TLG 0007 013 :: PLUTARCHUS :: Fabius Maximus

PLUTARCHUS Biogr. Phil.
(Chaeronensis: A.D. 1–2)

Fabius Maximus

Source: Ziegler, K. (ed.), Plutarchi vitae parallelae, vol. 1.2, 3rd edn. Leipzig: Teubner, 1964: 47–81.

Citation: Chapter — section — (line)

Fab
.

t

1

ΦΑΒΙΟΣ ΜΑΞΙΜΟΣ
Fab
.

1

.

1

Τοιούτου δὲ τοῦ Περικλέους ἐν τοῖς ἀξίοις μνήμης γεγονότος, ὡς παρειλήφαμεν, ἐπὶ τὸν Φάβιον τὴν ἱστο‐ ρίαν μετάγομεν.
Fab
.

1

.

2

Νυμφῶν μιᾶς λέγουσιν, οἱ δὲ γυναικὸς ἐπιχωρίας, Ἡρακλεῖ μιγείσης περὶ τὸν Θύβριν ποταμὸν γενέσθαι Φάβιον, ἄνδρα πολὺ καὶ δόκιμον ἐν Ῥώμῃ τὸ Φαβίων γένος ἀφ’ αὑτοῦ παρασχόντα. τινὲς δὲ τοὺς ἀπὸ τοῦ γένους
5τούτου πρώτους τῇ δι’ ὀρυγμάτων χρησαμένους ἄγρᾳ Φοδίους ἱστοροῦσιν ὀνομάζεσθαι τὸ παλαιόν· οὕτω γὰρ ἄχρι νῦν αἱ διώρυχες φόσσαι καὶ φόδερε τὸ σκάψαι καλεῖ‐ ται· χρόνῳ δὲ τῶν δυεῖν φθόγγων μεταπεσόντων, Φάβιοι
Fab
.

1

.

3

προσηγορεύθησαν. πολλοὺς δὲ 〈καὶ〉 μεγάλους τῆς οἰκίας ἐξενεγκαμένης ἄνδρας, ἀπὸ Ῥούλλου τοῦ μεγίστου καὶ διὰ τοῦτο Μαξίμου παρὰ Ῥωμαίοις ἐπονομασθέντος τέταρ‐
Fab
.

1

.

4

τος ἦν Φάβιος Μάξιμος, περὶ οὗ τάδε γράφομεν. ἦν δ’
αὐτῷ σωματικὸν μὲν παρωνύμιον ὁ Βερρούκωσος· εἶχε γὰρ ἀκροχορδόνα μικρὰν ἐπάνω τοῦ χείλους ἐπιπεφυκυῖαν· ὁ δ’ Ὀβικούλας σημαίνει μὲν προβάτιον, ἐτέθη δὲ πρὸς47
5τὴν πρᾳότητα καὶ βραδυτῆτα τοῦ ἤθους ἔτι παιδὸς ὄντος.
Fab
.

1

.

5

τὸ γὰρ ἡσύχιον αὐτοῦ καὶ σιωπηλὸν καὶ μετὰ πολλῆς μὲν εὐλαβείας τῶν παιδικῶν ἁπτόμενον ἡδονῶν, βραδέως δὲ καὶ διαπόνως δεχόμενον τὰς μαθήσεις, εὔκολον δὲ πρὸς τοὺς συνήθεις καὶ κατήκοον ἀβελτερίας τινὸς
5καὶ νωθρότητος ὑπόνοιαν εἶχε παρὰ τοῖς ἐκτός· ὀλί‐ γοι δ’ ἦσαν οἱ τὸ δυσκίνητον ὑπὸ βάθους καὶ με‐ γαλόψυχον καὶ λεοντῶδες ἐν τῇ φύσει καθορῶντες
Fab
.

1

.

6

αὐτοῦ. ταχὺ δὲ τοῦ χρόνου προϊόντος ὑπὸ τῶν πραγμά‐ των ἐγειρόμενος, διεσήμαινε καὶ τοῖς πολλοῖς ἀπάθειαν μὲν οὖσαν τὴν δοκοῦσαν ἀπραγίαν, εὐβουλίαν δὲ τὴν εὐλά‐ βειαν, τὸ δὲ πρὸς μηδὲν ὀξὺ μηδ’ εὐκίνητον ἐν πᾶσι μόνι‐
Fab
.

1

.

7

μον καὶ βέβαιον. ὁρῶν δὲ καὶ τῆς πολιτείας τὸ μέγεθος καὶ τῶν πολέμων τὸ πλῆθος, ἤσκει τὸ μὲν σῶμα πρὸς τοὺς πολέμους ὥσπερ ὅπλον σύμφυτον, τὸν δὲ λόγον ὄργανον πειθοῦς πρὸς τὸν δῆμον, εὖ μάλα τῷ βίῳ πρε‐
Fab
.

1

.

8

πόντως κατακεκοσμημένον. οὐ γὰρ ἐπῆν ὡραϊσμὸς οὐδὲ κενὴ καὶ ἀγοραῖος χάρις, ἀλλὰ νοῦς ἴδιον καὶ περιττὸν ἐν γνωμολογίαις σχῆμα καὶ βάθος ἔχων, ἃς μάλιστα ταῖς
Fab
.

1

.

9

Θουκυδίδου προσεοικέναι λέγουσι. διασῴζεται γὰρ αὐτοῦ λόγος ὃν εἶπεν ἐν τῷ δήμῳ, τοῦ παιδὸς αὐτοῦ μεθ’ ὑπα‐ τείαν ἀποθανόντος ἐγκώμιον.
Fab
.

2

.

1

Πέντε δ’ ὑπατειῶν ἃς ὑπάτευσεν ἡ πρώτη τὸν ἀπὸ
Λιγύων θρίαμβον ἔσχεν. ἡττηθέντες γὰρ ὑπ’ αὐτοῦ μά‐ χῃ καὶ πολλοὺς ἀποβαλόντες, εἰς τὰς Ἄλπεις ἀνεστάλη‐ σαν, καὶ τὴν πρόσοικον ἐπαύσαντο τῆς Ἰταλίας λῃζόμενοι48
5καὶ κακῶς ποιοῦντες.
Fab
.

2

.

2

Ἐπεὶ δ’ Ἀννίβας ἐμβαλὼν εἰς Ἰταλίαν καὶ μάχῃ πρῶ‐ τον περὶ τὸν Τρεβίαν ποταμὸν ἐπικρατήσας, αὐτὸς μὲν ἤλαυνε διὰ Τυρρηνίας πορθῶν τὴν χώραν, ἔκπληξιν δὲ δεινὴν καὶ φόβον εἰς τὴν Ῥώμην ἐνέβαλλε, σημεῖα δὲ τὰ
5μὲν συνήθη Ῥωμαίοις ἀπὸ κεραυνῶν, τὰ δ’ ὅλως ἐξηλ‐ λαγμένα καὶ πολλὴν ἀτοπίαν ἔχοντα προσέπιπτε—θυ‐ ρεούς τε γὰρ ἀφ’ αὑτῶν αἵματι γενέσθαι διαβρόχους ἐλέχθη, καὶ θέρη σταχύων περὶ Ἄντιον ἔναιμα κείρεσθαι, καὶ λίθους μὲν ἐκ τοῦ ἀέρος διαπύρους καὶ φλεγομένους φέρε‐
10σθαι, τοῦ δ’ ὑπὲρ Φαλερίους οὐρανοῦ ῥαγῆναι δόξαντος ἐκπίπτειν καὶ διασπείρεσθαι πολλὰ γραμματεῖα, καὶ τού‐ των ἐν ἑνὶ γεγραμμένον φανῆναι κατὰ λέξιν· „Ἄρης τὰ
Fab
.

2

.

3

ἑαυτοῦ ὅπλα σαλεύει“—, τὸν μὲν ὕπατον Γάιον Φλαμί‐ νιον οὐδὲν ἤμβλυνε τούτων, ἄνδρα πρὸς τῷ φύσει θυμοειδεῖ καὶ φιλοτίμῳ μεγάλαις ἐπαιρόμενον εὐτυχίαις, ἃς πρόσθεν εὐτύχησε παραλόγως, τῆς τε βουλῆς ἀποκαλούσης καὶ
5τοῦ συνάρχοντος ἐνισταμένου βίᾳ συμβαλὼν τοῖς Γαλά‐ ταις μάχῃ καὶ κρατήσας, Φάβιον δὲ τὰ μὲν σημεῖα, καίπερ
Fab
.

2

.

4

ἁπτόμενα πολλῶν, ἧττον ὑπέθραττε διὰ τὴν ἀλογίαν· τὴν δ’ ὀλιγότητα τῶν πολεμίων καὶ τὴν ἀχρηματίαν πυν‐ θανόμενος, καρτερεῖν παρεκάλει τοὺς Ῥωμαίους καὶ μὴ μάχεσθαι πρὸς ἄνθρωπον ἐπ’ αὐτῷ τούτῳ διὰ πολλῶν
5ἀγώνων ἠσκημένῃ στρατιᾷ χρώμενον, ἀλλὰ τοῖς συμμά‐ χοις ἐπιπέμποντας βοηθείας καὶ τὰς πόλεις διὰ χειρὸς ἔχοντας, αὐτὴν ἐᾶν περὶ αὑτῇ μαραίνεσθαι τὴν ἀκμὴν τοῦ Ἀννίβου, καθάπερ φλόγα λάμψασαν ἀπὸ μικρᾶς καὶ κού‐
φης δυνάμεως.49
Fab
.

3

.

1

Οὐ μὴν ἔπεισε τὸν Φλαμίνιον, ἀλλὰ φήσας οὐκ ἀνέ‐ ξεσθαι προσιόντα τῇ Ῥώμῃ τὸν πόλεμον οὐδ’ ὥσπερ ὁ παλαιὸς Κάμιλλος ἐν τῇ πόλει διαμαχεῖσθαι περὶ αὐτῆς, τὸν μὲν στρατὸν ἐξάγειν ἐκέλευσε τοὺς χιλιάρχους, αὐτὸς
5δ’ ἐπὶ τὸν ἵππον ἁλάμενος, ἐξ οὐδενὸς αἰτίου προδήλου παραλόγως ἐντρόμου τοῦ ἵππου γενομένου καὶ πτυρέντος, ἐξέπεσε καὶ κατενεχθεὶς ἐπὶ κεφαλὴν ὅμως οὐδὲν ἔτρεψε τῆς γνώμης, ἀλλ’ ὡς ὥρμησεν ἐξ ἀρχῆς ἀπαντῆσαι τῷ Ἀννίβᾳ, περὶ τὴν καλουμένην Θρασυνίαν λίμνην τῆς Τυρ‐
Fab
.

3

.

2

ρηνίας παρετάξατο. τῶν δὲ στρατιωτῶν συμβαλόντων εἰς χεῖρας, ἅμα τῷ καιρῷ τῆς μάχης συνέπεσε σεισμός, ὑφ’ οὗ καὶ πόλεις ἀνετράπησαν καὶ ῥεύματα ποταμῶν ἐξ ἕδρας μετέστη καὶ κρημνῶν ὑπώρειαι παρερράγησαν. ἀλλὰ καί‐
5περ οὕτω γενομένου βιαίου 〈τοῦ〉 πάθους οὐδεὶς τὸ παρά‐
Fab
.

3

.

3

παν ᾔσθετο τῶν μαχομένων. αὐτὸς μὲν οὖν ὁ Φλαμίνιος πολλὰ καὶ τόλμης ἔργα καὶ ῥώμης ἀποδεικνύμενος ἔπεσε, καὶ περὶ αὐτὸν οἱ κράτιστοι· τῶν δ’ ἄλλων τραπέντων πολὺς ἦν ὁ φόνος, καὶ πεντακισχίλιοι πρὸς μυρίοις κατε‐
5κόπησαν, καὶ ἑάλωσαν ἕτεροι τοσοῦτοι. τὸ δὲ Φλαμινίου σῶμα φιλοτιμούμενος θάψαι καὶ κοσμῆσαι δι’ ἀρετὴν ὁ Ἀννίβας οὐχ εὗρεν ἐν τοῖς νεκροῖς, ἀλλ’ ἠγνοεῖτο τὸ παρά‐
Fab
.

3

.

4

παν ὅπως ἠφανίσθη. τὴν μὲν οὖν ἐπὶ τοῦ Τρεβίου γενομένην ἧτταν οὔθ’ ὁ γράψας στρατηγὸς οὔθ’ ὁ πεμφθεὶς ἄγγελος ἀπ’ εὐθείας ἔφρασεν, ἀλλ’ ἐψεύσαντο τὴν νίκην ἐπίδικον αὐτοῖς καὶ ἀμφίδοξον γενέσθαι· περὶ δὲ ταύτης ὡς πρῶ‐
5τον ἤκουσεν ὁ στρατηγὸς Πομπώνιος, συναγαγὼν εἰς ἐκ‐
κλησίαν τὸν δῆμον οὐ περιπλοκὰς οὐδὲ παραγωγὰς 〈πλασά‐50
Fab
.

3

.

5

μενοσ〉, ἀλλ’ ἄντικρυς ἔφη προσελθών· „νενικήμεθα ὦ ἄνδρες Ῥωμαῖοι μεγάλῃ μάχῃ, καὶ διέφθαρται τὸ στρα‐ τόπεδον, καὶ Φλαμίνιος ὕπατος ἀπόλωλεν. ἀλλὰ βουλεύε‐
Fab
.

