁπάντων κατατετρωμένων αὐτοῖς,
Pyrrh
.

29

.

11

πεπτωκότων δὲ πολλῶν. ἡ δ’ ἀγαθὴ τύχη τῆς πόλεως, εἴτε πεῖραν ἀρετῆς λαμβάνουσα τῶν ἀνδρῶν, εἴθ’ ἑαυτῆς ὅσην ἐν ἀπόροις ἔχει δύναμιν ἀπόδειξιν διδοῦσα, μοχθηρὰς ἤδη τῶν Λακεδαιμονίων ἐχόντων τὰς ἐλπίδας, Ἀμεινίαν τε
5Φωκέα τῶν Ἀντιγόνου στρατηγῶν ἐκ Κορίνθου βοηθή‐ σαντα παρεισήγαγε μετὰ ξένων, καὶ τοῦτον ἄρτι δεδεγ‐ μένων, ὁ βασιλεὺς αὐτοῖς Ἄρευς ἧκεν ἐκ Κρήτης, δισχι‐
Pyrrh
.

29

.

12

λίους στρατιώτας κομίζων. αἵ τε δὴ γυναῖκες εὐθὺς ἐπὶ τὰς οἰκίας ἐσκεδάσθησαν, οὐδὲν ἔτι πολυπραγμονεῖν ἀξιοῦσαι τῶν πολεμικῶν, καὶ τοὺς παρ’ ἡλικίαν ἐν τοῖς ὅπλοις ὑπ’ ἀνάγκης γενομένους ἀφέντες, αὑτοὺς ἐπὶ τὴν
5μάχην ἔταξαν.
Pyrrh
.

30

.

1

Τὸν δὲ Πύρρον ἔσχε μέν τις ἀλκὴ καὶ φιλοτιμία μᾶλλον διὰ τοὺς προσγεγονότας κρατῆσαι τῆς πόλεως· ὡς δ’ οὐδὲν ἐπέραινε, πληγὰς λαβὼν ἀπέστη καὶ τὴν χώραν ἐπόρθει, διανοούμενος αὐτόθι χειμάσαι.
Pyrrh
.

30

.

2

Τὸ δὲ χρεὼν ἦν ἄφυκτον. ἐν γὰρ Ἄργει στάσις ἦν Ἀριστέου πρὸς Ἀρίστιππον. ἐπεὶ δ’ ὁ Ἀρίστιππος ἐδόκει χρῆσθαι φίλῳ τῷ Ἀντιγόνῳ, φθάσας ὁ Ἀριστέας ἐκάλει
Pyrrh
.

30

.

3

τὸν Πύρρον εἰς τὸ Ἄργος. ὁ δ’ ἐλπίδας ἐξ ἐλπίδων ἀεὶ κυλίνδων, καὶ ταῖς μὲν εὐτυχίαις ἐπ’ ἄλλας χρώμενος
ἀφορμαῖς, ἃ δ’ ἔπταιεν ἑτέροις βουλόμενος ἀναπληροῦν πράγμασιν, οὔθ’ ἧτταν οὔτε νίκην ὅρον ἐποιεῖτο τοῦ196
Pyrrh
.

30

.

4

ταράττεσθαι καὶ ταράττειν. εὐθὺς οὖν ἀνεζεύγνυεν ἐπὶ τὸ Ἄργος. ὁ δ’ Ἄρευς ἐνέδρας τε πολλὰς ὑφεὶς καὶ κατα‐ λαβὼν τὰ χαλεπώτατα τῆς ὁδοῦ, περιέκοπτε τοὺς Γαλά‐
Pyrrh
.

30

.

5

τας καὶ τοὺς Μολοσσοὺς ὀπισθοφυλακοῦντας. τῷ δὲ Πύρρῳ προείρητο μὲν ἐκ τῶν ἱερῶν ἀλόβων γενομένων ὑπὸ τοῦ μάντεως ἀποβολή τινος τῶν ἀναγκαίων, παρὰ δὲ τὸν καιρὸν τότε τῷ θορύβῳ καὶ τῷ κινήματι τὸν λογι‐
5σμὸν ἐκκρουσθείς, ἐκέλευσε τὸν υἱὸν Πτολεμαῖον λαβόντα τοὺς ἑταίρους παραβοηθεῖν, αὐτὸς δὲ θᾶττον ἐκ τῶν
Pyrrh
.

30

.

