TLG 0007 015 :: PLUTARCHUS :: Alcibiades

PLUTARCHUS Biogr. Phil.
(Chaeronensis: A.D. 1–2)

Alcibiades

Source: Ziegler, K. (ed.), Plutarchi vitae parallelae, vol. 1.2, 3rd edn. Leipzig: Teubner, 1964: 226–274.

Citation: Chapter — section — (line)

Alc
.

t

1

ΑΛΚΙΒΙΑΔΗΣ
Alc
.

1

.

1

Τὸ Ἀλκιβιάδου γένος ἄνωθεν Εὐρυσάκη τὸν Αἴαν‐ τος ἀρχηγὸν ἔχειν δοκεῖ, πρὸς δὲ μητρὸς Ἀλκμαιωνίδης ἦν, ἐκ Δεινομάχης γεγονὼς τῆς Μεγακλέους. ὁ δὲ πατὴρ αὐτοῦ Κλεινίας ἰδιοστόλῳ τριήρει περὶ Ἀρτεμίσιον ἐν‐
5δόξως ἐναυμάχησεν, ὕστερον δὲ Βοιωτοῖς μαχόμενος περὶ
Alc
.

1

.

2

Κορώνειαν ἀπέθανε. τοῦ δ’ Ἀλκιβιάδου Περικλῆς καὶ Ἀρίφρων οἱ Ξανθίππου, προσήκοντες κατὰ γένος, ἐπε‐
Alc
.

1

.

3

τρόπευον. λέγεται δ’ οὐ κακῶς ὅτι τῆς Σωκράτους πρὸς αὐτὸν εὐνοίας καὶ φιλ[ανθρωπ]ίας οὐ μικρὰ πρὸς δόξαν ἀπέλαυεν, εἴγε Νικίου μὲν καὶ Δημοσθένους καὶ Λαμά‐ χου καὶ Φορμίωνος Θρασυβούλου τε καὶ Θηραμένους, ἐπι‐
5φανῶν ἀνδρῶν γενομένων κατ’ αὐτόν, οὐδενὸς οὐδ’ ἡ μήτηρ ὀνόματος ἔτυχεν, Ἀλκιβιάδου δὲ καὶ τίτθην, γένος Λάκαι‐ ναν, Ἀμύκλαν ὄνομα, καὶ Ζώπυρον παιδαγωγὸν ἴσμεν, ὧν τὸ μὲν Ἀντισθένης, τὸ δὲ Πλάτων (Alcib. 122b) ἱστόρηκε.226
Alc
.

1

.

4

περὶ μὲν οὖν τοῦ κάλλους [τοῦ σώματος] οὐδὲν ἴσως δεῖ λέ‐ γειν, πλὴν ὅτι καὶ παῖδα καὶ μειράκιον καὶ ἄνδρα πάσῃ συνανθῆσαν [τῇ] ἡλικίᾳ καὶ ὥρᾳ τοῦ σώματος ἐράσμιον
Alc
.

1

.

5

καὶ ἡδὺν παρέσχεν. οὐ γάρ, ὡς Εὐριπίδης ἔλεγε, πάντων τῶν καλῶν καὶ τὸ μετόπωρον καλόν ἐστιν, ἀλλὰ τοῦτ’ Ἀλκιβιάδῃ μετ’ ὀλίγων ἄλλων δι’ εὐφυΐαν καὶ ἀρετὴν τοῦ
Alc
.

1

.

6

σώματος ὑπῆρξε. τῇ δὲ φωνῇ καὶ τὴν τραυλότητα συμ‐ πρέψαι λέγουσι καὶ τῷ λάλῳ πιθανότητα παρασχεῖν χάριν
Alc
.

1

.

7

ἐπιτρέχουσαν. μέμνηται δὲ καὶ Ἀριστοφάνης (vesp. 44) αὐτοῦ τῆς τραυλότητος ἐν οἷς ἐπισκώπτει Θέωρον·
2
εἶτ’ Ἀλκιβιάδης εἶπε πρός με τραυλίσας·
„ὁλᾷς Θέωλον; τὴν κεφαλὴν κόλακος ἔχει.“
5ὀρθῶς γε τοῦτ’ Ἀλκιβιάδης ἐτραύλισε.
5
Alc
.

1

.

8

καὶ Ἄρχιππος (fr. 45 CAF I 688) τὸν υἱὸν τοῦ Ἀλκιβιά‐ δου σκώπτων, ‘βαδίζει‘, φησί, ‘διακεχλιδώς, θοἱμάτιον ἕλκων, ὅπως ἐμφερὴς μάλιστα τῷ πατρὶ δόξειεν εἶναι,
3
κλασαυχενεύεταί τε καὶ τραυλίζεται.‘
4
Alc
.

2

.

1

Τὸ δ’ ἦθος αὐτοῦ πολλὰς μὲν ὕστερον, ὡς εἰκὸς ἐν πράγμασι μεγάλοις καὶ τύχαις πολυτρόποις, ἀνομοιό‐ τητας πρὸς αὑτὸ καὶ μεταβολὰς ἐπεδείξατο. φύσει δὲ πολλῶν ὄντων καὶ μεγάλων παθῶν ἐν αὐτῷ τὸ φιλόνικον
5ἰσχυρότατον ἦν καὶ τὸ φιλόπρωτον, ὡς δῆλόν ἐστι τοῖς227
Alc
.

2

.

2

παιδικοῖς ἀπομνημονεύμασιν. ἐν μὲν γὰρ τῷ παλαίειν πιεζούμενος, ὑπὲρ τοῦ μὴ πεσεῖν ἀναγαγὼν πρὸς τὸ στόμα τὰ ἅμματα τοῦ πιεζοῦντος οἷος ἦν διαφαγεῖν τὰς χεῖρας.
Alc
.

2

.

3

ἀφέντος οὖν τὴν λαβὴν ἐκείνου καὶ εἰπόντος· „δάκνεις ὦ Ἀλκιβιάδη καθάπερ αἱ γυναῖκεσ“, „οὐκ ἔγωγε“ εἶπεν, „ἀλλ’ ὡς οἱ λέοντες.“ ἔτι δὲ μικρὸς ὢν ἔπαιζεν ἀστραγά‐ λοις ἐν τῷ στενωπῷ, τῆς δὲ βολῆς καθηκούσης εἰς αὐτόν,
Alc
.

2

.

4

ἅμαξα φορτίων ἐπῄει. τὸ μὲν οὖν πρῶτον ἐκέλευσε περι‐ μεῖναι τὸν ἄγοντα τὸ ζεῦγος· ὑπέπιπτε γὰρ ἡ βολὴ τῇ παρόδῳ τῆς ἁμάξης· μὴ πειθομένου δὲ δι’ ἀγροικίαν, ἀλλ’ ἐπάγοντος, οἱ μὲν ἄλλοι παῖδες διέσχον, ὁ δ’ Ἀλκι‐
5βιάδης καταβαλὼν ἐπὶ στόμα πρὸ τοῦ ζεύγους καὶ παρα‐ τείνας ἑαυτόν, ἐκέλευσεν οὕτως εἰ βούλεται διεξελθεῖν, ὥστε τὸν μὲν ἄνθρωπον ἀνακροῦσαι τὸ ζεῦγος ὀπίσω δεί‐ σαντα, τοὺς δ’ ἰδόντας ἐκπλαγῆναι καὶ μετὰ βοῆς συν‐
Alc
.

2

.

5

δραμεῖν πρὸς αὐτόν. ἐπεὶ δ’ εἰς τὸ μανθάνειν ἧκε, τοῖς μὲν ἄλλοις ὑπήκουε διδασκάλοις ἐπιεικῶς, τὸ δ’ αὐλεῖν ἔφευ‐ γεν ὡς ἀγεννὲς καὶ ἀνελεύθερον· πλήκτρου μὲν γὰρ καὶ λύρας χρῆσιν οὐδὲν οὔτε σχήματος οὔτε μορφῆς ἐλευθέρῳ
5πρεπούσης διαφθείρειν, αὐλοὺς δὲ φυσῶντος ἀνθρώπου στόματι καὶ τοὺς συνήθεις ἂν πάνυ μόλις διαγνῶναι τὸ
Alc
.

2

.

6

πρόσωπον. ἔτι δὲ τὴν μὲν λύραν τῷ χρωμένῳ συμφθέγ‐ γεσθαι καὶ συνᾴδειν, τὸν δ’ αὐλὸν ἐπιστομίζειν καὶ ἀπο‐ φράττειν ἕκαστον, τήν τε φωνὴν καὶ τὸν λόγον ἀφαιρού‐ μενον. „αὐλείτωσαν οὖν“ ἔφη „Θηβαίων παῖδες· διαλέ‐
5γεσθαι γὰρ οὐκ ἴσασιν· ἡμῖν δὲ τοῖς Ἀθηναίοις, ὡς οἱ πατέρες λέγουσιν, ἀρχηγέτις Ἀθηνᾶ καὶ πατρῷος Ἀπόλ‐
λων ἐστίν, ὧν ἡ μὲν ἔρριψε τὸν αὐλόν, ὁ δὲ καὶ τὸν αὐλητὴν228
Alc
.

2

.

7

ἐξέδειρε.“ τοιαῦτα παίζων ἅμα καὶ σπουδάζων ὁ Ἀλκι‐ βιάδης αὑτόν τε τοῦ μαθήματος ἀπέστησε καὶ τοὺς ἄλλους. ταχὺ γὰρ διῆλθε λόγος εἰς τοὺς παῖδας, ὡς εὖ ποιῶν ὁ Ἀλκιβιάδης βδελύττοιτο τὴν αὐλητικὴν καὶ χλευάζοι τοὺς
5μανθάνοντας. ὅθεν ἐξέπεσε κομιδῇ τῶν ἐλευθερίων διατρι‐ βῶν καὶ προεπηλακίσθη παντάπασιν ὁ αὐλός.
Alc
.

3

.

1

Ἐν δὲ ταῖς Ἀντιφῶντος λοιδορίαις (fr. 66 Bl.) γέγραπται, ὅτι παῖς ὢν ἐκ τῆς οἰκίας ἀπέδρα πρὸς Δημο‐ κράτην τινὰ τῶν ἐραστῶν, βουλομένου δ’ αὐτὸν ἐπικηρύτ‐ τειν Ἀρίφρονος, Περικλῆς οὐκ εἴασεν εἰπών, εἰ μὲν τέθνη‐
5κεν, ἡμέρᾳ μιᾷ διὰ τὸ κήρυγμα φανεῖσθαι πρότερον, εἰ δὲ σῶς ἐστιν, ἄσωστον αὐτῷ τὸν λοιπὸν βίον ἔσεσθαι, καὶ ὅτι τῶν ἀκολούθων τινὰ κτείνειεν ἐν τῇ Σιβυρτίου παλαί‐
Alc
.

3

.

2

στρᾳ ξύλῳ πατάξας. ἀλλὰ τούτοις μὲν οὐκ ἄξιον ἴσως πιστεύειν, ἅ γε λοιδορεῖσθαί τις αὐτῷ δι’ ἔχθραν ὁμολο‐ γῶν εἶπεν.
Alc
.

4

.

1

Ἤδη δὲ πολλῶν καὶ γενναίων ἀθροιζομένων καὶ περιεπόντων, οἱ μὲν ἄλλοι καταφανεῖς ἦσαν αὐτοῦ τὴν λαμπρότητα τῆς ὥρας ἐκπεπληγμένοι καὶ θεραπεύοντες, ὁ δὲ Σωκράτους ἔρως μέγα μαρτύριον ἦν τῆς πρὸς ἀρε‐
5τὴν εὐφυΐας τοῦ παιδός, ἣν ἐμφαινομένην τῷ εἴδει καὶ διαλάμπουσαν ἐνορῶν, φοβούμενος δὲ τὸν πλοῦτον καὶ τὸ ἀξίωμα καὶ τὸν προκαταλαμβάνοντα κολακείαις καὶ χάρισιν ἀστῶν καὶ ξένων καὶ συμμάχων ὄχλον, οἷος ἦν ἀμύνειν καὶ μὴ περιορᾶν ὥσπερ φυτὸν ἐν ἄνθει τὸν οἰκεῖον
Alc
.

4

.

2

καρπὸν ἀποβάλλον καὶ διαφθεῖρον. οὐδένα γὰρ ἡ τύχη περιέσχεν ἔξωθεν οὐδὲ περιέφραξε τοῖς λεγομένοις ἀγαθοῖς τοσοῦτον ὥστ’ ἄτρωτον ὑπὸ φιλοσοφίας γενέσθαι καὶ λό‐
γοις ἀπρόσιτον παρρησίαν καὶ δηγμὸν ἔχουσιν· ὡς Ἀλκι‐229
5βιάδης εὐθὺς ἐξ ἀρχῆς θρυπτόμενος καὶ ἀποκλειόμενος ὑπὸ τῶν πρὸς χάριν ἐξομιλούντων εἰσακοῦσαι τοῦ νου‐ θετοῦντος καὶ παιδεύοντος, ὅμως ὑπ’ εὐφυΐας ἐγνώρισε Σωκράτη καὶ προσήκατο, διασχὼν τοὺς πλουσίους καὶ
Alc
.

4

.

3

ἐνδόξους ἐραστάς. ταχὺ δὲ ποιησάμενος συνήθη καὶ λόγων ἀκούσας οὐχ ἡδονὴν ἄνανδρον ἐραστοῦ θηρεύοντος οὐδὲ φιλήματα καὶ ψαύσεις προσαιτοῦντος, ἀλλ’ ἐλέγχοντος τὰ σαθρὰ τῆς ψυχῆς αὐτοῦ καὶ πιεζοῦντος τὸν κενὸν καὶ
5ἀνόητον τῦφον,
5 ἔπτηξ’ ἀλέκτωρ δοῦλος ὣς κλίνας πτερόν (Phryn. fr. 17 N2).
6
Alc
.

4

.

4

καὶ τὸ μὲν Σωκράτους ἡγήσατο πρᾶγμα τῷ ὄντι θεῶν ὑπηρεσίαν εἰς νέων ἐπιμέλειαν εἶναι καὶ σωτη‐ ρίαν, καταφρονῶν δ’ αὐτὸς ἑαυτοῦ, θαυμάζων δ’ ἐκεῖνον, ἀγαπῶν δὲ τὴν φιλοφροσύνην, αἰσχυνόμενος δὲ τὴν ἀρετήν,
5ἐλάνθανεν εἴδωλον ἔρωτος, ὥς φησιν ὁ Πλάτων (Phaedr. 255d), ἀντέρωτα κτώμενος, ὥστε θαυμάζειν ἅπαντας ὁρῶντας αὐτὸν Σωκράτει μὲν συνδειπνοῦντα καὶ συμ‐ παλαίοντα καὶ συσκηνοῦντα, τοῖς δ’ ἄλλοις ἐρασταῖς χαλεπὸν ὄντα καὶ δυσχείρωτον, ἐνίοις δὲ καὶ παντάπασι
10σοβαρῶς προσφερόμενον, ὥσπερ Ἀνύτῳ τῷ Ἀνθεμίωνος.
Alc
.

4

.

5

ἐτύγχανε μὲν γὰρ ἐρῶν τοῦ Ἀλκιβιάδου, ξένους δέ τινας ἑστιῶν ἐκάλει κἀκεῖνον ἐπὶ τὸ δεῖπνον. ὁ δὲ τὴν μὲν κλῆ‐ σιν ἀπείπατο, μεθυσθεὶς δ’ οἴκοι μετὰ τῶν ἑταίρων, ἐκώμασε πρὸς τὸν Ἄνυτον, καὶ ταῖς θύραις ἐπιστὰς τοῦ
5ἀνδρῶνος καὶ θεασάμενος ἀργυρῶν ἐκπωμάτων καὶ χρυ‐ σῶν πλήρεις τὰς τραπέζας, ἐκέλευσε τοὺς παῖδας τὰ ἡμίση λαβόντας οἴκαδε κομίζειν πρὸς ἑαυτόν, εἰσελθεῖν δ’ οὐκ
Alc
.

4

.

6

ἠξίωσεν, ἀλλ’ ἀπῆλθε ταῦτα πράξας. τῶν οὖν ξένων
δυσχεραινόντων καὶ λεγόντων, ὡς ὑβριστικῶς καὶ ὑπερ‐ ηφάνως εἴη τῷ Ἀνύτῳ κεχρημένος ὁ Ἀλκιβιάδης, „ἐπιει‐ κῶς μὲν οὖν“ ὁ Ἄνυτος ἔφη „καὶ φιλανθρώπως· ἃ γὰρ230
5ἐξῆν αὐτῷ λαβεῖν ἅπαντα, τούτων ἡμῖν τὰ ἡμίση κατα‐ λέλοιπεν.“
Alc
.

5

.

1

Οὕτω δὲ καὶ τοῖς ἄλλοις ἐρασταῖς ἐχρῆτο, πλὴν ἕνα μετοικικὸν ὥς φασιν ἄνθρωπον, οὐ πολλὰ κεκτημένον, ἀποδόμενον δὲ πάντα καὶ τὸ συναχθὲν εἰς ἑκατὸν στατῆρας τῷ Ἀλκιβιάδῃ προσφέροντα καὶ δεόμενον λαβεῖν, γελάσας
Alc
.

5

.

2

καὶ ἡσθεὶς ἐκάλεσεν ἐπὶ δεῖπνον. ἑστιάσας δὲ καὶ φιλοφρο‐ νηθεὶς τό τε χρυσίον ἀπέδωκεν αὐτῷ καὶ προσέταξε τῇ ὑστεραίᾳ τοὺς ὠνουμένους τὰ τέλη τὰ δημόσια ταῖς τιμαῖς
Alc
.

5

.

3

ὑπερβάλλειν ἀντωνούμενον. παραιτουμένου δὲ τοῦ ἀνθρώ‐ που διὰ τὸ πολλῶν ταλάντων εἶναι τὴν ὠνήν, ἠπείλησε μαστιγώσειν εἰ μὴ ταῦτα πράττοι· καὶ γὰρ ἐτύγχανεν
Alc
.

5

.

4

ἐγκαλῶν τι τοῖς τελώναις ἴδιον. ἕωθεν οὖν προελθὼν ὁ μέτοικος εἰς ἀγορὰν ἐπέθηκε τῇ ὠνῇ τάλαντον. ἐπεὶ δ’ οἱ τελῶναι συστρεφόμενοι καὶ ἀγανακτοῦντες ἐκέλευον ὀνο‐ μάζειν ἐγγυητήν, ὡς οὐκ ἂν εὑρόντος, θορυβουμένου τοῦ
5ἀνθρώπου καὶ ἀναχωροῦντος ἑστὼς ὁ Ἀλκιβιάδης ἄπω‐ θεν πρὸς τοὺς ἄρχοντας „ἐμὲ γράψατε“ εἶπεν, „ἐμὸς φίλος
Alc
.

5

.

5

ἐστίν, ἐγγυῶμαι.“ τοῦτ’ ἀκούσαντες οἱ τελῶναι πάντες ἐξηπορήθησαν. εἰωθότες γὰρ ἀεὶ ταῖς δευτέραις ὠναῖς χρεωλυτεῖν τὰς πρώτας, οὐχ ἑώρων ἀπαλλαγὴν οὖσαν αὑτοῖς τοῦ πράγματος. ἐδέοντο δὴ τοῦ ἀνθρώπου διδόντες
5ἀργύριον· ὁ δ’ Ἀλκιβιάδης οὐκ εἴα λαβεῖν ἔλαττον ταλάν‐ του. διδόντων δὲ τὸ τάλαντον ἐκέλευσεν ἀποστῆναι λα‐ βόντα. κἀκεῖνον μὲν οὕτως ὠφέλησεν.
Alc
.

6

.

1

Ὁ δὲ Σωκράτους ἔρως πολλοὺς ἔχων καὶ μεγάλους ἀνταγωνιστὰς πῇ μὲν ἐκράτει τοῦ Ἀλκιβιάδου, δι’ εὐφυΐαν
ἁπτομένων τῶν λόγων αὐτοῦ καὶ τὴν καρδίαν στρεφόντων καὶ δάκρυα ἐκχεόντων, ἔστι δ’ ὅτε καὶ τοῖς κόλαξι πολλὰς231
5ἡδονὰς ὑποβάλλουσιν ἐνδιδοὺς ἑαυτόν, ἀπωλίσθανε τοῦ Σωκράτους καὶ δραπετεύων ἀτεχνῶς ἐκυνηγεῖτο, πρὸς μόνον ἐκεῖνον ἔχων τὸ αἰδεῖσθαι καὶ τὸ φοβεῖσθαι, τῶν
Alc
.

6

.

2

δ’ ἄλλων ὑπερορῶν. ὁ μὲν οὖν Κλεάνθης (fr. 614 Arn.) ἔλεγε τὸν ἐρώμενον ὑφ’ ἑαυτοῦ μὲν ἐκ τῶν ὤτων κρατεῖ‐ σθαι, τοῖς δ’ ἀντερασταῖς πολλὰς λαβὰς παρέχειν ἀθί‐ κτους ἑαυτῷ, τὴν γαστέρα λέγων καὶ τὰ αἰδοῖα καὶ τὸν
5λαιμόν· Ἀλκιβιάδης δ’ ἦν μὲν ἀμέλει καὶ πρὸς ἡδονὰς
Alc
.

6

.