3

.

6

σθε περὶ σωτηρίας αὑτῶν καὶ ἀσφαλείας.“ οὗτος μὲν οὖν ὥσπερ πνεῦμα τὸν λόγον ἐμβαλὼν εἰς πέλαγος τοσοῦτον δῆμον, συνετάραξε τὴν πόλιν, οὐδ’ ἑστάναι πρὸς τοσαύ‐
Fab
.

3

.

7

την ἔκπληξιν οἱ λογισμοὶ καὶ διαμένειν ἐδύναντο, πάντες δ’ εἰς μίαν γνώμην συνηνέχθησαν, ἀνυπευθύνου τε δεῖσθαι τὰ πράγματα μοναρχίας, ἣν δικτατορίαν καλοῦσι, καὶ τοῦ μεταχειριουμένου ταύτην ἀθρύπτως καὶ ἀδεῶς ἀνδρός·
5εἶναι δὲ τοῦτον ἕνα Φάβιον Μάξιμον, ἰσόρροπον ἔχοντα τῷ μεγέθει τῆς ἀρχῆς τὸ φρόνημα καὶ τὸ ἀξίωμα τοῦ ἤθους, ἡλικίας τε κατὰ τοῦτο γεγενημένον ἐν ᾧ συνέστηκεν ἔτι πρὸς τὰ τῆς ψυχῆς βουλεύματα τὸ σῶμα τῇ ῥώμῃ καὶ συγκέκραται τῷ φρονίμῳ τὸ θαρραλέον.
Fab
.

4

.

1

Ὡς οὖν ταῦτ’ ἔδοξεν, ἀποδειχθεὶς δικτάτωρ Φάβιος καὶ ἀποδείξας αὐτὸς ἵππαρχον Μᾶρκον Μινούκιον, πρῶ‐ τον μὲν ᾐτήσατο τὴν σύγκλητον ἵππῳ χρῆσθαι παρὰ τὰς
Fab
.

4

.

2

στρατείας. οὐ γὰρ ἐξῆν, ἀλλ’ ἀπηγόρευτο κατὰ δή τινα νόμον παλαιόν, εἴτε τῆς ἀλκῆς τὸ πλεῖστον ἐν τῷ πεζῷ τιθεμένων καὶ διὰ τοῦτο τὸν στρατηγὸν οἰομένων δεῖν παραμένειν τῇ φάλαγγι καὶ μὴ προλείπειν, εἴθ’, ὅτι τυραν‐
5νικὸν εἰς ἅπαντα τἆλλα καὶ μέγα τὸ τῆς ἀρχῆς κράτος ἐστίν, ἔν γε τούτῳ βουλομένων τὸν δικτάτορα τοῦ δήμου
Fab
.

4

.

3

φαίνεσθαι δεόμενον. οὐ μὴν ἀλλὰ καὶ αὐτὸς ὁ Φάβιος εὐθὺς ἐνδείξασθαι θέλων τῆς ἀρχῆς τὸ μέγεθος καὶ τὸν ὄγκον,
ὡς μᾶλλον ὑπηκόοις χρῷτο καὶ πειθηνίοις τοῖς πολίταις, προῆλθε συνενεγκάμενος εἰς τὸ αὐτὸ ῥαβδουχίας εἰκοσι‐51
5τέσσαρας· καὶ τοῦ ἑτέρου τῶν ὑπάτων ἀπαντῶντος αὐτῷ, τὸν ὑπηρέτην πέμψας ἐκέλευσε τοὺς ῥαβδούχους ἀπαλλά‐ ξαι καὶ τὰ παράσημα τῆς ἀρχῆς ἀποθέμενον ἰδιώτην ἀπαν‐ τᾶν.
Fab
.

4

.

4

Μετὰ δὲ ταῦτα καλλίστην ἀρχόμενος 〈τὴν〉 ἐκ θεῶν ἀρχήν, καὶ διδάσκων τὸν δῆμον ὡς ὀλιγωρίᾳ καὶ περι‐ φρονήσει τοῦ στρατηγοῦ πρὸς τὸ δαιμόνιον, οὐ μοχθηρίᾳ τῶν ἀγωνισαμένων σφαλέντα, προὔτρεπε μὴ δεδιέναι τοὺς
5ἐχθρούς, ἀλλὰ [καὶ] τοὺς θεοὺς ἐξευμενίζεσθαι καὶ τιμᾶν, οὐ δεισιδαιμονίαν ἐνεργαζόμενος, ἀλλὰ θαρρύνων εὐσεβείᾳ τὴν ἀρετὴν καὶ ταῖς παρὰ τῶν θεῶν ἐλπίσι τὸν ἀπὸ τῶν
Fab
.

4

.

5

πολεμίων φόβον ἀφαιρῶν καὶ παραμυθούμενος. ἐκινήθη‐ σαν δὲ τότε καὶ πολλαὶ τῶν ἀπορρήτων καὶ χρησμίων αὐ‐ τοῖς βίβλων ἃς Σιβυλλείους καλοῦσι, καὶ λέγεται συνδρα‐ μεῖν ἔνια τῶν ἀποκειμένων ἐν αὐταῖς λογίων πρὸς τὰς
Fab
.

4

.

6

τύχας καὶ τὰς πράξεις ἐκείνας. καὶ τὸ μὲν 〈ἀνα〉γνωσθὲν οὐκ ἦν ἑτέρῳ πυθέσθαι, προελθὼν δ’ ὁ δικτάτωρ εἰς τὸν ὄχλον, εὔξατο τοῖς θεοῖς ἐνιαυτοῦ μὲν αἰγῶν καὶ συῶν καὶ προβάτων καὶ βοῶν ἐπιγονήν, ὅσην Ἰταλίας ὄρη καὶ πεδία
5καὶ ποταμοὶ καὶ λειμῶνες εἰς ὥραν ἐσομένην θρέψουσι, κατα‐ θύσειν ἅπαντα, θέας δὲ μουσικὰς καὶ θυμελικὰς ἄξειν ἀπὸ σηστερτίων τριακοσίων τριάκοντα τριῶν καὶ δηνα‐ ρίων τριακοσίων τριάκοντα τριῶν, ἔτι τριτημορίου προσ‐ όντος. τοῦτο τὸ κεφάλαιόν ἐστιν ὀκτὼ μυριάδες δραχμῶν
10καὶ δραχμαὶ τρισχίλιαι πεντακόσιαι ὀγδοήκοντα τρεῖς καὶ
Fab
.

4

.

7

δύο ὀβολοί. λόγον δὲ τῆς εἰς τοῦτο τοῦ πλήθους ἀκριβείας καὶ διανομῆς χαλεπόν ἐστιν εἰπεῖν, εἰ μή τις ἄρα βού‐ λοιτο τῆς τριάδος ὑμνεῖν τὴν δύναμιν, ὅτι καὶ φύσει τέλειος καὶ πρῶτος τῶν περισσῶν ἀρχήν τε πλήθους ἐν αὑτῷ τάς52
5τε πρώτας διαφορὰς καὶ τὰ παντὸς ἀριθμοῦ στοιχεῖα μεί‐ ξας καὶ συναρμόσας εἰς ταὐτὸν ἀνείληφε.
Fab
.

5

.

1

Τῶν μὲν οὖν πολλῶν ὁ Φάβιος τὴν γνώμην ἀναρ‐ τήσας εἰς τὸ θεῖον, ἡδίω πρὸς τὸ μέλλον ἐποίησεν· αὐτὸς δὲ πάσας θέμενος ἐν αὑτῷ τὰς τῆς νίκης ἐλπίδας, ὡς καὶ τοῦ θεοῦ τὰς εὐπραξίας δι’ ἀρετῆς καὶ φρονήσεως παρα‐
5διδόντος, τρέπεται πρὸς Ἀννίβαν, οὐχ ὡς διαμαχούμενος, ἀλλὰ χρόνῳ τὴν ἀκμὴν αὐτοῦ καὶ χρήμασι τὴν ἀπορίαν καὶ πολυανθρωπίᾳ τὴν ὀλιγότητα τρίβειν καὶ ὑπαναλί‐
Fab
.

5

.

2

σκειν βεβουλευμένος. ὅθεν αἰεὶ μετέωρος ἀπὸ τῆς ἵππου τῶν πολεμίων ἐν τόποις ὀρεινοῖς στρατοπεδεύων ἐπῃω‐ ρεῖτο, καθημένου μὲν ἡσυχάζων, κινουμένου δὲ κατὰ τῶν ἄκρων κύκλῳ περιιὼν καὶ περιφαινόμενος ἐκ διαστήμα‐
5τος, ὅσον ἀκοντὶ μὴ βιασθῆναι μάχεσθαι καὶ φόβον ὡς μαχησόμενος τοῖς πολεμίοις ἀπὸ τῆς μελλήσεως αὐτῆς
Fab
.

5

.

3

παρέχειν. οὕτω δὲ παράγων τὸν χρόνον ὑπὸ πάντων κατε‐ φρονεῖτο, καὶ κακῶς μὲν ἤκουεν ἐν τῷ στρατοπέδῳ, κομι‐ δῇ δὲ τοῖς πολεμίοις ἄτολμος ἐδόκει καὶ τὸ μηδὲν
Fab
.

5

.

4

εἶναι, πλὴν ἑνὸς ἀνδρὸς Ἀννίβου. μόνος δ’ ἐκεῖνος αὐτοῦ τὴν δεινότητα καὶ τὸν τρόπον ᾧ πολεμεῖν ἐγνώ‐ κει συνιδών, καὶ διανοηθεὶς ὡς πάσῃ τέχνῃ καὶ βίᾳ κινητέος ἐστὶν εἰς μάχην ὁ ἀνὴρ ἢ διαπέπρακται τὰ
5Καρχηδονίων, οἷς μέν εἰσι κρείττους ὅπλοις χρήσασθαι μὴ δυναμένων, οἷς δὲ λείπονται σώμασι καὶ χρήμασιν ἐλαττουμένων καὶ δαπανωμένων εἰς τὸ μηδέν, ἐπὶ πᾶσαν ἰδέαν στρατηγικῶν σοφισμάτων καὶ παλαισμάτων τρε‐ πόμενος καὶ πειρώμενος ὥσπερ δεινὸς ἀθλητὴς λαβὴν53
10ζητῶν, προσέβαλλε καὶ διετάραττε καὶ μετῆγε πολλαχόσε τὸν Φάβιον, ἐκστῆσαι τῶν ὑπὲρ τῆς ἀσφαλείας λογισμῶν
Fab
.

5

.

5

βουλόμενος. τῷ δ’ ἡ μὲν κρίσις πίστιν ἔχοντι τοῦ συμφέ‐ ροντος ἐν αὑτῇ βέβαιος εἱστήκει καὶ ἀμετάπτωτος, ἠνώ‐ χλει δ’ αὐτὸν ὁ ἵππαρχος Μινούκιος, φιλομαχῶν ἀκαίρως καὶ θρασυνόμενος καὶ δημαγωγῶν τὸ στράτευμα, μανι‐
5κῆς φορᾶς καὶ κενῶν ἐλπίδων ὑπ’ αὐτοῦ πεπληρωμένον· οἳ τὸν μὲν Φάβιον σκώπτοντες καὶ καταφρονοῦντες Ἀννί‐ βου παιδαγωγὸν ἀπεκάλουν, τὸν δὲ Μινούκιον μέγαν ἄνδρα
Fab
.

5

.

6

καὶ τῆς Ῥώμης ἄξιον ἡγοῦντο στρατηγόν. ὁ δὲ μᾶλλον εἰς φρόνημα καὶ θράσος ἀνειμένος, ἐχλεύαζε μὲν τὰς ἐπὶ τῶν ἄκρων στρατοπεδείας, ὡς καλὰ θέατρα τοῦ δικτάτορος ἀεὶ παρασκευαζομένου θεωρήσουσι πορθουμένην καὶ φλε‐
5γομένην τὴν Ἰταλίαν, ἠρώτα δὲ τοὺς φίλους τοῦ Φαβίου, πότερον εἰς τὸν οὐρανὸν ἄρας ἀναφέρει τὸν στρατὸν ὥσπερ τῆς γῆς ἀπεγνωκώς, ἢ νέφη καὶ ὁμίχλας προβαλλόμενος
Fab
.

5

.

7

ἀποδιδράσκει τοὺς πολεμίους. ταῦτα τῶν φίλων πρὸς τὸν Φάβιον ἀπαγγελλόντων καὶ τὴν ἀδοξίαν τῷ κινδύνῳ λῦσαι παραινούντων, „οὕτω μέντἄν“ ἔφη „δειλότερος ἢ νῦν εἶναι δοκῶ γενοίμην, εἰ σκώμματα καὶ λοιδορίας φοβηθεὶς
Fab
.

5

.

8

ἐκπέσοιμι τῶν ἐμαυτοῦ λογισμῶν. καίτοι τὸ μὲν ὑπὲρ πατρίδος οὐκ αἰσχρὸν δέος, ἡ δὲ πρὸς δόξαν ἀνθρώπων καὶ διαβολὰς καὶ ψόγους ἔκπληξις οὐκ ἀξίου τηλικαύτης ἀρχῆς ἀνδρός, ἀλλὰ δουλεύοντος ὧν κρατεῖν αὐτὸν καὶ
5δεσπόζειν κακῶς φρονούντων προσήκει.“54
Fab
.

