TLG 0007 028 :: PLUTARCHUS :: Titus Flamininus PLUTARCHUS Biogr.
Phil. Titus Flamininus Citation: Chapter — section — (line) | ||
Flam.t1 | ΤΙΤΟΣ | |
Flam.1.1 | Ὃν δὲ παραβάλλομεν αὐτῷ, Τίτος Κοΐντιος Φλαμι‐ νῖνος, ἰδέαν μὲν ὁποῖος ἦν πάρεστι θεάσασθαι τοῖς βου‐ λομένοις ἀπὸ τῆς ἐν Ῥώμῃ χαλκῆς εἰκόνος, ἣ κεῖται παρὰ τὸν μέγαν Ἀπόλλωνα τὸν ἐκ Καρχηδόνος ἀντικρὺ | |
5 | τοῦ ἱπποδρόμου, γράμμασιν Ἑλληνικοῖς ἐπιγεγραμμένη· | |
---|---|---|
Flam.1.2 | τὸ δ’ ἦθος ὀξὺς λέγεται γενέσθαι καὶ πρὸς ὀργὴν καὶ πρὸς χάριν, οὐ μὴν ὁμοίως, ἀλλ’ ἐλαφρὸς μὲν ἐν τῷ κο‐ λάζειν καὶ οὐκ ἐπίμονος, πρὸς δὲ τὰς χάριτας τελεσιουρ‐ γός, καὶ τοῖς εὐεργετηθεῖσι διὰ παντὸς ὥσπερ εὐεργέταις | |
5 | εὔνους, καὶ πρόθυμος ὡς κάλλιστα τῶν κτημάτων τοὺς | |
Flam.1.3 | εὖ πεπονθότας ὑπ’ αὐτοῦ περιέπειν ἀεὶ καὶ σῴζειν. φι‐ λοτιμότατος δὲ καὶ φιλοδοξότατος ὤν, ἐβούλετο τῶν ἀρί‐ στων καὶ μεγίστων πράξεων αὐτουργὸς εἶναι, καὶ τοῖς δεομένοις εὖ παθεῖν μᾶλλον ἢ τοῖς εὖ ποιῆσαι δυναμένοις | |
5 | ἔχαιρε, τοὺς μὲν ὥσπερ ὕλην τῆς ἀρετῆς, τοὺς δ’ [ὥσπερ] ἀντιπάλους πρὸς δόξαν ἡγούμενος. | |
Flam.1.4 | Παιδευθεὶς δὲ παιδείαν τὴν διὰ τῶν ἐθῶν τῶν στρα‐ τιωτικῶν, πολλοὺς τότε καὶ μεγάλους τῆς Ῥώμης ἀγω‐ νιζομένης ἀγῶνας, καὶ τῶν νέων εὐθὺς ἐξ ἀρχῆς ἐν τῷ στρατεύεσθαι στρατηγεῖν διδασκομένων, πρῶτον μὲν ἐν | |
5 | τῷ πρὸς Ἀννίβαν πολέμῳ χιλίαρχος ὑπατεύοντι Μαρ‐ | |
Flam.1.5 | κέλλῳ συνεστρατεύσατο. καὶ Μάρκελλος μὲν ἐνέδρᾳ περι‐ πεσὼν ἐτελεύτησε, Τίτος δὲ τῆς περὶ Τάραντα χώρας καὶ Τάραντος αὐτοῦ τὸ δεύτερον ἡλωκότος ἔπαρχος ἀπο‐ | |
δειχθείς, εὐδοκίμησεν οὐχ ἧττον ἐπὶ τοῖς δικαίοις ἢ κατὰ | 28 | |
Flam.1.6 | τὴν στρατείαν. διὸ καὶ πεμπομένων ἀποίκων εἰς δύο πό‐ λεις, Νάρνειάν τε καὶ Κῶνσαν, ἄρχων ᾑρέθη καὶ οἰκιστής. | |
Flam.2.1 | Τοῦτο δ’ αὐτὸν ἐπῆρε μάλιστα τὰς διὰ μέσου καὶ συνήθεις τοῖς νέοις ἀρχὰς ὑπερβάντα, δημαρχίαν καὶ στρατηγίαν καὶ ἀγορανομίαν, εὐθὺς αὑτὸν ὑπατείας ἀξιοῦν, καὶ κατῄει, τοὺς ἀπὸ τῶν κληρουχιῶν ἔχων προ‐ | |
Flam.2.2 | θύμους. τῶν δὲ περὶ Φούλβιον καὶ Μάνιον δημάρχων ἐν‐ ισταμένων, καὶ δεινὸν εἶναι λεγόντων ἄνδρα νέον εἰς τὴν μεγίστην ἀρχὴν εἰσβιάζεσθαι παρὰ τοὺς νόμους, οἷον ἀτέλεστον ἔτι τῶν πρώτων ἱερῶν καὶ μυστηρίων τῆς πολι‐ | |
5 | τείας, ἡ μὲν σύγκλητος ἀπέδωκε τῷ δήμῳ τὴν ψῆφον, ὁ δὲ δῆμος ἀπέδειξεν αὐτὸν ὕπατον μετὰ Σέξτου Αἰλίου, καίπερ οὔπω τριάκοντ’ ἔτη γεγονότα. | |
Flam.2.3 | Κλήρῳ δὲ λαγχάνει τὸν πρὸς Φίλιππον καὶ Μακε‐ δόνας πόλεμον, εὐτυχίᾳ τινὶ τῶν Ῥωμαίων συλλαχὼν πράγμασι καὶ ἀνθρώποις οὐ πάντα πολέμῳ καὶ βίᾳ χρω‐ μένου δεομένοις ἄρχοντος, ἀλλὰ πειθοῖ καὶ ὁμιλίᾳ μᾶλλον | |
Flam.2.4 | ἁλωσίμοις. Φιλίππῳ γὰρ ἦν στόμωμα μὲν εἰς μάχην ἀποχρῶν ἡ Μακεδόνων ἀρχή, ῥώμη δὲ πολέμου τριβὴν ἔχοντος καὶ χορηγία καὶ καταφυγὴ καὶ ὄργανον ὅλως τῆς φάλαγγος ἡ τῶν Ἑλλήνων δύναμις, ὧν μὴ διαλυθέντων | |
5 | ἀπὸ τοῦ Φιλίππου μιᾶς μάχης οὐκ 〈ἂν〉 ἦν ἔργον ὁ πρὸς | |
Flam.2.5 | αὐτὸν πόλεμος. ἡ δ’ Ἑλλὰς οὔπω πολλὰ συνενηνεγμένη Ῥωμαίοις, ἀλλὰ τότε πρῶτον ἐπιμειγνυμένη ταῖς πρά‐ ξεσιν, εἰ μὴ φύσει τε χρηστὸς ἦν ὁ ἄρχων καὶ λόγῳ μᾶλ‐ λον ἢ πολέμῳ χρώμενος, ἐντυγχάνοντί τε προσῆν πιθα‐ | |
5 | νότης καὶ πρᾳότης ἐντυγχανομένῳ καὶ τόνος πλεῖστος ὑπὲρ τῶν δικαίων, οὐκ ἂν οὕτως ῥᾳδίως ἀντὶ τῶν συνήθων ἀλλόφυλον ἀρχὴν ἠγάπησε. ταῦτα μὲν οὖν ἐπὶ τῶν πρά‐ ξεων αὐτοῦ δηλοῦται. | 29 |
Flam.3.1 | Πυνθανόμενος δ’ ὁ Τίτος τοὺς πρὸ ἑαυτοῦ στρα‐ τηγούς, τοῦτο μὲν Σουλπίκιον, τοῦτο δὲ Πόπλιον 〈Οὐίλ‐ λιον〉 ὀψὲ τῆς ὥρας ἐμβαλόντας εἰς Μακεδονίαν, καὶ τοῦ πολέμου βραδέως ἁψαμένους κατατετρῖφθαι τοπομαχοῦν‐ | |
5 | τας καὶ διαπληκτιζομένους ἀκροβολισμοῖς ὑπὲρ ὁδῶν καὶ | |
Flam.3.2 | σιτολογίας πρὸς τὸν Φίλιππον, οὐκ ᾤετο δεῖν, ὥσπερ ἐκεῖ‐ νοι καταναλώσαντες οἴκοι τὸν ἐνιαυτὸν ἐν τιμαῖς καὶ πολι‐ τείαις ὕστερον ἐξώρμησαν ἐπὶ τὰς στρατείας, οὕτως καὶ αὐτὸς [ἐν τιμαῖς καὶ πολιτείαις] ἐνιαυτὸν ἐπικερδᾶναι | |
Flam.3.3 | τῇ ἀρχῇ, τὸν μὲν ὑπατεύσας, τῷ δὲ πολεμήσας, ἀλλ’ ὁμοῦ φιλοτιμούμενος ἐνεργὸν τῷ πολέμῳ τὴν ἀρχὴν παρασχεῖν, τὰς μὲν ἐν τῇ πόλει τιμὰς καὶ προεδρίας ἀφῆκεν, αἰτησάμενος δὲ παρὰ τῆς βουλῆς τὸν ἀδελφὸν | |
5 | αὑτῷ Λεύκιον ἄρχοντα νεῶν συστρατεύειν, καὶ τῶν μετὰ Σκιπίωνος ἐν Ἰβηρίᾳ μὲν Ἀσδρούβαν, ἐν Λιβύῃ δ’ Ἀν‐ νίβαν αὐτὸν καταμεμαχημένων τοὺς ἀκμάζοντας ἔτι καὶ προθύμους ἀναλαβὼν ὥσπερ στόμωμα, τρισχιλίους γενο‐ | |
Flam.3.4 | μένους, εἰς τὴν Ἤπειρον ἀσφαλῶς διεπέρασε. καὶ τὸν Πόπλιον εὑρὼν μετὰ τῆς δυνάμεως ἀντιστρατοπεδεύοντα τῷ Φιλίππῳ, τὰς περὶ τὸν Ἄψον ποταμὸν ἐμβολὰς καὶ τὰ Στενὰ φυλάττοντι πολὺν ἤδη χρόνον, οὐδὲν δὲ περαί‐ | |
5 | νοντα διὰ τὴν ὀχυρότητα τῶν χωρίων, παρέλαβε τὸ στρά‐ τευμα, καὶ τὸν Πόπλιον ἀποπέμψας κατεσκέπτετο τοὺς | |
Flam.3.5 | τόπους. εἰσὶ δ’ ὀχυροὶ μὲν οὐχ ἧττον τῶν περὶ τὰ Τέμπη, κάλλη δὲ δένδρων ὡς ἐκεῖνοι καὶ χλωρότητας ὕλης καὶ | 30 |
Flam.3.6 | διατριβὰς καὶ λειμῶνας ἡδεῖς οὐκ ἔχουσιν· ὀρῶν δὲ μεγά‐ λων καὶ ὑψηλῶν, ἑκατέρωθεν εἰς μίαν φάραγγα μεγί‐ στην καὶ βαθεῖαν συμφερομένων, διεκπίπτων ὁ Ἄψος καὶ σχῆμα καὶ τάχος ἐξομοιοῦται πρὸς τὸν Πηνειόν, τὴν | |
5 | μὲν ἄλλην ἅπασαν ἀποκρύπτων ὑπώρειαν, ἐκτομὴν δὲ κρημνώδη καὶ στενὴν παρὰ τὸ ῥεῖθρον ἀπολείπων ἀτρα‐ πόν, οὐδ’ ἄλλως ῥᾳδίαν στρατεύματι διελθεῖν, εἰ δὲ καὶ φυλάττοιτο, παντελῶς ἄπορον. | |
Flam.4.1 | Ἦσαν μὲν οὖν οἱ τὸν Τίτον ἄγειν κύκλῳ διὰ τῆς Δασσαρήτιδος κατὰ Λύγκον εὔπορον ὁδὸν καὶ ῥᾳδίαν ἐπι‐ | |
Flam.4.2 | χειροῦντες. ὁ δὲ δεδοικώς, μὴ πόρρω θαλάττης ἐμβα‐ λὼν ἑαυτὸν εἰς τόπους γλίσχρους καὶ σπειρομένους πο‐ νηρῶς τοῦ Φιλίππου φυγομαχοῦντος ἀπορήσῃ σιτίων, καὶ πάλιν ἄπρακτος ὥσπερ ὁ πρὸ αὐτοῦ στρατηγὸς ἀνα‐ | |