6

στενῶν ἐφελκόμενος τὴν στρατιὰν ὑπῆγεν. ὀξείας δὲ περὶ τὸν Πτολεμαῖον μάχης γενομένης, καὶ τῶν ἐπιλέκ‐ των Λακεδαιμονίων, ὧν Εὔαλκος ἡγεῖτο, τοῖς μαχομένοις πρὸ αὐτοῦ συμπλεκομένων, ἀνὴρ πλήκτης καὶ δραμεῖν
5ὀξύς, Ὄροισσος ὄνομα, Κρὴς Ἀπτεραῖος, ἐκ πλαγίου παραδραμὼν ἀγωνιζόμενον ἐκθύμως τὸν νεανίσκον ἐπά‐
Pyrrh
.

30

.

7

ταξε καὶ κατέβαλε. πεσόντος δ’ ἐκείνου καὶ τροπῆς γενο‐ μένης τῶν περὶ αὐτόν, οἱ Λακεδαιμόνιοι διώκοντες καὶ κρατοῦντες ἔλαθον εἰς τὸ πεδίον συνεμβαλόντες καὶ ἀποληφθέντες ὑπὸ τῶν ὁπλιτῶν· ἐφ’ οὓς ὁ Πύρρος, ἄρτι
5τὸν θάνατον τοῦ παιδὸς ἀκηκοὼς καὶ περιπαθῶν, ἐπ‐
Pyrrh
.

30

.

8

έστρεψε τοὺς ἱππεῖς τῶν Μολοσσῶν. καὶ πρῶτος εἰσελά‐ σας ἐνεπίμπλατο φόνου τῶν Λακεδαιμονίων, ἀεὶ μέν τις ἄμαχος καὶ δεινὸς ἐν τοῖς ὅπλοις φαινόμενος, τότε δ’
Pyrrh
.

30

.

9

ὑπερβάλλων τόλμῃ καὶ βίᾳ τοὺς προτέρους ἀγῶνας. ἐπεὶ δ’ ἐπέβαλε τῷ Εὐάλκῳ τὸν ἵππον, ὁ μὲν ἐκ πλαγίου παραστὰς μικρὸν ἐδέησε τῷ ξίφει τὴν ἐπὶ τῆς ἡνίας χεῖρα
διακόψαι τοῦ Πύρρου, τὴν δ’ ἡνίαν πατάξας ἀπέκοψεν.197
Pyrrh
.

30

.

10

ὁ δὲ Πύρρος ἅμα τῇ πληγῇ τοῦ δόρατος διελάσας ἐκεῖ‐ νον, ἀπερρύη τοῦ ἵππου, καὶ πεζὸς ἤδη πάντας ἐπὶ τῷ
Pyrrh
.

30

.

11

Εὐάλκῳ μαχομένους ἀπέκτεινε τοὺς λογάδας. καὶ μέγα τοῦτο τῇ Σπάρτῃ παρανάλωμα τοῦ πολέμου πέρας ἔχον‐ τος ἐποίησεν ἡ φιλοτιμία τῶν ἀρχόντων.
Pyrrh
.

31

.

1

Ὁ δὲ Πύρρος ὥσπερ ἐναγισμόν τινα τῷ παιδὶ τελέσας καὶ λαμπρὸν ἐπιτάφιον ἀγωνισάμενος, καὶ πολὺ τῆς λύπης ἐν τῷ πρὸς τοὺς πολεμίους ἀφεὶς θυμῷ, προ‐
Pyrrh
.

31

.

2

ῆγεν ἐπὶ τὸ Ἄργος. καὶ τὸν Ἀντίγονον ἤδη πυνθανόμε‐ νος ἐπὶ τῶν ἄκρων ὑπὲρ τοῦ πεδίου καθῆσθαι, περὶ τὴν
Pyrrh
.

31

.

3

Ναυπλίαν ἐστρατοπέδευσε. τῇ δ’ ὑστεραίᾳ κήρυκα πρὸς τὸν Ἀντίγονον ἔπεμψε, λυμεῶνά τε καλῶν καὶ προκαλού‐ μενος εἰς τὸ πεδίον καταβάντα διαγωνίσασθαι περὶ τῆς
Pyrrh
.

31

.

4

βασιλείας. ὁ δ’ ἀπεκρίνατο τὴν μὲν αὑτοῦ στρατηγίαν οὐχ ὅπλων μᾶλλον ἢ καιρῶν εἶναι, τῷ δὲ Πύρρῳ πολλὰς
Pyrrh
.

31

.

