TLG 0007 016 :: PLUTARCHUS :: Marcius Coriolanus

PLUTARCHUS Biogr. Phil.
(Chaeronensis: A.D. 1–2)

Marcius Coriolanus

Source: Ziegler, K. (ed.), Plutarchi vitae parallelae, vol. 1.2, 3rd edn. Leipzig: Teubner, 1964: 183–226.

Citation: Chapter — section — (line)

Cor
.

t

1

ΓΑΙΟΣ ΜΑΡΚΙΟΣ ΚΑΙ ΑΛΚΙΒΙΑΔΗΣ
Cor
.

1

.

1

Ὁ Μαρκίων οἶκος ἐν Ῥώμῃ τῶν πατρικίων πολλοὺς παρέσχεν ἐνδόξους ἄνδρας, ὧν καὶ Μάρκιος ἦν Ἄγκος ὁ Νομᾶ θυγατριδοῦς καὶ μετὰ Τύλλον Ὁστίλιον βασιλεὺς γενόμενος. Μάρκιοι δ’ ἦσαν καὶ Πόπλιος καὶ Κόιντος οἱ
5πλεῖστον ὕδωρ καὶ κάλλιστον εἰς Ῥώμην καταγαγόντες, καὶ Κηνσωρῖνος, ὃν δὶς ἀπέδειξε τιμητὴν ὁ Ῥωμαίων δῆ‐ μος, εἶθ’ ὑπ’ αὐτοῦ πεισθεὶς ἐκείνου νόμον ἔθετο καὶ ἐψηφίσατο μηδενὶ τὴν ἀρχὴν ἐκείνην δὶς ἐξεῖναι μετελθεῖν.
Cor
.

1

.

2

Γάιος δὲ Μάρκιος, ὑπὲρ οὗ τάδε γέγραπται, τραφεὶς ὑπὸ μητρὶ χήρᾳ πατρὸς ὀρφανός, ἀπέδειξε τὴν ὀρφανίαν ἄλλα μὲν ἔχουσαν κακά, πρὸς δὲ τὸ γενέσθαι σπουδαῖον ἄνδρα καὶ διαφέροντα τῶν πολλῶν οὐδὲν ἐμποδὼν οὖσαν, ἄλλως
5δὲ τοῖς φαύλοις αἰτιᾶσθαι καὶ ψέγειν παρέχουσαν αὑτὴν
Cor
.

1

.

3

ὡς ἀμελείᾳ διαφθείρουσαν. ὁ δ’ αὐτὸς ἀνὴρ ἐμαρτύρησε καὶ τοῖς τὴν φύσιν ἡγουμένοις, ἐὰν οὖσα γενναία καὶ ἀγα‐ θὴ παιδείας ἐνδεὴς γένηται, πολλὰ τοῖς χρηστοῖς ὁμοῦ φαῦλα συναποτίκτειν, ὥσπερ εὐγενῆ χώραν ἐν γεωργίᾳ
Cor
.

1

.

4

θεραπείας μὴ τυχοῦσαν. τὸ γὰρ ἰσχυρὸν αὐτοῦ πρὸς ἅπαντα τῆς γνώμης καὶ καρτερὸν ὁρμάς τε μεγάλας καὶ
τελεσιουργοὺς τῶν καλῶν ἐξέφερε, θυμοῖς τε πάλιν αὖ χρώμενον ἀκράτοις καὶ φιλονικίαις ἀτρέπτοις οὐ ῥᾴδιον183
5οὐδ’ εὐάρμοστον ἀνθρώποις συνεῖναι παρεῖχεν, ἀλλὰ τὴν ἐν ἡδοναῖς καὶ πόνοις καὶ ὑπὸ χρημάτων ἀπάθειαν αὐτοῦ θαυμάζοντες καὶ ὀνομάζοντες ἐγκράτειαν καὶ δικαιοσύ‐ νην καὶ ἀνδρείαν, ἐν ταῖς πολιτικαῖς αὖ πάλιν ὁμιλίαις ὡς
Cor
.

1

.

5

ἐπαχθῆ καὶ ἄχαριν καὶ ὀλιγαρχικὴν ἐδυσχέραινον. οὐδὲν γὰρ ἄλλο Μουσῶν εὐμενείας ἀπολαύουσιν ἄνθρωποι τοσοῦ‐ τον, ὅσον ἐξημεροῦσθαι τὴν φύσιν ὑπὸ λόγου καὶ παιδείας, τῷ λόγῳ δεξαμένην τὸ μέτριον καὶ τὸ ἄγαν ἀποβαλοῦσαν.
Cor
.

1

.

6

ὅλως μὲν οὖν ἐν τοῖς τότε χρόνοις ἡ Ῥώμη μάλιστα τῆς ἀρετῆς τὸ περὶ τὰς πολεμικὰς καὶ στρατιωτικὰς ἐκύδαινε πράξεις, καὶ μαρτυρεῖ τὸ τὴν ἀρετὴν ὑπ’ αὐτῶν ἑνὶ τῷ τῆς ἀνδρείας ὀνόματι προσαγορεύεσθαι, καὶ τὸ τοῦ γένους
5ὄνομα κοινὸν ὑπάρχειν ᾧ τὴν ἀνδρείαν ἰδίᾳ καλοῦσιν.
Cor
.

2

.

1

Ὁ δὲ Μάρκιος ἑτέρων μᾶλλον ἐμπαθὴς γεγονὼς πρὸς τοὺς πολεμικοὺς ἀγῶνας, εὐθὺς ἐκ παιδὸς τὰ ὅπλα διὰ χειρὸς εἶχε, καὶ τῶν ἐπικτήτων οὐδὲν ἔργον οἰόμενος εἶναι τοῖς μὴ τὸ σύμφυτον ὅπλον καὶ συγγενὲς ἐξηρτυμένον
5ἔχουσι καὶ παρεσκευασμένον, οὕτως ἤσκησε τὸ σῶμα πρὸς ἅπασαν ἰδέαν μάχης, ὥστε καὶ θεῖν ἐλαφρὸν εἶναι καὶ βάρος ἔχειν ἐν λαβαῖς καὶ διαπάλαις πολεμίου δυσεκβία‐
Cor
.

2

.

2

στον. οἱ γοῦν ἔριν ἔχοντες εὐψυχίας ἀεὶ καὶ ἀρετῆς πρὸς αὐτόν, ἐν οἷς ἐλείποντο τὴν τοῦ σώματος ᾐτιῶντο ῥώμην, ἄτρυτον οὖσαν καὶ πρὸς μηδένα πόνον ἀπαγορεύουσαν.
Cor
.

3

.

1

Ἐστρατεύσατο δὲ πρώτην στρατείαν ἔτι μειράκιον ὤν, ὅτε Ταρκυνίῳ τῷ βασιλεύσαντι τῆς Ῥώμης, εἶτ’ ἐκπε‐
σόντι μετὰ πολλὰς μάχας καὶ ἥττας ὥσπερ ἔσχατον κύβον ἀφιέντι πλεῖστοι μὲν Λατίνων, πολλοὶ δὲ καὶ τῶν184
5ἄλλων Ἰταλιωτῶν συνεστράτευον καὶ συγκατῆγον ἐπὶ τὴν Ῥώμην, οὐκ ἐκείνῳ χαριζόμενοι μᾶλλον ἢ φόβῳ τὰ
Cor
.

3

.

2

Ῥωμαίων αὐξανόμενα καὶ φθόνῳ καταβάλλοντες. ἐν ταύτῃ τῇ μάχῃ πολλὰς τροπὰς ἐπ’ ἀμφότερα λαμβανούσῃ Μάρ‐ κιος ἀγωνιζόμενος εὐρώστως, ἐν ὄψει τοῦ δικτάτορος ἄν‐ δρα Ῥωμαῖον πεσόντα πλησίον ἰδών, οὐκ ἠμέλησεν, ἀλλ’
5ἔστη πρὸ αὐτοῦ καὶ τὸν ἐπιφερόμενον τῶν πολεμίων
Cor
.

3

.

3

ἀμυνόμενος ἀπέκτεινεν. ὡς οὖν ἐκράτησεν ὁ στρατηγός, ἐν πρώτοις ἐκεῖνον ἐστεφάνωσε δρυὸς στεφάνῳ. τοῦτον γὰρ ὁ νόμος τῷ πολίτην ὑπερασπίσαντι τὸν στέφανον ἀπο‐ δέδωκεν, εἴτε δὴ μάλιστα τιμήσας δι’ Ἀρκάδας τὴν δρῦν,
5βαλανηφάγους ὑπὸ τοῦ θεοῦ χρησμῷ προσαγορευθέντας, εἴθ’ ὡς ταχὺ καὶ πανταχοῦ δρυὸς οὖσαν εὐπορίαν στρατευο‐ μένοις, εἴτε Διὸς Πολιέως ἱερὸν ὄντα τὸν τῆς δρυὸς στέ‐ φανον οἰόμενος ἐπὶ σωτηρίᾳ πολίτου δίδοσθαι πρεπόντως.
Cor
.

3

.

4

ἔστι δ’ ἡ δρῦς τῶν μὲν ἀγρίων καλλικαρπότατον, τῶν δὲ τιθασῶν ἰσχυρότατον. ἦν δὲ καὶ σιτίον ἀπ’ αὐτῆς ἡ βάλανος καὶ ποτὸν τὸ μελίτειον, ὄψον δὲ παρεῖχε τὰ πλεῖστα τῶν [νεμομένων τε καὶ] πτηνῶν, θήρας ὄργανον φέρουσα τὸν
Cor
.

3

.

5

ἰξόν. ἐν ἐκείνῃ δὲ τῇ μάχῃ καὶ τοὺς Διοσκόρους ἐπιφανῆ‐ ναι λέγουσι, καὶ μετὰ τὴν μάχην εὐθὺς ὀφθῆναι ῥεομένοις
ἱδρῶτι τοῖς ἵπποις ἐν ἀγορᾷ τὴν νίκην ἀπαγγέλλοντας, οὗ νῦν ὁ παρὰ τὴν κρήνην νεώς ἐστιν αὐτοῖς ἱδρυμένος.185
Cor
.

3

.

6

ὅθεν καὶ τὴν ἡμέραν ἐκείνην ἐπινίκιον, οὖσαν ἐν τῷ Ἰουλίῳ μηνὶ τὰς εἰδούς, Διοσκόροις ἀνιερώκασι.
Cor
.

4

.

1

Νέων δ’ ὡς ἔοικεν ἀνδρῶν ἐπιφάνεια καὶ τιμὴ τὰς μὲν ἐλαφρῶς φιλοτίμους φύσεις πρωιαίτερον παραγενο‐ μένη σβέννυσι, καὶ ἀποπίμπλησι ταχὺ τὸ διψῶδες αὐτῶν καὶ ἁψίκορον· τὰ δ’ ἐμβριθῆ καὶ βέβαια φρονήματα κινοῦσιν
5αἱ τιμαὶ καὶ λαμπρύνουσιν, ὥσπερ ὑπὸ πνεύματος ἐγειρό‐
Cor
.

4

.

2

μενα πρὸς τὸ φαινόμενον καλόν. οὐ γὰρ ὡς μισθὸν ἀπο‐ λαμβάνοντες, ἀλλ’ ὡς ἐνέχυρον διδόντες, αἰσχύνονται τὴν δόξαν ἐγκαταλιπεῖν καὶ μὴ τοῖς αὖθις ἔργοις ὑπερβαλέ‐
Cor
.

4

.

3

σθαι. τοῦτο παθὼν καὶ ὁ Μάρκιος αὐτὸς αὑτῷ ζῆλον ἀνδρα‐ γαθίας προὔθετο, καινός τ’ ἀεὶ βουλόμενος εἶναι ταῖς πρά‐ ξεσιν, ἀριστείαις ἀριστείας συνῆπτε καὶ λάφυρα λαφύροις ἐπέφερε, καὶ τοῖς προτέροις ἀεὶ τοὺς ὑστέρους ἡγεμόνας
5εἶχε [περὶ] τιμὰς τὰς ἐκείνου καὶ μαρτυρίας ἐρίζοντας
Cor
.

4

.

4

ὑπερβαλέσθαι. πολλῶν γέ τοι τότε Ῥωμαίοις ἀγώνων καὶ πολέμων γενομένων ἐξ οὐδενὸς ἀστεφάνωτος ἐπανῆλθεν
Cor
.

4

.

5

οὐδ’ ἀγέραστος. ἦν δὲ τοῖς μὲν ἄλλοις ἡ δόξα τῆς ἀρετῆς τέλος, ἐκείνῳ δὲ τῆς δόξης ἡ τῆς μητρὸς εὐφροσύνη. τὸ γὰρ ἐκείνην ἐπαινούμενον ἀκοῦσαι καὶ στεφανούμενον ἰδεῖν καὶ περιβαλεῖν δακρύουσαν ὑφ’ ἡδονῆς ἐντιμότατον
Cor
.

4

.

6

αὑτὸν ἐνόμιζε ποιεῖν καὶ μακαριώτατον. τοῦτο δ’ ἀμέλει καὶ τὸν Ἐπαμεινώνδαν φασὶν ἐξομολογήσασθαι τὸ πάθος, εὐτυχίαν ποιούμενον ἑαυτοῦ μεγίστην, ὅτι τὴν ἐν Λεύκτροις
στρατηγίαν αὐτοῦ καὶ νίκην ὁ πατὴρ καὶ ἡ μήτηρ ἔτι ζῶν‐186
Cor
.

4

.

7

τες ἐπεῖδον. ἀλλ’ ἐκεῖνος μὲν ἀμφοτέρων ἀπέλαυσε τῶν γονέων συνηδομένων καὶ συνευημερούντων, Μάρκιος δὲ τῇ μητρὶ καὶ τὰς τοῦ πατρὸς ὀφείλειν χάριτας οἰόμενος, οὐκ ἐνεπίμπλατο τὴν Οὐολουμνίαν εὐφραίνων καὶ τιμῶν, ἀλλὰ
5καὶ γυναῖκα βουλομένης καὶ δεομένης ἐκείνης ἔγημε, καὶ τὴν οἰκίαν ᾤκει γενομένων παίδων ὁμοῦ μετὰ τῆς μητρός.
Cor
.

5

.

1

Ἤδη δὲ καὶ δόξαν αὐτοῦ καὶ δύναμιν ἀπὸ τῆς ἀρετῆς ἐν τῇ πόλει μεγάλην ἔχοντος, ἡ βουλὴ τοῖς πλουσίοις ἀμύνουσα πρὸς τὸν δῆμον ἐστασίασε, πολλὰ καὶ δεινὰ
Cor
.

5

.

2

πάσχειν ὑπὸ τῶν δανειστῶν δοκοῦντα. τοὺς μὲν γὰρ κεκτη‐ μένους μέτρια πάντων ἀφῃροῦντο τῶν ὄντων ἐνεχυρασμοῖς καὶ πράσεσι, τοὺς δὲ παντελῶς ἀπόρους αὐτοὺς ἀπῆγον, καὶ τὰ σώματα καθείργνυσαν αὐτῶν ὠτειλὰς ἔχοντα
5τετρωμένων πολλάκις καὶ πεπονηκότων ἐν ταῖς ὑπὲρ τῆς πατρίδος στρατείαις, ὧν τὴν τελευταίαν ἐδέξαντο πρὸς Σαβίνους, τῶν τε πλουσίων ἐπαγγειλαμένων μετριάσειν καὶ τῆς βουλῆς τὸν ἄρχοντα Μάνιον Οὐαλέριον ἐγγυήσα‐
Cor
.

5

.

3

σθαι ψηφισαμένης. ἐπεὶ δὲ κἀκείνην ἀγωνισαμένοις τὴν μάχην προθύμως καὶ κρατήσασι τῶν πολεμίων οὐδὲν ἐγί‐ νετο παρὰ τῶν δανειστῶν ἐπιεικές, οὐδ’ ἡ βουλὴ προσε‐ ποιεῖτο μεμνῆσθαι τῶν ὡμολογημένων, ἀλλ’ ἀγομένους
5πάλιν περιεώρα καὶ ῥυσιαζομένους, θόρυβοι δὲ καὶ συστά‐ σεις ἦσαν ἐν τῇ πόλει πονηραί, καὶ τοὺς πολεμίους οὐκ ἔλαθε ταραχωδῶς ἔχων ὁ δῆμος, ἀλλ’ ἐμβαλόντες ἐπυρ‐ πόλουν τὴν χώραν, τῶν δ’ ἀρχόντων εἰς τὰ ὅπλα τοὺς ἐν ἡλικίᾳ καλούντων οὐδεὶς ὑπήκουεν, οὕτω διέστησαν αἱ
Cor
.

5

.

4

γνῶμαι πάλιν τῶν ἐν τέλει, καί τινες μὲν ᾤοντο δεῖν ὑφέσθαι τοῖς πένησι καὶ χαλάσαι τὸ σύντονον ἄγαν καὶ νόμι‐ μον, ἔνιοι δ’ ἀντέτεινον, ὧν ἦν καὶ Μάρκιος, οὐ τὸ τῶν χρη‐ μάτων μέγιστον ἡγούμενος, ἀρχὴν δὲ καὶ πεῖραν ὕβρεως187
5ὄχλου καὶ θρασύτητος ἐπανισταμένου τοῖς νόμοις, εἰ σωφρονοῦσι, παύειν καὶ σβεννύναι παρακελευόμενος.
Cor
.

6

.

1

Συνιούσης δὲ περὶ τούτων πολλάκις ἐν ὀλίγῳ χρόνῳ τῆς βουλῆς καὶ μηδὲν τέλος ἐκφερούσης, συστάντες οἱ πένητες ἄφνω καὶ παρακαλέσαντες ἀλλήλους ἀπέλιπον τὴν πόλιν, καὶ καταλαβόντες ὄρος ὃ νῦν ἱερὸν καλεῖται παρὰ
5τὸν Ἀνίωνα ποταμὸν ἐκαθέζοντο, πράττοντες μὲν οὐδὲν βίαιον οὐδὲ στασιαστικόν, ἐκπεπτωκέναι δὲ τῆς πόλεως ὑπὸ τῶν πλουσίων πάλαι βοῶντες, ἀέρα δὲ καὶ ὕδωρ καὶ τόπον ἐνταφῆναι πανταχοῦ τὴν Ἰταλίαν αὐτοῖς παρέξειν, ὧν πλέον οὐδὲν οἰκοῦσι τὴν Ῥώμην ὑπάρχειν αὐτοῖς, ἀλλ’
10ἢ τιτρώσκεσθαι καὶ ἀποθνῄσκειν ὑπὲρ τῶν πλουσίων
Cor
.

6

.

2

στρατευομένοις. ταῦτ’ ἔδεισεν ἡ βουλή, καὶ τοὺς ἐπιει‐ κεῖς μάλιστα καὶ δημοτικοὺς τῶν πρεσβυτέρων ἐξαπέ‐
Cor
.

6

.

3

στειλε. προηγόρει δὲ Μενήνιος Ἀγρίππας, καὶ πολλὰ μὲν τοῦ δήμου δεόμενος, πολλὰ δ’ ὑπὲρ τῆς βουλῆς παρρη‐ σιαζόμενος, τελευτῶντι τῷ λόγῳ περιῆλθεν εἰς σχῆμα
Cor
.

