TLG 0007 027 :: PLUTARCHUS :: Philopoemen PLUTARCHUS Biogr.
Phil. Philopoemen Citation: Chapter — section — (line) | ||
Phil.t1 | ΦΙΛΟΠΟΙΜΗΝ ΚΑΙ ΤΙΤΟΣ | |
Phil.1.1 | Κλέανδρος ἦν ἐν Μαντινείᾳ γένους τε πρώτου καὶ δυνη‐ θεὶς ἐν τοῖς μάλιστα τῶν πολιτῶν· τύχῃ δὲ χρησάμενος καὶ τὴν ἑαυτοῦ φυγών, ἧκεν εἰς Μεγάλην πόλιν οὐχ ἥκιστα διὰ Φιλοποίμενος πατέρα Κραῦγιν, ἄνδρα πάντων ἕνεκα | |
Phil.1.2 | λαμπρόν, ἰδίᾳ δὲ πρὸς ἐκεῖνον οἰκείως ἔχοντα. ζῶντος μὲν οὖν αὐτοῦ πάντων ἐτύγχανε, τελευτήσαντος δὲ τὴν ἀμοιβὴν τῆς φιλοξενίας ἀποδιδούς, ἔθρεψεν αὐτοῦ τὸν υἱὸν ὀρφανὸν ὄντα, καθάπερ φησὶν Ὅμηρος (Il. 9, 442 sq. | |
5 | 478 sqq.) ὑπὸ τοῦ Φοίνικος τὸν Ἀχιλλέα τραφῆναι, γενναίαν τινὰ καὶ βασιλικὴν τοῦ ἤθους εὐθὺς ἐξ ἀρχῆς πλάσιν καὶ | |
---|---|---|
Phil.1.3 | αὔξησιν λαμβάνοντος. ἤδη δὲ τοῦ Φιλοποίμενος ἀντίπαιδος ὄντος Ἔκδηλος καὶ Δημοφάνης οἱ Μεγαλοπολῖται διεδέ‐ ξαντο τὴν ἐπιμέλειαν, Ἀρκεσιλάῳ συνήθεις ἐν Ἀκαδημείᾳ γεγονότες, καὶ φιλοσοφίαν μάλιστα τῶν καθ’ ἑαυτοὺς ἐπὶ | |
Phil.1.4 | πολιτείαν καὶ πράξεις προαγαγόντες. οὗτοι καὶ τὴν ἑαυ‐ τῶν πατρίδα τυραννίδος ἀπήλλαξαν, τοὺς ἀποκτενοῦντας Ἀριστόδημον κρύφα παρασκευάσαντες, καὶ Νικοκλέα τὸν Σικυωνίων τύραννον Ἀράτῳ συνεξέβαλον, καὶ Κυρη‐ | |
5 | ναίοις δεηθεῖσι, τεταραγμένων τῶν κατὰ τὴν πόλιν καὶ νοσούντων, πλεύσαντες εὐνομίαν ἔθεντο καὶ διεκόσμησαν | 1 |
Phil.1.5 | ἄριστα τὴν πόλιν. αὐτοί γε μὴν ἐν τοῖς ἄλλοις ἔργοις καὶ τὴν Φιλοποίμενος ἐποιοῦντο παίδευσιν, ὡς κοινὸν ὄφελος τῇ Ἑλλάδι τὸν ἄνδρα τοῦτον ὑπὸ φιλοσοφίας ἀπεργασά‐ | |
Phil.1.6 | μενοι. καὶ γὰρ ὥσπερ ὀψίγονον ἐν γήρᾳ ταῖς τῶν πα‐ λαιῶν ἡγεμόνων ἐπιτεκοῦσα τοῦτον ἀρεταῖς ἡ Ἑλλὰς ἠγάπησε διαφερόντως καὶ συνηύξησε τῇ δόξῃ τὴν δύ‐ | |
Phil.1.7 | ναμιν. Ῥωμαίων δέ τις ἐπαινῶν ἔσχατον αὐτὸν Ἑλλή‐ νων προσεῖπεν, ὡς οὐδένα μέγαν μετὰ τοῦτον ἔτι τῆς Ἑλλάδος ἄνδρα γειναμένης οὐδ’ αὑτῆς ἄξιον. | |
Phil.2.1 | Ἦν δὲ τὸ μὲν εἶδος οὐκ αἰσχρός, ὡς ἔνιοι νομίζου‐ σιν· εἰκόνα γὰρ αὐτοῦ διαμένουσαν ἐν Δελφοῖς ὁρῶμεν· τὴν δὲ τῆς ξένης τῆς Μεγαρικῆς ἄγνοιαν συμβῆναι λέ‐ | |
Phil.2.2 | γουσι δι’ εὐκολίαν τινὰ καὶ ἀφέλειαν αὐτοῦ. πυνθανο‐ μένη γὰρ ἔρχεσθαι πρὸς αὐτοὺς τὸν στρατηγὸν τῶν Ἀχαιῶν, ἐθορυβεῖτο παρασκευάζουσα δεῖπνον οὐ παρόν‐ | |
Phil.2.3 | τος κατὰ τύχην τοῦ ἀνδρός. ἐν τούτῳ δὲ τοῦ Φιλοποί‐ μενος εἰσελθόντος, χλαμύδιον εὐτελὲς ἔχοντος, οἰομένη τινὰ τῶν ὑπηρετῶν εἶναι καὶ πρόδρομον, παρεκάλει τῆς | |
Phil.2.4 | διακονίας συνεφάψασθαι. καὶ ὁ μὲν εὐθὺς ἀπορρίψας τὴν χλαμύδα τῶν ξύλων ἔσχιζεν· ὁ δὲ ξένος ἐπεισελθὼν καὶ θεασάμενος, „τί τοῦτ’“ ἔφη,, „ὦ Φιλοποίμην;“ „τί γὰρ ἄλλ’“ ἔφη δωρίζων ἐκεῖνος „ἢ κακᾶς ὄψεως δίκαν | |
Phil.2.5 | δίδωμι;“ τοῦ δ’ ἄλλου σώματος τὴν φύσιν ἐπισκώπτων ὁ Τίτος εἶπεν· „ὦ Φιλοποίμην, ὡς καλὰς χεῖρας ἔχεις καὶ σκέλη· γαστέρα δ’ οὐκ ἔχεις.“ ἦν γὰρ ἐκ τῶν μέσων | |
Phil.2.6 | στενώτερος. τὸ μέντοι σκῶμμα πρὸς τὴν δύναμιν αὐτοῦ | |
μᾶλλον ἐλέχθη· καὶ γὰρ ὁπλίτας ἔχων ἀγαθοὺς καὶ ἱπ‐ πεῖς, χρημάτων πολλάκις οὐκ εὐπόρει. ταῦτα μὲν οὖν ἐν ταῖς σχολαῖς περὶ τοῦ Φιλοποίμενος λέγεται. | 2 | |
Phil.3.1 | Τοῦ δ’ ἤθους τὸ φιλότιμον οὐκ ἦν παντάπασι φιλονικίας καθαρὸν οὐδ’ ὀργῆς ἀπηλλαγμένον, ἀλλὰ καίπερ Ἐπαμεινώνδου βουλόμενος εἶναι μάλιστα ζηλω‐ τής, τὸ 〈μὲν〉 δραστήριον καὶ συνετὸν αὐτοῦ καὶ ὑπὸ | |
5 | χρημάτων ἀπαθὲς ἰσχυρῶς ἐμιμεῖτο, τῷ δὲ πρᾴῳ καὶ βαθεῖ καὶ φιλανθρώπῳ παρὰ τὰς πολιτικὰς διαφορὰς ἐμ‐ μένειν οὐ δυνάμενος δι’ ὀργὴν καὶ φιλονικίαν, μᾶλλον ἐδόκει στρατιωτικῆς ἢ πολιτικῆς ἀρετῆς οἰκεῖος εἶναι. | |
Phil.3.2 | καὶ γὰρ ἐκ παίδων εὐθὺς ἦν φιλοστρατιώτης, καὶ τοῖς πρὸς τοῦτο χρησίμοις μαθήμασιν ὑπήκουε προθύμως, | |
Phil.3.3 | ὁπλομαχεῖν καὶ ἱππεύειν. ἐπεὶ δὲ καὶ παλαίειν εὐφυῶς ἐδόκει, καὶ παρεκάλουν αὐτὸν ἐπὶ τὴν ἄθλησιν ἔνιοι τῶν φίλων καὶ τῶν ἐπιτρόπων, ἠρώτησεν αὐτούς, μή τι πρὸς τὴν στρατιωτικὴν ἄσκησιν ὑπὸ τῆς ἀθλήσεως βλαβή‐ | |
Phil.3.4 | σοιτο. τῶν δὲ φαμένων, ὅπερ ἦν, ἀθλητικὸν στρατιωτικοῦ σῶμα καὶ βίον διαφέρειν τοῖς πᾶσι, μάλιστα δὲ δίαιταν ἑτέραν καὶ ἄσκησιν εἶναι, τῶν μὲν ὕπνῳ τε πολλῷ καὶ πλησμοναῖς ἐνδελεχέσι καὶ κινήσεσί 〈τε〉 τεταγμέναις καὶ | |
5 | ἡσυχίαις αὐξόντων τε καὶ διαφυλαττόντων τὴν ἕξιν, ὑπὸ πάσης ῥοπῆς καὶ παρεκβάσεως τοῦ συνήθους ἀκροσφαλῆ πρὸς μεταβολὴν οὖσαν, τὰ δὲ πάσης μὲν πλάνης ἔμπειρα καὶ πάσης ἀνωμαλίας προσῆκον εἶναι, μάλιστα δὲ φέρειν | |
Phil.3.5 | ῥᾳδίως μὲν ἔνδειαν εἰθισμένα, ῥᾳδίως δ’ ἀγρυπνίαν, ἀκού‐ σας ὁ Φιλοποίμην οὐ μόνον αὐτὸς ἔφυγε τὸ πρᾶγμα καὶ κατεγέλασεν, ἀλλὰ καὶ στρατηγῶν ὕστερον ἀτιμίαις καὶ | |
προπηλακισμοῖς, ὅσον ἦν ἐπ’ αὐτῷ, πᾶσαν ἄθλησιν | 3 | |
5 | ἐξέβαλλεν, ὡς τὰ χρησιμώτατα τῶν σωμάτων εἰς τοὺς ἀναγκαίους ἀγῶνας ἄχρηστα ποιοῦσαν. | |
Phil.4.1 | Ἀπαλλαγεὶς δὲ διδασκάλων καὶ παιδαγωγῶν, ἐν μὲν ταῖς πολιτικαῖς στρατείαις, ἃς ἐποιοῦντο κλωπείας ἕνεκα καὶ λεηλασίας εἰς τὴν Λακωνικὴν ἐμβάλλοντες, εἴθισεν αὑτὸν πρῶτον μὲν ἐκστρατευόντων, ὕστατον δ’ ἀπερχο‐ | |
Phil.4.2 | μένων βαδίζειν. σχολῆς δ’ οὔσης ἢ κυνηγῶν διεπόνει τὸ σῶμα καὶ κατεσκεύαζε κοῦφον ἅμα καὶ ῥωμαλέον, ἢ γεωρ‐ | |
Phil.4.3 | γῶν. ἦν γὰρ ἀγρὸς αὐτῷ καλὸς ἀπὸ σταδίων εἴκοσι τῆς πόλεως· εἰς τοῦτον ἐβάδιζε καθ’ ἡμέραν μετὰ τὸ ἄριστον ἢ μετὰ τὸ δεῖπνον, καὶ καταβαλὼν ἑαυτὸν ἐπὶ στιβαδίου τοῦ τυχόντος ὥσπερ ἕκαστος τῶν ἐργατῶν ἀνεπαύετο. | |
Phil.4.4 | πρωῒ δ’ ἀναστὰς καὶ συνεφαψάμενος ἔργου τοῖς ἀμπε‐ λουργοῦσιν ἢ βοηλατοῦσιν, αὖθις εἰς πόλιν ἀπῄει, καὶ περὶ τὰ δημόσια τοῖς φίλοις καὶ τοῖς ἄρχουσι συνησχο‐ | |
Phil.4.5 | λεῖτο. τὰ μὲν οὖν ἐκ τῶν στρατειῶν προσιόντα κατανή‐ λισκεν εἰς ἵππους καὶ ὅπλα καὶ λύσεις αἰχμαλώτων, τὸν δ’ οἶκον ἀπὸ τῆς γεωργίας αὔξειν ἐπειρᾶτο 〈τῷ〉 δικαιοτάτῳ τῶν χρηματισμῶν, οὐδὲ τοῦτο ποιούμενος πάρεργον, ἀλλὰ | |
