TLG 0007 014 :: PLUTARCHUS :: Comparatio Periclis et Fabii Maximi PLUTARCHUS Biogr.
Phil. Comparatio Periclis et Fabii Maximi Citation: Chapter — section — (line) | ||
1.1 | Οἱ μὲν οὖν βίοι τῶν ἀνδρῶν τοιαύτην ἔχου‐ σιν ἱστορίαν. ἐπεὶ δὲ καὶ πολιτικῆς καὶ πολεμικῆς ἀρετῆς πολλὰ καὶ καλὰ παραδείγματα καταλελοίπασιν ἀμφότε‐ ροι, φέρε τῶν πολεμικῶν ἐκεῖνο πρῶτον λάβωμεν, ὅτι | |
5 | Περικλῆς μὲν ἄριστα πράττοντι τῷ δήμῳ καὶ μεγίστῳ καθ’ αὑτὸν ὄντι καὶ μάλιστα πρὸς δύναμιν ἀκμάζοντι χρώμενος ὑπὸ κοινῆς ἂν δόξειεν εὐτυχίας καὶ ῥώμης πραγ‐ μάτων ἀσφαλὴς διαγενέσθαι καὶ ἄπταιστος, αἱ δὲ Φαβίου πράξεις ἐν αἰσχίστοις καὶ δυσποτμοτάτοις καιροῖς ἀναδε‐ | |
---|---|---|
10 | ξαμένου τὴν πόλιν οὐκ ἐπ’ ἀγαθοῖς ἀσφαλῆ διετήρησαν, | |
1.2 | ἀλλ’ ἐκ κακῶν εἰς βελτίω μετέστησαν. καὶ Περικλεῖ μὲν αἱ Κίμωνος εὐπραξίαι καὶ τὰ Μυρωνίδου καὶ τὰ Λεωκρά‐ | |
τους τρόπαια καὶ πολλὰ καὶ μεγάλα Τολμίδης κατορθῶν 〈ἐν〉εορτάσαι μᾶλλον καὶ ἐμπανηγυρίσαι στρατηγοῦντι | 81 | |
5 | τὴν πόλιν ἢ κτήσασθαι πολέμῳ καὶ φυλάξαι παρέδωκε· | |
1.3 | Φάβιος δ’ ὁρῶν πολλὰς μὲν φυγὰς καὶ ἥττας, πολλοὺς δὲ θανάτους καὶ σφαγὰς αὐτοκρατόρων καὶ στρατηγῶν, λίμ‐ νας δὲ καὶ πεδία καὶ δρυμοὺς νεκρῶν στρατοπέδων πλή‐ θοντας, αἵματι δὲ καὶ φόνῳ ποταμοὺς ἄχρι θαλάττης | |
5 | ῥέοντας, [ἐν] τῷ καθ’ ἑαυτὸν ἐρρωμένῳ καὶ βεβηκότι τὴν πόλιν ἀντιλαμβανόμενος καὶ ὑπερείδων οὐκ εἴασε τοῖς | |
1.4 | ἐκείνων ὑποφερομένην πταίσμασι τελέως ἐκχυθῆναι. καί‐ τοι δόξειεν ἂν οὐχ οὕτω χαλεπὸν εἶναι πόλιν ἐν συμφοραῖς μεταχειρίσασθαι ταπεινὴν καὶ τοῦ φρονοῦντος ὑπ’ ἀνάγ‐ κης κατήκοον γενομένην, ὡς δι’ εὐτυχίαν ἐπηρμένῳ καὶ | |
5 | σπαργῶντι [τῷ] δήμῳ χαλινὸν ἐμβαλεῖν ὕβρεως καὶ θρα‐ σύτητος· ᾧ δὴ μάλιστα φαίνεται τρόπῳ Περικλῆς Ἀθη‐ | |
1.5 | ναίων περιγενόμενος. ἀλλὰ τῶν Ῥωμαίοις συμπεσόντων τότε κακῶν τὸ μέγεθος καὶ τὸ πλῆθος ἰσχυρόν τινα γνώ‐ μην καὶ μέγαν ἔδειξεν ἄνδρα τὸν μὴ συγχυθέντα μηδὲ προέμενον τοὺς αὑτοῦ λογισμούς. | |