6

.

4

μύθου διαμνημονευόμενον. ἔφη γὰρ ἀνθρώπου τὰ μέλη πάντα πρὸς τὴν γαστέρα στασιάσαι καὶ κατηγορεῖν αὐτῆς, ὡς μόνης ἀργοῦ καὶ ἀσυμβόλου καθεζομένης ἐν τῷ σώματι, τῶν δ’ ἄλλων εἰς τὰς ἐκείνης ὀρέξεις πόνους τε μεγάλους
5καὶ λειτουργίας ὑπομενόντων· τὴν δὲ γαστέρα τῆς εὐη‐ θείας αὐτῶν καταγελᾶν, ἀγνοούντων ὅτι τὴν τροφὴν ὑπο‐ λαμβάνει μὲν εἰς αὑτὴν ἅπασαν, ἀναπέμπει δ’ αὖθις ἐξ188
Cor
.

6

.

5

αὑτῆς καὶ διανέμει τοῖς ἄλλοις. „οὗτος οὖν“ ἔφη „καὶ τῆς συγκλήτου λόγος ἐστὶν ὦ πολῖται πρὸς ὑμᾶς· τὰ γὰρ ἐκεῖ τυγχάνοντα τῆς προσηκούσης οἰκονομίας βουλεύματα καὶ πράγματα πᾶσιν ὑμῖν ἐπιφέρει καὶ διανέμει τὸ χρήσιμον
5καὶ ὠφέλιμον.“
Cor
.

7

.

1

Ἐκ τούτου διηλλάγησαν, αἰτησάμενοι παρὰ τῆς βου‐ λῆς καὶ τυχόντες ἄνδρας αἱρεῖσθαι πέντε προστάτας τῶν δεομένων βοηθείας, τοὺς νῦν δημάρχους καλουμένους.
Cor
.

7

.

2

εἵλοντο δὲ πρώτους οἷς ἐχρήσαντο καὶ τῆς ἀποστάσεως ἡγεμόσι, τοὺς περὶ Βροῦτον Ἰούνιον καὶ Σικίννιον Βελλοῦ‐
Cor
.

7

.

3

τον. ἐπεὶ δ’ ἡ πόλις εἰς ἓν ἦλθεν, εὐθὺς ἐν τοῖς ὅπλοις ἦσαν οἱ πολλοὶ καὶ παρεῖχον αὑτοὺς τοῖς ἄρχουσι χρῆσθαι προ‐
Cor
.

7

.

4

θύμως ἐπὶ τὸν πόλεμον. ὁ δὲ Μάρκιος, οὔτ’ αὐτὸς ἡδό‐ μενος οἷς ὁ δῆμος ἴσχυσεν ἐνδούσης τῆς ἀριστοκρατίας, καὶ τῶν ἄλλων πατρικίων πολλοὺς ὁρῶν τὸ αὐτὸ πεπον‐ θότας, ὅμως παρεκάλει μὴ ἀπολείπεσθαι τῶν δημοτικῶν
5ἐν τοῖς περὶ τῆς πατρίδος ἀγῶσιν, ἀλλὰ τῇ ἀρετῇ μᾶλλον ἢ τῇ δυνάμει φαίνεσθαι διαφέροντας αὐτῶν.
Cor
.

8

.

1

Ἐν δὲ τῷ Οὐολούσκων ἔθνει, πρὸς οὓς ἐπολέμουν, ἡ Κοριολανῶν πόλις ἀξίωμα μέγιστον εἶχε. ταύτην οὖν τοῦ ὑπάτου Κομινίου περιστρατοπεδεύσαντος, οἱ λοιποὶ Οὐολοῦσκοι δείσαντες ἐπὶ τοὺς Ῥωμαίους συνεβοήθουν
5πανταχόθεν, ὡς πρὸς τῇ πόλει ποιησόμενοι μάχην καὶ
Cor
.

8

.

2

διχόθεν ἐπιχειρήσοντες αὐτοῖς. ἐπεὶ δ’ ὁ Κομίνιος διελὼν τὴν δύναμιν, αὐτὸς μὲν ἀπήντα τοῖς ἔξωθεν ἐπιοῦσι τῶν
Οὐολούσκων, Λάρκιον δὲ Τίτον, ἄνδρα Ῥωμαίων ἐν τοῖς ἀρίστοις, ἐπὶ τῆς πολιορκίας κατέλιπε, καταφρονήσαντες189
5οἱ Κοριολανοὶ τῶν παρόντων ἐπεξῆλθον, καὶ προσμαχό‐ μενοι τὸ πρῶτον ἐκράτουν καὶ κατεδίωκον εἰς τὸν χάρακα
Cor
.

8

.

3

τοὺς Ῥωμαίους. ἔνθα δὴ Μάρκιος ἐκδραμὼν σὺν ὀλίγοις καὶ καταβαλὼν τοὺς προσμείξαντας αὐτῷ μάλιστα, τοὺς δ’ ἄλλους στήσας ἐπιφερομένους, ἀνεκαλεῖτο μεγάλῃ βοῇ τοὺς Ῥωμαίους. καὶ γὰρ ἦν, ὥσπερ ἠξίου τὸν στρατιώτην
5ὁ Κάτων, οὐ χειρὶ καὶ πληγῇ μόνον, ἀλλὰ καὶ τόνῳ φωνῆς καὶ ὄψει προσώπου φοβερὸς ἐντυχεῖν πολεμίῳ καὶ δυσυ‐ πόστατος. ἀθροιζομένων δὲ πολλῶν καὶ συνισταμένων
Cor
.

8

.

4

περὶ αὐτόν, ἀπεχώρουν οἱ πολέμιοι δείσαντες. ὁ δ’ οὐκ ἠγάπησεν, ἀλλ’ ἐπηκολούθει καὶ συνήλαυνεν ἤδη προ‐
Cor
.

8

.

5

τροπάδην φεύγοντας ἄχρι τῶν πυλῶν. ἐκεῖ δ’ ὁρῶν ἀπο‐ τρεπομένους τοῦ διώκειν τοὺς Ῥωμαίους, πολλῶν μὲν ἀπὸ τοῦ τείχους βελῶν προσφερομένων, τὸ δὲ συνεισπε‐ σεῖν τοῖς φεύγουσιν εἰς πόλιν ἀνδρῶν πολεμικῶν γέμου‐
5σαν ἐν τοῖς ὅπλοις ὄντων οὐδενὸς εἰς νοῦν ἐμβαλέσθαι τολμῶντος, ὅμως ἐπιστὰς παρεκάλει καὶ παρεθάρρυνεν, ἀνεῷχθαι βοῶν ὑπὸ τῆς τύχης τοῖς διώκουσι μᾶλλον ἢ
Cor
.

8

.

6

τοῖς φεύγουσι τὴν πόλιν. οὐ πολλῶν δὲ βουλομένων ἐπακο‐ λουθεῖν, ὠσάμενος διὰ τῶν πολεμίων ἐνήλατο ταῖς πύλαις καὶ συνεισέπεσε, μηδενὸς τὸ πρῶτον ἀντισχεῖν μηδ’ ὑπο‐ στῆναι τολμήσαντος· ἔπειτα δ’, ὡς κατεῖδον ὀλίγους παν‐
5τάπασιν ἔνδον ὄντας, συμβοηθούντων καὶ προσμαχομένων, ἀναμεμειγμένος ὁμοῦ φίλοις καὶ πολεμίοις ἄπιστον ἀγῶνα λέγεται καὶ χειρὸς ἔργοις καὶ ποδῶν τάχεσι καὶ τολμή‐ μασι ψυχῆς ἀγωνιζόμενος ἐν τῇ πόλει καὶ κρατῶν ἁπάν‐ των πρὸς οὓς ὀρούσειε, τοὺς μὲν ἐξῶσαι πρὸς τὰ ἔσχατα
10μέρη, τῶν δ’ ἀπειπαμένων καὶ καταβαλόντων τὰ ὅπλα πολλὴν ἄδειαν τῷ Λαρκίῳ παρασχεῖν, ἔξωθεν ἐπάγοντι τοὺς Ῥωμαίους.190
Cor
.

9

.

1

Οὕτω δὲ τῆς πόλεως ἁλούσης καὶ τῶν πλείστων ἐν ἁρπαγαῖς εὐθὺς ὄντων καὶ διαφορήσεσι χρημάτων, ὁ Μάρ‐ κιος ἠγανάκτει καὶ ἐβόα, δεινὸν ἡγούμενος, τοῦ ὑπάτου καὶ τῶν σὺν ἐκείνῳ πολιτῶν τάχα που συμπεπτωκότων
5τοῖς πολεμίοις καὶ διαμαχομένων, αὐτοὺς χρηματίζεσθαι περιιόντας ἢ προφάσει χρηματισμοῦ τὸν κίνδυνον ἀπο‐
Cor
.

9

.

2

διδράσκειν. ἐπεὶ δ’ οὐ πολλοὶ προσεῖχον αὐτῷ, τοὺς βου‐ λομένους ἀναλαβὼν ἐβάδιζε τὴν ὁδὸν ᾗ τὸ στράτευμα προκεχωρηκὸς ᾐσθάνετο, πολλάκις μὲν ἐποτρύνων τοὺς σὺν αὐτῷ καὶ παρακαλῶν μὴ ἐνδιδόναι, πολλάκις δὲ τοῖς
5θεοῖς εὐχόμενος μὴ ἀπολειφθῆναι τῆς μάχης, ἀλλ’ εἰς και‐ ρὸν ἐλθεῖν ἐν ᾧ συναγωνιεῖται καὶ συγκινδυνεύσει τοῖς
Cor
.

9

.

3

πολίταις. ἦν δὲ τότε τοῖς Ῥωμαίοις ἔθος εἰς τάξιν καθι‐ σταμένοις καὶ μέλλουσι τοὺς θυρεοὺς ἀναλαμβάνειν περι‐ ζώννυσθαι τὴν τήβεννον ἅμα καὶ διαθήκας ἀγράφους τίθεσθαι, τριῶν ἢ τεσσάρων ἐπακουόντων ὀνομάζοντας
Cor
.

9

.

4

τὸν κληρονόμον. ταῦτα δὴ πράττοντας ἤδη τοὺς στρατι‐ ώτας ὁ Μάρκιος ἐν ὄψει τῶν πολεμίων ὄντων κατελάμ‐
Cor
.

9

.

5

βανε. καὶ τὸ μὲν πρῶτον ἐνίους διετάραξεν, ὀφθεὶς μετ’ ὀλίγων αἵματος περίπλεως καὶ ἱδρῶτος· ἐπεὶ δὲ προσδρα‐ μὼν τῷ ὑπάτῳ περιχαρὴς τὴν δεξιὰν ἐνέβαλε καὶ τῆς πόλεως ἀπήγγειλε τὴν ἅλωσιν, ὁ δὲ Κομίνιος περιεπτύ‐
5ξατο αὐτὸν καὶ κατησπάσατο, τοῖς μὲν πυθομένοις τὸ γεγενημένον κατόρθωμα, τοῖς δ’ εἰκάσασι, θάρσος παρ‐
Cor
.

9

.

6

έστη, καὶ βοῇ παρεκάλουν ἄγειν καὶ συνάπτειν. ὁ δὲ Μάρ‐ κιος ἠρώτησε τὸν Κομίνιον, πῶς διακεκόσμηται τὰ τῶν πολεμίων ὅπλα καὶ ποῦ τέτακται τὸ μαχιμώτατον. ἐκεί‐ νου δὲ φήσαντος οἴεσθαι τὰς κατὰ μέσον σπείρας Ἀντια‐191
5τῶν εἶναι, πολεμικωτάτων καὶ μηδενὶ φρονήματος ὑφιε‐ μένων, „ἀξιῶ σε τοίνυν“ ὁ Μάρκιος ἔφη „καὶ αἰτοῦμαι, κατὰ τούτους τάξον ἡμᾶς τοὺς ἄνδρας.“ ἔδωκεν οὖν ὁ
Cor
.

9

.

7

ὕπατος, θαυμάσας αὐτοῦ τὸ πρόθυμον. ὡς δ’ ἦσαν ἐμβο‐ λαὶ δοράτων καὶ τοῦ Μαρκίου προεκδραμόντος οὐκ ἀντέ‐ σχον οἱ κατὰ στόμα τῶν Οὐολούσκων, ἀλλ’ ᾧ προσέμειξε μέρει τῆς φάλαγγος, εὐθὺς διεκέκοπτο, τῶν δ’ ἑκατέρω‐
5θεν ἐπιστρεφόντων καὶ περιλαμβανόντων τοῖς ὅπλοις τὸν ἄνδρα, δείσας ὁ ὕπατος τοὺς κρατίστους τῶν περὶ αὑτὸν
Cor
.

9

.

8

ἐξέπεμψεν. ἰσχυρᾶς δὲ περὶ τὸν Μάρκιον μάχης γενομέ‐ νης καὶ πολλῶν ἐν ὀλίγῳ νεκρῶν πεσόντων, ἐγκείμενοι καὶ καταβιαζόμενοι τοὺς πολεμίους ἐώσαντο, καὶ τρεπό‐ μενοι πρὸς δίωξιν αὐτὸν τὸν Μάρκιον ἠξίουν, ὑπό τε καμά‐
5του βαρὺν ὄντα καὶ τραυμάτων, ἀναχωρεῖν ἐπὶ τὸ στρατό‐
Cor
.

9

.

9

πεδον. εἰπὼν δ’ ἐκεῖνος ὅτι νικώντων οὐκ ἔστι τὸ κάμνειν, ἐφείπετο τοῖς φεύγουσιν. ἡττήθη δὲ καὶ τὸ λοιπὸν στρά‐ τευμα, πολλῶν μὲν διαφθαρέντων, πολλῶν δ’ ἁλόντων.
Cor
.

10

.

1

Τῇ δ’ ὑστεραίᾳ τοῦ Λαρκίου παραγενομένου καὶ τῶν ἄλλων ἀθροιζομένων πρὸς τὸν ὕπατον, ἀναβὰς ἐπὶ τὸ βῆμα καὶ τοῖς θεοῖς τὴν πρέπουσαν ἀποδοὺς ἐπὶ τηλι‐ κούτοις κατορθώμασιν εὐφημίαν, πρὸς τὸν Μάρκιον τρέ‐
Cor
.

10

.

2

πεται. καὶ πρῶτον μὲν αὐτοῦ θαυμαστὸν ἔπαινον εἶπε, τῶν μὲν αὐτὸς ἐν τῇ μάχῃ γεγονὼς θεατής, τὰ δὲ τοῦ
Cor
.

10

.

3

Λαρκίου μαρτυροῦντος. ἔπειτα πολλῶν χρημάτων καὶ ὅπλων καὶ ἵππων καὶ ἀνθρώπων γεγονότων αἰχμαλώτων, ἐκέλευσεν αὐτὸν ἐξελέσθαι δέκα πάντα πρὸ τοῦ νέμειν τοῖς ἄλλοις. ἄνευ δ’ ἐκείνων ἀριστεῖον αὐτῷ κεκοσμημέ‐192
Cor
.

10

.

4

νον ἵππον ἐδωρήσατο. τῶν δὲ Ῥωμαίων ἐπαινεσάντων, ὁ Μάρκιος προελθών, τὸν μὲν ἵππον ἔφη δέχεσθαι καὶ χαίρειν τοῖς ἐπαίνοις τοῦ ἄρχοντος, τὰ δ’ ἄλλα μισθόν, οὐ τιμὴν ἡγούμενος ἐᾶν, καὶ ἀγαπήσειν ὡς εἷς ἕκαστος
5τὴν νέμησιν. „ἐξαίρετον δὲ μίαν αἰτοῦμαι χάριν“ ἔφη „καὶ
Cor
.

10

.

5

δέομαι λαβεῖν. ἦν μοι ξένος ἐν Οὐολούσκοις καὶ φίλος, ἀνὴρ ἐπιεικὴς καὶ μέτριος· οὗτος ἑάλωκε νῦν καὶ γέγονεν ἐκ πλουσίου καὶ μακαρίου δοῦλος. πολλῶν οὖν αὐτῷ κακῶν
Cor
.

10

.

6

παρόντων ἓν ἀφελεῖν ἀρκεῖ, τὴν πρᾶσιν.“ ἐπὶ τούτοις λεχθεῖσι βοή τε μείζων ἀπήντησε τῷ Μαρκίῳ, καὶ πλέ‐ ονες οἱ θαυμάζοντες ἐγένοντο τὸ μὴ κρατούμενον ὑπὸ χρημάτων τἀνδρὸς ἢ τὴν ἐν τοῖς πολέμοις ἀνδραγαθίαν.
Cor
.

10

.

7

καὶ γὰρ οἷς φθόνου τι καὶ ζήλου πρὸς αὐτὸν ὑπέκειτο τιμώμενον ἐκπρεπῶς, κἀκείνοις τότε τοῦ λαβεῖν μεγάλα τῷ μὴ λαβεῖν ἄξιος ἔδοξε, καὶ μᾶλλον αὐτοῦ τὴν ἀρετὴν ἠγάπησαν, ἀφ’ ἧς κατεφρόνει τηλικούτων, ἢ δι’ ἣν ἠξιοῦτο.
Cor
.

10

.

8

τὸ μὲν γὰρ εὖ χρῆσθαι χρήμασι κάλλιόν ἐστιν ἢ ὅπλοις, τοῦ δὲ χρῆσθαι τὸ μὴ δεῖσθαι χρημάτων σεμνότερον.
Cor
.

11

.

1

Ἐπεὶ δ’ ἐπαύσατο βοῆς καὶ θορύβου τὸ πλῆθος, ὑπολαβὼν ὁ Κομίνιος „ἀλλ’ ἐκείνας μέν“ εἶπεν „ὦ συ‐ στρατιῶται τὰς δωρεὰς οὐ δύνασθε βιάζεσθαι μὴ δεχόμε‐ νον τὸν ἄνδρα μηδὲ βουλόμενον λαβεῖν· ἣν δ’ οὐκ ἔστιν
5ἐπὶ τούτῳ διδομένην ἀπώσασθαι, δῶμεν αὐτῷ καὶ ψηφι‐ σώμεθα καλεῖσθαι Κοριολανόν, εἰ μὴ καὶ πρὸ ἡμῶν ἡ
Cor
.

11

.

2

πρᾶξις αὐτὴ τοῦτο δέδωκεν.“ ἐκ τούτου τρίτον ἔσχεν ὄνομα τὸν Κοριολανόν. ᾧ καὶ μάλιστα δῆλόν ἐστιν, ὅτι τῶν ὀνομάτων ἴδιον ἦν ὁ Γάιος, τὸ δὲ δεύτερον οἰκίας ἢ γένους κοινὸν ὁ Μάρκιος· τῷ τρίτῳ δ’ ὕστερον ἐχρήσαντο193
5πράξεώς τινος ἢ τύχης ἢ ἰδέας ἢ ἀρετῆς ἐπιθέτῳ, καθά‐ περ Ἕλληνες ἐτίθεντο πράξεως μὲν ἐπώνυμον τὸν Σωτῆρα καὶ τὸν Καλλίνικον, ἰδέας δὲ τὸν Φύσκωνα καὶ τὸν Γρυπόν, ἀρετῆς δὲ τὸν Εὐεργέτην καὶ τὸν Φιλάδελφον, εὐτυ‐
Cor
.