5 | χωρεῖν ἀναγκασθῇ πρὸς τὴν θάλασσαν, ἔγνω προσβα‐ λὼν ἀνὰ κράτος διὰ τῶν ἄκρων βιάσασθαι τὴν πάροδον. | |
Flam.4.3 | ἐπεὶ δὲ τὰ ὄρη τοῦ Φιλίππου τῇ φάλαγγι κατέχοντος, ἐκ τῶν πλαγίων πανταχόθεν ἐπὶ τοὺς Ῥωμαίους ἀκοντίων καὶ τοξευμάτων φερομένων, πληγαὶ μὲν ἐγίνοντο καὶ ἀγῶνες ὀξεῖς, καὶ νεκροὶ παρ’ ἀμφοτέρων ἔπιπτον, οὐδὲν | |
Flam.4.4 | δὲ τοῦ πολέμου πέρας ἐφαίνετο, προσῆλθον ἄνθρωποι τῶν αὐτόθι νεμόντων, φράζοντές τινα κύκλωσιν ἀμελου‐ μένην ὑπὸ τῶν πολεμίων, ᾗ τὸν στρατὸν ἄξειν ὑπ‐ ισχνοῦντο καὶ καταστήσειν μάλιστα τριταῖον ἐπὶ τῶν | |
Flam.4.5 | ἄκρων. γνώστην δὲ τῆς πίστεως παρείχοντο καὶ βεβαιω‐ | |
τὴν Χάροπα τὸν Μαχάτα, πρωτεύοντα μὲν Ἠπειρωτῶν, εὔνουν δὲ Ῥωμαίοις ὄντα καὶ κρύφα φόβῳ τοῦ Φιλίππου | 31 | |
Flam.4.6 | συναγωνιζόμενον. ᾧ πιστεύσας ὁ Τίτος ἐκπέμπει χι‐ λίαρχον ἕνα πεζοὺς ἔχοντα τετρακισχιλίους καὶ ἱππεῖς | |
Flam.4.7 | τριακοσίους· ἡγοῦντο δ’ οἱ νομεῖς ἐκεῖνοι δεδεμένοι. καὶ τὰς μὲν ἡμέρας ἀνεπαύοντο, κοίλους προβαλλόμενοι καὶ ὑλώδεις τόπους, ὥδευον δὲ νύκτωρ πρὸς τὴν σελήνην· | |
Flam.4.8 | καὶ γὰρ ἦν διχόμηνος. ὁ δὲ Τίτος τούτους ἀποστείλας, τὰς μὲν ἄλλας ἡμέρας διανέπαυε τὸν στρατόν, ὅσα μὴ | |
Flam.4.9 | περισπᾶν τοῖς ἀκροβολισμοῖς τοὺς πολεμίους· καθ’ ἣν δ’ ἔμελλον ὑπερφανήσεσθαι τῶν ἄκρων οἱ περιϊόντες, ἅμ’ ἡμέρᾳ πᾶν μὲν βαρὺ πᾶν δὲ γυμνητικὸν ὅπλον ἐκίνει, | |
Flam.4.10 | καὶ τριχῇ νείμας τὴν δύναμιν, αὐτὸς μὲν εἰς 〈τὸ〉 στε‐ νώτατον παρὰ τὸ ῥεῖθρον ὀρθίας ἀνῆγε τὰς σπείρας, βαλ‐ λόμενος ὑπὸ τῶν Μακεδόνων καὶ συμπλεκόμενος τοῖς ἀπαντῶσι περὶ τὰς δυσχωρίας, τῶν δ’ ἄλλων ἑκατέρω‐ | |
5 | θεν ἅμα πειρωμένων ἁμιλλᾶσθαι, καὶ ταῖς τραχύτησιν | |
Flam.4.11 | ἐμφυομένων προθύμως, ὅ θ’ ἥλιος ἀνέσχε, καὶ καπνὸς οὐ βέβαιος, ἀλλ’ οἷον ὄρειος ὁμίχλη πόρρωθεν ἀνατέλλων καὶ διαφαινόμενος, τοὺς μὲν πολεμίους ἐλάνθανε (κατὰ νώτου γὰρ ἦν αὐτοῖς, ἤδη τῶν ἄκρων ἐχομένων), οἱ δὲ | |
5 | Ῥωμαῖοι δόξαν ἔσχον ἀμφίβολον, ἐν ἀγῶνι καὶ πόνῳ τὴν | |
Flam.4.12 | ἐλπίδα πρὸς τὸ βουλόμενον λαμβάνοντες. ἐπεὶ δὲ μᾶλ‐ λον αὐξανόμενος καὶ διαμελαίνων τὸν ἀέρα καὶ πολὺς ἄνω χωρῶν ἐδηλοῦτο πυρσὸς εἶναι φίλιος, οἱ μὲν ἀλαλά‐ ξαντες ἐπέβαινον ἐρρωμένως καὶ συνέστελλον εἰς τὰ | |
5 | τραχύτατα τοὺς πολεμίους, οἱ δ’ ὄπισθεν ἀπὸ τῶν ἄκρων ἀντηλάλαξαν. | |
Flam.5.1 | Φυγὴ μὲν οὖν ἦν εὐθὺς ὀξεῖα πάντων, ἔπεσον δὲ δισχιλίων οὐ πλείους· ἀφῃροῦντο γὰρ αἱ δυσχωρίαι τὴν | |
Flam.5.2 | δίωξιν· χρήματα δὲ καὶ σκηνὰς καὶ θεράποντας οἱ Ῥωμαῖοι διαρπάσαντες, ἐκράτουν τῶν Στενῶν καὶ διώδευον τὴν Ἤπειρον οὕτω κοσμίως καὶ μετ’ ἐγκρατείας τοσαύτης, ὥστε τῶν πλοίων καὶ τῆς θαλάσσης μακρὰν ὄντας αὐ‐ | 32 |
5 | τούς, καὶ τὸν ἐπιμήνιον σῖτον μὴ μεμετρημένους οὐδ’ εὐποροῦντας ἀγορᾶς, ἀπέχεσθαι τῆς χώρας, ἀμφιλαφεῖς | |
Flam.5.3 | ὠφελείας ἐχούσης. ὁ γὰρ Τίτος πυνθανόμενος τὸν Φίλ‐ ιππον, ὡς ὅμοια φεύγοντι τὴν Θετταλίαν διερχόμενος τοὺς μὲν ἀνθρώπους ἐκ τῶν πόλεων ἀνίστησιν εἰς τὰ ὄρη, τὰς δὲ πόλεις καταπίμπρησι, τῶν δὲ χρημάτων τὰ | |
5 | λειπόμενα διὰ πλῆθος ἢ βάρος ἁρπαγὴν προτίθεται, τρό‐ πον τινὰ τῆς χώρας ἐξιστάμενος ἤδη Ῥωμαίοις, ἐφιλοτι‐ μεῖτο καὶ παρεκάλει τοὺς στρατιώτας ὥσπερ οἰκείας καὶ | |
Flam.5.4 | παρακεχωρημένης κηδομένους βαδίζειν. καὶ μέντοι καὶ παρεῖχεν αὐτοῖς τὰ γινόμενα τῆς εὐταξίας αἴσθησιν εὐ‐ θύς· προσεχώρουν μὲν γὰρ αἱ πόλεις ἁψαμένοις Θεττα‐ λίας, οἱ δ’ ἐντὸς Πυλῶν Ἕλληνες ἐπόθουν καὶ διεπτόηντο | |
5 | ταῖς ὁρμαῖς πρὸς τὸν Τίτον, Ἀχαιοὶ δὲ τὴν Φιλίππου συμμαχίαν ἀπειπάμενοι πολεμεῖν ἐψηφίσαντο μετὰ Ῥω‐ | |
Flam.5.5 | μαίων πρὸς αὐτόν· Ὀπούντιοι δέ, καίπερ Αἰτωλῶν τότε Ῥωμαίοις συναγωνιζομένων προθυμότατα καὶ τὴν πόλιν ἀξιούντων παραλαβεῖν καὶ φυλάττειν, οὐ προσέσχον, ἀλλὰ μεταπεμψάμενοι τὸν Τίτον ἐκείνῳ διεπίστευσαν | |
Flam.5.6 | ἑαυτοὺς καὶ παρέδωκαν. Πύρρον μὲν οὖν λέγουσιν, ὅτε πρῶτον ἀπὸ σκοπῆς κατεῖδε τὸ στράτευμα τῶν Ῥωμαίων διακεκοσμημένον, εἰπεῖν οὐ βαρβαρικὴν αὐτῷ φανῆναι τὴν τῶν βαρβάρων παράταξιν· οἱ δὲ Τίτῳ πρῶτον ἐντυγ‐ | |
5 | χάνοντες ἠναγκάζοντο παραπλησίας ἀφιέναι φωνάς. | |
Flam.5.7 | ἀκούοντες γὰρ τῶν Μακεδόνων, ὡς ἄνθρωπος ἄρχων βαρβάρου στρατιᾶς ἔπεισι, δι’ ὅπλων πάντα καταστρε‐ | |
φόμενος καὶ δουλούμενος, εἶτ’ ἀπαντῶντες ἀνδρὶ τήν θ’ ἡλικίαν νέῳ καὶ τὴν ὄψιν φιλανθρώπῳ, φωνήν τε καὶ | 33 | |
5 | διάλεκτον Ἕλληνι, καὶ τιμῆς ἀληθοῦς ἐραστῇ, θαυμασίως ἐκηλοῦντο, καὶ τὰς πόλεις ἀπιόντες ἐνεπίμπλασαν εὐνοίας τῆς πρὸς αὐτόν, ὡς ἐχούσας ἡγεμόνα τῆς ἐλευθερίας. | |
Flam.5.8 | ἐπεὶ δὲ καὶ Φιλίππῳ δοκοῦντι συμβατικῶς ἔχειν εἰς ταὐ‐ τὸν ἐλθὼν προὔτεινεν εἰρήνην καὶ φιλίαν ἐπὶ τῷ τοὺς Ἕλληνας αὐτονόμους ἐᾶν καὶ τὰς φρουρὰς ἀπαλλάττειν, ὁ δ’ οὐκ ἐδέξατο, παντάπασιν ἤδη τότε καὶ τοῖς θερα‐ | |
5 | πεύουσι τὰ τοῦ Φιλίππου παρέστη, Ῥωμαίους πολεμή‐ σοντας ἥκειν οὐχ Ἕλλησιν, ἀλλ’ ὑπὲρ Ἑλλήνων Μακεδόσι. | |
Flam.6.1 | Τὰ μὲν οὖν ἄλλα προσεχώρει καθ’ ἡσυχίαν αὐτῷ, τὴν δὲ Βοιωτίαν ἀπολέμως ἐπιπορευομένῳ Θηβαίων ἀπήντησαν οἱ πρῶτοι, φρονοῦντες μὲν τὰ τοῦ Μακεδόνος διὰ Βραχύλλην, ἀσπαζόμενοι δὲ καὶ τιμῶντες τὸν Τίτον, | |
Flam.6.2 | ὡς φιλίας πρὸς ἀμφοτέρους ὑπαρχούσης. ὁ δ’ ἐντυχὼν αὐτοῖς φιλανθρώπως καὶ δεξιωσάμενος, προῆγεν ἡσυχῇ καθ’ ὁδόν, τὰ μὲν ἐρωτῶν καὶ πυνθανόμενος, τὰ δὲ διηγούμενος καὶ παράγων ἐπίτηδες, ἄχρι τοὺς στρα‐ | |
Flam.6.3 | τιώτας ἀναλαβεῖν ἐκ τῆς πορείας. οὕτω δὲ προάγων συνεισῆλθε τοῖς Θηβαίοις εἰς τὴν πόλιν, οὐ πάνυ μὲν ἡδομένοις, ὀκνοῦσι δὲ κωλύειν, ἐπεὶ στρατιῶται γε μέ‐ | |
Flam.6.4 | τριοι τὸ πλῆθος εἵποντο. καὶ μέντοι παρελθὼν ὁ Τίτος ὡς οὐκ ἔχων τὴν πόλιν ἔπειθεν ἑλέσθαι τὰ Ῥωμαίων, Ἀττάλου τοῦ βασιλέως συναγορεύοντος αὐτῷ καὶ συν‐ | |