6

.

1

Μετὰ ταῦτα γίνεται διαμαρτία τοῦ Ἀννίβου. βου‐ λόμενος γὰρ ἀποσπάσαι τοῦ Φαβίου πορρωτέρω τὸ στρά‐ τευμα καὶ πεδίων ἐπιλαβέσθαι προνομὰς ἐχόντων, ἐκέ‐ λευσε τοὺς ὁδηγοὺς μετὰ δεῖπνον εὐθὺς ἡγεῖσθαι πρὸς τὸ
Fab
.

6

.

2

Κασινάτον. οἱ δὲ τῆς φωνῆς διὰ βαρβαρισμὸν οὐκ ἐξακού‐ σαντες ἀκριβῶς, ἐμβάλλουσιν αὐτοῦ τὴν δύναμιν φέροντες εἰς τὰ καταλήγοντα τῆς Καμπανίας εἰς πόλιν Κασιλῖνον, ἣν τέμνει ῥέων διὰ μέσης [ὁ Λοθρόνος] ποταμὸς ὃν Οὐολ‐
Fab
.

6

.

3

τοῦρνον οἱ Ῥωμαῖοι καλοῦσιν. ἔστι δ’ ἡ χώρα τὰ μὲν ἄλλα περιστεφὴς ὄρεσιν, αὐλὼν δ’ ἀναπέπταται πρὸς τὴν θάλατ‐ ταν, ἔνθα τὰ ἕλη καταδίδωσι τοῦ ποταμοῦ περιχεομένου καὶ θῖνας ἄμμου βαθείας ἔχει καὶ τελευτᾷ πρὸς αἰγιαλὸν
Fab
.

6

.

4

κυματώδη καὶ δύσορμον. ἐνταῦθα καταβαίνοντος τοῦ Ἀννίβου, περιελθὼν ἐμπειρίᾳ τῶν ὁδῶν ὁ Φάβιος, τὴν μὲν διέξοδον ὁπλίτας τετρακισχιλίους ἐπιστήσας ἐνέφραξε, τὸν δ’ ἄλλον στρατὸν ὑπὲρ τῶν [ἄλλων] ἄκρων ἐν καλῷ καθί‐
5σας, διὰ τῶν ἐλαφροτάτων καὶ προχειροτάτων ἐνέβαλε τοῖς ἐσχάτοις τῶν πολεμίων καὶ συνετάραξεν ἅπαν τὸ
Fab
.

6

.

5

στράτευμα, διέφθειρε δὲ περὶ ὀκτακοσίους. ἐκ τούτου βου‐ λόμενος Ἀννίβας ἀπαγαγεῖν τὸ στράτευμα, καὶ τὴν διαμαρ‐ τίαν τοῦ τόπου νοήσας καὶ τὸν κίνδυνον, ἀνεσταύρωσε μὲν τοὺς ὁδηγούς, ἐκβιάζεσθαι δὲ τοὺς πολεμίους καὶ προσμά‐
Fab
.

6

.

6

χεσθαι τῶν ὑπερβολῶν ἐγκρατεῖς ὄντας ἀπεγίνωσκε. δυσ‐ θύμως δὲ καὶ περιφόβως διακειμένων ἁπάντων καὶ περιε‐ στάναι σφᾶς πάντοθεν ἀφύκτους ἡγουμένων ἀπορίας, ἔγνω δολοῦν ἀπάτῃ τοὺς πολεμίους. ἦν δὲ τοιόνδε. βοῦς ὅσον
5δισχιλίας ἐκ τῶν αἰχμαλώτων ἐκέλευσε συλλαβόντας ἀνα‐
δῆσαι δᾷδα πρὸς ἕκαστον κέρας καὶ λύγων ἢ φρυγάνων αὔων φάκελον· εἶτα νυκτὸς ὅταν ἀρθῇ σημεῖον, ἀνάψαντας ἐλαύνειν ἐπὶ τὰς ὑπερβολὰς παρὰ τὰ στενὰ καὶ τὰς φυλα‐55
Fab
.

6

.

7

κὰς τῶν πολεμίων. ἅμα δὲ ταῦτα παρεσκεύαζον οἷς προσ‐ ετέτακτο, καὶ τὸν ἄλλον αὐτὸς ἀναστήσας στρατὸν ἤδη σκότους ὄντος ἦγε σχολαίως. αἱ δὲ βόες ἄχρι μὲν τὸ πῦρ ὀλίγον ἦν καὶ περιέκαιε τὴν ὕλην, ἀτρέμα προσεχώρουν
5ἐλαυνόμεναι πρὸς τὴν ὑπώρειαν, καὶ θαῦμα τοῖς καθορῶσι νομεῦσιν ἀπὸ τῶν ἄκρων καὶ βουκόλοις ἦσαν αἱ φλόγες, ἄκροις ἐπιλάμπουσαι τοῖς κέρασιν, ὡς στρατοπέδου καθ’
Fab
.

6

.

8

ἕνα κόσμον ὑπὸ λαμπάδων πολλῶν βαδίζοντος. ἐπεὶ δὲ πυρούμενον τὸ κέρας ἄχρι ῥίζης διέδωκε τῇ σαρκὶ τὴν αἴ‐ σθησιν, καὶ πρὸς τὸν πόνον διαφέρουσαι καὶ τινάσσουσαι τὰς κεφαλὰς ἀνεπίμπλαντο πολλῆς ἀπ’ ἀλλήλων φλογός,
5οὐκ ἐνέμειναν τῇ τάξει τῆς πορείας, ἀλλ’ ἔκφοβοι καὶ περι‐ αλγεῖς οὖσαι δρόμῳ κατὰ τῶν ὀρῶν ἐφέροντο, λαμπόμεναι μὲν οὐρὰς ἄκρας καὶ μέτωπα, πολλὴν δὲ τῆς ὕλης δι’ ἧς
Fab
.

6

.

9

ἔφευγον ἀνάπτουσαι. δεινὸν οὖν ἦν θέαμα τοῖς παραφυ‐ λάττουσι τὰς ὑπερβολὰς Ῥωμαίοις· καὶ γὰρ αἱ φλόγες ἐῴ‐ κεσαν ὑπ’ ἀνθρώπων θεόντων διαφερομέναις λαμπάσι, καὶ θόρυβος ἦν ἐν αὐτοῖς πολὺς καὶ φόβος, ἀλλαχόθεν ἄλλους
5ἐπιφέρεσθαι τῶν πολεμίων σφίσι καὶ κυκλοῦσθαι παντα‐ χόθεν ἡγουμένων. διὸ μένειν οὐκ ἐτόλμων, ἀλλὰ πρὸς τὸ
Fab
.

6

.

10

μεῖζον ἀνεχώρουν στρατόπεδον, προέμενοι τὰ στενά. [καὶ] κατὰ τοῦτο δὲ καιροῦ προσμείξαντες οἱ ψιλοὶ τοῦ Ἀννίβου τὰς ὑπερβολὰς κατέσχον, ἡ δ’ ἄλλη δύναμις ἤδη προσέ‐ βαινεν ἀδεῶς, πολλὴν καὶ βαρεῖαν ἐφελκομένη λείαν.
Fab
.

7

.

1

Τῷ δὲ Φαβίῳ συνέβη μὲν ἔτι νυκτὸς αἰσθέσθαι τὸν δόλον—φεύγουσαι γὰρ ἔνιαι τῶν βοῶν σποράδες ἧκον αὐ‐ τῶν εἰς χεῖρας—, ἐνέδρας δὲ δεδιὼς σκοταίους, ἀτρέμα
Fab
.

7

.

2

τὴν δύναμιν ἐν τοῖς ὅπλοις εἶχεν. ὡς δ’ ἦν ἡμέρα, διώ‐ κων ἐξήπτετο τῶν ἐσχάτων, καὶ συμπλοκαὶ περὶ τὰς δυσχωρίας ἐγίνοντο καὶ θόρυβος ἦν πολύς, ἕως παρ’ Ἀννίβου τῶν ὀρειβατεῖν δεινῶν Ἰβήρων ἄνδρες ἐλαφροὶ καὶ56
5ποδώκεις πεμφθέντες ἀπὸ τοῦ στόματος εἰς βαρεῖς ὁπλί‐ τας τοὺς Ῥωμαίους ἐνέβαλον, καὶ διαφθείραντες οὐκ ὀλί‐
Fab
.

7

.

3

γους ἀπέστρεψαν τὸν Φάβιον. τότε δὴ μάλιστα κακῶς ἀκοῦσαι καὶ καταφρονηθῆναι συνέβη τὸν Φάβιον. τῆς γὰρ ἐν τοῖς ὅπλοις τόλμης ὑφιέμενος ὡς γνώμῃ καὶ προνοίᾳ καταπολεμήσων τὸν Ἀννίβαν, αὐτὸς ἡττημένος τούτοις
Fab
.

7

.

4

καὶ κατεστρατηγημένος ἐφαίνετο. βουλόμενος δὲ μᾶλλον ἐκκαῦσαι τὴν πρὸς αὐτὸν ὀργὴν τῶν Ῥωμαίων ὁ Ἀννί‐ βας, ὡς ἦλθεν ἐπὶ τοὺς ἀγροὺς αὐτοῦ, τὰ μὲν ἄλλα πάντα καίειν καὶ διαφθείρειν ἐκέλευσεν, ἐκείνων δ’ ἀπεῖπεν ἅπτε‐
5σθαι μόνων, καὶ παρακατέστησε φυλακὴν οὐδὲν ἐῶσαν
Fab
.

7

.

5

ἀδικεῖν οὐδὲ λαμβάνειν ἐκεῖθεν. ταῦτα προσδιέβαλε τὸν Φάβιον εἰς Ῥώμην ἀναγγελθέντα, καὶ πολλὰ μὲν αὐτοῦ πρὸς τὸν ὄχλον οἱ δήμαρχοι κατεβόων, ἐπάγοντος μάλιστα Μετιλίου καὶ παροξύνοντος, οὐ κατὰ τὴν πρὸς Φάβιον
5ἔχθραν, ἀλλ’ οἰκεῖος ὢν Μινουκίου τοῦ ἱππάρχου, τιμὴν ᾤετο καὶ δόξαν ἐκείνῳ φέρειν τὰς τούτου διαβολάς. ἐγε‐ γόνει δὲ καὶ τῇ βουλῇ δι’ ὀργῆς οὐχ ἥκιστα μεμφομένῃ τὰς περὶ τῶν αἰχμαλώτων πρὸς Ἀννίβαν ὁμολογίας. ὡμο‐ λογήκεισαν γὰρ αὑτοῖς ἄνδρα μὲν ἀνδρὶ λύεσθαι τῶν ἁλι‐
10σκομένων, εἰ δὲ πλείους οἱ ἕτεροι γένοιντο, διδόναι δραχμὰς ὑπὲρ ἑκάστου τὸν κομιζόμενον πεντήκοντα καὶ διακοσίας.
Fab
.

7

.

6

ὡς οὖν γενομένης τῆς κατ’ ἄνδρα διαμείψεως ηὑρέθησαν
ὑπόλοιποι Ῥωμαίων παρ’ Ἀννίβᾳ τεσσαράκοντα καὶ δια‐ κόσιοι, τούτων ἡ σύγκλητος ἔγνω τὰ λύτρα μὴ πέμπειν, καὶ προσῃτιᾶτο τὸν Φάβιον, ὡς οὐ πρεπόντως οὐδὲ λυσιτε‐57
5λῶς ἄνδρας ὑπὸ δειλίας πολεμίων ἄγραν γενομένους
Fab
.

7

.

7

ἀνακομιζόμενον. ταῦτ’ ἀκούσας ὁ Φάβιος τὴν μὲν ὀργὴν ἔφερε πρᾴως τῶν πολιτῶν, χρήματα δ’ οὐκ ἔχων, διαψεύ‐ σασθαι δὲ τὸν Ἀννίβαν καὶ προέσθαι τοὺς πολίτας οὐχ ὑπομένων, ἔπεμψε τὸν υἱὸν εἰς Ῥώμην, κελεύσας ἀποδό‐
5σθαι τοὺς ἀγροὺς καὶ τὸ ἀργύριον εὐθὺς ὡς αὐτὸν ἐπὶ τὸ
Fab
.

7

.

8

στρατόπεδον κομίζειν. ἀποδομένου δὲ τοῦ νεανίσκου τὰ χωρία καὶ ταχέως ἐπανελθόντος, ἀπέπεμψε τὰ λύτρα τῷ Ἀννίβᾳ καὶ τοὺς αἰχμαλώτους ἀπέλαβε· καὶ πολλῶν ἀποδι‐ δόντων ὕστερον, παρ’ οὐδενὸς ἔλαβεν, ἀλλ’ ἀφῆκε πᾶσι.
Fab
.

8

.

1

Μετὰ δὲ ταῦτα τῶν ἱερέων καλούντων αὐτὸν εἰς Ῥώμην ἐπί τινας θυσίας, παρέδωκε τῷ Μινουκίῳ τὴν δύναμιν, ὑπὲρ τοῦ μὴ μάχεσθαι μηδὲ συμπλέκεσθαι τοῖς πολεμίοις οὐ μόνον ὡς αὐτοκράτωρ διαγορεύσας, ἀλλὰ
5καὶ παραινέσεις καὶ δεήσεις πολλὰς αὐτοῦ ποιησάμενος.
Fab
.