11

.

3

χίας δὲ τὸν Εὐδαίμονα τῷ δευτέρῳ τῶν Βάττων. ἐνίοις δὲ τῶν βασιλέων καὶ σκώμματα παρέσχεν ἐπικλήσεις, ὡς
Cor
.

11

.

4

Ἀντιγόνῳ τὸν Δώσωνα καὶ Πτολεμαίῳ τὸν Λάθυρον. ἐπὶ πλέον δὲ τῷ γένει τούτῳ καὶ Ῥωμαῖοι κέχρηνται, Διαδή‐ ματόν τινα τῶν Μετέλλων καλέσαντες, ὅτι πολὺν χρόνον ἕλκος ἔχων περιενόστει διαδεδεμένος τὸ μέτωπον, ἕτερον
5δὲ Κέλερα, σπεύσαντα μεθ’ ἡμέρας ὀλίγας τῆς τοῦ πατρὸς τελευτῆς ἐπιταφίους μονομάχων ἀγῶνας παρασχεῖν, τὸ τάχος καὶ τὴν ὀξύτητα τῆς παρασκευῆς θαυμάσαντες.
Cor
.

11

.

5

ἐνίους δ’ 〈ἐπὶ〉 συντυχίᾳ γενέσεως μέχρι νῦν καλοῦσι, Πρόκλον μέν, ἐὰν ἀποδημοῦντος πατρὸς γένηται, καὶ Πόστουμον, ἂν τεθνηκότος· ᾧ δ’ ἂν διδύμῳ γενομένῳ συμβῇ περιβιῶναι θατέρου τελευτήσαντος, Οὐοπίσκον.
Cor
.

11

.

6

τῶν δὲ σωματικῶν οὐ μόνον Σύλλας οὐδὲ Νίγρους οὐδὲ Ῥούφους, ἀλλὰ καὶ Καίκους καὶ Κλωδίους ἐπωνυμίας τίθενται, καλῶς ἐθίζοντες μήτε τυφλότητα μήτ’ ἄλλην τινὰ σωματικὴν ἀτυχίαν ὄνειδος ἡγεῖσθαι μηδὲ λοιδορίαν,
5ἀλλ’ ὡς οἰκείοις ὑπακούειν ὀνόμασιν. ἀλλὰ ταῦτα μὲν ἑτέρῳ
γένει γραφῆς προσήκει.194
Cor
.

12

.

1

Παυσαμένῳ δὲ τῷ πολέμῳ τὴν στάσιν ἐπήγειρον αὖθις οἱ δημαγωγοί, καινὴν μὲν οὐδεμίαν αἰτίαν ἔχοντες οὐδ’ ἔγκλημα δίκαιον, ἃ δὲ ταῖς προτέραις αὐτῶν δια‐ φοραῖς καὶ ταραχαῖς ἀναγκαίως ἐπηκολούθησε κακά, ταῦ‐
Cor
.

12

.

2

τα ποιούμενοι πρόφασιν ἐπὶ τοὺς πατρικίους. ἄσπορος γὰρ ἡ πλείστη καὶ ἀγεώργητος ἀπελείφθη τῆς χώρας, ἀγορᾶς δ’ ἐπεισάκτου παρασκευὴν διὰ τὸν πόλεμον ὁ και‐
Cor
.

12

.

3

ρὸς οὐκ ἔδωκεν. ἰσχυρᾶς οὖν ἀπορίας γενομένης, ὁρῶντες οἱ δημαγωγοὶ μήτ’ ἀγορὰν ἔχοντα μήτ’, εἰ παρῆν ἀγορά, χρη‐ μάτων εὐποροῦντα τὸν δῆμον, ἐνέβαλλον λόγους καὶ δια‐ βολὰς κατὰ τῶν πλουσίων, ὡς ἐκεῖνοι τὸν λιμὸν ἐπάγοιεν
Cor
.

12

.

4

αὐτοῖς ὑπὸ μνησικακίας. ἐκ δὲ τῶν Οὐελιτρανῶν ἧκε πρε‐ σβεία, τὴν πόλιν παραδιδόντων καὶ δεομένων ἀπ’ αὐτῶν ἀποίκους ἀποστέλλειν. νόσος γὰρ ἐμπεσοῦσα λοιμώδης αὐτοῖς τοσοῦτον ὄλεθρον καὶ φθορὰν ἀπειργάσατο τῶν
5ἀνθρώπων, ὥστε μόλις τὸ δέκατον τοῦ παντὸς ἀπολειφθῆ‐
Cor
.

12

.

5

ναι μέρος. ἔδοξεν οὖν τοῖς νοῦν ἔχουσιν εἰς δέον γεγονέναι καὶ κατὰ καιρὸν ἡ χρεία τῶν Οὐελιτρανῶν, διά τε τὴν ἀπορίαν κουφισμοῦ δεομένοις, καὶ τὴν στάσιν ἅμα σκεδά‐ σειν ἤλπιζον, εἰ τὸ θορυβοῦν μάλιστα καὶ συνεπηρμένον
5τοῖς δημαγωγοῖς ὥσπερ περίσσωμα τῆς πόλεως νοσερὸν
Cor
.

12

.

6

καὶ ταραχῶδες ἀποκαθαρθείη. τούτους τε δὴ καταλέγον‐ τες εἰς τὴν ἀποικίαν ἐξέπεμπον οἱ ὕπατοι, καὶ στρατείαν ἐπήγγελλον ἑτέροις ἐπὶ τοὺς Οὐολούσκους, ἀσχολίαν τε τῶν ἐμφυλίων μηχανώμενοι θορύβων, καὶ νομίζοντες ἐν
5ὅπλοις καὶ στρατοπέδῳ καὶ κοινοῖς ἀγῶσιν αὖθις γενο‐ μένους πλουσίους ὁμοῦ καὶ πένητας καὶ δημοτικοὺς καὶ πατρικίους ἡμερώτερον διατεθῆναι πρὸς ἀλλήλους καὶ
ἥδιον.195
Cor
.

13

.

1

Ἐνίσταντο δ’ οἱ περὶ Σικίννιον καὶ Βροῦτον δημα‐ γωγοί, βοῶντες ἔργον ὠμότατον αὐτοὺς τῷ πρᾳοτάτῳ τῶν ὀνομάτων ἀποικίαν προσαγορεύσαντας ἀνθρώπους πένητας ὥσπερ εἰς βάραθρον ὠθεῖν, ἐκπέμποντας εἰς
5πόλιν ἀέρος τε νοσεροῦ καὶ νεκρῶν ἀτάφων γέμουσαν,
Cor
.

13

.

2

ἀλλοτρίῳ δαίμονι καὶ παλαμναίῳ συνοικιζομένους, εἶθ’, ὥσπερ οὐκ ἀρκουμένους τοὺς μὲν ὑπὸ λιμοῦ διολλύναι τῶν πολιτῶν, τοὺς δὲ λοιμῷ προσβάλλειν, ἔτι καὶ πόλεμον αὐθαίρετον προσάγειν, ὅπως μηδὲν κακὸν ἀπῇ τῆς πό‐
Cor
.

13

.

3

λεως, ὅτι δουλεύουσα τοῖς πλουσίοις ἀπεῖπε. τοιούτων ἀναπιμπλάμενος λόγων ὁ δῆμος οὔτε τῷ καταλόγῳ προσῄει
Cor
.

13

.

4

τῶν ὑπάτων, πρός τε τὴν ἀποικίαν διεβέβλητο. τῆς δὲ βουλῆς διαπορουμένης, ὁ Μάρκιος ἤδη μεστὸς ὢν ὄγκου καὶ μέγας γεγονὼς τῷ φρονήματι καὶ θαυμαζόμενος ὑπὸ τῶν κρατίστων, φανερὸς ἦν μάλιστα τοῖς δημαγωγοῖς ἀν‐
Cor
.

13

.

5

θιστάμενος. καὶ τὴν μὲν ἀποικίαν ἀπέστειλαν, ἐπιτιμίοις μεγάλοις τοὺς λαχόντας ἐξελθεῖν ἀναγκάσαντες· πρὸς δὲ τὴν στρατείαν παντάπασιν ἀπαγορευόντων, αὐτὸς ὁ Μάρ‐ κιος τούς τε πελάτας ἀναλαβὼν καὶ τῶν ἄλλων ὅσους
Cor
.

13

.

6

ἔπεισε, κατέδραμε τὴν Ἀντιατῶν χώραν, καὶ πολὺν μὲν σῖτον εὑρών, πολλῇ δὲ λείᾳ θρεμμάτων καὶ ἀνδραπόδων περιτυχών, αὑτῷ μὲν οὐδὲν ἐξείλετο, τοὺς δὲ συστρατευ‐ σαμένους πολλὰ μὲν ἄγοντας ἔχων, πολλὰ δὲ φέροντας,
5ἐπανῆλθεν εἰς τὴν Ῥώμην, ὥστε τοὺς ἄλλους μεταμελο‐ μένους καὶ φθονήσαντας τοῖς εὐπορήσασιν ἄχθεσθαι τῷ Μαρκίῳ καὶ βαρύνεσθαι τὴν δόξαν αὐτοῦ καὶ τὴν δύναμιν ὡς ἐπὶ τὸν δῆμον αὐξομένην.
Cor
.

14

.

1

Ὀλίγου δὲ χρόνου μετῄει μὲν ὑπατείαν ὁ Μάρκιος,
ἐκάμπτοντο δ’ οἱ πολλοί, καὶ τὸν δῆμον αἰδώς τις εἶχεν ἄνδρα καὶ γένει καὶ ἀρετῇ πρῶτον ἀτιμάσαι καὶ καταβα‐196
Cor
.

14

.

2

λεῖν ἐπὶ τοσούτοις καὶ τηλικούτοις εὐεργετήμασι. καὶ γὰρ ἔθος ἦν τοῖς μετιοῦσι τὴν ἀρχὴν παρακαλεῖν καὶ δεξιοῦ‐ σθαι τοὺς πολίτας, ἐν ἱματίῳ κατιόντας εἰς τὴν ἀγορὰν ἄνευ χιτῶνος, εἴτε μᾶλλον ἐκταπεινοῦντας ἑαυτοὺς τῷ
5σχήματι πρὸς τὴν δέησιν, εἴτε δεικνύντας, οἷς ἦσαν ὠτει‐
Cor
.

14

.

3

λαί, προφανῆ τὰ σύμβολα τῆς ἀνδρείας. οὐ γὰρ ὑποψίᾳ δήπου διανομῆς ἀργυρίου καὶ δεκασμῶν ἄζωστον ἐβού‐ λοντο προσιέναι καὶ ἀχίτωνα τοῖς πολίταις τὸν δεόμενον αὐτῶν· ὀψὲ γὰρ μετὰ πολὺν χρόνον ὠνὴ καὶ πρᾶσις ἐπεισ‐
5ῆλθε καὶ συνεμίγη ταῖς ἐκκλησιαστικαῖς ψήφοις ἀργύ‐
Cor
.

14

.

4

ριον. ἐκ δὲ τούτου καὶ δικαστῶν θιγοῦσα καὶ στρατοπέ‐ δων ἡ δωροδοκία περιέστησεν εἰς μοναρχίαν τὴν πόλιν,
Cor
.

14

.

5

ἐξανδραποδισαμένη τὰ ὅπλα τοῖς χρήμασιν. οὐ γὰρ κακῶς ἔοικεν εἰπεῖν ὁ εἰπὼν ὅτι πρῶτος κατέλυσε τὸν δῆμον ὁ πρῶτος ἑστιάσας καὶ δεκάσας. φαίνεται δὲ κρύφα καὶ κατὰ μικρὸν ὑπορρέον οὐκ εὐθὺς ἔκδηλον ἐν Ῥώμῃ γενέσθαι τὸ
Cor
.

14

.

6

κακόν. οὐ γὰρ ἴσμεν ὅστις ἦν ὁ δεκάσας πρῶτος ἐν Ῥώμῃ δῆμον ἢ δικαστήριον· Ἀθήνησι δὲ λέγεται πρῶτος ἀργύριον δοῦναι δικασταῖς Ἄνυτος ὁ Ἀνθεμίωνος, προδοσίας περὶ Πύλου κρινόμενος ἐν τοῖς Πελοποννησιακοῖς ἤδη τελευ‐
5τῶσιν, ὁπηνίκα τὸ χρυσοῦν ἔτι γένος καὶ ἀκήρατον ἐν Ῥώ‐ μῃ τὴν ἀγορὰν κατεῖχεν.
Cor
.

15

.

1

Ἀλλὰ τοῦ γε Μαρκίου πολλὰς ὑποφαίνοντος ὠτει‐ λὰς ἀπὸ πολλῶν ἀγώνων, ἐν οἷς ἐπρώτευεν ἑπτακαίδεκα ἔτη συνεχῶς στρατευόμενος, ἐδυσωποῦντο τὴν ἀρετὴν καὶ
Cor
.

15

.

2

λόγον ἀλλήλοις ἐδίδοσαν ὡς ἐκεῖνον ἀποδείξοντες. ἐπεὶ δὲ τῆς ἡμέρας ἐν ᾗ τὴν ψῆφον ἔδει φέρειν ἐνστάσης ὁ
Μάρκιος εἰς ἀγορὰν ἐνέβαλε σοβαρός, ὑπὸ τῆς βουλῆς προπεμπόμενος, καὶ πάντες οἱ πατρίκιοι περὶ αὐτὸν ἐγέ‐197
5νοντο φανεροὶ πρὸς μηδέν’ οὕτω μηδέποτε σπουδάσαν‐ τες, ἐξέπεσον αὖθις οἱ πολλοὶ τῆς πρὸς αὐτὸν εὐνοίας,
Cor
.

15

.

3

εἰς τὸ νεμεσᾶν καὶ φθονεῖν ὑποφερόμενοι. προσῆν δὲ τῷ πάθει τούτῳ καὶ δέος, εἰ γένοιτο τῆς ἀρχῆς κύριος ἀνὴρ ἀριστοκρατικὸς καὶ τοσοῦτον ἔχων ἐν τοῖς πατρι‐ κίοις ἀξίωμα, μὴ παντάπασιν ἀφέλοιτο τοῦ δήμου τὴν
5ἐλευθερίαν. οὕτω δὴ φρονήσαντες ἀπεψηφίσαντο τὸν Μάρ‐
Cor
.

15

.

4

κιον. ὡς δ’ ἀνηγορεύθησαν ἕτεροι, βαρέως μὲν ἤνεγκεν ἡ βουλή, δοκοῦσα προπεπηλακίσθαι μᾶλλον ἑαυτὴν ἢ τὸν Μάρκιον, αὐτὸς δ’ ἐκεῖνος οὐ μετρίως ἔσχεν οὐδ’ ἐπιεικῶς πρὸς τὸ συμβεβηκός, ἅτε δὴ πλεῖστα τῷ θυμοει‐
5δεῖ καὶ φιλονίκῳ μέρει τῆς ψυχῆς ὡς ἔχοντι μέγεθος καὶ φρόνημα κεχρημένος, τὸ δ’ ἐμβριθὲς καὶ τὸ πρᾷον, οὗ τὸ πλεῖστον ἀρετῇ πολιτικῇ μέτεστιν, ἐγκεκραμένον οὐκ ἔχων ὑπὸ λόγου καὶ παιδείας, οὐδὲ τὴν ἐρημίᾳ σύνοικον, ὡς Πλάτων ἔλεγεν (epist. 321c), αὐθάδειαν εἰδὼς ὅτι
10δεῖ μάλιστα διαφεύγειν ἐπιχειροῦντα πράγμασι κοινοῖς καὶ ἀνθρώποις ὁμιλεῖν, καὶ γενέσθαι τῆς πολλὰ γελωμένης
Cor
.

15

.

5

ὑπ’ ἐνίων ἀνεξικακίας ἐραστήν. ἀλλ’ ἁπλοῦς τις ὢν ἀεὶ καὶ ἀτενής, καὶ τὸ νικᾶν καὶ κρατεῖν πάντων καὶ πάντως ἔργον ἀνδρείας ἡγούμενος, οὐκ ἀσθενείας καὶ μαλακίας, ἐκ τοῦ πονοῦντος καὶ πεπονθότος μάλιστα τῆς ψυχῆς
5ὥσπερ οἴδημα τὸν θυμὸν ἀναδιδούσης, ἀπῄει ταραχῆς
Cor
.

15

.

6

μεστὸς ὢν καὶ πικρίας πρὸς τὸν δῆμον. οἱ δ’ ἐν ἡλικίᾳ τῶν πατρικίων, ὅ τι περ ἦν ἐν τῇ πόλει μάλιστα γαυρούμενον εὐγενείᾳ καὶ ἀνθοῦν, ἀεί τε θαυμαστῶς ἐσπουδάκεσαν περὶ τὸν ἄνδρα, καὶ τότε προσκείμενοι καὶ παρόντες οὐκ
5ἐπ’ ἀγαθῷ, τὸν θυμὸν ἐξερρίπιζον αὐτοῦ τῷ συναγανακτεῖν198
Cor
.

15

.

7

καὶ συναλγεῖν. ἦν γὰρ ἡγεμὼν αὐτοῖς καὶ διδάσκαλος εὐμενὴς τῶν πολεμικῶν ἐν ταῖς στρατείαις καὶ ζῆλον ἀρε‐ τῆς ἄνευ φθόνου πρὸς ἀλλήλους ... γαυρῶσαι τοὺς κατορ‐ θοῦντας.
Cor
.

16

.

1

Ἐν τούτῳ δὲ σῖτος ἧκεν εἰς Ῥώμην, πολὺς μὲν ὠνητὸς ἐξ Ἰταλίας, οὐκ ἐλάττων δὲ δωρητὸς ἐκ Συρα‐ κουσῶν Γέλωνος τοῦ τυράννου πέμψαντος, ὥστε τοὺς πλείστους ἐν ἐλπίσι γενέσθαι χρησταῖς, ἅμα τῆς ἀπορίας
5καὶ τῆς διαφορᾶς τὴν πόλιν ἀπαλλαγήσεσθαι προσδο‐
Cor
.

16

.

2

κῶντας. εὐθὺς οὖν βουλῆς ἀθροισθείσης, περιχυθεὶς ἔξω‐ θεν ὁ δῆμος ἐκαραδόκει τὸ τέλος, ἐλπίζων ἀγορᾷ τε χρή‐ σεσθαι φιλανθρώπῳ καὶ προῖκα τὰς δωρεὰς νεμηθήσε‐
Cor
.

16

.

3

σθαι. καὶ γὰρ ἔνδον ἦσαν οἱ ταῦτα τὴν βουλὴν πείθοντες.
Cor
.

16

.

4

ὁ μέντοι Μάρκιος ἀναστὰς σφόδρα καθήψατο τῶν χαρι‐ ζομένων τοῖς πολλοῖς, δημαγωγοὺς καὶ προδότας ἀπο‐ καλῶν τῆς ἀριστοκρατίας καὶ σπέρματα πονηρὰ θρα‐ σύτητος καὶ ὕβρεως εἰς ὄχλον ἀφειμένα τρέφοντας καθ’
5αὑτῶν, ἃ καλῶς μὲν εἶχε μὴ περιιδεῖν ἐν ἀρχῇ φυόμενα μηδ’ ἰσχυρὸν ἀρχῇ τηλικαύτῃ ποιῆσαι τὸν δῆμον, ἤδη δὲ καὶ φοβερὸν εἶναι τῷ πάντα βουλομένοις αὐτοῖς ὑπάρ‐ χειν καὶ μηδὲν ἄκοντας βιάζεσθαι, μηδὲ πείθεσθαι τοῖς ὑπάτοις, ἀλλ’ ἀναρχίας ἔχοντας ἡγεμόνας ἰδίους ἄρχον‐
Cor
.