2.1 | Καὶ Σάμῳ μὲν ὑπὸ Περικλέους ἁλούσῃ τὴν Τάραντος ἔστι κατάληψιν ἀντιθεῖναι, καὶ νὴ Δί’ Εὐβοίᾳ τὰς περὶ Καμπανίαν πόλεις· ἐπεὶ αὐτήν γε Καπύην οἱ περὶ Φούλβιον καὶ Ἄππιον ὕπατοι κατέσχον. ἐκ δὲ παρατάξεως | |
5 | Φάβιος οὐ φαίνεται μάχῃ νενικηκώς, πλὴν ἀφ’ ἧς τὸν πρότερον εἰσήλασε θρίαμβον, Περικλῆς δ’ ἐννέα τρόπαια κατὰ γῆν καὶ κατὰ θάλατταν ἔστησεν ἀπὸ τῶν πολεμίων. | |
2.2 | οὐ μὴν λέγεται τοιαύτη πρᾶξις Περικλέους οἵαν ἔπραξε Φάβιος Μινούκιον ἐξαρπάσας Ἀννίβου καὶ διασώσας ἐντε‐ | |
λὲς στρατόπεδον Ῥωμαίων· καλὸν γὰρ τὸ ἔργον καὶ κοι‐ νὸν ἀνδρείας ὁμοῦ καὶ φρονήσεως καὶ χρηστότητος· ὥσπερ | 82 | |
5 | αὖ πάλιν οὐδὲ σφάλμα λέγεται Περικλέους οἷον ἐσφάλη Φάβιος διὰ τῶν βοῶν καταστρατηγηθεὶς ὑπ’ Ἀννίβου, λαβὼν μὲν αὐτομάτως καὶ κατὰ τύχην ὑπελθόντα τοῖς στενοῖς τὸν πολέμιον, προέμενος δὲ νυκτὸς λαθόντα καὶ μεθ’ ἡμέραν βιασάμενον καὶ φθάσαντα μέλλοντος καὶ κρα‐ | |
2.3 | τήσαντα συλλαβόντος. εἰ δὲ δεῖ μὴ μόνον χρῆσθαι τοῖς παροῦσιν, ἀλλὰ καὶ τεκμαίρεσθαι περὶ τοῦ μέλλοντος ὀρθῶς τὸν ἀγαθὸν στρατηγόν, Ἀθηναίοις μὲν ὡς Περι‐ κλῆς προέγνω καὶ προεῖπεν ἐτελεύτησεν ὁ πόλεμος· πολυ‐ | |
5 | πραγμονοῦντες γὰρ ἀπώλεσαν τὴν δύναμιν· Ῥωμαῖοι δὲ παρὰ τοὺς Φαβίου λογισμοὺς ἐκπέμψαντες ἐπὶ Καρχηδονί‐ ους Σκιπίωνα πάντων ἐκράτησαν, οὐ τύχῃ, σοφίᾳ δὲ τοῦ στρατηγοῦ καὶ ἀνδρείᾳ κατὰ κράτος νικήσαντος τοὺς πολε‐ | |
2.4 | μίους· ὥστε τῷ μὲν τὰ πταίσματα τῆς πατρίδος μαρτυ‐ ρεῖν ὅτι καλῶς ἔγνω, τὸν δ’ ὑπὸ τῶν κατορθωμάτων ἐλέγ‐ χεσθαι τοῦ παντὸς ἐσφαλμένον. ἴση δ’ ἁμαρτία στρατη‐ γοῦ κακῷ περιπεσεῖν μὴ προσδοκήσαντα, καὶ κατορθώ‐ | |
5 | ματος καιρὸν ἀπιστίᾳ προέσθαι· μία γὰρ ὡς ἔοικεν ἀπει‐ ρία καὶ θράσος γεννᾷ καὶ θάρσος ἀφαιρεῖται. ταῦτα περὶ τῶν πολεμικῶν. | |