8

.

2

ὧν ἐκεῖνος ἐλάχιστα φροντίσας, εὐθὺς ἐνέκειτο τοῖς πολε‐ μίοις, καί ποτε παραφυλάξας τὸν Ἀννίβαν τὸ πολὺ τῆς στρατιᾶς ἐπὶ σιτολογίας ἀφεικότα, καὶ προσβαλὼν τῷ ὑπολειπομένῳ, κατήραξεν εἰς τὸν χάρακα καὶ διέφθειρεν
5οὐκ ὀλίγους καὶ φόβον περιέστησε πᾶσιν ὡς πολιορκησο‐
Fab
.

8

.

3

μένοις ὑπ’ αὐτοῦ, καὶ συλλεγομένης αὖθις εἰς τὸ στρατό‐ πεδον τῷ Ἀννίβᾳ τῆς δυνάμεως, ἀσφαλῶς ἀνεχώρησεν, αὑτόν τε μεγαλαυχίας ἀμέτρου καὶ θράσους τὸ στρατιωτι‐
Fab
.

8

.

4

κὸν ἐμπεπληκώς. ταχὺ δὲ τοῦ ἔργου λόγος μείζων διεφοί‐ τησεν εἰς Ῥώμην, καὶ Φάβιος μὲν ἀκούσας ἔφη μᾶλλον
τοῦ Μινουκίου φοβεῖσθαι τὴν εὐτυχίαν 〈ἢ τὴν ἀτυχίαν〉, ὁ δὲ δῆμος ἦρτο καὶ μετὰ χαρᾶς εἰς ἀγορὰν συνέτρεχε, καὶ58
5Μετίλιος ὁ δήμαρχος ἐπὶ τοῦ βήματος καταστὰς ἐδημη‐ γόρει μεγαλύνων τὸν Μινούκιον, τοῦ δὲ Φαβίου κατηγορῶν οὐ μαλακίαν οὐδ’ ἀνανδρίαν, ἀλλ’ ἤδη προδοσίαν, συναιτι‐ ώμενος ἅμα καὶ τῶν ἄλλων ἀνδρῶν τοὺς δυνατωτάτους καὶ πρώτους ἐπαγαγέσθαι τὸν πόλεμον ἐξ ἀρχῆς ἐπὶ
10καταλύσει τοῦ δήμου τήν τε πόλιν ἐμβαλεῖν εὐθὺς εἰς μοναρχίαν ἀνυπεύθυνον, ἣ διατρίβουσα τὰς πράξεις ἵδρυ‐ σιν Ἀννίβᾳ παρέξει καὶ χρόνον, αὖθις ἐκ Λιβύης ἑτέραν δύναμιν προσγενέσθαι ὡς κρατοῦντι τῆς Ἰταλίας.
Fab
.

9

.

1

Ἐπεὶ δ’ ὁ Φάβιος προσελθὼν ἀπολογεῖσθαι μὲν οὐδ’ ἐμέλλησε πρὸς τὸν δήμαρχον, ἔφη δὲ τάχιστα τὰς θυσίας καὶ τὰς ἱερουργίας γενέσθαι † ὥστ’ ἐπὶ τὸ στράτευμα βαδιεῖσθαι τῷ Μινουκίῳ δίκην ἐπιθήσων, ὅτι κωλύσαντος
5αὐτοῦ τοῖς πολεμίοις συνέβαλε, θόρυβος διῇξε τοῦ δήμου πολὺς ὡς κινδυνεύσοντος τοῦ Μινουκίου. καὶ γὰρ εἷρξαι τῷ δικτάτορι καὶ θανατῶσαι πρὸ δίκης ἔξεστι, καὶ τοῦ Φαβίου τὸν θυμὸν ἐκ πολλῆς πρᾳότητος κεκινημένον ᾤοντο
Fab
.

9

.

2

βαρὺν εἶναι καὶ δυσπαραίτητον. ὅθεν οἱ μὲν ἄλλοι καταδεί‐ σαντες ἡσυχίαν ἦγον, ὁ δὲ Μετίλιος ἔχων τὴν ἀπὸ τῆς δημαρχίας ἄδειαν—μόνη γὰρ αὕτη δικτάτορος αἱρεθέν‐ τος ἡ ἀρχὴ τὸ κράτος οὐκ ἀπόλλυσιν, ἀλλὰ μένει τῶν
5ἄλλων καταλυθεισῶν—, ἐνέκειτο τῷ δήμῳ πολύς, μὴ προέσθαι δεόμενος τὸν Μινούκιον μηδ’ ἐᾶσαι παθεῖν ἃ Μάλλιος Τορκουᾶτος ἔδρασε τὸν υἱόν, ἀριστεύσαντος καὶ στεφανωθέντος ἀποκόψας πελέκει τὸν τράχηλον, ἀφελέσθαι δὲ τοῦ Φαβίου τὴν τυραννίδα καὶ τῷ δυναμένῳ καὶ βου‐
Fab
.

9

.

3

λομένῳ σῴζειν ἐπιτρέψαι τὰ πράγματα. τοιούτοις λόγοις
κινηθέντες οἱ ἄνθρωποι τὸν μὲν Φάβιον οὐκ ἐτόλμησαν ἀναγκάσαι καταθέσθαι τὴν μοναρχίαν καίπερ ἀδοξοῦντα, τὸν δὲ Μινούκιον ἐψηφίσαντο τῆς στρατηγίας ὁμότιμον59
5ὄντα διέπειν τὸν πόλεμον ἀπὸ τῆς αὐτῆς ἐξουσίας τῷ δικτάτορι, πρᾶγμα μὴ πρότερον ἐν Ῥώμῃ γεγονός, ὀλίγῳ δ’ ὕστερον αὖθις γενόμενον μετὰ τὴν ἐν Κάνναις ἀτυχίαν.
Fab
.

9

.

4

καὶ γὰρ τότ’ ἐπὶ τῶν στρατοπέδων Μᾶρκος Ἰούνιος ἦν δικτάτωρ, καὶ κατὰ πόλιν τὸ βουλευτικὸν ἀναπληρῶσαι δεῆσαν, ἅτε δὴ πολλῶν ἐν τῇ μάχῃ συγκλητικῶν ἀπολω‐
Fab
.

9

.

5

λότων, ἕτερον εἵλοντο δικτάτορα Φάβιον Βουτεῶνα. πλὴν οὗτος μὲν ἐπεὶ προῆλθε καὶ κατέλεξε τοὺς ἄνδρας καὶ συνεπλήρωσε τὴν βουλήν, αὐθημερὸν ἀφεὶς τοὺς ῥαβδού‐ χους καὶ διαφυγὼν τοὺς προάγοντας, εἰς τὸν ὄχλον ἐμβα‐
5λὼν καὶ καταμείξας ἑαυτὸν ἤδη τι τῶν ἑαυτοῦ διοικῶν καὶ πραγματευόμενος ὥσπερ ἰδιώτης ἐπὶ τῆς ἀγορᾶς ἀνε‐ στρέφετο.
Fab
.

10

.

1

Τὸν δὲ Μινούκιον ἐπὶ τὰς αὐτὰς τῷ δικτάτορι πρά‐ ξεις ἀποδείξαντες, ᾤοντο κεκολοῦσθαι καὶ γεγονέναι τα‐ πεινὸν παντάπασιν ἐκεῖνον, οὐκ ὀρθῶς στοχαζόμενοι τοῦ
Fab
.

10

.

2

ἀνδρός· οὐ γὰρ αὑτοῦ συμφορὰν ἡγεῖτο τὴν ἐκείνων ἄγνοι‐ αν, ἀλλ’ ὥσπερ Διογένης ὁ σοφός, εἰπόντος τινὸς πρὸς αὐτόν „οὗτοι σοῦ καταγελῶσιν“ „ἀλλ’ ἐγώ“ εἶπεν „οὐ καταγελῶμαι“, μόνους ἡγούμενος καταγελᾶσθαι τοὺς
5ἐνδιδόντας καὶ πρὸς τὰ τοιαῦτα διαταραττομένους, οὕτω Φάβιος ἔφερεν ἀπαθῶς καὶ ῥᾳδίως ὅσον ἐπ’ αὐτῷ τὰ γινόμενα, συμβαλλόμενος ἀπόδειξιν τῶν φιλοσόφων τοῖς ἀξιοῦσι μήθ’ ὑβρίζεσθαι μήτ’ ἀτιμοῦσθαι τὸν ἀγαθὸν
Fab
.

10

.

3

ἄνδρα καὶ σπουδαῖον· ἠνία δ’ αὐτὸν ἡ τῶν πολλῶν ἀβου‐ λία διὰ τὰ κοινά, δεδωκότων ἀφορμὰς ἀνδρὸς οὐχ ὑγιαι‐
Fab
.

10

.

4

νούσῃ φιλοτιμίᾳ πρὸς τὸν πόλεμον, καὶ δεδοικὼς μὴ παν‐ τάπασιν ἐκμανεὶς ὑπὸ κενῆς δόξης καὶ ὄγκου φθάσῃ τι60
Fab
.

10

.

5

κακὸν ἀπεργασάμενος, λαθὼν ἅπαντας ἐξῆλθε, καὶ παρα‐ γενόμενος εἰς τὸ στρατόπεδον καὶ καταλαβὼν τὸν Μινού‐ κιον οὐκέτι καθεκτόν, ἀλλὰ βαρὺν καὶ τετυφωμένον καὶ παρὰ μέρος ἄρχειν ἀξιοῦντα, τοῦτο μὲν οὐ συνεχώρησε,
5τὴν δὲ δύναμιν διενείματο πρὸς αὐτόν, ὡς μέρους μόνος
Fab
.

10

.

6

ἄρξων βέλτιον [τι ὂν] ἢ πάντων παρὰ μέρος. καὶ τὸ μὲν πρῶτον τῶν ταγμάτων καὶ τέταρτον αὐτὸς ἔλαβε, τὸ δὲ δεύτερον καὶ τρίτον ἐκείνῳ παρέδωκεν, ἐπ’ ἴσης καὶ τῶν
Fab
.

10

.

7

συμμαχικῶν διανεμηθέντων. σεμνυνομένου δὲ τοῦ Μινου‐ κίου καὶ χαίροντος ἐπὶ τῷ τὸ πρόσχημα τῆς ἀκροτάτης καὶ μεγίστης ἀρχῆς ὑφεῖσθαι καὶ προπεπηλακίσθαι δι’ αὐτόν, ὑπεμίμνῃσκεν ὁ Φάβιος, ὡς οὐκ ὄντος μὲν αὐτῷ
5πρὸς Φάβιον, ἀλλ’ εἰ σωφρονεῖ πρὸς Ἀννίβαν τοῦ ἀγῶνος· εἰ δὲ καὶ πρὸς τὸν συνάρχοντα φιλονικεῖ, σκοπεῖν ὅπως τοῦ νενικημένου καὶ καθυβρισμένου παρὰ τοῖς πολίταις ὁ τετιμημένος καὶ νενικηκὼς οὐ φανεῖται μᾶλλον ὀλιγωρῶν τῆς σωτηρίας αὐτῶν καὶ τῆς ἀσφαλείας.
Fab
.

11

.

1

Ὁ δὲ ταῦτα μὲν εἰρωνείαν ἡγεῖτο γεροντικήν· παρα‐ λαβὼν δὲ τὴν ἀποκληρωθεῖσαν δύναμιν, ἰδίᾳ καὶ χωρὶς ἐστρατοπέδευσεν, οὐδὲν ἀγνοοῦντος τοῦ Ἀννίβου τῶν γινο‐ μένων, ἀλλὰ πᾶσιν ἐφεδρεύοντος. ἦν δὲ λόφος κατὰ μέσον,
5καταληφθῆναι μὲν οὐ χαλεπός, ὀχυρὸς δὲ καταληφθεὶς
Fab
.

11

.

2

στρατοπέδῳ καὶ διαρκὴς εἰς ἅπαντα, τὸ δὲ πέριξ πεδίον ὀφθῆναι μὲν ἄπωθεν ὁμαλὸν διὰ ψιλότητα καὶ λεῖον, ἔχον δέ τινας οὐ μεγάλας τάφρους ἐν αὑτῷ καὶ κοιλότη‐
τας ἄλλας. διὸ καὶ τὸν λόφον ἐκ τοῦ ῥᾴστου κρύφα61
5κατασχεῖν παρόν, οὐκ ἠθέλησεν ὁ Ἀννίβας, ἀλλ’ ἀπέλιπε
Fab
.

11

.

3

μάχης ἐν μέσῳ πρόφασιν. ὡς δ’ εἶδε κεχωρισμένον τοῦ Φαβίου τὸν Μινούκιον, νυκτὸς μὲν εἰς τὰς τάφρους καὶ τὰς κοιλότητας κατέσπειρε τῶν στρατιωτῶν τινας, ἅμα δὲ τῇ ἡμέρᾳ φανερῶς ἔπεμψεν οὐ πολλοὺς καταληψομένους
5τὸν λόφον, ὡς ἐπάγοιτο συμπεσεῖν περὶ τοῦ τόπου τὸν
Fab
.

11

.