16

.

5

τας προσαγορεύειν. „ἐπιδόσεις μὲν οὖν καὶ διανομάς, ὥσπερ Ἑλλήνων οἱ κράτιστα δημοκρατούμενοι, καθί‐ ζεσθαι ψηφιζομένουσ“ ἔφη „παντελῶς ἐστιν εἰς κοινὸν
Cor
.

16

.

6

ὄλεθρον τὴν ἀπείθειαν αὐτῶν ἐφοδιάζειν. οὐ γὰρ χάριν
γε δήπου φήσουσιν ἀπολαμβάνειν τῶν στρατειῶν ἃς ἐγ‐ κατέλιπον, καὶ τῶν ἀποστάσεων αἷς προήκαντο τὴν πα‐ τρίδα, καὶ τῶν διαβολῶν ἃς ἐδέξαντο κατὰ τῆς βουλῆς,199
5ἀλλ’ ὑφιεμένους διὰ φόβον καὶ κολακεύοντας ὑμᾶς ταῦτα διδόναι καὶ συγχωρεῖν ἐλπίσαντες, οὐδὲν ἕξουσι πέρας ἀπειθείας, οὐδὲ παύσονται διαφερόμενοι καὶ στασιάζοντες.
Cor
.

16

.

7

ὥστε τοῦτο μέν ἐστι κομιδῇ μανικόν· εἰ δὲ σωφρονοῦμεν, ἀφαιρησόμεθα τὴν δημαρχίαν αὐτῶν, ἀναίρεσιν οὖσαν τῆς ὑπατείας καὶ διάστασιν τῆς πόλεως, οὐκέτι μιᾶς ὡς πρό‐ τερον οὔσης, ἀλλὰ δεδεγμένης τομήν, μηδέποτε συμφῦναι
5μηδ’ ὁμοφρονῆσαι μηδὲ παύσασθαι νοσοῦντας ἡμᾶς καὶ ταρασσομένους ὑπ’ ἀλλήλων ἐάσουσαν.“
Cor
.

17

.

1

Πολλὰ τοιαῦτα λέγων ὁ Μάρκιος ὑπερφυῶς εἶχε τοὺς νέους συνενθουσιῶντας αὐτῷ καὶ τοὺς πλουσίους ὀλίγου δεῖν ἅπαντας, μόνον ἐκεῖνον ἄνδρα τὴν πόλιν ἔχειν
Cor
.

17

.

2

ἀήττητον καὶ ἀκολάκευτον βοῶντας. ἔνιοι δὲ τῶν πρεσ‐ βυτέρων ἠναντιοῦντο, προορώμενοι τὸ ἀποβησόμενον. ἀπέ‐
Cor
.

17

.

3

βη δὲ χρηστὸν οὐδέν. οἱ γὰρ δήμαρχοι παρόντες ὡς ᾔσθοντο τῇ γνώμῃ κρατοῦντα τὸν Μάρκιον, ἐξέδραμον εἰς τὸν ὄχλον, μετὰ βοῆς παρακελευόμενοι συνίστασθαι καὶ βοη‐
Cor
.

17

.

4

θεῖν αὐτοῖς τοὺς πολλούς. ἐκκλησίας δὲ θορυβώδους γενο‐ μένης, καὶ τῶν λόγων οὓς ὁ Μάρκιος εἶπεν ἀναγορευθέν‐ των, ὀλίγον ἐδέησεν ἐμπεσεῖν ὑπ’ ὀργῆς φερόμενος εἰς τὴν βουλὴν ὁ δῆμος· οἱ δὲ δήμαρχοι τοῦ Μαρκίου τὴν
5αἰτίαν ἐποιοῦντο, καὶ πέμποντες ἐκάλουν αὐτὸν ἀπολογη‐
Cor
.

17

.

5

σόμενον. ὡς δὲ πρὸς ὕβριν τοὺς πεμφθέντας ἐξήλασεν ὑπηρέτας, αὐτοὶ μετὰ τῶν ἀγορανόμων ἧκον, ἄξοντες βίᾳ
Cor
.

17

.

6

τὸν ἄνδρα, καὶ τοῦ σώματος ἐπελαμβάνοντο. συστάντες δ’ οἱ πατρίκιοι τοὺς μὲν δημάρχους ἀπετρίψαντο, τοῖς δ’
Cor
.

17

.

7

ἀγορανόμοις καὶ πληγὰς ἐνέβαλον. τότε μὲν οὖν ἑσπέρα
καταλαβοῦσα τὴν ταραχὴν διέλυσεν· ἅμα δ’ ἡμέρᾳ τὸν δῆμον ἐξηγριωμένον ὁρῶντες οἱ ὕπατοι καὶ συντρέχοντα πανταχόθεν εἰς τὴν ἀγοράν, ἔδεισαν ὑπὲρ τῆς πόλεως,200
5καὶ τὴν βουλὴν ἀθροίσαντες ἐκέλευον σκοπεῖν ὅπως ἐπι‐ εικέσι λόγοις καὶ δόγμασι χρηστοῖς πραΰνωσι καὶ κατα‐ στήσωσι τοὺς πολλούς, ὡς οὐ φιλοτιμίας οὖσαν ὥραν οὐδ’ ὑπὲρ δόξης ἅμιλλαν, εἰ σωφρονοῦσιν, ἀλλὰ καιρὸν ἐπι‐ σφαλῆ καὶ ὀξὺν εὐγνώμονος πολιτείας καὶ φιλανθρώπου
Cor
.

17

.

8

δεόμενον. εἰξάντων δὲ τῶν πλείστων, προελθόντες ὡς ἐνῆν μάλιστα τῷ δήμῳ διελέγοντο καὶ κατεπράυνον, ἀπο‐ λυόμενοί τε τὰς διαβολὰς ἐπιεικῶς καὶ τῷ νουθετοῦντι καὶ δάκνοντι μετρίως χρώμενοι, περὶ δὲ τιμῆς ὠνίων
5καὶ ἀγορᾶς οὐδὲν διοίσεσθαι πρὸς αὐτοὺς φάσκοντες.
Cor
.

18

.

1

Ὡς οὖν ἐνεδίδου τὸ πολὺ τοῦ δήμου καὶ φανερὸν ἦν τῶν κοσμίως καὶ σωφρόνως ἀκούειν ἀγόμενον καὶ κηλού‐ μενον, ἀνέστησαν οἱ δήμαρχοι, τῇ μὲν βουλῇ σωφρονούσῃ τὸν δῆμον ἀνθυπείξειν ὅσα καλῶς ἔχει φάσκοντες, τὸν δὲ
5Μάρκιον ἀπολογεῖσθαι κελεύοντες, εἰ μή φησιν ἐπὶ συγ‐ χύσει τῆς πολιτείας καὶ καταλύσει τοῦ δήμου τήν τε βου‐ λὴν παροξῦναι καὶ καλούμενος ὑπ’ αὐτῶν ἀπειθῆσαι, τέλος δὲ τοὺς ἀγορανόμους τύπτων ἐν ἀγορᾷ καὶ προπηλακίζων ἐμφύλιον, ὅσον ἐφ’ ἑαυτῷ, πόλεμον ἐξεργάσασθαι καὶ
Cor
.

18

.

2

προαγαγεῖν εἰς ὅπλα τοὺς πολίτας. ἔλεγον δὲ ταῦτα βου‐ λόμενοι τὸν Μάρκιον ἢ ταπεινὸν ἀποδεῖξαι, παρὰ φύσιν θεραπεύοντα τοὺς πολλοὺς ὑπὸ δέους καὶ παραιτούμενον, ἢ φυλάττοντα τὸ φρόνημα καὶ τῇ φύσει χρώμενον ἀνήκε‐
5στον ἀπεργάσασθαι τὴν πρὸς αὑτὸν ὀργήν· ὃ μᾶλλον ἤλπι‐
Cor
.

18

.

3

ζον, ὀρθῶς στοχαζόμενοι τοῦ ἀνδρός. ἔστη μὲν γὰρ ὡς ἀπο‐ λογησόμενος, καὶ παρέσχεν αὐτῷ σιωπὴν καὶ ἡσυχίαν ὁ
δῆμος. ὡς δ’ ἤρξατο πρὸς ἀνθρώπους δεητικόν τινα λόγον προσδεχομένους οὐ μόνον ἐπαχθεῖ παρρησίᾳ χρῆσθαι καὶ201
5πλείονι κατηγορίᾳ τῆς ἀπολογίας, ἀλλὰ καὶ τόνῳ φωνῆς καὶ διαθέσει προσώπου τὴν ἐγγὺς ὑπεροψίας καὶ ὀλιγω‐ ρίας ἀφοβίαν ἐπιδεικνύμενος, ὁ μὲν δῆμος ἐξετραχύνθη καὶ φανερὸς ἦν δυσανασχετῶν καὶ βαρυνόμενος τοῖς λεγο‐ μένοις, τῶν δὲ δημάρχων ὁ θρασύτατος Σικίννιος μικρὰ
10τοῖς συνάρχουσι διαλεχθείς, εἶτ’ εἰς μέσον ἀναγορεύσας, ὡς θάνατος ὑπὸ τῶν δημάρχων τοῦ Μαρκίου κατέγνωσται, προσέταξε τοῖς ἀγορανόμοις ἀναγαγόντας αὐτὸν ἐπὶ τὴν
Cor
.

18

.

4

ἄκραν εὐθὺς ὦσαι κατὰ τῆς ὑποκειμένης φάραγγος. ἁπτο‐ μένων δὲ τῶν ἀγορανόμων τοῦ σώματος, ἔδοξε μὲν καὶ τῶν δημοτῶν πολλοῖς φρικτὸν εἶναι τὸ γινόμενον καὶ ὑπερ‐ ήφανον, οἱ δὲ πατρίκιοι παντάπασιν ἐκστάντες καὶ περι‐
5παθήσαντες ὥρμησαν βοηθεῖν ἀπὸ κραυγῆς, οἱ δὲ καὶ χερσὶ τοὺς ἐπιλαμβανομένους ἀνείργοντες καὶ καταμειγ‐
Cor
.

18

.

5

νύντες ἑαυτοῖς τὸν Μάρκιον· ἔνιοι δὲ καὶ τὰς χεῖρας ὀρέ‐ γοντες ἐδέοντο τῶν πολλῶν, ἐπειδὴ λόγου τε καὶ φωνῆς οὐ‐ δὲν ἔργον ἦν ἐν ἀκοσμίᾳ τοσαύτῃ καὶ θορύβοις, ἄχρι οὗ συμφρονήσαντες οἱ φίλοι καὶ οἰκεῖοι τῶν δημάρχων, ὡς
5ἄνευ φόνου πολλοῦ τῶν πατρικίων οὐκ ἔστιν ἐξαγαγεῖν καὶ κολάσαι τὸν Μάρκιον, ἔπεισαν αὐτοὺς ἀφελεῖν τῆς τιμωρίας τὸ ἀλλόκοτον καὶ βαρύ, μὴ βίᾳ μηδ’ ἄκριτον ἀποκτιννύντας, ἀλλὰ τῷ δήμῳ ψῆφον ἐπενεγκεῖν ἀπο‐
Cor
.

18

.

6

δόντας. ἐκ τούτου καταστὰς ὁ Σικίννιος ἠρώτα τοὺς πα‐ τρικίους, τί βουλόμενοι τὸν Μάρκιον ἀφαιροῦνται τοῦ
Cor
.

18

.

7

δήμου βουλομένου κολάζειν. ἐκείνων δὲ πάλιν ἀντερω‐ τώντων· „τί μὲν οὖν διανοεῖσθε καὶ τί βούλεσθε ὑμεῖς, ἄνδρα Ῥωμαίων ἐν τοῖς ἀρίστοις ἄνευ κρίσεως ἐπὶ τιμω‐
Cor
.

18

.

8

ρίαν ὠμὴν καὶ παράνομον οὕτως ἄγοντες;“ „ἀλλὰ ταύτην μέν“ εἶπεν ὁ Σικίννιος, „ὑμεῖς μὴ ποιεῖσθε πρόφασιν δια‐ φορᾶς καὶ στάσεως πρὸς τὸν δῆμον· ὃ γὰρ ἀξιοῦτε δίδω‐202
Cor
.

18

.

9

σιν ὑμῖν, κριθῆναι τὸν ἄνδρα. σοὶ δὲ Μάρκιε προαγορεύομεν εἰς τρίτην ἀγορὰν παρεῖναι καὶ πείθειν τοὺς πολίτας, εἰ μηδὲν ἀδικεῖς, ὡς ψήφῳ κρινοῦντας.“
Cor
.

19

.

1

Τότε μὲν οὖν ἠγάπησαν οἱ πατρίκιοι τὴν διάλυσιν, καὶ τὸν Μάρκιον ἔχοντες ἀσμένως ἀπῆλθον. ἐν δὲ τῷ μεταξὺ χρόνῳ τῆς τρίτης ἀγορᾶς—ἀγορὰς δὲ ποιοῦσι Ῥωμαῖοι δι’ ἡμέρας ἐνάτης, νουνδίνας καλοῦντες—ἐλπίδας
5μὲν αὐτοῖς παρέσχε διακρούσεως στρατεία γενομένη πρὸς Ἀντιάτας, ὡς μῆκος ἕξουσα καὶ χρόνον ἐν ᾧ χειροήθης ὁ δῆμος ἔσται, τῆς ὀργῆς ἀπομαρανθείσης ἢ παντελῶς
Cor
.

19

.

2

ἐκπεσούσης δι’ ἀσχολίαν καὶ πόλεμον· ἔπειτα δ’ ὡς ταχὺ διαλυσάμενοι πρὸς τοὺς Ἀντιάτας ἐπανῆλθον, ἐγίνοντο σύνοδοι τῶν πατρικίων πολλάκις, δεδιότων καὶ σκοπούντων ὅπως τόν τε Μάρκιον οὐ προήσονται, τόν τε δῆμον αὖθις
Cor
.

19

.

3

οὐ παρέξουσιν ἐκταράττειν τοῖς δημαγωγοῖς. Ἄππιος μὲν οὖν Κλαύδιος, αἰτίαν ἔχων ἐν τοῖς μάλιστα μισόδημος εἶναι, διεμαρτύρετο λέγων τήν τε βουλὴν αὐτοὺς ἀναιρή‐ σειν καὶ προήσεσθαι παντάπασι τὴν πολιτείαν, εἰ κύριον
5τῆς ψήφου κατὰ τῶν πατρικίων ἀνέξονται γενόμενον τὸν δῆμον· οἱ δὲ πρεσβύτατοι καὶ δημοτικώτατοι τοὐναντίον ἠξίουν οὐ χαλεπὸν οὐδὲ βαρύν, ἀλλὰ πρᾷον καὶ φιλάνθρω‐
Cor
.

19

.

4

πον ὑπὸ τῆς ἐξουσίας ἔσεσθαι τὸν δῆμον· οὐ γὰρ κατα‐ φρονοῦντι τῆς βουλῆς, ἀλλ’ οἰομένῳ καταφρονεῖσθαι, τιμὴν καὶ παραμυθίαν γενήσεσθαι τὴν κρίσιν, ὥσθ’ ἅμα τὴν ψῆφον λαβόντας ἀποθήσεσθαι τὴν ὀργήν.
Cor
.

20

.

1

Ὁρῶν οὖν ὁ Μάρκιος εὐνοίᾳ μὲν αὐτοῦ, φόβῳ δὲ τοῦ δήμου τὴν σύγκλητον ἀπορουμένην, ἠρώτησε τοὺς δημάρ‐
χους, τί κατηγοροῦσιν αὐτοῦ καὶ περὶ τίνος κριθησόμενον203
Cor
.

20

.

2

ἐπὶ τὸν δῆμον ἐξάγουσιν. εἰπόντων δ’ ἐκείνων ὅτι τυραν‐ νίδος ἐστὶ τὸ ἔγκλημα καὶ τυραννεῖν διανοούμενον ἀποδεί‐ ξουσιν αὐτόν, οὕτως ἐξαναστὰς αὐτὸς ἔφη πρὸς τὸν δῆμον ἤδη βαδίζειν ἀπολογησόμενος καὶ μηδένα τρόπον κρίσεως
5μηδ’ ἂν ἁλῷ κολάσεως παραιτεῖσθαι· „μόνον ὅπωσ“ ἔφη „τοῦτο κατηγορήσητε καὶ μὴ ψεύσησθε τὴν βουλήν.“ ὡς
Cor
.

20

.

3

δ’ ὡμολόγησαν, ἐπὶ τούτοις ἡ κρίσις ἐγίνετο. συνελθόν‐ τος δὲ τοῦ δήμου, πρῶτον μὲν οὐ κατὰ λόχους, ἀλλὰ κατὰ φυλὰς ἐβιάσαντο γίνεσθαι τὴν ψηφοφορίαν, τῶν εὐπό‐ ρων καὶ γνωρίμων καὶ στρατευομένων τὸν ἄπορον καὶ
5πολυπράγμονα καὶ τοῦ καλοῦ φροντίζοντα μηδὲν ὄχλον
Cor
.

20

.

4

ἐπίπροσθεν ταῖς ψήφοις ποιοῦντες. ἔπειτα τὴν τυραννί‐ δος ἀφέντες αἰτίαν ἀναπόδεικτον οὖσαν, ἐκείνων πάλιν ἐμέμνηντο τῶν λόγων οὓς ὁ Μάρκιος πρότερον εἶπεν ἐν τῇ βουλῇ, κωλύων μὲν ἐπευωνίσαι τὴν ἀγοράν, ἀφελέσθαι
Cor
.

20

.

5

δὲ τὴν δημαρχίαν τοῦ δήμου κελεύων. καινὸν δὲ κατηγόρη‐ σαν αὐτοῦ κατηγόρημα τὴν διανομὴν τῶν λαφύρων, ἃ λαβὼν ἐκ τῆς Ἀντιατῶν χώρας οὐκ ἀνήνεγκεν εἰς τὸ δημόσιον, ἀλλὰ διένειμε τοῖς μεθ’ αὑτοῦ στρατευομένοις· ὑφ’ οὗ δὴ
Cor
.

20

.

6

καὶ μάλιστα λέγεται διαταραχθῆναι τὸν Μάρκιον. οὐ γὰρ προσεδόκησεν οὐδ’ εὐπόρησε πρὸς τὸν ὄχλον ἐκ τοῦ παραυ‐ τίκα λόγων πιθανῶν, ἀλλ’ ἐπαινοῦντι τοὺς στρατευσαμένους 〈ἐπ〉εθορύβησαν αὐτῷ πλείονες ὄντες οἱ μὴ στρατευσά‐
Cor
.

20

.