3.1 | Τῆς δὲ πολιτείας μέγα μὲν ἔγκλημα τοῦ Περι‐ κλέους ὁ πόλεμος. λέγεται γὰρ ἐπακτὸς ὑπ’ ἐκείνου γενέ‐ σθαι, Λακεδαιμονίοις ἐρίσαντος μὴ ἐνδοῦναι. δοκῶ δὲ μηδ’ ἂν Φάβιον Μάξιμον ἐνδοῦναί τι Καρχηδονίοις, ἀλλ’ εὐγε‐ | |
3.2 | νῶς ὑποστῆναι τὸν ὑπὲρ τῆς ἡγεμονίας κίνδυνον. ἡ μέντοι πρὸς Μινούκιον ἐπιείκεια τοῦ Φαβίου καὶ πρᾳότης ἐλέγ‐ χει τὸν πρὸς Κίμωνα καὶ Θουκυδίδην στασιασμόν, ἄνδρας ἀγαθοὺς καὶ ἀριστοκρατικοὺς εἰς φυγὴν ὑπ’ αὐτοῦ καὶ | |
5 | τοὔστρακον ἐκπεσόντας. ἀλλ’ ἥ γε δύναμις μείζων ἡ τοῦ | |
3.3 | Περικλέους καὶ τὸ κράτος. ὅθεν οὐδ’ ἄλλον εἴασεν ἐνδυσ‐ | |
τυχῆσαι τῇ πόλει κακῶς βουλευσάμενον στρατηγόν, ἀλλ’ ἢ μόνος αὐτὸν ἐκφυγὼν Τολμίδης καὶ διωσάμενος βίᾳ προσέπταισε Βοιωτοῖς· οἱ δ’ ἄλλοι προσετίθεντο καὶ κατε‐ | 83 | |
5 | κοσμοῦντο πάντες εἰς τὴν ἐκείνου γνώμην ὑπὸ μεγέθους | |
3.4 | αὐτοῦ τῆς δυνάμεως. Φάβιος δὲ τὸ καθ’ ἑαυτὸν ἀσφαλὴς ὢν καὶ ἀναμάρτητος, τῷ πρὸς τὸ κωλύειν ἑτέρους ἀδυνάτῳ φαίνεται λειπόμενος. οὐ γὰρ ἂν τοσαύταις συμφοραῖς ἐχρήσαντο Ῥωμαῖοι Φαβίου παρ’ αὐτοῖς ὅσον Ἀθήνησι | |
5 | Περικλέους δυνηθέντος. | |
3.5 | Καὶ μὴν τήν γε πρὸς χρήματα μεγαλοφροσύνην ὁ μὲν τῷ μηδὲν λαβεῖν παρὰ τῶν διδόντων, ὁ δὲ τῷ προέσθαι πολλὰ τοῖς δεομένοις ἐπεδείξατο, λυσάμενος τοῖς ἰδίοις | |
3.6 | χρήμασι τοὺς αἰχμαλώτους· πλὴν τούτων μὲν οὐ πολὺς ἦν ἀριθμός, ἀλλ’ ὅσον ἓξ τάλαντα. Περικλῆς δ’ οὐκ ἂν ἴσως εἴποι τις ὅσα καὶ παρὰ συμμάχων καὶ βασιλέων ὠφελεῖσθαι καὶ θεραπεύεσθαι παρόν, τῆς δυνάμεως διδού‐ | |
5 | σης, ἀδωρότατον ἑαυτὸν καὶ καθαρώτατον ἐφύλαξεν. | |
3.7 | Ἔργων γε μὴν μεγέθεσι καὶ ναῶν καὶ κατασκευαῖς οἰκοδομημάτων, ἐξ ὧν ἐκόσμησεν ὁ Περικλῆς τὰς Ἀθή‐ νας, οὐκ ἄξιον ὁμοῦ πάντα τὰ πρὸ τῶν Καισάρων φιλοτι‐ μήματα τῆς Ῥώμης παραβαλεῖν, ἀλλ’ ἔξοχόν τι πρὸς ἐκεῖ‐ | |
5 | να καὶ ἀσύγκριτον ἡ τούτων ἔσχε μεγαλουργία καὶ μεγα‐ | |
λοπρέπεια τὸ πρωτεῖον. | 84 |