5

ὁδοὺς ἀνεῳγέναι πρὸς θάνατον, εἰ ζῆν μὴ σχολάζει. πρὸς δ’ ἀμφοτέρους πρέσβεις ἧκον ἐξ Ἄργους, ἀπαλλάττεσθαι δεόμενοι καὶ τὴν πόλιν ἐᾶν μηδετέρου γενομένην, εὔνουν
Pyrrh
.

31

.

6

δ’ οὖσαν ἀμφοτέροις. ὁ μὲν οὖν Ἀντίγονος ἐπείθετο καὶ τὸν υἱὸν ἐδίδου τοῖς Ἀργείοις ὅμηρον, ὁ δὲ Πύρρος ὡμο‐ λόγει μὲν ἀπαλλαγήσεσθαι, μὴ παρέχων δὲ πίστιν ὑπ‐ οπτότερος ἦν.
Pyrrh
.

31

.

7

Γίνεται δὲ σημεῖον αὐτῷ τε τῷ Πύρρῳ μέγα· τῶν γὰρ βοῶν τεθυμένων αἱ κεφαλαὶ κείμεναι χωρὶς ἤδη τάς τε γλώττας ὤφθησαν προβάλλουσαι καὶ περιλιχμώμεναι τὸν ἑαυτῶν φόνον· ἔν τε τῇ πόλει τῶν Ἀργείων ἡ τοῦ Λυ‐
5κείου προφῆτις Ἀπόλλωνος ἐξέδραμε, βοῶσα νεκρῶν ὁρᾶν καὶ φόνου κατάπλεω τὴν πόλιν, τὸν δ’ ἀετὸν ἐπὶ τὸν
ἀγῶνα χωροῦντα, εἶτα φροῦδον εἶναι.198
Pyrrh
.

32

.

1

Σκότους δὲ πολλοῦ προσμείξας ὁ Πύρρος τοῖς τείχεσι, καὶ πύλην εὑρών, ἣν Διαμπερὲς καλοῦσιν, ἀνεῳγ‐ μένην ὑπὸ τοῦ Ἀριστέου αὐτοῖς, ἄχρι μὲν τοῦ παρεισ‐ πεσεῖν τοὺς Γαλάτας τοὺς παρ’ αὐτοῦ καὶ τὴν ἀγορὰν
Pyrrh
.

32

.

2

καταλαβεῖν ἐλάνθανε· τῆς δὲ πύλης τοὺς ἐλέφαντας οὐ δεχομένης καὶ διὰ τοῦτο τοὺς πύργους αὐτῶν ἀφαιρούν‐ των, εἶτα πάλιν ἐν σκότει καὶ θορύβῳ περιτιθέντων, καὶ γενομένης διατριβῆς, οἱ Ἀργεῖοι συναισθόμενοι πρὸς τὴν
5Ἀσπίδα καὶ τοὺς ὀχυροὺς τόπους ἀνέθεον καὶ τὸν Ἀντί‐
Pyrrh
.

32

.

3

γονον ἐκάλουν πέμποντες. ὁ δ’ αὐτὸς μὲν ἐγγὺς προσ‐ ελάσας ἐφήδρευε, τοὺς δὲ στρατηγοὺς καὶ τὸν υἱὸν εἰσ‐
Pyrrh
.

32

.

4

έπεμψε συχνὴν βοήθειαν ἄγοντας. ἧκε δὲ καὶ Ἄρευς, ἔχων χιλίους Κρῆτας καὶ Σπαρτιάτας τοὺς ἐλαφροτάτους. καὶ πάντες ἅμα τοῖς Γαλάταις προσβαλόντες, εἰς πολὺν
Pyrrh
.

32

.

5

θόρυβον κατέστησαν αὐτούς. ὁ δὲ Πύρρος εἰσιὼν μετ’ ἀλαλαγμοῦ καὶ βοῆς παρὰ τὴν Κυλάραβιν, ὡς οἱ Γαλάται τοῖς περὶ αὐτὸν ἀντηλάλαξαν οὐκ ἰταμὸν οὐδὲ θαρραλέον, εἴκασε ταραττομένων εἶναι τὴν φωνὴν καὶ πονούντων.
Pyrrh
.

32

.

6

ἐπῆγεν οὖν θᾶττον, ὠθῶν τοὺς πρὸ αὐτοῦ τῶν ἱππέων, δυσοδοῦντας ἐν τοῖς ὀχετοῖς, ὧν ἡ πόλις ἐστὶ μεστή, καὶ
Pyrrh
.

32

.