7

μενοι. τέλος δ’ οὖν ταῖς φυλαῖς τῆς ψήφου δοθείσης, αἱ καθαιροῦσαι τρεῖς ἐγένοντο ***. ἦν δὲ τίμημα τῆς καταδίκης
Cor
.

20

.

8

ἀίδιος φυγή. μετὰ δὲ τὴν ἀναγόρευσιν ὁ μὲν δῆμος οὐδέποτε νικήσας μάχῃ πολεμίους τοσοῦτον ἐφρόνησεν, ὅσον τότε
φρονῶν καὶ γεγηθὼς ἀπῄει, τὴν δὲ βουλὴν ἄχος ἔσχε καὶ κατήφεια δεινή, μεταμελομένην καὶ δυσφοροῦσαν ἐπὶ τῷ204
5μὴ πάντα ποιῆσαι καὶ παθεῖν πρότερον ἢ περιιδεῖν ὑβρί‐
Cor
.

20

.

9

σαντα καὶ χρησάμενον ἐξουσίᾳ τοσαύτῃ τὸν δῆμον. οὐδὲν δ’ ἔδει τότε πρὸς διάγνωσιν ἐσθῆτος ἢ παρασήμων ἑτέρων, ἀλλ’ εὐθὺς ἦν δῆλος ὅτι δημότης ὁ χαίρων καὶ ὁ δυσφορῶν ὅτι πατρίκιος.
Cor
.

21

.

1

Πλὴν αὐτὸς ὁ Μάρκιος ἀνέκπληκτος καὶ ἀταπείνωτος καὶ σχήματι καὶ βαδίσματι καὶ προσώπῳ καθεστηκὼς ἐν πᾶσι τοῖς ἄλλοις ἐφαίνετο πεπονθόσιν ἀσυμπαθὴς ἑαυτῷ μόνος, οὐχ ὑπὸ λογισμοῦ καὶ πρᾳότητος, οὐδὲ τῷ φέρειν
5μετρίως τὸ συμβεβηκός, ἀλλ’ ἐμπαθὴς ὢν ὑπ’ ὀργῆς καὶ βαρυφροσύνης, ὅπερ ἀγνοοῦσιν οἱ πολλοὶ λύπην οὖσαν.
Cor
.

21

.

2

ὅταν γὰρ εἰς θυμὸν μεταβάλλῃ, καθάπερ ἐκπυρωθεῖσα τὸ ταπεινὸν ἀποβάλλει καὶ ἀργόν· ᾗ καὶ δοκεῖ δραστικὸς ὁ θυμούμενος ὡς θερμὸς ὁ πυρέττων, οἷον ἐν σφυγμῷ καὶ διατάσει καὶ ὄγκῳ γενομένης τῆς ψυχῆς.
Cor
.

21

.

3

Ἐδήλωσε δὲ τοῖς ἔργοις αὐτίκα μάλα τὴν διάθεσιν ταύ‐ την ὁ Μάρκιος. εἰσελθὼν γὰρ οἴκαδε, καὶ τὴν μητέρα καὶ τὴν γυναῖκα μετὰ κλαυθμοῦ καὶ βοῆς ὀλοφυρομένας ἀσπασάμενος καὶ κελεύσας φέρειν μετρίως τὸ συμβεβη‐
Cor
.

21

.

4

κός, εὐθὺς ἀπιὼν ἐβάδιζεν ἐπὶ τὰς πύλας. ἐκεῖ δὲ τῶν πατρικίων ὁμοῦ τι πάντων προπεμπόντων αὐτὸν οὔτε τι λαβὼν οὔτε τινὸς δεηθεὶς ἀπηλλάττετο, τρεῖς ἢ τέτταρας
Cor
.

21

.

5

πελάτας ἔχων περὶ αὑτόν. ἡμέρας δ’ ὀλίγας ἔν τισιν ἀγροῖς αὐτὸς καθ’ ἑαυτὸν ὑπὸ πολλῶν διενεχθεὶς διαλογισμῶν, οἵους ὁ θυμὸς ὑπέβαλλεν, ὡς οὔτε καλὸν οὔτε συμφέρον οὐδὲν ἀλλ’ ἢ τὸ Ῥωμαίους μετελθεῖν, ἐγίνωσκε πόλεμόν
Cor
.

21

.

6

τινα βαρὺν καὶ ὅμορον ἀναστῆσαι ἐπ’ αὐτούς. ὥρμησεν οὖν διαπειρᾶσθαι πρῶτον Οὐολούσκων, ἀκμάζοντας μὲν εἰδὼς ἔτι καὶ σώμασι καὶ χρήμασι, ταῖς δὲ γεγενημέναις ἔναγχος ἥτταις οὐ τοσοῦτον ἀπολωλέναι τῆς δυνάμεως205
5ὅσον ἐγγεγονέναι φιλονικίας αὐτοῖς καὶ ὀργῆς οἰόμενος.
Cor
.

22

.

1

Ἦν δέ τις ἀνὴρ ἐξ Ἀντίου πόλεως διά τε πλοῦτον καὶ ἀνδρείαν καὶ γένους ἐπιφάνειαν ἀξίωμα βασιλικὸν
Cor
.

22

.

2

ἔχων ἐν πᾶσιν Οὐολούσκοις, ὄνομα Τύλλος Ἄττιος. ὑπὸ τούτου μισούμενον ὁ Μάρκιος ἑαυτὸν ὡς οὐδένα Ῥωμαίων ἐγίνωσκε· πολλάκις γὰρ ἐν ἀπειλαῖς καὶ προκλήσεσι κατὰ τὰς μάχας γενόμενοι, καὶ κομπάσαντες διὰ τὸ ἐνάμιλλον,
5οἷα νεανιῶν πολεμικῶν φιλοτιμίαι καὶ ζῆλοι φέρουσιν, ἴδιον προσεκτήσαντο τῷ κοινῷ τὸ κατ’ ἀλλήλων ἔχθος.
Cor
.

22

.

3

οὐ μὴν ἀλλὰ μέγεθός τι φρονήματος ἔχοντα τὸν Τύλλον ὁρῶν, καὶ μάλιστα δὴ Οὐολούσκων ἐπιθυμοῦντα Ῥωμαίους λαβὴν παρασχόντας ἐν μέρει κολοῦσαι, μαρτυρίαν ἀπέλιπε τῷ εἰπόντι· (Heracl. fr. 85 D5)· „θυμῷ μάχεσθαι χαλε‐
Cor
.

22

.

4

πόν· ὃ γὰρ ἂν θέλῃ, ψυχῆς ὠνεῖται.“ λαβὼν γὰρ ἐσθῆτα καὶ σκευὴν ἐν ᾗ μάλιστα μὴ δόξειν ὃς ἦν ἔμελλεν ὁρώ‐ μενος, ὥσπερ ὁ Ὀδυσσεὺς (Od. 4, 246)
3
ἀνδρῶν δυσμενέων κατέδυ πόλιν.
4
Cor
.

23

.

1

Ἦν δ’ ἑσπέρα, καὶ πολλοὶ μὲν αὐτῷ προσετύγ‐ χανον, ἐγνώριζε δ’ οὐδείς. ἐβάδιζεν οὖν ἐπὶ τὴν οἰκίαν τοῦ Τύλλου, καὶ παρεισελθὼν ἄφνω πρὸς τὴν ἑστίαν ἐκάθισε σιωπῇ, καὶ τὴν κεφαλὴν ἐγκαλυψάμενος
Cor
.

23

.

2

ἡσυχίαν ἦγεν. οἱ δὲ κατὰ τὴν οἰκίαν θαυμάσαντες, ἀνα‐
στῆσαι μὲν οὐκ ἐτόλμησαν—ἦν γάρ τι περὶ αὐτὸν ἀξίωμα καὶ τοῦ σχήματος καὶ τῆς σιωπῆς—, ἔφρασαν δὲ τῷ Τύλλῳ περὶ δεῖπνον ὄντι τὴν ἀτοπίαν τοῦ πράγματος.206
Cor
.

23

.

3

ὁ δ’ ἐξαναστὰς ἧκε πρὸς αὐτὸν καὶ ἀνέκρινε, τίς ὢν ἀφῖ‐ κται καὶ τίνων δεόμενος. οὕτως οὖν ὁ Μάρκιος ἀποκαλυ‐ ψάμενος καὶ μικρὸν ἀνασχών, „εἰ μήπω με γινώσκεις ὦ Τύλλε“ εἶπεν, „ἀλλ’ ὁρῶν ἀπιστεῖς, ἀνάγκη με
Cor
.

23

.

4

κατήγορον ἐμαυτοῦ γενέσθαι· Γάιός εἰμι Μάρκιος, ὁ πλεῖστα σὲ καὶ Οὐολούσκους ἐργασάμενος κακά, καὶ τὴν οὐκ ἐῶσαν ἀρνεῖσθαι ταῦτα περιφέρων προσηγορίαν τὸν
Cor
.

23

.

5

Κοριολανόν. οὐδὲν γὰρ ἄλλο τῶν πολλῶν πόνων καὶ κιν‐ δύνων ἐκείνων ἐκτησάμην ἔπαθλον ἢ τὸ παράσημον ὄνομα
Cor
.

23

.

6

τῆς πρὸς ὑμᾶς ἔχθρας. καὶ τοῦτό μοι περίεστιν ἀναφαί‐ ρετον· τὰ δ’ ἄλλ’ ὁμοῦ πάντα φθόνῳ δήμου καὶ ὕβρει, μαλακίᾳ δὲ καὶ προδοσίᾳ τῶν ἐν τέλει καὶ ἰσοτίμων ἀπε‐ στέρημαι, καὶ φυγὰς ἐλήλαμαι καὶ γέγονα τῆς σῆς ἑστίας
5ἱκέτης, οὐχ ὑπὲρ ἀδείας καὶ σωτηρίας—τί γὰρ ἔδει με δεῦρο ἥκειν φοβούμενον ἀποθανεῖν; —ἀλλὰ δίκας λαβεῖν χρῄζων, καὶ λαμβάνων ἤδη παρὰ τῶν ἐκβαλόντων τῷ σὲ
Cor
.

23

.

7

ποιεῖν ἐμαυτοῦ κύριον. εἰ μὲν οὖν ἐστί σοι θυμὸς ἐπιχειρεῖν τοῖς πολεμίοις, ἴθι ταῖς ἐμαῖς συμφοραῖς ὦ γενναῖε χρῆσαι, καὶ κοινὸν εὐτύχημα ποίησαι Οὐολούσκων τὴν ἐμὴν δυστυ‐ χίαν, τοσούτῳ βέλτιον ὑπὲρ ὑμῶν πολεμήσοντος ἢ πρὸς
5ὑμᾶς, ὅσῳ πολεμοῦσι βέλτιον οἱ γινώσκοντες τὰ παρὰ
Cor
.

23

.

8

τοῖς πολεμίοις τῶν ἀγνοούντων. εἰ δ’ ἀπείρηκας, οὔτ’ ἐγὼ βούλομαι ζῆν, οὔτε σοὶ καλῶς ἔχει σῴζειν πάλαι μὲν ἐχθρὸν
Cor
.

23

.

9

ἄνδρα καὶ πολέμιον, νῦν δ’ ἀνωφελῆ καὶ ἄχρηστον.“ ὡς οὖν ταῦθ’ ὁ Τύλλος ἤκουσεν, ἥσθη τε θαυμαστῶς, καὶ τὴν δεξιὰν ἐμβαλών, „ἀνάστηθι“ εἶπεν „ὦ Μάρκιε καὶ θάρ‐
σει. μέγα μὲν γὰρ ἡμῖν ἀγαθὸν ἥκεις διδοὺς σεαυτόν, ἔλπιζε207
Cor
.

23

.

10

δὲ μείζονα παρὰ Οὐολούσκων.“ καὶ τότε μὲν εἱστία φιλο‐ φρονούμενος τὸν Μάρκιον, ἐν δὲ ταῖς ἐπιούσαις ἡμέραις ἐβουλεύοντο περὶ τοῦ πολέμου καθ’ ἑαυτούς.
Cor
.

24

.

1

Τὴν δὲ Ῥώμην ἥ τε τῶν πατρικίων δυσμένεια πρὸς τὸν δῆμον, οὐχ ἥκιστα τὴν τοῦ Μαρκίου καταδίκην αἰτίαν ἐχόντων, ἐτάραττε, καὶ πολλὰ δαιμόνια μάντεις καὶ ἱερεῖς καὶ ἰδιῶται προσήγγελλον ἄξια φροντίδος. ἓν δὲ λέγεται
Cor
.

24

.

2

τοιοῦτό τι γενέσθαι. Τίτος ἦν Λατίνιος, ἀνὴρ οὐκ ἄγαν ἐπιφανής, ἀπράγμων δὲ καὶ μέτριος ἄλλως καὶ καθαρὸς
Cor
.

24

.

3

δεισιδαιμονίας, ἔτι δὲ μᾶλλον ἀλαζονείας. οὗτος ὄναρ εἶδεν ὡς τοῦ Διὸς εἰς ὄψιν ἥκοντος αὐτῷ καὶ κελεύοντος εἰπεῖν πρὸς τὴν σύγκλητον, ὅτι κάκιστον ὀρχηστὴν ἔστει‐
Cor
.

24

.

4

λαν αὐτῷ πρὸ τῆς πομπῆς καὶ ἀτερπέστατον. ἰδὼν δὲ τὴν ὄψιν ἔλεγε μὴ πάνυ φροντίσαι τὸ πρῶτον· ὡς δὲ καὶ δεύ‐ τερον ἰδὼν καὶ τρίτον ἠμέλησε, παιδός τε χρηστοῦ θάνα‐ τον ἐπιδεῖν καὶ τοῦ σώματος ἄφνω παραλυθέντος ἀκρατὴς
Cor
.

24

.

5

γενέσθαι. ταῦτα δ’ ἐν κλινιδίῳ φοράδην κομισθεὶς εἰς τὴν σύγκλητον ἀπήγγειλεν. ἀπαγγείλας δ’ ὥς φασιν εὐθὺς ᾔσθετο ῥωννύμενον αὑτοῦ τὸ σῶμα, καὶ ἀναστὰς ἀπῄει δι’ αὑτοῦ βαδίζων. θαυμάσαντες οὖν οἱ βουλευταὶ πολλὴν
Cor
.

24

.

6

ἐποιήσαντο τοῦ πράγματος ζήτησιν. ἦν δὲ τοιοῦτον· οἰκέ‐ την τις αὑτοῦ παραδοὺς οἰκέταις ἑτέροις ἐκέλευσεν ἐξά‐ γειν δι’ ἀγορᾶς μαστιγοῦντας, εἶτ’ ἀποκτεῖναι. ταῦτα πράττουσιν αὐτοῖς καὶ τὸν ἄνθρωπον αἰκιζομένοις, στρο‐
5φάς τε παντοδαπὰς ὑπ’ ὀδύνης στρεφόμενον καὶ κινήσεις ἄλλας ἀτερπεῖς τῷ περιπαθεῖν κινούμενον, ἡ πομπὴ κατὰ
Cor
.

24

.

7

τύχην παρηκολουθήκει. καὶ πολλοὶ μὲν ἐδυσχέραινον τῶν παρόντων, οὔτ’ ὄψιν ἱλαρὰν ὁρῶντες οὔτε κινήσεις πρεπού‐ σας, οὐδεὶς δ’ ἐπεξῆλθεν, ἀλλὰ λοιδορίαι μόνον ἐγένοντο208
Cor
.

24

.

8

καὶ κατάραι τῷ πικρῶς οὕτως κολάζοντι. καὶ γὰρ ἐχρῶντο πολλῇ πρὸς τοὺς οἰκέτας ἐπιεικείᾳ τότε, δι’ αὐτουργίαν καὶ τὸ κοινωνεῖν διαίτης ἡμερώτερον ἔχοντες πρὸς αὐτοὺς
Cor
.

24

.

9

καὶ συνηθέστερον. ἦν δὲ μεγάλη κόλασις οἰκέτου πλημ‐ μελήσαντος, εἰ ξύλον ἁμάξης, ᾧ τὸν ῥυμὸν ὑπερείδουσιν, ἀράμενος διεξέλθοι παρὰ τὴν γειτνίασιν. ὁ γὰρ τοῦτο παθὼν καὶ ὀφθεὶς ὑπὸ τῶν συνοίκων καὶ γειτόνων οὐκέτι
Cor
.

24

.

10

πίστιν εἶχεν. ἐκαλεῖτο δὲ φούρκιφερ· ὃ γὰρ οἱ Ἕλληνες ὑποστάτην καὶ στήριγμα, τοῦτο Ῥωμαῖοι φοῦρκαν ὀνομά‐ ζουσιν.
Cor
.

25

.

1

Ὡς οὖν ὁ Λατίνιος ἀπήγγειλε τὴν ὄψιν αὐτοῖς καὶ διηπόρουν, ὅστις ἦν ὁ τῆς πομπῆς τότε προηγούμενος ἀτερπὴς καὶ κακὸς ὀρχηστής, ἀνεμνήσθησαν ἔνιοι διὰ τὴν ἀτοπίαν τῆς τιμωρίας ἐκείνου τοῦ θεράποντος, ὃν μαστι‐
5γοῦντες ἐξήγαγον δι’ ἀγορᾶς, εἶτ’ ἐθανάτωσαν. συμφωνη‐ σάντων οὖν τῶν ἱερέων ὅ τε δεσπότης δίκην ἔδωκε, καὶ τῷ θεῷ τὴν πομπὴν καὶ τὰς θέας αὖθις ἐξ ἀρχῆς ἐπετέλουν.
Cor
.

25

.

2

ἔοικεν οὖν ὁ Νομᾶς τά τ’ ἄλλα τῶν ἱερῶν σοφώτατος ἐξη‐ γητὴς γεγονέναι, καὶ τοῦτο παγκάλως γε νομοθετῆσαι
Cor
.

25

.

3

πρὸς εὐλάβειαν αὐτοῖς. ὅταν γὰρ ἄρχοντες ἢ ἱερεῖς πράτ‐ τωσί τι τῶν θείων, ὁ κῆρυξ πρόεισι μεγάλῃ φωνῇ βοῶν·
Cor
.

25

.

4

ὃκ ἄγε. σημαίνει δ’ ἡ φωνή· τοῦτο πρᾶττε, προσέχειν κελεύουσα τοῖς ἱεροῖς καὶ μηδὲν ἔργον ἐμβάλλειν μεταξὺ μηδὲ χρείαν ἀσχολίας, ὡς τὰ πλεῖστα τῶν ἀνθρωπίνων
Cor
.

25

.

5

ἀναγκαίῳ τινὶ τρόπῳ καὶ διὰ βίας περαινόμενα. θυσίας δὲ καὶ πομπὰς καὶ θέας οὐ μόνον ἐξ αἰτίας τηλικαύτης,
ἀλλὰ καὶ διὰ μικρὰ Ῥωμαίοις ἔθος ἐστὶν ἀναλαμβάνειν.209
Cor
.

25

.

6

ἵππου τε γὰρ ἑνὸς τῶν ἀγόντων τὰς καλουμένας θήσσας ἀτονήσαντος, καὶ πάλιν τοῦ ἡνιόχου τῇ ἀριστερᾷ χειρὶ τὰς ἡνίας συλλαβόντος, αὖθις ἐψηφίσαντο τὴν πομπὴν
Cor
.