4

Μινούκιον. ὃ δὴ καὶ συνέβη. πρῶτον μὲν γὰρ ἀπέστειλε τὴν κούφην στρατιάν, ἔπειτα τοὺς ἱππεῖς, τέλος δ’ ὁρῶν τὸν Ἀννίβαν παραβοηθοῦντα τοῖς ἐπὶ τοῦ λόφου, πάσῃ κατέ‐
Fab
.

11

.

5

βαινε τῇ δυνάμει συντεταγμένος, καὶ μάχην καρτερὰν θέ‐ μενος ἠμύνετο τοὺς ἀπὸ τοῦ λόφου βάλλοντας, συμπλε‐ κόμενος καὶ ἴσα φερόμενος, ἄχρι οὗ καλῶς ἠπατημένον ὁρῶν ὁ Ἀννίβας καὶ γυμνὰ παρέχοντα τοῖς ἐνεδρεύουσι τὰ
Fab
.

11

.

6

νῶτα, τὸ σημεῖον αἴρει. πρὸς δὲ τοῦτο πολλαχόθεν ἐξανι‐ σταμένων ἅμα καὶ μετὰ κραυγῆς προσφερομένων καὶ τοὺς ἐσχάτους ἀποκτιννύντων, ἀδιήγητος κατεῖχε ταραχὴ καὶ πτοία τοὺς Ῥωμαίους, αὐτοῦ τε τοῦ Μινουκίου τὸ θρά‐
5σος κατεκέκλαστο, καὶ πρὸς ἄλλον ἄλλοτε τῶν ἡγεμόνων διεπάπταινεν, οὐδενὸς ἐν χώρᾳ μένειν τολμῶντος, ἀλλὰ πρὸς
Fab
.

11

.

7

φυγὴν ὠθουμένων οὐ σωτήριον. οἱ γὰρ Νομάδες ἤδη κρατοῦντες κύκλῳ περιήλαυνον τὸ πεδίον καὶ τοὺς ἀποσκι‐ δναμένους ἔκτεινον.
Fab
.

12

.

1

Ἐν τοσούτῳ δὲ κακῷ τῶν Ῥωμαίων ὄντων, οὐκ ἔλαθεν ὁ κίνδυνος τὸν Φάβιον, ἀλλὰ καὶ τὸ μέλλον ὡς ἔοι‐ κεν ἤδη προειληφώς, τήν τε δύναμιν συντεταγμένην εἶχεν ἐπὶ τῶν ὅπλων, καὶ τὰ πραττόμενα γινώσκειν ἐφρόντιζεν,
5οὐ δι’ ἀγγέλων, ἀλλ’ αὐτὸς ἔχων κατασκοπὴν πρὸ τοῦ
Fab
.

12

.

2

χάρακος. ὡς οὖν κατεῖδε κυκλούμενον καὶ ταραττόμενον τὸ στράτευμα, καὶ κραυγὴ προσέπιπτεν οὐ μενόντων, ἀλλ’ ἤδη πεφοβημένων καὶ τρεπομένων, μηρόν τε πληξάμενος καὶ στενάξας μέγα, πρὸς μὲν τοὺς παρόντας εἶπεν· „ὦ
5Ἡράκλεις, ὡς τάχιον μὲν ἢ ἐγὼ προσεδόκων, βράδιον δ’62
Fab
.

12

.

3

ἢ αὐτὸς ἔσπευδε Μινούκιος ἑαυτὸν ἀπολώλεκε,“ τὰς δὲ σημαίας ἐκφέρειν κατὰ τάχος καὶ τὸν στρατὸν ἕπεσθαι κελεύσας ἀνεβόησε· „νῦν τις ὦ στρατιῶται Μάρκου Μινου‐ κίου μεμνημένος ἐπειγέσθω· λαμπρὸς γὰρ ἁνὴρ καὶ φιλό‐
5πατρις. εἰ δέ τι σπεύδων ἐξελάσαι τοὺς πολεμίους ἥμαρ‐
Fab
.

12

.

4

τεν, αὖθις αἰτιασόμεθα.“ πρῶτον μὲν οὖν ἐπιφανεὶς τρέ‐ πεται καὶ διασκίδνησι τοὺς ἐν τῷ πεδίῳ περιελαύνοντας Νομάδας, εἶτα πρὸς τοὺς μαχομένους καὶ κατὰ νώτου τῶν Ῥωμαίων ὄντας ἐχώρει καὶ τοὺς ἐμποδὼν ἔκτεινεν, οἱ δὲ
5λοιποί, πρὶν ἀποληφθῆναι καὶ γενέσθαι περιπετεῖς οἷς
Fab
.

12

.

5

αὐτοὶ τοὺς Ῥωμαίους ἐποίησαν, ἐγκλίναντες ἔφυγον. ὁρῶν δ’ ὁ Ἀννίβας τὴν μεταβολὴν καὶ τὸν Φάβιον εὐρώστως παρ’ ἡλικίαν διὰ τῶν μαχομένων ὠθούμενον ἄνω πρὸς τὸν Μινούκιον εἰς τὸν λόφον, ἐπέσχε τὴν μάχην, καὶ τῇ
5σάλπιγγι σημήνας ἀνάκλησιν, ἀπῆγεν εἰς τὸν χάρακα τοὺς Καρχηδονίους, ἀσμένως καὶ τῶν Ῥωμαίων ἀναστρεφομέ‐
Fab
.

12

.

6

νων. λέγεται δ’ αὐτὸν ἀπιόντα περὶ τοῦ Φαβίου πρὸς τοὺς φίλους εἰπεῖν τι τοιοῦτον μετὰ παιδιᾶς· „οὐκ ἐγὼ μέντοι προὔλεγον ὑμῖν πολλάκις τὴν ἐπὶ τῶν ἄκρων ταύτην καθη‐ μένην νεφέλην ὅτι μετὰ χαλάζης ποτὲ καὶ καταιγίδων
5ὄμβρον ἐκρήξει;“
Fab
.

13

.

1

Μετὰ δὲ τὴν μάχην Φάβιος μὲν ὅσους ἔκτεινε τῶν πολεμίων σκυλεύσας ἀνεχώρησεν, οὐδὲν ὑπερήφανον οὐδ’ ἐπαχθὲς εἰπὼν περὶ τοῦ συνάρχοντος· Μινούκιος δὲ τὴν
Fab
.

13

.

2

αὑτοῦ στρατιὰν ἀθροίσας, „ἄνδρεσ“ ἔφη „συστρατιῶται, τὸ μὲν ἁμαρτεῖν μηδὲν ἐν πράγμασι μεγάλοις μεῖζον ἢ κατ’ ἄνθρωπόν ἐστι, τὸ δ’ ἁμαρτόντα χρήσασθαι τοῖς πταί‐ σμασι διδάγμασι πρὸς τὸ λοιπὸν ἀνδρὸς ἀγαθοῦ καὶ νοῦν
Fab
.

13

.

3

ἔχοντος. ἐγὼ μὲν οὖν ὁμολογῶ μικρὰ μεμφόμενος τὴν
τύχην 〈ἔχειν〉 περὶ μειζόνων ἐπαινεῖν. ἃ γὰρ οὐκ ᾐσθό‐ μην χρόνον τοσοῦτον, ἡμέρας μέρει μικρῷ πεπαίδευμαι, γνοὺς ἐμαυτὸν οὐκ ἄρχειν ἑτέρων δυνάμενον, ἀλλ’ ἄρχοντος63
5ἑτέρου δεόμενον, [καὶ] μὴ φιλοτιμούμενον νικᾶν ὑφ’ ὧν
Fab
.

13

.

4

ἡττᾶσθαι κάλλιον. ὑμῖν δὲ τῶν μὲν ἄλλων ἐστὶν ἄρχων ὁ δικτάτωρ, τῆς δὲ πρὸς ἐκεῖνον εὐχαριστίας αὐτὸς ἡγεμὼν ἔσομαι, πρῶτον ἐμαυτὸν εὐπειθῆ καὶ ποιοῦντα τὸ κε‐
Fab
.

13

.

5

λευόμενον ὑπ’ ἐκείνου παρεχόμενος.“ ταῦτ’ εἰπὼν καὶ τοὺς ἀετοὺς ἄρασθαι κελεύσας καὶ πάντας ἀκολουθεῖν, ἦγε πρὸς τὸν χάρακα τοῦ Φαβίου, καὶ παρελθὼν ἐντὸς ἐβάδιζεν ἐπὶ τὴν στρατηγικὴν σκηνήν, ὥστε θαυμάζειν
Fab
.

13

.

6

καὶ διαπορεῖν πάντας. προελθόντος δὲ τοῦ Φαβίου, θέ‐ μενος ἔμπροσθεν τὰς σημαίας, αὐτὸς μὲν ἐκεῖνον πατέρα μεγάλῃ φωνῇ, οἱ δὲ στρατιῶται τοὺς στρατιώτας πάτρω‐ νας ἠσπάζοντο· τοῦτο δ’ ἔστι τοῖς ἀπελευθέροις προσ‐
Fab
.

13

.

7

φώνημα πρὸς τοὺς ἀπελευθερώσαντας. ἡσυχίας δὲ γενο‐ μένης ὁ Μινούκιος εἶπε· „δύο νίκας ὦ δίκτατορ τῇ σήμε‐ ρον ἡμέρᾳ νενίκηκας, ἀνδρείᾳ μὲν Ἀννίβαν, εὐβουλίᾳ δὲ καὶ χρηστότητι τὸν συνάρχοντα, καὶ δι’ ἧς μὲν σέσωκας
5ἡμᾶς, δι’ ἧς δὲ πεπαίδευκας, ἡττωμένους αἰσχρὰν μὲν
Fab
.

13

.

8

ἧτταν ὑπ’ ἐκείνου, καλὴν δὲ καὶ σωτήριον ὑπὸ σοῦ. πατέρα δή σε χρηστὸν προσαγορεύω, τιμιωτέραν οὐκ ἔχων προσ‐ ηγορίαν, ἐπεὶ τῆς γε τοῦ τεκόντος χάριτος μείζων ἡ παρὰ σοῦ χάρις αὕτη· ἐγεννήθην μὲν γὰρ ὑπ’ ἐκείνου
Fab
.

13

.

9

μόνος, σῴζομαι δ’ ὑπὸ σοῦ μετὰ τοσούτων.“ ταῦτ’ εἰπὼν καὶ περιβαλὼν τὸν Φάβιον ἠσπάζετο, τὸ δ’ αὐτὸ καὶ τοὺς στρατιώτας ἦν ὁρᾶν πράττοντας· ἐνεφύοντο γὰρ ἀλλήλοις καὶ κατεφίλουν, ὥστε μεστὸν εἶναι χαρᾶς καὶ δακρύων
5ἡδίστων τὸ στρατόπεδον.
Fab
.

14

.

1

Ἐκ τούτου Φάβιος μὲν ἀπέθετο τὴν ἀρχήν, ὕπα‐
τοι δ’ αὖθις ἀπεδείκνυντο. καὶ τούτων οἱ μὲν πρῶτοι διε‐ φύλαξαν ἣν ἐκεῖνος ἰδέαν τοῦ πολέμου κατέστησε, μάχε‐ σθαι μὲν ἐκ παρατάξεως φεύγοντες πρὸς Ἀννίβαν, τοῖς δὲ64
5συμμάχοις ἐπιβοηθοῦντες καὶ τὰς ἀποστάσεις κωλύοντες·
Fab
.

14

.

2

Τερέντιος δὲ Βάρρων εἰς τὴν ὑπατείαν προαχθεὶς ἀπὸ γένους ἀσήμου, βίου δὲ διὰ δημοκοπίαν καὶ προπέτειαν ἐπισήμου, δῆλος ἦν εὐθὺς ἀπειρίᾳ καὶ θρασύτητι τὸν περὶ τῶν ὅλων ἀναρρίψων κύβον. ἐβόα γὰρ ἐν ταῖς ἐκκλησίαις
5μενεῖν τὸν πόλεμον, ἄχρι οὗ Φαβίοις χρῆται στρατηγοῖς ἡ πόλις, αὐτὸς δὲ τῆς αὐτῆς ἡμέρας ὄψεσθαί τε καὶ νικήσειν
Fab
.

14

.

3

τοὺς πολεμίους. ἅμα δὲ τούτοις τοῖς λόγοις συνῆγε καὶ κατέγραφε δύναμιν τηλικαύτην, ἡλίκῃ πρὸς οὐδένα πώποτε τῶν πολέμων ἐχρήσαντο Ῥωμαῖοι· μυριάδες γὰρ ἐννέα δισχιλίων ἀνδρῶν δέουσαι συνετάχθησαν εἰς τὴν μάχην,
5μέγα δέος Φαβίῳ καὶ τοῖς νοῦν ἔχουσι Ῥωμαίων· οὐ γὰρ ἤλπιζον ἕξειν ἀναφορὰν τὴν πόλιν ἐν τοσαύτῃ σφαλεῖσαν
Fab
.

14

.

4

ἡλικίᾳ. διὸ καὶ τὸν συνάρχοντα τοῦ Τερεντίου Παῦλον Αἰμίλιον, ἄνδρα πολέμων ἔμπειρον, οὐκ ἀρεστὸν δὲ τῷ δήμῳ καὶ καταπλῆγα 〈τῶν〉 πολλῶν ἔκ τινος καταδίκης πρὸς τὸ δημόσιον αὐτῷ γεγενημένης, ἀνίστη καὶ παρε‐
Fab
.