5 | καὶ πάνυ προσήκειν οἰόμενος οἰκεῖα κεκτῆσθαι τὸν ἀλλο‐ | |
Phil.4.6 | τρίων ἀφεξόμενον. ἠκροᾶτο δὲ λόγων καὶ συγγράμμασι φιλοσόφων ἐνετύγχανεν, οὐ πᾶσιν, ἀλλ’ ἀφ’ ὧν ἐδόκει | |
Phil.4.7 | πρὸς ἀρετὴν ὠφελεῖσθαι. καὶ τῶν Ὁμηρικῶν ὅσα [τὰς] πρὸς ἀνδρείαν ἐγείρειν καὶ παροξύνειν ἐνόμιζε 〈τὰσ〉 φαν‐ | |
Phil.4.8 | τασίας, τούτοις προσεῖχε. τῶν δ’ ἄλλων ἀναγνωσμάτων μάλιστα τοῖς Εὐαγγέλου τακτικοῖς ἐνεφύετο, καὶ τὰς περὶ Ἀλέξανδρον ἱστορίας κατεῖχε, τοὺς λόγους ἐπὶ τὰ πράγ‐ | |
ματα καταστρέφειν οἰόμενος, εἰ μὴ σχολῆς ἕνεκα καὶ | 4 | |
Phil.4.9 | λαλιᾶς ἀκάρπου περαίνοιντο. καὶ γὰρ τῶν τακτικῶν θεω‐ ρημάτων, τὰς ἐπὶ τοῖς πινακίοις διαγραφὰς ἐῶν χαίρειν, ἐπὶ τῶν τόπων αὐτῶν ἐλάμβανεν ἔλεγχον καὶ μελέτην ἐποιεῖτο, χωρίων συγκλινίας καὶ πεδίων ἀποκοπὰς καὶ | |
5 | ὅσα περὶ ῥείθροις ἢ τάφροις ἢ στενωποῖς πάθη καὶ σχή‐ ματα διασπωμένης καὶ πάλιν συστελλομένης φάλαγγος ἐπισκοπῶν αὐτὸς πρὸς αὑτὸν ἐν ταῖς ὁδοιπορίαις, καὶ τοῖς | |
Phil.4.10 | μεθ’ ἑαυτοῦ προβάλλων. ἔοικε γὰρ οὗτος 〈ὁ〉 ἀνὴρ πε‐ ραιτέρω τῆς ἀνάγκης ἐμφιλοκαλῆσαι τοῖς στρατιωτικοῖς, καὶ τὸν πόλεμον ὡς ποικιλωτάτην ὑπόθεσιν τῆς ἀρετῆς ἀσπάσασθαι, καὶ ὅλως καταφρονεῖν τῶν ἀπολειπομένων | |
5 | ὡς ἀπράκτων. | |
Phil.5.1 | Ἤδη δ’ αὐτοῦ τριάκοντ’ ἔτη γεγονότος, Κλεομένης ὁ βασιλεὺς Λακεδαιμονίων νυκτὸς ἐξαίφνης προσπεσὼν τῇ Μεγάλῃ πόλει, καὶ τὰς φυλακὰς βιασάμενος, ἐντὸς | |
Phil.5.2 | παρῆλθε καὶ τὴν ἀγορὰν κατέλαβεν. ἐκβοηθήσας δὲ Φι‐ λοποίμην, τοὺς μὲν πολεμίους οὐκ ἴσχυσεν ἐξελάσαι, καίπερ ἐρρωμένως καὶ παραβόλως διαγωνισάμενος, τοὺς δὲ πολίτας τρόπον τινὰ τῆς πόλεως ἐξέκλεψε, προσμαχό‐ | |
5 | μενος τοῖς ἐπιδιώκουσι καὶ τὸν Κλεομένην περισπῶν ἐφ’ ἑαυτόν, ὡς χαλεπῶς καὶ μόλις ὕστατος ἀπελθεῖν, | |
Phil.5.3 | ἀποβαλὼν τὸν ἵππον καὶ τραυματίας γενόμενος. ἐπεὶ δὲ προσέπεμψεν αὐτοῖς ὁ Κλεομένης εἰς Μεσσήνην ἀπελ‐ θοῦσι, τήν τε πόλιν μετὰ τῶν χρημάτων ἀποδιδοὺς καὶ τὴν χώραν, ὁρῶν ὁ Φιλοποίμην τοὺς πολίτας ἀσμένως | |
5 | δεχομένους καὶ σπεύδοντας ἐπανελθεῖν, ἐνέστη καὶ διε‐ | |
κώλυσε τῷ λόγῳ, διδάσκων ὡς οὐκ ἀποδίδωσι τὴν πόλιν Κλεομένης, προσκτᾶται δὲ τοὺς πολίτας ἐπὶ τῷ καὶ | 5 | |
Phil.5.4 | τὴν πόλιν ἔχειν βεβαιότερον· οὐ γὰρ ἕξειν αὐτόν, ὅπως οἰ‐ κίας καὶ τείχη κενὰ φυλάξει καθήμενος, ἀλλὰ καὶ τούτων | |
Phil.5.5 | ὑπ’ ἐρημίας ἐκπεσεῖσθαι. ταῦτα λέγων τοὺς μὲν πολίτας ἀπέτρεψε, τῷ δὲ Κλεομένει πρόφασιν παρέσχε λυμήνασθαι καὶ καταβαλεῖν τὰ πλεῖστα τῆς πόλεως, καὶ χρημά‐ των εὐπορήσαντι μεγάλων ἀπελθεῖν. | |
Phil.6.1 | Ἐπεὶ δ’ Ἀντίγονος ὁ βασιλεὺς βοηθῶν ἐπὶ τὸν Κλεο‐ μένην μετὰ τῶν Ἀχαιῶν ἐστράτευσε, καὶ τὰς περὶ Σελ‐ λασίαν ἄκρας καὶ τὰς ἐμβολὰς κατέχοντος αὐτοῦ, παρ‐ έταξε τὴν δύναμιν ἐγγύς, ἐπιχειρεῖν καὶ βιάζεσθαι δια‐ | |
Phil.6.2 | νοούμενος, ἦν μὲν ἐν τοῖς ἱππεῦσι μετὰ τῶν ἑαυτοῦ πο‐ λιτῶν τεταγμένος καὶ ὁ Φιλοποίμην, καὶ παραστάτας εἶχεν Ἰλλυριούς, οἷς τὰ λήγοντα τῆς παρατάξεως συνεπέφρακτο, | |
Phil.6.3 | πολλοῖς οὖσι καὶ μαχίμοις. εἴρητο δ’ αὐτοῖς ἐφεδρεύ‐ ουσιν ἡσυχίαν ἔχειν, ἄχρι ἂν ἀπὸ θατέρου κέρως ὑπὸ τοῦ | |
Phil.6.4 | βασιλέως ἀρθῇ φοινικὶς ὑπὲρ σαρίσης διατεταμένη. τῶν δ’ ἡγεμόνων τοῖς Ἰλλυριοῖς πειρωμένων ἐκβιάζεσθαι τοὺς Λακεδαιμονίους, καὶ τῶν Ἀχαιῶν ὥσπερ προσετέ‐ | |
Phil.6.5 | τακτο τὴν ἐφεδρείαν ἐν τάξει διαφυλαττόντων, Εὐκλεί‐ δας ὁ τοῦ Κλεομένους ἀδελφὸς καταμαθὼν τὸ γινόμενον διάσπασμα περὶ τοὺς πολεμίους, ταχὺ τοὺς ἐλαφροτάτους τῶν ψιλῶν περιέπεμψεν, ἐξόπισθεν τοῖς Ἰλλυριοῖς ἐπι‐ | |
5 | πεσεῖν κελεύσας καὶ περισπᾶν ἐρήμους τῶν ἱππέων ἀπο‐ | |
Phil.6.6 | λελειμμένους. γινομένων δὲ τούτων, καὶ τῶν ψιλῶν τοὺς Ἰλλυριοὺς περισπώντων καὶ διαταραττόντων, συνιδὼν ὁ Φιλοποίμην οὐ μέγ’ ὂν ἔργον ἐπιθέσθαι τοῖς ψιλοῖς, καὶ | |
τὸν καιρὸν ὑφηγούμενον τοῦτο, πρῶτον μὲν ἔφραζε τοῖς | 6 | |
Phil.6.7 | βασιλικοῖς· ὡς δ’ οὐκ ἔπειθεν, ἀλλὰ μαίνεσθαι δοκῶν κατεφρονεῖτο, οὐδέπω μεγάλης οὐδ’ ἀξιοπίστου πρὸς τηλικοῦτο στρατήγημα δόξης περὶ αὐτὸν οὔσης, αὐτὸς | |
Phil.6.8 | ἐμβάλλει συνεπισπασάμενος τοὺς πολίτας. γενομένης δὲ ταραχῆς τὸ πρῶτον, εἶτα φυγῆς καὶ φόνου πολλοῦ τῶν ψιλῶν, βουλόμενος ἔτι μᾶλλον ἐπιρρῶσαι τοὺς βασιλι‐ κοὺς καὶ προσμεῖξαι κατὰ τάχος θορυβουμένοις τοῖς πο‐ | |
5 | λεμίοις, τὸν μὲν ἵππον ἀφῆκεν, αὐτὸς δὲ πρὸς χωρία σκο‐ λιὰ καὶ μεστὰ ῥείθρων καὶ φαράγγων πεζὸς ἐν ἱππικῷ θώρακι καὶ σκευῇ βαρυτέρᾳ χαλεπῶς καὶ ταλαιπώρως ἁμιλλώμενος, διελαύνεται διαμπερὲς ὁμοῦ τοὺς μηροὺς ἑκατέρους ἑνὶ μεσαγκύλῳ, καιρίας μὲν οὐ γενομένης, | |
10 | ἰσχυρᾶς δὲ τῆς πληγῆς, ὥστε τὴν αἰχμὴν ἐπὶ θάτερα διῶ‐ | |
Phil.6.9 | σαι. τὸ μὲν οὖν πρῶτον ἐνσχεθεὶς ὥσπερ δεσμῷ, παντά‐ πασιν ἀπόρως εἶχε. τὸ γὰρ ἔναμμα τῆς ἀγκύλης χαλεπὴν ἐποίει τοῦ ἀκοντίσματος ἀνελκομένου διὰ τῶν τραυμά‐ | |
Phil.6.10 | των τὴν πάροδον· ὡς δ’ ὤκνουν οἱ παρόντες ἅψασθαι, καὶ τῆς μάχης ἀκμὴν ὀξεῖαν ἐχούσης ἐσφάδαζεν ὑπὸ θυ‐ μοῦ καὶ φιλοτιμίας πρὸς τὸν ἀγῶνα, τῇ † παραβάσει καὶ τῇ παραλλάξει τῶν σκελῶν διὰ μέσου κλάσας τὸ ἀκόντισ‐ | |
Phil.6.11 | μα, χωρὶς ἐκέλευσεν ἑλκύσαι τῶν ἀγμάτων ἑκάτερον. οὕτω δ’ ἀπαλλαγεὶς καὶ σπασάμενος τὸ ξίφος, ἐχώρει διὰ τῶν προμάχων ἐπὶ τοὺς πολεμίους, ὥστε πολλὴν προθυμίαν καὶ ζῆλον ἀρετῆς παρασχεῖν τοῖς 〈συν〉αγωνιζομένοις. | |
Phil.6.12 | νικήσας οὖν ὁ Ἀντίγονος ἀπεπειρᾶτο τῶν Μακεδόνων, ἐρω‐ | |
Phil.6.13 | τῶν διὰ τί μὴ κελεύσαντος αὐτοῦ τὸ ἱππικὸν ἐκίνησαν. τῶν δ’ ἀπολογουμένων, ὡς παρὰ γνώμην βιασθεῖεν εἰς χεῖρας ἐλθεῖν τοῖς πολεμίοις, μειρακίου Μεγαλοπολιτικοῦ προ‐ εμβαλόντος, γελάσας ὁ Ἀντίγονος „ἐκεῖνο τοίνυν τὸ μειρά‐ | |