25

.

7

ἐπιτελεῖν. ἐν δὲ τοῖς κάτω χρόνοις μίαν θυσίαν τριακοντάκις ἐποίησαν, ἀεί τινος ἐλλείμματος ἢ προσκρούσματος γίνε‐ σθαι δοκοῦντος. τοιαύτη μὲν ἦν εὐλάβεια Ῥωμαίων πρὸς τὸ θεῖον.
Cor
.

26

.

1

Ὁ δὲ Μάρκιος καὶ Τύλλος ἐν Ἀντίῳ τοῖς δυνατω‐ τάτοις κρύφα διελέγοντο, καὶ παρεκάλουν, ἕως στασιά‐ ζουσι πρὸς ἀλλήλους οἱ Ῥωμαῖοι, τὸν πόλεμον ἐξενεγκεῖν.
Cor
.

26

.

2

τῶν δὲ δυσωπουμένων, ὅτι σπονδαὶ διέτεις ἦσαν αὐτοῖς καὶ ἀνοχαὶ γεγενημέναι, πρόφασιν αὐτοὶ Ῥωμαῖοι παρέσχον, ἔκ τινος ὑποψίας ἢ διαβολῆς ἐν θέαις καὶ ἀγῶσι κηρύξαν‐ τες ἀπιέναι Οὐολούσκους πρὸ ἡλίου δύνοντος ἐκ τῆς πόλε‐
Cor
.

26

.

3

ως· ἔνιοι δέ φασιν ἀπάτῃ τοῦ Μαρκίου καὶ δόλῳ γενέ‐ σθαι τοῦτο, πέμψαντος εἰς Ῥώμην πρὸς τοὺς ἄρχοντας οὐκ ἀληθῆ κατήγορον τῶν Οὐολούσκων, ὡς ἐν ταῖς θέαις διανοουμένων ἐπιθέσθαι τοῖς Ῥωμαίοις καὶ τὴν πόλιν
Cor
.

26

.

4

ἐμπιπράναι. πάντας μὲν γὰρ αὐτοὺς τὸ κήρυγμα τοῦτο δυσμενεστέρους ἐποίησε τοῖς Ῥωμαίοις· ὁ δὲ Τύλλος ἐπὶ μεῖζον αἴρων τὸ πρᾶγμα καὶ παροξύνων, τέλος ἔπεισε πέμψαντας εἰς Ῥώμην τήν τε χώραν ἀπαιτεῖν καὶ τὰς
Cor
.

26

.

5

πόλεις ὅσας ἀφῄρηντο πολέμῳ τῶν Οὐολούσκων. οἱ δὲ Ῥωμαῖοι τῶν πρέσβεων ἀκούσαντες ἠγανάκτησαν, καὶ ἀπεκρίναντο προτέρους μὲν ἀναλήψεσθαι τὰ ὅπλα Οὐο‐
Cor
.

26

.

6

λούσκους, ὑστέρους δὲ καταθήσεσθαι Ῥωμαίους. ἐκ τού‐ του συναγαγὼν ἐκκλησίαν πάνδημον ὁ Τύλλος, ἐπεὶ τὸν
πόλεμον ἐψηφίσαντο, συνεβούλευσε τὸν Μάρκιον καλέσαι μηδὲν αὐτῷ μνησικακοῦντας, ἀλλὰ πιστεύσαντας ὅτι συμ‐210
5μαχῶν ὠφελήσει τὸ ἔθνος ὅσα πολεμῶν ἔβλαψεν.
Cor
.

27

.

1

Ἐπεὶ δὲ κληθεὶς ὁ Μάρκιος καὶ διαλεχθεὶς πρὸς τὸ πλῆθος οὐχ ἧττον ἀπὸ τῶν λόγων ἢ τῶν ὅπλων ἀνὴρ δει‐ νὸς ἐφάνη [καὶ πολεμικὸς] καὶ τῷ φρονεῖν καὶ τολμᾶν περιττός, ἀποδείκνυται μετὰ Τύλλου στρατηγὸς αὐτο‐
Cor
.

27

.

2

κράτωρ τοῦ πολέμου. δεδιὼς δὲ τὸν χρόνον ἐν ᾧ παρα‐ σκευάσασθαι τοὺς Οὐολούσκους ἔδει, μὴ πολὺς γενόμενος τὸν καιρὸν ἀφέληται τῆς πράξεως, τὰ μὲν ἄλλα τοὺς κατὰ πόλιν δυνατοὺς καὶ ἄρχοντας ἐκέλευσε συνάγειν καὶ πορί‐
5ζειν, αὐτὸς δὲ τοὺς προθυμοτάτους ἄνευ καταλόγου πεί‐ σας ἑκόντας αὐτῷ συνεξελθεῖν, ἐνέβαλεν εἰς τὴν Ῥωμαίων
Cor
.

27

.

3

ἄφνω καὶ μηδενὸς προσδοκῶντος. ὅθεν ηὐπόρησε λείας τοσαύτης, ὅσην ἄγοντας καὶ φέροντας καὶ χρωμένους
Cor
.

27

.

4

ἐν τῷ στρατοπέδῳ τοὺς Οὐολούσκους ἀπειπεῖν. ἦν δὲ μικρότατον ἔργον αὐτῷ τῆς στρατείας ἐκείνης ἡ εὐπορία καὶ τὸ πολλὰ βλάψαι καὶ κακῶσαι τὴν χώραν· οὗ δ’ ἕνεκα ταῦτ’ ἔπραττε, μέγα· τὸ τοὺς πατρικίους προσδιαβάλλειν
Cor
.

27

.

5

τῷ δήμῳ. τὰ γὰρ ἄλλα πάντα λυμαινόμενος καὶ διαφθεί‐ ρων, τοὺς ἐκείνων ἀγροὺς ἰσχυρῶς ἐφύλαττε, καὶ οὐκ εἴα
Cor
.

27

.

6

κακουργεῖν οὐδὲ λαμβάνειν ἐξ ἐκείνων οὐδέν. ὅθεν ἐν δια‐ βολαῖς ἔτι μᾶλλον ἐγένοντο καὶ ταραχαῖς πρὸς ἀλλήλους, οἱ μὲν πατρίκιοι τοῖς πολλοῖς ἐγκαλοῦντες ὡς ἄνδρα δυνα‐ τὸν ἀδίκως ἐκβαλοῦσιν, ὁ δὲ δῆμος ἐκείνους ᾐτιᾶτο διὰ
5μνησικακίαν ἐπαγαγεῖν τὸν Μάρκιον, εἶτα πολεμουμένων
ἑτέρων θεατὰς καθῆσθαι, φύλακα τοῦ πλούτου καὶ τῶν211
Cor
.

27

.

7

χρημάτων ἔξω τὸν πολέμιον αὐτὸν ἔχοντας. ταῦτα δια‐ πραξάμενος ὁ Μάρκιος, καὶ μεγάλα πρὸς τῷ θαρρεῖν καὶ καταφρονεῖν τῶν πολεμίων τοὺς Οὐολούσκους ὠφελήσας, ἀπήγαγεν ἀσφαλῶς.
Cor
.

28

.

1

Ἐπεὶ δὲ πᾶσα ταχὺ καὶ προθύμως ἡ τῶν Οὐολού‐ σκων δύναμις ἠθροίσθη, πολλὴ φανεῖσα, μέρος μὲν ἔγνω‐ σαν ὑπολιπεῖν ταῖς πόλεσιν ὑπὲρ ἀσφαλείας, μέρει δὲ στρα‐ τεύειν ἐπὶ τοὺς Ῥωμαίους· ἑλέσθαι δὲ τῶν ἡγεμονιῶν ὁ
Cor
.

28

.

2

Μάρκιος ἔδωκε τῷ Τύλλῳ τὴν ἑτέραν. ὁ δὲ Τύλλος εἰπὼν ὡς οὐδὲν ἀρετῇ λειπόμενον αὑτοῦ τὸν Μάρκιον ὁρᾷ, τύχῃ δὲ βελτίονι κεχρημένον ἐν ταῖς μάχαις ἁπάσαις, ἐκέλευσεν ἡγεῖσθαι τῶν ἐξιόντων, αὐτὸς δὲ τάς τε πόλεις ὑπομένων
5φυλάξειν, καὶ τοῖς στρατευομένοις ὑπουργήσειν τὰ πρόσ‐
Cor
.

28

.

3

φορα. μᾶλλον οὖν ἐπιρρωσθεὶς ὁ Μάρκιος ἐχώρει πρῶτον ἐπὶ Κίρκαιον, πόλιν ἀποικίδα Ῥωμαίων, καὶ ταύτην ἐνδοῦ‐
Cor
.

28

.

4

σαν ἑκουσίως οὐδὲν ἠδίκησε. μετὰ δὲ ταύτην ἐπόρθει τὴν Λατίνων χώραν, ἐνταῦθα προσμαχεῖσθαι προσδεχόμενος αὐτῷ τοὺς Ῥωμαίους ὑπὲρ τῶν Λατίνων, συμμάχων ὄντων
Cor
.

28

.

5

καὶ πολλάκις αὐτοὺς ἐπικαλουμένων. ἐπεὶ δὲ καὶ τὸ πλῆ‐ θος ἀπρόθυμον ἐγένετο, καὶ τοῖς ὑπάτοις ὀλίγος ἔτι περιῆν τῆς ἀρχῆς χρόνος, ἐν ᾧ κινδυνεύειν οὐκ ἐβούλοντο, καὶ διὰ ταῦτα τοὺς Λατίνους ἀπέπεμψαν, οὕτως ὁ Μάρκιος ἐπ’
5αὐτὰς τὰς πόλεις ἦγε, καὶ Τολερίνους μὲν καὶ Λαουικα‐ νοὺς καὶ Πεδανούς, ἔτι δὲ Βωλανοὺς ἀντιστάντας αὐτῷ κατὰ κράτος ἑλών, τά τε σώματα λείαν ἐποιήσατο καὶ τὰ
Cor
.

28

.

6

χρήματα διήρπασε. τῶν δὲ προστιθεμένων ἐπιμέλειαν ἐποιεῖτο πολλήν, ὅπως μηδ’ ἄκοντος αὐτοῦ βλάπτοιντο,
πορρωτάτω στρατοπεδεύων καὶ τῆς χώρας ἀπεχόμενος.212
Cor
.

29

.

1

Ἐπεὶ δὲ καὶ Βοΐλλας, πόλιν οὐ πλείους σταδίους ἑκατὸν ἀπέχουσαν τῆς Ῥωμαίων, ἑλὼν χρημάτων τε πολ‐ λῶν ἐκράτησε καὶ πάντας ὀλίγου δεῖν τοὺς ἐν ἡλικίᾳ διέ‐ φθειρε, τῶν δὲ Οὐολούσκων οὐδ’ οἱ μένειν ἐν ταῖς πόλεσι
5ταχθέντες ἐκαρτέρουν, ἀλλ’ ἐφέροντο σὺν τοῖς ὅπλοις πρὸς τὸν Μάρκιον, ἕνα στρατηγὸν καὶ μόνον ἄρχοντα ἑαυ‐ τῶν γινώσκειν ἐκεῖνον [εἶναι] λέγοντες, ἦν ὄνομα κατὰ πᾶσαν αὐτοῦ τὴν Ἰταλίαν μέγα καὶ δόξα θαυμαστὴ τῆς ἀρετῆς, ἑνὸς σώματος μεταθέσει τοσοῦτον ἀπεργασαμέ‐
10νης τὸ παράλογον ἐν τοῖς πράγμασι.
Cor
.

29

.

2

Τὰ δὲ τῶν Ῥωμαίων οὐδένα κόσμον εἶχε, μάχεσθαι μὲν ἀπεγνωκότων, ἐν δὲ συστάσεσι καὶ λόγοις στασια‐ στικοῖς ὁσημέραι πρὸς ἀλλήλους ὄντων, ἄχρι οὗ Λαουΐ‐ νιον ἀπηγγέλθη περιτειχιζόμενον ὑπὸ τῶν πολεμίων,
5ὅπου καὶ θεῶν ἱερὰ Ῥωμαίοις πατρῴων ἀπέκειτο, καὶ τοῦ γένους ἦσαν αὐτοῖς ἀρχαὶ διὰ τὸ πρώτην πόλιν ἐκεί‐
Cor
.

29

.

3

νην κτίσαι τὸν Αἰνείαν. ἐκ δὲ τούτου θαυμαστὴ μὲν ἔσχε καὶ ἀθρόα μεταβολὴ γνώμης τὸν δῆμον, ἄτοπος δὲ κομιδῇ
Cor
.

29

.

4

καὶ παράλογος τοὺς πατρικίους. ὁ μὲν γὰρ δῆμος ὥρμησε λύειν τὴν τοῦ Μαρκίου καταδίκην καὶ καλεῖν αὐτὸν εἰς τὴν πόλιν, ἡ δὲ βουλὴ συναχθεῖσα καὶ σκοποῦσα περὶ τοῦ προβουλεύματος ἀπέγνω καὶ διεκώλυσεν, εἴτε πάντως
5ἐνίστασθαι φιλονικοῦσα καὶ πᾶσιν οἷς ὁ δῆμος ἐσπούδαζεν, εἴτ’ ἄλλως χάριτι τοῦ δήμου τὸν ἄνδρα μὴ βουλομένη κατελθεῖν, εἴτε κἀκεῖνον αὐτὸν ἤδη πεποιημένη δι’ ὀργῆς,
ὅτι πάντας ἐποίει κακῶς οὐχ ὑπὸ πάντων ἀγνωμονηθείς, καὶ τῆς πατρίδος αὑτὸν ὅλης ἀπέδειξεν ἐχθρόν, ἐν ᾗ τὸ213
10κυριώτατον καὶ κράτιστον μέρος ἐγίνωσκε συμπαθοῦν
Cor
.

29

.

5

αὐτῷ καὶ συναδικούμενον. ἐξενεχθείσης δὲ τῆς γνώμης εἰς τοὺς πολλούς, ὁ μὲν δῆμος ἄκυρος ἦν τοῦ ψήφῳ καὶ νόμῳ τι ποιεῖν ἄνευ προβουλεύματος.
Cor
.

30

.

1

Ὁ δὲ Μάρκιος ἀκούσας ἔτι μᾶλλον ἐξετραχύνθη, καὶ τὴν πολιορκίαν ἀπολιπὼν ἐπὶ τὴν πόλιν ὑπ’ ὀργῆς ἐχώρει, καὶ περὶ τὰς λεγομένας Κλοιλίας τάφρους κατε‐ στρατοπέδευσε, τεσσαράκοντα τῆς πόλεως σταδίους ἀφε‐
Cor
.

30

.

2

στώς. ὀφθεὶς δὲ φοβερὸς καὶ πολὺν θόρυβον παρασχών, ὅμως ἐν τῷ παρόντι τὴν στάσιν ἔπαυσεν· οὐδεὶς γὰρ ἔτι τοῖς πολλοῖς ἐτόλμησεν ἀντειπεῖν οὔτ’ ἄρχων οὔτε βουλευτὴς περὶ τοῦ τὸν Μάρκιον κατάγειν, ἀλλ’ ὁρῶντες ἐν τῇ πόλει
5διαδρομὰς γυναικῶν καὶ πρὸς ἱεροῖς ἱκεσίας καὶ δάκρυα πρεσβυτῶν καὶ δεήσεις, πάντα δ’ ἐνδεᾶ τόλμης καὶ σωτη‐ ρίων λογισμῶν, συνέγνωσαν ὀρθῶς τὸν δῆμον ἐπὶ τὰς διαλ‐ λαγὰς τοῦ Μαρκίου τραπέσθαι, τὴν δὲ βουλὴν τοῦ παντὸς ἁμαρτάνειν, ὅτε παύσασθαι καλῶς εἶχεν, ὀργῆς καὶ μνησι‐
Cor
.

30

.

3

κακίας ἀρχομένην. ἔδοξεν οὖν πᾶσι πρέσβεις ἀποστεῖλαι πρὸς τὸν Μάρκιον, ἐκείνῳ τε κάθοδον διδόντας εἰς τὴν
Cor
.

30

.

4

πατρίδα καὶ τὸν πόλεμον αὐτοῖς λῦσαι δεομένους. οἱ δὲ πεμφθέντες ἀπὸ βουλῆς ἦσαν μὲν ἐπιτήδειοι τῷ Μαρ‐ κίῳ, προσεδέχοντο δὲ καὶ πολλὴν περί γε τὰς πρώτας ἀπαντήσεις φιλοφροσύνην παρ’ ἀνδρὸς οἰκείου καὶ συνή‐
Cor
.

30

.

5

θους. ἐγίνετο δὲ τοιοῦτον οὐδέν, ἀλλὰ διὰ τοῦ στρατοπέδου τῶν πολεμίων ἀχθέντες, ἐνετύγχανον αὐτῷ μετ’ ὄγκου
Cor
.

30

.

6

καθεζομένῳ καὶ βαρύτητος οὐκ ἀνεκτῆς. ἔχων δὲ τοὺς
πρώτους τῶν Οὐολούσκων περὶ αὑτόν, ἐκέλευε λέγειν214
Cor
.

30

.

7

ὧν δεόμενοι τυγχάνουσιν. εἰπόντων δὲ λόγους ἐπιεικεῖς καὶ φιλανθρώπους ἐν ἤθει τῷ πρέποντι καὶ παυσαμένων, ἀπεκρίνατο τὰ μὲν πικρῶς ὑπὲρ ἑαυτοῦ καὶ πρὸς ὀργὴν ὧν ἔπαθε, τὰ δ’ ὑπὲρ τῶν Οὐολούσκων ὡς στρατηγός,
5ἀποδοῦναι τὰς πόλεις καὶ τὴν χώραν ὅσην ἀπετέμοντο πολέμῳ κελεύων, καὶ ψηφίσασθαι Οὐολούσκοις ἰσοπο‐
Cor
.

30

.

8

λιτείαν ἥνπερ Λατίνοις· ἄλλην γὰρ οὐκ εἶναι βέβαιον ἢ τὴν ἐπὶ τοῖς ἴσοις καὶ δικαίοις ἀπαλλαγὴν τοῦ πολέμου. χρόνον δὲ βουλῆς ἔδωκεν αὐτοῖς ἡμέρας τριάκοντα, καὶ τῶν πρέσβεων ἀπελθόντων εὐθὺς ἀνέζευξεν ἐκ τῆς χώρας.
Cor
.

31

.

1

Τοῦτο δὴ πρῶτον αἰτίαμα τῶν Οὐολούσκων οἱ πάλαι βαρυνόμενοι τὴν δύναμιν αὐτοῦ καὶ φθονοῦντες ἐλάμβανον· ὧν ἦν καὶ ὁ Τύλλος, ἰδίᾳ μὲν ὑπὸ τοῦ Μαρ‐ κίου μηδὲν ἀδικούμενος, ἐν δ’ ἀνθρωπίνῳ πάθει γεγο‐
Cor
.

31

.

2

νώς. ἤχθετο γὰρ ἠμαυρωμένος παντάπασι τῇ δόξῃ καὶ παρορώμενος ὑπὸ τῶν Οὐολούσκων, πάντα μόνον ἡγου‐ μένων αὐτοῖς εἶναι τὸν Μάρκιον, τοὺς δ’ ἄλλους ἀξιούν‐ των, ὅσον ἐκεῖνος αὐτοῖς μεταδώσει δυνάμεως καὶ ἀρχῆς,
Cor
.