Flam.6.5 | εξορμῶντος τοὺς Θηβαίους. ἀλλ’ Ἄτταλος μὲν ὡς ἔοικε τοῦ γήρως προθυμότερον ἑαυτὸν τῷ Τίτῳ ῥήτορα παρα‐ σχεῖν φιλοτιμούμενος, ἐν αὐτῷ τῷ λέγειν προσπεσόν‐ | |
τος ἰλίγγου τινὸς ἢ ῥεύματος, ἄφνω τὴν αἴσθησιν ἐπι‐ | 34 | |
5 | ληφθεὶς ἔπεσε, καὶ μετ’ οὐ πολὺ ταῖς ναυσὶν εἰς Ἀσίαν ἀποκομισθεὶς ἐτελεύτησεν· οἱ δὲ Βοιωτοὶ προσεχώρησαν τοῖς Ῥωμαίοις. | |
Flam.7.1 | Φιλίππου δὲ πρέσβεις πέμψαντος εἰς Ῥώμην, ἀπ‐ έστειλε καὶ ὁ Τίτος παρ’ αὑτοῦ τοὺς πράξοντας, ὅπως ἐπιψηφίσηται χρόνον ἡ σύγκλητος αὐτῷ τοῦ πολέμου μέ‐ | |
Flam.7.2 | νοντος· εἰ δὲ μή, δι’ ἐκείνου τὴν εἰρήνην γενέσθαι. φιλό‐ τιμος γὰρ ὢν ἰσχυρῶς, ἐδεδίει πεμφθέντος ἐπὶ τὸν πό‐ | |
Flam.7.3 | λεμον ἑτέρου στρατηγοῦ τὴν δόξαν ἀφαιρεθῆναι. δια‐ πραξαμένων δὲ τῶν φίλων αὐτῷ, μήτε τὸν Φίλιππον ὧν ἔχρῃζε τυχεῖν, καὶ τοῦ πολέμου τὴν ἡγεμονίαν ἐκείνῳ φυλαχθῆναι, δεξάμενος τὸ δόγμα καὶ ταῖς ἐλπίσιν ἐπαρ‐ | |
5 | θείς, εὐθὺς εἰς Θετταλίαν ἐπὶ τὸν Φίλιππον ὥρμησεν, ὑπὲρ ἑξακισχιλίους καὶ δισμυρίους ἔχων στρατιώτας, ὧν Αἰτωλοὶ πεζοὺς ἑξακισχιλίους καὶ ἱππεῖς τετρακοσίους παρεῖχον· ἦν δὲ καὶ τοῦ Φιλίππου τὸ στράτευμα τῷ | |
Flam.7.4 | πλήθει παραπλήσιον. ἐπεὶ δὲ βαδίζοντες ἐπ’ ἀλλήλους καὶ γενόμενοι περὶ τὴν Σκοτοῦσσαν ἐνταῦθα διακινδυ‐ νεύειν ἔμελλον, οὐχ ὅπερ εἰκὸς ἦν πρὸς δέους ἔλαβον οἱ στρατιῶται τὴν ἀλλήλων 〈ἔφοδον〉, ἀλλὰ 〈καὶ〉 μᾶλ‐ | |
Flam.7.5 | λον ὁρμῆς καὶ φιλοτιμίας ἐπληροῦντο, Ῥωμαῖοι μὲν εἰ Μακεδόνων κρατήσουσιν, ὧν ὄνομα δι’ Ἀλέξανδρον ἀλκῆς καὶ δυνάμεως πλεῖστον ἦν παρ’ αὐτοῖς· Μακεδόνες δὲ Ῥωμαίους Περσῶν ἡγούμενοι διαφέρειν, ἤλπιζον εἰ περι‐ | |
5 | γένοιντο λαμπρότερον ἀποδείξειν Ἀλεξάνδρου Φίλιππον. | 35 |
Flam.7.6 | ὁ μὲν οὖν Τίτος παρεκάλει τοὺς στρατιώτας ἄνδρας ἀγαθοὺς γενέσθαι καὶ προθύμους, ὡς ἐν τῷ καλλίστῳ θεάτρῳ τῇ Ἑλλάδι μέλλοντας ἀγωνίζεσθαι πρὸς τοὺς | |
Flam.7.7 | ἀρίστους τῶν ἀνταγωνιστῶν· ὁ δὲ Φίλιππος, εἴτ’ ἀπὸ τύχης εἴθ’ ὑπὸ σπουδῆς παρὰ τὸν καιρὸν ἀγνοήσας, ἦν γάρ τι πολυάνδριον ὑψηλὸν ἔξω τοῦ χάρακος, ἐπὶ τοῦτο προβάς, ἤρξατο μὲν οἷ’ εἰς προτροπὴν πρὸ μάχης φιλεῖ | |
5 | διαλέγεσθαι καὶ παρορμᾶν, ἀθυμίας δὲ δεινῆς πρὸς τὸν οἰωνὸν ἐμπεσούσης, διαταραχθεὶς ἐπέσχε τὴν ἡμέραν ἐκείνην. | |
Flam.8.1 | Τῇ δ’ ὑστεραίᾳ περὶ τὸν ὄρθρον ἐκ μαλακῆς καὶ νοτίου νυκτὸς εἰς ὁμίχλην τῶν νεφῶν τρεπομένων, ἀνε‐ πίμπλατο ζόφου βαθέος πᾶν τὸ πεδίον, καὶ κατῄει παχὺς ἐκ τῶν ἄκρων ἀὴρ εἰς τὸ μεταξὺ τῶν στρατοπέδων, εὐθὺς | |
Flam.8.2 | ἀρχομένης ἡμέρας ἀποκρύπτων τοὺς τόπους. οἱ δ’ ὑπ’ ἀμφοτέρων ἀποσταλέντες ἐφεδρείας ἕνεκα καὶ κατασκο‐ πῆς ἐν πάνυ βραχεῖ περιπεσόντες ἀλλήλοις, ἐμάχοντο περὶ τὰς καλουμένας Κυνὸς κεφαλάς, αἳ λόφων οὖσαι | |
5 | πυκνῶν καὶ παραλλήλων ἄκραι λεπταὶ δι’ ὁμοιότητα | |
Flam.8.3 | τοῦ σχήματος οὕτως ὠνομάσθησαν. γενομένων δ’ οἵων εἰκὸς ἐν τόποις σκληροῖς μεταβολῶν κατὰ τὰς φυγὰς καὶ διώξεις, ἑκάτεροι τοῖς πονοῦσιν ἀεὶ καὶ ὑποχωροῦσιν ἐπιπέμποντες βοήθειαν ἐκ τῶν στρατοπέδων, καὶ ἤδη τοῦ | |
5 | ἀέρος ἀνακαθαιρομένου καθορῶντες τὰ γινόμενα, παν‐ | |
Flam.8.4 | στρατιᾷ συνέβαλον. τῷ μὲν οὖν δεξιῷ περιῆν ὁ Φίλιπ‐ πος, ἐκ τόπων ἐπιφόρων ὅλην ἐπερείσας τὴν φάλαγγα | |
τοῖς Ῥωμαίοις, τὸ βάρος τοῦ συνασπισμοῦ καὶ τὴν τραχύ‐ τητα τῆς προβολῆς οὐδὲ τῶν ἀρίστων ὑπομεινάντων· | 36 | |
Flam.8.5 | τοῦ δ’ εὐωνύμου διασπασμὸν ἀνὰ τοὺς λόφους καὶ περί‐ κλασιν λαμβάνοντος, ὁ Τίτος τὸ μὲν ἡττώμενον ἀπο‐ γνούς, πρὸς δὲ θάτερον ὀξέως παρελάσας, προσέβαλε τοῖς Μακεδόσι, συστῆναι μὲν εἰς φάλαγγα καὶ πυκνῶσαι τὴν | |
5 | τάξιν εἰς βάθος, ἥπερ ἦν ἀλκὴ τῆς ἐκείνων δυνάμεως, κωλυομένοις διὰ τὴν ἀνωμαλίαν καὶ τραχύτητα τῶν χω‐ ρίων, πρὸς δὲ τὸ κατ’ ἄνδρα συμπλέκεσθαι βαρεῖ καὶ | |
Flam.8.6 | δυσέργῳ χρωμένοις ὁπλισμῷ. ζῴῳ γὰρ ἡ φάλαγξ ἔοικεν ἀμάχῳ τὴν ἰσχύν, ἕως ἕν ἐστι σῶμα καὶ τηρεῖ τὸν συν‐ ασπισμὸν ἐν τάξει μιᾷ, διαλυθείσης δὲ καὶ τὴν καθ’ ἕνα ῥώμην ἀπόλλυσι τῶν μαχομένων ἕκαστος διά τε τὸν τρό‐ | |
5 | πον τῆς ὁπλίσεως, καὶ ὅτι παντὸς ὅλου τοῖς παρ’ ἀλλή‐ | |
Flam.8.7 | λων μέρεσι μᾶλλον ἢ δι’ αὑτὸν ἰσχύει. τραπομένων δὲ τούτων, οἱ μὲν ἐδίωκον τοὺς φεύγοντας, οἱ δὲ τοὺς μαχο‐ μένους τῶν Μακεδόνων παρεκδραμόντες ἐκ πλαγίων ἔκτεινον, ὥστε ταχὺ καὶ τοὺς νικῶντας περισπᾶσθαι καὶ | |
Flam.8.8 | φεύγειν τὰ ὅπλα καταβάλλοντας. ἔπεσον μὲν οὖν ὀκτακισ‐ χιλίων οὐκ ἐλάττους, ἑάλωσαν δὲ περὶ πεντακισχιλίους. | |
Flam.8.9 | τοῦ δὲ τὸν Φίλιππον ἀσφαλῶς ἀπελθεῖν τὴν αἰτίαν ἔλα‐ βον Αἰτωλοί, περὶ ἁρπαγὴν γενόμενοι καὶ πόρθησιν τοῦ χάρακος ἔτι τῶν Ῥωμαίων διωκόντων, ὥστε μηθὲν εὑ‐ | |
ρεῖν ἐκείνους ἐπανελθόντας. | 37 | |
Flam.9.1 | Πρῶτον μὲν οὖν ἐγένοντο λοιδορίαι καὶ διαφοραὶ πρὸς ἀλλήλους αὐτοῖς· ἐκ δὲ τούτων μᾶλλον ἀεὶ τὸν Τίτον ἐλύπουν, ἑαυτοῖς ἀνατιθέντες τὸ νίκημα καὶ τῇ φήμῃ προκαταλαμβάνοντες τοὺς Ἕλληνας, ὥστε καὶ γρά‐ | |
5 | φεσθαι καὶ ᾄδεσθαι προτέρους ἐκείνους ὑπὸ ποιητῶν | |
Flam.9.2 | καὶ ἰδιωτῶν, ὑμνούντων τὸ ἔργον. ὧν μάλιστα διὰ στό‐ ματος ἦν τουτὶ τὸ ἐπίγραμμα (Anth. Pal. VII 247). | |
2 | Ἄκλαυστοι καὶ ἄθαπτοι ὁδοιπόρε τῷδ’ ἐπὶ νώτῳ Θεσσαλίης τρισσαὶ κείμεθα μυριάδες, | |
5 | Αἰτωλῶν δμηθέντες ὑπ’ Ἄρεος ἠδὲ Λατίνων, οὓς Τίτος εὐρείης ἤγαγ’ ἀπ’ Ἰταλίης, Ἠμαθίῃ μέγα πῆμα. τὸ δὲ θρασὺ κεῖνο Φιλίππου πνεῦμα θοῶν ἐλάφων ᾤχετ’ ἐλαφρότερον. | |
8 | ||
Flam.9.3 | τοῦτ’ ἐποίησε μὲν Ἀλκαῖος, ἐφυβρίζων Φιλίππῳ καὶ τὸν ἀριθμὸν τῶν ἀποθανόντων ἐπιψευσάμενος· λεγόμενον δὲ πολλαχοῦ καὶ ὑπὸ πολλῶν, μᾶλλον ἠνία τὸν Τίτον ἢ τὸν | |
Flam.9.4 | Φίλιππον. ὁ μὲν γὰρ ἀντικωμῳδῶν τὸν Ἀλκαῖον τῷ ἐλε‐ γείῳ, παρέβαλλεν· | |
2 | Ἄφλοιος καὶ ἄφυλλος ὁδοιπόρε τῷδ’ ἐπὶ νώτῳ Ἀλκαίῳ σταυρὸς πήγνυται ἠλίβατος· | |
4 | ||
Flam.9.5 | τὸν δὲ Τίτον φιλοτιμούμενον πρὸς τοὺς Ἕλληνας οὐ με‐ τρίως παρώξυνε τὰ τοιαῦτα. διὸ καὶ τὰ ὑπόλοιπα τῶν πραγμάτων ἔπραττε καθ’ ἑαυτόν, ἐλάχιστα φροντίζων | |