3

ἀγώγιμος· ἡ γὰρ ὑπὸ Θουκυδίδου (6, 15, 4) λεγομένη παρα‐ νομία κατὰ τὸ σῶμα τῆς διαίτης ὑποψίαν τοιαύτην 〈ἐν〉‐
Alc
.

6

.

4

δίδωσιν. οὐ μὴν ἀλλὰ μᾶλλον αὐτοῦ τῆς φιλοτιμίας ἐπι‐ λαμβανόμενοι καὶ τῆς φιλοδοξίας οἱ διαφθείροντες ἐνέ‐ βαλλον οὐ καθ’ ὥραν εἰς μεγαλοπραγμοσύνην, ἀναπεί‐ θοντες ὡς ὅταν πρῶτον ἄρξηται τὰ δημόσια πράττειν,
5οὐ μόνον ἀμαυρώσοντα τοὺς ἄλλους στρατηγοὺς καὶ δημα‐ γωγοὺς εὐθύς, ἀλλὰ καὶ τὴν Περικλέους δύναμιν ἐν τοῖς
Alc
.

6

.

5

Ἕλλησι καὶ δόξαν ὑπερβαλούμενον. ὥσπερ οὖν ὁ σίδηρος ἐν τῷ πυρὶ μαλασσόμενος αὖθις ὑπὸ τοῦ ψυχροῦ πυκνοῦται καὶ σύνεισι τοῖς μορίοις εἰς ἑαυτόν, οὕτως ἐκεῖ‐ νον ὁ Σωκράτης θρύψεως διάπλεων καὶ χαυνότητος ὁσά‐
5κις ἀναλάβοι, πιέζων τῷ λόγῳ καὶ συστέλλων ταπεινὸν ἐποίει καὶ ἄτολμον, ἡλίκων ἐνδεής ἐστι καὶ ἀτελὴς πρὸς ἀρετὴν μανθάνοντα.
Alc
.

7

.

1

Τὴν δὲ παιδικὴν ἡλικίαν παραλλάσσων ἐπέστη γραμ‐ ματοδιδασκαλείῳ καὶ βιβλίον ᾔτησεν Ὁμηρικόν. εἰπόντος
δὲ τοῦ διδασκάλου μηδὲν ἔχειν Ὁμήρου, κονδύλῳ καθι‐232
Alc
.

7

.

2

κόμενος αὐτοῦ παρῆλθεν. ἑτέρου δὲ φήσαντος ἔχειν Ὅμη‐ ρον ὑφ’ ἑαυτοῦ διωρθωμένον, „εἶτα“ ἔφη „γράμματα διδά‐ σκεις Ὅμηρον ἐπανορθοῦν ἱκανὸς ὤν, οὐχὶ τοὺς νέους
Alc
.

7

.

3

παιδεύεις;“ Περικλεῖ δὲ βουλόμενος ἐντυχεῖν, ἐπὶ θύρας ἦλθεν αὐτοῦ. πυθόμενος δὲ μὴ σχολάζειν, ἀλλὰ σκοπεῖν καθ’ ἑαυτὸν ὅπως ἀποδώσει λόγον Ἀθηναίοις, ἀπιὼν ὁ Ἀλκιβιάδης, „εἶτα“ ἔφη „βέλτιον οὐκ ἦν σκοπεῖν αὐτὸν
5ὅπως οὐκ ἀποδώσει [λόγον Ἀθηναίοις];“ Ἔτι δὲ μειράκιον ὢν ἐστρατεύσατο τὴν εἰς Ποτείδαιαν στρατείαν, καὶ Σωκράτη σύσκηνον εἶχε καὶ παραστάτην
Alc
.

7

.

4

ἐν τοῖς ἀγῶσιν. ἰσχυρᾶς δὲ γενομένης μάχης ἠρίστευσαν μὲν ἀμφότεροι, τοῦ δ’ Ἀλκιβιάδου τραύματι περιπεσόν‐ τος ὁ Σωκράτης προέστη καὶ ἤμυνε, καὶ μάλιστα δὴ προ‐
Alc
.

7

.

5

δήλως ἔσωσεν αὐτὸν μετὰ τῶν ὅπλων. ἐγίνετο μὲν οὖν τῷ δικαιοτάτῳ λόγῳ Σωκράτους τὸ ἀριστεῖον· ἐπεὶ δ’ οἱ στρατηγοὶ διὰ τὸ ἀξίωμα τῷ Ἀλκιβιάδῃ σπουδάζοντες ἐφαίνοντο περιθεῖναι τὴν δόξαν, ὁ Σωκράτης βουλόμενος
5αὔξεσθαι τὸ φιλότιμον ἐν τοῖς καλοῖς αὐτοῦ, πρῶτος ἐμαρ‐ τύρει καὶ παρεκάλει στεφανοῦν ἐκεῖνον καὶ διδόναι τὴν
Alc
.

7

.

6

πανοπλίαν. ἔτι δὲ τῆς ἐπὶ Δηλίῳ μάχης γενομένης καὶ φευγόντων τῶν Ἀθηναίων, ἔχων ἵππον ὁ Ἀλκιβιάδης, τοῦ δὲ Σωκράτους πεζῇ μετ’ ὀλίγων ἀποχωροῦντος, οὐ παρήλασεν ἰδών, ἀλλὰ παρέπεμψε καὶ περιήμυνεν, ἐπι‐
5κειμένων τῶν πολεμίων καὶ πολλοὺς ἀναιρούντων. καὶ ταῦτα μὲν ὕστερον ἐπράχθη.
Alc
.

8

.

1

Ἱππονίκῳ δὲ τῷ Καλλίου πατρί, καὶ δόξαν ἔχοντι μεγάλην καὶ δύναμιν ἀπὸ πλούτου καὶ γένους, ἐνέτριψε
κόνδυλον, οὐχ ὑπ’ ὀργῆς ἢ διαφορᾶς τινος προαχθείς,233
Alc
.

8

.

2

ἀλλ’ ἐπὶ γέλωτι συνθέμενος πρὸς τοὺς ἑταίρους. περιβοή‐ του δὲ τῆς ἀσελγείας ἐν τῇ πόλει γενομένης, καὶ συναγανα‐ κτούντων ὥσπερ εἰκὸς ἁπάντων, ἅμ’ ἡμέρᾳ παρῆν ὁ Ἀλκι‐ βιάδης ἐπὶ τὴν οἰκίαν τοῦ Ἱππονίκου, καὶ τὴν θύραν κόψας
5εἰσῆλθε πρὸς αὐτόν, καὶ θεὶς τὸ ἱμάτιον παρεδίδου τὸ
Alc
.

8

.

3

σῶμα, μαστιγοῦν καὶ κολάζειν κελεύων. ὁ δὲ συνέγνω καὶ τὴν ὀργὴν ἀφῆκεν, ὕστερον δὲ τῆς θυγατρὸς Ἱππαρέτης ἐποιήσατο νυμφίον. ἔνιοι δέ φασιν οὐχ Ἱππόνικον, ἀλλὰ Καλλίαν, τὸν υἱὸν αὐτοῦ, δοῦναι τῷ Ἀλκιβιάδῃ τὴν Ἱπ‐
5παρέτην ἐπὶ δέκα ταλάντοις· εἶτα μέντοι τεκούσης ἄλλα πάλιν δέκα προσεισπρᾶξαι τὸν Ἀλκιβιάδην, ὡς τοῦτο
Alc
.

8

.

4

συνθέμενον εἰ γένοιντο παῖδες. ὁ δὲ Καλλίας ἐπιβουλὴν δεδοικὼς προσῆλθε τῷ δήμῳ, τὰ χρήματα διδοὺς καὶ τὸν οἶκον, ἄνπερ αὐτῷ συμπέσῃ μὴ καταλιπόντι γενεὰν ἀποθανεῖν. εὔτακτος δ’ οὖσα καὶ φίλανδρος ἡ Ἱππαρέτη,
5λυπουμένη δ’ ὑπ’ αὐτοῦ περὶ τὸν γάμον, ἑταίραις ξέναις καὶ ἀσταῖς συνόντος, ἐκ τῆς οἰκίας ἀπιοῦσα πρὸς τὸν
Alc
.

8

.

5

ἀδελφὸν ᾤχετο. τοῦ δ’ Ἀλκιβιάδου μὴ φροντίζοντος, ἀλλ’ ἐντρυφῶντος, ἔδει τὸ τῆς ἀπολείψεως γράμμα παρὰ τῷ ἄρχοντι θέσθαι μὴ δι’ ἑτέρων, ἀλλ’ αὐτὴν παροῦσαν. ὡς οὖν παρῆν τοῦτο πράξουσα κατὰ τὸν
5νόμον, ἐπελθὼν ὁ Ἀλκιβιάδης καὶ συναρπάσας αὐτὴν ἀπῆλθε δι’ ἀγορᾶς οἴκαδε κομίζων, μηδενὸς ἐναντιωθῆ‐
Alc
.

8

.

6

ναι μηδ’ ἀφελέσθαι τολμήσαντος. ἔμεινε μέντοι παρ’ αὐτῷ μέχρι τελευτῆς, ἐτελεύτησε δὲ μετ’ οὐ πολὺν χρόνον εἰς Ἔφεσον τοῦ Ἀλκιβιάδου πλεύσαντος. αὕτη μὲν οὖν οὐ παντελῶς ἔδοξεν ἡ βία παράνομος οὐδ’ ἀπάνθρω‐
5πος εἶναι· καὶ γὰρ ὁ νόμος δοκεῖ διὰ τοῦτο προάγειν τὴν ἀπολιποῦσαν εἰς τὸ δημόσιον αὐτήν, ὅπως ἐγγένηται τῷ
ἀνδρὶ συμβῆναι καὶ κατασχεῖν.234
Alc
.

9

.

1

Ὄντος δὲ κυνὸς αὐτῷ θαυμαστοῦ τὸ μέγεθος καὶ τὸ εἶδος, ὃν ἑβδομήκοντα μνῶν ἐωνημένος ἐτύγχανεν,
Alc
.

9

.

2

ἀπέκοψε τὴν οὐρὰν πάγκαλον οὖσαν. ἐπιτιμώντων δὲ τῶν συνήθων καὶ λεγόντων ὅτι πάντες ἐπὶ τῷ κυνὶ δά‐ κνονται καὶ λοιδοροῦσιν αὐτόν, ἐπιγελάσας· „γίνεται τοί‐ νυν“ εἶπεν „ὃ βούλομαι· βούλομαι γὰρ Ἀθηναίους τοῦτο
5λαλεῖν, ἵνα μή τι χεῖρον περὶ ἐμοῦ λέγωσι.“
Alc
.

10

.

1

Πρώτην δ’ αὐτῷ πάροδον εἰς τὸ δημόσιον γενέσθαι λέγουσι μετὰ χρημάτων ἐπιδόσεως, οὐκ ἐκ παρασκευῆς, ἀλλὰ παριόντα θορυβούντων τῶν Ἀθηναίων ἐρέσθαι τὴν αἰτίαν τοῦ θορύβου, πυθόμενον δὲ χρημάτων ἐπίδοσιν
5γίνεσθαι, παρελθεῖν καὶ ἐπιδοῦναι. τοῦ δὲ δήμου κροτοῦν‐ τος καὶ βοῶντος ὑφ’ ἡδονῆς, ἐπιλαθέσθαι τοῦ ὄρτυγος
Alc
.

10

.

2

ὃν ἐτύγχανεν ἔχων ἐν τῷ ἱματίῳ. πτοηθέντος οὖν καὶ διαφυγόντος, ἔτι μᾶλλον ἐκβοῆσαι τοὺς Ἀθηναίους, πολ‐ λοὺς δὲ συνθηρᾶν ἀναστάντας, λαβεῖν δ’ αὐτὸν Ἀντίο‐ χον τὸν κυβερνήτην καὶ ἀποδοῦναι· διὸ προσφιλέστατον
5τῷ Ἀλκιβιάδῃ γενέσθαι.
Alc
.

10

.

3

Μεγάλας δ’ αὐτῷ κλισιάδας ἐπὶ τὴν πολιτείαν ἀνοί‐ γοντος τοῦ τε γένους καὶ τοῦ πλούτου τῆς τε περὶ τὰς μάχας ἀνδραγαθίας, φίλων τε πολλῶν καὶ οἰκείων ὑπαρ‐ χόντων, ἀπ’ οὐδενὸς ἠξίου μᾶλλον ἢ τῆς τοῦ λόγου χάρι‐
Alc
.

10

.

4

τος ἰσχύειν ἐν τοῖς πολλοῖς. καὶ ὅτι μὲν δυνατὸς ἦν εἰπεῖν, οἵ τε κωμικοὶ μαρτυροῦσι καὶ τῶν ῥητόρων ὁ δυνατώτατος, ἐν τῷ κατὰ Μειδίου (Demosth. 21, 145) λέγων τὸν Ἀλκι‐ βιάδην καὶ δεινότατον εἰπεῖν γενέσθαι πρὸς τοῖς ἄλλοις.
5εἰ δὲ Θεοφράστῳ (fr. 134 W.) πιστεύομεν, ἀνδρὶ φιληκόῳ καὶ ἱστορικῷ παρ’ ὁντινοῦν τῶν φιλοσόφων, εὑρεῖν μὲν ἦν τὰ δέοντα καὶ νοῆσαι πάντων ἱκανώτατος ὁ Ἀλκιβιάδης, ζητῶν δὲ μὴ μόνον ἃ δεῖ λέγειν, ἀλλὰ καὶ ὡς δεῖ τοῖς
ὀνόμασι καὶ τοῖς ῥήμασιν, οὐκ εὐπορῶν δέ, πολλάκις235
10ἐσφάλλετο καὶ μεταξὺ λέγων ἀπεσιώπα καὶ διέλειπε λέ‐ ξεως διαφυγούσης, αὑτὸν ἀναλαμβάνων καὶ διασκοπού‐ μενος.
Alc
.

11

.

1

Αἱ δ’ ἱπποτροφίαι περιβόητοι μὲν ἐγένοντο καὶ τῷ πλήθει τῶν ἁρμάτων· ἑπτὰ γὰρ ἄλλος οὐδεὶς καθῆκεν
Alc
.

11

.

2

Ὀλυμπίασιν ἰδιώτης οὐδὲ βασιλεύς, μόνος δ’ ἐκεῖνος, καὶ τὸ νικῆσαι καὶ δεύτερον γενέσθαι καὶ τέταρτον ὡς Θουκυ‐ δίδης (6, 16) φησίν, ὡς δ’ Εὐριπίδης τρίτον, ὑπερβάλλει λαμπρότητι καὶ δόξῃ πᾶσαν τὴν ἐν τούτοις φιλοτιμίαν.
Alc
.

11

.

3

λέγει δ’ ὁ Εὐριπίδης (fg. 3 D.) ἐν τῷ ᾄσματι ταῦτα· „σὲ δ’ ἀείσομαι ὦ Κλεινίου παῖ. καλὸν ἁ νίκα· κάλλιστον δ’, ὃ μη‐ δεὶς ἄλλος Ἑλλάνων, ἅρματι πρῶτα δραμεῖν καὶ δεύτερα καὶ τρίτα, βῆναί τ’ ἀπονητὶ δὶς στεφθέντ’ ἐλαίᾳ κάρυκι
5βοὰν παραδοῦναι.“
Alc
.

12

.

1

Τοῦτο μέντοι τὸ λαμπρὸν ἐπιφανέστερον ἐποίησεν ἡ τῶν πόλεων φιλοτιμία. σκηνὴν μὲν γὰρ αὐτῷ κεκοσμημένην διαπρεπῶς ἔστησαν Ἐφέσιοι, τροφὰς δ’ ἵπποις καὶ πλῆ‐ θος ἱερείων παρεῖχεν ἡ Χίων πόλις, οἶνον δὲ Λέσβιοι καὶ
Alc
.

12

.

2

τὴν ἄλλην ὑποδοχὴν ἀφειδῶς ἑστιῶντι πολλούς. οὐ μὴν ἀλλὰ καὶ διαβολή τις ἢ κακοήθεια γενομένη περὶ τὴν
Alc
.

12

.

3

φιλοτιμίαν ἐκείνην πλείονα λόγον παρέσχε. λέγεται γάρ, ὡς ἦν Ἀθήνησι Διομήδης, ἀνὴρ οὐ πονηρός, Ἀλκιβιάδου δὲ φίλος, ἐπιθυμῶν δὲ νίκην Ὀλυμπικὴν αὐτῷ γενέσθαι, καὶ πυνθανόμενος ἅρμα δημόσιον Ἀργείοις εἶναι, τὸν δ’
5Ἀλκιβιάδην εἰδὼς ἐν Ἄργει μέγα δυνάμενον καὶ φίλους ἔχοντα πολλούς, ἔπεισεν αὐτῷ πρίασθαι τὸ ἅρμα. πριά‐
μενος δ’ ὁ Ἀλκιβιάδης ἴδιον ἀπεγράψατο, τὸν δὲ Διομή‐ δην χαίρειν εἴασε, χαλεπῶς φέροντα καὶ μαρτυρόμενον θεοὺς καὶ ἀνθρώπους. φαίνεται δὲ καὶ δίκη συστᾶσα περὶ236
10τούτου, καὶ λόγος Ἰσοκράτει (Isocr. 16) γέγραπται περὶ τοῦ ζεύγους ὑπὲρ τοῦ Ἀλκιβιάδου παιδός, ἐν ᾧ Τεισίας ἐστίν, οὐ Διομήδης, ὁ δικασάμενος.
Alc
.

13

.

1

Ἐπεὶ δ’ ἀφῆκεν αὑτὸν εἰς τὴν πολιτείαν ἔτι μει‐ ράκιον ὤν, τοὺς μὲν ἄλλους εὐθὺς ἐταπείνωσε δημαγω‐ γούς, ἀγῶνα δ’ εἶχε πρός τε Φαίακα τὸν Ἐρασιστράτου καὶ Νικίαν τὸν Νικηράτου, τὸν μὲν ἤδη καθ’ ἡλικίαν
5προήκοντα καὶ στρατηγὸν ἄριστον εἶναι δοκοῦντα, Φαί‐ ακα δ’ ἀρχόμενον ὥσπερ αὐτὸς αὐξάνεσθαι τότε καὶ γνω‐ ρίμων ὄντα πατέρων, ἐλαττούμενον δὲ τοῖς τ’ ἄλλοις καὶ
Alc
.

13

.

2

περὶ τὸν λόγον. ἐντευκτικὸς γὰρ ἰδίᾳ καὶ πιθανὸς ἐδόκει μᾶλλον ἢ φέρειν ἀγῶνας ἐν δήμῳ δυνατός. ἦν γάρ, ὡς Εὔπολίς (fr. 95 CAF I 281) φησι,
3
λαλεῖν ἄριστος, ἀδυνατώτατος λέγειν.
4
Alc
.

13

.

3

φέρεται δὲ καὶ λόγος τις κατ’ Ἀλκιβιάδου Φαίακος ἐπι‐ γεγραμμένος, ἐν ᾧ μετὰ τῶν ἄλλων γέγραπται καὶ ὅτι τῆς πόλεως πολλὰ πομπεῖα χρυσᾶ καὶ ἀργυρᾶ κεκτημέ‐ νης, ὁ Ἀλκιβιάδης ἐχρῆτο πᾶσιν αὐτοῖς ὥσπερ ἰδίοις πρὸς
5τὴν καθ’ ἡμέραν δίαιταν.
Alc
.

13

.

4

Ἦν δέ τις Ὑπέρβολος Περιθοΐδης, οὗ μέμνηται μὲν ὡς ἀνθρώπου πονηροῦ καὶ Θουκυδίδης (8, 73, 3), τοῖς δὲ κωμικοῖς ὁμοῦ τι πᾶσι διατριβὴν ἀεὶ σκωπτόμενος ἐν
Alc
.

13

.

5

τοῖς θεάτροις παρεῖχεν. ἄτρεπτος δὲ πρὸς τὸ κακῶς ἀκούειν καὶ ἀπαθὴς ὢν ὀλιγωρίᾳ δόξης, ἣν ἀναισχυντίαν
καὶ ἀπόνοιαν οὖσαν εὐτολμίαν ἔνιοι καὶ ἀνδρείαν καλοῦ‐ σιν, οὐδενὶ μὲν ἤρεσκεν, ἐχρῆτο δ’ αὐτῷ πολλάκις ὁ237
5δῆμος ἐπιθυμῶν προπηλακίζειν τοὺς ἐν ἀξιώματι καὶ
Alc
.

13

.

6

συκοφαντεῖν. ἀναπεισθεὶς οὖν ὑπ’ αὐτοῦ τότε τὸ ὄστρα‐ κον ἐπιφέρειν ἔμελλεν, ᾧ κολούοντες ἀεὶ τὸν προὔχοντα δόξῃ καὶ δυνάμει τῶν πολιτῶν ἐλαύνουσι, παραμυθούμενοι
Alc
.

13

.

7

τὸν φθόνον μᾶλλον ἢ τὸν φόβον. ἐπεὶ δὲ δῆλον ἦν ὅτι ἑνὶ τῶν τριῶν τὸ ὄστρακον ἐποίσουσι, συνήγαγε τὰς στάσεις εἰς ταὐτὸν ὁ Ἀλκιβιάδης, καὶ διαλεχθεὶς πρὸς τὸν Νικίαν τῷ Ὑπερβόλῳ περικάτω τὴν ὀστρακοφορίαν ἔτρεψεν.
Alc
.