31

.

3

ἀγαπᾶν ἔχοντας. ὅθεν αἱ πρῶται κατηγορίαι κρύφα διε‐ σπείροντο, καὶ συνιστάμενοι πρὸς ἀλλήλους ἠγανάκτουν, καὶ προδοσίαν ἐκάλουν τὴν ἀνάζευξιν, οὐ τειχῶν οὐδ’ ὅπλων, ἀλλὰ καιρῶν, οἷς καὶ τἆλλα πάντα σῴζεσθαι καὶ
5πάλιν ἀπόλλυσθαι πέφυκεν, ἡμερῶν τριάκοντα τῷ πο‐ λέμῳ δεδομένων, οὗ μείζονας οὐδὲν 〈ἐν〉 ἐλάττονι χρόνῳ
Cor
.

31

.

4

λαμβάνειν μεταβολάς. καίτοι τὸν χρόνον τοῦτον ὁ Μάρ‐ κιος οὐκ ἀργὸν διῆγεν, ἀλλὰ τοὺς συμμάχους τῶν πολε‐ μίων ἔφθειρεν ἐπιὼν καὶ περιέκοπτε, καὶ πόλεις ἑπτὰ
Cor
.

31

.

5

μεγάλας καὶ πολυανθρώπους ἔλαβεν. οἱ δὲ Ῥωμαῖοι βοηθεῖν μὲν οὐκ ἐτόλμων, ἀλλ’ ὄκνου πλήρεις ἦσαν αὐτῶν
αἱ ψυχαί, καὶ τοῖς ἐκνεναρκηκόσι κομιδῇ καὶ παραλελυ‐215
Cor
.

31

.

6

μένοις σώμασιν ὁμοίως διέκειντο πρὸς τὸν πόλεμον. ἐπεὶ δ’ ὁ χρόνος διῆλθε καὶ παρῆν αὖθις ὁ Μάρκιος μετὰ τῆς δυνάμεως ἁπάσης, ἐκπέμπουσι πρεσβείαν πάλιν τοῦ Μαρ‐ κίου δεησομένην ὑφέσθαι τῆς ὀργῆς καὶ τοὺς Οὐολούσκους
5ἐκ τῆς χώρας ἀπαγαγόντα πράττειν καὶ λέγειν ὅ τι ἂν ἀμφοτέροις οἴηται βέλτιον εἶναι· φόβῳ μὲν γὰρ οὐδὲν ἐνδώσειν Ῥωμαίους, ἐὰν δέ τινος τῶν ἐπιεικῶν καὶ φιλαν‐ θρώπων οἴηται δεῖν τυχεῖν τοὺς Οὐολούσκους, ἅπαν ἂν
Cor
.

31

.

7

αὐτοῖς γενέσθαι τὰ ὅπλα καταθεμένοις. πρὸς ταῦθ’ ὁ Μάρκιος ἔφη μηδὲν ὡς Οὐολούσκων ἀποκρίνεσθαι στρα‐ τηγός, ὡς δὲ Ῥωμαίων ἔτι πολίτης παραινεῖν καὶ παρα‐ καλεῖν μετριώτερα φρονήσαντας ἐπὶ τοῖς δικαίοις ἥκειν
5πρὸς αὐτὸν ἐν ἡμέραις τρισίν, ἃ προκαλεῖται ψηφισαμένους· εἰ δ’ ἕτερα δόξειε, γινώσκειν οὐκ οὖσαν αὐτοῖς ἄδειαν αὖθις μετὰ λόγων κενῶν βαδίζουσιν εἰς τὸ στρατόπεδον.
Cor
.

32

.

1

Ἐπανελθόντων δὲ τῶν πρέσβεων ἀκούσασα ἡ βουλή, καθάπερ ἐν χειμῶνι πολλῷ καὶ κλύδωνι τῆς πόλεως ἄρασα
Cor
.

32

.

2

τὴν ἱερὰν ἀφῆκεν. ὅσοι γὰρ ἦσαν ἱερεῖς θεῶν ἢ μυστηρίων ὀργιασταὶ καὶ φύλακες ἢ τὴν ἀπ’ οἰωνῶν πάτριον οὖσαν ἔκπαλαι μαντικὴν ἔχοντες, τούτους πάντας ἀπιέναι πρὸς τὸν Μάρκιον ἐψηφίσαντο, κεκοσμημένους ὡς ἦν ἑκάστῳ
5νόμος ἐν ταῖς ἱερουργίαις, λέγειν δὲ ταὐτὰ καὶ παρακαλεῖν ὅπως ἀπαλλάξας τὸν πόλεμον οὕτω διαλέγηται περὶ τῶν
Cor
.

32

.

3

Οὐολούσκων τοῖς πολίταις. ἐδέξατο μὲν οὖν εἰς τὸ στρα‐ τόπεδον τοὺς ἄνδρας, ἄλλο δ’ οὐδὲν ἔδωκεν οὐδ’ ἔπραξεν
οὐδ’ εἶπε μαλακώτερον, ἀλλ’ ἐφ’ οἷς πρότερον ἐκέλευε216
Cor
.

32

.

4

ποιεῖσθαι τὰς διαλύσεις ἢ δέχεσθαι τὸν πόλεμον. ἐπανελ‐ θόντων οὖν τῶν ἱερέων ἔδοξεν ἀτρεμοῦντας ἐν τῇ πόλει τὰ τείχη φυλάττειν καὶ προσβάλλοντας ἀποκρούεσθαι τοὺς πολεμίους, ἐν τῷ χρόνῳ μάλιστα καὶ τοῖς ἀπὸ τῆς τύχης
5παραλόγοις τιθεμένοις τὰς ἐλπίδας, ἐπεὶ δι’ αὑτῶν γε σωτήριον οὐδὲν ἠπίσταντο πράττοντες, ἀλλὰ ταραχὴ καὶ πτοία καὶ φήμη πονηρὰ τὴν πόλιν κατεῖχεν, ἄχρι οὗ συνέβη τι πρᾶγμα τῷ πολλάκις ὑφ’ Ὁμήρου λεγομένῳ, μὴ πάνυ
Cor
.

32

.

5

δὲ πείθοντι πολλούς, ὅμοιον. λέγοντος γὰρ αὐτοῦ καὶ ἀνα‐ φωνοῦντος ἐπὶ ταῖς μεγάλαις πράξεσι καὶ παραλόγοις (Od. 21, 1)
3 τῇ δ’ ἄρ’ ἐπὶ φρεσὶ θῆκε θεὰ γλαυκῶπις Ἀθήνη,
4
5καὶ τὸ (Il. 9, 459 sq.)
5 ἀλλά τις ἀθανάτων τρέψεν φρένας, ὅς ῥ’ ἐνὶ θυμῷ δήμου θῆκε φάτιν,
7 καὶ τὸ (Od. 9, 339)
8 ἤ τι ὀισσάμενος ἢ καὶ θεὸς ὣς ἐκέλευε,
9
10καταφρονοῦσιν, ὡς ἀδυνάτοις πλάσμασι καὶ μυθεύμασιν ἀπίστοις τὸν ἑκάστου λογισμὸν τῆς προαιρέσεως † ἄπι‐
Cor
.

32

.

6

στον καθιστάντος. οὐ ποιεῖ δὲ τοῦθ’ Ὅμηρος, ἀλλὰ τὰ μὲν εἰκότα καὶ συνήθη καὶ κατὰ λόγον περαινόμενα τῷ ἐφ’ ἡμῖν ἀποδίδωσι, καὶ λέγει δήπου πολλάκις·
3 αὐτὰρ ἐγὼ βούλευσα κατὰ μεγαλήτορα θυμόν,
4
5καὶ (Il. 1, 188)·
5
ὣς φάτο, Πηλείωνι δ’ ἄχος γένετ’, ἐν δέ οἱ ἦτορ στήθεσσιν λασίοισι διάνδιχα μερμήριζεν,217
7 καὶ πάλιν (Il. 6, 161)·
8
ἀλλὰ τὸν οὔ τι
10πεῖθ’ ἀγαθὰ φρονέοντα δαΐφρονα Βελλεροφόντην·
10
Cor
.

32

.

7

ἐν δὲ ταῖς ἀτόποις καὶ παραβόλοις πράξεσι καὶ φορᾶς τινος ἐνθουσιώδους καὶ παραστάσεως δεομέναις οὐκ ἀναι‐ ροῦντα ποιεῖ τὸν θεόν, ἀλλὰ κινοῦντα τὴν προαίρεσιν, οὐδ’ ὁρμὰς ἐνεργαζόμενον, ἀλλὰ φαντασίας ὁρμῶν ἀγω‐
5γούς, αἷς οὐδὲ ποιεῖ τὴν πρᾶξιν ἀκούσιον, ἀλλὰ τῷ ἑκου‐ σίῳ δίδωσιν ἀρχήν, καὶ τὸ θαρρεῖν καὶ τὸ ἐλπίζειν προσ‐
Cor
.

32

.

8

τίθησιν. ἢ γὰρ ἀπαλλακτέον ὅλως τὰ θεῖα πάσης αἰτίας καὶ ἀρχῆς τῶν καθ’ ἡμᾶς, ἤ τις ἂν ἄλλος εἴη τρόπος ᾧ βοηθοῦσιν ἀνθρώποις καὶ συνεργοῦσιν, οὐ τὸ σῶμα δήπου πλάττοντες ἡμῶν, οὐδὲ τὰς χεῖρας ὡς δεῖ μετατιθέντες
5αὐτοὶ καὶ τοὺς πόδας, ἀλλὰ τῆς ψυχῆς τὸ πρακτικὸν καὶ προαιρετικὸν ἀρχαῖς τισι καὶ φαντασίαις καὶ ἐπινοίαις ἐγείροντες, ἢ τοὐναντίον ἀποστρέφοντες καὶ ἱστάντες.
Cor
.

33

.

1

Ἐν δὲ τῇ Ῥώμῃ τότε τῶν γυναικῶν ἄλλαι μὲν πρὸς ἄλλοις ἱεροῖς, αἱ δὲ πλεῖσται καὶ δοκιμώταται περὶ τὸν τοῦ Καπιτωλίου Διὸς βωμὸν ἱκέτευον, ἐν δὲ ταύταις ἡ Ποπλι‐ κόλα τοῦ μεγάλα καὶ πολλὰ Ῥωμαίους ἔν τε πολέμοις καὶ
Cor
.

33

.

2

πολιτείαις ὠφελήσαντος ἀδελφὴ Οὐαλερία. Ποπλικόλας μὲν οὖν ἐτεθνήκει πρότερον, ὡς ἐν τοῖς περὶ ἐκείνου γεγραμ‐ μένοις (cap. 23) ἱστορήκαμεν, ἡ δὲ Οὐαλερία δόξαν εἶχεν ἐν τῇ πόλει καὶ τιμήν, δοκοῦσα τῷ βίῳ μὴ καταισχύνειν
Cor
.

33

.

3

τὸ γένος. ὅπερ οὖν λέγω πάθος ἐξαπίνης παθοῦσα, καὶ κατ’ ἐπίνοιαν οὐκ ἀθείαστον ἁψαμένη τοῦ συμφέροντος,
αὐτή τ’ ἀνέστη καὶ τὰς ἄλλας ἀναστήσασα πάσας ἧκεν218
Cor
.

33

.

4

ἐπὶ τὴν οἰκίαν τῆς τοῦ Μαρκίου μητρὸς Οὐολουμνίας. ὡς δ’ εἰσῆλθε καὶ κατέλαβε μετὰ τῆς νυοῦ καθεζομένην καὶ τὰ παιδία τοῦ Μαρκίου πρὸς τοῖς κόλποις ἔχουσαν, ἐν
Cor
.

33

.

5

κύκλῳ περιστήσασα τὰς γυναῖκας αὐτῆς· „αὐταί γ’ ἡμεῖς,“ εἶπεν „ὦ Οὐολουμνία καὶ σὺ Οὐεργιλία, γυναῖκες ἥκομεν πρὸς γυναῖκας, οὔτε βουλῆς ψηφισαμένης οὔτ’ ἄρχοντος κελεύσαντος, ἀλλ’ ὁ θεὸς ἡμῶν ὡς ἔοικεν οἰκτίρας τὴν
5ἱκετείαν, ὁρμὴν παρέστησε δευρὶ τραπέσθαι πρὸς ὑμᾶς καὶ δεηθῆναι σωτήρια μὲν αὑταῖς καὶ τοῖς ἄλλοις πολίταις, ὑμῖν δὲ πεισθείσαις ἐπιφανεστέραν φέροντα δόξαν, ἧς αἱ Σαβίνων θυγατέρες ἔσχον, εἰς φιλίαν καὶ εἰρήνην ἐκ πολέ‐
Cor
.

33

.

6

μων συναγαγοῦσαι πατέρας καὶ ἄνδρας. δεῦτε, πρὸς Μάρ‐ κιον ἰοῦσαι μεθ’ ἡμῶν συνάψασθε τῆς ἱκετηρίας, καὶ μαρ‐ τυρήσατε τῇ πατρίδι μαρτυρίαν ἀληθῆ καὶ δικαίαν, ὅτι πολλὰ πάσχουσα κακῶς οὐδὲν οὔτ’ ἔπραξε δεινὸν οὔτ’
5ἐβούλευσε περὶ ὑμῶν δι’ ὀργήν, ἀλλ’ ἀποδίδωσιν ὑμᾶς ἐκείνῳ, κἂν μηδενὸς τυγχάνειν μέλλῃ τῶν ἐπιεικῶν.“
Cor
.

33

.

7

ταῦτα τῆς Οὐαλερίας εἰπούσης, ἀνεβόησαν αἱ λοιπαὶ γυναῖκες, ἠμείψατο δ’ ἡ Οὐολουμνία· „καὶ τῶν κοινῶν ἡμῖν συμφορῶν, ὦ γυναῖκες, ἴσον μέτεστι, καὶ ἰδίᾳ πράτ‐ τομεν κακῶς, ἀπολέσασαι τὴν Μαρκίου δόξαν καὶ ἀρετήν,
5τὸ σῶμα δ’ αὐτοῦ τοῖς τῶν πολεμίων ὅπλοις φρουρού‐
Cor
.

33

.

8

μενον μᾶλλον ἢ σῳζόμενον ἐφορῶσαι. μέγιστον δ’ ἡμῖν τῶν ἀτυχημάτων ἐστίν, εἰ τὰ τῆς πατρίδος οὕτως ἐξη‐
Cor
.

33

.

9

σθένηκεν, ὥστ’ ἐν ἡμῖν ἔχειν τὰς ἐλπίδας. οὐκ οἶδα γὰρ εἴ τινα ποιήσεται λόγον ἡμῶν ἐκεῖνος, εἴ γε μηδένα ποιεῖται τῆς πατρίδος, ἣν καὶ μητρὸς καὶ γυναικὸς καὶ τέκνων
Cor
.

33

.

10

προετίμησεν. οὐ μὴν ἀλλὰ χρῆσθε ἡμῖν καὶ λαβοῦσαι κομίζετε πρὸς ἐκεῖνον, εἰ μηδὲν ἄλλο, ταῖς ὑπὲρ τῆς πα‐
τρίδος ἱκεσίαις ἐναποπνεῦσαι δυναμένας.“219
Cor
.

34

.

1

Ἐκ τούτου τά τε παιδία καὶ τὴν Οὐεργιλίαν ἀνα‐ στήσασα, μετὰ τῶν ἄλλων γυναικῶν ἐβάδιζεν εἰς τὸ στρα‐
Cor
.

34

.

2

τόπεδον τῶν Οὐολούσκων. ἡ δ’ ὄψις αὐτῶν τό τ’ οἰκτρὸν καὶ τοῖς πολεμίοις ἐνεποίησεν αἰδῶ καὶ σιωπήν. ἐδίκαζε δ’ ὁ Μάρκιος, ἐπὶ βήματος καθεζόμενος μετὰ τῶν ἡγεμο‐
Cor
.

34

.

3

νικῶν. ὡς οὖν εἶδε προσιούσας τὰς γυναῖκας, ἐθαύμασεν· ἐπιγνοὺς δὲ τὴν μητέρα πρώτην βαδίζουσαν, ἐβούλετο μὲν ἐμμένειν τοῖς ἀτρέπτοις ἐκείνοις καὶ ἀπαραιτήτοις λογισμοῖς, γενόμενος δὲ τοῦ πάθους ἐλάττων καὶ συνταρα‐
5χθεὶς πρὸς τὴν ὄψιν, οὐκ ἔτλη καθεζομένῳ προσελθεῖν, ἀλλὰ καταβὰς θᾶττον ἢ βάδην καὶ ἀπαντήσας, πρώτην μὲν ἠσπάσατο τὴν μητέρα καὶ πλεῖστον χρόνον, εἶτα δὲ τὴν γυναῖκα καὶ τὰ τέκνα, μήτε δακρύων ἔτι μήτε τοῦ φιλοφρονεῖσθαι φειδόμενος, ἀλλ’ ὥσπερ ὑπὸ ῥεύματος
10φέρεσθαι τοῦ πάθους ἑαυτὸν ἐνδεδωκώς.
Cor
.

35

.

1

Ἐπεὶ δὲ τούτων ἄδην εἶχε καὶ τὴν μητέρα βου‐ λομένην ἤδη λόγων ἄρχειν ᾔσθετο, τοὺς τῶν Οὐολού‐ σκων προβούλους παραστησάμενος, ἤκουσε τῆς Οὐολου‐
Cor
.

35

.

2

μνίας τοιαῦτα λεγούσης· „ὁρᾷς μὲν ὦ παῖ, κἂν αὐταὶ μὴ λέγωμεν, ἐσθῆτι καὶ μορφῇ τῶν ἀθλίων σωμάτων τεκ‐ μαιρόμενος, οἵαν οἰκουρίαν ἡμῖν ἡ σὴ φυγὴ περιεποίησε· λόγισαι δὲ νῦν, ὡς ἀτυχέσταται πασῶν ἀφίγμεθα γυναι‐
5κῶν, αἷς τὸ ἥδιστον θέαμα φοβερώτατον ἡ τύχη πεποίη‐ κεν, ἐμοὶ μὲν υἱόν, ταύτῃ δ’ ἄνδρα τοῖς τῆς πατρίδος τείχεσιν
Cor
.

35

.

3

ἰδεῖν ἀντικαθήμενον. ὃ δ’ ἔστι τοῖς ἄλλοις ἀτυχίας πάσης καὶ κακοπραγίας παραμύθιον, εὔχεσθαι θεοῖς, ἡμῖν ἀπο‐
ρώτατον γέγονεν. οὐ γὰρ οἷόν τε καὶ τῇ πατρίδι νίκην ἅμα καὶ σοὶ σωτηρίαν αἰτεῖσθαι παρὰ τῶν θεῶν, ἀλλ’ ἅ220
5τις ἂν ἡμῖν καταράσαιτο τῶν ἐχθρῶν, ταῦτα ταῖς ἡμετέραις
Cor
.

35

.

4

ἔνεστιν εὐχαῖς. ἀνάγκη γὰρ ἢ τῆς πατρίδος ἢ σοῦ στέρε‐
Cor
.