14

.

5

θάρρυνεν ἐπιλαμβάνεσθαι τῆς ἐκείνου μανίας, διδάσκων ὡς οὐ πρὸς Ἀννίβαν αὐτῷ μᾶλλον ἢ πρὸς Τερέντιον ὑπὲρ τῆς πατρίδος ὁ ἀγὼν ἔσοιτο· σπεύδειν γὰρ μάχην γενέ‐ σθαι τὸν μὲν οὐκ αἰσθανόμενον τῆς 〈αὑτοῦ〉 δυνάμεως, τὸν
Fab
.

14

.

6

δ’ αἰσθανόμενον τῆς περὶ αὑτὸν ἀσθενείας. „ἐγὼ δέ“ εἶπεν „ὦ Παῦλε Τερεντίου πιστεύεσθαι δικαιότερός εἰμι περὶ
τῶν Ἀννίβου πραγμάτων διαβεβαιούμενος, ὡς εἰ μηδεὶς αὐτῷ μαχεῖται τοῦτον τὸν ἐνιαυτόν, ἀπολεῖται μένων ὁ65
5ἀνὴρ ἢ φεύγων ἄπεισιν, ᾧ γε καὶ νῦν νικᾶν καὶ κρατεῖν δο‐ κοῦντι τῶν μὲν πολεμίων οὐδεὶς προσκεχώρηκε, τῆς δ’ οἴκοθεν δυνάμεως οὐδ’ ἡ τρίτη μοῖρα πάνυ περίεστι.“
Fab
.

14

.

7

πρὸς ταῦτα λέγεται τὸν Παῦλον εἰπεῖν· „ἐμοὶ μὲν ὦ Φάβιε τὰ ἐμαυτοῦ σκοποῦντι κρεῖττόν ἐστι τοῖς τῶν πολεμίων ὑποπεσεῖν δόρασιν ἢ πάλιν ταῖς ψήφοις τῶν πολιτῶν· εἰ δ’ οὕτως ἔχει τὰ δημόσια πράγματα, πειράσομαι μᾶλλον
5σοὶ δοκεῖν ἀγαθὸς εἶναι στρατηγὸς ἢ πᾶσι τοῖς ἄλλοις ἐπὶ τἀναντία βιαζομένοις.“ ταύτην ἔχων τὴν προαίρεσιν ὁ Παῦλος ἐξῆλθεν ἐπὶ τὸν πόλεμον.
Fab
.

15

.

1

Ἀλλ’ ὁ Τερέντιος ἐμβαλὼν αὑτὸν εἰς τὸ παρ’ ἡμέραν ἄρχειν, καὶ τῷ Ἀννίβᾳ παραστρατοπεδεύσας περὶ τὸν Αὐφίδιον ποταμὸν καὶ τὰς λεγομένας Κάννας, ἅμ’ ἡμέ‐ ρᾳ τὸ τῆς μάχης σημεῖον ἐξέθηκεν—ἔστι δὲ χιτὼν κόκκινος
5ὑπὲρ τῆς στρατηγικῆς σκηνῆς διατεινόμενος—, ὥστε καὶ τοὺς Καρχηδονίους ἐξ ἀρχῆς διαταραχθῆναι, τήν τε τόλ‐ μαν τοῦ στρατηγοῦ καὶ τὸ τοῦ στρατοπέδου πλῆθος ὁρῶν‐
Fab
.

15

.

2

τας, αὐτοὺς οὐδ’ ἥμισυ μέρος ὄντας. Ἀννίβας δὲ τὴν δύνα‐ μιν ἐξοπλίζεσθαι κελεύσας, αὐτὸς ἱππότης μετ’ ὀλίγων ὑπὲρ λόφου τινὸς μαλακοῦ κατεσκόπει τοὺς πολεμίους, ἤδη καθισταμένους εἰς τάξιν. εἰπόντος δέ τινος τῶν περὶ
5αὐτὸν ἀνδρὸς ἰσοτίμου τοὔνομα Γίσκωνος, ὡς θαυμαστὸν αὐτῷ φαίνεται τὸ πλῆθος τῶν πολεμίων, συναγαγὼν τὸ πρόσωπον ὁ Ἀννίβας „ἕτερον“ εἶπεν „ὦ Γίσκων λέληθέ
Fab
.

15

.

3

σε τούτου θαυμασιώτερον.“ ἐρομένου δὲ τοῦ Γίσκωνος τὸ ποῖον, „ὅτι“ ἔφη „τούτων ὄντων τοσούτων οὐδεὶς ἐν αὐτοῖς Γίσκων καλεῖται.“ γενομένου δὲ παρὰ δόξαν αὐ‐ τοῖς τοῦ σκώμματος ἐμπίπτει γέλως πᾶσι, καὶ κατέβαινον
5ἀπὸ τοῦ λόφου τοῖς ἀπαντῶσιν ἀεὶ τὸ πεπαιγμένον ἀπαγ‐ γέλλοντες, ὥστε διὰ πολλῶν πολὺν εἶναι τὸν γέλωτα καὶ
μηδ’ ἀναλαβεῖν ἑαυτοὺς δύνασθαι τοὺς περὶ τὸν Ἀννίβαν.66
Fab
.

15

.

4

τοῦτο τοῖς Καρχηδονίοις ἰδοῦσι θάρσος παρέστη, λογι‐ ζομένοις ἀπὸ πολλοῦ καὶ ἰσχυροῦ τοῦ καταφρονοῦντος ἐπιέναι γελᾶν οὕτω καὶ παίζειν τῷ στρατηγῷ παρὰ τὸν κίνδυνον.
Fab
.

16

.

1

Ἐν δὲ τῇ μάχῃ στρατηγήμασιν ἐχρήσατο, πρώτῳ μὲν τῷ ἀπὸ τοῦ τόπου, ποιησάμενος κατὰ νώτου τὸν ἄνε‐ μον· πρηστῆρι γὰρ ἐοικὼς φλέγοντι κατερρήγνυτο, καὶ τραχὺν ἐκ πεδίων ὑφάμμων καὶ ἀναπεπταμένων αἴρων
5κονιορτὸν ὑπὲρ τὴν φάλαγγα τῶν Καρχηδονίων εἰς τοὺς Ῥωμαίους ἐώθει καὶ προσέβαλλε τοῖς προσώποις ἀποστρε‐
Fab
.

16

.

2

φομένων καὶ συνταραττομένων· δευτέρῳ δὲ τῷ περὶ τὴν τάξιν· ὃ γὰρ ἦν ἰσχυρότατον αὐτῷ καὶ μαχιμώτατον τῆς δυνάμεως ἑκατέρωσε τοῦ μέσου τάξας, τὸ μέσον αὐτὸ συνεπλήρωσεν ἐκ τῶν ἀχρειοτάτων, ἐμβόλῳ τούτῳ πολὺ
5προέχοντι τῆς ἄλλης φάλαγγος χρησάμενος· εἴρητο δὲ τοῖς κρατίστοις, ὅταν τούτους διακόψαντες οἱ Ῥωμαῖοι καὶ φερόμενοι πρὸς τὸ εἶκον ἐκβιαζομένου τοῦ μέσου καὶ κόλ‐ πον λαμβάνοντος ἐντὸς γένωνται τῆς φάλαγγος, ὀξέως ἑκατέρωθεν ἐπιστρέψαντας ἐμβαλεῖν τε πλαγίοις καὶ περι‐
Fab
.

16

.

3

πτύσσειν ὄπισθεν συγκλείοντας. ὃ δὴ καὶ δοκεῖ τὸν πλεῖ‐ στον ἀπεργάσασθαι φόνον. ὡς γὰρ ἐνέδωκε τὸ μέσον καὶ τοὺς Ῥωμαίους ἐδέξαντο διώκοντας, ἡ δὲ φάλαγξ τοῦ Ἀννίβου μεταβαλοῦσα τὸ σχῆμα μηνοειδὴς ἐγεγόνει, καὶ
5τῶν ἐπιλέκτων οἱ ταξίαρχοι ταχὺ τοὺς μὲν ἐπ’ ἀσπίδα, τοὺς δ’ ἐπὶ δόρυ κλίναντες προσέπεσον κατὰ τὰ γυμνά, πάν‐ τας, ὅσοι μὴ τὴν κύκλωσιν ὑπεκκλίναντες ἔφθασαν, ἐν
Fab
.

16

.

4

μέσῳ κατειργάσαντο καὶ διέφθειραν. λέγεται δὲ καὶ τοῖς ἱππεῦσι τῶν Ῥωμαίων σύμπτωμα παράλογον γενέσθαι. τὸν γὰρ Παῦλον ὡς ἔοικε τρωθεὶς ὁ ἵππος ἀπεσείσατο, καὶ τῶν περὶ αὐτὸν ἄλλος καὶ ἄλλος ἀπολιπὼν τὸν ἵππον67
Fab
.

16

.

5

πεζὸς τῷ ὑπάτῳ προσήμυνε. τοῦτο δ’ οἱ ἱππεῖς ἰδόντες, ὡς παραγγέλματος κοινοῦ δεδομένου, πάντες ἀποπηδή‐ σαντες πεζοὶ συνεπλέκοντο τοῖς πολεμίοις. ἰδὼν δ’ ὁ Ἀννί‐ βας „τοῦτο“ ἔφη „μᾶλλον ἠβουλόμην ἢ εἰ δεδεμένους
Fab
.

16

.

6

παρέλαβον.“ ἀλλὰ ταῦτα μὲν οἱ τὰς διεξοδικὰς γράψαντες ἱστορίας ἀπηγγέλκασι. τῶν δ’ ὑπάτων ὁ μὲν Βάρρων ὀλιγοστὸς ἀφίππευσεν εἰς Οὐενουσίαν πόλιν, ὁ δὲ Παῦλος ἐν τῷ βυθῷ καὶ κλύδωνι τῆς φυγῆς ἐκείνης, βελῶν τε πολ‐
5λῶν [ἐπὶ] τοῖς τραύμασιν ἐγκειμένων ἀνάπλεως τὸ σῶμα καὶ τὴν ψυχὴν πένθει τοσούτῳ βαρυνόμενος, πρός τινι λίθῳ καθῆστο, τὸν ἐπισφάξοντα τῶν πολεμίων ἀναμένων.
Fab
.

16

.

7

ἦν δὲ δι’ αἵματος πλῆθος, ᾧ συνεπέφυρτο τὴν κεφαλὴν καὶ τὸ πρόσωπον, οὐ πολλοῖς διάδηλος, ἀλλὰ καὶ φίλοι καὶ θεράποντες αὐτὸν ὑπ’ ἀγνοίας παρῆλθον. μόνος δὲ Κορ‐ νήλιος Λέντλος εὐπατρίδης νέος ἰδὼν καὶ προνοήσας ἀπε‐
5πήδησε τοῦ ἵππου, καὶ προσαγαγὼν παρεκάλει χρῆσθαι καὶ σῴζειν αὑτὸν τοῖς πολίταις, ἄρχοντος ἀγαθοῦ τότε
Fab
.

16

.

8

μάλιστα χρῄζουσιν. ὁ δὲ ταύτην μὲν ἀπετρίψατο τὴν δέη‐ σιν, καὶ τὸ μειράκιον αὖθις ἠνάγκασεν ἐπὶ τὸν ἵππον ἀνα‐ βῆναι δακρῦον, εἶτα δὲ τὴν δεξιὰν ἐμβαλὼν καὶ συνεξανα‐ στάς „ἀπάγγελλε“ εἶπεν „ὦ Λέντλε Φαβίῳ Μαξίμῳ καὶ
5γενοῦ μάρτυς αὐτός, ὅτι Παῦλος Αἰμίλιος ἐνέμεινεν αὑτοῦ τοῖς λογισμοῖς ἄχρι τέλους, καὶ τῶν ὁμολογηθέντων πρὸς ἐκεῖνον οὐδὲν ἔλυσεν, ἀλλ’ ἐνικήθη πρότερον ὑπὸ Βάρρωνος,
Fab
.

16

.

9

εἶθ’ ὑπ’ Ἀννίβου.“ τοσαῦτ’ ἐπιστείλας τὸν μὲν Λέντλον ἀπέπεμψεν, αὐτὸς δὲ ῥίψας ἑαυτὸν εἰς τοὺς φονευομένους ἀπέθανε. λέγονται δὲ πεσεῖν μὲν ἐν τῇ μάχῃ Ῥωμαίων πεντακισμύριοι, ζῶντες δ’ ἁλῶναι τετρακισχίλιοι, καὶ
5μετὰ τὴν μάχην οἱ ληφθέντες ἐπ’ ἀμφοτέροις τοῖς στρατο‐
πέδοις μυρίων οὐκ ἐλάττους.68
Fab
.

17

.

1

Τὸν δ’ Ἀννίβαν ἐπὶ τηλικούτῳ κατορθώματι τῶν φίλων παρορμώντων ἅμ’ ἕπεσθαι τῇ τύχῃ καὶ συνεπεισ‐ πεσεῖν ἅμα τῇ φυγῇ τῶν πολεμίων εἰς τὴν πόλιν, πεμ‐ πταῖον γὰρ ἀπὸ τῆς νίκης ἐν Καπιτωλίῳ δειπνήσειν, οὐ
5ῥᾴδιον εἰπεῖν ὅστις ἀπέτρεψε λογισμός, ἀλλὰ μᾶλλον δαί‐ μονος ἢ θεοῦ τινος ἐμποδὼν στάντος ἔοικεν ἔργον ἡ πρὸς
Fab
.