Flam.9.6 | τῶν Αἰτωλῶν. οἱ δ’ ἤχθοντο, καὶ προσδεξαμένου λόγους αὐτοῦ καὶ πρεσβείαν ἐπὶ συμβάσεσι παρὰ τοῦ Μακεδό‐ | |
νος, τοῦτ’ ἐκεῖνο περιϊόντες ἐπὶ τὰς ἄλλας πόλεις ἐβόων, πωλεῖσθαι τὴν εἰρήνην Φιλίππῳ, παρὸν ἐκκόψαι τὸν | 38 | |
5 | πόλεμον ἄρδην καὶ ἀνελεῖν ἀρχὴν ὑφ’ ἧς πρώτης ἐδου‐ | |
Flam.9.7 | λώθη τὸ Ἑλληνικόν. ταῦτα τῶν Αἰτωλῶν λεγόντων καὶ διαταραττόντων τοὺς συμμάχους, αὐτὸς ὁ Φίλιππος ἐλ‐ θὼν πρὸς τὰς διαλύσεις ἀνεῖλε τὴν ὑποψίαν, ἐπιτρέψας | |
Flam.9.8 | τῷ Τίτῳ καὶ τοῖς Ῥωμαίοις τὰ καθ’ αὑτόν. καὶ οὕτω κατα‐ λύεται τὸν πόλεμον ὁ Τίτος, καὶ τὴν μὲν Μακεδονικὴν ἀπέδωκεν αὐτῷ βασιλείαν, τῆς δ’ Ἑλλάδος προσέταξεν ἀποστῆναι, χιλίοις δὲ ταλάντοις ἐζημίωσε, τὰς δὲ ναῦς | |
5 | πάσας παρείλετο πλὴν δέκα, τῶν δὲ παίδων τὸν ἕτερον, Δημήτριον, ὁμηρεύσοντα λαβὼν εἰς Ῥώμην ἀπέστειλεν, ἄριστα τῷ καιρῷ χρησάμενος καὶ προλαβὼν τὸ μέλλον. | |
Flam.9.9 | Ἀννίβου γὰρ τοῦ Λίβυος, ἀνδρὸς ἐχθίστου τε Ῥωμαίοις καὶ φυγάδος, ἤδη τότε πρὸς Ἀντίοχον ἥκοντος τὸν βασι‐ λέα καὶ παροξύνοντος αὐτὸν εἰς τὸ πρόσθεν προϊέναι, τῇ τύχῃ τῆς δυνάμεως εὐροούσης, ἤδη καὶ καθ’ ἑαυτὸν ὑπὸ | |
5 | πραγμάτων μεγάλων, ἃ κατεργασάμενος μέγας ἐπωνο‐ μάσθη, πρὸς τὴν τῶν ἁπάντων ἡγεμονίαν ἀποβλέποντα, | |
Flam.9.10 | μάλιστα δὲ κατὰ Ῥωμαίων ἀνιστάμενον, εἰ μὴ τοῦτο προ‐ ϊδὼν ὁ Τίτος ἐμφρόνως ἐνέδωκε πρὸς τὰς διαλύσεις, ἀλλὰ τὸν Φιλιππικὸν ὁ Ἀντιοχικὸς κατειλήφει πόλεμος ἐν τῇ Ἑλλάδι, καὶ συνέστησαν ὑπ’ αἰτιῶν ἀμφότεροι κοι‐ | |
5 | νῶν οἱ μέγιστοι τῶν τότε καὶ δυνατώτατοι βασιλέων ἐπὶ τὴν Ῥώμην, ἔσχεν ἂν ἀγῶνας ἐξ ὑπαρχῆς καὶ κινδύνους | |
Flam.9.11 | τῶν πρὸς Ἀννίβαν οὐκ ἐλάττους. νῦν δὲ τῶν πολέμων μέσην κατὰ καιρὸν ἐμβαλὼν τὴν εἰρήνην ὁ Τίτος, καὶ πρὶν ἄρξασθαι τὸν μέλλοντα διακόψας τὸν παρόντα, τοῦ | |
μὲν τὴν ἐσχάτην ἐλπίδα, τοῦ δὲ τὴν πρώτην ὑφεῖλεν. | 39 | |
Flam.10.1 | Ἐπεὶ δ’ οἱ δέκα πρέσβεις οὓς ἡ σύγκλητος ἔπεμψε τῷ Τίτῳ συνεβούλευον, τοὺς μὲν ἄλλους Ἕλληνας ἐλευ‐ θεροῦν, Κόρινθον δὲ καὶ Χαλκίδα καὶ Δημητριάδα δια‐ τηρεῖν ἐμφρούρους ἕνεκα τῆς πρὸς Ἀντίοχον ἀσφαλείας, | |
Flam.10.2 | ἐνταῦθα δὴ ταῖς κατηγορίαις λαμπροὶ λαμπρῶς τὰς πό‐ λεις ἀνερρήγνυσαν Αἰτωλοί, τὸν μὲν Τίτον κελεύοντες τὰς πέδας τῆς Ἑλλάδος λύειν (οὕτω γὰρ ὁ Φίλιππος εἰώθει τὰς προειρημένας πόλεις ὀνομάζειν), τοὺς δ’ Ἕλ‐ | |
5 | ληνας ἐρωτῶντες, εἰ κλοιὸν ἔχοντες βαρύτερον μὲν λειό‐ τερον δὲ τοῦ πάλαι τὸν νῦν χαίρουσι, καὶ θαυμάζουσι τὸν Τίτον ὡς εὐεργέτην, ὅτι τοῦ ποδὸς λύσας τὴν Ἑλ‐ | |
Flam.10.3 | λάδα τοῦ τραχήλου δέδεκεν. ἐφ’ οἷς ἀχθόμενος ὁ Τίτος καὶ βαρέως φέρων καὶ δεόμενος τοῦ συνεδρίου, τέλος ἐξέπεισε καὶ ταύτας τὰς πόλεις ἀνεῖναι τῆς φρουρᾶς, ὅπως ὁλόκληρος ἡ χάρις ὑπάρξῃ παρ’ αὐτοῦ τοῖς Ἕλλησιν. | |
Flam.10.4 | Ἰσθμίων οὖν ἀγομένων, πλῆθος μὲν ἀνθρώπων ἐν τῷ σταδίῳ καθῆστο τὸν γυμνικὸν ἀγῶνα θεωμένων, οἷα δὴ διὰ χρόνων πεπαυμένης μὲν πολέμων τῆς Ἑλλάδος ἐπ’ ἐλπίσιν ἐλευθερίας, σαφεῖ δ’ εἰρήνῃ πανηγυριζού‐ | |
Flam.10.5 | σης· τῇ σάλπιγγι 〈δὲ〉 σιωπῆς εἰς ἅπαντας διαδοθείσης, προελθὼν εἰς μέσον ὁ κῆρυξ ἀνεῖπεν, ὅτι Ῥωμαίων ἡ σύγκλητος καὶ Τίτος Κοΐντιος στρατηγὸς ὕπατος, κατα‐ πολεμήσαντες βασιλέα Φίλιππον καὶ Μακεδόνας, ἀφιᾶσιν | |
5 | ἐλευθέρους καὶ ἀφρουρήτους καὶ ἀφορολογήτους, νόμοις χρωμένους τοῖς πατρίοις, Κορινθίους, Φωκεῖς, Λοκρούς, Εὐβοέας, Ἀχαιοὺς Φθιώτας, Μάγνητας, Θετταλούς, | 40 |
Flam.10.6 | Περραιβούς. τὸ μὲν οὖν πρῶτον οὐ πάνυ πάντες οὐδὲ σαφῶς ἐπήκουσαν, ἀλλ’ ἀνώμαλος καὶ θορυβώδης κίνη‐ σις ἦν ἐν τῷ σταδίῳ, θαυμαζόντων καὶ διαπυνθανομένων | |
Flam.10.7 | καὶ πάλιν ἀνειπεῖν κελευόντων· ὡς δ’ αὖθις ἡσυχίας γενομένης ἀναγαγὼν ὁ κῆρυξ τὴν φωνὴν προθυμότερον εἰς ἅπαντας ἐγεγώνει, καὶ διῆλθε τὸ κήρυγμα, κραυγὴ μὲν ἄπιστος τὸ μέγεθος διὰ χαρὰν ἐχώρει μέχρι θαλάττης, | |
5 | ὀρθὸν δ’ ἀνειστήκει τὸ θέατρον, οὐδεὶς δὲ λόγος ἦν τῶν ἀγωνιζομένων, ἔσπευδον δὲ πάντες ἀναπηδῆσαι καὶ δεξιώ‐ σασθαι καὶ προσειπεῖν τὸν σωτῆρα τῆς Ἑλλάδος καὶ | |
Flam.10.8 | πρόμαχον. τὸ δὲ πολλάκις λεγόμενον εἰς ὑπερβολὴν τῆς φωνῆς καὶ μέγεθος ὤφθη τότε· κόρακες γὰρ ὑπερπετό‐ | |
Flam.10.9 | μενοι κατὰ τύχην ἔπεσον εἰς τὸ στάδιον. αἰτία δ’ ἡ τοῦ ἀέρος ῥῆξις· ὅταν γὰρ ἡ φωνὴ πολλὴ καὶ μεγάλη φέρηται, διασπώμενος ὑπ’ αὐτῆς οὐκ ἀντερείδει τοῖς πετομένοις, ἀλλ’ ὀλίσθημα ποιεῖ καθάπερ κενεμβατοῦσιν, εἰ μὴ νὴ | |
5 | Δία πληγῇ τινι μᾶλλον ὡς ὑπὸ βέλους διελαυνόμενα πί‐ | |
Flam.10.10 | πτει καὶ ἀποθνῄσκει. δύναται δὲ καὶ περιδίνησις εἶναι τοῦ ἀέρος, ἑλιγμὸν οἷον ἐν πελάγει καὶ παλιρρύμην τοῦ σάλου διὰ μέγεθος λαμβάνοντος. | |
Flam.11.1 | Ὁ δ’ οὖν Τίτος, εἰ μὴ τάχιστα τῆς θέας διαλυθείσης | |
ὑπιδόμενος τὴν φορὰν τοῦ πλήθους καὶ τὸν δρόμον ἐξέκλινεν, οὐκ ἂν ἐδόκει περιγενέσθαι τοσούτων ὁμοῦ καὶ | 41 | |
Flam.11.2 | πάντοθεν αὐτῷ περιχεομένων. ὡς δ’ ἀπέκαμον περὶ τὴν σκηνὴν αὐτοῦ βοῶντες ἤδη νυκτὸς οὔσης, αὖθις οὕστινας ἴδοιεν ἢ φίλους ἢ πολίτας ἀσπαζόμενοι καὶ περιπλεκόμενοι, πρὸς δεῖπνα καὶ πότους ἐτρέποντο μετ’ ἀλλήλων. | |
Flam.11.3 | Ἐν ᾧ καὶ μᾶλλον ὡς εἰκὸς ἡδομένοις ἐπῄει λογίζε‐ σθαι καὶ διαλέγεσθαι περὶ τῆς Ἑλλάδος, ὅσους πολεμή‐ σασα πολέμους διὰ τὴν ἐλευθερίαν, οὔπω τύχοι βε‐ βαιότερον οὐδ’ ἥδιον αὐτῆς, ἑτέρων προαγωνισαμένων | |
5 | ὀλίγου δεῖν ἀναίμακτος αὐτὴ καὶ ἀπενθὴς φερομένη τὸ | |
Flam.11.4 | κάλλιστον καὶ περιμαχητότατον ἆθλον. ἦν δ’ ἄρα σπά‐ νιον μὲν ἀνδρεία καὶ φρόνησις ἐν ἀνθρώποις, σπανιώτατον | |
Flam.11.5 | δὲ τῶν ἄλλων ἀγαθῶν ὁ δίκαιος. οἱ γὰρ Ἀγησίλαοι καὶ 〈οἱ〉 Λύσανδροι καὶ οἱ Νικίαι καὶ οἱ Ἀλκιβιάδαι πολέ‐ μους μὲν εὖ διέπειν καὶ μάχας νικᾶν κατά τε γῆν καὶ θά‐ λασσαν ἄρχοντες ἠπίσταντο, χρῆσθαι δὲ πρὸς χάριν εὐ‐ | |