5 | κιον“ εἶπεν „ἔργον ἡγεμόνος μεγάλου πεποίηκεν.“ | 7 |
Phil.7.1 | Ἐκ τούτου δόξαν ἔσχεν ὥσπερ εἰκὸς ὁ Φιλοποί‐ μην. καὶ τοῦ μὲν Ἀντιγόνου σπουδάσαντος ὅπως στρα‐ τεύοιτο μετ’ αὐτοῦ, καὶ διδόντος ἡγεμονίαν καὶ χρήματα, παρῃτήσατο, μάλιστα τὴν ἑαυτοῦ φύσιν καταμαθὼν πρὸς | |
Phil.7.2 | τὸ ἄρχεσθαι δυσκόλως καὶ χαλεπῶς ἔχουσαν· ἀργεῖν δὲ καὶ σχολάζειν οὐ βουλόμενος, ἀσκήσεως ἕνεκα καὶ μελέ‐ της τῶν πολεμικῶν εἰς Κρήτην ἔπλευσεν ἐπὶ στρατείαν· | |
Phil.7.3 | κἀκεῖ συχνὸν χρόνον ἐγγυμνασάμενος ἀνδράσι μαχίμοις καὶ ποικίλοις μεταχειρίσασθαι πόλεμον, ἔτι δὲ σώφροσι καὶ κεκολασμένοις περὶ δίαιταν, ἐπανῆλθεν οὕτω λαμ‐ πρὸς εἰς τοὺς Ἀχαιούς, ὥστ’ εὐθὺς ἵππαρχος ἀποδει‐ | |
Phil.7.4 | χθῆναι. παραλαβὼν δὲ τοὺς ἱππεῖς φαύλοις μὲν ἱππα‐ ρίοις ἐκ τοῦ προστυχόντος ὅτε συμβαίνοι στρατεία προσχρωμένους, αὐτοὺς δὲ τὰς πολλὰς τῶν στρατειῶν ἀποδιδράσκοντας, ἑτέρους δὲ πέμποντας ἀνθ’ ἑαυτῶν, | |
5 | δεινὴν δ’ ἀπειρίαν μετ’ ἀτολμίας πάντων οὖσαν, περι‐ ορῶντας δὲ ταῦτα τοὺς ἄρχοντας ἀεὶ διά τε τὸ πλεῖστον ἐν τοῖς Ἀχαιοῖς τοὺς ἱππεῖς δύνασθαι καὶ μάλιστα κυρίους | |
Phil.7.5 | εἶναι τιμῆς καὶ κολάσεως, οὐχ ὑπεῖξεν οὐδ’ ἀνῆκεν, ἀλλὰ καὶ τὰς πόλεις ἐπιών, καὶ κατ’ ἄνδρα τῶν νέων ἕκαστον ἐπὶ τὴν φιλοτιμίαν συνεξορμῶν, καὶ κολάζων τοὺς ἀνάγ‐ κης δεομένους, μελέταις τε καὶ πομπαῖς καὶ πρὸς ἀλλή‐ | |
5 | λους ἁμίλλαις χρώμενος, ὅπου πλεῖστοι θεᾶσθαι μέλλοιεν, | |
Phil.7.6 | 〈ἐν〉 ὀλίγῳ χρόνῳ πᾶσι ῥώμην τε θαυμαστὴν καὶ προθυ‐ μίαν παρέστησε, καὶ ὃ μέγιστον ἦν ἐν τοῖς τακτικοῖς, ἐλα‐ φροὺς καὶ ὀξεῖς πρός τε τὰς κατ’ οὐλαμὸν ἐπιστροφὰς καὶ περισπασμοὺς καὶ τὰς καθ’ ἵππον ἐπιστροφὰς καὶ κλίσεις | |
5 | ἀπειργάσατο, καὶ συνείθισεν ὡς ἑνὶ σώματι κινουμένῳ καθ’ ὁρμὴν ἑκούσιον ἐοικέναι τὴν ὅλου τοῦ συστήματος | 8 |
Phil.7.7 | ἐν ταῖς μεταβολαῖς εὐχέρειαν. συστάσης δὲ τῆς περὶ τὸν Λάρισσον αὐτοῖς ποταμὸν ἰσχυρᾶς μάχης πρὸς Αἰτωλοὺς καὶ Ἠλείους, ὁ τῶν Ἠλείων ἵππαρχος Δαμόφαντος ὥρ‐ | |
Phil.7.8 | μησεν ἐπὶ τὸν Φιλοποίμενα προεξελάσας. δεξάμενος δὲ τὴν ὁρμὴν ἐκεῖνος αὐτοῦ καὶ φθάσας τῷ δόρατι παίει καὶ | |
Phil.7.9 | καταβάλλει τὸν Δαμόφαντον. εὐθὺς δὲ τούτου πεσόν‐ τος ἔφυγον οἱ πολέμιοι, καὶ λαμπρὸς ἦν ὁ Φιλοποίμην, ὡς οὔτε κατὰ χεῖρα τῶν νέων τινὸς οὔτε συνέσει τῶν πρε‐ σβυτέρων ἀπολειπόμενος, ἀλλὰ καὶ μάχεσθαι καὶ στρατ‐ | |
5 | ηγεῖν ἱκανώτατος. | |
Phil.8.1 | Τὸ δὲ κοινὸν τῶν Ἀχαιῶν πρῶτος μὲν Ἄρατος εἰς ἀξίωμα καὶ δύναμιν ἦρεν, ἐκ ταπεινοῦ καὶ διερριμμέ‐ νου κατὰ πόλεις συναγαγὼν καὶ πολιτευσάμενος Ἑλλη‐ | |
Phil.8.2 | νικὴν καὶ φιλάνθρωπον πολιτείαν· ἔπειθ’, ὥσπερ ἐν τοῖς ὕδασιν, ἀρξαμένων ὀλίγων ὑφίστασθαι καὶ μικρῶν σω‐ μάτων, ἤδη τὰ ἐπιρρέοντα τοῖς πρώτοις ἐνισχόμενα καὶ περιπίπτοντα πῆξιν ἰσχυρὰν καὶ στερεότητα ποιεῖ δι’ | |
Phil.8.3 | ἀλλήλων, οὕτω τῆς Ἑλλάδος ἀσθενοῦς καὶ εὐδιαλύτου φερομένης κατὰ πόλεις ἐν τῷ τότε χρόνῳ, πρῶτον συ‐ στάντες οἱ Ἀχαιοί, καὶ τῶν κύκλῳ πόλεων τὰς μὲν ἐκ τοῦ βοηθεῖν καὶ συνελευθεροῦν ἀπὸ τῶν τυράννων ὑπο‐ | |
5 | λαμβάνοντες, τὰς δ’ ὁμονοίᾳ καὶ πολιτείᾳ καταμειγνύντες εἰς ἑαυτούς, ἓν σῶμα καὶ μίαν δύναμιν κατασκευάσαι διε‐ | |
Phil.8.4 | νοοῦντο τὴν Πελοπόννησον. ἀλλ’ Ἀράτου μὲν ζῶντος ἔτι τοῖς Μακεδόνων ὅπλοις ὑπεδύοντο τὰ πολλά, θερα‐ πεύοντες Πτολεμαῖον, εἶτ’ αὖθις Ἀντίγονον καὶ Φίλιπ‐ πον, ἐν μέσαις ἀναστρεφομένους ταῖς Ἑλληνικαῖς πράξε‐ | |
Phil.8.5 | σιν· ἐπεὶ δὲ Φιλοποίμην εἰς τὸ πρωτεύειν προῆλθεν, ἤδη καθ’ ἑαυτοὺς ἀξιόμαχοι τοῖς ἰσχύουσι πλεῖστον ὄντες, | 9 |
Phil.8.6 | ἐπαύσαντο χρώμενοι προστάταις ἐπεισάκτοις. Ἄρατος μὲν γὰρ ἀργότερος εἶναι δοκῶν πρὸς τοὺς πολεμικοὺς ἀγῶνας, ὁμιλίᾳ καὶ πρᾳότητι καὶ φιλίαις βασιλικαῖς τὰ πλεῖστα κατειργάσατο τῶν πραγμάτων, ὡς ἐν τοῖς περὶ | |
Phil.8.7 | ἐκείνου γέγραπται· Φιλοποίμην δ’ ἀγαθὸς πολεμιστὴς ὢν καὶ διὰ τῶν ὅπλων ἐνεργός, ἔτι δ’ εὐτυχὴς καὶ κατ‐ ορθωτικὸς εὐθὺς ἐν ταῖς πρώταις γενόμενος μάχαις, ἅμα τῇ δυνάμει τὸ φρόνημα τῶν Ἀχαιῶν ηὔξησε, νικᾶν | |
5 | ἐθισθέντων μετ’ αὐτοῦ καὶ κατευτυχεῖν ἐν τοῖς πλείστοις ἀγῶσι. | |
Phil.9.1 | Πρῶτον μὲν οὖν τὰ περὶ τὰς τάξεις καὶ τοὺς ὁπλι‐ | |
Phil.9.2 | σμοὺς φαύλως ἔχοντα τοῖς Ἀχαιοῖς ἐκίνησεν. ἐχρῶντο γὰρ θυρεοῖς μὲν εὐπετέσι διὰ λεπτότητα καὶ στενω‐ τέροις τοῦ περιστέλλειν τὰ σώματα, δόρασι δὲ μικροτέ‐ | |
Phil.9.3 | ροις πολὺ τῶν σαρισῶν· καὶ διὰ τοῦτο πλῆκται καὶ μά‐ χιμοι πόρρωθεν ἦσαν ὑπὸ κουφότητος, προσμείξαντες δὲ | |
Phil.9.4 | τοῖς πολεμίοις ἔλαττον εἶχον· εἶδος δὲ τάξεως καὶ σχή‐ ματος εἰς σπεῖραν οὐκ ἦν σύνηθες, φάλαγγι δὲ χρώμενοι μήτε προβολὴν ἐχούσῃ μήτε συνασπισμόν, ὡς ἡ Μακε‐ | |
Phil.9.5 | δόνων, ῥᾳδίως ἐξεθλίβοντο καὶ διεσπῶντο. ταῦθ’ ὁ Φι‐ λοποίμην διδάξας ἔπεισεν αὐτοὺς ἀντὶ μὲν θυρεοῦ καὶ δόρατος ἀσπίδα λαβεῖν καὶ σάρισαν, κράνεσι δὲ καὶ θώ‐ ραξι καὶ περικνημῖσι πεφραγμένους μόνιμον καὶ βεβη‐ | |
Phil.9.6 | κυῖαν ἀντὶ δρομικῆς καὶ πελταστικῆς μάχην ἀσκεῖν. πεί‐ σας δὲ καθοπλίσασθαι τοὺς ἐν ἡλικίᾳ, πρῶτον μὲν ἐπῆρε | |
θαρρεῖν ὡς ἀμάχους γεγονότας, ἔπειτα τὰς τρυφὰς | 10 | |
Phil.9.7 | αὐτῶν καὶ τὰς πολυτελείας ἄριστα μετεκόσμησεν. ἀφελεῖν γὰρ οὐκ ἦν παντάπασιν ἐκ πολλοῦ νοσούντων τὸν κενὸν καὶ μάταιον ζῆλον, ἐσθῆτας ἀγαπώντων περιττάς, στρω‐ μνάς τε βαπτομένων ἁλουργεῖς, καὶ περὶ δεῖπνα φιλοτι‐ | |
Phil.9.8 | μουμένων καὶ τραπέζας. ὁ δ’ ἀρξάμενος ἐκτρέπειν ἀπὸ τῶν οὐκ ἀναγκαίων ἐπὶ τὰ χρήσιμα καὶ καλὰ τὴν φιλο‐ κοσμίαν, ταχὺ πάντας ἔπεισε καὶ παρώρμησε τὰς καθ’ ἡμέραν περὶ σῶμα δαπάνας κολούσαντας, ἐν ταῖς στρα‐ | |
5 | τιωτικαῖς καὶ πολεμικαῖς παρασκευαῖς διαπρεπεῖς ὁρᾶ‐ | |