7

κινδυνεύοντας. ἦν δὲ καὶ ἀσάφεια πολλὴ τῶν δρωμένων καὶ παραγγελλομένων ἐν νυκτομαχίᾳ, καὶ πλάναι καὶ διασπασμοὶ περὶ τοὺς στενωπούς, καὶ στρατηγίας οὐδὲν ἔργον ὑπὸ σκότους καὶ βοῆς ἀκρίτου καὶ στενότητος, ἀλλὰ
Pyrrh
.

32

.

8

διέτριβον ἄλλως περιμένοντες ἀμφότεροι τὴν ἡμέραν. ἤδη δὲ διαλάμποντος, ἥ τ’ Ἀσπὶς ὅπλων περίπλεως πολεμίων ὀφθεῖσα τὸν Πύρρον διετάραξε, καὶ τῆς ἀγορᾶς ἐν πολλοῖς
ἀναθήμασι κατιδὼν λύκον χαλκοῦν καὶ ταῦρον οἷον εἰς199
5μάχην ἀλλήλοις συνιόντας ἐξεπλάγη, χρησμόν τινα πρὸς ἑαυτὸν ἀνενεγκὼν παλαιόν, ὡς ἀποθανεῖν αὐτῷ πεπρωμέ‐
Pyrrh
.

32

.

9

νον, ὅταν λύκον ἴδῃ ταύρῳ μαχόμενον. ταῦτα δ’ Ἀργεῖοι πάθους ὑπομνήματα παλαιοῦ γεγενῆσθαι παρ’ αὐτοῖς λέ‐ γουσι. Δαναῷ γάρ, ὅτε πρῶτον ἐπέβη τῆς χώρας κατὰ τὰ Πυράμια τῆς Θυρεάτιδος, εἰς Ἄργος πορευομένῳ λύκον
Pyrrh
.

32

.

10

φανῆναι ταύρῳ μαχόμενον· θέμενον δὲ τὸν Δαναόν, ὡς ὁ λύκος εἴη πρὸς αὐτοῦ, ξένον γὰρ ὄντα τοῖς ἐγχωρίοις ἐπι‐ τίθεσθαι καθάπερ αὐτόν, ἐφορᾶν τὴν μάχην, καὶ τοῦ λύκου κρατήσαντος Ἀπόλλωνι Λυκείῳ προσευξάμενον ἐπιχειρῆ‐
5σαι καὶ περιγενέσθαι, στάσει Γελάνορος, ὃς τότε τῶν Ἀργείων ἐβασίλευεν, ἐκπεσόντος. τὸ μὲν οὖν ἀνάθημα τοῦτον εἶχε τὸν λόγον.
Pyrrh
.

33

.

1

Πρὸς δὲ τὴν ὄψιν ὁ Πύρρος ἅμα καὶ τῷ μηδὲν ὧν ἤλπιζε προχωρεῖν ἀθυμῶν, ἀναστρέφειν διενοεῖτο· τὰς δὲ πύλας στενὰς οὔσας φοβούμενος, ἔπεμψε πρὸς τὸν υἱὸν Ἕλενον, μετὰ τῆς πολλῆς δυνάμεως ἔξω καταλε‐
5λειμμένον, κελεύων τοῦ τείχους διασκάπτειν καὶ δέχεσθαι
Pyrrh
.

33

.

2

τοὺς ἐκπίπτοντας, ἂν ἐνοχλῶσιν οἱ πολέμιοι. σπουδῇ δὲ καὶ θορύβῳ τοῦ πεμφθέντος οὐδὲν σαφὲς ἀπαγγέλλοντος, ἀλλὰ καὶ διαμαρτίας γενομένης, τῶν θηρίων τὰ λοιπὰ καὶ στρατιώτας ἀναλαβὼν τοὺς κρατίστους ὁ νεανίσκος εἴσω
Pyrrh
.

33

.

3

διὰ τῶν πυλῶν ἐχώρει τῷ πατρὶ βοηθήσων. ἔτυχε δ’ ὁ Πύρρος ἀναστρέφων ἤδη. καὶ μέχρι μὲν ἡ ἀγορὰ παρεῖχεν ὑπεξάγοντι χώραν, καὶ μαχόμενος ἐκ μεταβολῆς ἠμύνετο
Pyrrh
.

33

.