13

.

8

ὡς δ’ ἔνιοί φασιν, οὐ πρὸς Νικίαν, ἀλλὰ πρὸς Φαίακα διαλεχθεὶς καὶ τὴν ἐκείνου προσλαβὼν ἑταιρίαν, ἐξήλασε
Alc
.

13

.

9

τὸν Ὑπέρβολον οὐκ ἂν προσδοκήσαντα. φαῦλος γὰρ οὐδεὶς ἐνέπιπτεν εἰς τοῦτον τὸν κολασμὸν οὐδ’ ἄδοξος, ὥς που καὶ Πλάτων ὁ κωμικὸς (fr. 187 CAF I 654) εἴρηκε τοῦ Ὑπερ‐ βόλου μνησθείς·
4
5καίτοι πέπραγε τῶν τρόπων μὲν ἄξια, αὑτοῦ δὲ καὶ τῶν στιγμάτων ἀνάξια. οὐ γὰρ τοιούτων εἵνεκ’ ὄστραχ’ εὑρέθη.
7 περὶ μὲν οὖν τούτων ἐν ἑτέροις μᾶλλον εἴρηται τὰ ἱστο‐ ρούμενα.
Alc
.

14

.

1

Τὸν δ’ Ἀλκιβιάδην ὁ Νικίας οὐχ ἧττον ἠνία θαυ‐ μαζόμενος ὑπὸ τῶν πολεμίων ἢ τιμώμενος ὑπὸ τῶν πολιτῶν. πρόξενος μὲν γὰρ ἦν ὁ Ἀλκιβιάδης τῶν Λακεδαιμονίων, καὶ τοὺς ἁλόντας αὐτῶν περὶ Πύλον ἄνδρας ἐθεράπευσεν·
Alc
.

14

.

2

ἐπεὶ δ’ ἐκεῖνοί τε διὰ Νικίου μάλιστα τῆς εἰρήνης τυχόν‐ τες καὶ τοὺς ἄνδρας ἀπολαβόντες ὑπερηγάπων αὐτόν, ἔν
τε τοῖς Ἕλλησι λόγος ἦν, ὡς Περικλέους μὲν συνάψαντος αὐτοῖς, Νικίου δὲ λύσαντος τὸν πόλεμον, οἵ τε πλεῖστοι238
5τὴν εἰρήνην Νικίειον ὠνόμαζον, οὐ μετρίως ἀνιώμενος
Alc
.

14

.

3

ὁ Ἀλκιβιάδης καὶ φθονῶν ἐβούλευε σύγχυσιν ὁρκίων. καὶ πρῶτον μὲν Ἀργείους αἰσθανόμενος μίσει καὶ φόβῳ τῶν Σπαρτιατῶν ζητοῦντας ἀποστροφήν, ἐλπίδας αὐτοῖς ἐνε‐ δίδου κρύφα τῆς Ἀθηναίων συμμαχίας, καὶ παρεθάρρυνε
5πέμπων καὶ διαλεγόμενος τοῖς προεστῶσι τοῦ δήμου μὴ δεδιέναι μηδ’ ὑπείκειν Λακεδαιμονίοις, ἀλλὰ πρὸς Ἀθηναίους τρέπεσθαι καὶ περιμένειν, ὅσον οὐδέ‐
Alc
.

14

.

4

πω μεταμελομένους καὶ τὴν εἰρήνην ἀφιέντας. ἐπεὶ δὲ Λακεδαιμόνιοι πρός τε τοὺς Βοιωτοὺς ἐποιήσαντο συμ‐ μαχίαν, καὶ Πάνακτον οὐχ ἑστὼς ὥσπερ ἔδει τοῖς Ἀθη‐ ναίοις παρέδωκαν, ἀλλὰ καταλύσαντες, ὀργιζομένους
5λαβὼν τοὺς Ἀθηναίους ἔτι μᾶλλον ἐξετράχυνε, καὶ τὸν Νικίαν ἐθορύβει καὶ διέβαλλεν εἰκότα κατηγορῶν, ὅτι τοὺς ἐν Σφακτηρίᾳ τῶν πολεμίων ἀποληφθέντας αὐτὸς μὲν ἐξελεῖν οὐκ ἠθέλησε στρατηγῶν, ἑτέρων δ’ ἐξελόν‐ των ἀφῆκε καὶ ἀπέδωκε χαριζόμενος Λακεδαιμονίοις·
Alc
.

14

.

5

εἶτ’ ἐκείνους μὲν οὐκ ἔπεισε φίλος ὢν Βοιωτοῖς μὴ συνό‐ μνυσθαι μηδὲ Κορινθίοις, Ἀθηναίοις δὲ κωλύει καὶ τὸν βουλόμενον τῶν Ἑλλήνων φίλον εἶναι καὶ σύμμαχον, εἰ
Alc
.

14

.

6

μὴ δόξειε Λακεδαιμονίοις. ἐκ δὲ τούτου κακῶς φερομένῳ τῷ Νικίᾳ παρῆσαν ὥσπερ κατὰ τύχην πρέσβεις ἀπὸ τῆς Λακεδαίμονος, αὐτόθεν τε λόγους ἐπιεικεῖς ἔχοντες καὶ πρὸς πᾶν τὸ συμβατικὸν καὶ δίκαιον αὐτοκράτορες ἥκειν
Alc
.

14

.

7

φάσκοντες. ἀποδεξαμένης δὲ τῆς βουλῆς, τοῦ δὲ δήμου τῇ ὑστεραίᾳ μέλλοντος ἐκκλησιάζειν, δείσας ὁ Ἀλκιβιά‐ δης διεπράξατο τοὺς πρέσβεις ἐν λόγοις γενέσθαι πρὸς
Alc
.

14

.

8

αὐτόν. ὡς δὲ συνῆλθον, ἔλεγε· „τί πεπόνθατε ἄνδρες
Σπαρτιᾶται; πῶς ἔλαθεν ὑμᾶς, ὅτι τὰ τῆς βουλῆς ἀεὶ μέτρια καὶ φιλάνθρωπα πρὸς τοὺς ἐντυγχάνοντάς ἐστιν, ὁ δὲ δῆμος μέγα φρονεῖ καὶ μεγάλων ὀρέγεται; κἂν φά‐239
5σκητε κύριοι πάντων ἀφῖχθαι, προστάττων καὶ βιαζόμε‐
Alc
.

14

.

9

νος ἀγνωμονήσει. φέρε δὴ τὴν εὐήθειαν ταύτην ἀφέντες, εἰ βούλεσθε χρήσασθαι μετρίοις 〈τοῖσ〉 Ἀθηναίοις καὶ μηδὲν ἐκβιασθῆναι παρὰ γνώμην, οὕτω διαλέγεσθε περὶ τῶν δικαίων ὡς οὐκ ὄντες αὐτοκράτορες. συμπράξομεν δ’
Alc
.

14

.

10

ἡμεῖς Λακεδαιμονίοις χαριζόμενοι.“ ταῦτα δ’ εἰπὼν ὅρκους ἔδωκεν αὐτοῖς καὶ μετέστησεν ἀπὸ τοῦ Νικίου, παντάπασι πιστεύοντας αὐτῷ καὶ θαυμάζοντας ἅμα τὴν δεινότητα καὶ
Alc
.

14

.

11

τὴν σύνεσιν, ὡς οὐ τοῦ τυχόντος ἀνδρὸς οὖσαν. τῇ δ’ ὑστε‐ ραίᾳ συνήχθη μὲν ὁ δῆμος, εἰσῆλθον δ’ οἱ πρέσβεις. ἐρω‐ τώμενοι δ’ ὑπὸ τοῦ Ἀλκιβιάδου πάνυ φιλανθρώπως, ἐφ’ οἷς ἀφιγμένοι τυγχάνουσιν, οὐκ ἔφασαν ἥκειν αὐτοκρά‐
Alc
.

14

.

12

τορες. εὐθὺς οὖν ὁ Ἀλκιβιάδης ἐνέκειτο μετὰ κραυγῆς καὶ ὀργῆς, ὥσπερ οὐκ ἀδικῶν, ἀλλ’ ἀδικούμενος, ἀπί‐ στους καὶ παλιμβόλους ἀποκαλῶν καὶ μηδὲν ὑγιὲς μήτε πρᾶξαι μήτ’ εἰπεῖν ἥκοντας, ἐπηγανάκτει δ’ ἡ βουλὴ καὶ
5ὁ δῆμος ἐχαλέπαινε, τὸν δὲ Νικίαν ἔκπληξις εἶχε καὶ κατήφεια τῶν ἀνδρῶν τῆς μεταβολῆς, ἀγνοοῦντα τὴν ἀπάτην καὶ τὸν δόλον.
Alc
.

15

.

1

Οὕτω δὲ τῶν Λακεδαιμονίων ἐκπεσόντων, στρα‐ τηγὸς ἀποδειχθεὶς ὁ Ἀλκιβιάδης εὐθὺς Ἀργείους καὶ Μαντινεῖς καὶ Ἠλείους συμμάχους ἐποίησε τοῖς Ἀθη‐
Alc
.

15

.

2

ναίοις. καὶ τὸν μὲν τρόπον οὐδεὶς τῆς πράξεως ἐπῄνει, μέγα δ’ ἦν τὸ πεπραγμένον ὑπ’ αὐτοῦ, διαστῆσαι καὶ κραδᾶναι Πελοπόννησον ὀλίγου δεῖν ἅπασαν, καὶ τοσαύ‐ τας ἀσπίδας ἐν ἡμέρᾳ μιᾷ περὶ Μαντίνειαν ἀντιτάξαι
5Λακεδαιμονίοις, καὶ πορρωτάτω τῶν Ἀθηνῶν ἀγῶνα κα‐ τασκευάσαι καὶ κίνδυνον αὐτοῖς, ἐν ᾧ μέγα μὲν οὐδὲν ἡ νίκη προσέθηκε κρατήσασιν, εἰ δ’ ἐσφάλησαν, ἔργον ἦν240
Alc
.

15

.

3

τὴν Λακεδαίμονα περιγενέσθαι. μετὰ δὲ τὴν μάχην εὐθὺς ἐπέθεντο καταλύειν ἐν Ἄργει τὸν δῆμον οἱ χίλιοι καὶ τὴν πόλιν ὑπήκοον ποιεῖν Λακεδαιμονίοις· οἱ δὲ παραγε‐
Alc
.

15

.

4

νόμενοι κατέλυσαν τὴν δημοκρατίαν. αὖθις δὲ τῶν πολ‐ λῶν ἐξενεγκαμένων τὰ ὅπλα καὶ κρατησάντων, ἐπελθὼν ὁ Ἀλκιβιάδης τήν τε νίκην ἐβεβαίωσε τῷ δήμῳ, καὶ τὰ μακρὰ τείχη συνέπεισε καθεῖναι καὶ προσμείξαντας τῇ
5θαλάσσῃ τὴν πόλιν ἐξάψαι παντάπασι τῆς Ἀθηναίων δυ‐
Alc
.

15

.

5

νάμεως, καὶ τέκτονας καὶ λιθουργοὺς ἐκ τῶν Ἀθηνῶν ἐκό‐ μισε καὶ πᾶσαν ἐνεδείκνυτο προθυμίαν, οὐχ ἧττον ἑαυτῷ
Alc
.

15

.

6

κτώμενος ἢ τῇ πόλει χάριν καὶ ἰσχύν. ἔπεισε δὲ καὶ Πα‐ τρεῖς ὁμοίως τείχεσι μακροῖς συνάψαι τῇ θαλάσσῃ τὴν πόλιν. εἰπόντος δέ τινος τοῖς Πατρεῦσιν ὅτι „καταπιοῦν‐ ται ὑμᾶς Ἀθηναῖοι“· „ἴσωσ“ εἶπεν ὁ Ἀλκιβιάδης „κατὰ
5μικρὸν καὶ κατὰ τοὺς πόδας, Λακεδαιμόνιοι δὲ κατὰ τὴν
Alc
.

15

.

7

κεφαλὴν καὶ ἀθρόως.“ οὐ μὴν ἀλλὰ καὶ τῆς γῆς συνεβού‐ λευεν ἀντέχεσθαι τοῖς Ἀθηναίοις καὶ τὸν ἐν Ἀγραύλου προβαλλόμενον ἀεὶ τοῖς ἐφήβοις ὅρκον ἔργῳ βεβαιοῦν.
Alc
.

15

.

8

ὀμνύουσι γὰρ ὅροις χρήσεσθαι τῆς Ἀττικῆς πυροῖς κριθαῖς ἀμπέλοις σύκαις ἐλαίαις, οἰκείαν ποιεῖσθαι διδασκόμενοι τὴν ἥμερον καὶ καρποφόρον.
Alc
.

16

.

1

Ἐν δὲ τοῖς τοιούτοις πολιτεύμασι καὶ λόγοις καὶ φρονήματι καὶ δεινότητι πολλὴν αὖ πάλιν τὴν τρυφὴν τῆς
διαίτης καὶ περὶ πότους καὶ ἔρωτας ὑβρίσματα, καὶ θηλύ‐ τητας ἐσθήτων ἁλουργῶν ἑλκομένων δι’ ἀγορᾶς, καὶ πολυ‐241
5τέλειαν ὑπερήφανον, ἐκτομάς τε καταστρωμάτων ἐν ταῖς τριήρεσιν, ὅπως μαλακώτερον ἐγκαθεύδοι, κειρίαις, ἀλλὰ μὴ σανίσι, τῶν στρωμάτων ἐπιβαλλομένων, ἀσπίδος τε διαχρύσου ποίησιν οὐδὲν ἐπίσημον τῶν πατρίων ἔχουσαν,
Alc
.

16

.

2

ἀλλ’ Ἔρωτα κεραυνοφόρον [ἅπερ] ὁρῶντες, οἱ μὲν ἔνδοξοι μετὰ τοῦ βδελύττεσθαι καὶ δυσχεραίνειν ἐφοβοῦντο τὴν ὀλιγωρίαν αὐτοῦ καὶ παρανομίαν ὡς τυραννικὰ καὶ ἀλλό‐ κοτα, τοῦ δὲ δήμου τὸ πάθος τὸ πρὸς αὐτὸν οὐ κακῶς
5ἐξηγούμενος ὁ Ἀριστοφάνης ταῦτ’ εἴρηκε (ran. 1425)·
5
Alc
.

16

.

3

ποθεῖ μέν, ἐχθαίρει δέ, βούλεται δ’ ἔχειν,
1 ἔτι δὲ μᾶλλον τῇ ὑπονοίᾳ πιέζων (ran. 1432)·
2
μάλιστα μὲν λέοντα μὴ ’ν πόλει τρέφειν·
ἢν δ’ ἐκτρέφῃ τις, τοῖς τρόποις ὑπηρετεῖν.
4
Alc
.

16

.

4

ἐπιδόσεις γὰρ καὶ χορηγίαι καὶ φιλοτιμήματα πρὸς τὴν πόλιν ὑπερβολὴν μὴ ἀπολείποντα καὶ δόξα προγόνων καὶ λόγου δύναμις καὶ σώματος εὐπρέπεια καὶ ῥώμη μετ’ ἐμπειρίας τῶν πολεμικῶν καὶ ἀλκῆς πάντα
5τἆλλα συγχωρεῖν ἐποίει καὶ φέρειν μετρίως τοὺς Ἀθη‐ ναίους, ἀεὶ τὰ πρᾳότατα τῶν ὀνομάτων τοῖς ἁμαρτήμασι
Alc
.

16

.

5

τιθεμένους, παιδιὰς καὶ φιλοτιμίας. οἷον ἦν καὶ τὸ Ἀγά‐ θαρχον εἷρξαι τὸν ζωγράφον, εἶτα γράψαντα τὴν οἰκίαν ἀφεῖναι δωρησάμενον· καὶ Ταυρέαν ἀντιχορηγοῦντα ῥαπί‐ σαι, φιλοτιμούμενον ὑπὲρ τῆς νίκης· καὶ τὸ Μηλίαν γυναῖ‐
5κα ἐκ τῶν αἰχμαλώτων ἐξελόμενον καὶ συνόντα θρέψαι
Alc
.

16

.

6

παιδάριον ἐξ αὐτῆς. καὶ γὰρ τοῦτο φιλάνθρωπον ἐκά‐ λουν, πλὴν ὅτι 〈τοῦ〉 τοὺς Μηλίους ἡβηδὸν ἀποσφαγῆναι242
Alc
.

16

.

7

τὴν πλείστην αἰτίαν ἔσχε, τῷ ψηφίσματι συνειπών. Ἀρι‐ στοφῶντος δὲ Νεμέαν γράψαντος ἐν ταῖς ἀγκάλαις αὑτῆς καθήμενον Ἀλκιβιάδην ἔχουσαν, ἐθεῶντο καὶ συνέτρεχον χαίροντες· οἱ δὲ πρεσβύτεροι καὶ τούτοις ἐδυσχέραινον
Alc
.

16

.

8

ὡς τυραννικοῖς καὶ παρανόμοις. ἐδόκει δὲ καὶ Ἀρχέστρατος οὐκ ἀπὸ τρόπου λέγειν, ὡς ἡ Ἑλλὰς οὐκ ἂν ἤνεγκε δύο
Alc
.

16

.

9

Ἀλκιβιάδας. ἐπεὶ δὲ Τίμων ὁ μισάνθρωπος εὐημερήσαντα τὸν Ἀλκιβιάδην καὶ προπεμπόμενον ἀπὸ τῆς ἐκκλησίας ἐπιφανῶς οὐ παρῆλθεν οὐδ’ ἐξέκλινεν, ὥσπερ εἰώθει τοὺς ἄλλους, ἀλλ’ ἀπαντήσας καὶ δεξιωσάμενος „εὖ γε“ ἔφη
5„ποιεῖς αὐξόμενος ὦ παῖ· μέγα γὰρ αὔξει κακὸν ἅπασι τούτοις,“ οἱ μὲν ἐγέλων, οἱ δ’ ἐβλασφήμουν, ἐνίους δὲ καὶ πάνυ τὸ λεχθὲν ἐπέστρεφεν. οὕτως ἄκριτος ἦν ἡ δόξα περὶ αὐτοῦ διὰ τὴν τῆς φύσεως ἀνωμαλίαν.
Alc
.

17

.

1

Σικελίας δὲ καὶ Περικλέους ἔτι ζῶντος ἐπεθύμουν Ἀθηναῖοι, καὶ τελευτήσαντος ἥπτοντο, καὶ τὰς λεγομένας βοηθείας καὶ συμμαχίας ἔπεμπον ἑκάστοτε τοῖς ἀδικου‐ μένοις ὑπὸ Συρακουσίων, ἐπιβάθρας τῆς μείζονος στρατεί‐
Alc
.

17

.

2

ας τιθέντες. ὁ δὲ παντάπασι τὸν ἔρωτα τοῦτον ἀναφλέξας αὐτῶν καὶ πείσας μὴ κατὰ μέρος μηδὲ κατὰ μικρὸν, ἀλλὰ μεγάλῳ στόλῳ πλεύσαντας ἐπιχειρεῖν καὶ καταστρέφεσθαι τὴν νῆσον Ἀλκιβιάδης ἦν, τόν τε δῆμον ἐλπίζειν μεγάλα πεί‐
5σας, αὐτός τε μειζόνων ὀρεγόμενος. ἀρχὴν γὰρ εἶναι πρὸς ἃ ἠλπίκει διενοεῖτο τῆς στρατείας, οὐ τέλος ὥσπερ οἱ λοι‐
Alc
.

17

.

3

ποί, Σικελίαν. καὶ Νικίας μὲν ὡς χαλεπὸν ἔργον ὂν τὰς Συρακούσας ἑλεῖν ἀπέτρεπε τὸν δῆμον, Ἀλκιβιάδης δὲ καὶ Καρχηδόνα καὶ Λιβύην ὀνειροπολῶν, ἐκ δὲ τούτων προσγενομένων Ἰταλίαν καὶ Πελοπόννησον ἤδη περιβαλ‐243
5λόμενος, ὀλίγου δεῖν ἐφόδιον τοῦ πολέμου Σικελίαν ἐποιεῖτο.
Alc
.

17

.

4

καὶ τοὺς μὲν νέους αὐτόθεν εἶχεν ἤδη ταῖς ἐλπίσιν ἐπηρ‐ μένους, τῶν δὲ πρεσβυτέρων ἠκροῶντο πολλὰ θαυμάσια περὶ τῆς στρατείας περαινόντων, ὥστε πολλοὺς ἐν ταῖς παλαίστραις καὶ τοῖς ἡμικυκλίοις καθέζεσθαι τῆς τε νήσου
5τὸ σχῆμα καὶ θέσιν Λιβύης καὶ Καρχηδόνος ὑπογράφον‐
Alc
.

17

.

5

τας. Σωκράτην μέντοι τὸν φιλόσοφον καὶ Μέτωνα τὸν ἀστρολόγον οὐδὲν ἐλπίσαι τῇ πόλει χρηστὸν ἀπὸ τῆς στρα‐ τείας ἐκείνης λέγουσιν, ᾧ μὲν ὡς ἔοικε τοῦ συνήθους δαιμονίου γενομένου καὶ προσημαίνοντος, ὁ δὲ Μέτων εἴτε
5δείσας ἐκ λογισμοῦ τὸ μέλλον, εἴτε μαντικῆς τινι τρόπῳ χρησάμενος, ἐσκήψατο μεμηνέναι, καὶ λαβὼν δᾷδα καιο‐
Alc
.