Phil.9.9 | σθαι καὶ κεκοσμημένους. ἦν οὖν ἰδεῖν τὰ μὲν ἐργαστήρια μεστὰ κατακοπτομένων φιαλῶν καὶ Θηρικλείων, χρυ‐ σουμένων δὲ θωράκων καὶ καταργυρουμένων θυρεῶν καὶ χαλινῶν, τὰ δὲ στάδια πώλων δαμαζομένων καὶ νεα‐ | |
5 | νίσκων ὁπλομαχούντων, ἐν δὲ ταῖς χερσὶ τῶν γυναικῶν κράνη καὶ πτερὰ βαφαῖς κοσμούμενα καὶ *** χιτώνων | |
Phil.9.10 | ἱππικῶν καὶ στρατιωτικῶν χλαμύδων διηνθισμένων. ἡ δ’ ὄψις αὕτη τὸ θάρσος αὔξουσα καὶ παρακαλοῦσα τὴν ὁρ‐ μὴν 〈ἐν〉εποίει φιλοπαράβολον καὶ πρόθυμον ἐπὶ τοὺς κιν‐ | |
Phil.9.11 | δύνους. ἡ μὲν γὰρ ἐν τοῖς ἄλλοις θεάμασι πολυτέλεια τρυφὴν ἐπάγεται καὶ μαλακίαν ἐνδίδωσι τοῖς χρωμένοις, ὥσπερ ὑπὸ νυγμῶν καὶ γαργαλισμῶν τῆς αἰσθήσεως συν‐ | |
Phil.9.12 | επικλώσης τὴν διάνοιαν· ἡ δ’ εἰς τὰ τοιαῦτα ῥώννυσι καὶ μεγαλύνει τὸν θυμόν, ὥσπερ Ὅμηρος (Il. 19, 12 sqq.) ἐποίησε τὸν Ἀχιλλέα τῶν καινῶν ὅπλων παρατεθέντων ἐγγὺς ὑπὸ τῆς ὄψεως οἷον ὀργῶντα καὶ φλεγόμενον πρὸς τὴν δι’ | |
Phil.9.13 | αὐτῶν ἐνέργειαν. οὕτω δὲ κοσμήσας τοὺς νέους ἐγύμναζε καὶ διεπόνει ταῖς κινήσεσι, προθύμως ὑπακούοντας | |
Phil.9.14 | καὶ φιλοτίμως. καὶ γὰρ ἡ τάξις θαυμαστῶς ἠγαπᾶτο, ἄθραυστόν τι λαμβάνειν πύκνωμα δοκοῦσα, καὶ τὰ ὅπλα | |
τοῖς σώμασιν ἐγίνετο χειροήθη καὶ κοῦφα, μεθ’ ἡδονῆς διὰ λαμπρότητα καὶ κάλλος ἁπτομένων καὶ φορούντων, | 11 | |
5 | ἐναγωνίσασθαί τε βουλομένων καὶ διακριθῆναι τάχιστα πρὸς τοὺς πολεμίους. | |
Phil.10.1 | Ἦν δὲ τότε τοῖς Ἀχαιοῖς ὁ πρὸς Μαχανίδαν πόλε‐ μος τὸν Λακεδαιμονίων τύραννον, ἀπὸ πολλῆς καὶ μεγά‐ | |
Phil.10.2 | λης δυνάμεως ἐπιβουλεύοντα πᾶσι Πελοποννησίοις. ὡς οὖν εἰς τὴν Μαντινέων ἐμβεβληκὼς ἀπηγγέλθη, κατὰ τάχος ὁ Φιλοποίμην ἐξήγαγε τὴν στρατιὰν ἐπ’ αὐτόν. | |
Phil.10.3 | ἐγγὺς δὲ τῆς πόλεως παρετάξαντο πολλοῖς μὲν ξένοις ἑκάτεροι, πάσαις δ’ ὁμοῦ τι ταῖς πολιτικαῖς δυνάμεσι. | |
Phil.10.4 | γενομένου δὲ τοῦ ἀγῶνος ἐν χερσίν, ὁ Μαχανίδας τοῖς ξένοις τοὺς τῶν Ἀχαιῶν προτεταγμένους ἀκοντιστὰς καὶ Ταραντίνους τρεψάμενος, ἀντὶ τοῦ χωρεῖν εὐθὺς ἐπὶ τοὺς μαχομένους καὶ παραρρηγνύναι τὸ συνεστηκός, ἐξέπεσε | |
5 | διώκων καὶ παρήλλαξε τὴν φάλαγγα τῶν Ἀχαιῶν ἐν τάξει | |
Phil.10.5 | μενόντων· ὁ δὲ Φιλοποίμην, τηλικούτου πταίσματος ἐν ἀρχῇ γενομένου, καὶ τῶν πραγμάτων ἀπολωλέναι κομιδῇ καὶ διεφθάρθαι δοκούντων, τοῦτο μὲν ὅμως προσεποι‐ | |
Phil.10.6 | εῖτο παρορᾶν καὶ μηδὲν ἡγεῖσθαι δεινόν, κατιδὼν δὲ τοὺς πολεμίους, ὅσον ἡμάρτανον ἐν τῇ διώξει, τῆς φάλαγγος ἀπορρηγνυμένους καὶ κενὴν χώραν διδόντας, οὐκ ἀπήν‐ τησεν οὐδ’ ἐνέστη φερομένοις αὐτοῖς ἐπὶ τοὺς φεύγον‐ | |
5 | τας, ἀλλ’ ἐάσας παρελθεῖν καὶ διάσπασμα ποιῆσαι μέγα, πρὸς τοὺς ὁπλίτας εὐθὺς ἦγε τῶν Λακεδαιμονίων, ὁρῶν τὴν φάλαγγα γυμνὴν ἀπολελειμμένην, καὶ κατὰ κέρας παρα‐ δραμὼν ἐνέβαλε, μήτ’ ἄρχοντος αὐτοῖς παρόντος, μήτε μάχεσθαι προσδεχομένοις· νικᾶν γὰρ ἡγοῦντο καὶ κρα‐ | |
Phil.10.7 | τεῖν παντάπασι, διώκοντα τὸν Μαχανίδαν ὁρῶντες. ὠσά‐ | |
μενος δὲ τούτους φόνῳ πολλῷ (λέγονται γὰρ ὑπὲρ τοὺς τετρακισχιλίους ἀποθανεῖν), ὥρμησεν ἐπὶ τὸν Μαχανίδαν, | 12 | |
Phil.10.8 | ἐκ τῆς διώξεως ἀναστρέφοντα μετὰ τῶν ξένων. τάφρου δὲ μεγάλης καὶ βαθείας ἐν μέσῳ διειργούσης, παρεξήλαυ‐ νον ἀλλήλοις ἑκατέρωθεν, ὁ μὲν διαβῆναι καὶ φυγεῖν, ὁ | |
Phil.10.9 | δὲ τοῦτο κωλῦσαι βουλόμενος. ἦν δ’ ὄψις οὐχ ὡς στρα‐ τηγῶν μαχομένων, ἀλλ’ ὥσπερ θηρίῳ πρὸς ἀλκὴν ὑπ’ ἀνάγκης τρεπομένῳ δεινοῦ κυνηγέτου [τοῦ Φιλοποίμενος] | |
Phil.10.10 | συνεστῶτος. ἔνθ’ ὁ μὲν ἵππος τοῦ τυράννου, ῥωμαλέος ὢν καὶ θυμοειδὴς καὶ τοῖς μύωψιν αἱμαχθεὶς ἑκατέρωθεν, ἐπετόλμησε τῇ διαβάσει, καὶ προσβαλὼν τῇ τάφρῳ τὸ στῆθος, ἐβιάζετο τοῖς προσθίοις πέραν ἐρείσασθαι σκέλε‐ | |
Phil.10.11 | σιν. ἐν δὲ τούτῳ Σιμμίας καὶ Πολύαινος, οἵπερ ἀεὶ τῷ Φιλοποίμενι παρῆσαν μαχομένῳ καὶ συνήσπιζον, ὁμοῦ προσήλαυνον ἀμφότεροι, τὰς αἰχμὰς κλίναντες ἐναντίας. | |
Phil.10.12 | φθάνει δ’ αὐτοὺς ὁ Φιλοποίμην ἀπαντήσας τῷ Μαχα‐ νίδᾳ, καὶ τὸν ἵππον αὐτοῦ μετεωρίζοντα τὴν κεφαλὴν πρὸ τοῦ σώματος ὁρῶν, μικρὸν ἐνέκλινε τὸν ἴδιον, καὶ διαλαβὼν τὸ ξυστὸν ἐκ χειρὸς ὠθεῖ καὶ περιτρέπει τὸν | |
Phil.10.13 | ἄνδρα συνεπερείσας. τοῦτ’ ἔχων τὸ σχῆμα χαλκοῦς ἐν Δελφοῖς ἕστηκεν ὑπὸ τῶν Ἀχαιῶν, θαυμασάντων μάλι‐ στα καὶ τὴν πρᾶξιν αὐτοῦ καὶ τὴν στρατηγίαν ἐκείνην. | |
Phil.11.1 | Λέγεται δὲ τῆς τῶν Νεμείων πανηγύρεως συν‐ εστώσης στρατηγοῦντα τὸν Φιλοποίμενα τὸ δεύτερον καὶ νενικηκότα μὲν οὐ πάλαι τὴν ἐν Μαντινείᾳ μάχην, τότε δὲ σχολὴν ἄγοντα διὰ τὴν ἑορτήν, πρῶτον μὲν ἐπιδεῖξαι | |
5 | τοῖς Ἕλλησι κεκοσμημένην τὴν φάλαγγα καὶ κινουμένην ὥσπερ εἴθιστο τοὺς τακτικοὺς ῥυθμοὺς μετὰ τάχους καὶ | |
Phil.11.2 | ῥώμης· ἔπειτα κιθαρῳδῶν ἀγωνιζομένων εἰς τὸ θέα‐ τρον παρελθεῖν ἔχοντα τοὺς νεανίσκους ἐν ταῖς στρα‐ τιωτικαῖς χλαμύσι καὶ τοῖς φοινικοῖς ὑποδύταις, ἀκμά‐ ζοντάς τε τοῖς σώμασιν ἅπαντας καὶ ταῖς ἡλικίαις | 13 |
5 | παραλλήλους, αἰδῶ δὲ πολλὴν πρὸς τὸν ἄρχοντα καὶ φρό‐ νημα νεανικὸν ὑποφαίνοντας ἐκ πολλῶν καὶ καλῶν ἀγώ‐ | |
Phil.11.3 | νων· ἄρτι δ’ αὐτῶν εἰσεληλυθότων, κατὰ τύχην Πυλάδην τὸν κιθαρῳδὸν ᾄδοντα τοὺς Τιμοθέου Πέρσας ἐνάρξα‐ σθαι (fg. 6a Diehl)· | |
3 | κλεινὸν ἐλευθερίας τεύχων μέγαν Ἑλλάδι κόσμον· | |
4 | ||
Phil.11.4 | ἅμα δὲ τῇ λαμπρότητι τῆς φωνῆς τοῦ περὶ τὴν ποίησιν ὄγκου συμπρέψαντος, ἐπίβλεψιν γενέσθαι τοῦ θεάτρου πανταχόθεν εἰς τὸν Φιλοποίμενα καὶ κρότον μετὰ χαρᾶς, τῶν Ἑλλήνων τὸ παλαιὸν ἀξίωμα ταῖς ἐλπίσιν ἀναλαμ‐ | |
5 | βανόντων καὶ τοῦ τότε φρονήματος ἔγγιστα τῷ θαρρεῖν γινομένων. | |
Phil.12.1 | Παρὰ δὲ τὰς μάχας καὶ τοὺς κινδύνους, ὥσπερ οἱ πῶλοι τοὺς συνήθεις ἐπιβάτας ποθοῦντες, ἐὰν ἄλλον φέρωσι, πτύρονται καὶ ξενοπαθοῦσιν, οὕτως ἡ δύναμις τῶν Ἀχαιῶν ἑτέρου στρατηγοῦντος ἠθύμει καὶ πρὸς | |