Flam.11.6 | γενῆ καὶ τὸ καλὸν οἷς κατώρθουν οὐκ ἔγνωσαν, ἀλλ’ εἰ τὸ Μαραθώνιόν τις ἔργον ἀφέλοι, καὶ τὴν ἐν Σαλαμῖνι ναυμαχίαν, καὶ Πλαταιὰς καὶ Θερμοπύλας, καὶ τὰ πρὸς Εὐρυμέδοντι καὶ τὰ περὶ Κύπρον Κίμωνος ἔργα, πάσας | |
5 | τὰς μάχας ἡ Ἑλλὰς ἐπὶ δουλείᾳ μεμάχηται πρὸς αὑτήν, καὶ πᾶν τρόπαιον αὐτῆς συμφορὰ καὶ ὄνειδος [ἐπ’ αὐτὴν] ἕστηκε, τὰ πλεῖστα κακίᾳ καὶ φιλονικίᾳ τῶν ἡγουμένων | |
Flam.11.7 | περιτραπείσης. ἀλλόφυλοι δ’ ἄνδρες, ἐναύσματα μικρὰ καὶ γλίσχρα κοινωνήματα παλαιοῦ γένους ἔχειν δοκοῦν‐ τες, ἀφ’ ὧν καὶ λόγῳ τι καὶ γνώμῃ τῶν χρησίμων ὑπ‐ άρξαι τῇ Ἑλλάδι θαυμαστὸν ἦν, οὗτοι τοῖς μεγίστοις | |
5 | κινδύνοις καὶ πόνοις ἐξελόμενοι τὴν Ἑλλάδα δεσποτῶν | |
χαλεπῶν καὶ τυράννων ἐλευθεροῦσι. | 42 | |
Flam.12.1 | Ταῦτα δὴ τοὺς Ἕλληνας ὑπῄει, καὶ τὰ τῶν ἔργων | |
Flam.12.2 | ὁμολογοῦντα τοῖς κηρύγμασιν 〈ἦν〉. ἅμα γὰρ ἐξέπεμπεν ὁ Τίτος, Λέντλον μὲν εἰς Ἀσίαν Βαργυλιήτας ἐλευθερώ‐ σοντα, Στερτίνιον δ’ εἰς Θρᾴκην τὰς αὐτόθι πόλεις καὶ | |
Flam.12.3 | νήσους ἀπαλλάξοντα τῶν Φιλίππου φρουρῶν· Πόπλιος δ’ Οὐίλλιος ἔπλει διαλεξόμενος Ἀντιόχῳ περὶ τῆς τῶν | |
Flam.12.4 | ὑπ’ αὐτὸν Ἑλλήνων ἐλευθερίας. αὐτὸς δ’ ὁ Τίτος εἰς Χαλκίδα παρελθών, εἶτα πλεύσας ἐκεῖθεν ἐπὶ Μαγνη‐ σίαν, ἐξῆγε τὰς φρουρὰς καὶ τὰς πολιτείας ἀπεδίδου τοῖς | |
Flam.12.5 | δήμοις. ἀγωνοθέτης δὲ Νεμείων ἀποδειχθεὶς ἐν Ἄργει, τήν τε πανήγυριν ἄριστα διέθηκε, καὶ πάλιν ἐκεῖ τοῖς | |
Flam.12.6 | Ἕλλησι τὴν ἐλευθερίαν ὑπὸ κήρυκος ἀνεῖπεν, ἐπιφοι‐ τῶν τε ταῖς πόλεσιν εὐνομίαν ἅμα καὶ δίκην πολλὴν ὁμό‐ νοιάν τε καὶ φιλοφροσύνην πρὸς ἀλλήλους παρεῖχε, κατα‐ παύων μὲν τὰς στάσεις, κατάγων δὲ τὰς φυγάς, ἀγαλ‐ | |
5 | λόμενος δὲ τῷ πείθειν καὶ διαλλάσσειν τοὺς Ἕλληνας οὐχ ἧττον ἢ τῷ κεκρατηκέναι τῶν Μακεδόνων, ὥστε μικρό‐ | |
Flam.12.7 | τατον ἤδη τὴν ἐλευθερίαν δοκεῖν ὧν εὐεργετοῦντο. Ξε‐ νοκράτην μὲν οὖν τὸν φιλόσοφον, ὅτε Λυκοῦργος αὐτὸν ὁ ῥήτωρ ὑπὸ τῶν τελωνῶν ἀγόμενον πρὸς τὸ μετοίκιον ἀφείλετο καὶ τοῖς ἄγουσιν ἐπέθηκε δίκην τῆς ἀσελγείας, | |
5 | λέγεται τοῖς παισὶν ἀπαντήσαντα τοῦ Λυκούργου „κα‐ λήν γ’ ὑμῶν ὦ παῖδεσ“ φάναι „τῷ πατρὶ χάριν ἀποδί‐ δωμι· πάντες γὰρ αὐτὸν ἐπαινοῦσιν ἐφ’ οἷς ἔπραξε,“ | |
Flam.12.8 | Τίτῳ δὲ καὶ Ῥωμαίοις, ὧν τοὺς Ἕλληνας εὐεργέτησαν, οὐκ εἰς ἐπαίνους μόνον, ἀλλὰ καὶ πίστιν ἐν πᾶσιν ἀνθρώ‐ | |
Flam.12.9 | ποις καὶ δύναμιν ἡ χάρις ἀπήντα δικαίως. οὐ γὰρ προσ‐ | |
δεχόμενοι μόνον τοὺς ἡγεμόνας αὐτῶν, ἀλλὰ καὶ μετα‐ | 43 | |
Flam.12.10 | πεμπόμενοι καὶ καλοῦντες, ἐνεχείριζον αὑτούς, οὐδὲ δῆ‐ μοι καὶ πόλεις, ἀλλὰ καὶ βασιλεῖς, ὑφ’ ἑτέρων ἀδικού‐ μενοι βασιλέων, κατέφευγον εἰς τὰς ἐκείνων χεῖρας, ὥστ’ ἐν βραχεῖ χρόνῳ, τάχα που καὶ θεοῦ συνεφαπτομένου, | |
Flam.12.11 | πάντ’ αὐτοῖς ὑπήκοα γενέσθαι. καὶ αὐτὸς δὲ μέγιστον ἐφρόνησεν ἐπὶ τῇ τῆς Ἑλλάδος ἐλευθερώσει. ἀνατιθεὶς γὰρ εἰς Δελφοὺς ἀσπίδας ἀργυρᾶς καὶ τὸν ἑαυτοῦ θυ‐ ρεόν, ἐπέγραψε (Preger 93)· | |
4 | ||
5 | Ζηνὸς ἰὼ κραιπναῖσι γεγαθότες ἱπποσύναισι κοῦροι, ἰὼ Σπάρτας Τυνδαρίδαι βασιλεῖς, Αἰνεάδας Τίτος ὔμμιν ὑπέρτατον ὤπασε δῶρον, Ἑλλάνων τεύξας παισὶν ἐλευθερίαν. | |
8 | ||
Flam.12.12 | ἀνέθηκε δὲ καὶ χρυσοῦν τῷ Ἀπόλλωνι στέφανον, ἐπι‐ γράψας (Preger 92)· | |
2 | Τόνδε τοι ἀμβροσίοισιν ἐπὶ πλοκάμοισιν ἔθηκε κεῖσθαι Λατοΐδα χρυσοφαῆ στέφανον, | |
5 | ὃν πόρεν, Αἰνεαδᾶν ταγὸς μέγας. ἀλλ’ Ἑκάεργε ἀλκᾶς τῷ θείῳ κῦδος ὄπαζε Τίτῳ. | |
6 | ||
Flam.12.13 | τῇ γοῦν Κορινθίων πόλει πρὸς τοὺς Ἕλληνας τὸ αὐτὸ δὶς ἤδη συμβέβηκε· καὶ γὰρ Τίτος ἐν Κορίνθῳ τότε καὶ Νέρων αὖθις καθ’ ἡμᾶς ἐν Κορίνθῳ παραπλησίως | |
Ἰσθμίων ἀγομένων τοὺς Ἕλληνας ἐλευθέρους καὶ αὐτο‐ | 44 | |
5 | νόμους ἀφῆκαν, ὁ μὲν διὰ κήρυκος ὡς εἴρηται (c. 10, 5), Νέρων δ’ αὐτὸς ἐπὶ τῆς ἀγορᾶς ἀπὸ βήματος ἐν τῷ πλήθει δημηγορήσας. ἀλλὰ ταῦτα μὲν ὕστερον. | |
Flam.13.1 | Ὁ δὲ Τίτος τότε καλλίστου καὶ δικαιοτάτου τοῦ πρὸς Νάβιν ἀρξάμενος πολέμου, τὸν Λακεδαιμονίων ἐξ‐ ωλέστατον καὶ παρανομώτατον τύραννον, ἐν τῷ τέλει διεψεύσατο τὰς τῆς Ἑλλάδος ἐλπίδας, ἑλεῖν παρασχὸν | |
5 | οὐκ ἐθελήσας, ἀλλὰ σπεισάμενος καὶ προέμενος τὴν | |
Flam.13.2 | Σπάρτην ἀναξίως δουλεύουσαν, εἴτε δείσας μὴ τοῦ πο‐ λέμου μῆκος λαμβάνοντος ἄλλος ἀπὸ Ῥώμης ἐπελθὼν στρατηγὸς ἀνέληται τὴν δόξαν, εἴτε φιλονικίᾳ καὶ ζηλο‐ | |
Flam.13.3 | τυπίᾳ τῶν Φιλοποίμενος τιμῶν, ὃν ἔν τε τοῖς ἄλλοις ἅπασιν ἄνδρα δεινότατον τῶν Ἑλλήνων ὄντα, καὶ περὶ ἐκεῖνον τὸν πόλεμον ἔργα θαυμαστὰ τόλμης καὶ δεινότη‐ τος ἀποδειξάμενον, ἴσα τῷ Τίτῳ κυδαίνοντες Ἀχαιοὶ καὶ | |
5 | τιμῶντες ἐν τοῖς θεάτροις, ἐλύπουν ἐκεῖνον, οὐκ ἀξιοῦντα Ῥωμαίων ὑπάτῳ προπολεμοῦντι τῆς Ἑλλάδος ἄνθρωπον Ἀρκάδα, μικρῶν καὶ ὁμόρων πολέμων στρατηγόν, ὅμοια | |
Flam.13.4 | θαυμάζεσθαι παρ’ αὐτοῖς. οὐ μὴν ἀλλ’ αὐτὸς ὁ Τίτος ὑπὲρ τούτων ἀπελογεῖτο, καταθέσθαι τὸν πόλεμον, ὡς ἑώρα σὺν κακῷ μεγάλῳ τῶν ἄλλων Σπαρτιατῶν ἀπο‐ λούμενον τὸν τύραννον. | |
Flam.13.5 | Τῶν δ’ Ἀχαιῶν αὐτῷ πολλὰ πρὸς τιμὴν ψηφισαμένων, οὐδὲν ἐδόκει πρὸς τὰς εὐεργεσίας ἐξισοῦσθαι πλὴν μιᾶς | |
Flam.13.6 | δωρεᾶς, ἣν ἐκεῖνος ἀντὶ πάντων ἠγάπησεν. ἦν δὲ τοιάδε· Ῥωμαίων οἱ δυστυχήσαντες ἐν τῷ πρὸς Ἀννίβαν πο‐ | |
λέμῳ πολλαχοῦ μὲν ὤνιοι γενόμενοι καὶ διασπαρέντες | 45 | |
Flam.13.7 | ἐδούλευον· ἐν δὲ τῇ Ἑλλάδι χίλιοι καὶ διακόσιοι τὸ πλῆ‐ θος ἦσαν, ἀεὶ μὲν οἰκτροὶ τῆς μεταβολῆς, τότε δὲ καὶ μᾶλλον ὡς εἰκός, ἐντυγχάνοντες οἱ μὲν υἱοῖς, οἱ δ’ ἀδελ‐ φοῖς, οἱ δὲ συνήθεσιν, ἐλευθέροις δοῦλοι καὶ νικῶσιν | |
Flam.13.8 | αἰχμάλωτοι. τούτους ὁ μὲν Τίτος οὐκ ἀφείλετο τῶν κεκτημένων, καίπερ ἀνιώμενος ἐπ’ αὐτοῖς, οἱ δ’ Ἀχαιοὶ λυτρωσάμενοι πέντε μνῶν ἕκαστον ἄνδρα καὶ συναγα‐ γόντες εἰς ταὐτὸ πάντας ἤδη περὶ πλοῦν ὄντι τῷ Τίτῳ | |