17

.

6

μένην οἷος ἦν αὑτοῦ τὴν οἰκίαν ὑφάπτειν. ἔνιοι δέ φασι προσποίημα μὲν μανίας μηδὲν ἐσκευάσθαι τὸν Μέτωνα, καταπρῆσαι δὲ τὴν οἰκίαν νύκτωρ, εἶθ’ ἕωθεν προελθόντα δεῖσθαι καὶ ἀντιβολεῖν ἐπὶ συμφορᾷ τηλικαύτῃ τὸν υἱὸν
5αὐτῷ παρεθῆναι τῆς στρατείας. ἐκεῖνος μὲν οὖν ἔτυχεν ὧν ἠξίου, παρακρουσάμενος τοὺς πολίτας.
Alc
.

18

.

1

Ὁ δὲ Νικίας ἄκων μὲν ᾑρέθη στρατηγός, οὐχ ἥιστα τὴν ἀρχὴν καὶ διὰ τὸν συνάρχοντα φεύγων· ἐφαίνετο γὰρ τοῖς Ἀθηναίοις τὰ τοῦ πολέμου βέλτιον ἕξειν μὴ προιε‐ μένοις τὸν Ἀλκιβιάδην ἄκρατον, ἀλλὰ μειχθείσης πρὸς
Alc
.

18

.

2

τὴν τόλμαν αὐτοῦ τῆς Νικίου προνοίας· καὶ γὰρ ὁ τρίτος στρατηγὸς ὁ Λάμαχος ἡλικίᾳ προήκων ὅμως ἐδόκει μηδὲν
ἧττον εἶναι τοῦ Ἀλκιβιάδου διάπυρος καὶ φιλοκίνδυνος ἐν τοῖς ἀγῶσι. βουλευομένων δὲ περὶ πλήθους καὶ τρόπου244
5παρασκευῆς, ἐπεχείρησεν αὖθις ὁ Νικίας ἐνίστασθαι καὶ
Alc
.

18

.

3

καταπαύειν τὸν πόλεμον. ἀντειπόντος δὲ τοῦ Ἀλκιβιάδου καὶ κρατήσαντος, ἔγραψε τῶν ῥητόρων Δημόστρατος καὶ εἶπεν ὡς χρὴ τοὺς στρατηγοὺς αὐτοκράτορας εἶναι καὶ
Alc
.

18

.

4

τῆς παρασκευῆς καὶ τοῦ πολέμου παντός. ἐπιψηφισα‐ μένου δὲ τοῦ δήμου καὶ γενομένων ἑτοίμων πάντων πρὸς
Alc
.

18

.

5

τὸν ἔκπλουν, οὐ χρηστὰ παρῆν οὐδὲ τὰ τῆς ἑορτῆς. Ἀδω‐ νίων γὰρ εἰς τὰς ἡμέρας ἐκείνας καθηκόντων, εἴδωλά τε πολλαχοῦ νεκροῖς ἐκκομιζομένοις ὅμοια προὔκειντο ταῖς γυναιξί, καὶ ταφὰς ἐμιμοῦντο κοπτόμεναι καὶ θρήνους
Alc
.

18

.

6

ᾖδον. ἡ μέντοι τῶν Ἑρμῶν περικοπή, μιᾷ νυκτὶ τῶν πλεί‐ στων ἀκρωτηριασθέντων τὰ πρόσωπα, πολλοὺς καὶ τῶν
Alc
.

18

.

7

περιφρονούντων τὰ τοιαῦτα διετάραξεν. ἐλέχθη μὲν οὖν, ὅτι Κορίνθιοι διὰ τοὺς Συρακουσίους ἀποίκους ὄντας, ὡς ἐπισχέσεως ἐσομένης πρὸς τὸν οἰωνὸν ἢ μεταγνώσεως τοῦ
Alc
.

18

.

8

πολέμου, ταῦτα δράσειαν. οὐ μὴν ἥπτετό γε τῶν πολλῶν οὔθ’ οὗτος ὁ λόγος οὔθ’ ὁ τῶν σημεῖον δεινὸν εἶναι μηδὲν οἰομένων, ἀλλ’ οἷα φιλεῖ φέρειν ἄκρατος ἀκολάστων νέων εἰς ὕβριν ἐκ παιδιᾶς ὑποφερομένων· ὀργῇ δ’ ἅμα καὶ φόβῳ
5τὸ γεγονὸς λαμβάνοντες ὡς ἀπὸ συνωμοσίας ἐπὶ πράγμασι μεγάλοις τετολμημένον, ἅπασαν ἐξήταζον ὑπόνοιαν πικρῶς ἥ τε βουλὴ συνιοῦσα περὶ τούτων καὶ ὁ δῆμος ἐν ὀλίγαις ἡμέραις πολλάκις.
Alc
.

19

.

1

Ἐν δὲ τούτῳ δούλους τινὰς καὶ μετοίκους προή‐
γαγεν Ἀνδροκλῆς ὁ δημαγωγός, ἄλλων τ’ ἀγαλμάτων περικοπὰς καὶ μυστηρίων παρ’ οἶνον ἀπομιμήσεις τοῦ245
Alc
.

19

.

2

Ἀλκιβιάδου καὶ τῶν φίλων κατηγοροῦντας. ἔλεγον δὲ Θεό‐ δωρον μέν τινα δρᾶν τὰ τοῦ κήρυκος, Πουλυτίωνα δὲ τὰ τοῦ δᾳδούχου, τὰ δὲ τοῦ ἱεροφάντου τὸν Ἀλκιβιάδην, τοὺς δ’ ἄλλους ἑταίρους παρεῖναι καὶ θεᾶσθαι, μύστας προσαγο‐
Alc
.

19

.

3

ρευομένους. ταῦτα γὰρ ἐν τῇ εἰσαγγελίᾳ γέγραπται Θεσ‐ σαλοῦ τοῦ Κίμωνος, εἰσαγγείλαντος Ἀλκιβιάδην ἀσεβεῖν περὶ τὼ θεώ. τραχυνομένου δὲ τοῦ δήμου καὶ πικρῶς πρὸς τὸν Ἀλκιβιάδην ἔχοντος, καὶ τοῦ Ἀνδροκλέους—ἦν γὰρ
5ἐχθρὸς οὗτος ἐν τοῖς μάλιστα τοῦ Ἀλκιβιάδου—παρο‐ ξύνοντος, ἐν ἀρχῇ μὲν ἐταράχθησαν οἱ περὶ τὸν Ἀλκιβιά‐
Alc
.

19

.

4

δην, αἰσθόμενοι δὲ τούς τε ναύτας ὅσοι πλεῖν ἔμελλον εἰς Σικελίαν εὔνους ὄντας αὐτοῖς καὶ τὸ στρατιωτικόν, Ἀργείων δὲ καὶ Μαντινέων χιλίων ὄντων ὁπλιτῶν ἀκούοντες ἀνα‐ φανδὸν λεγόντων, ὡς δι’ Ἀλκιβιάδην στρατεύοιντο δια‐
5πόντιον καὶ μακρὰν στρατείαν, ἂν δέ τις ἀγνωμονῇ περὶ τοῦτον, εὐθὺς ἀποστήσεσθαι, ἀνεθάρρουν καὶ παρίσταντο τῷ καιρῷ πρὸς τὴν ἀπολογίαν, ὥστε τοὺς ἐχθροὺς πάλιν ἀθυμεῖν καὶ φοβεῖσθαι, μὴ περὶ τὴν κρίσιν ὁ δῆμος ἀμβλύ‐
Alc
.

19

.

5

τερος αὐτῷ γένηται διὰ τὴν χρείαν. πρὸς ταῦτ’ οὖν τεχνά‐ ζουσι τῶν ῥητόρων τοὺς οὐ δοκοῦντας ἐχθροὺς τοῦ Ἀλκι‐ βιάδου, μισοῦντας δ’ αὐτὸν οὐχ ἧττον τῶν ὁμολογούντων, ἀνισταμένους ἐν τῷ δήμῳ λέγειν, ὡς ἄτοπόν ἐστιν αὐτο‐
5κράτορι στρατηγῷ τηλικαύτης ἀποδεδειγμένῳ δυνάμεως, ἠθροισμένης 〈τῆσ〉 στρατιᾶς καὶ τῶν συμμάχων, μεταξὺ κληροῦντας δικαστήριον καὶ ὕδωρ διαμετροῦντας ἀπολ‐
Alc
.

19

.

6

λύναι τὸν καιρόν· „ἀλλὰ νῦν μὲν ἀγαθῇ τύχῃ πλεέτω, τοῦ δὲ πολέμου διαπραχθέντος ἐπὶ τοῖς αὐτοῖς νόμοις ἀπολο‐
Alc
.

19

.

7

γείσθω παρών.“ οὐκ ἐλάνθανε μὲν οὖν ἡ κακοήθεια τῆς
ἀναβολῆς τὸν Ἀλκιβιάδην, ἀλλ’ ἔλεγε παριὼν ὡς δεινόν ἐστιν αἰτίας ἀπολιπόντα καθ’ ἑαυτοῦ καὶ διαβολὰς ἐκπέμ‐ πεσθαι μετέωρον ἐπὶ τοσαύτης δυνάμεως· ἀποθανεῖν γὰρ246
5αὐτῷ προσήκειν μὴ λύσαντι τὰς κατηγορίας, λύσαντι δὲ καὶ φανέντι καθαρῷ τρέπεσθαι πρὸς τοὺς πολεμίους μὴ δε‐ δοικότι τοὺς συκοφάντας.
Alc
.

20

.

1

Ἐπεὶ δ’ οὐκ ἔπειθεν, ἀλλὰ πλεῖν ἐκέλευον αὐτόν, ἀνήχθη μετὰ τῶν συστρατήγων, ἔχων τριήρεις μὲν οὐ πολλῷ τῶν τεσσαράκοντα καὶ ἑκατὸν ἀποδεούσας, ὁπλίτας δὲ πεντακισχιλίους καὶ ἑκατόν, τοξότας δὲ καὶ
5σφενδονήτας καὶ ψιλοὺς περὶ τριακοσίους καὶ χιλίους καὶ
Alc
.

20

.

2

τὴν ἄλλην παρασκευὴν ἀξιόλογον. προσβαλὼν δ’ Ἰταλίᾳ καὶ Ῥήγιον ἑλών, εἰσηγήσατο γνώμην ὅτῳ τρόπῳ πολε‐
Alc
.

20

.

3

μητέον ἐστί, καὶ Νικίου μὲν ἀντιλέγοντος, Λαμάχου δὲ προσθεμένου, πλεύσας εἰς Σικελίαν προσηγάγετο Κατά‐ νην, ἄλλο δ’ οὐδὲν ἔπραξε, μετάπεμπτος ὑπὸ τῶν Ἀθηναίων
Alc
.

20

.

4

ἐπὶ τὴν κρίσιν εὐθὺς γενόμενος. πρῶτον μὲν γὰρ ὥσπερ εἴρηται τυφλαί τινες ὑποψίαι καὶ διαβολαὶ κατὰ τοῦ Ἀλκι‐
Alc
.

20

.

5

βιάδου προσέπιπτον ἀπὸ δούλων καὶ μετοίκων, ἔπειτα τῶν ἐχθρῶν ἀπόντος αὐτοῦ καθαπτομένων σφοδρότερον, καὶ τοῖς περὶ τοὺς Ἑρμᾶς ὑβρίσμασι καὶ τὰ μυστικὰ συμ‐ πλεκόντων, ὡς ἀπὸ μιᾶς ἐπὶ νεωτερισμῷ συνωμοσίας πε‐
5πραγμένα, τοὺς μὲν ὁπωσοῦν ἐπαιτιαθέντας ἐνέβαλον ἀκρί‐ τους εἰς τὸ δεσμωτήριον, ἤχθοντο δὲ τὸν Ἀλκιβιάδην μὴ λαβόντες ὑπὸ τὰς ψήφους τότε μηδὲ κρίναντες ἐπ’ αἰτίαις
Alc
.

20

.

6

τηλικαύταις. ὁ δὲ τῇ πρὸς ἐκεῖνον ὀργῇ περιπεσὼν οἰκεῖος ἢ φίλος ἢ συνήθης χαλεπωτέροις αὐτοῖς ἐχρήσατο. τοὺς
δὲ μηνύσαντας ὁ μὲν Θουκυδίδης ὀνομάσαι παρῆκεν, ἄλλοι δ’ ὀνομάζουσι Διοκλείδαν καὶ Τεῦκρον, ὧν καὶ Φρύνιχός247
5ἐστιν ὁ κωμικὸς ταυτὶ πεποιηκώς (fr. 58 CAF I 385)·
5
Alc
.

20

.

7

ὦ φίλταθ’ Ἑρμῆ, καὶ φυλάσσου μὴ πεσὼν σαυτὸν παρακρούσῃ καὶ παράσχῃς διαβολὴν ἑτέρῳ Διοκλείδᾳ βουλομένῳ κακόν τι δρᾶν. φυλάξομαι· Τεύκρῳ γὰρ οὐχὶ βούλομαι
5μήνυτρα δοῦναι τῷ παλαμναίῳ ξένῳ.
5
Alc
.

20

.

8

καίτοι βέβαιον οὐδὲν οὐδ’ ἰσχυρὸν οἱ μηνύοντες ἐδεί‐ κνυσαν. εἷς δ’ αὐτῶν ἐρωτώμενος, ὅπως τὰ πρόσωπα τῶν Ἑρμοκοπιδῶν γνωρίσειε, καὶ ἀποκρινόμενος ὅτι πρὸς τὴν σελήνην, ἐσφάλη τοῦ παντός, ἕνης καὶ νέας οὔσης ὅτε
5ταῦτ’ ἐδρᾶτο, καὶ θόρυβον μὲν παρέσχε τοῖς νοῦν ἔχουσι, τὸν δῆμον δ’ οὐδὲ τοῦτο μαλακώτερον ἐποίησε πρὸς τὰς διαβολάς, ἀλλ’ ὥσπερ ὥρμησεν ἐξ ἀρχῆς, οὐκ ἐπαύσατο φέρων καὶ καταβάλλων εἰς τὸ δεσμωτήριον, οὗ τις κατεί‐ ποι.
Alc
.

21

.

1

Τῶν οὖν δεθέντων καὶ φυλαττομένων ἐπὶ κρίσει τότε καὶ Ἀνδοκίδης ἦν ὁ ῥήτωρ, ὃν Ἑλλάνικος ὁ συγγρα‐ φεὺς (FGrH 4 F 170b) εἰς τοὺς Ὀδυσσέως ἀπογόνους ἀνή‐
Alc
.

21

.

2

γαγεν. ἐδόκει δὲ μισόδημος εἶναι καὶ ὀλιγαρχικὸς ὁ Ἀν‐ δοκίδης, ὕποπτον δ’ οὐχ ἥκιστα τῆς τῶν Ἑρμῶν περι‐ κοπῆς ἐποίησεν ὁ μέγας Ἑρμῆς ὁ πλησίον αὐτοῦ τῆς
Alc
.

21

.

3

οἰκίας ἀνάθημα τῆς Αἰγηίδος φυλῆς ἱδρυμένος· ἐν γὰρ ὀλίγοις πάνυ τῶν ἐπιφανῶν μόνος σχεδὸν ἀκέραιος ἔμεινε· διὸ καὶ νῦν Ἀνδοκίδου καλεῖται, καὶ πάντες οὕτως ὀνομά‐
Alc
.

21

.

4

ζουσι, τῆς ἐπιγραφῆς ἀντιμαρτυρούσης. συνέβη δὲ τῷ Ἀνδοκίδῃ μάλιστα τῶν τὴν αὐτὴν αἰτίαν ἐχόντων ἐν τῷ δεσμωτηρίῳ γενέσθαι συνήθη καὶ φίλον, ἔνδοξον μὲν οὐχ
ὁμοίως ἐκείνῳ, συνέσει δὲ καὶ τόλμῃ περιττόν, ὄνομα248
Alc
.

21

.

5

Τίμαιον. οὗτος ἀναπείθει τὸν Ἀνδοκίδην ἑαυτοῦ τε κατή‐ γορον καί τινων ἄλλων γενέσθαι μὴ πολλῶν· ὁμολογή‐ σαντι γὰρ ἄδειαν εἶναι κατὰ ψήφισμα τοῦ δήμου, τὰ δὲ τῆς κρίσεως ἄδηλα πᾶσι, τοῖς δὲ δυνατοῖς φοβερώτατα·
5βέλτιον δὲ σωθῆναι ψευδόμενον ἢ μετὰ τῆς αὐτῆς αἰτίας ἀποθανεῖν ἀδόξως, καὶ τὸ κοινῇ σκοποῦντι συμφέρον ὑπάρχειν, ὀλίγους καὶ ἀμφιβόλους προέμενον, πολλοὺς
Alc
.

21

.

6

καὶ ἀγαθοὺς ἐξελέσθαι τῆς ὀργῆς. ταῦτα τοῦ Τιμαίου λέγοντος καὶ διδάσκοντος, ὁ Ἀνδοκίδης ἐπείσθη, καὶ γενόμενος μηνυτὴς καθ’ αὑτοῦ καὶ καθ’ ἑτέρων, ἔσχε τὴν ἀπὸ τοῦ ψηφίσματος ἄδειαν αὐτός, οὓς δ’ ὠνόμασε πάντες
5πλὴν τῶν φυγόντων ἀπώλοντο. καὶ πίστεως ἕνεκα προσ‐ έθηκεν αὐτοῖς οἰκέτας ἰδίους ὁ Ἀνδοκίδης.
Alc
.

21

.

7

Οὐ μὴν ὅ γε δῆμος ἐνταῦθα τὴν ὀργὴν ἅπασαν ἀφῆκεν, ἀλλὰ μᾶλλον ἀπαλλαγεὶς τῶν Ἑρμοκοπιδῶν, ὥσπερ σχο‐ λάζοντι τῷ θυμῷ πρὸς τὸν Ἀλκιβιάδην ὅλος ἐρρύη, καὶ τέλος ἀπέστειλε τὴν Σαλαμινίαν ἐπ’ αὐτόν, οὐ φαύλως
5αὐτό γε τοῦτο προστάξας, μὴ βιάζεσθαι μηδ’ ἅπτεσθαι τοῦ σώματος, ἀλλὰ τῷ μετριωτάτῳ λόγῳ χρῆσθαι, κελεύ‐
Alc
.

21

.

8

οντας ἀκολουθεῖν ἐπὶ κρίσιν καὶ πείθειν τὸν δῆμον. ἐφο‐ βοῦντο γὰρ ταραχὰς τοῦ στρατεύματος ἐν πολεμίᾳ γῇ καὶ στάσιν, ἣν ῥᾳδίως ἂν ἐξειργάσατο βουληθεὶς ὁ Ἀλκιβιάδης. καὶ γὰρ ἠθύμουν ἀπιόντος αὐτοῦ, καὶ πολλὴν τριβὴν προσ‐
5εδόκων καὶ μῆκος ἀργὸν ἐν τῷ Νικίᾳ τὸν πόλεμον ἕξειν,
Alc
.

21

.

9

καθάπερ μύωπος ἀφῃρημένου τῶν πράξεων. ὁ γὰρ Λάμα‐ χος ἦν μὲν πολεμικὸς καὶ ἀνδρώδης, ἀξίωμα δ’ οὐ προσῆν
οὐδ’ ὄγκος αὐτῷ διὰ πενίαν.249
Alc
.

22

.

1

Εὐθὺς μὲν οὖν ἀποπλέων ὁ Ἀλκιβιάδης ἀφείλετο Μεσσήνην Ἀθηναίους. ἦσαν γὰρ οἱ μέλλοντες ἐνδιδόναι τὴν πόλιν, οὓς ἐκεῖνος εἰδὼς σαφέστατα τοῖς τῶν Συρακου‐ σίων φίλοις ἐμήνυσε, καὶ διέφθειρε τὴν πρᾶξιν. ἐν δὲ Θου‐
5ρίοις γενόμενος καὶ ἀποβὰς τῆς τριήρους, ἔκρυψεν ἑαυτὸν
Alc
.

22

.

2

καὶ διέφυγε τοὺς ζητοῦντας. ἐπιγνόντος δέ τινος καὶ εἰπόν‐ τος· „οὐ πιστεύεις ὦ Ἀλκιβιάδη τῇ πατρίδι;“ „τὰ μὲν ἄλλ’“ ἔφη „πάντα· περὶ δὲ τῆς ἐμῆς ψυχῆς οὐδὲ τῇ μητρί, μήπως ἀγνοήσασα τὴν μέλαιναν ἀντὶ τῆς λευκῆς ἐπενέγκῃ
Alc
.

22

.

3

ψῆφον.“ ὕστερον δ’ ἀκούσας ὅτι θάνατον αὐτοῦ κατέγνω‐
Alc
.

22

.