5 | ἐκεῖνον ἐπάπταινε, καὶ μόνον ὀφθέντος εὐθὺς ὀρθὴ καὶ δραστήριος ἦν διὰ τὸ θαρρεῖν, ἅτε δὴ καὶ τοὺς ἐναντίους αἰσθανόμενοι πρὸς ἕνα τοῦτον τῶν στρατηγῶν ἀντιβλέ‐ πειν οὐ δυναμένους, ἀλλὰ καὶ τὴν δόξαν αὐτοῦ καὶ τοὔ‐ | |
Phil.12.2 | νομα δεδοικότας, ὡς ἦν φανερὸν ἐξ ὧν ἔπρασσον. Φίλ‐ ιππος μὲν γὰρ ὁ τῶν Μακεδόνων βασιλεύς, οἰόμενος, ἂν ἐκποδὼν ὁ Φιλοποίμην γένηται, πάλιν ὑποπτήξειν αὐτῷ τοὺς Ἀχαιούς, ἔπεμψεν εἰς Ἄργος κρύφα τοὺς ἀναιρή‐ | |
5 | σοντας αὐτόν· [ἐπι]γνωσθείσης δὲ τῆς ἐπιβουλῆς, παντά‐ | |
πασιν ἐξεμισήθη καὶ διεβλήθη πρὸς τοὺς Ἕλληνας. | 14 | |
Phil.12.3 | Βοιωτοὶ δὲ πολιορκοῦντες Μέγαρα, καὶ λήψεσθαι ταχέως ἐλπίζοντες, ἐξαίφνης λόγου προσπεσόντος αὐτοῖς, ὃς οὐκ ἦν ἀληθής, Φιλοποίμενα βοηθοῦντα τοῖς πολιορ‐ κουμένοις ἐγγὺς εἶναι, τὰς κλίμακας ἀφέντες ἤδη προσερη‐ | |
5 | ρεισμένας τοῖς τείχεσιν ᾤχοντο φεύγοντες. | |
Phil.12.4 | Νάβιδος δὲ τοῦ μετὰ Μαχανίδαν τυραννοῦντος Λακε‐ δαιμονίων Μεσσήνην ἄφνω καταλαβόντος, ἐτύγχανε μὲν ἰδιώτης ὢν τόθ’ ὁ Φιλοποίμην καὶ δυνάμεως οὐδεμιᾶς | |
Phil.12.5 | κύριος· ἐπεὶ δὲ τὸν στρατηγοῦντα τῶν Ἀχαιῶν Λύσιππον οὐκ ἔπειθε βοηθεῖν τοῖς Μεσσηνίοις, ἀπολωλέναι κομιδῇ φάσκοντα τὴν πόλιν ἔνδον γεγονότων τῶν πολεμίων, αὐτὸς ἐβοήθει τοὺς ἑαυτοῦ πολίτας ἀναλαβών, οὔτε νόμον | |
5 | οὔτε χειροτονίαν περιμείναντας, ἀλλ’ ὡς διὰ παντὸς ἄρ‐ | |
Phil.12.6 | χοντι τῷ κρείττονι κατὰ φύσιν ἑπομένους. ἤδη δ’ αὐτοῦ πλησίον ὄντος, ἀκούσας ὁ Νάβις οὐχ ὑπέστη, καίπερ ἐν τῇ πόλει στρατοπεδεύων, ἀλλ’ ὑπεκδὺς διὰ πυλῶν ἑτέρων κατὰ τάχος ἀπήγαγε τὴν δύναμιν, εὐτυχίᾳ χρήσεσθαι | |
5 | δοκῶν εἰ διαφύγοι· καὶ διέφυγε, Μεσσήνη δ’ ἠλευθέρωτο. | |
Phil.13.1 | Ταῦτα μὲν οὖν καλὰ τοῦ Φιλοποίμενος· ἡ δ’ εἰς Κρήτην αὖθις ἀποδημία, Γορτυνίων δεηθέντων ὡς χρή‐ σαιντο πολεμούμενοι στρατηγῷ, διαβολὴν ἔσχεν, ὅτι τῆς πατρίδος αὐτοῦ πολεμουμένης ὑπὸ Νάβιδος ἀπῆν φυγο‐ | |
Phil.13.2 | μαχῶν ἢ φιλοτιμούμενος ἀκαίρως πρὸς ἑτέρους. καίτοι συντόνως οὕτως ἐπολεμήθησαν Μεγαλοπολῖται κατὰ τὸν χρόνον ἐκεῖνον, ὥστε τοῖς μὲν τείχεσιν ἐνοικεῖν, σπεί‐ ρειν δὲ τοὺς στενωπούς, περικεκομμένης τῆς χώρας καὶ | |
5 | τῶν πολεμίων σχεδὸν ἐν ταῖς πύλαις στρατοπεδευόντων· | 15 |
Phil.13.3 | ὁ δὲ Κρησὶ πολεμῶν τηνικαῦτα καὶ στρατηγῶν δια‐ πόντιος, ἐγκλήματα παρεῖχε καθ’ ἑαυτοῦ τοῖς ἐχθροῖς | |
Phil.13.4 | ὡς ἀποδιδράσκων τὸν οἴκοι πόλεμον. ἦσαν δέ τινες οἱ λέγοντες, ἑτέρους τῶν Ἀχαιῶν ᾑρημένων ἄρχοντας, ἰδιώ‐ την ὄντα τὸν Φιλοποίμενα χρῆσαι τὴν ἑαυτοῦ σχολὴν ἐφ’ | |
Phil.13.5 | ἡγεμονίᾳ δεηθεῖσι τοῖς Γορτυνίοις. ἦν γὰρ ἀλλότριος σχολῆς, καθάπερ ἄλλο τι κτῆμα τὴν στρατηγικὴν καὶ πολεμικὴν ἀρετὴν ἔχειν διὰ παντὸς ἐν χρήσει καὶ τριβῇ βουλόμενος, ὡς καὶ τῷ περὶ Πτολεμαίου ποτὲ ῥηθέντι | |
Phil.13.6 | τοῦ βασιλέως ἀπεδήλωσεν. ἐκεῖνον γὰρ ἐγκωμιαζόντων τινῶν, ὡς εὖ μὲν ἐξασκοῦντα τὸ στράτευμα καθ’ ἡμέραν, εὖ δὲ γυμνάζοντα καὶ φιλοπόνως διὰ τῶν ὅπλων τὸ σῶμα, „καὶ τίς ἂν“ ἔφη „βασιλέα θαυμάσειεν ἐν τούτῳ | |
Phil.13.7 | τῆς ἡλικίας μὴ ἐπιδεικνύμενον, ἀλλὰ μελετῶντα;“ χαλε‐ πῶς δ’ οὖν οἱ Μεγαλοπολῖται φέροντες ἐπὶ τούτῳ, καὶ προδεδόσθαι νομίζοντες, ἐπεχείρησαν ἀποξενοῦν αὐτόν· οἱ δ’ Ἀχαιοὶ διεκώλυσαν, Ἀρίσταινον πέμψαντες εἰς | |
5 | Μεγάλην πόλιν στρατηγόν, ὃς καίπερ ὢν διάφορος τῷ Φιλοποίμενι περὶ τὴν πολιτείαν, οὐκ εἴασε τελεσθῆναι | |
Phil.13.8 | τὴν καταδίκην. ἐκ δὲ τούτου παρορώμενος ὑπὸ τῶν πο‐ λιτῶν ὁ Φιλοποίμην ἀπέστησε πολλὰς τῶν περιοικίδων κωμῶν, λέγειν διδάξας ὡς οὐ συνετέλουν οὐδ’ ἦσαν ἐξ ἀρχῆς ἐκείνων, καὶ λεγούσαις ταῦτα φανερῶς συνηγωνί‐ | |
5 | σατο καὶ συγκατεστασίασε τὴν πόλιν ἐπὶ τῶν Ἀχαιῶν. | |
Phil.13.9 | ταῦτα μὲν οὖν ὕστερον. ἐν δὲ τῇ Κρήτῃ συνεπολέμει τοῖς Γορτυνίοις, οὐχ ὡς Πελοποννήσιος ἀνὴρ καὶ Ἀρκὰς ἁπλοῦν τινα καὶ γενναῖον πόλεμον, ἀλλὰ τὸ Κρητικὸν ἦθος ἐνδὺς καὶ τοῖς ἐκείνων σοφίσμασι καὶ δόλοις κλω‐ | |
5 | πείαις τε καὶ λοχισμοῖς χρώμενος ἐπ’ αὐτούς, ταχὺ παῖ‐ δας ἀπέδειξεν, ἀνόητα καὶ κενὰ πρὸς ἐμπειρίαν ἀληθινὴν | |
πανουργοῦντας. | 16 | |
Phil.14.1 | Ἐπὶ τούτοις δὲ θαυμασθείς, καὶ λαμπρὸς ἀπὸ τῶν ἐκεῖ πράξεων ἀνακομισθεὶς εἰς Πελοπόννησον, εὗρε τὸν μὲν Φίλιππον ὑπὸ τοῦ Τίτου καταπεπολεμημένον, τὸν δὲ Νάβιν ὑπὸ τῶν Ἀχαιῶν καὶ τῶν Ῥωμαίων πολε‐ | |
Phil.14.2 | μούμενον. ἐφ’ ὃν εὐθὺς αἱρεθεὶς ἄρχων καὶ ναυμαχίᾳ παραβαλόμενος, τὸ τοῦ Ἐπαμεινώνδου παθεῖν ἔδοξε, πολὺ τῆς περὶ αὐτὸν ἀρετῆς καὶ [τῆς] δόξης ἐν τῇ θαλάσσῃ | |
Phil.14.3 | κάκιον ἀγωνισάμενος. πλὴν Ἐπαμεινώνδαν μὲν ἔνιοι λέ‐ γουσιν, ὀκνοῦντα γεῦσαι τῶν κατὰ θάλασσαν ὠφελειῶν τοὺς πολίτας, ὅπως αὐτῷ μὴ λάθωσιν ἀντὶ μονίμων ὁπλι‐ τῶν, κατὰ Πλάτωνα (leg. 4, 706b), ναῦται γενόμενοι καὶ | |
5 | διαφθαρέντες, ἄπρακτον ἐκ τῆς Ἀσίας καὶ τῶν νήσων | |
Phil.14.4 | ἀπελθεῖν ἑκουσίως· Φιλοποίμην δὲ τὴν ἐν τοῖς πεζοῖς ἐπιστήμην καὶ διὰ θαλάττης ἀρκέσειν αὐτῷ πρὸς τὸ κα‐ λῶς ἀγωνίσασθαι πεπεισμένος, ἔγνω τὴν ἄσκησιν ἡλίκον μέρος ἐστὶ τῆς ἀρετῆς, καὶ πόσην ἐπὶ πάντα τοῖς ἐθισθεῖσι | |
Phil.14.5 | δύναμιν προστίθησιν. οὐ γὰρ μόνον ἐν τῇ ναυμαχίᾳ διὰ τὴν ἀπειρίαν ἔλαττον ἔσχεν, ἀλλὰ καὶ ναῦν τινα, παλαιὰν μέν, ἔνδοξον δέ, δι’ ἐτῶν τεσσαράκοντα κατασπάσας ἐπλήρω‐ σεν, ὥστε μὴ στεγούσης κινδυνεῦσαι τοὺς πλέοντας. | |
Phil.14.6 | πρὸς ταῦτα γινώσκων καταφρονοῦντας αὐτοῦ τοὺς πο‐ λεμίους, ὡς παντάπασι πεφευγότος ἐκ τῆς θαλάττης, καὶ πολιορκοῦντας ὑπερηφάνως τὸ Γύθιον, εὐθὺς ἐπέπλευ‐ σεν αὐτοῖς, οὐ προσδοκῶσιν ἀλλ’ ἐκλελυμένοις διὰ τὴν | |
Phil.14.7 | νίκην· καὶ νυκτὸς ἐκβιβάσας τοὺς στρατιώτας καὶ προσ‐ αγαγών, πῦρ ἐνῆκε ταῖς σκηναῖς καὶ τὸ στρατόπεδον | |
Phil.14.8 | κατέκαυσε καὶ πολλοὺς διέφθειρεν. ὀλίγαις δ’ ὕστερον ἡμέραις καθ’ ὁδὸν ἐν δυσχωρίαις τισὶν ἄφνω τοῦ Νάβι‐ δος ἐπιφανέντος αὐτῷ, καὶ φοβήσαντος τοὺς Ἀχαιούς, ἀνέλπιστον ἡγουμένους τὴν σωτηρίαν ἐκ τόπων χαλε‐ | 17 |