17

.

2

τοῦτο μέλλησις αὐτοῦ καὶ δειλίασις γενέσθαι. διὸ καὶ Βάρκαν τὸν Καρχηδόνιον εἰπεῖν μετ’ ὀργῆς πρὸς αὐτὸν λέγουσι· „σὺ νικᾶν οἶδας, νίκῃ δὲ χρῆσθαι οὐκ οἶδας.“
Fab
.

17

.

3

καίτοι τοσαύτην μεταβολὴν ἡ νίκη περὶ αὐτὸν ἐποίησεν, ὡς πρὸ τῆς μάχης οὐ πόλιν, οὐκ ἐμπόριον, οὐ λιμένα τῆς Ἰταλίας ἔχοντα, χαλεπῶς δὲ καὶ μόλις τὰ ἐπιτήδεια τῇ στρατιᾷ δι’ ἁρπαγῆς κομιζόμενον, ὁρμώμενον ἀπ’ οὐδενὸς
5βεβαίου πρὸς τὸν πόλεμον, ἀλλ’ ὥσπερ λῃστηρίῳ μεγάλῳ τῷ στρατοπέδῳ πλανώμενον καὶ περιφερόμενον, τότε
Fab
.

17

.

4

πᾶσαν ὀλίγου δεῖν ὑφ’ αὑτῷ ποιήσασθαι τὴν Ἰταλίαν. τὰ γὰρ πλεῖστα καὶ μέγιστα τῶν ἐθνῶν αὐτῷ προσεχώρησεν ἑκούσια, καὶ Καπύην, ἣ μέγιστον ἔχει μετὰ Ῥώμην ἀξίωμα τῶν πόλεων, προσθεμένην κατέσχεν. οὐ μόνον δ’ ἦν ἄρα
5τὸ φίλων πεῖραν λαβεῖν, ὡς Εὐριπίδης (fr. 993 N2) φησίν,
Fab
.

17

.

5

οὐ σμικρὸν κακόν, ἀλλὰ καὶ τὸ φρονίμων στρατηγῶν. ἡ γὰρ πρὸ τῆς μάχης Φαβίου δειλία καὶ ψυχρότης λεγομένη μετὰ τὴν μάχην εὐθὺς οὐδ’ ἀνθρώπινος ἐδόκει λογισμός, ἀλλὰ θεῖόν τι χρῆμα διανοίας καὶ δαιμόνιον, ἐκ τοσούτου τὰ
5μέλλοντα προορωμένης, ἃ μόλις ἦν πιστὰ πάσχουσιν.
Fab
.

17

.

6

ὅθεν εὐθὺς εἰς ἐκεῖνον ἡ Ῥώμη συνενεγκοῦσα τὰς λοιπὰς ἐλπίδας, καὶ προσφυγοῦσα τῇ γνώμῃ τοῦ ἀνδρὸς ὥσπερ ἱερῷ καὶ βωμῷ, πρώτην καὶ μεγίστην αἰτίαν ἔσχε τοῦ μεῖναι καὶ μὴ διαλυθῆναι τὴν ἐκείνου φρόνησιν, καθάπερ
Fab
.

17

.

7

*** ἐν τοῖς Κελτικοῖς πάθεσιν. ὁ γὰρ ἐν οἷς οὐδὲν ἐδόκει δεινὸν εἶναι καιροῖς εὐλαβὴς φαινόμενος καὶ δυσέλπιστος, τότε πάντων καταβεβληκότων ἑαυτοὺς εἰς ἀπέραντα πένθη καὶ ταραχὰς ἀπράκτους, μόνος ἐφοίτα διὰ τῆς πόλεως69
5πρᾴῳ βαδίσματι καὶ προσώπῳ καθεστῶτι καὶ φιλανθρώ‐ πῳ προσαγορεύσει, κοπετούς τε γυναικείους ἀφαιρῶν καὶ συστάσεις εἴργων τῶν εἰς τὸ δημόσιον ἐπὶ κοινοῖς ὀδυρ‐ μοῖς προσφερομένων, βουλήν τε συνελθεῖν ἔπεισε καὶ παρεθάρσυνε τὰς ἀρχάς, αὐτὸς ὢν καὶ ῥώμη καὶ δύναμις
10ἀρχῆς ἁπάσης πρὸς ἐκεῖνον ἀποβλεπούσης.
Fab
.

18

.

1

Ταῖς μὲν οὖν πύλαις ἐπέστησε τοὺς τὸν ἐκπίπτοντα καὶ προλείποντα τὴν πόλιν ὄχλον ἀπείρξοντας, πένθους δὲ καὶ τόπον καὶ χρόνον ὥρισε, κατ’ οἰκίαν ἀποθρηνεῖν κελεύσας ἐφ’ ἡμέρας τριάκοντα τὸν βουλόμενον· μετὰ δὲ
5ταύτας ἔδει πᾶν πένθος λύεσθαι καὶ καθαρεύειν τῶν
Fab
.

18

.

2

τοιούτων τὴν πόλιν· ἑορτῆς τε Δήμητρος εἰς τὰς ἡμέρας ἐκείνας καθηκούσης, βέλτιον ἐφάνη παραλιπεῖν ὅλως τάς τε θυσίας καὶ τὴν πομπήν, ἢ τὸ μέγεθος τῆς συμφορᾶς ὀλιγότητι καὶ κατηφείᾳ τῶν συνερχομένων ἐλέγχεσθαι·
5καὶ γὰρ τὸ θεῖον ἥδεσθαι τιμώμενον ὑπὸ τῶν εὐτυχούν‐
Fab
.

18

.

3

των. ὅσα μέντοι πρὸς ἱλασμοὺς θεῶν ἢ τεράτων ἀποτρο‐ πὰς συνηγόρευον οἱ μάντεις, ἐπράττετο. καὶ γὰρ εἰς Δελ‐ φοὺς ἐπέμφθη θεοπρόπος Πίκτωρ συγγενὴς Φαβίου, καὶ τῶν Ἑστιάδων παρθένων δύο διεφθαρμένας εὑρόντες, τὴν
5μὲν ὥσπερ ἐστὶν ἔθος ζῶσαν κατώρυξαν, ἡ δ’ ὑφ’ ἑαυτῆς
Fab
.

18

.

4

ἀπέθανε. μάλιστα δ’ ἄν τις ἠγάσατο τὸ φρόνημα καὶ τὴν πρᾳότητα τῆς πόλεως, ὅτε τοῦ ὑπάτου Βάρρωνος ἀπὸ τῆς φυγῆς ἐπανιόντος, ὡς ἄν τις αἴσχιστα καὶ δυσποτμότατα πεπραχὼς ἐπανίοι, ταπεινοῦ καὶ κατηφοῦς, ἀπήντησεν
5αὐτῷ περὶ τὰς πύλας ἥ τε βουλὴ καὶ τὸ πλῆθος ἅπαν ἀσπα‐70
Fab
.

18

.

5

ζόμενον. οἱ δ’ ἐν τέλει καὶ πρῶτοι τῆς γερουσίας, ὧν καὶ Φάβιος ἦν, ἡσυχίας γενομένης ἐπῄνεσαν, ὅτι τὴν πόλιν οὐκ ἀπέγνω μετὰ δυστυχίαν τηλικαύτην, ἀλλὰ πάρεστιν ἄρξων ἐπὶ τὰ πράγματα καὶ χρησόμενος τοῖς νόμοις καὶ
5τοῖς πολίταις ὡς σῴζεσθαι δυναμένοις.
Fab
.

19

.

1

Ἐπεὶ δ’ Ἀννίβαν ἐπύθοντο μετὰ τὴν μάχην ἀπο‐ τετράφθαι πρὸς τὴν ἄλλην Ἰταλίαν, ἀναθαρρήσαντες ἐξέ‐ πεμπον ἡγεμόνας καὶ στρατεύματα. τούτων δ’ ἐπιφα‐ νέστατοι Φάβιός τε Μάξιμος καὶ Κλαύδιος Μάρκελλος
5ἦσαν, ἀπὸ τῆς ἐναντίας σχεδὸν προαιρέσεως θαυμαζόμενοι
Fab
.

19

.

2

παραπλησίως. ὁ μὲν γάρ, ὥσπερ ἐν τοῖς περὶ αὐτοῦ γεγραμ‐ μένοις εἴρηται (cap. 9), περιλαμπὲς τὸ δραστήριον ἔχων καὶ γαῦρον, ἅτε δὴ καὶ κατὰ χεῖρα πλήκτης ἀνὴρ καὶ φύσει τοιοῦτος ὢν οἵους Ὅμηρος μάλιστα καλεῖ φιλοπολέ‐
5μους καὶ ἀγερώχους, ἐν τῷ παραβόλῳ καὶ ἰταμῷ καὶ πρὸς ἄνδρα τολμηρὸν τὸν Ἀννίβαν ἀντιτολμῶντι [τῷ] τρόπῳ
Fab
.

19

.

3

πολέμου συνίστατο τοὺς πρώτους ἀγῶνας· Φάβιος δὲ τῶν πρώτων ἐχόμενος λογισμῶν ἐκείνων, ἤλπιζε μηδενὸς μαχο‐ μένου μηδ’ ἐρεθίζοντος τὸν Ἀννίβαν αὐτὸν ἐπηρεάσειν ἑαυτῷ καὶ κατατριβήσεσθαι περὶ τὸν πόλεμον, ὥσπερ
5ἀθλητικοῦ σώματος τῆς δυνάμεως ὑπερτόνου γινομένης
Fab
.

19

.

4

καὶ καταπόνου ταχύτατα τὴν ἀκμὴν ἀποβαλόντα. διὸ τοῦ‐ τον μὲν ὁ Ποσειδώνιός (FGrH 87 F 42) φησι θυρεόν, τὸν δὲ Μάρκελλον ξίφος ὑπὸ τῶν Ῥωμαίων καλεῖσθαι, κιρνα‐ μένην δὲ τὴν Φαβίου βεβαιότητα καὶ ἀσφάλειαν τῇ Μαρ‐
Fab
.

19

.

5

κέλλου συντονίᾳ σωτήριον γενέσθαι τοῖς Ῥωμαίοις. ὁ δ’ Ἀννίβας τῷ μὲν ὡς ῥέοντι σφόδρα ποταμῷ πολλάκις ἀπαν‐ τῶν, ἐσείετο καὶ παρερρηγνύετο τὴν δύναμιν, ὑφ’ οὗ δ’
ἀψοφητὶ καὶ κατὰ μικρὸν ὑπορρέοντος καὶ παρεμπίπτον‐71
5τος ἐνδελεχῶς ὑπερειπόμενος καὶ δαπανώμενος ἐλάνθανε, καὶ τελευτῶν εἰς ἀπορίαν κατέστη τοσαύτην, ὥστε Μαρ‐ κέλλῳ μὲν ἀποκαμεῖν μαχόμενον, Φάβιον δὲ φοβεῖσθαι μὴ
Fab
.

19

.

6

μαχόμενον. τὸ γὰρ πλεῖστον ὡς εἰπεῖν τοῦ χρόνου τούτοις διεπολέμησεν ἢ στρατηγοῖς ἢ ἀνθυπάτοις ἢ ὑπάτοις ἀπο‐ δεικνυμένοις· ἑκάτερος γὰρ αὐτῶν πεντάκις ὑπάτευσεν. ἀλλὰ Μάρκελλον μὲν ὑπατεύοντα τὸ πέμπτον ἐνέδρᾳ περι‐
5βαλὼν ἔκτεινε, Φαβίῳ δὲ πᾶσαν ἀπάτην καὶ διάπειραν ἐπάγων πολλάκις οὐδὲν ἐπέραινε, πλὴν ἅπαξ ὀλίγου παρα‐
Fab
.

19

.

7

κρουσάμενος ἔσφηλε τὸν ἄνδρα. συνθεὶς γὰρ ἐπιστολὰς παρὰ τῶν ἐν Μεταποντίῳ δυνατῶν καὶ πρώτων ἔπεμψε πρὸς τὸν Φάβιον, ὡς τῆς πόλεως ἐνδοθησομένης εἰ παρα‐ γένοιτο, καὶ τῶν τοῦτο πραττόντων ἐκεῖνον ἐλθεῖν καὶ
Fab
.

19

.

8

φανῆναι πλησίον ἀναμενόντων. ταῦτ’ ἐκίνησε τὸν Φάβιον τὰ γράμματα, καὶ λαβὼν μέρος τι τῆς στρατιᾶς ἔμελλεν ὁρμήσειν διὰ νυκτός· εἶτα χρησάμενος ὄρνισιν οὐκ αἰσίοις ἀπετράπη, καὶ μετὰ μικρὸν ἐπεγνώσθη τὰ γράμματα
5πρὸς αὐτὸν ὑπ’ Ἀννίβου δόλῳ συντεθέντα κἀκεῖνος ἐνε‐ δρεύων αὐτὸν ὑπὸ τὴν πόλιν. ἀλλὰ ταῦτα μὲν ἄν τις εὐνοίᾳ θεῶν ἀναθείη.
Fab
.