4

κεν ἡ πόλις· „ἀλλ’ ἐγὼ“ εἶπε „δείξω αὐτοῖς ὅτι ζῶ.“ τὴν μὲν οὖν εἰσαγγελίαν οὕτως ἔχουσαν ἀναγράφουσι· „Θεσσα‐ λὸς Κίμωνος Λακιάδης Ἀλκιβιάδην Κλεινίου Σκαμβω‐ νίδην εἰσήγγειλεν ἀδικεῖν περὶ τὼ θεώ, [τὴν Δήμητραν
5καὶ τὴν Κόρην,] ἀπομιμούμενον τὰ μυστήρια καὶ δεικνύ‐ οντα τοῖς αὑτοῦ ἑταίροις ἐν τῇ οἰκίᾳ τῇ ἑαυτοῦ, ἔχοντα στολὴν οἵανπερ ὁ ἱεροφάντης ἔχων δεικνύει τὰ ἱερά, καὶ ὀνομάζοντα αὑτὸν μὲν ἱεροφάντην, Πουλυτίωνα δὲ δᾳδοῦ‐ χον, κήρυκα δὲ Θεόδωρον Φηγαιᾶ, τοὺς δ’ ἄλλους ἑταί‐
10ρους μύστας προσαγορεύοντα καὶ ἐπόπτας παρὰ τὰ νόμιμα καὶ τὰ καθεστηκότα ὑπό τ’ Εὐμολπιδῶν καὶ Κηρύκων
Alc
.

22

.

5

καὶ τῶν ἱερέων τῶν ἐξ Ἐλευσῖνος.“ ἐρήμην δ’ αὐτοῦ καταγνόντες καὶ τὰ χρήματα δημεύσαντες, ἔτι καὶ κατα‐ ρᾶσθαι προσεψηφίσαντο πάντας ἱερεῖς καὶ ἱερείας, ὧν μόνην φασὶ Θεανὼ τὴν Μένωνος Ἀγρυλῆθεν ἀντειπεῖν250
5πρὸς τὸ ψήφισμα, φάσκουσαν εὐχῶν, οὐ καταρῶν ἱέρειαν γεγονέναι.
Alc
.

23

.

1

Τοσούτων δὲ κατεψηφισμένων Ἀλκιβιάδου καὶ κατε‐ γνωσμένων, ἐτύγχανε μὲν ἐν Ἄργει διατρίβων, ὡς τὸ πρῶτον ἐκ Θουρίων ἀποδρὰς εἰς Πελοπόννησον διεκομί‐ σθη, φοβούμενος δὲ τοὺς ἐχθροὺς καὶ παντάπασι τῆς πα‐
5τρίδος ἀπεγνωκώς, ἔπεμψεν εἰς Σπάρτην, ἄδειαν ἀξιῶν αὐτῷ γενέσθαι καὶ πίστιν ἐπὶ μείζοσι χρείαις καὶ ὠφελεί‐
Alc
.

23

.

2

αις ὧν πρότερον αὐτοὺς ἀμυνόμενος ἔβλαψε. δόντων δὲ τῶν Σπαρτιατῶν καὶ δεξαμένων προθύμως, παραγενό‐ μενος ἓν μὲν εὐθὺς ἐξειργάσατο, μέλλοντας καὶ ἀναβαλ‐ λομένους βοηθεῖν Συρακουσίοις ἐγείρας, καὶ παροξύνας
5πέμψαι Γύλιππον ἄρχοντα, καὶ θραῦσαι τὴν ἐκεῖ τῶν Ἀθηναίων δύναμιν· ἕτερον δέ, κινεῖν τὸν αὐτόθεν πόλε‐ μον ἐπὶ τοὺς Ἀθηναίους· τὸ δὲ τρίτον καὶ μέγιστον, ἐπιτει‐ χίσαι Δεκέλειαν, οὗ μᾶλλον οὐδὲν διειργάσατο καὶ κατοι‐
Alc
.

23

.

3

κοφθόρησε τὴν πόλιν. εὐδοκιμῶν δὲ δημοσίᾳ καὶ θαυ‐ μαζόμενος, οὐχ ἧττον ἰδίᾳ τοὺς πολλοὺς τότ’ ἐδημαγώγει καὶ κατεγοήτευε τῇ διαίτῃ λακωνίζων, ὥσθ’ ὁρῶντας ἐν χρῷ κουριῶντα καὶ ψυχρολουτοῦντα καὶ μάζῃ συνόντα
5καὶ ζωμῷ μέλανι χρώμενον, ἀπιστεῖν καὶ διαπορεῖν εἴ ποτε μάγειρον ἐπὶ τῆς οἰκίας οὗτος ὁ ἀνὴρ ἔσχεν ἢ προσέβλεψε
Alc
.

23

.

4

μυρεψὸν ἢ Μιλησίας ἠνέσχετο θιγεῖν χλανίδος. ἦν γὰρ ὥς
φασι μία δεινότης αὕτη τῶν πολλῶν ἐν αὐτῷ καὶ μηχανὴ θήρας ἀνθρώπων, συνεξομοιοῦσθαι καὶ συνομοπαθεῖν τοῖς ἐπιτηδεύμασι καὶ ταῖς διαίταις, ὀξυτέρας τρεπομένῳ251
Alc
.

23

.

5

τροπὰς τοῦ χαμαιλέοντος. πλὴν ἐκεῖνος μὲν ὡς λέγεται πρὸς ἓν ἐξαδυνατεῖ χρῶμα τὸ λευκὸν ἀφομοιοῦν ἑαυτόν· Ἀλκιβιάδῃ δὲ διὰ χρηστῶν ἰόντι καὶ πονηρῶν ὁμοίως οὐδὲν ἦν ἀμίμητον οὐδ’ ἀνεπιτήδευτον, ἀλλ’ ἐν Σπάρτῃ
5γυμναστικός, εὐτελής, σκυθρωπός, ἐν Ἰωνίᾳ χλιδανός, ἐπιτερπής, ῥᾴθυμος, ἐν Θράκῃ μεθυστικός, ἱππαστι‐ κός, Τισσαφέρνῃ δὲ τῷ σατράπῃ συνὼν ὑπερέβαλλεν ὄγκῳ καὶ πολυτελείᾳ τὴν Περσικὴν μεγαλοπρέπειαν, οὐχ αὑτὸν ἐξιστὰς οὕτω ῥᾳδίως εἰς ἕτερον ἐξ ἑτέρου τρόπον, οὐδὲ
10πᾶσαν δεχόμενος τῷ ἤθει μεταβολήν, ἀλλ’ ὅτι τῇ φύσει χρώμενος ἔμελλε λυπεῖν τοὺς ἐντυγχάνοντας, εἰς πᾶν ἀεὶ τὸ πρόσφορον ἐκείνοις σχῆμα καὶ πλάσμα κατεδύετο καὶ
Alc
.

23

.

6

κατέφευγεν. ἐν γοῦν τῇ Λακεδαίμονι πρὸς τὰ ἔξωθεν ἦν εἰπεῖν (TGF adesp. 363 N2
2
„οὐ παῖς Ἀχιλλέως, ἀλλ’ ἐκεῖνος αὐτὸς εἶ,“
3 οἷον ὁ Λυκοῦργος ἐπαίδευσε, τοῖς δ’ ἀληθινοῖς ἄν τις
5ἐπεφώνησεν αὐτοῦ πάθεσι καὶ πράγμασιν (Eurip. Or. 129)·
6
„ἔστιν ἡ πάλαι γυνή“.
7
Alc
.

23

.

7

Τιμαίαν γὰρ τὴν Ἄγιδος γυναῖκα τοῦ βασιλέως στρα‐ τευομένου καὶ ἀποδημοῦντος οὕτω διέφθειρεν, ὥστε καὶ κύειν ἐξ Ἀλκιβιάδου καὶ μὴ ἀρνεῖσθαι, καὶ τεκούσης παι‐ δίον ἄρρεν ἔξω μὲν Λεωτυχίδην καλεῖσθαι, τὸ δ’ ἐντὸς αὐτοῦ
5ψιθυριζόμενον ὄνομα πρὸς τὰς φίλας καὶ τὰς ὀπαδοὺς ὑπὸ τῆς μητρὸς Ἀλκιβιάδην εἶναι· τοσοῦτος ἔρως κατεῖχε252
Alc
.

23

.

8

τὴν ἄνθρωπον. ὁ δ’ ἐντρυφῶν ἔλεγεν οὐχ ὕβρει τοῦτο πράσσειν οὐδὲ κρατούμενος ὑφ’ ἡδονῆς, ἀλλ’ ὅπως Λακε‐ δαιμονίων βασιλεύσωσιν οἱ ἐξ αὐτοῦ γεγονότες. οὕτω πραττόμενα ταῦτα πολλοὶ κατηγόρουν πρὸς τὸν Ἆγιν.
Alc
.

23

.

9

ἐπίστευσε δὲ τῷ χρόνῳ μάλιστα, ὅτι σεισμοῦ γενομένου φοβηθεὶς ἐξέδραμε τοῦ θαλάμου παρὰ τῆς γυναικός, εἶτα δέκα μηνῶν οὐκέτι συνῆλθεν αὐτῇ, μεθ’ οὓς γενόμενον τὸν Λεωτυχίδην ἀπέφησεν ἐξ αὐτοῦ μὴ γεγονέναι. καὶ
5διὰ τοῦτο τῆς βασιλείας ἐξέπεσεν ὕστερον ὁ Λεωτυχί‐ δης.
Alc
.

24

.

1

Μετὰ δὲ τὴν ἐν Σικελίᾳ τῶν Ἀθηναίων δυστυχίαν ἐπρέσβευσαν εἰς Σπάρτην ἅμα Χῖοι καὶ Λέσβιοι καὶ Κυζικηνοὶ περὶ ἀποστάσεως, 〈συμ〉πραττόντων Βοιω‐
Alc
.

24

.

2

τῶν μὲν Λεσβίοις, Φαρναβάζου δὲ Κυζικηνοῖς. Ἀλκιβιάδῃ δὲ πεισθέντες εἵλοντο Χίοις πρὸ πάντων βοηθεῖν. ἐκ‐ πλεύσας δὲ καὶ αὐτὸς ἀπέστησεν ὀλίγου δεῖν ἅπασαν Ἰωνίαν, καὶ πολλὰ συνὼν τοῖς τῶν Λακεδαιμονίων στρα‐
Alc
.

24

.

3

τηγοῖς, ἔβλαπτε τοὺς Ἀθηναίους. ὁ δ’ Ἆγις ἐχθρὸς μὲν ὑπῆρχεν αὐτῷ διὰ τὴν γυναῖκα κακῶς πεπονθώς, ἤχθετο δὲ καὶ τῇ δόξῃ· τὰ γὰρ πλεῖστα γίνεσθαι καὶ προχωρεῖν δι’ Ἀλκιβιάδην λόγος εἶχε· τῶν δ’ ἄλλων Σπαρτιατῶν
5οἱ δυνατώτατοι καὶ φιλοτιμότατοι τὸν Ἀλκιβιάδην ἤδη
Alc
.

24

.

4

ἐβαρύνοντο διὰ φθόνον. ἴσχυσαν οὖν καὶ διεπράξαντο τοὺς οἴκοθεν ἄρχοντας ἐπιστεῖλαι τοῖς κατ’ Ἰωνίαν, ὅπως ἀπο‐ κτείνωσιν αὐτόν. ὁ δ’ ἡσυχῇ προγνοὺς καὶ φοβηθείς, τῶν μὲν πράξεων πασῶν ἐκοινώνει τοῖς Λακεδαιμονίοις,
5τὸ δ’ εἰς χεῖρας ἰέναι παντάπασιν ἔφευγε, Τισσαφέρνῃ δὲ τῷ βασιλέως σατράπῃ δοὺς ἑαυτὸν ὑπὲρ ἀσφαλείας,253
Alc
.

24

.

5

εὐθὺς ἦν παρ’ αὐτῷ πρῶτος καὶ μέγιστος. τὸ μὲν γὰρ πολύτροπον καὶ περιττὸν αὐτοῦ τῆς δεινότητος, οὐκ ὢν ἁπλοῦς, ἀλλὰ κακοήθης καὶ φιλοπόνηρος, ἐθαύμαζεν ὁ βάρβαρος· ταῖς δὲ καθ’ ἡμέραν ἐν τῷ συσχολάζειν καὶ
5συνδιαιτᾶσθαι χάρισιν οὐδὲν ἦν ἄτεγκτον ἦθος οὐδὲ φύ‐ σις ἀνάλωτος, ἀλλὰ καὶ 〈τοῖσ〉 δεδιόσι καὶ φθονοῦσιν ὅμως τὸ συγγενέσθαι καὶ προσιδεῖν ἐκεῖνον ἡδονήν τινα
Alc
.

24

.

6

καὶ φιλοφροσύνην παρεῖχε. τἆλλα γοῦν ὠμὸς ὢν καὶ μισέλλην ἐν τοῖς μάλιστα Περσῶν ὁ Τισσαφέρνης οὕτως ἐνεδίδου τῷ Ἀλκιβιάδῃ κολακευόμενος, ὥσθ’ ὑπερβάλλειν
Alc
.

24

.

7

αὐτὸς ἀντικολακεύων ἐκεῖνον. ὧν γὰρ ἐκέκτητο παρα‐ δείσων τὸν κάλλιστον λειμώνων καὶ ὑδάτων ὑγιεινῶν ἕνεκα, διατριβὰς ἔχοντα καὶ καταφυγὰς ἠσκημένας βασι‐ λικῶς καὶ περιττῶς, Ἀλκιβιάδην καλεῖν ἔθετο· καὶ πάν‐
5τες οὕτω καλοῦντες καὶ προσαγορεύοντες διετέλουν.
Alc
.

25

.

1

Ἀπογνοὺς οὖν ὁ Ἀλκιβιάδης τὰ τῶν Σπαρτιατῶν ὡς ἄπιστα, καὶ φοβούμενος τὸν Ἆγιν, ἐκάκου καὶ διέ‐ βαλλε πρὸς τὸν Τισσαφέρνην, οὐκ ἐῶν βοηθεῖν αὐτοῖς προθύμως οὐδὲ καταλύειν τοὺς Ἀθηναίους, ἀλλὰ γλί‐
5σχρως χορηγοῦντα θλίβειν καὶ ἀποκναίειν ἀτρέμα, καὶ ποιεῖν ἀμφοτέρους βασιλεῖ χειροήθεις καὶ καταπόνους
Alc
.

25

.

2

ὑπ’ ἀλλήλων. ὁ δ’ ἐπείθετο ῥᾳδίως καὶ δῆλος ἦν ἀγα‐ πῶν καὶ θαυμάζων, ὥστ’ ἀποβλέπεσθαι τὸν Ἀλκιβιάδην ἑκατέρωθεν ὑπὸ τῶν Ἑλλήνων, τοὺς δ’ Ἀθηναίους καὶ με‐ ταμέλεσθαι τοῖς γνωσθεῖσι περὶ αὐτοῦ κακῶς πάσχοντας,
5ἄχθεσθαι δὲ κἀκεῖνον ἤδη καὶ φοβεῖσθαι, μὴ παντάπασι τῆς πόλεως ἀναιρεθείσης ἐπὶ Λακεδαιμονίοις γένηται
μισούμενος.254
Alc
.

25

.

3

Ἐν δὲ τῇ Σάμῳ τότε πάντα τὰ πράγματα τοῖς Ἀθη‐ ναίοις σχεδὸν ὑπῆρχε, κἀκεῖθεν ὁρμώμενοι τῇ ναυτικῇ δυνάμει τὰ μὲν ἀνεκτῶντο τῶν ἀφεστώτων, τὰ δ’ ἐφύ‐ λαττον, ἁμῶς γέ πως ἔτι τοῖς πολεμίοις κατὰ θάλατταν
Alc
.

25

.

4

ὄντες ἀξιόμαχοι, Τισσαφέρνην δὲ φοβούμενοι καὶ τὰς λεγομένας ὅσον οὔπω παρεῖναι Φοινίσσας τριήρεις, πεν‐ τήκοντα καὶ ἑκατὸν οὔσας, ὧν ἀφικομένων οὐδεμία σω‐
Alc
.

25

.

5

τηρίας ἐλπὶς ὑπελείπετο τῇ πόλει. ταῦτα δ’ εἰδὼς ὁ Ἀλκιβιάδης ἔπεμπε κρύφα πρὸς τοὺς ἐν Σάμῳ δυνατοὺς τῶν Ἀθηναίων, ἐλπίδας ἐνδιδοὺς παρέξειν τὸν Τισσαφέρνην φίλον, οὐ τοῖς πολλοῖς χαριζόμενος οὐδὲ πιστεύων ἐκεί‐
5νοις, ἀλλὰ τοῖς ἀρίστοις, εἰ τολμήσειαν ἄνδρες ἀγαθοὶ γενόμενοι καὶ παύσαντες ὑβρίζοντα τὸν δῆμον αὐτοὶ
Alc
.

25

.

6

δι’ αὑτῶν σῴζειν τὰ πράγματα καὶ τὴν πόλιν. οἱ μὲν οὖν ἄλλοι σφόδρα προσεῖχον τῷ Ἀλκιβιάδῃ· τῶν δὲ στρατη‐ γῶν εἷς, Φρύνιχος ὁ Δειραδιώτης, ὑποπτεύσας (ὅπερ ἦν) τὸν Ἀλκιβιάδην οὐθέν τι μᾶλλον ὀλιγαρχίας ἢ δημοκρα‐
5τίας δεόμενον, ζητοῦντα δὲ πάντως κατελθεῖν, ἐκ διαβο‐ λῆς τοῦ δήμου προθεραπεύειν καὶ ὑποδύεσθαι τοὺς δυ‐
Alc
.

25

.

7

νατούς, ἀνθίστατο. κρατούμενος δὲ τῇ γνώμῃ καὶ φανε‐ ρῶς ἤδη τοῦ Ἀλκιβιάδου γεγονὼς ἐχθρός, ἐξήγγειλε κρύφα πρὸς Ἀστύοχον τὸν τῶν πολεμίων ναύαρχον, ἐγκελευό‐ μενος φυλάττεσθαι καὶ συλλαμβάνειν ὡς ἐπαμφοτερί‐
5ζοντα τὸν Ἀλκιβιάδην. ἐλελήθει δ’ ἄρα προδότης προ‐
Alc
.

25

.

8

δότῃ διαλεγόμενος. τὸν γὰρ Τισσαφέρνην ἐκπεπληγ‐ μένος ὁ Ἀστύοχος, καὶ τὸν Ἀλκιβιάδην ὁρῶν παρ’ αὐτῷ μέγαν ὄντα, κατεμήνυσε τὰ τοῦ Φρυνίχου πρὸς αὐτούς.
Alc
.

25

.

9

ὁ δ’ Ἀλκιβιάδης εὐθὺς εἰς Σάμον ἔπεμψε τοὺς τοῦ Φρυ‐ νίχου κατηγορήσοντας. ἀγανακτούντων δὲ πάντων καὶ συνισταμένων ἐπὶ τὸν Φρύνιχον, οὐχ ὁρῶν ἑτέραν δια‐ φυγὴν ἐκ τῶν παρόντων, ἐπεχείρησεν ἰάσασθαι μείζονι255
Alc
.

25

.

10

κακῷ τὸ κακόν. αὖθις γὰρ ἔπεμψε πρὸς τὸν Ἀστύοχον, ἐγκαλῶν μὲν ὑπὲρ τῆς μηνύσεως, ἐπαγγελλόμενος δὲ τὰς ναῦς καὶ τὸ στρατόπεδον τῶν Ἀθηναίων ὑποχείριον αὐτῷ
Alc
.

25

.

11

παρέξειν. οὐ μὴν ἔβλαψέ γε τοὺς Ἀθηναίους ἡ τοῦ Φρυνίχου προδοσία διὰ τὴν Ἀστυόχου παλιμπροδοσίαν· καὶ γὰρ ταῦτα κατεῖπε τοῦ Φρυνίχου πρὸς τοὺς περὶ τὸν Ἀλκιβιά‐
Alc
.

25

.

12

δην. ὁ δὲ Φρύνιχος προαισθόμενος καὶ προσδεχόμενος δευτέραν κατηγορίαν παρὰ τοῦ Ἀλκιβιάδου, φθάσας αὐτὸς προεῖπε τοῖς Ἀθηναίοις, ὅτι μέλλουσιν ἐπιπλεῖν οἱ πολέ‐ μιοι, καὶ παρῄνεσε πρὸς ταῖς ναυσὶν εἶναι καὶ περιτει‐
Alc
.

25

.

13

χίσαι τὸ στρατόπεδον. ἐπεὶ δὲ πραττόντων ταῦτα τῶν Ἀθηναίων ἧκε γράμματα πάλιν παρὰ τοῦ Ἀλκιβιάδου, φυλάττεσθαι κελεύοντος τὸν Φρύνιχον ὡς προδιδόντα τοῖς πολεμίοις τὸν ναύσταθμον, ἠπίστησαν, οἰόμενοι τὸν
5Ἀλκιβιάδην, εἰδότα σαφῶς τὴν τῶν πολεμίων παρασκευὴν καὶ διάνοιαν, ἀποχρῆσθαι πρὸς τὴν τοῦ Φρυνίχου διαβολὴν
Alc
.

25

.

14

οὐκ ἀληθῶς. ὕστερον μέντοι τὸν Φρύνιχον ἑνὸς τῶν περιπόλων Ἕρμωνος ἐν ἀγορᾷ πατάξαντος ἐγχειριδίῳ καὶ διαφθείραντος, οἱ Ἀθηναῖοι δίκης γενομένης τοῦ μὲν Φρυνίχου προδοσίαν κατεψηφίσαντο τεθνηκότος, τὸν
5δ’ Ἕρμωνα καὶ τοὺς μετ’ αὐτοῦ συστάντας ἐστεφάνω‐ σαν.
Alc
.