5 | πῶν καὶ γεγονότων ὑποχειρίων τοῖς πολεμίοις, ὀλίγον χρόνον ἐπιστὰς καὶ περιλαβὼν ὄψει τὴν τοῦ χωρίου φύ‐ σιν, ἐπέδειξε τὴν τακτικὴν τῶν ἄκρων τῆς πολεμικῆς | |
Phil.14.9 | τέχνην οὖσαν. οὕτω μικρὰ κινήσας τὴν ἑαυτοῦ φάλαγγα καὶ πρὸς τὰ παρόντα μεθαρμόσας, ἀθορύβως καὶ ῥᾳδίως διεκρούσατο τὴν ἀπορίαν, καὶ προσβαλὼν τοῖς πολεμίοις | |
Phil.14.10 | τροπὴν ἰσχυρὰν ἐποίησεν. ἐπεὶ δ’ οὐ πρὸς τὴν πόλιν ἑώρα φεύγοντας, ἀλλὰ τῆς χώρας ἄλλον ἄλλῃ διασπειρό‐ μενον (ὑλώδης δὲ καὶ περίβουνος ἦν πᾶσα καὶ δύσιππος ὑπὸ ῥείθρων καὶ φαράγγων), τὴν μὲν δίωξιν ἐπέσχε καὶ | |
Phil.14.11 | κατεστρατοπέδευσεν ἔτι φωτὸς ὄντος· τεκμαιρόμενος δὲ τοὺς πολεμίους ἐκ τῆς φυγῆς καθ’ ἕνα καὶ δύο πρὸς τὴν πόλιν ὑπάξειν σκοταίους, ἐλλοχίζει τοῖς περὶ τὸ ἄστυ ῥεί‐ θροις καὶ λόφοις πολλοὺς ἔχοντας ἐγχειρίδια τῶν Ἀχαιῶν. | |
Phil.14.12 | ἐνταῦθα πλείστους ἀποθανεῖν συνέβη τῶν τοῦ Νάβι‐ δος· ἅτε γὰρ οὐκ ἀθρόαν ποιούμενοι τὴν ἀναχώρησιν, ἀλλ’ ὡς ἑκάστοις αἱ φυγαὶ συνετύγχανον, ὥσπερ ὄρνιθες ἡλίσκοντο περὶ τὴν πόλιν εἰς τὰς τῶν πολεμίων χεῖρας | |
5 | καταίροντες. | |
Phil.15.1 | Ἐπὶ τούτοις ἀγαπώμενος καὶ τιμώμενος ἐκπρε‐ πῶς ὑπὸ τῶν Ἑλλήνων ἐν τοῖς θεάτροις, φιλότιμον ὄντα | |
Phil.15.2 | τὸν Τίτον ἡσυχῇ παρελύπει. καὶ γὰρ ὡς Ῥωμαίων ὕπα‐ τος ἀνδρὸς Ἀρκάδος ἠξίου θαυμάζεσθαι μᾶλλον ὑπὸ τῶν Ἀχαιῶν, καὶ ταῖς εὐεργεσίαις ὑπερβάλλειν οὐ παρὰ μι‐ κρὸν ἡγεῖτο, δι’ ἑνὸς κηρύγματος ἐλευθερώσας τὴν Ἑλ‐ | |
5 | λάδα 〈πᾶσαν〉, ὅση Φιλίππῳ καὶ Μακεδόσιν ἐδούλευσεν. | 18 |
Phil.15.3 | ἐκ δὲ τούτου καταλύεται μὲν ὁ Τίτος τῷ Νάβιδι τὸν πό‐ λεμον, ἀποθνῄσκει δ’ ὁ Νάβις ὑπ’ Αἰτωλῶν δολοφονη‐ | |
Phil.15.4 | θείς. τεταραγμένης δὲ τῆς Σπάρτης, ὁ Φιλοποίμην ἁρ‐ πάσας τὸν καιρὸν ἐπιπίπτει μετὰ δυνάμεως, καὶ τῶν μὲν ἀκόντων, τοὺς δὲ συμπείσας, προσηγάγετο καὶ μετεκόσ‐ | |
Phil.15.5 | μησεν εἰς τοὺς Ἀχαιοὺς τὴν πόλιν. οὗ γενομένου θαυμαστῶς μὲν εὐδοκίμησε παρὰ τοῖς Ἀχαιοῖς, προσκτησάμενος αὐ‐ τοῖς ἀξίωμα πόλεως τηλικαύτης καὶ δύναμιν (οὐ γὰρ ἦν μικρὸν Ἀχαΐας μέρος γενέσθαι τὴν Σπάρτην), ἀνέλαβε | |
5 | δὲ καὶ Λακεδαιμονίων τοὺς ἀρίστους, φύλακα τῆς ἐλευθε‐ | |
Phil.15.6 | ρίας ἐκεῖνον ἐλπίσαντας ἕξειν. διὸ καὶ τὴν Νάβιδος οἰ‐ κίαν καὶ οὐσίαν ἐξαργυρισθεῖσαν καὶ γενομένην εἴκοσι καὶ ἑκατὸν ταλάντων ἐψηφίσαντο δωρεὰν αὐτῷ δοῦναι, | |
Phil.15.7 | πρεσβείαν ὑπὲρ τούτων πέμψαντες. ἔνθα δὴ καὶ διε‐ φάνη καθαρῶς ἐκεῖνος ὁ ἀνὴρ οὐ δοκῶν μόνον, ἀλλὰ καὶ | |
Phil.15.8 | ὢν ἄριστος. πρῶτον μὲν γὰρ οὐδεὶς ἐβούλετο τῶν Σπαρ‐ τιατῶν ἀνδρὶ τοιούτῳ διαλέγεσθαι περὶ δωροδοκίας, ἀλλὰ δεδοικότες καὶ ἀναδυόμενοι, προεβάλοντο τὸν ξέ‐ | |
Phil.15.9 | νον αὐτοῦ Τιμόλαον. ἔπειτα δ’ αὐτὸς ὁ Τιμόλαος ὡς ἦλθεν εἰς Μεγάλην πόλιν, ἑστιαθεὶς παρὰ τῷ Φιλοποί‐ μενι, καὶ τὴν σεμνότητα τῆς ὁμιλίας αὐτοῦ καὶ τὴν ἀφέ‐ λειαν τῆς διαίτης καὶ τὸ ἦθος ἐγγύθεν οὐδαμῇ προσιτὸν | |
5 | οὐδ’ εὐάλωτον ὑπὸ χρημάτων κατανοήσας, ἀπεσιώπησε περὶ τῆς δωρεᾶς, ἑτέραν δέ τινα πρόφασιν τῆς πρὸς αὐ‐ | |
Phil.15.10 | τὸν ὁδοῦ ποιησάμενος, ᾤχετ’ ἀπιών. καὶ πάλιν ἐκ δευ‐ τέρου πεμφθείς, ταὐτὸν ἔπαθε· τρίτῃ δ’ ὁδῷ μόλις ἐν‐ | |
Phil.15.11 | τυχὼν ἐδήλωσε τὴν προθυμίαν τῆς πόλεως. ὁ δὲ Φιλο‐ | |
ποίμην ἡδέως ἀκούσας, ἧκεν αὐτὸς εἰς Λακεδαίμονα, καὶ συνεβούλευσεν αὐτοῖς μὴ τοὺς φίλους καὶ ἀγαθοὺς δε‐ κάζειν, ὧν προῖκα τῆς ἀρετῆς ἔξεστιν ἀπολαύειν, ἀλλὰ | 19 | |
5 | τοὺς πονηροὺς καὶ τὴν πόλιν ἐν τῷ συνεδρίῳ καταστα‐ σιάζοντας ὠνεῖσθαι καὶ διαφθείρειν, ἵνα τῷ λαβεῖν ἐπι‐ | |
Phil.15.12 | στομισθέντες ἧττον ἐνοχλοῖεν αὐτοῖς. βέλτιον γὰρ εἶναι τῶν ἐχθρῶν παραιρεῖσθαι τὴν παρρησίαν ἢ τῶν φίλων. οὕτως μὲν ἦν πρὸς χρήματα λαμπρός. | |
Phil.16.1 | Ἐπεὶ δὲ πάλιν τοὺς Λακεδαιμονίους νεωτερίζειν ἀκούσας ὁ στρατηγὸς τῶν Ἀχαιῶν Διοφάνης ἐβούλετο κολάζειν, οἱ δ’ εἰς πόλεμον καθιστάμενοι διετάρασσον | |
Phil.16.2 | τὴν Πελοπόννησον, ἐπειρᾶτο πραΰνειν καὶ καταπαύειν τὸν Διοφάνη τῆς ὀργῆς ὁ Φιλοποίμην, διδάσκων τὸν καιρόν, ὡς Ἀντιόχου τοῦ βασιλέως καὶ Ῥωμαίων ἐν τῇ Ἑλλάδι τηλικούτοις αἰωρουμένων στρατοπέδοις, ἐκεῖσε | |
5 | χρὴ τὸν ἄρχοντα τὴν γνώμην ἔχειν, τὰ δ’ οἰκεῖα μὴ κι‐ νεῖν, ἀλλὰ καὶ παριδεῖν τι καὶ παρακοῦσαι τῶν ἁμαρτα‐ | |
Phil.16.3 | νομένων. οὐ προσέχοντος δὲ τοῦ Διοφάνους, ἀλλ’ εἰς τὴν Λακωνικὴν ἐμβαλόντος ἅμα τῷ Τίτῳ, καὶ βαδιζόντων εὐθὺς ἐπὶ τὴν πόλιν, ἀγανακτήσας ὁ Φιλοποίμην ἔργον οὐ νόμιμον οὐδ’ ἀπηκριβωμένον ἐκ τῶν δικαίων, ἀλλὰ | |
5 | μέγα καὶ μεγάλου φρονήματος τολμήσας, εἰς τὴν Λακεδαί‐ μονα παρῆλθε, καὶ τόν τε στρατηγὸν τῶν Ἀχαιῶν καὶ τὸν ὕπατον τῶν Ῥωμαίων ἰδιώτης ὢν ἀπέκλεισε, τὰς δ’ ἐν τῇ πόλει ταραχὰς ἔπαυσε καὶ κατέστησε τοὺς Λακεδαιμο‐ | |
Phil.16.4 | νίους πάλιν εἰς τὸ κοινόν, ὥσπερ ἐξ ἀρχῆς ἦσαν. χρόνῳ δ’ ὕστερον ἐγκαλέσας τι τοῖς Λακεδαιμονίοις στρατηγῶν ὁ Φιλοποίμην, τὰς μὲν φυγὰς κατήγαγεν εἰς τὴν πόλιν, | |
ὀγδοήκοντα δὲ Σπαρτιάτας ἀπέκτεινεν, ὡς Πολύβιός | 20 | |
5 | φησιν (cf. 21, 32c 3), ὡς δ’ Ἀριστοκράτης (FGrH 591 F | |
Phil.16.5 | 4), πεντήκοντα καὶ τριακοσίους. τὰ δὲ τείχη καθεῖλε, χώραν δὲ πολλὴν ἀποτεμόμενος προσένειμε τοῖς Μεγα‐ λοπολίταις, ὅσοι δ’ ἦσαν ὑπὸ τῶν τυράννων ἀποδεδειγ‐ μένοι πολῖται τῆς Σπάρτης, μετῴκιζεν ἅπαντας ἀπάγων | |
Phil.16.6 | εἰς Ἀχαΐαν πλὴν τρισχιλίων· τούτους δ’ ἀπειθοῦντας καὶ μὴ βουλομένους ἀπελθεῖν ἐκ τῆς Λακεδαίμονος ἐπώλησεν, εἶθ’ οἷον ἐφυβρίζων ἀπὸ τῶν χρημάτων τούτων ἐν Με‐ | |
Phil.16.7 | γάλῃ πόλει στοὰν ᾠκοδόμησεν. ἐμπιπλάμενος δὲ τῶν Λακεδαιμονίων καὶ παρ’ ἀξίαν πεπραχόσιν ἐπεμβαίνων, τὸ περὶ τὴν πολιτείαν ἔργον ὠμότατον ἐξειργάσατο καὶ | |