5 | παρέδωκαν, ὥστ’ αὐτὸν εὐφραινόμενον ἀποπλεῖν, ἀπὸ καλῶν ἔργων καλὰς ἀμοιβὰς καὶ πρεπούσας ἀνδρὶ μεγάλῳ | |
Flam.13.9 | καὶ φιλοπολίτῃ κεκομισμένον. ὃ δὴ δοκεῖ πρὸς τὸν θρί‐ αμβον αὐτῷ πάντων ὑπάρξαι λαμπρότατον. οἱ γὰρ ἄνδρες οὗτοι, καθάπερ ἔθος ἐστὶ τοῖς οἰκέταις ὅταν ἐλευθερω‐ θῶσι, ξύρεσθαί τε τὰς κεφαλὰς καὶ πιλία φορεῖν, ταῦτα | |
5 | δράσαντες αὐτοὶ θριαμβεύοντι τῷ Τίτῳ παρείποντο. | |
Flam.14.1 | Καλὴν δὲ καὶ τὰ λάφυρα πομπευόμενα παρεῖχεν ὄψιν, Ἑλληνικὰ κράνη καὶ πέλται Μακεδονικαὶ καὶ | |
Flam.14.2 | σάρισαι, τό τε τῶν χρημάτων πλῆθος οὐκ ὀλίγον ἦν, ὡς ἀναγράφουσιν οἱ περὶ τὸν Ἀντίαν ἐν τῷ θριάμβῳ κομι‐ σθῆναι χρυσίου μὲν συγκεχωνευμένου λίτρας τρισχιλίας ἑπτακοσίας δεκατρεῖς, ἀργύρου δὲ τετρακισμυρίας τρισ‐ | |
5 | χιλίας διακοσίας ἑβδομήκοντα, Φιλιππείους δὲ χρυσοῦς μυρίους τετρακισχιλίους πεντακοσίους δεκατέσσαρας· | |
Flam.14.3 | χωρὶς δὲ τούτων τὰ χίλια τάλαντα Φίλιππος ὤφειλεν· ἀλλὰ ταῦτα μὲν ὕστερον ἐπείσθησαν Ῥωμαῖοι, μάλιστα | |
τοῦ Τίτου συμπράξαντος, ἀφεῖναι τῷ Φιλίππῳ, καὶ σύμ‐ μαχον ἐψηφίσαντο καὶ τὸν υἱὸν ἀπήλλαξαν αὐτῷ τῆς | 46 | |
5 | ὁμηρείας. | |
Flam.15.1 | Ἐπεὶ δ’ ὁ Ἀντίοχος εἰς τὴν Ἑλλάδα ναυσὶ πολ‐ λαῖς καὶ στρατῷ περαιωθεὶς ἀφίστη τὰς πόλεις καὶ διεστασίαζεν, Αἰτωλῶν αὐτῷ συνεπιλαμβανομένων, καὶ πάλαι διακειμένων πρὸς τὸν Ῥωμαίων δῆμον ἐχθρῶς καὶ | |
5 | πολεμικῶς, ὑπόθεσιν τοῦ πολέμου καὶ πρόφασιν διδόν‐ των ἐλευθεροῦν τοὺς Ἕλληνας, οὐδὲν δεομένους (ἐλεύ‐ θεροι γὰρ ἦσαν), ἀλλ’ εὐπρεπεστέρας αἰτίας ἀπορίᾳ τῷ | |
Flam.15.2 | καλλίστῳ τῶν ὀνομάτων χρῆσθαι διδασκόντων, [καὶ] σφό‐ δρα δείσαντες οἱ Ῥωμαῖοι τὴν ἀνάτασιν καὶ δόξαν αὐ‐ τοῦ τῆς δυνάμεως, στρατηγὸν μὲν ὕπατον τοῦ πολέμου Μάνιον Ἀκίλιον κατέπεμψαν, πρεσβευτὴν δὲ Τίτον διὰ | |
Flam.15.3 | τοὺς Ἕλληνας, ὧν τοὺς μὲν εὐθὺς ὀφθεὶς ἐποίησε βεβαιο‐ τέρους, τοὺς δ’ ἀρχομένους νοσεῖν, ὥσπερ τι σὺν καιρῷ φάρμακον ἐνδιδοὺς τὴν πρὸς αὑτὸν εὔνοιαν, ἔστησε καὶ | |
Flam.15.4 | διεκώλυσεν ἐξαμαρτεῖν. ὀλίγοι δ’ αὐτὸν ἐξέφυγον, ἤδη προκατειλημμένοι καὶ διεφθαρμένοι παντάπασιν ὑπὸ τῶν Αἰτωλῶν, οὓς καίπερ ὀργισθεὶς καὶ παροξυνθεὶς ὅμως | |
Flam.15.5 | μετὰ τὴν μάχην περιεποίησεν. Ἀντίοχος γὰρ ἡττηθεὶς ἐν Θερμοπύλαις καὶ φυγὼν εὐθὺς εἰς Ἀσίαν ἀπέπλευσε, Μάνιος δ’ ὁ ὕπατος τοὺς μὲν αὐτὸς ἐπιὼν τῶν Αἰτωλῶν ἐπολιόρκει, τοὺς δὲ τῷ βασιλεῖ Φιλίππῳ συνεχώρησεν | |
Flam.15.6 | ἐξαιρεῖν. ἀγομένων δὲ καὶ φερομένων ὑπὸ τοῦ Μακεδό‐ νος τοῦτο μὲν Δολόπων καὶ Μαγνήτων, τοῦτο δ’ Ἀθα‐ μάνων καὶ Ἀπεραντῶν, αὐτοῦ δὲ τοῦ Μανίου τὴν μὲν Ἡράκλειαν διαπεπορθηκότος, τὴν δὲ Ναύπακτον Αἰτω‐ | |
5 | λῶν ἐχόντων πολιορκοῦντος, οἰκτίρων τοὺς Ἕλληνας ὁ Τίτος διέπλευσεν ἐκ Πελοποννήσου πρὸς τὸν ὕπατον. | 47 |
Flam.15.7 | καὶ πρῶτον μὲν ἐπετίμησεν, εἰ νενικηκὼς αὐτὸς τὰ ἔπ‐ αθλα τοῦ πολέμου Φίλιππον ἐᾷ φέρεσθαι, καὶ τριβόμενος περὶ μιᾷ πόλει κάθηται δι’ ὀργήν, ἔθνη δ’ οὐκ ὀλίγα καὶ | |
Flam.15.8 | βασιλείας Μακεδόνες αἱροῦσιν. ἔπειτα τῶν πολιορκου‐ μένων ὡς εἶδον αὐτὸν ἀπὸ τοῦ τείχους ἀνακαλούντων καὶ χεῖρας ὀρεγόντων καὶ δεομένων, τότε μὲν οὐδὲν εἰ‐ | |
Flam.15.9 | πών, ἀλλὰ στραφεὶς καὶ δακρύσας ἀπῆλθεν· ὕστερον δὲ διαλεχθεὶς τῷ Μανίῳ καὶ καταπαύσας τὸν θυμὸν αὐ‐ τοῦ, διεπράξατο τοῖς Αἰτωλοῖς ἀνοχὰς δοθῆναι καὶ χρό‐ νον, ἐν ᾧ πρεσβεύσαντες εἰς Ῥώμην μετρίου τινὸς τυχεῖν | |
5 | ἀξιώσουσι. | |
Flam.16.1 | Πλεῖστον δ’ ἀγῶνα καὶ πόνον αὐτῷ παρεῖχον αἱ περὶ Χαλκιδέων δεήσεις, πρὸς τὸν Μάνιον ἐν ὀργῇ γε‐ γονότων διὰ τὸν γάμον, ὃν παρ’ αὐτῶν ἔγημεν Ἀντί‐ οχος ἤδη τοῦ πολέμου συνεστῶτος, οὐ καθ’ ὥραν οὐδὲ | |
5 | κατὰ καιρόν, ἀλλ’ ἐρασθεὶς ἀνὴρ πρεσβύτερος κόρης, ἣ θυγάτηρ μὲν ἦν Κλεοπτολέμου, καλλίστη δὲ λέγεται | |
Flam.16.2 | παρθένων γενέσθαι. τοῦτο τοὺς Χαλκιδεῖς ἐποίησε βα‐ σιλίσαι προθυμότατα καὶ τὴν πόλιν αὐτῷ πρὸς τὸν πό‐ | |
Flam.16.3 | λεμον ὁρμητήριον παρασχεῖν. ἐκεῖνος μὲν οὖν ὡς τάχι‐ στα μετὰ τὴν μάχην φεύγων προσέμειξε τῇ Χαλκίδι, τὴν δὲ κόρην ἀναλαβὼν καὶ τὰ χρήματα καὶ τοὺς φίλους, εἰς | |
Flam.16.4 | Ἀσίαν ἀπέπλευσε· τὸν δὲ Μάνιον εὐθὺς ἐπὶ τοὺς Χαλ‐ κιδεῖς σὺν ὀργῇ πορευόμενον ὁ Τίτος παρακολουθῶν ἐμά‐ λαττε καὶ παρῃτεῖτο, καὶ τέλος 〈ἐξ〉έπεισε καὶ κατεπράϋ‐ | |
Flam.16.5 | νεν, αὐτοῦ τε καὶ τῶν ἐν τέλει Ῥωμαίων δεόμενος. οὕτω διασωθέντες οἱ Χαλκιδεῖς τὰ κάλλιστα καὶ μέγιστα τῶν | |
παρ’ αὐτοῖς ἀναθημάτων τῷ Τίτῳ καθιέρωσαν, ὧν ἐπι‐ γραφὰς ἔστι τοιαύτας ἄχρι νῦν ὁρᾶν· „ὁ δῆμος Τίτῳ καὶ | 48 | |
5 | Ἡρακλεῖ τὸ γυμνάσιον.“ ἑτέρωθι δὲ πάλιν· „ὁ δῆμος | |
Flam.16.6 | Τίτῳ καὶ Ἀπόλλωνι τὸ Δελφίνιον.“ ἔτι δὲ καὶ καθ’ ἡμᾶς ἱερεὺς χειροτονητὸς ἀπεδείκνυτο Τίτου, καὶ θύσαντες αὐτῷ τῶν σπονδῶν γενομένων ᾄδουσι παιᾶνα πεποιημέ‐ νον, οὗ τἆλλα διὰ μῆκος ἡμεῖς παρέντες, ἀνεγράψαμεν ἃ | |
5 | παυόμενοι τῆς ᾠδῆς λέγουσι (PLG III4 673 app. Powell Coll. Alex. 173)· | |
6 | ||
Flam.16.7 | Πίστιν δὲ Ῥωμαίων σέβομεν τὰν μεγαλευκτοτάταν ὅρκοις φυλάσσειν· μέλπετε κοῦραι Ζῆνα μέγαν Ῥώμαν τε Τίτον θ’ ἅμα Ῥωμαίων τε Πίστιν· | |
5 | ἰήϊε Παιάν, ὦ Τίτε σῶτερ. | |
6 | ||
Flam.17.1 | Ἦσαν δὲ καὶ παρὰ τῶν 〈ἄλλων〉 Ἑλλήνων τιμαὶ πρέπουσαι, καὶ τὸ τὰς τιμὰς ἀληθινὰς ποιοῦν, εὔνοια θαυ‐ | |
Flam.17.2 | μαστὴ δι’ ἐπιείκειαν ἤθους. καὶ γὰρ εἴ τισιν ἐκ πραγμά‐ των ἢ φιλοτιμίας ἕνεκα, καθάπερ Φιλοποίμενι καὶ πάλιν Διοφάνει στρατηγοῦντι τῶν Ἀχαιῶν, προσέκρουσεν, οὐκ ἦν βαρὺς οὐδ’ εἰς ἔργα διατείνων ὁ θυμός, ἀλλ’ ἐν λόγῳ | |
Flam.17.3 | παρρησίαν τινὰ πολιτικὴν ἔχοντι παυόμενος. πικρὸς μὲν οὖν οὐδενί, πολλοῖς δ’ ὀξὺς ἐδόκει καὶ κοῦφος εἶναι τὴν φύσιν, ἄλλως δὲ συγγενέσθαι πάντων ἥδιστος καὶ εἰπεῖν | |