4

τοὺς ἐπιφερομένους· ἐπεὶ δὲ τῆς ἀγορᾶς εἰς τὸν στενωπὸν ἐξωσθεὶς τὸν ἐπὶ τὴν πύλην ἀνήκοντα συνέπιπτε τοῖς
ἐπιβοηθοῦσιν ἐξ ἐναντίας προσφερομένοις, οἱ μὲν οὐχ ὑπήκουον ὑποχωρεῖν βοῶντος αὐτοῦ, τοὺς δὲ καὶ πάνυ200
5προθύμους ὄντας εἶργον οἱ κατόπιν ἀπὸ τῆς πύλης
Pyrrh
.

33

.

5

ἐπιχεόμενοι. καὶ γὰρ ὁ μέγιστος ἐλέφας ἐν τῇ πύλῃ πλάγιος παραπεσὼν καὶ βρυχώμενος, ἐμποδὼν ἔκειτο τοῖς ἀποτρε‐ πομένοις, καὶ τῶν προεισεληλυθότων ἕτερος, ᾧ Νίκων ὄνομα ἦν, ἀπορρυέντα τὸν ἐπιστάτην ὑπὸ τραυμάτων
5ζητῶν ἀναλαβεῖν, καὶ φερόμενος πρὸς τοὐναντίον τοῖς ὑπεξάγουσιν, ἀνέμειξε φίλους ὁμοῦ καὶ πολεμίους ὠθου‐
Pyrrh
.

33

.

6

μένους ὑπ’ αὐτοῦ, καὶ περιέπιπτον ἀλλήλοις, ἕως εὑρὼν νεκρὸν ἀνείλετο τῇ προβοσκίδι καὶ τοῖς ὀδοῦσιν ἀμφοτέ‐ ροις ὑπολαβὼν ἀνέστρεφε πάλιν, ὥσπερ ἐμμανὴς ἀνατρέ‐
Pyrrh
.

33

.

7

πων καὶ διαφθείρων τοὺς ἐντυγχάνοντας. οὕτω δὲ θλιβο‐ μένων καὶ συμπιλουμένων πρὸς ἀλλήλους, οὐδεὶς οὐδὲν ἑαυτῷ καθ’ ἕνα χρῆσθαι δυνατὸς ἦν, ἀλλ’ ὥσπερ ἓν σῶμα συγγεγομφωμένον ἑαυτῷ τὸ πᾶν πλῆθος ἐλάμβανε πολλὰς
Pyrrh
.

33

.

8

ἀποκλίσεις καὶ μεταβολὰς ἐπ’ ἀμφότερα. καὶ μάχαι μὲν ἦσαν ὀλίγαι πρὸς τοὺς ἐναπολαμβανομένους ἀεὶ τῶν πολεμίων ἢ προσκειμένους ὄπισθεν, πλεῖστα δ’ ἑαυτοὺς
Pyrrh
.

33

.

9

εἰργάζοντο κακά. σπασάμενον γὰρ τὸ ξίφος ἢ κλίναντα λόγχην οὐκ ἦν ἀναλαβεῖν οὐδὲ καταθέσθαι πάλιν, ἀλλ’ ἐχώρει δι’ ὧν ἔτυχε τὰ τοιαῦτα πάντα, καὶ περιπίπτοντες ἀλλήλοις ἔθνῃσκον.
Pyrrh
.

34

.

1

Ὁ δὲ Πύρρος ἐφορῶν τὸν περιέχοντα χειμῶνα καὶ κλύδωνα, τὴν μὲν στεφάνην ᾗ διάσημον ἦν τὸ κράνος ἀφελὼν ἔδωκέ τινι τῶν ἑταίρων, αὐτὸς δὲ τῷ ἵππῳ πεποιθὼς εἰς τοὺς ἑπομένους τῶν πολεμίων ἐνέβαλε,
5καὶ δόρατι πληγεὶς διὰ τοῦ θώρακος οὐ καιρίαν πληγὴν οὐδὲ μεγάλην, ἐπέστρεψε κατὰ τοῦ πατάξαντος, ὃς ἦν Ἀργεῖος οὐ τῶν ἐπιφανῶν, ἀλλὰ πενιχρᾶς καὶ πρεσβυτέρας
Pyrrh
.

34

.

2

υἱὸς γυναικός. αὕτη τότε θεωμένη τὴν μάχην ὥσπερ αἱ
λοιπαὶ γυναῖκες ἀπὸ τοῦ τέγους, ὡς ἐπέγνω συνεστῶτα τῷ Πύρρῳ τὸν υἱόν, ἐκπαθὴς γενομένη πρὸς τὸν κίνδυνον, ἄρασα κεραμίδα ταῖς χερσὶν ἀμφοτέραις ἀφῆκεν ἐπὶ τὸν201
Pyrrh
.