26

.

1

Ἐν δὲ τῇ Σάμῳ τότε κρατήσαντες οἱ Ἀλκιβιάδου φίλοι πέμπουσι Πείσανδρον εἰς ἄστυ, κινήσοντα τὴν πο‐ λιτείαν καὶ παραθαρρυνοῦντα τοὺς δυνατοὺς τῶν πραγ‐
μάτων ἀντιλαμβάνεσθαι καὶ καταλύειν τὸν δῆμον, ὡς256
5ἐπὶ τούτοις τοῦ Ἀλκιβιάδου Τισσαφέρνην αὐτοῖς φίλον καὶ σύμμαχον παρέξοντος. αὕτη γὰρ ἦν πρόφασις καὶ
Alc
.

26

.

2

τοῦτο πρόσχημα τοῖς καθιστᾶσι τὴν ὀλιγαρχίαν. ἐπεὶ δ’ ἴσχυσαν καὶ παρέλαβον τὰ πράγματα, πεντακισχίλιοι λεγόμενοι, τετρακόσιοι δ’ ὄντες, ἐλάχιστα τῷ Ἀλκι‐ βιάδῃ προσεῖχον ἤδη καὶ μαλακώτερον ἥπτοντο τοῦ πολέ‐
5μου, τὰ μὲν ἀπιστοῦντες ἔτι πρὸς τὴν μεταβολὴν ξενοπα‐ θοῦσι τοῖς πολίταις, τὰ δ’ οἰόμενοι μᾶλλον ἐνδώσειν αὐτοῖς Λακεδαιμονίους, ἀεὶ πρὸς ὀλιγαρχίαν ἐπιτηδείως ἔχον‐ τας. ὁ μὲν οὖν κατὰ πόλιν δῆμος ἄκων ὑπὸ δέους ἡσυ‐ χίαν ἦγε· καὶ γὰρ ἀπεσφάγησαν οὐκ ὀλίγοι τῶν ἐναντιου‐
Alc
.

26

.

3

μένων φανερῶς τοῖς τετρακοσίοις· οἱ δ’ ἐν Σάμῳ ταῦτα πυνθανόμενοι καὶ ἀγανακτοῦντες, ὥρμηντο πλεῖν εὐθὺς ἐπὶ τὸν Πειραιᾶ, καὶ μεταπεμψάμενοι τὸν Ἀλκιβιάδην καὶ στρατηγὸν ἀποδείξαντες ἐκέλευον ἡγεῖσθαι καὶ κατα‐
Alc
.

26

.

4

λύειν τοὺς τυράννους. ὁ δ’ οὐχ, οἷον ἄν τις ἄλλος ἐξαίφνης χάριτι τῶν πολλῶν μέγας γεγονὼς ἔπαθε καὶ ἠγάπησε, πάντα δεῖν εὐθὺς οἰόμενος χαρίζεσθαι καὶ μηδὲν ἀντιλέ‐ γειν τοῖς ἐκ πλάνητος καὶ φυγάδος αὐτὸν ἄρτι νεῶν το‐
5σούτων καὶ στρατοπέδου καὶ δυνάμεως τηλικαύτης ἀπο‐ δείξασιν ἡγεμόνα καὶ στρατηγόν, ἀλλ’ ὅπερ ἦν ἄρχοντι μεγάλῳ προσῆκον, ἀνθίστασθαι φερομένοις ὑπ’ ὀργῆς, κωλύσας ἐξαμαρτεῖν τότε γοῦν τῇ πόλει τὰ πράγματα
Alc
.

26

.

5

περιφανῶς ἔσωσεν. εἰ γὰρ ἄραντες ἀπέπλευσαν οἴκαδε, τοῖς μὲν πολεμίοις εὐθὺς ἔχειν ὑπῆρξεν Ἰωνίαν ἅπασαν 〈καὶ〉 Ἑλλήσποντον ἀμαχεὶ καὶ τὰς νήσους, Ἀθηναίοις δὲ πρὸς Ἀθηναίους μάχεσθαι, τὸν πόλεμον εἰς τὴν πόλιν
5ἐμβαλόντας· ὃ μόνος 〈ἢ〉 μάλιστα μὴ γενέσθαι διεκώ‐
λυσεν ὁ Ἀλκιβιάδης, οὐ μόνον πείθων καὶ διδάσκων τὸ πλῆθος, ἀλλὰ καὶ καθ’ ἕνα τοὺς μὲν ἀντιβολῶν, τῶν δ’257
Alc
.

26

.

6

ἐπιλαμβανόμενος. συνέπραττε δ’ αὐτῷ καὶ Θρασύβουλος ὁ Στειριεύς, ἅμα παρὼν καὶ κεκραγώς· ἦν γὰρ ὡς λέγε‐
Alc
.

26

.

7

ται μεγαλοφωνότατος Ἀθηναίων· ἐκεῖνό τε δὴ καλὸν ἔργον τοῦ Ἀλκιβιάδου καὶ δεύτερον, ὅτι ὑποσχόμενος τὰς Φοινίσσας ναῦς, ἃς προσεδέχοντο Λακεδαιμόνιοι βασι‐ λέως πέμψαντος, ἢ μεταστήσειν πρὸς αὐτούς, ἢ διαπρά‐
5ξεσθαι μηδὲ πρὸς ἐκείνους κομισθῆναι, διὰ ταχέων ἐξέ‐
Alc
.

26

.

8

πλευσε. καὶ τὰς μὲν ναῦς ἐκφανείσας περὶ Ἄσπενδον οὐκ ἤγαγεν ὁ Τισσαφέρνης, ἀλλ’ ἐψεύσατο τοὺς Λακε‐ δαιμονίους, τὴν δ’ αἰτίαν τοῦ ἀποστρέψαι παρ’ ἀμφοτέ‐ ροις ὁ Ἀλκιβιάδης εἶχε, καὶ μᾶλλον ἔτι παρὰ τοῖς Λακε‐
5δαιμονίοις, ὡς διδάσκων τὸν βάρβαρον αὐτοὺς ὑφ’ ἑαυτῶν
Alc
.

26

.

9

περιορᾶν ἀπολλυμένους τοὺς Ἕλληνας. οὐ γὰρ ἦν ἄδηλον, ὅτι τοῖς ἑτέροις δύναμις τοσαύτη προσγενομένη τοὺς ἑτέ‐ ρους ἀφῃρεῖτο κομιδῇ τὸ κράτος τῆς θαλάττης.
Alc
.

27

.

1

Ἐκ τούτου κατελύθησαν μὲν οἱ τετρακόσιοι, τῶν τοῦ Ἀλκιβιάδου φίλων προθύμως συλλαμβανομένων τοῖς τὰ τοῦ δήμου φρονοῦσι· βουλομένων δὲ τῶν ἐν ἄστει καὶ κελευόντων κατιέναι τὸν Ἀλκιβιάδην, αὐτὸς ᾤετο δεῖν
5μὴ κεναῖς χερσὶ μηδ’ ἄπρακτος οἴκτῳ καὶ χάριτι τῶν
Alc
.

27

.

2

πολλῶν, ἀλλ’ ἐνδόξως κατελθεῖν. διὸ πρῶτον μὲν ὀλίγαις ναυσὶν ἐκ Σάμου περιέπλει τὴν ἐπὶ Κνίδου καὶ Κῶ θά‐ λασσαν· ἐκεῖ δ’ ἀκούσας Μίνδαρον τὸν Σπαρτιάτην εἰς Ἑλλήσποντον ἀναπλεῖν τῷ στόλῳ παντὶ καὶ τοὺς Ἀθη‐
5ναίους ἐπακολουθεῖν, ἠπείγετο βοηθῆσαι τοῖς στρατη‐258
Alc
.

27

.

3

γοῖς, καὶ κατὰ τύχην εἰς τοῦτο καιροῦ συνήνυσε πλέων ὀκτωκαίδεκα τριήρεσιν, ἐν ᾧ πάσαις ὁμοῦ ταῖς ναυσὶ συμπεσόντες εἰς ταὐτὸ καὶ διαναυμαχοῦντες περὶ Ἄβυδον ἀμφότεροι, τοῖς μὲν ἡττώμενοι μέρεσι, τοῖς δὲ νικῶντες,
Alc
.

27

.

4

ἄχρι δείλης ἀγῶνι μεγάλῳ συνείχοντο, καὶ παρέσχε μὲν ἐναντίαν δόξαν ἀμφοτέροις ἐπιφανείς, ὥστε θαρρεῖν μὲν τοὺς πολεμίους, θορυβεῖσθαι δὲ τοὺς Ἀθηναίους. ταχὺ δὲ σημεῖον ἄρας ἀπὸ τῆς ναυαρχίδος φίλιον, ὥρμησεν
5εὐθὺς ἐπὶ τοὺς κρατοῦντας καὶ διώκοντας τῶν Πελοπον‐
Alc
.

27

.

5

νησίων. τρεψάμενος δ’ αὐτοὺς ἐξέωσεν εἰς τὴν γῆν, καὶ προσκείμενος ἔκοπτε τὰς ναῦς καὶ συνετίτρωσκε, τῶν ἀνδρῶν ἐκνεόντων καὶ Φαρναβάζου πεζῇ προσβοηθοῦντος αὐτοῖς καὶ μαχομένου παρὰ τὴν θάλατταν ὑπὲρ τῶν νεῶν.
Alc
.

27

.

6

τέλος δὲ τῶν μὲν πολεμίων τριάκοντα λαβόντες, ἀνασώ‐ σαντες δὲ τὰς αὑτῶν, τρόπαιον ἔστησαν. Οὕτω δὲ λαμπρᾷ χρησάμενος εὐτυχίᾳ, καὶ φιλοτιμού‐ μενος εὐθὺς ἐγκαλλωπίσασθαι τῷ Τισσαφέρνῃ, ξένια καὶ
5δῶρα παρασκευασάμενος καὶ θεραπείαν ἔχων ἡγεμονι‐
Alc
.

27

.

7

κὴν ἐπορεύετο πρὸς αὐτόν. οὐ μὴν ἔτυχεν ὧν προσεδόκη‐ σεν, ἀλλὰ πάλαι κακῶς ἀκούων ὁ Τισσαφέρνης ὑπὸ τῶν Λακεδαιμονίων, καὶ φοβούμενος αἰτίαν λαβεῖν ἐκ βασι‐ λέως, ἔδοξεν ἐν καιρῷ τὸν Ἀλκιβιάδην ἀφῖχθαι, καὶ συλ‐
5λαβὼν αὐτὸν εἷρξεν ἐν Σάρδεσιν, ὡς λύσιν ἐκείνης τῆς δια‐ βολῆς τὴν ἀδικίαν ταύτην ἐσομένην.
Alc
.

28

.

1

Τριάκοντα δ’ ἡμερῶν διαγενομένων ὁ Ἀλκιβιάδης ἵππου ποθὲν εὐπορήσας καὶ ἀποδρὰς τοὺς φύλακας, εἰς
Alc
.

28

.

2

Κλαζομενὰς διέφυγε, καὶ τὸν μὲν Τισσαφέρνην προσδιέ‐ βαλλεν ὡς ὑπ’ ἐκείνου μεθειμένος, αὐτὸς δὲ πλεύσας εἰς
τὸ στρατόπεδον τῶν Ἀθηναίων, καὶ πυθόμενος Μίνδαρον ὁμοῦ καὶ Φαρνάβαζον ἐν Κυζίκῳ γεγονέναι, τοὺς μὲν στρα‐259
5τιώτας παρώρμησεν, ὡς ἀνάγκην οὖσαν αὐτοῖς καὶ ναυμα‐ χεῖν καὶ πεζομαχεῖν καὶ νὴ Δία τειχομαχεῖν πρὸς τοὺς πο‐
Alc
.

28

.

3

λεμίους· χρήματα γὰρ οὐκ εἶναι μὴ πάντῃ κρατοῦσι· πληρώ‐ σας δὲ τὰς ναῦς καὶ κατάρας εἰς Προικόννησον, ἐκέλευσεν ἐντὸς περιβάλλειν τὰ λεπτὰ πλοῖα καὶ παραφυλάσσειν, ὅπως μηδεμία τοῖς πολεμίοις ἐπιπλέοντος αὐτοῦ γένοιτο
Alc
.

28

.

4

μηδαμόθεν προαίσθησις. ἔτυχε δὲ καὶ πολὺν ὄμβρον ἐξαί‐ φνης ἐπιπεσόντα καὶ βροντὰς καὶ ζόφον συνεργῆσαι καὶ συνεπικρύψαι τὴν παρασκευήν. οὐ γὰρ μόνον τοὺς πολε‐ μίους ἔλαθεν, ἀλλὰ καὶ τοὺς Ἀθηναίους ἀπεγνωκότας
Alc
.

28

.

5

ἤδη ἐμβῆναι κελεύσας ἀνήχθη. καὶ μετὰ μικρὸν ὅ τε ζόφος διελύθη, καὶ κατώφθησαν αἱ τῶν Πελοποννησίων νῆες
Alc
.

28

.

6

αἰωρούμεναι πρὸ τοῦ λιμένος τῶν Κυζικηνῶν. δείσας οὖν ὁ Ἀλκιβιάδης, μὴ διὰ τὸ πλῆθος αὐτῶν προϊδόντες εἰς τὴν γῆν καταφύγωσι, τοὺς μὲν στρατηγοὺς ἐκέλευσεν ἡσυχῇ πλεῖν ὑπολιπομένους, αὐτὸς δὲ τετταράκοντα ναῦς ἔχων
Alc
.

28

.

7

ἐφαίνετο καὶ προὐκαλεῖτο τοὺς πολεμίους. ἐπεὶ δ’ ἐξηπά‐ τηντο καὶ καταφρονήσαντες ὡς ἐπὶ τοσαύτας ἀντεξήλα‐ σαν, αὐτοὶ μὲν εὐθὺς ἐξήπτοντο καὶ συνεπλέκοντο, τῶν δ’ ἄλλων ἤδη μαχομένοις ἐπιφερομένων, ἐκπλαγέντες
Alc
.

28

.

8

ἔφευγον. ὁ δ’ Ἀλκιβιάδης εἴκοσι ταῖς ἀρίσταις διεκπλεύσας καὶ προσβαλὼν τῇ γῇ καὶ ἀποβάς, ἐνέκειτο τοῖς φεύγου‐ σιν ἐκ τῶν νεῶν καὶ πολλοὺς ἔφθειρε· Μινδάρου δὲ καὶ Φαρναβάζου προσβοηθούντων κρατήσας, τὸν μὲν Μίν‐
5δαρον ἀνεῖλεν ἐρρωμένως ἀγωνιζόμενον, ὁ δὲ Φαρνάβαζος
Alc
.

28

.

9

ἔφυγε. πολλῶν δὲ καὶ νεκρῶν καὶ ὅπλων κρατήσαντες,
τάς τε ναῦς ἁπάσας λαβόντες, χειρωσάμενοι δὲ καὶ Κύζι‐ κον, ἐκλιπόντος τοῦ Φαρναβάζου καὶ τῶν Πελοποννησίων διαφθαρέντων, οὐ μόνον τὸν Ἑλλήσποντον εἶχον βεβαίως,260
5ἀλλὰ καὶ τῆς ἄλλης θαλάττης ἐξήλασαν κατὰ κράτος τοὺς
Alc
.

28

.

10

Λακεδαιμονίους. ἑάλω δὲ καὶ γράμματα Λακωνικὰ φρά‐ ζοντα τοῖς ἐφόροις τὴν γεγενημένην ἀτυχίαν· „ἔρρει τὰ κᾶλα· Μίνδαρος ἀπεσσούα· πεινῶντι τὦνδρες· ἀπορίομες τί χρὴ δρᾶν.“
Alc
.

29

.

1

Οὕτω δ’ ἐπήρθησαν οἱ μετὰ τοῦ Ἀλκιβιάδου στρατευ‐ σάμενοι καὶ τοσοῦτον ἐφρόνησαν, ὥστ’ ἀπαξιοῦν ἔτι τοῖς ἄλλοις καταμειγνύναι στρατιώταις ἑαυτούς, πολλάκις ἡτ‐
Alc
.

29

.

2

τημένοις ἀηττήτους ὄντας. καὶ γὰρ οὐ πολλῷ πρότερον συνεβεβήκει πταίσαντος περὶ Ἔφεσον τοῦ Θρασύλλου τὸ χαλκοῦν ἀνεστάναι τρόπαιον ὑπὸ τῶν Ἐφεσίων ἐπ’ αἰσ‐
Alc
.

29

.

3

χύνῃ τῶν Ἀθηναίων. ταῦτ’ οὖν ὠνείδιζον οἱ μετὰ τοῦ Ἀλκιβιάδου τοῖς μετὰ τοῦ Θρασύλλου, μεγαλύνοντες αὑ‐ τοὺς καὶ τὸν στρατηγόν, ἐκείνοις δὲ μήτε γυμνασίων μήτε
Alc
.

29

.

4

χώρας ἐν στρατοπέδῳ κοινωνεῖν ἐθέλοντες. ἐπεὶ δὲ Φαρ‐ νάβαζος ἱππέας τε πολλοὺς ἔχων καὶ πεζοὺς ἐπῆλθεν αὐτοῖς ἐμβεβληκόσιν εἰς τὴν Ἀβυδηνῶν, ὁ δ’ Ἀλκι‐ βιάδης ἐκβοηθήσας ἐπ’ αὐτὸν ἐτρέψατο καὶ κατεδίωξεν
5ἄχρι σκότους μετὰ τοῦ Θρασύλλου, καὶ ἀνεμείγνυντο καὶ κοινῇ φιλοφρονούμενοι καὶ χαίροντες ἐπανῄεσαν εἰς τὸ
Alc
.

29

.

5

στρατόπεδον. τῇ δ’ ὑστεραίᾳ στήσας τρόπαιον ἐλεηλάτει τὴν Φαρναβάζου χώραν οὐδενὸς ἀμύνεσθαι τολμῶντος. ἱερεῖς μέντοι καὶ ἱερείας οὓς ἔλαβεν ἀφῆκεν ἄνευ λύτρων. Χαλκηδονίοις δ’ ἀφεστῶσι καὶ δεδεγμένοις φρουρὰν
5καὶ ἁρμοστὴν Λακεδαιμονίων ὡρμημένος πολεμεῖν, ἀκού‐
σας δ’ ὅτι τὴν λείαν ἅπασαν ἐκ τῆς χώρας συναγαγόντες εἰς Βιθυνοὺς ὑπεκτίθενται φίλους ὄντας, ἧκεν ἐπὶ τοὺς ὅρους ἄγων τὸ στράτευμα, καὶ κήρυκα προπέμψας ἐνε‐ κάλει τοῖς Βιθυνοῖς. οἱ δὲ δείσαντες τήν τε λείαν ἀπέδοσαν261
10αὐτῷ καὶ φιλίαν ὡμολόγησαν.
Alc
.

30

.

1

Ἀποτειχιζομένης δὲ τῆς Χαλκηδόνος ἐκ θαλάττης εἰς θάλατταν, ὁ Φαρνάβαζος ἧκεν ὡς λύσων τὴν πολιορ‐ κίαν, καὶ Ἱπποκράτης ὁ ἁρμοστὴς ἐκ τῆς πόλεως προαγα‐
Alc
.

30

.

2

γὼν τὴν σὺν αὑτῷ δύναμιν, ἐπεχείρει τοῖς πολεμίοις. ὁ δ’ Ἀλκιβιάδης ἅμα πρὸς ἀμφοτέρους ἀντιτάξας τὸ στρά‐ τευμα, τὸν μὲν Φαρνάβαζον φυγεῖν αἰσχρῶς ἠνάγκαζε, τὸν δ’ Ἱπποκράτην διέφθειρε καὶ συχνοὺς τῶν περὶ αὐτὸν
Alc
.

30

.

3

ἡττηθέντας. εἶτ’ αὐτὸς μὲν ἐκπλεύσας εἰς τὸν Ἑλλήσπον‐ τον ἠργυρολόγει καὶ Σηλυβρίαν εἷλεν, ἀφειδήσας ἑαυτοῦ
Alc
.

30

.

4

παρὰ τὸν καιρόν. οἱ γὰρ ἐνδιδόντες τὴν πόλιν συνέθεντο μὲν ἀνασχήσειν πυρσὸν αὐτῷ μεσούσης νυκτός, ἠναγκάσ‐ θησαν δὲ τοῦτο ποιῆσαι πρὸ τοῦ καιροῦ, τῶν συνωμοτῶν
Alc
.

30

.

5

τινα φοβηθέντες ἐξαίφνης μεταβαλόμενον. ἀρθέντος οὖν τοῦ πυρσοῦ μηδέπω τῆς στρατιᾶς οὔσης ἑτοίμης, ἀναλα‐ βὼν ὅσον τριάκοντα 〈τοὺσ〉 περὶ αὑτὸν ἠπείγετο δρόμῳ πρὸς τὰ τείχη, τοὺς ἄλλους ἕπεσθαι κατὰ τάχος κελεύσας.
Alc
.

30

.