35

.

5

σθαι καὶ γυναικὶ σῇ καὶ τέκνοις. ἐγὼ δ’ οὐ περιμενῶ ταύτην μοι διαιτῆσαι τὴν τύχην ζώσῃ τὸν πόλεμον, ἀλλ’ εἰ μή σε πείσαιμι φιλίαν καὶ ὁμόνοιαν 〈ἀντὶ〉 διαφορᾶς καὶ κακῶν θέμενον ἀμφοτέρων εὐεργέτην γενέσθαι μᾶλ‐
5λον ἢ λυμεῶνα τῶν ἑτέρων, οὕτω διανοοῦ καὶ παρασκεύαζε σαυτὸν ὡς τῇ πατρίδι προσμεῖξαι μὴ δυνάμενος πρὶν ἢ
Cor
.

35

.

6

νεκρὰν ὑπερβῆναι τὴν τεκοῦσαν. οὐ γὰρ ἐκείνην με δεῖ τὴν ἡμέραν ἀναμένειν, ἐν ᾗ τὸν υἱὸν ἐπόψομαι θριαμβευό‐ μενον ὑπὸ τῶν πολιτῶν ἢ θριαμβεύοντα κατὰ τῆς πα‐
Cor
.

35

.

7

τρίδος. εἰ μὲν οὖν ἀξιῶ σε τὴν πατρίδα σῶσαι Οὐολού‐ σκους ἀπολέσαντα, χαλεπή σοι καὶ δυσδιαίτητος ὦ παῖ πρόκειται σκέψις· οὔτε γὰρ διαφθεῖραι τοὺς πολίτας
Cor
.

35

.

8

καλόν, οὔτε τοὺς πεπιστευκότας προδοῦναι δίκαιον· νῦν δ’ ἀπαλλαγὴν κακῶν αἰτούμεθα, σωτήριον μὲν ἀμφοτέροις ὁμοίως, ἔνδοξον δὲ καὶ καλὴν μᾶλλον Οὐολούσκοις, ὅτι τῷ κρατεῖν δόξουσι διδόναι τὰ μέγιστα τῶν ἀγαθῶν, οὐχ
5ἧττον λαμβάνοντες, εἰρήνην καὶ φιλίαν, ὧν μάλιστα μὲν αἴτιος ἔσῃ γενομένων, μὴ γενομένων δὲ μόνος αἰτίαν ἕξεις
Cor
.

35

.

9

παρ’ ἀμφοτέροις. ἄδηλος δ’ ὢν ὁ πόλεμος τοῦτ’ ἔχει πρόδηλον, ὅτι σοι νικῶντι μὲν ἀλάστορι τῆς πατρίδος εἶναι περίεστιν, ἡττώμενος δὲ δόξεις ὑπ’ ὀργῆς εὐεργέ‐ ταις ἀνδράσι καὶ φίλοις τῶν μεγίστων αἴτιος γενέσθαι
5κακῶν.“
Cor
.

36

.

1

Ταῦτα τῆς Οὐολουμνίας λεγούσης ὁ Μάρκιος ἠκροᾶτο μηδὲν ἀποκρινόμενος. ἐπεὶ δὲ καὶ παυσαμένης
εἱστήκει σιωπῶν πολὺν χρόνον, αὖθις ἡ Οὐολουμνία·221
Cor
.

36

.

2

„τί σιγᾷσ“ εἶπεν „ὦ παῖ; πότερον ὀργῇ καὶ μνησικακίᾳ πάντα συγχωρεῖν καλόν, οὐ καλὸν δὲ μητρὶ χαρίσασθαι δεομένῃ περὶ τηλικούτων; ἢ τὸ μεμνῆσθαι πεπονθότα κακῶς ἀνδρὶ μεγάλῳ προσήκει, τὸ δ’ εὐεργεσίας ἃς εὐερ‐
5γετοῦνται παῖδες ὑπὸ τῶν τεκόντων σέβεσθαι καὶ τιμᾶν οὐκ ἀνδρὸς ἔργον ἐστὶ μεγάλου καὶ ἀγαθοῦ; καὶ μὴν οὐδενὶ μᾶλλον ἔπρεπε τηρεῖν χάριν ὡς σοί, πικρῶς οὕτως
Cor
.

36

.

3

ἀχαριστίαν ἐπεξιόντι. καίτοι παρὰ τῆς πατρίδος ἤδη μεγάλας δίκας ἀπείληφας, τῇ μητρὶ δ’ οὐδεμίαν χάριν ἀπο‐ δέδωκας. ἦν μὲν οὖν ὁσιώτατον ἄνευ τινὸς ἀνάγκης τυχεῖν με παρὰ σοῦ δεομένην οὕτω καλῶν καὶ δικαίων· μὴ πεί‐
Cor
.

36

.

4

θουσα δὲ τί φείδομαι τῆς ἐσχάτης ἐλπίδος;“ καὶ ταῦτ’ εἰποῦσα προσπίπτει τοῖς γόνασιν αὐτοῦ μετὰ τῆς γυναι‐
Cor
.

36

.

5

κὸς ἅμα καὶ τῶν παιδίων. ὁ δὲ Μάρκιος ἀναβοήσας· „οἷον εἴργασαί μ’ ὦ μῆτερ“, ἐξανίστησιν αὐτὴν καὶ τὴν δεξιὰν πιέσας σφόδρα· „νενίκηκασ“ εἶπεν „εὐτυχῆ μὲν τῇ πα‐ τρίδι νίκην, ἐμοὶ δ’ ὀλέθριον· ἄπειμι γὰρ ὑπὸ σοῦ μόνης
Cor
.

36

.

6

ἡττημένος.“ τοσοῦτο δ’ εἰπὼν καὶ βραχέα τῇ μητρὶ καὶ τῇ γυναικὶ διαλεχθεὶς ἰδίᾳ, τὰς μὲν ἀπέπεμψεν εἰς Ῥώμην πάλιν αὐτὰς δεομένας, τῆς δὲ νυκτὸς παρελθούσης ἀπή‐ γαγεν Οὐολούσκους, οὐ τὸν αὐτὸν τρόπον οὐδ’ ὁμοίως
Cor
.

36

.

7

διακειμένους ἅπαντας. οἱ μὲν γὰρ ἐμέμφοντο καὶ τὸν ἄνδρα καὶ τὴν πρᾶξιν, οἱ δ’ οὐδέτερα, πρὸς διάλυσιν καὶ εἰρήνην οἰκείως ἔχοντες, ἔνιοι δὲ δυσχεραίνοντες τὰ πραττόμενα, τὸν Μάρκιον ὅμως οὐ πονηρὸν ἐνόμιζον,
5ἀλλὰ συγγνωστόν, ἐπικλασθέντα τηλικαύταις ἀνάγκαις.
Cor
.

36

.

8

ἀντεῖπε δ’ οὐδείς, ἀλλὰ πάντες εἵποντο, τὴν ἀρετὴν αὐτοῦ
μᾶλλον θαυμάζοντες ἢ τὴν ἐξουσίαν.222
Cor
.

37

.

1

Ὁ δὲ Ῥωμαίων δῆμος ἐν ὅσῳ φόβῳ καὶ κινδύνῳ καθειστήκει τοῦ πολέμου παρόντος, αἴσθησιν παρέσχε
Cor
.

37

.

2

μᾶλλον λυθέντος. ἅμα γὰρ ἀφεώρων τοὺς Οὐολούσκους ἀναζευγνύντας οἱ περὶ τὰ τείχη, καὶ πᾶν εὐθὺς ἱερὸν ἀνεῴγει, στεφανηφορούντων ὥσπερ ἐπὶ νίκῃ καὶ θυόντων.
Cor
.

37

.

3

μάλιστα δὲ τῇ περὶ τὰς γυναῖκας ἀγαπήσει καὶ τιμῇ τῆς τε βουλῆς τοῦ τε πλήθους ἅπαντος ἔνδηλος ἦν ἡ χαρὰ τῆς πόλεως, καὶ λεγόντων καὶ νομιζόντων αἰτίας γεγονέναι
Cor
.

37

.

4

τῆς σωτηρίας περιφανῶς ἐκείνας. ψηφισαμένης δὲ τῆς βουλῆς, ὅ τι ἂν αὑταῖς ἀξιώσωσι γενέσθαι πρὸς δόξαν ἢ χάριν, τοῦτο ποιῆσαι καὶ παρασχεῖν τοὺς ἄρχοντας, οὐδὲν ἠξίωσαν ἄλλο ἢ Τύχης γυναικείας ἱερὸν ἱδρύσα‐
5σθαι, τὸ μὲν ἀνάλωμα συμβαλόμεναι παρ’ αὑτῶν, ἱερουρ‐ γίας δὲ καὶ τιμὰς ὅσαι θεοῖς πρέπουσι δημοσίᾳ τῆς πό‐
Cor
.

37

.

5

λεως ἀναλαβούσης. ἐπεὶ δ’ ἡ βουλὴ τὴν μὲν φιλοτιμίαν ἐπῄνεσε, δημοσίαις δὲ δαπάναις ἐποιήσατο τὸν νεὼν καὶ τὸ ἕδος, οὐδὲν ἧττον αὐταὶ χρήματα συνεισενεγκοῦσαι δεύτερον ἄγαλμα κατεσκεύασαν, ὃ δὴ καί φασι Ῥωμαῖοι
5καθιστάμενον ἐν τῷ ἱερῷ φθέγξασθαί τι τοιοῦτο· „θεο‐ φιλεῖ με θεσμῷ γυναῖκες δεδώκατε.“
Cor
.

38

.

1

Ταύτην καὶ δὶς γενέσθαι τὴν φωνὴν μυθολογοῦσιν, ἀγενήτοις ὅμοια καὶ χαλεπὰ πεισθῆναι πείθοντες ἡμᾶς.
Cor
.

38

.

2

ἰδίοντα μὲν γὰρ ἀγάλματα φανῆναι καὶ δακρυρροοῦντα καί τινας μεθιέντα νοτίδας αἱματώδεις οὐκ ἀδύνατόν ἐστι· καὶ γὰρ ξύλα καὶ λίθοι πολλάκις μὲν εὐρῶτα συνάγουσι
γόνιμον ὑγρότητος, πολλὰς δὲ καὶ χρόας ἀνιᾶσιν ἐξ223
5αὑτῶν, καὶ δέχονται βαφὰς ἐκ τοῦ περιέχοντος, οἷς ἔνια σημαίνειν τὸ δαιμόνιον οὐδὲν ἂν δόξειε κωλύειν.
Cor
.

38

.

3

δυνατὸν δὲ καὶ μυγμῷ καὶ στεναγμῷ ψόφον ὅμοιον ἐκ‐ βαλεῖν ἄγαλμα κατὰ ῥῆξιν ἢ διάστασιν μορίων βιαιοτέραν ἐν βάθει γενομένην. ἔναρθρον δὲ φωνὴν καὶ διάλεκτον οὕτω σαφῆ καὶ περιττὴν καὶ ἀρτίστομον ἐν ἀψύχῳ γενέσθαι
5παντάπασιν ἀμήχανον, εἰ μηδὲ τὴν ψυχὴν καὶ τὸν θεὸν ἄνευ σώματος ὀργανικοῦ καὶ διηρμοσμένου μέρεσι λογι‐
Cor
.

38

.

4

κοῖς γέγονεν ἠχεῖν καὶ διαλέγεσθαι. ὅπου δ’ ἡμᾶς ἡ ἱστο‐ ρία πολλοῖς ἀποβιάζεται καὶ πιθανοῖς μάρτυσιν, ἀνό‐ μοιον αἰσθήσει πάθος ἐγγινόμενον τῷ φανταστικῷ τῆς ψυχῆς συναναπείθει τὸ δόξαν, ὥσπερ ἐν ὕπνοις ἀκούειν
Cor
.

38

.

5

οὐκ ἀκούοντες καὶ βλέπειν οὐ βλέποντες δοκοῦμεν. οὐ μὴν ἀλλὰ τοῖς ὑπ’ εὐνοίας καὶ φιλίας πρὸς τὸν θεὸν ἄγαν ἐμπαθῶς ἔχουσι καὶ μηδὲν ἀθετεῖν μηδ’ ἀναίνεσθαι τῶν τοιούτων δυναμένοις μέγα πρὸς πίστιν ἐστὶ τὸ θαυμά‐
Cor
.

38

.

6

σιον καὶ μὴ καθ’ ἡμᾶς τῆς τοῦ θεοῦ δυνάμεως. οὐδενὶ γὰρ οὐδαμῶς ἀνθρωπίνῳ προσέοικεν οὔτε φύσιν οὔτε κίνησιν οὔτε τέχνην οὔτ’ ἰσχύν, οὐδ’ εἴ τι ποιεῖ τῶν ἡμῖν ἀποιήτων καὶ μηχανᾶται τῶν ἀμηχάνων, παράλογόν
5ἐστιν, ἀλλὰ μᾶλλον ἐν πᾶσι διαφέρων πολύ, μάλιστα τοῖς
Cor
.

38

.

7

ἔργοις ἀνόμοιός ἐστι καὶ παρηλλαγμένος. ἀλλὰ τῶν μὲν θείων τὰ πολλά, καθ’ Ἡράκλειτον (fr. 86 D5), ἀπιστίῃ διαφυγγάνει μὴ γινώσκεσθαι.
Cor
.

39

.

1

Τὸν δὲ Μάρκιον, ὡς ἐπανῆλθεν εἰς τὸ Ἄντιον ἀπὸ τῆς στρατείας, μισῶν πάλαι καὶ βαρυνόμενος διὰ φθόνον ὁ Τύλλος ἐπεβούλευεν ἀνελεῖν εὐθύς, ὡς εἰ νῦν διαφύ‐
Cor
.

39

.

2

γοι, λαβὴν ἑτέραν οὐ παρέξοντα. πολλοὺς δὲ συστήσας καὶ παρασκευάσας ἐπ’ αὐτόν, ἐκέλευσεν εὐθύνας ὑποσχεῖν224
Cor
.

39

.

3

τοῖς Οὐολούσκοις, ἀποδόντα τὴν ἀρχήν. ὁ δὲ φοβούμενος ἰδιώτης γενέσθαι τοῦ Τύλλου στρατηγοῦντος καὶ δυνα‐ μένου μέγιστον ἐν τοῖς ἑαυτοῦ πολίταις, ἔλεγε τὴν ἀρχὴν ἀποδώσειν Οὐολούσκοις ἐὰν κελεύωσι· καὶ γὰρ λαβεῖν
5πάντων κελευόντων· εὔθυναν δὲ διδόναι καὶ λόγον οὐδὲ νῦν
Cor
.

39

.

4

παραιτεῖσθαι τοῖς βουλομένοις Ἀντιατῶν. γενομένης οὖν ἐκκλησίας οἱ παρεσκευασμένοι τῶν δημαγωγῶν ἀνιστά‐
Cor
.

39

.

5

μενοι παρώξυναν τὸ πλῆθος. ἐπεὶ δ’ ἀναστάντι τῷ Μαρ‐ κίῳ τὸ μὲν ἄγαν θορυβοῦν ὑπ’ αἰδοῦς ἐνεδίδου καὶ παρεῖ‐ χεν ἀδεῶς λέγειν, οἱ δὲ βέλτιστοι καὶ μάλιστα χαί‐ ροντες τῇ εἰρήνῃ τῶν Ἀντιατῶν ἐγένοντο φανεροὶ μετ’
5εὐνοίας ἀκουσόμενοι καὶ δικαίως κρινοῦντες, ἔδεισεν ὁ
Cor
.

39

.

6

Τύλλος τὴν ἀπολογίαν τοῦ ἀνδρός. ἦν γὰρ ἐν τοῖς μάλιστα δεινὸς εἰπεῖν, καὶ τὰ πρόσθεν ἔργα μείζονα τὴν χάριν εἶχε τῆς ὕστερον αἰτίας, μᾶλλον δ’ ὅλως τὸ ἔγκλημα τοῦ
Cor
.

39

.

7

μεγέθους τῆς χάριτος ἦν μαρτύριον. οὐ γὰρ ἂν ἔδοξαν ἀδικεῖ‐ σθαι τὴν Ῥώμην ὑποχείριον μὴ λαβόντες, εἰ μὴ τοῦ λαβεῖν
Cor
.

39

.

8

ἐγγὺς ἐγένοντο διὰ Μάρκιον. οὐκέτ’ οὖν ἔδοξε διαμέλλειν οὐ‐ δὲ πειρᾶσθαι τῶν πολλῶν, ἀλλ’ ἐγκραγόντες οἱ θρασύτατοι τῶν συνεστώτων, ὡς οὐκ ἔστιν ἀκουστέον οὐδὲ περιοπτέον Οὐολούσκοις τὸν προδότην τυραννοῦντα καὶ μὴ κατατι‐
5θέμενον τὴν ἀρχήν, προσπεσόντες ἀθρόοι διέφθειραν αὐτόν,
Cor
.

39

.

9

καὶ προσήμυνεν οὐδεὶς τῶν παρόντων. ὅτι δὲ τοῖς πλεί‐ στοις οὐκ ἐπράχθη κατὰ γνώμην, ἐδήλωσαν αὐτίκα συν‐ δραμόντες ἐκ τῶν πόλεων ἐπὶ τὸ σῶμα καὶ θάψαντες ἐντίμως καὶ τὸν τάφον ὅπλοις καὶ λαφύροις κοσμήσαντες
5ὡς ἀριστέως καὶ στρατηγοῦ.
Cor
.

39

.

10

Ῥωμαῖοι δὲ τὴν τελευτὴν πυθόμενοι, ἄλλο μὲν οὐδὲν
ἀπεδείξαντο σημεῖον οὔτε τιμῆς οὔτ’ ὀργῆς πρὸς αὐτόν, αἰτησαμέναις δὲ ταῖς γυναιξὶν ἐπέτρεψαν ἀποπενθῆσαι δέκα μῆνας, ὥσπερ ἔθος ἦν ἑκάστῃ πατέρα καὶ παῖδα καὶ225
Cor
.

39

.

11

ἀδελφόν. οὗτος γὰρ ἦν ὅρος τοῦ μακροτάτου πένθους ὃν ὥρισε Νομᾶς Πομπίλιος, ὡς ἐν τοῖς περὶ ἐκείνου γεγραμ‐ μένοις (cap. 12) δεδήλωται.
Cor
.

39

.

12

Τὸν δὲ Μάρκιον εὐθὺς ἐπόθει τὰ Οὐολούσκων πράγ‐ ματα. πρῶτον μὲν γὰρ στασιάσαντες πρὸς Αἰκανοὺς συμμάχους καὶ φίλους ὄντας ὑπὲρ ἡγεμονίας, ἄχρι τραυ‐ μάτων καὶ φόνων προῆλθον· ἔπειτα μάχῃ κρατηθέντες
Cor
.

39

.

13

ὑπὸ Ῥωμαίων, ἐν ᾗ Τύλλος ἀπέθανε καὶ τὸ ἀνθοῦν μά‐ λιστα τῆς δυνάμεως διεφθάρη, διαλύσεις αἰσχίστας ἠγά‐ πησαν, ὑπήκοοι γενόμενοι καὶ τὸ προσταττόμενον αὐτοῖς
ποιήσειν ὁμολογήσαντες.226