Phil.16.8 | παρανομώτατον. ἀνεῖλε γὰρ καὶ διέφθειρε τὴν Λυκούρ‐ γειον ἀγωγήν, ἀναγκάσας καὶ τοὺς παῖδας αὐτῶν καὶ τοὺς ἐφήβους τὴν Ἀχαϊκὴν ἀντὶ τῆς πατρίου παιδείαν μετα‐ βαλεῖν, ὡς οὐδέποτε μικρὸν ἐν τοῖς τοῦ Λυκούργου νόμοις | |
Phil.16.9 | φρονήσοντας. τότε μὲν οὖν ὑπὸ συμφορῶν μεγάλων ὥσπερ νεῦρα τῆς πόλεως ἐκτεμεῖν τῷ Φιλοποίμενι παρασχόντες, ἐγένοντο χειροήθεις καὶ ταπεινοί, χρόνῳ δ’ ὕστερον αἰτη‐ σάμενοι παρὰ Ῥωμαίων τὴν μὲν Ἀχαϊκὴν ἔφυγον πολι‐ | |
5 | τείαν, ἀνέλαβον δὲ καὶ κατεστήσαντο τὴν πάτριον, ὡς ἦν ἀνυστὸν ἐκ κακῶν καὶ φθορᾶς τηλικαύτης. | |
Phil.17.1 | Ἐπεὶ δὲ Ῥωμαίοις ὁ πρὸς Ἀντίοχον ἐν τῇ Ἑλλάδι συνέστη πόλεμος, ἦν μὲν ἰδιώτης ὁ Φιλοποίμην, ὁρῶν δὲ τὸν Ἀντίοχον αὐτὸν ἐν Χαλκίδι καθήμενον, περὶ γάμους καὶ παρθένων ἔρωτας οὐ καθ’ ὥραν σχολάζοντα, τοὺς | |
5 | δὲ Σύρους ἐν ἀταξίᾳ πολλῇ καὶ χωρὶς ἡγεμόνων ἐν ταῖς πόλεσι πλαζομένους καὶ τρυφῶντας, ἤχθετο μὴ στρατ‐ ηγῶν τότε τῶν Ἀχαιῶν, καὶ Ῥωμαίοις ἔλεγε φθονεῖν τῆς | |
νίκης. „ἐγὼ γὰρ ἂν“ ἔφη „στρατηγῶν ἐν τοῖς καπη‐ | 21 | |
Phil.17.2 | λείοις κατέκοψα τούτους πάντας.“ ἐπεὶ δὲ νικήσαντες οἱ Ῥωμαῖοι τὸν Ἀντίοχον ἐνεφύοντο τοῖς Ἑλληνικοῖς μᾶλ‐ λον ἤδη, καὶ περιεβάλλοντο τῇ δυνάμει τοὺς Ἀχαιούς, ὑποκατακλινομένων αὐτοῖς τῶν δημαγωγῶν, ἡ δ’ ἰσχὺς | |
5 | ἐπὶ πάντα πολλὴ μετὰ τοῦ δαίμονος ἐχώρει, καὶ τὸ τέλος ἐγγὺς ἦν εἰς ὃ τὴν τύχην ἔδει περιφερομένην ἐξικέσθαι, | |
Phil.17.3 | καθάπερ ἀγαθὸς κυβερνήτης πρὸς κῦμα διερειδόμενος ὁ Φιλοποίμην, τὰ μὲν ἐνδιδόναι καὶ παρείκειν ἠναγκάζετο τοῖς καιροῖς, περὶ δὲ τῶν πλείστων διαφερόμενος, τοὺς τῷ λέγειν καὶ πράττειν ἰσχύοντας ἀντισπᾶν ἐπειρᾶτο | |
Phil.17.4 | πρὸς τὴν ἐλευθερίαν. Ἀρισταίνου δὲ τοῦ Μεγαλοπολίτου δυναμένου μὲν ἐν τοῖς Ἀχαιοῖς μέγιστον, τοὺς δὲ Ῥω‐ μαίους ἀεὶ θεραπεύοντος, καὶ τοὺς Ἀχαιοὺς μὴ οἰομένου | |
Phil.17.5 | δεῖν ἐναντιοῦσθαι μηδ’ ἀχαριστεῖν ἐκείνοις, ἐν τῷ συν‐ εδρίῳ λέγεται τὸν Φιλοποίμενα σιωπᾶν ἀκούοντα καὶ βαρέως φέρειν, τέλος δ’ ὑπ’ ὀργῆς δυσανασχετοῦντα πρὸς τὸν Ἀρίσταινον εἰπεῖν· „ὦ ἄνθρωπε, τί σπεύδεις | |
Phil.17.6 | τὴν πεπρωμένην τῆς Ἑλλάδος ἐπιδεῖν;“ Μανίου δὲ τοῦ Ῥωμαίων ὑπάτου νενικηκότος μὲν Ἀντίοχον, αἰτουμένου δὲ παρὰ τῶν Ἀχαιῶν, ὅπως ἐάσωσι τοὺς Λακεδαιμονίων φυγάδας κατελθεῖν, καὶ Τίτου ταὐτὸ τῷ Μανίῳ περὶ τῶν | |
5 | φυγάδων ἀξιοῦντος, διεκώλυσεν ὁ Φιλοποίμην, οὐ τοῖς φυγάσι πολεμῶν, ἀλλὰ βουλόμενος δι’ αὑτοῦ καὶ τῶν Ἀχαιῶν, ἀλλὰ μὴ Τίτου μηδὲ Ῥωμαίων χάριτι τοῦτο | |
Phil.17.7 | πραχθῆναι. καὶ στρατηγῶν εἰς τοὐπιὸν αὐτὸς κατήγαγε τοὺς φυγάδας. οὕτως εἶχέ τι πρὸς τὰς ἐξουσίας ὑπὸ φρονή‐ | |
ματος δύσερι καὶ φιλόνικον. | 22 | |
Phil.18.1 | Ἤδη δὲ γεγονὼς ἔτος ἑβδομηκοστόν, ὄγδοον δὲ τῶν Ἀχαιῶν στρατηγῶν, ἤλπιζεν οὐ μόνον ἐκείνην τὴν ἀρχὴν ἀπολέμως διάξειν, ἀλλὰ καὶ τοῦ βίου τὸ λοιπὸν αὐτῷ μεθ’ ἡσυχίας καταβιῶναι τὰ πράγματα παρέξειν. | |
Phil.18.2 | ὡς γὰρ αἱ νόσοι ταῖς τῶν σωμάτων ῥώμαις συναπομα‐ ραίνεσθαι δοκοῦσιν, οὕτως ἐν ταῖς Ἑλληνικαῖς πόλεσιν | |
Phil.18.3 | ἐπιλειπούσης τῆς δυνάμεως ἔληγε τὸ φιλόνικον. οὐ μὴν ἀλλὰ Νέμεσίς τις ὥσπερ ἀθλητὴν εὐδρομοῦντα πρὸς τέρ‐ | |
Phil.18.4 | ματι τοῦ βίου κατέβαλε. λέγεται γὰρ ἔν τινι συλλόγῳ τῶν παρόντων ἐπαινούντων ἄνδρα δεινὸν εἶναι δοκοῦντα περὶ στρατηγίαν εἰπεῖν τὸν Φιλοποίμενα· „καὶ πῶς ἄξιον ἐκείνου λόγον ἔχειν τοῦ ἀνδρός, ὅστις ἥλω ζῶν ὑπὸ τῶν | |
Phil.18.5 | πολεμίων;“ μεθ’ ἡμέρας δ’ ὀλίγας Δεινοκράτης ὁ Μεσ‐ σήνιος, ἄνθρωπος ἰδίᾳ τε τῷ Φιλοποίμενι προσκεκρου‐ κώς, καὶ τοῖς ἄλλοις ἐπαχθὴς διὰ πονηρίαν καὶ ἀκολα‐ σίαν, τήν τε Μεσσήνην ἀπέστησε τῶν Ἀχαιῶν, καὶ κώμην | |
5 | τὴν καλουμένην Κολωνίδα προσηγγέλθη μέλλων κατα‐ | |
Phil.18.6 | λαμβάνειν. ὁ δὲ Φιλοποίμην ἔτυχε μὲν ἐν Ἄργει πυρέσσων, πυθόμενος δὲ ταῦτα συνέτεινεν εἰς Μεγάλην πόλιν ἡμέρᾳ μιᾷ σταδίους πλείονας ἢ τετρακοσίους 〈κατηνυκώσ〉, | |
Phil.18.7 | κἀκεῖθεν εὐθὺς ἐβοήθει τοὺς ἱππεῖς ἀναλαβών, οἵπερ ἦσαν ἐνδοξότατοι μὲν τῶν πολιτῶν, νέοι δὲ κομιδῇ, δι’ εὔνοιαν τοῦ Φιλοποίμενος καὶ ζῆλον ἐθελονταὶ συστρατεύοντες. | |
Phil.18.8 | ἱππασάμενοι δὲ πρὸς τὴν Μεσσήνην, καὶ περὶ τὸν Εὐάν‐ δρου λόφον ἀπαντῶντι τῷ Δεινοκράτει συμπεσόντες, | |
Phil.18.9 | ἐκεῖνον μὲν ἐτρέψαντο, τῶν δὲ πεντακοσίων, οἳ τὴν χώραν τῶν Μεσσηνίων παρεφύλαττον, ἐξαίφνης ἐπιφερο‐ | |
μένων, καὶ τῶν πρότερον ἡττημένων ὡς τούτους κατ‐ εῖδον αὖθις ἀνὰ τοὺς λόφους ἀθροιζομένων, δείσας ὁ Φι‐ | 23 | |
5 | λοποίμην κυκλωθῆναι καὶ τῶν ἱππέων φειδόμενος, ἀνε‐ χώρει διὰ τόπων χαλεπῶν, αὐτὸς οὐραγῶν καὶ πολλάκις ἀντεξελαύνων τοῖς πολεμίοις καὶ ὅλως ἐπισπώμενος ἐφ’ ἑαυτόν, οὐ τολμώντων ἀντεμβαλεῖν ἐκείνων, ἀλλὰ κραυ‐ | |
Phil.18.10 | γαῖς καὶ περιδρομαῖς χρωμένων ἄπωθεν. ἐφιστάμενος οὖν πολλάκις διὰ τοὺς νεανίσκους, καὶ καθ’ ἕνα παρα‐ | |
Phil.18.11 | πέμπων, ἔλαθεν ἐν πολλοῖς ἀπομονωθεὶς πολεμίοις. καὶ συνάψαι μὲν εἰς χεῖρας οὐδεὶς ἐτόλμησεν αὐτῷ, πόρρω‐ θεν δὲ βαλλόμενος, καὶ βιαζόμενος πρὸς χωρία πετρώδη καὶ παράκρημνα, χαλεπῶς μετεχειρίζετο καὶ κατέξαινε | |
Phil.18.12 | τὸν ἵππον. αὐτῷ δὲ τὸ μὲν γῆρας ὑπ’ ἀσκήσεως πολλῆς ἐλαφρὸν ἦν καὶ παρ’ οὐδὲν ἐμπόδιον εἰς τὸ σωθῆναι, τότε δὲ καὶ διὰ τὴν ἀσθένειαν τοῦ σώματος ἐνδεοῦς γεγονό‐ τος, καὶ διὰ τὴν ὁδοιπορίαν κατακόπου, βαρὺν ὄντα καὶ | |
5 | δυσκίνητον ἤδη σφαλεὶς ὁ ἵππος εἰς τὴν γῆν κατέβαλε. | |
Phil.18.13 | σκληροῦ δὲ τοῦ πτώματος γενομένου, καί 〈τι καὶ〉 τῆς κε‐ φαλῆς παθούσης, ἔκειτο πολὺν χρόνον ἄναυδος, ὥστε καὶ τοὺς πολεμίους τεθνάναι δόξαντας αὐτόν, ἐπιχειρεῖν στρέ‐ | |
Phil.18.14 | φειν τὸ σῶμα καὶ σκυλεύειν. ἐπεὶ δὲ τὴν κεφαλὴν ἐπάρας διέβλεψεν, ἀθρόοι περιπεσόντες ἀπέστρεφον αὐτοῦ τὰς χεῖρας ὀπίσω καὶ δήσαντες ἦγον, ὕβρει χρώμενοι πολλῇ καὶ λοιδορίᾳ κατ’ ἀνδρὸς οὐδ’ ὄναρ ἄν ποτε παθεῖν ὑπὸ | |