6

ἀνοιχθείσης δὲ τῆς πύλης αὐτῷ καὶ προσγενομένων τοῖς τριάκοντα πελταστῶν εἴκοσι, παρεισπεσὼν εὐθὺς ᾔσθετο τοὺς Σηλυβριανοὺς ἐξ ἐναντίας μετὰ τῶν ὅπλων ἐπιφερο‐
Alc
.

30

.

7

μένους. ἐπεὶ δ’ ὑποστάντι μὲν οὐκ ἐφαίνετο σωτηρία, πρὸς δὲ τὸ φυγεῖν ἀήττητος ἄχρι τῆς ἡμέρας ἐκείνης ἐν ταῖς στρατηγίαις γεγονὼς φιλονικότερον εἶχε, τῇ σάλπιγγι
σημήνας σιωπήν, ἐκέλευσεν ἕνα τῶν παρόντων ἀνειπεῖν262
5Σηλυβριανοῖς Ἀθηναίους ἐναντία 〈τὰ〉 ὅπλα μὴ τίθεσθαι.
Alc
.

30

.

8

τοῦτο τὸ κήρυγμα τοὺς μὲν ἀμβλυτέρους ἐποίησε πρὸς τὴν μάχην, ὡς τῶν πολεμίων ἔνδον ὄντων ἁπάντων, οἱ δὲ ταῖς
Alc
.

30

.

9

ἐλπίσιν ἡδίους ἐγένοντο πρὸς τὰς διαλύσεις. ἐν ᾧ δὲ συ‐ στάντες ἀλλήλοις μετεδίδοσαν λόγων, ἐπῆλθεν ἡ στρατιὰ τῷ Ἀλκιβιάδῃ, καὶ τεκμαιρόμενος, ὅπερ ἦν, εἰρηνικὰ φρο‐ νεῖν τοὺς Σηλυβριανούς, ἔδεισε μὴ τὴν πόλιν οἱ Θρᾷκες
Alc
.

30

.

10

διαρπάσωσιν. ἦσαν δὲ πολλοί, χάριτι τοῦ Ἀλκιβιάδου καὶ δι’ εὔνοιαν στρατευόμενοι προθύμως. ἀπέπεμψεν οὖν τού‐ τους ἅπαντας ἐκ τῆς πόλεως, τοὺς δὲ Σηλυβριανοὺς δεη‐ θέντας οὐδὲν ἠδίκησεν, ἀλλὰ χρήματα λαβὼν καὶ φρου‐
5ρὰν ἐγκαταστήσας ἀπῆλθεν.
Alc
.

31

.

1

Οἱ δὲ πολιορκοῦντες τὴν Χαλκηδόνα στρατηγοὶ σπονδὰς ἐποιήσαντο πρὸς Φαρνάβαζον ἐπὶ τῷ χρήματα λαβεῖν καὶ Χαλκηδονίους ὑπηκόους πάλιν Ἀθηναίοις εἶναι, τὴν δὲ Φαρναβάζου χώραν μηδὲν ἀδικεῖν, Φαρνάβαζον δὲ
5πρέσβεσιν Ἀθηναίων πρὸς βασιλέα πομπὴν μετ’ ἀσφα‐
Alc
.

31

.

2

λείας παρασχεῖν. ὡς οὖν ἐπανελθόντα τὸν Ἀλκιβιάδην ὁ Φαρνάβαζος ἠξίου καὶ αὐτὸν ὀμόσαι περὶ τῶν ὡμολο‐ γημένων, οὐκ ἔφη πρότερον ἢ κἀκεῖνον αὐτοῖς ὀμόσαι.
Alc
.

31

.

3

γενομένων δὲ τῶν ὅρκων, ἐπὶ Βυζαντίους ἀφεστῶτας ἦλθε καὶ περιετείχιζε τὴν πόλιν. Ἀναξιλάου δὲ καὶ Λυκούρ‐ γου καί τινων ἄλλων συνθεμένων ἐπὶ σωτηρίᾳ παραδώ‐ σειν τὴν πόλιν, διαδοὺς λόγον ὡς ἀνίστησιν αὐτοὺς πράγ‐
5ματα νεώτερα συνιστάμενα περὶ τὴν Ἰωνίαν, ἡμέρας ἀπέ‐ πλει ταῖς ναυσὶ πάσαις, νυκτὸς δ’ ὑποστρέψας, αὐτὸς μὲν ἀπέβη μετὰ τῶν ὁπλιτῶν καὶ προσελθὼν τοῖς τείχεσιν
ἡσυχίαν ἦγεν, αἱ δὲ νῆες ἐπὶ τὸν λιμένα πλεύσασαι καὶ βιαζόμεναι κραυγῇ τε πολλῇ καὶ θορύβοις καὶ ψόφοις,263
10ἅμα μὲν ἐξέπληττον τῷ ἀπροσδοκήτῳ τοὺς Βυζαντίους, ἅμα δὲ τοῖς ἀττικίζουσι παρεῖχον ἐπ’ ἀδείας τὸν Ἀλκιβιά‐ δην δέχεσθαι, πάντων ἐπὶ τὸν λιμένα καὶ πρὸς τὰς ναῦς
Alc
.

31

.

4

βοηθούντων. οὐ μὴν ἀμαχεὶ προσεχώρησαν· οἱ γὰρ παρόν‐ τες ἐν τῷ Βυζαντίῳ Πελοποννήσιοι καὶ Βοιωτοὶ καὶ Μεγα‐ ρεῖς τοὺς μὲν ἀπὸ τῶν νεῶν ἐτρέψαντο καὶ καθεῖρξαν εἰς τὰς ναῦς πάλιν, τοὺς δ’ Ἀθηναίους ἔνδον ὄντας αἰσθό‐
Alc
.

31

.

5

μενοι, [καὶ] συντάξαντες ἑαυτοὺς ἐχώρουν ὁμόσε. καρτε‐ ρᾶς δὲ μάχης γενομένης ἐνίκησεν ὁ Ἀλκιβιάδης τὸ δεξιὸν κέρας ἔχων, Θηραμένης δὲ τὸ εὐώνυμον, καὶ τῶν πολεμίων τοὺς περιγενομένους ὅσον τριακοσίους ζῶντας ἔλαβε.
Alc
.

31

.

6

Βυζαντίων δὲ μετὰ τὴν μάχην οὐδεὶς ἀπέθανεν οὐδ’ ἔφυγεν· ἐπὶ τούτοις γὰρ οἱ ἄνδρες παρέδοσαν τὴν πόλιν καὶ ταῦτα
Alc
.

31

.

7

συνέθεντο, μηδὲν αὑτοῖς ἴδιον ὑπεξελόμενοι. διὸ καὶ δίκην προδοσίας ἐν Λακεδαίμονι φεύγων ὁ Ἀναξίλαος ἐφάνη
Alc
.

31

.

8

τῷ λόγῳ τὸ ἔργον οὐ καταισχύνων. ἔφη γὰρ οὐκ ὢν Λακε‐ δαιμόνιος, ἀλλὰ Βυζάντιος, οὐδὲ τὴν Σπάρτην κινδυνεύου‐ σαν, ἀλλὰ τὸ Βυζάντιον ὁρῶν, τῆς μὲν πόλεως ἀποτετειχι‐ σμένης, μηδενὸς δ’ εἰσαγομένου, τὸν δ’ ὄντα σῖτον ἐν τῇ
5πόλει Πελοποννησίων καὶ Βοιωτῶν ἐσθιόντων, Βυζαντίων δὲ πεινώντων σὺν τέκνοις καὶ γυναιξίν, οὐ προδοῦναι τοῖς πολεμίοις, ἀλλὰ πολέμου καὶ κακῶν ἀπαλλάξαι τὴν πόλιν, μιμούμενος τοὺς ἀρίστους Λακεδαιμονίων, οἷς ἓν καλὸν ἁπλῶς καὶ δίκαιόν ἐστι τὸ τῆς πατρίδος συμφέρον. οἱ μὲν
10οὖν Λακεδαιμόνιοι ταῦτ’ ἀκούσαντες ᾐδέσθησαν καὶ ἀπέ‐ λυσαν τοὺς ἄνδρας.
Alc
.

32

.

1

Ὁ δ’ Ἀλκιβιάδης ἰδεῖν τε ποθῶν ἤδη τὰ οἴκοι καὶ
ἔτι μᾶλλον ὀφθῆναι βουλόμενος τοῖς πολίταις, νενικηκὼς τοὺς πολεμίους τοσαυτάκις, ἀνήχθη, πολλαῖς μὲν ἀσπίσι καὶ λαφύροις κύκλῳ κεκοσμημένων τῶν Ἀττικῶν τριή‐264
5ρων, πολλὰς δ’ ἐφελκόμενος αἰχμαλώτους, ἔτι δὲ πλείω κομίζων ἀκροστόλια τῶν διεφθαρμένων ὑπ’ αὐτοῦ καὶ κεκρατημένων. ἦσαν γὰρ οὐκ ἐλάττους συναμφότεραι
Alc
.

32

.

2

διακοσίων. ἃ δὲ Δοῦρις ὁ Σάμιος (FGrH 76 F 76), Ἀλκιβιάδου φάσκων ἀπόγονος εἶναι, προστίθησι τούτοις, αὐλεῖν μὲν εἰρεσίαν τοῖς ἐλαύνουσι Χρυσόγονον τὸν πυθιονίκην, κελεύ‐ ειν δὲ Καλλιππίδην τὸν τῶν τραγῳδιῶν ὑποκριτήν, στα‐
5τοὺς καὶ ξυστίδας καὶ τὸν ἄλλον ἐναγώνιον ἀμπεχομένους κόσμον, ἱστίῳ δ’ ἁλουργῷ τὴν ναυαρχίδα προσφέρεσθαι τοῖς λιμέσιν, ὥσπερ ἐκ μέθης ἐπικωμάζοντος, οὔτε Θεό‐ πομπος οὔτ’ Ἔφορος οὔτε Ξενοφῶν γέγραφεν, οὔτ’ εἰκὸς ἦν οὕτως ἐντρυφῆσαι τοῖς Ἀθηναίοις μετὰ φυγὴν καὶ συμ‐
10φορὰς τοσαύτας κατερχόμενον, ἀλλ’ ἐκεῖνος καὶ δεδιὼς κατήγετο, καὶ καταχθεὶς οὐ πρότερον ἀπέβη τῆς τριή‐ ρους, ἢ στὰς ἐπὶ τοῦ καταστρώματος ἰδεῖν Εὐρυπτόλε‐ μόν τε τὸν ἀνεψιὸν παρόντα καὶ τῶν ἄλλων φίλων καὶ
Alc
.

32

.

3

οἰκείων συχνοὺς ἐκδεχομένους καὶ παρακαλοῦντας. ἐπεὶ δ’ ἀπέβη, τοὺς μὲν ἄλλους στρατηγοὺς οὐδ’ ὁρᾶν ἐδό‐ κουν ἀπαντῶντες οἱ ἄνθρωποι, πρὸς δ’ ἐκεῖνον συντρέ‐ χοντες ἐβόων, ἠσπάζοντο, παρέπεμπον, ἐστεφάνουν προσ‐
5ιόντες, οἱ δὲ μὴ δυνάμενοι προσελθεῖν ἄπωθεν ἐθεῶντο,
Alc
.

32

.

4

καὶ τοῖς νέοις ἐδείκνυσαν οἱ πρεσβύτεροι. πολὺ δὲ καὶ 〈τὸ〉 δακρῦον τῷ χαίροντι τῆς πόλεως ἀνεκέκρατο καὶ μνήμη πρὸς τὴν παροῦσαν εὐτυχίαν τῶν πρόσθεν ἀτυ‐ χημάτων λογιζομένοις, ὡς οὔτ’ ἂν Σικελίας διήμαρτον,
5οὔτ’ ἄλλο τι τῶν προσδοκηθέντων ἐξέφυγεν αὐτοὺς ἐάσαν‐
τας Ἀλκιβιάδην ἐπὶ τῶν τότε πραγμάτων καὶ τῆς δυνά‐ μεως ἐκείνης, εἰ νῦν τὴν πόλιν παραλαβὼν ὀλίγου δέου‐ σαν ἐκπεπτωκέναι τῆς θαλάσσης, κατὰ γῆν δὲ μόλις τῶν προαστείων κρατοῦσαν, αὐτὴν δὲ πρὸς ἑαυτὴν στασιά‐265
10ζουσαν, ἐκ λυπρῶν ἔτι λειψάνων καὶ ταπεινῶν ἀναστή‐ σας οὐ μόνον τῆς θαλάσσης τὸ κράτος ἀποδέδωκεν, ἀλλὰ καὶ πεζῇ νικῶσαν ἀποδείκνυσι πανταχοῦ τοὺς πολε‐ μίους.
Alc
.

33

.

1

Τὸ μὲν οὖν ψήφισμα τῆς καθόδου πρότερον ἐκε‐ κύρωτο, Κριτίου τοῦ Καλλαίσχρου γράψαντος, ὡς αὐτὸς ἐν ταῖς ἐλεγείαις πεποίηκεν, ὑπομιμνῄσκων τὸν Ἀλκιβιά‐ δην τῆς χάριτος ἐν τούτοις (fr. 3 D.)·
4
5γνώμην δ’ ἥ σε κατήγαγ’, ἐγὼ ταύτην ἐν ἅπασιν εἶπον καὶ γράψας τοὖργον ἔδρασα τόδε. σφραγὶς δ’ ἡμετέρης γλώσσης ἐπὶ τοῖσδεσι κεῖται·
7
Alc
.

33

.

2

τότε δὲ τοῦ δήμου συνελθόντος εἰς ἐκκλησίαν παρελθὼν ὁ Ἀλκιβιάδης, καὶ τὰ μὲν αὑτοῦ πάθη κλαύσας καὶ ὀλο‐ φυράμενος, ἐγκαλέσας δὲ μικρὰ καὶ μέτρια τῷ δήμῳ, τὸ δὲ σύμπαν ἀναθεὶς αὑτοῦ τινι τύχῃ πονηρᾷ καὶ φθονερῷ
5δαίμονι, πλεῖστα δ’ εἰς ἐλπίδας τῶν πολιτῶν καὶ πρὸς τὸ θαρρεῖν διαλεχθεὶς καὶ παρορμήσας, στεφάνοις μὲν ἐστεφανώθη χρυσοῖς, ᾑρέθη δ’ ἅμα καὶ κατὰ γῆν καὶ κατὰ
Alc
.

33

.

3

θάλατταν αὐτοκράτωρ στρατηγός. ἐψηφίσαντο δὲ 〈καὶ〉 τὴν οὐσίαν ἀποδοῦναι αὐτῷ καὶ τὰς ἀρὰς ἀφοσιώσασθαι πάλιν Εὐμολπίδας καὶ Κήρυκας, ἃς ἐποιήσαντο τοῦ δή‐ μου προστάξαντος. ἀφοσιουμένων δὲ τῶν ἄλλων Θεόδω‐
5ρος ὁ ἱεροφάντης „ἀλλ’ ἐγώ“ εἶπεν „οὐδὲ κατηρασάμην
αὐτῷ κακὸν οὐδέν, εἰ μηδὲν ἀδικεῖ τὴν πόλιν.“266
Alc
.

34

.

1

Οὕτω δὲ τοῦ Ἀλκιβιάδου λαμπρῶς εὐημεροῦντος, ὑπέθραττεν ἐνίους ὅμως ὁ τῆς καθόδου καιρός. ᾗ γὰρ ἡμέρᾳ κατέπλευσεν, ἐδρᾶτο τὰ Πλυντήρια τῇ θεῷ. δρῶσι δὲ τὰ ὄργια Πραξιεργίδαι Θαργηλιῶνος ἕκτῃ φθίνοντος
5ἀπόρρητα, τόν τε κόσμον ἀφελόντες καὶ τὸ ἕδος κατακαλύ‐
Alc
.

34

.

2

ψαντες. ὅθεν ἐν ταῖς μάλιστα τῶν ἀποφράδων τὴν ἡμέραν ταύτην ἄπρακτον Ἀθηναῖοι νομίζουσιν. οὐ φιλοφρόνως οὖν οὐδ’ εὐμενῶς ἐδόκει προσδεχομένη τὸν Ἀλκιβιάδην ἡ θεὸς παρακαλύπτεσθαι καὶ ἀπελαύνειν ἑαυτῆς.
Alc
.

34

.

3

Οὐ μὴν ἀλλὰ πάντων γεγονότων τῷ Ἀλκιβιάδῃ κατὰ γνώμην, καὶ πληρουμένων ἑκατὸν τριήρων αἷς αὖθις ἐκπλεῖν ἔμελλε, φιλοτιμία τις οὐκ ἀγεννὴς προσπεσοῦσα
Alc
.

34

.

4

κατέσχεν αὐτὸν μέχρι μυστηρίων. ἀφ’ οὗ γὰρ ἐπετει‐ χίσθη Δεκέλεια καὶ τῶν εἰς Ἐλευσῖνα παρόδων ἐκράτουν οἱ πολέμιοι παρόντες, οὐδένα κόσμον εἶχεν ἡ τελετὴ πεμπομένη κατὰ θάλατταν, ἀλλὰ καὶ θυσίαι καὶ χορεῖαι
5καὶ πολλὰ τῶν δρωμένων καθ’ ὁδὸν ἱερῶν, ὅταν ἐξελαύ‐
Alc
.

34

.

5

νωσι τὸν Ἴακχον, ὑπ’ ἀνάγκης ἐξελείπετο. καλὸν οὖν ἐφαίνετο τῷ Ἀλκιβιάδῃ καὶ πρὸς θεῶν ὁσιότητα καὶ πρὸς ἀνθρώπων δόξαν ἀποδοῦναι τὸ πάτριον σχῆμα τοῖς ἱεροῖς, παραπέμψαντα πεζῇ τὴν τελετὴν καὶ δορυφορή‐
5σαντα παρὰ τοὺς πολεμίους· ἢ γὰρ ἀτρεμήσαντα κομιδῇ κολούσειν καὶ ταπεινώσειν τὸν Ἆγιν, ἢ μάχην ἱερὰν καὶ θεοφιλῆ περὶ τῶν ἁγιωτάτων καὶ μεγίστων ἐν ὄψει τῆς πατρίδος μαχεῖσθαι, καὶ πάντας ἕξειν μάρτυρας τοὺς πο‐
Alc
.

34

.

6

λίτας τῆς ἀνδραγαθίας. ὡς δὲ ταῦτ’ ἔγνω καὶ προεῖπεν Εὐμολπίδαις καὶ Κήρυξι, σκοποὺς μὲν ἐπὶ τῶν ἄκρων
ἐκάθισε καὶ προδρόμους τινὰς ἅμ’ ἡμέρᾳ προεξέπεμψεν, ἱερεῖς δὲ καὶ μύστας καὶ μυσταγωγοὺς ἀναλαβὼν καὶ267
5τοῖς ὅπλοις περικαλύψας, ἦγεν ἐν κόσμῳ καὶ μετὰ σιω‐ πῆς, θέαμα σεμνὸν καὶ θεοπρεπὲς τὴν στρατηγίαν ἐκεί‐ νην ἐπιδεικνύμενος, ὑπὸ τῶν μὴ φθονούντων ἱεροφαντίαν
Alc
.

34

.

7

καὶ μυσταγωγίαν προσαγορευομένην. μηδενὸς δὲ τῶν πολεμίων ἐπιθέσθαι τολμήσαντος, ἀσφαλῶς ἀπαγαγὼν εἰς τὴν πόλιν, ἤρθη μὲν αὐτὸς τῷ φρονήματι, καὶ τὴν στρατιὰν ἐπῆρεν ὡς ἄμαχον καὶ ἀήττητον οὖσαν ἐκείνου
5στρατηγοῦντος, τοὺς δὲ φορτικοὺς καὶ πένητας οὕτως ἐδημαγώγησεν, ὥστ’ ἐρᾶν ἔρωτα θαυμαστὸν ὑπ’ ἐκείνου τυραννεῖσθαι, καὶ λέγειν ἐνίους καὶ προσιέναι παρακε‐ λευομένους, ὅπως τοῦ φθόνου κρείττων γενόμενος καὶ καταβαλὼν ψηφίσματα καὶ νόμους καὶ φλυάρους ἀπολ‐
10λύντας τὴν πόλιν ὡς ἂν *** πράξῃ καὶ χρήσηται τοῖς πράγμασι, μὴ δεδιὼς τοὺς συκοφάντας.
Alc
.

35

.

1

Αὐτὸς μὲν οὖν ἐκεῖνος ἣν εἶχε διάνοιαν περὶ τῆς τυραννίδος, ἄδηλόν ἐστιν· οἱ δὲ δυνατώτατοι τῶν πολι‐ τῶν φοβηθέντες ἐσπούδασαν αὐτὸν ἐκπλεῦσαι τὴν ταχί‐ στην, τά τ’ ἄλλα ψηφισάμενοι καὶ συνάρχοντας οὓς ἐκεῖ‐
5νος ἠθέλησεν.
Alc
.

35

.

2

Ἐκπλεύσας δὲ ταῖς ἑκατὸν ναυσὶ καὶ προσβαλὼν Ἄν‐ δρῳ, μάχῃ μὲν ἐκράτησεν αὐτῶν καὶ Λακεδαιμονίων ὅσοι παρῆσαν, οὐχ εἷλε δὲ τὴν πόλιν, ἀλλὰ τοῦτο τῶν καινῶν ἐγκλημάτων πρῶτον ὑπῆρξε κατ’ αὐτοῦ τοῖς ἐχθροῖς.
Alc
.