34

.

3

Πύρρον. ἐμπεσούσης δὲ τῇ κεφαλῇ κατὰ τοῦ κράνους, καὶ τῶν σφονδύλων πρὸς τὴν βάσιν τοῦ τραχήλου συντρι‐ βέντων, αἵ τ’ ὄψεις συνεχύθησαν αὐτοῦ, καὶ προήκαντο
Pyrrh
.

34

.

4

τὰς ἡνίας αἱ χεῖρες. αὐτὸς δὲ κατενεχθεὶς παρὰ τὸν τοῦ Λικυμνίου σηκὸν ἔπεσεν, ὑπὸ τῶν πολλῶν ἀγνοούμενος.
Pyrrh
.

34

.

5

Ζώπυρος δέ τις τῶν παρ’ Ἀντιγόνῳ στρατευομένων καὶ δύο ἢ τρεῖς ἕτεροι προσδραμόντες καὶ κατανοήσαντες, εἴς τινα θυρῶνα παρείλκυσαν αὐτόν, ἀρχόμενον ἐκ τῆς
Pyrrh
.

34

.

6

πληγῆς ἀναφέρεσθαι. σπασαμένου δὲ τοῦ Ζωπύρου μάχαιραν Ἰλλυρικὴν ὡς τὴν κεφαλὴν ἀποτεμοῦντος, ἐνέβλεψε δεινόν, ὥστε τὸν Ζώπυρον περίφοβον γενόμενον καὶ τὰ μὲν τρέμοντα ταῖς χερσί, τὰ δ’ ἐπιχειροῦντα,
5θορύβου δὲ καὶ ταραχῆς μεστὸν ὄντα, μὴ κατ’ ὀρθόν, ἀλλὰ παρὰ τὸ στόμα καὶ τὸ γένειον ἀποτέμνοντα βραδέως καὶ μόλις ἀποσπάσαι τὴν κεφαλήν.
Pyrrh
.

34

.

7

Ἤδη δὲ σύνδηλον ἦν τὸ γεγονὸς πλείοσι, καὶ προσ‐ δραμὼν ὁ Ἀλκυονεὺς ᾔτησε τὴν κεφαλὴν ὡς κατανοή‐ σων. λαβὼν δ’ ἀφίππευσε πρὸς τὸν πατέρα καὶ καθεζο‐
Pyrrh
.

34

.

8

μένῳ μετὰ τῶν φίλων προσέβαλε. θεασάμενος δὲ καὶ γνοὺς ὁ Ἀντίγονος, τὸν μὲν υἱὸν ἀπήλασε, τῇ βακτηρίᾳ παίων καὶ καλῶν ἐναγῆ καὶ βάρβαρον, αὐτὸς δὲ τὴν χλαμύδα προθέμενος τοῖς ὄμμασιν ἐδάκρυσεν, Ἀντιγό‐
5νου τοῦ πάππου μνησθεὶς καὶ Δημητρίου τοῦ πατρός,
Pyrrh
.

34

.

9

οἰκείων παραδειγμάτων εἰς τύχης μεταβολήν. τὴν μὲν οὖν κεφαλὴν καὶ τὸ σῶμα τοῦ Πύρρου κοσμήσας ἔκαυσεν·
Pyrrh
.

34

.

10

ἐπεὶ δ’ ὁ Ἀλκυονεὺς τῷ Ἑλένῳ περιτυχών, ταπεινῷ καὶ χλαμύδιον λιτὸν ἀμπεχομένῳ, φιλανθρώπως ἐνέτυχε καὶ τῷ πατρὶ προσήγαγεν, ἰδὼν ὁ Ἀντίγονος „βελτίονα μὲν“
εἶπεν „ὦ παῖ ταῦτα τῶν προτέρων, ἀλλ’ οὐδὲ νῦν ὀρθῶς202
5τῷ μὴ περιελεῖν τὴν ἐσθῆτα ταύτην, ἣ μᾶλλον ἡμᾶς
Pyrrh
.

34

.

11

καταισχύνει τοὺς κρατεῖν δοκοῦντας.“ ἐκ τούτου φιλο‐ φρονησάμενος καὶ κοσμήσας τὸν Ἕλενον ἀπέστειλεν εἰς Ἤπειρον, καὶ τοῖς φίλοις τοῦ Πύρρου πράως ἐνετύγχανε, τοῦ στρατοπέδου καὶ τῆς δυνάμεως πάσης κύριος γενό‐
5μενος.203