Flam.17.4 | ἐπίχαρις μετὰ δεινότητος. Ἀχαιοὺς μὲν γὰρ σφετεριζο‐ μένους τὴν Ζακυνθίων νῆσον ἀποτρέπων ἔφη κινδυνεύ‐ σειν, ἂν ὥσπερ αἱ χελῶναι πορρωτέρω τὴν κεφαλὴν τῆς | |
Flam.17.5 | Πελοποννήσου προτείνωσι· Φιλίππου δ’, ὁπηνίκα περὶ σπονδῶν καὶ εἰρήνης τὸ πρῶτον εἰς λόγους συνῄεσαν, εἰ‐ πόντος μετὰ πολλῶν ἥκειν ἐκεῖνον, αὑτὸν δὲ μόνον, ὑπο‐ λαβὼν ὁ Τίτος „αὑτὸν γὰρ“ ἔφη „μόνον ἐποίησας, ἀπο‐ | 49 |
Flam.17.6 | κτείνας τοὺς φίλους καὶ συγγενεῖς.“ ἐπεὶ δὲ Δεινοκράτης ὁ Μεσσήνιος ἐν Ῥώμῃ παρὰ πότον μεθυσθεὶς ὠρχή‐ σατο, λαβὼν ἱμάτιον γυναικεῖον, τῇ δ’ ὑστεραίᾳ τὸν Τίτον ἠξίου βοηθεῖν αὐτῷ, διανοουμένῳ τὴν Μεσσήνην ἀφ‐ | |
5 | ιστάναι τῶν Ἀχαιῶν, ταῦτα μὲν ἔφη σκέψεσθαι, θαυ‐ μάζειν δ’ ἐκεῖνον, εἰ τηλικαύταις ἐπικεχειρηκὼς πράξεσιν | |
Flam.17.7 | ὀρχεῖσθαι δύναται παρὰ πότον καὶ ᾄδειν. πρὸς δὲ τοὺς Ἀχαιούς, τῶν παρ’ Ἀντιόχου πρέσβεων πλῆθός τε τῆς βασιλικῆς στρατιᾶς καταλεγόντων, καὶ καταριθμουμέ‐ νων πολλὰς προσηγορίας, ὁ Τίτος ἔφη, δειπνοῦντος | |
5 | αὐτοῦ παρά τῳ ξένῳ καὶ μεμφομένου τὸ πλῆθος τῶν κρεῶν καὶ θαυμάζοντος πόθεν οὕτω ποικίλης ἀγορᾶς εὐ‐ πόρησεν, εἰπεῖν τὸν ξένον, ὡς ὕεια πάντ’ ἐστί, τῇ σκευα‐ | |
Flam.17.8 | σίᾳ διαφέροντα καὶ τοῖς ἡδύσμασι· „μὴ τοίνυν“ ἔφη „μηδ’ ὑμεῖς ὦ ἄνδρες Ἀχαιοὶ θαυμάζετε τὴν Ἀντιόχου δύναμιν, λογχοφόρους καὶ ξυστοφόρους καὶ πεζεταίρους ἀκούοντες· πάντες γὰρ οὗτοι Σύροι εἰσίν, ὁπλαρίοις δια‐ | |
5 | φέροντες.“ | |
Flam.18.1 | Μετὰ δὲ τὰς Ἑλληνικὰς πράξεις καὶ τὸν Ἀντι‐ οχικὸν πόλεμον ἀπεδείχθη τιμητής, ἥτις ἐστὶν ἀρχὴ | |
μεγίστη καὶ τρόπον τινὰ τῆς πολιτείας ἐπιτελείωσις, | 50 | |
Flam.18.2 | καὶ συνῆρχε μὲν αὐτῷ 〈Μάρκελλοσ〉 Μαρκέλλου τοῦ πεν‐ τάκις ὑπατεύσαντος υἱός, ἐξέβαλον δὲ τῆς βουλῆς τῶν οὐκ ἄγαν ἐπιφανῶν τέσσαρας, προσεδέξαντο δὲ πολίτας ἀπογραφομένους πάντας ὅσοι γονέων ἐλευθέρων ἦσαν, | |
5 | ἀναγκασθέντες ὑπὸ τοῦ δημάρχου Τερεντίου Κουλέω‐ νος, ὃς ἐπηρεάζων τοῖς ἀριστοκρατικοῖς ἔπεισε τὸν δῆ‐ μον ταῦτα ψηφίσασθαι. | |
Flam.18.3 | Τῶν δὲ γνωριμωτάτων κατ’ αὐτὸν ἀνδρῶν καὶ μεγί‐ στων ἐν τῇ πόλει διαφερομένων πρὸς ἀλλήλους, Ἀφρι‐ κανοῦ Σκιπίωνος καὶ Μάρκου Κάτωνος, τὸν μὲν προ‐ έγραψε τῆς βουλῆς, ὡς ἄριστον ἄνδρα καὶ πρῶτον, Κά‐ | |
5 | τωνι δ’ εἰς ἔχθραν ἦλθε συμφορᾷ τοιαύτῃ χρησάμενος. | |
Flam.18.4 | ἀδελφὸς ἦν Τίτῳ Λεύκιος Φλαμινῖνος, οὔτε τὰ ἄλλα προσ‐ εοικὼς ἐκείνῳ τὴν φύσιν, ἔν τε ταῖς ἡδοναῖς ἀνελεύ‐ | |
Flam.18.5 | θερος δεινῶς καὶ ὀλιγωρότατος τοῦ πρέποντος. τούτῳ συνῆν μειρακίσκος ἐρώμενος, ὃν καὶ στρατιᾶς ἄρχων ἐπ‐ | |
Flam.18.6 | ήγετο, καὶ διέπων ἐπαρχίαν εἶχεν ἀεὶ περὶ αὑτόν. ἐν οὖν πότῳ τινὶ θρυπτόμενος πρὸς τὸν Λεύκιον, οὕτως ἔφη σφόδρα φιλεῖν αὐτόν, ὥστε θέαν μονομάχων ἀπολιπεῖν, οὔπω γεγονὼς ἀνθρώπου φονευομένου θεατής, τὸ πρὸς | |
Flam.18.7 | ἐκεῖνον ἡδὺ τοῦ πρὸς αὑτὸν ἐν πλείονι λόγῳ θέμενος. ὁ δὲ Λεύκιος ἡσθείς, „οὐδὲν“ ἔφη „δεινόν· ἰάσομαι γὰρ ἐγώ σου τὴν ἐπιθυμίαν,“ καὶ κελεύσας ἕνα τῶν κατα‐ δίκων ἐκ τοῦ δεσμωτηρίου προαχθῆναι, καὶ τὸν ὑπηρέτην | |
5 | μεταπεμψάμενος, ἐν τῷ συμποσίῳ προσέταξεν ἀποκόψαι τοῦ | |
Flam.18.8 | ἀνθρώπου τὸν τράχηλον. Οὐαλέριος δ’ Ἀντίας (HRR I 269) οὐκ ἐρωμένῳ φησίν, ἀλλ’ ἐρωμένῃ τοῦτο χαρίσασθαι τὸν | |
Flam.18.9 | Λεύκιον. ὁ δὲ Λίβιος ἐν λόγῳ Κάτωνος αὐτοῦ γεγράφθαι φησίν, ὡς Γαλάτην αὐτόμολον ἐλθόντα μετὰ παίδων καὶ γυναικὸς ἐπὶ τὰς θύρας δεξάμενος εἰς τὸ συμπόσιον ὁ Λεύκιος ἀπέκτεινεν ἰδίᾳ χειρί, τῷ ἐρωμένῳ χαριζόμενος. | 51 |
Flam.18.10 | τοῦτο μὲν οὖν εἰκὸς εἰς δείνωσιν εἰρῆσθαι τῆς κατηγορίας ὑπὸ τοῦ Κάτωνος· ὅτι δ’ οὐκ αὐτόμολος ἦν, ἀλλὰ δεσμώτης ὁ ἀναιρεθεὶς καὶ ἐκ τῶν καταδίκων, ἄλλοι τε πολλοὶ καὶ Κικέρων ὁ ῥήτωρ ἐν τῷ περὶ γήρως (12, 42), αὐτῷ Κάτωνι | |
5 | τὴν διήγησιν ἀναθείς, εἴρηκεν. | |
Flam.19.1 | Ἐπὶ τούτῳ Κάτων τιμητὴς γενόμενος καὶ καθαίρων τὴν σύγκλητον, ἀπήλασε τῆς βουλῆς τὸν Λεύκιον, ὑπατικοῦ μὲν ἀξιώματος ὄντα, συνατιμοῦσθαι δὲ τοῦ | |
Flam.19.2 | ἀδελφοῦ δοκοῦντος αὐτῷ. διὸ καὶ προελθόντες εἰς τὸν δῆμον ἀμφότεροι ταπεινοὶ καὶ δεδακρυμένοι, μέτρια δεῖσθαι τῶν πολιτῶν ἐδόκουν, ἀξιοῦντες αἰτίαν εἰπεῖν τὸν Κάτωνα καὶ λόγον, ᾧ χρησάμενος οἶκον ἔνδοξον | |
Flam.19.3 | ἀτιμίᾳ τοσαύτῃ περιβέβληκεν. οὐδὲν οὖν ὑποστειλάμενος ὁ Κάτων προῆλθε, καὶ καταστὰς μετὰ τοῦ συνάρχοντος | |
Flam.19.4 | ἠρώτησε τὸν Τίτον εἰ γινώσκει τὸ συμπόσιον. ἀρνουμένου δ’ ἐκείνου, διηγησάμενος εἰς ὁρισμὸν προεκαλεῖτο τὸν | |
Flam.19.5 | Λεύκιον, εἴ τί φησι τῶν εἰρημένων μὴ ἀληθὲς εἶναι. τοῦ δὲ Λευκίου σιωπήσαντος, ὁ μὲν δῆμος ἔγνω δικαίαν γεγονέναι τὴν ἀτιμίαν, καὶ τὸν Κάτωνα προέπεμψε | |
Flam.19.6 | λαμπρῶς ἀπὸ τοῦ βήματος· ὁ δὲ Τίτος τῇ συμφορᾷ τοῦ ἀδελφοῦ περιπαθῶν, συνέστη μετὰ τῶν πάλαι μισούντων τὸν Κάτωνα, καὶ πάσας μὲν ἃς ἐκεῖνος ἐποιήσατο τῶν δημοσίων ἐκδόσεις καὶ μισθώσεις καὶ ὠνὰς ἠκύρωσε καὶ | |
Flam.19.7 | ἀνέλυσεν, ἐν τῇ βουλῇ κρατήσας, πολλὰς δὲ καὶ μεγάλας δίκας κατ’ αὐτοῦ παρεσκεύασεν, οὐκ οἶδ’ ὅπως εὖ καὶ πολιτικῶς [καὶ] πρὸς ἄρχοντα νόμιμον καὶ πολίτην ἄριστον ὑπὲρ ἀνδρὸς οἰκείου μέν, ἀναξίου δὲ καὶ τὰ προσήκοντα | |
Flam.19.8 | πεπονθότος, ἀνήκεστον ἔχθραν ἀράμενος. οὐ μὴν ἀλλὰ τοῦ Ῥωμαίων ποτὲ δήμου θέαν ἔχοντος ἐν τῷ θεάτρῳ καὶ τῆς βουλῆς ᾧπερ εἴωθε κόσμῳ προκαθημένης, ὀφθεὶς ὁ Λεύκιος ἐπ’ ἐσχάτοις που καθήμενος ἀτίμως καὶ τα‐ | 52 |
5 | πεινῶς, οἶκτον ἔσχε, καὶ τὸ πλῆθος οὐκ ἠνέσχετο τὴν ὄψιν, ἀλλ’ ἐβόων μεταβῆναι κελεύοντες ἕως μετέβη, δεξαμένων αὐτὸν εἰς ἑαυτοὺς τῶν ὑπατικῶν. | |
Flam.20.1 | Τὸ δ’ οὖν φύσει τοῦ Τίτου φιλότιμον, ἄχρι μὲν ἱκανὴν εἶχεν ὕλην περὶ τοὺς εἰρημένους πολέμους διατρίβοντος, εὐδοκίμει· καὶ γὰρ ἐχιλιάρχησεν αὖθις μετὰ τὴν ὑπα‐ | |
Flam.20.2 | τείαν, οὐδενὸς ἐπείγοντος· ἀπαλλαγεὶς δὲ τοῦ ἄρχειν, καὶ πρεσβύτερος ὤν, ἠλέγχετο μᾶλλον ἐν οὐκ ἔχοντι πρά‐ ξεις ἔτι τῷ λοιπῷ βίῳ σπαργῶντα πρὸς δόξαν καὶ νεά‐ | |