35

.

3

ἔοικε δ’ εἴ τις ἄλλος ὑπὸ τῆς αὑτοῦ δόξης καταλυθῆναι καὶ Ἀλκιβιάδης. μεγάλη γὰρ οὖσα καὶ τόλμης καὶ συνέ‐ σεως [γέμουσα] ἀφ’ ὧν κατώρθωσεν, ὕποπτον αὐτοῦ τὸ
ἐλλεῖπον ὡς οὐ σπουδάσαντος ἀπιστίᾳ τοῦ μὴ δυνηθῆναι268
5παρεῖχε· σπουδάσαντα γὰρ οὐδὲν ἂν διαφυγεῖν. ἤλπιζον δὲ καὶ Χίους ἑαλωκότας ἀκούσεσθαι καὶ τὴν ἄλλην Ἰωνίαν.
Alc
.

35

.

4

ὅθεν ἠγανάκτουν μὴ ταχὺ πάντα μηδ’ εὐθὺς ὡς ἐβούλοντο πυνθανόμενοι διαπεπραγμένον, οὐχ ὑπολογιζόμενοι τὴν ἀχρηματίαν, ἀφ’ ἧς πολεμῶν πρὸς ἀνθρώπους βασιλέα μέ‐ γαν χορηγὸν ἔχοντας, ἠναγκάζετο πολλάκις ἐκπλέων καὶ
5ἀπολείπων τὸ στρατόπεδον μισθοὺς καὶ τροφὰς πορίζειν.
Alc
.

35

.

5

καὶ γὰρ τὸ τελευταῖον ἔγκλημα διὰ ταύτην ἔλαβε τὴν αἰτίαν. Λυσάνδρου γὰρ ἐπὶ τὴν ναυαρχίαν ἀποσταλέντος ὑπὸ τῶν Λακεδαιμονίων καὶ τετρώβολον ἀντὶ τριωβόλου τῷ ναύ‐ τῃ διδόντος, ἐξ ὧν ἔλαβε παρὰ Κύρου χρημάτων, αὐτὸς
5ἤδη γλίσχρως χορηγῶν καὶ τὸ τριώβολον, ἀπῆρεν ἀργυ‐
Alc
.

35

.

6

ρολογήσων ἐπὶ Καρίας. ὁ δ’ ἀπολειφθεὶς ἐπὶ τῶν νεῶν ἐπιμελητὴς Ἀντίοχος ἀγαθὸς μὲν ἦν κυβερνήτης, ἀνόη‐ τος δὲ τὰ ἄλλα καὶ φορτικός· ἔχων δὲ πρόσταγμα παρὰ τοῦ Ἀλκιβιάδου μηδ’ ἂν ἐπιπλέωσιν οἱ πολέμιοι διαναυ‐
5μαχεῖν, οὕτως ἐξύβρισε καὶ κατεφρόνησεν, ὥστε τὴν αὑτοῦ πληρωσάμενος τριήρη καὶ τῶν ἄλλων μίαν, ἐπι‐ πλεῦσαι τῇ Ἐφέσῳ καὶ παρὰ τὰς πρῴρας τῶν πολεμίων νεῶν πολλὰ καὶ πράττων καὶ φθεγγόμενος ἀκόλαστα καὶ
Alc
.

35

.

7

βωμολόχα παρεξελαύνειν. τὸ μὲν οὖν πρῶτον ὁ Λύσανδρος ὀλίγαις ναυσὶν ἐπαναχθεὶς ἐδίωκεν αὐτόν, τῶν δ’ Ἀθη‐ ναίων ἐπιβοηθούντων πάσαις ἀναχθεὶς καὶ κρατήσας, αὐτόν τε διέφθειρε τὸν Ἀντίοχον, καὶ ναῦς ἔλαβε πολλὰς
Alc
.

35

.

8

καὶ ἀνθρώπους, καὶ τρόπαιον ἔστησεν. ὡς δὲ ταῦτ’ ἤκου‐ σεν ὁ Ἀλκιβιάδης ἐπανελθὼν εἰς Σάμον, ἀνήχθη παντὶ τῷ στόλῳ καὶ προὐκαλεῖτο τὸν Λύσανδρον. ὁ δ’ ἠγάπα
νενικηκὼς καὶ οὐκ ἀντανήγετο.269
Alc
.

36

.

1

Τῶν δὲ μισούντων τὸν Ἀλκιβιάδην ἐν τῷ στρα‐ τοπέδῳ Θρασύβουλος ὁ Θράσωνος ἐχθρὸς ὢν ἀπῆρεν
Alc
.

36

.

2

εἰς Ἀθήνας κατηγορήσων, καὶ τοὺς ἐκεῖ παροξύνας ἔλεγε πρὸς τὸν δῆμον, ὡς Ἀλκιβιάδης διέφθαρκε τὰ πράγματα καὶ τὰς ναῦς ἀπολώλεκεν, ἐντρυφῶν τῇ ἀρχῇ καὶ παρα‐ διδοὺς τὴν στρατηγίαν ἀνθρώποις ἐκ πότων καὶ ναυτι‐
5κῆς σπερμολογίας δυναμένοις παρ’ αὐτῷ μέγιστον, ὅπως αὐτὸς ἐπ’ ἀδείας χρηματίζηται περιπλέων, καὶ ἀκολα‐ σταίνῃ μεθυσκόμενος καὶ συνὼν ἑταίραις Ἀβυδηναῖς καὶ
Alc
.

36

.

3

Ἰωνίσιν, ἐφορμούντων δι’ ὀλίγου τῶν πολεμίων. ἐνεκά‐ λουν δ’ αὐτῷ καὶ τὴν τῶν τειχῶν κατασκευήν, ἃ κατε‐ σκεύασεν ἐν Θρᾴκῃ περὶ Βισάνθην ἑαυτῷ καταφυγήν, ὡς
Alc
.

36

.

4

ἐν τῇ πατρίδι μὴ δυνάμενος βιοῦν ἢ μὴ βουλόμενος. οἱ δ’ Ἀθηναῖοι πεισθέντες ἑτέρους εἵλοντο στρατηγούς, ἐν‐
Alc
.

36

.

5

δεικνύμενοι τὴν πρὸς ἐκεῖνον ὀργὴν καὶ κακόνοιαν. ἃ δὴ πυνθανόμενος ὁ Ἀλκιβιάδης καὶ δεδοικώς, ἀπῆλθεν ἐκ τοῦ στρατοπέδου παντάπασι, καὶ συναγαγὼν ξένους ἐπολέμει τοῖς ἀβασιλεύτοις Θρᾳξὶν ἰδίᾳ, καὶ πολλὰ χρή‐
5ματα συνῆγεν ἀπὸ τῶν ἁλισκομένων, καὶ τοῖς Ἕλλησιν ἅμα τοῖς προσοικοῦσιν ἄδειαν ἀπὸ τῶν βαρβάρων παρ‐ εῖχεν.
Alc
.

36

.

6

Ἐπεὶ δ’ οἱ περὶ Τυδέα καὶ Μένανδρον καὶ Ἀδείμαν‐ τον στρατηγοί, πάσας ὁμοῦ τὰς ὑπαρχούσας τότε ναῦς τοῖς Ἀθηναίοις ἔχοντες ἐν Αἰγὸς ποταμοῖς, εἰώθεσαν ἐπι‐ πλεῖν τῷ Λυσάνδρῳ ναυλοχοῦντι περὶ Λάμψακον ἅμ’
5ἡμέρᾳ προκαλούμενοι, καὶ πάλιν ἀναστρέφειν ὀπίσω καὶ διημερεύειν ἀτάκτως καὶ ἀμελῶς, ἅτε δὴ καταφρονοῦν‐ τες, ἐγγὺς ὢν ὁ Ἀλκιβιάδης οὐ περιεῖδεν οὐδ’ ἠμέλησεν,
ἀλλ’ ἵππῳ προσελάσας ἐδίδασκε τοὺς στρατηγούς, ὅτι κακῶς ὁρμοῦσιν ἐν χωρίοις ἀλιμένοις καὶ πόλιν οὐκ ἔχου‐270
10σιν, ἀλλὰ πόρρωθεν ἐκ Σηστοῦ τὰ ἐπιτήδεια λαμβάνον‐ τες καὶ περιορῶντες τὸ ναυτικόν, ὅταν ἐπὶ γῆς γένηται, πλανώμενον ὅπῃ τις θέλοι καὶ διασπειρόμενον, ἀντεφορ‐ μοῦντος αὐτοῖς στόλου μεγάλου, πρὸς ἐπίταγμα μοναρ‐ χικὸν εἰθισμένου σιωπῇ πάντα ποιεῖν.
Alc
.

37

.

1

Ταῦτα δὲ λέγοντος τοῦ Ἀλκιβιάδου καὶ παραινοῦν‐ τος εἰς Σηστὸν μεθορμίσαι τὸν στόλον, οὐ προσεῖχον οἱ στρατηγοί, Τυδεὺς δὲ καὶ πρὸς ὕβριν ἐκέλευσεν ἀποχω‐
Alc
.

37

.

2

ρεῖν· οὐ γὰρ ἐκεῖνον, ἀλλ’ ἑτέρους στρατηγεῖν. ὁ δ’ Ἀλκι‐ βιάδης ὑπονοήσας τι καὶ προδοσίας ἐν αὐτοῖς ἀπῄει, καὶ τοῖς προπέμπουσι τῶν ἀπὸ τοῦ στρατοπέδου γνωρίμων ἔλεγεν, ὅτι μὴ προπηλακισθεὶς οὕτως ὑπὸ τῶν στρατη‐
5γῶν ὀλίγαις ἂν ἡμέραις ἠνάγκασε Λακεδαιμονίους δια‐
Alc
.

37

.

3

ναυμαχεῖν αὐτοῖς ἄκοντας ἢ τὰς ναῦς ἀπολιπεῖν. ἐδόκει δὲ τοῖς μὲν ἀλαζονεύεσθαι, τοῖς δ’ εἰκότα λέγειν, εἰ Θρᾷκας ἐκ γῆς ἐπαγαγὼν πολλοὺς ἀκοντιστὰς καὶ ἱππεῖς προσ‐
Alc
.

37

.

4

μάχοιτο καὶ διαταράττοι τὸ στρατόπεδον αὐτῶν. ὅτι μέν‐ τοι τὰς ἁμαρτίας ὀρθῶς συνεῖδε τῶν Ἀθηναίων, ταχὺ τὸ ἔργον ἐμαρτύρησεν. ἄφνω γὰρ αὐτοῖς καὶ ἀπροσδοκήτως τοῦ Λυσάνδρου προσπεσόντος, ὀκτὼ μόναι τριήρεις ὑπεξέ‐
5φυγον μετὰ Κόνωνος, αἱ δ’ ἄλλαι μικρὸν ἀπολείπουσαι διακοσίων ἀπήχθησαν αἰχμάλωτοι. τῶν δ’ ἀνθρώπων τρισ‐
Alc
.

37

.

5

χιλίους ἑλὼν ζῶντας ἀπέσφαξεν ὁ Λύσανδρος. ἔλαβε δὲ καὶ τὰς Ἀθήνας ὀλίγῳ χρόνῳ καὶ τὰς ναῦς ἐνέπρησε καὶ τὰ μακρὰ τείχη καθεῖλεν.
Alc
.

37

.

6

Ἐκ δὲ τούτου φοβηθεὶς ὁ Ἀλκιβιάδης ἄρχοντας ἤδη καὶ γῆς καὶ θαλάττης τοὺς Λακεδαιμονίους εἰς Βιθυνίαν
μετέστη, πολλὰ μὲν ἄγων χρήματα, πολλὰ δὲ κομίζων,271
Alc
.

37

.

7

ἔτι δὲ πλείω καταλιπὼν ἐν οἷς ᾤκει τείχεσιν. ἐν δὲ Βιθυνίᾳ πάλιν οὐκ ὀλίγα τῶν ἰδίων ἀπολέσας καὶ περικοπεὶς ὑπὸ τῶν ἐκεῖ Θρᾳκῶν, ἔγνω μὲν ἀναβαίνειν πρὸς Ἀρταξέρξην, ἑαυτόν τε μὴ χείρονα Θεμιστοκλέους πειρωμένῳ βασιλεῖ
Alc
.

37

.

8

φανεῖσθαι νομίζων, καὶ κρείττονα τὴν πρόφασιν· οὐ γὰρ ἐπὶ τοὺς πολίτας ὡς ἐκεῖνον, ἀλλ’ ὑπὲρ τῆς πατρίδος ἐπὶ τοὺς πολεμίους ὑπουργήσειν καὶ δεήσεσθαι τῆς βασιλέως δυνάμεως· εὐπορίαν δὲ τῆς ἀνόδου μετ’ ἀσφαλείας μάλι‐
5στα Φαρνάβαζον οἰόμενος παρέξειν, ᾤχετο πρὸς αὐτὸν εἰς Φρυγίαν καὶ συνδιῆγε θεραπεύων ἅμα καὶ τιμώμενος.
Alc
.

38

.

1

Ἀθηναῖοι δὲ χαλεπῶς μὲν ἔφερον τῆς ἡγεμονίας ἀποστερηθέντες· ἐπεὶ δὲ καὶ τὴν ἐλευθερίαν ἀφελόμενος αὐτῶν ὁ Λύσανδρος ἀνδράσι τριάκοντα παρέδωκε τὴν πόλιν, οἷς οὐκ ἐχρήσαντο σῴζεσθαι δυνάμενοι λογισμοῖς
5ἀπολωλότων ἤδη τῶν πραγμάτων συνίεσαν, ὀλοφυρό‐ μενοι καὶ διεξιόντες τὰς ἁμαρτίας ἑαυτῶν καὶ ἀγνοίας, ὧν μεγίστην ἐποιοῦντο τὴν δευτέραν πρὸς Ἀλκιβιάδην ὀργήν.
Alc
.

38

.

2

ἀπερρίφη γὰρ οὐδὲν ἀδικῶν αὐτός, ἀλλ’ ὑπηρέτῃ χαλεπή‐ ναντες ὀλίγας ἀποβαλόντι ναῦς αἰσχρῶς, αἴσχιον αὐτοὶ τὸν κράτιστον καὶ πολεμικώτατον ἀφείλοντο τῆς πόλεως
Alc
.

38

.

3

στρατηγόν. ἔτι δ’ οὖν ὅμως ἐκ τῶν παρόντων ἀνέφερέ τις ἐλπὶς ἀμυδρά, μὴ παντάπασιν ἔρρειν τὰ πράγματα τῶν Ἀθηναίων Ἀλκιβιάδου περιόντος· „οὔτε γὰρ πρότερον ἠγάπησε φεύγων ἀπραγμόνως ζῆν καὶ μεθ’ ἡσυχίας, οὔτε
5νῦν, εἰ τὰ κατ’ αὐτὸν ἱκανῶς ἔχει, περιόψεται Λακεδαι‐ μονίους ὑβρίζοντας καὶ τοὺς τριάκοντα παροινοῦντας.“
Alc
.

38

.

4

ταῦτα δ’ οὐκ ἦν ἄλογον οὕτως ὀνειροπολεῖν τοὺς πολλούς, ὁπότε καὶ τοῖς τριάκοντα φροντίζειν ἐπῄει καὶ διαπυν‐ θάνεσθαι καὶ λόγον ἔχειν πλεῖστον ὧν ἐκεῖνος ἔπραττε
Alc
.

38

.

5

καὶ διενοεῖτο. τέλος δὲ Κριτίας ἐδίδασκε Λύσανδρον, ὡς Ἀθηναίων οὐκ ἔσται δημοκρατουμένων ἀσφαλῶς ἄρχειν Λακεδαιμονίοις τῆς Ἑλλάδος· Ἀθηναίους δέ, κἂν πρᾴως πάνυ καὶ καλῶς πρὸς ὀλιγαρχίαν ἔχωσιν, οὐκ ἐάσει ζῶν272
Alc
.

38

.

6

Ἀλκιβιάδης ἀτρεμεῖν ἐπὶ τῶν καθεστώτων. οὐ μὴν ἐπείσθη γε πρότερον τούτοις ὁ Λύσανδρος ἢ παρὰ τῶν οἴκοι τελῶν σκυτάλην ἐλθεῖν κελεύουσαν ἐκποδὼν ποιήσασθαι τὸν Ἀλκιβιάδην, εἴτε κἀκείνων φοβηθέντων τὴν ὀξύτητα καὶ
5μεγαλοπραγμοσύνην τοῦ ἀνδρός, εἴτε τῷ Ἄγιδι χαρι‐ ζομένων.
Alc
.

39

.

1

Ὡς οὖν ὁ Λύσανδρος ἔπεμψε πρὸς τὸν Φαρνάβαζον ταῦτα πράττειν κελεύων, ὁ δὲ Βαγαίῳ τε τῷ ἀδελφῷ καὶ Σουσαμίθρῃ τῷ θείῳ προσέταξε τὸ ἔργον, ἔτυχε μὲν ἐν κώμῃ τινὶ τῆς Φρυγίας ὁ Ἀλκιβιάδης τότε διαιτώμενος,
5ἔχων Τιμάνδραν μεθ’ ἑαυτοῦ τὴν ἑταίραν, ὄψιν δὲ κατὰ
Alc
.

39

.

2

τοὺς ὕπνους εἶδε τοιαύτην· ἐδόκει περικεῖσθαι μὲν αὐτὸς τὴν ἐσθῆτα τῆς ἑταίρας, ἐκείνην δὲ τὴν κεφαλὴν ἐν ταῖς ἀγκάλαις ἔχουσαν αὐτοῦ κοσμεῖν τὸ πρόσωπον ὥσπερ
Alc
.

39

.

3

γυναικὸς ὑπογράφουσαν καὶ ψιμυθιοῦσαν. ἕτεροι δέ φασιν ἰδεῖν τὴν κεφαλὴν ἀποτέμνοντας αὐτοῦ τοὺς περὶ τὸν Βαγαῖον ἐν τοῖς ὕπνοις καὶ τὸ σῶμα καιόμενον. ἀλλὰ τὴν
Alc
.

39

.

4

μὲν ὄψιν οὐ πολὺ γενέσθαι λέγουσι πρὸ τῆς τελευτῆς. οἱ δὲ πεμφθέντες ἐπ’ αὐτὸν οὐκ ἐτόλμησαν εἰσελθεῖν, ἀλλὰ
Alc
.

39

.

5

κύκλῳ τὴν οἰκίαν περιστάντες ἐνεπίμπρασαν. αἰσθόμενος δ’ ὁ Ἀλκιβιάδης, τῶν μὲν ἱματίων τὰ πλεῖστα καὶ τῶν στρω‐ μάτων συναγαγὼν ἐπέρριψε τῷ πυρί, τῇ δ’ ἀριστερᾷ χειρὶ τὴν ἑαυτοῦ χλαμύδα περιελίξας, τῇ 〈δὲ〉 δεξιᾷ σπασά‐
5μενος τὸ ἐγχειρίδιον, ἐξέπεσεν ἀπαθὴς ὑπὸ τοῦ πυρὸς πρὶν ἢ διαφλέγεσθαι τὰ ἱμάτια, καὶ τοὺς βαρβάρους ὀφ‐
Alc
.

39

.

6

θεὶς διεσκέδασεν. οὐδεὶς γὰρ ὑπέμεινεν αὐτὸν οὐδ’ εἰς χεῖρας συνῆλθεν, ἀλλ’ ἀποστάντες ἔβαλλον ἀκοντίοις καὶ273
Alc
.

39

.

7

τοξεύμασιν. οὕτω δ’ αὐτοῦ πεσόντος καὶ τῶν βαρβάρων ἀπελθόντων, ἡ Τιμάνδρα τὸν νεκρὸν ἀνείλετο, καὶ τοῖς αὑτῆς περιβαλοῦσα καὶ περικαλύψασα χιτωνίσκοις, ἐκ τῶν παρόντων ἐκήδευσε λαμπρῶς καὶ φιλοτίμως.
Alc
.

39

.

8

Ταύτης λέγουσι θυγατέρα γενέσθαι Λαΐδα τὴν Κοριν‐ θίαν μὲν προσαγορευθεῖσαν, ἐκ δ’ Ὑκκάρων, Σικελικοῦ πολίσματος, αἰχμάλωτον γενομένην.
Alc
.

39

.

9

Ἔνιοι δὲ τὰ μὲν ἄλλα περὶ τῆς Ἀλκιβιάδου τελευτῆς ὁμολογοῦσι τούτοις, αἰτίαν δέ φασιν οὐ Φαρνάβαζον οὐδὲ Λύσανδρον οὐδὲ Λακεδαιμονίους παρασχεῖν, αὐτὸν δὲ τὸν Ἀλκιβιάδην γνωρίμων τινῶν διεφθαρκότα γύναιον ἔχειν
5σὺν ἑαυτῷ, τοὺς δ’ ἀδελφοὺς τοῦ γυναίου τὴν ὕβριν οὐ μετρίως φέροντας ἐμπρῆσαί τε τὴν οἰκίαν νύκτωρ, ἐν ᾗ διαιτώμενος ἐτύγχανεν ὁ Ἀλκιβιάδης, καὶ καταβαλεῖν
αὐτόν, ὥσπερ εἴρηται, διὰ τοῦ πυρὸς ἐξαλλόμενον.274