5 | Δεινοκράτους ταῦτα προσδοκήσαντος. | |
Phil.19.1 | Οἱ δ’ ἐν τῇ πόλει τῇ μὲν ἀγγελίᾳ θαυμαστῶς ἐπαρθέντες, ἠθροίζοντο περὶ τὰς πύλας· ὡς δ’ εἶδον ἑλ‐ κόμενον τὸν Φιλοποίμενα παρ’ ἀξίαν τῆς τε δόξης καὶ τῶν ἔμπροσθεν ἔργων καὶ τροπαίων, ἠλέησαν οἱ πλεῖστοι | |
5 | καὶ συνήλγησαν, ὥστε καὶ δακρῦσαι καὶ τὴν ἀνθρωπίνην | |
ἐκφλαυρίσαι δύναμιν ὡς ἄπιστον καὶ τὸ μηδὲν οὖσαν. | 24 | |
Phil.19.2 | οὕτω δὲ κατὰ μικρὸν εἰς 〈τοὺσ〉 πολλοὺς φιλάνθρωπος ἐχώρει λόγος, ὡς μνημονευτέον εἴη τῶν πρόσθεν εὐερ‐ γεσιῶν καὶ τῆς ἐλευθερίας, ἣν ἀπέδωκεν αὐτοῖς Νάβιν | |
Phil.19.3 | ἐξελάσας τὸν τύραννον. ὀλίγοι δ’ ἦσαν οἳ τῷ Δεινοκράτει χαριζόμενοι στρεβλοῦν τὸν ἄνδρα καὶ κτείνειν ἐκέλευον ὡς βαρὺν πολέμιον καὶ δυσμείλικτον, αὐτῷ τε Δεινο‐ κράτει φοβερώτερον, εἰ διαφύγοι καθυβρισμένος ὑπ’ αὐ‐ | |
Phil.19.4 | τοῦ καὶ γεγονὼς αἰχμάλωτος. οὐ μὴν ἀλλὰ κομίσαντες αὐτὸν εἰς τὸν καλούμενον Θησαυρόν, οἴκημα κατάγειον οὔτε πνεῦμα λαμβάνον οὔτε φῶς ἔξωθεν οὔτε θύρας ἔχον, ἀλλὰ μεγάλῳ λίθῳ προσαγομένῳ κατακλειόμενον, ἐν‐ | |
5 | ταῦθα κατέθεντο, καὶ τὸν λίθον ἐπιρράξαντες ἄνδρας ἐν‐ όπλους κύκλῳ περιέστησαν. | |
Phil.19.5 | Οἱ δ’ ἱππεῖς τῶν Ἀχαιῶν ἐκ τῆς φυγῆς ἀναλαβόντες αὑτούς, ὡς οὐδαμοῦ φανερὸς ἦν ὁ Φιλοποίμην, ἀλλ’ ἐδόκει τεθνάναι, πολὺν μὲν χρόνον ἐπέστησαν, ἀνακαλούμενοι τὸν ἄνδρα καὶ διαδιδόντες ἀλλήλοις λόγον, ὡς αἰσχρὰν σω‐ | |
5 | τηρίαν καὶ ἄδικον σῴζονται, προέμενοι τοῖς πολεμίοις τὸν | |
Phil.19.6 | στρατηγόν, ἀφειδήσαντα τοῦ ζῆν δι’ αὐτούς· ἔπειτα προϊόντες ἅμα καὶ πολυπραγμονοῦντες, ἐπύθοντο τὴν σύλληψιν αὐτοῦ καὶ διήγγελλον εἰς τὰς πόλεις τῶν | |
Phil.19.7 | Ἀχαιῶν. οἱ δὲ συμφορὰν ποιούμενοι μεγάλην, ἀπαιτεῖν μὲν ἔγνωσαν τὸν ἄνδρα παρὰ τῶν Μεσσηνίων πρεσβείαν πέμψαντες, αὐτοὶ δὲ παρεσκευάζοντο στρατεύειν. | |
Phil.20.1 | Οὗτοι μὲν οὖν ταῦτ’ ἔπραττον. ὁ δὲ Δεινοκράτης μάλιστα τὸν χρόνον ὡς σωτήριον τῷ Φιλοποίμενι δε‐ δοικώς, καὶ φθάσαι τὰ παρὰ τῶν Ἀχαιῶν βουλόμενος, ἐπεὶ νὺξ ἐπῆλθε καὶ τὸ πλῆθος ἀπεχώρησε τῶν Μεσσηνίων, | |
5 | ἀνοίξας τὸ δεσμωτήριον εἰσέπεμψε δημόσιον οἰκέτην φάρ‐ | |
μακον κομίζοντα, προσενεγκεῖν καὶ παραστῆναι μέχρι | 25 | |
Phil.20.2 | ἂν ἐκπίῃ κελεύσας. ἔτυχε μὲν οὖν ἐν τῷ χλαμυδίῳ κατα‐ κείμενος, οὐ καθεύδων, ἀλλὰ λύπῃ καὶ θορύβῳ συνεχό‐ μενος· ἰδὼν δὲ φῶς καὶ παρεστῶτα πλησίον τὸν ἄνθρω‐ πον ἔχοντα τὴν κύλικα τοῦ φαρμάκου, συναγαγὼν μόλις | |
5 | ἑαυτὸν ὑπ’ ἀσθενείας ἀνεκάθιζε, καὶ δεξάμενος ἠρώ‐ τησεν, εἴ τι περὶ τῶν ἱππέων καὶ μάλιστα Λυκόρτα πε‐ | |
Phil.20.3 | πυσμένος ἐστίν. εἰπόντος δὲ τἀνθρώπου διαπεφευγέναι τοὺς πολλούς, ἐπένευσε τῇ κεφαλῇ, καὶ διαβλέψας πρᾴως πρὸς τὸν ἄνθρωπον, „εὖ ἔχει“ εἶπεν „εἰ μὴ πάντα κακῶς | |
Phil.20.4 | πεπράχαμεν.“ ἄλλο δὲ μηδὲν εἰπὼν μηδὲ φθεγξάμενος ἐξέπιε, καὶ πάλιν ἑαυτὸν ἀπέκλινεν, οὐ πολλὰ πράγματα τῷ φαρμάκῳ παρασχών, ἀλλ’ ἀποσβεσθεὶς ταχὺ διὰ τὴν ἀσθένειαν. | |
Phil.21.1 | Ὡς οὖν ὁ περὶ τῆς τελευτῆς λόγος ἧκεν εἰς τοὺς Ἀχαιούς, τὰς μὲν πόλεις αὐτῶν κοινὴ κατήφεια καὶ πέν‐ θος εἶχεν, οἱ δ’ ἐν ἡλικίᾳ μετὰ τῶν προβούλων συνελ‐ θόντες εἰς Μεγάλην πόλιν, οὐδ’ ἡντινοῦν ἀναβολὴν ἐποιή‐ | |
5 | σαντο τῆς τιμωρίας, ἀλλ’ ἑλόμενοι στρατηγὸν Λυκόρταν εἰς τὴν Μεσσηνίαν ἐνέβαλον καὶ κακῶς ἐποίουν τὴν χώ‐ ραν, ἄχρι οὗ συμφρονήσαντες ἐδέξαντο τοὺς Ἀχαιούς. | |
Phil.21.2 | καὶ Δεινοκράτης μὲν αὐτὸς αὑτὸν φθάσας διεχρήσατο, τῶν δ’ ἄλλων, ὅσοις μὲν ἀνελεῖν ἔδοξε Φιλοποίμενα, δι’ αὐτῶν ἀπέθνῃσκον, ὅσοις δὲ καὶ βασανίσαι, τούτους ἐπ’ αἰκίαις ἀπολουμένους συνελάμβανεν ὁ Λυκόρτας. | |
Phil.21.3 | Τὸ δὲ σῶμα καύσαντες αὐτοῦ καὶ τὰ λείψανα συνθέν‐ τες εἰς ὑδρίαν ἀνεζεύγνυσαν, οὐκ ἀτάκτως οὐδ’ ὡς ἔτυ‐ χεν, ἀλλ’ ἐπινίκιόν τινα πομπὴν ἅμα ταῖς ταφαῖς μείξαν‐ | |
Phil.21.4 | τες. ἦν μὲν γὰρ ἐστεφανωμένους ἰδεῖν, ἦν δὲ τοὺς αὐτοὺς καὶ δακρύοντας, ἦν δὲ τοὺς ἐχθροὺς δεσμίους ἀγομένους. | 26 |
Phil.21.5 | αὐτὴν δὲ τὴν ὑδρίαν ὑπὸ πλήθους ταινιῶν τε καὶ στε‐ φάνων μόλις ὁρωμένην ἐκόμιζεν ὁ τοῦ στρατηγοῦ τῶν Ἀχαιῶν παῖς Πολύβιος καὶ περὶ αὐτὸν οἱ πρῶτοι τῶν | |
Phil.21.6 | Ἀχαιῶν. οἱ δὲ στρατιῶται 〈καθ〉ωπλισμένοι μὲν αὐτοί, τοῖς δ’ ἵπποις κεκοσμημένοις ἐπηκολούθουν, οὔθ’ οἷον ἐπὶ πένθει τοσούτῳ κατηφεῖς, οὔτε τῇ νίκῃ γαυριῶντες. | |
Phil.21.7 | ἐκ δὲ τῶν διὰ μέσου πόλεων καὶ κωμῶν ἀπαντῶντες, ὥσπερ αὐτὸν ἀπὸ στρατείας ἐπανιόντα δεξιούμενοι, τῆς ὑδρίας ἐφήπτοντο καὶ συμπροῆγον εἰς Μεγάλην πόλιν. | |
Phil.21.8 | ὡς οὖν συνανεμείχθησαν αὐτοῖς οἱ πρεσβύτεροι μετὰ γυ‐ ναικῶν καὶ παίδων, ὀλοφυρμὸς ἤδη διὰ παντὸς ἐχώρει τοῦ στρατεύματος **** εἰς τὴν πόλιν, ἐπιποθοῦσαν τὸν ἄνδρα καὶ βαρέως φέρουσαν, οἰομένην συναποβεβληκέναι τὸ | |
Phil.21.9 | πρωτεύειν ἐν τοῖς Ἀχαιοῖς. ἐτάφη μὲν οὖν ὡς εἰκὸς ἐν‐ δόξως, καὶ περὶ τὸ μνημεῖον οἱ τῶν Μεσσηνίων αἰχμάλω‐ τοι κατελεύσθησαν. | |
Phil.21.10 | Οὐσῶν δὲ πολλῶν μὲν εἰκόνων αὐτοῦ, μεγάλων δὲ τι‐ μῶν ἃς αἱ πόλεις ἐψηφίσαντο, Ῥωμαῖος ἀνὴρ ἐν τοῖς περὶ Κόρινθον ἀτυχήμασι τῆς Ἑλλάδος ἐπεχείρησεν ἀνελεῖν ἁπάσας καὶ διώκειν αὐτόν, ἐνδεικνύμενος ὥσπερ ἔτι | |
Phil.21.11 | ζῶντα Ῥωμαίοις πολέμιον καὶ κακόνουν γενέσθαι. λόγων δὲ λεχθέντων, καὶ Πολυβίου πρὸς τὸν συκοφάντην ἀντ‐ ειπόντος, οὔθ’ ὁ Μόμμιος οὔθ’ οἱ πρέσβεις ὑπέμειναν ἀνδρὸς ἐνδόξου τιμὰς ἀφανίσαι, καίπερ οὐκ ὀλίγα τοῖς | |
Phil.21.12 | περὶ Τίτον καὶ Μάνιον ἐναντιωθέντος, ἀλλὰ τῆς χρείας τὴν ἀρετὴν ἐκεῖνοι καὶ τὸ καλὸν ὡς ἔοικε τοῦ λυσιτελοῦς διώριζον, ὀρθῶς καὶ προσηκόντως τοῖς μὲν ὠφελοῦσι μισθὸν καὶ χάριν παρὰ τῶν εὖ παθόντων, τοῖς δ’ ἀγα‐ | |
5 | θοῖς τιμὴν ὀφείλεσθαι παρὰ τῶν ἀγαθῶν ἀεὶ νομίζοντες. | |
ταῦτα περὶ Φιλοποίμενος. | 27 |