Flam.20.3 | ζοντα τῷ πάθει κατέχειν ἑαυτὸν οὐ δυνάμενος· τοιαύτῃ γάρ τινι καὶ τὸ περὶ Ἀννίβαν φορᾷ δοκεῖ πράξας ἐπαχθὴς | |
Flam.20.4 | γενέσθαι τοῖς πολλοῖς. ὁ γὰρ Ἀννίβας οἴκοθεν μὲν ἐκ Καρχηδόνος ὑπεκδρὰς Ἀντιόχῳ συνῆν, ἐκείνου δὲ μετὰ τὴν ἐν Φρυγίᾳ μάχην εἰρήνης ἀγαπητῶς τυχόντος, αὖθις φυγὼν καὶ πλανηθεὶς πολλά, τέλος ἐν τῇ Βιθυνίᾳ κατ‐ | |
5 | έστη Προυσίαν θεραπεύων, οὐδενὸς Ῥωμαίων ἀγνο‐ οῦντος, ἀλλὰ παρορώντων ἁπάντων δι’ ἀσθένειαν καὶ | |
Flam.20.5 | γῆρας, ὥσπερ ἐρριμμένον ὑπὸ τῆς τύχης. Τίτος δὲ πρεσ‐ βευτὴς δι’ ἑτέρας δή τινας πράξεις ὑπὸ τῆς βουλῆς πρὸς τὸν Προυσίαν ἀφικόμενος, καὶ τὸν Ἀννίβαν ἰδὼν αὐτόθι διαιτώμενον, ἠγανάκτησεν εἰ ζῇ, καὶ πολλὰ τοῦ Πρου‐ | |
5 | σίου δεομένου καὶ λιπαροῦντος ὑπὲρ ἀνδρὸς ἱκέτου καὶ | 53 |
Flam.20.6 | συνήθους, οὐ παρῆκε. χρησμοῦ δέ τινος ὡς ἔοικε πα‐ λαιοῦ περὶ τῆς Ἀννίβου τελευτῆς οὕτως ἔχοντος· | |
2 | Λίβυσσα κρύψει βῶλος Ἀννίβου δέμας, | |
3 | ὁ μὲν ἄρα Λιβύην ὑπενόει καὶ τὰς ἐν Καρχηδόνι ταφάς, | |
5 | ὡς ἐκεῖ καταβιωσόμενος· ἐν δὲ Βιθυνίᾳ τόπος ἐστὶ θι‐ νώδης ἐπὶ θαλάσσης καὶ πρὸς αὐτῷ κώμη τις οὐ με‐ | |
Flam.20.7 | γάλη, Λίβυσσα καλεῖται. περὶ ταύτην ἔτυχε διατρίβων Ἀννίβας, ἀεὶ δ’ ἀπιστῶν τῇ τοῦ Προυσίου μαλακίᾳ καὶ φοβούμενος τοὺς Ῥωμαίους, τὴν οἰκίαν ἔτι πρότερον ἐξ‐ όδοις ἑπτὰ καταγείοις συντετρημένην ἐκ τῆς ἑαυτοῦ διαί‐ | |
5 | της εἶχεν, ἄλλου κατ’ ἄλλο τῶν ὑπονόμων, πόρρω δὲ | |
Flam.20.8 | πάντων ἀδήλως ἐκφερόντων. ὡς οὖν ἤκουσε τότε τὸ πρόσταγμα τοῦ Τίτου, φεύγειν μὲν ὥρμησε διὰ τῶν ὑπονόμων, ἐντυχὼν δὲ φυλακαῖς βασιλικαῖς, ἔγνω δι’ αὑ‐ | |
Flam.20.9 | τοῦ τελευτᾶν. ἔνιοι μὲν οὖν λέγουσιν, ὡς ἱμάτιον τῷ τρα‐ χήλῳ περιβαλὼν καὶ κελεύσας οἰκέτην ὄπισθεν ἐρείσαντα κατὰ τοῦ ἰσχίου τὸ γόνυ καὶ σφοδρῶς ἀνακλάσαντα συντεῖ‐ ναι καὶ περιστρέψαι μέχρι ἂν ἐκθλίψαι τὸ πνεῦμα, διαφθεί‐ | |
5 | ρειεν αὑτόν· ἔνιοι δὲ μιμησάμενον Θεμιστοκλέα καὶ Μίδαν | |
Flam.20.10 | αἷμα ταύρειον πιεῖν· Λίβιος δέ φησι (39, 51, 8—11) φάρμακον ἔχοντα κεράσαι, καὶ τὴν κύλικα δεξάμενον εἰπεῖν· „ἀνα‐ παύσωμεν ἤδη ποτὲ τὴν πολλὴν φροντίδα Ῥωμαίων, οἳ μακρὸν ἡγήσαντο καὶ βαρὺ μισουμένου γέροντος ἀναμεῖ‐ | |
Flam.20.11 | ναι θάνατον. οὐ μὴν οὐδὲ Τίτος ἀξιοζήλωτον ἀποίσεται νίκην οὐδὲ τῶν προγόνων ἀξίαν, οἳ Πύρρῳ πολεμοῦντι καὶ κρατοῦντι τὴν μέλλουσαν ὑποπέμψαντες κατεμήνυσαν φαρμακείαν.“ | 54 |
Flam.21.1 | Οὕτω μὲν τὸν Ἀννίβαν ἀποθανεῖν λέγουσιν. Ἀπαγγελθέντων δὲ τούτων πρὸς τὴν σύγκλητον, οὐκ ὀλίγοις ἐπαχθὴς ἔδοξεν ὁ Τίτος καὶ περιττὸς ἄγαν καὶ ὠμός, ὥσπερ ὄρνιν ὑπὸ γήρως ἀπτῆνα καὶ κόλουρον | |
5 | ἀφειμένον ζῆν χειροήθη τὸν Ἀννίβαν ἀποκτείνας, οὐδενὸς ἐπείγοντος, ἀλλὰ διὰ δόξαν, ὡς ἐπώνυμος τοῦ θανάτου γέ‐ | |
Flam.21.2 | νοιτο. καὶ τὴν Ἀφρικανοῦ Σκιπίωνος ἀντιθέντες πρᾳό‐ τητα καὶ μεγαλοψυχίαν ἔτι μᾶλλον ἐθαύμαζον, ὡς ἀήτ‐ τητον ὄντα καὶ φοβερὸν ἐν Λιβύῃ καταπολεμήσας Ἀν‐ νίβαν, οὔτ’ ἐξήλασεν οὔτ’ ἐξῃτήσατο παρὰ τῶν πολιτῶν, | |
5 | ἀλλὰ καὶ πρὸ τῆς μάχης εἰς λόγους ἐλθὼν ἐδεξιώσατο, καὶ μετὰ τὴν μάχην σπενδόμενος οὐδὲν ἐπετόλμησεν οὐδ’ | |
Flam.21.3 | ἐπενέβη τῇ τύχῃ τοῦ ἀνδρός. λέγεται δ’ αὖθις ἐν Ἐφέσῳ συμβαλεῖν αὐτούς, καὶ πρῶτον μὲν ἐν τῷ συμπεριπατεῖν τοῦ Ἀννίβου τὴν προήκουσαν ἐν ἀξιώματι τάξιν [εἶναι] προλαβόντος, ἀνέχεσθαι καὶ περιπατεῖν ἀφελῶς τὸν Ἀφρι‐ | |
Flam.21.4 | κανόν· ἔπειτα λόγου περὶ στρατηγῶν ἐμπεσόντος, καὶ τοῦ Ἀννίβου κράτιστον ἀποφηναμένου γεγονέναι τῶν στρα‐ τηγῶν Ἀλέξανδρον, εἶτα Πύρρον, τρίτον δ’ αὑτόν, ἡσυχῇ μειδιάσαντα τὸν Ἀφρικανὸν εἰπεῖν· „τί δ’ εἰ μή ς’ ἐγὼ | |
Flam.21.5 | νενικήκειν;“ καὶ τὸν Ἀννίβαν „οὐκ ἂν ὦ Σκιπίων“ φάναι „τρίτον ἐμαυτόν, ἀλλὰ πρῶτον ἐποιούμην τῶν στρατη‐ | |
Flam.21.6 | γῶν.“ ταῦτα δὴ τοῦ Σκιπίωνος οἱ πολλοὶ θαυμάζοντες ἐκάκιζον τὸν Τίτον, ὡς ἀλλοτρίῳ νεκρῷ προσενεγκόντα | |
Flam.21.7 | τὰς χεῖρας. ἔνιοι δ’ ἦσαν οἱ τὸ πεπραγμένον ἐπαινοῦν‐ | |
τες, καὶ τὸν Ἀννίβαν ἕως ἔζη πῦρ ἡγούμενοι δεόμενον | 55 | |
Flam.21.8 | τοῦ ῥιπίζοντος· μηδὲ γὰρ ἀκμάζοντος αὐτοῦ τὸ σῶμα Ῥωμαίοις καὶ τὴν χεῖρα φοβεράν, ἀλλὰ τὴν δεινότητα καὶ τὴν ἐμπειρίαν γεγονέναι μετὰ τῆς ἐμφύτου πικρίας | |
Flam.21.9 | καὶ δυσμενείας· ὧν οὐδὲν ἀφαιρεῖν τὸ γῆρας, ἀλλ’ ὑπο‐ μένειν τὴν φύσιν ἐν τῷ ἤθει· τὴν δὲ τύχην οὐ διαμένειν ὁμοίαν, ἀλλὰ μεταπίπτουσαν ἐκκαλεῖσθαι ταῖς ἐλπίσι | |
Flam.21.10 | πρὸς τὰς ἐπιθέσεις τοὺς ἀεὶ τῷ μισεῖν πολεμοῦντας. καὶ τὰ ὕστερά πως ἔτι μᾶλλον ἐμαρτύρησε τῷ Τίτῳ, τοῦτο μὲν Ἀριστόνικος ὁ τοῦ κιθαρῳδοῦ, διὰ τὴν Εὐμενοῦς δόξαν ἐμπλήσας ἅπασαν ἀποστάσεων καὶ πολέμων τὴν | |
5 | Ἀσίαν, τοῦτο δὲ Μιθριδάτης, μετὰ Σύλλαν καὶ Φιμβρίαν καὶ τοσούτων ὄλεθρον στρατευμάτων καὶ στρατηγῶν αὖ‐ θις ἐπὶ Λεύκολλον ἐκ γῆς ὁμοῦ καὶ θαλάττης ἀναστὰς | |
Flam.21.11 | τηλικοῦτος. οὐ μὴν οὐδὲ Γαΐου Μαρίου ταπεινότερος Ἀννίβας ἔκειτο. τῷ μὲν γὰρ βασιλεὺς φίλος ὑπῆρχε, καὶ βίος ἦν συνήθης καὶ διατριβαὶ περὶ ναῦς καὶ ἵππους καὶ | |
Flam.21.12 | στρατιωτῶν ἐπιμέλειαν· τὰς δὲ Μαρίου τύχας Ῥωμαῖοι γελῶντες, ἀλωμένου καὶ πτωχεύοντος ἐν Λιβύῃ, μετὰ μικρὸν ἐν Ῥώμῃ σφαττόμενοι καὶ μαστιγούμενοι προσ‐ | |
Flam.21.13 | εκύνουν. οὕτως οὐδὲν οὔτε μικρὸν οὔτε μέγα τῶν παρόν‐ των πρὸς τὸ μέλλον ἐστίν, ἀλλὰ μία τοῦ μεταβάλλειν τε‐ | |
Flam.21.14 | λευτὴ καὶ τοῦ εἶναι. διὸ καί φασιν ἔνιοι τὸν Τίτον οὐκ ἀφ’ ἑαυτοῦ ταῦτα πρᾶξαι, πεμφθῆναι δὲ πρεσβευτὴν μετὰ Λευκίου Σκιπίωνος, οὐδὲν ἄλλο τῆς πρεσβείας ἐχούσης ἔργον ἢ τὸν Ἀννίβου θάνατον. | |
Flam.21.15 | Ἐπεὶ δ’ οὐδεμίαν ἔτι τούτων κατόπιν οὔτε πολιτικὴν τοῦ Τίτου πρᾶξιν οὔτε πολεμικὴν ἱστορήκαμεν, ἀλλὰ καὶ | |
τελευτῆς ἔτυχεν εἰρηνικῆς, ὥρα τὴν σύγκρισιν ἐπισκοπεῖν. | 56 |