20

.

1

Τὰς δ’ ἀποστάσεις τῶν πόλεων καὶ τὰ κινήματα τῶν συμμάχων ὁ Φάβιος μᾶλλον ᾤετο δεῖν ἠπίως ὁμι‐ λοῦντα καὶ πρᾴως ἀνείργειν καὶ δυσωπεῖν, μὴ πᾶσαν ὑπόνοιαν ἐλέγχοντα καὶ χαλεπὸν ὄντα παντάπασι τοῖς
Fab
.

20

.

2

ὑπόπτοις. λέγεται γὰρ ὅτι στρατιώτην ἄνδρα Μάρσον, ἀνδρείᾳ καὶ γένει τῶν συμμάχων πρῶτον, αἰσθόμενος διει‐ λεγμένον τισὶ τῶν ἐν στρατοπέδῳ περὶ ἀποστάσεως οὐ διηρέθισεν, ἀλλ’ ὁμολογήσας ἠμελῆσθαι παρ’ ἀξίαν αὐτόν,
5νῦν μὲν ἔφη τοὺς ἡγεμόνας αἰτιᾶσθαι πρὸς χάριν μᾶλλον
ἢ πρὸς ἀρετὴν τὰς τιμὰς νέμοντας, ὕστερον δ’ ἐκεῖνον αἰ‐ τιάσεσθαι μὴ φράζοντα μηδ’ ἐντυγχάνοντα πρὸς αὐτὸν εἴ72
Fab
.

20

.

3

του δέοιτο. καὶ ταῦτ’ εἰπὼν ἵππον τε πολεμιστὴν ἐδωρή‐ σατο καὶ τοῖς ἄλλοις ἀριστείοις ἐκόσμησεν, ὥστε πιστό‐
Fab
.

20

.

4

τατον ἐξ ἐκείνου καὶ προθυμότατον εἶναι τὸν ἄνδρα. δει‐ νὸν γὰρ ἡγεῖτο τοὺς μὲν ἱππικοὺς καὶ κυνηγετικοὺς ἐπι‐ μελείᾳ καὶ συνηθείᾳ καὶ τροφῇ μᾶλλον ἢ μάστιξι καὶ κλοι‐ οῖς τὴν χαλεπότητα τῶν ζῴων καὶ τὸ θυμούμενον καὶ τὸ
5δυσκολαῖνον ἐξαιρεῖν, τὸν δ’ ἀνθρώπων ἄρχοντα μὴ τὸ πλεῖστον ἐν χάριτι καὶ πρᾳότητι τῆς ἐπανορθώσεως τίθε‐ σθαι, σκληρότερον δὲ προσφέρεσθαι καὶ βιαιότερον, ἤπερ οἱ γεωργοῦντες ἐρινεοῖς καὶ ἀχράσι καὶ κοτίνοις προσφέ‐ ρονται, τὰ μὲν εἰς ἐλαίας, τὰ δ’ εἰς ἀπίους, τὰ δ’ εἰς συκᾶς
Fab
.

20

.

5

ἐξημεροῦντες καὶ τιθασεύοντες. ἕτερον τοίνυν τῷ γένει Λευκανὸν ἄνδρα προσήγγειλαν οἱ λοχαγοὶ ῥεμβόμενον ἀπὸ τοῦ στρατοπέδου καὶ τὴν τάξιν ἀπολείποντα πολλάκις. ὁ δ’ ἠρώτησε, τἆλλα ποῖόν τινα τὸν ἄνθρωπον εἰδεῖεν ὄντα.
Fab
.

20

.

6

μαρτυρούντων δὲ πάντων ὅτι ῥᾳδίως ἕτερος οὐκ εἴη στρατι‐ ώτης τοιοῦτος, ἅμα τ’ αὐτοῦ τινας ἀνδραγαθίας ἐπιφανεῖς καὶ πράξεις λεγόντων, αἰτίαν τῆς ἀταξίας ζητῶν εὗρεν ἔρωτι παιδίσκης κατεχόμενον τὸν ἄνδρα καὶ κινδυνεύοντα
5μακρὰς ὁδοὺς ἑκάστοτε, φοιτῶντα πρὸς ἐκείνην ἀπὸ τοῦ
Fab
.

20

.

7

στρατοπέδου. πέμψας οὖν τινας ἀγνοοῦντος αὐτοῦ καὶ συλλαβὼν τὸ γύναιον ἔκρυψεν ἐν τῇ σκηνῇ, καὶ καλέσας τὸν Λευκανὸν ἰδίᾳ πρὸς αὑτόν „οὐ λέληθασ“ ἔφη „παρὰ τὰ Ῥωμαίων πάτρια καὶ τοὺς νόμους ἀπονυκτερεύων τοῦ
5στρατοπέδου πολλάκις· ἀλλ’ οὐδὲ χρηστὸς ὢν πρότερον
Fab
.

20

.

8

ἐλελήθεις. τὰ μὲν οὖν ἡμαρτημένα σοι λελύσθω τοῖς ἠνδρα‐ γαθημένοις, τὸ δὲ λοιπὸν ἐφ’ ἑτέρῳ ποιήσομαι τὴν φρου‐
Fab
.

20

.

9

ράν.“ θαυμάζοντος δὲ τοῦ στρατιώτου, προαγαγὼν τὴν ἄνθρωπον ἐνεχείρισεν αὐτῷ καὶ εἶπεν· „αὕτη μὲν ἐγγυᾶ‐ ταί σε μενεῖν ἐν τῷ στρατοπέδῳ μεθ’ ἡμῶν· σὺ δ’ ἔργῳ
δείξεις, εἰ μὴ δι’ ἄλλην τινὰ μοχθηρίαν ἀπέλειπες, ὁ δ’73
5ἔρως καὶ αὕτη πρόφασις ἦν λεγομένη.“ ταῦτα μὲν περὶ τούτων ἱστοροῦσι.
Fab
.

21

.

1

Τὴν δὲ Ταραντίνων πόλιν ἔσχεν ἑαλωκυῖαν ἐκ προ‐ δοσίας τὸν τρόπον τοῦτον. ἐστρατεύετο παρ’ αὐτῷ νεανίας Ταραντῖνος ἔχων ἀδελφὴν ἐν Τάραντι πιστῶς πάνυ καὶ
Fab
.

21

.

2

φιλοστόργως διακειμένην πρὸς αὐτόν. ἤρα δὲ ταύτης ἀνὴρ Βρέττιος τῶν τεταγμένων ὑπ’ Ἀννίβου τὴν πόλιν φρου‐ ρεῖν ἐφ’ ἡγεμονίας. τοῦτο πράξεως ἐλπίδα τῷ Ταραντίνῳ παρέσχε, καὶ τοῦ Φαβίου συνειδότος εἰς τὴν πόλιν ἀφείθη,
5λόγῳ δ’ ἀποδεδράκει πρὸς τὴν ἀδελφήν. αἱ μὲν οὖν πρῶ‐ ται τῶν ἡμερῶν 〈δι〉ῇσαν, καὶ καθ’ ἑαυτὸν ὁ Βρέττιος
Fab
.

21

.

3

ἀνεπαύετο, λανθάνειν τὸν ἀδελφὸν οἰομένης ἐκείνης. ἔπειτα λέγει πρὸς αὐτὴν ὁ νεανίας· „καὶ μὴν ἐκεῖ λόγος ἐφοίτα πολὺς ἀνδρί σε τῶν δυνατῶν καὶ μεγάλων συνεῖναι. τίς οὗτός ἐστιν; εἰ γὰρ εὐδόκιμός τις ὥς φασιν ἀρετῇ καὶ λαμ‐
5πρός, ἐλάχιστα φροντίζει γένους ὁ πάντα συμμειγνὺς πόλεμος· αἰσχρὸν δὲ μετ’ ἀνάγκης οὐδέν, ἀλλ’ εὐτυχία τις ἐν καιρῷ τὸ δίκαιον ἀσθενὲς ἔχοντι πρᾳοτάτῳ χρήσασθαι
Fab
.

21

.

4

τῷ βιαζομένῳ.“ ἐκ τούτου μεταπέμπεται μὲν ἡ γυνὴ τὸν Βρέττιον καὶ γνωρίζει τὸν ἀδελφὸν αὐτῷ, ταχὺ δὲ συμπράτ‐ των τὴν ἐπιθυμίαν ἐκεῖνος καὶ μᾶλλον ἢ πρότερον εὔνουν καὶ χειροήθη τῷ βαρβάρῳ παρέχειν δοκῶν τὴν ἀδελφήν,
5ἔσχε πίστιν, ὥστε μὴ χαλεπῶς ἐρῶντος ἀνθρώπου μισθο‐ φόρου μεταστῆσαι διάνοιαν ἐπ’ ἐλπίσι δωρεῶν μεγάλων
Fab
.

21

.

5

ἃς ἐπηγγέλλετο παρέξειν αὐτῷ τὸν Φάβιον. ταῦτα μὲν οὖν οἱ πλεῖστοι γράφουσι περὶ τούτων· ἔνιοι δὲ τὴν ἄνθρωπον ὑφ’ ἧς ὁ Βρέττιος μετήχθη φασὶν οὐ Ταραντίνην, ἀλλὰ Βρεττίαν τὸ γένος οὖσαν, τῷ δὲ Φαβίῳ παλλακευομένην,
5ὡς ᾔσθετο πολίτην καὶ γνώριμον ὄντα τὸν τῶν Βρεττίων ἄρχοντα, τῷ τε Φαβίῳ φράσαι καὶ συνελθοῦσαν εἰς λόγους
ὑπὸ τὸ τεῖχος ἐκπεῖσαι καὶ κατεργάσασθαι τὸν ἄνθρωπον.74
Fab
.

22

.

1

Πραττομένων δὲ τούτων ὁ Φάβιος περισπάσαι τὸν Ἀννίβαν τεχνάζων, ἐπέστειλε τοῖς ἐν Ῥηγίῳ στρατιώταις τὴν Βρεττίαν καταδραμεῖν καὶ Καυλωνίαν ἐξελεῖν κατὰ κρά‐ τος στρατοπεδεύσαντας, ὀκτακισχιλίους ὄντας, αὐτομόλους
5δὲ τοὺς πολλοὺς καὶ τῶν ἐκ Σικελίας ὑπὸ Μαρκέλλου κεκομισμένων ἀτίμων τοὺς ἀχρηστοτάτους καὶ μετ’ ἐλα‐
Fab
.

22

.

2

χίστης τῇ πόλει λύπης καὶ βλάβης ἀπολουμένους. ἤλπιζε γὰρ τούτους προέμενος τῷ Ἀννίβᾳ καὶ δελεάσας, ἀπάξειν αὐτὸν ἀπὸ τοῦ Τάραντος. ὃ καὶ συνέβαινεν· εὐθὺς γὰρ
Fab
.

22

.

3

ἐκεῖ διώκων ὁ Ἀννίβας ἐρρύη μετὰ τῆς δυνάμεως. ἡμέρᾳ δ’ ἕκτῃ τοὺς Ταραντίνους τοῦ Φαβίου περιστρατοπεδεύ‐ σαντος, ὁ προδιελεγμένος τῷ Βρεττίῳ μετὰ τῆς ἀδελφῆς νεανίσκος ἧκε νύκτωρ πρὸς αὐτόν, εἰδὼς ἀκριβῶς καὶ καθε‐
5ωρακὼς τὸν τόπον ἐφ’ οὗ παραφυλάττων ὁ Βρέττιος ἔμελ‐
Fab
.

22

.

4

λεν ἐνδώσειν καὶ παρήσειν τοῖς προσβάλλουσιν. οὐ μὴν ἁπλῶς γε τῆς προδοσίας ἐξήρτησεν ὁ Φάβιος τὴν πρᾶ‐ ξιν, ἀλλ’ αὐτὸς μὲν ἐκεῖσε παρελθὼν ἡσυχίαν ἦγεν, ἡ δ’ ἄλλη στρατιὰ προσέβαλλε τοῖς τείχεσιν ἔκ τε γῆς καὶ
5θαλάττης, ἅμα ποιοῦσα πολλὴν κραυγὴν καὶ θόρυβον, ἄχρι οὗ τῶν πλείστων Ταραντίνων ἐκεῖ βοηθούντων καὶ συμφερομένων τοῖς τειχομαχοῦσιν ἐσήμηνε τῷ Φαβίῳ τὸν καιρὸν ὁ Βρέττιος, καὶ διὰ κλιμάκων
Fab
.

22

.

5

ἀναβὰς ἐκράτησε τῆς πόλεως. ἐνταῦθα μέντοι δοκεῖ φιλοτιμίας ἥττων γενέσθαι· τοὺς γὰρ Βρεττίους πρώ‐ τους ἀποσφάττειν ἐκέλευσεν, ὡς μὴ προδοσίᾳ τὴν πόλιν ἔχων φανερὸς γένοιτο· καί〈τοι〉 ταύτης τε διήμαρτε
5τῆς δόξης καὶ διαβολὴν ἀπιστίας προσέλαβε καὶ ὠμό‐
τητος.75
Fab
.

22

.

6

Ἀπέθανον δὲ πολλοὶ καὶ τῶν Ταραντίνων, οἱ δὲ πρα‐ θέντες ἐγένοντο τρισμύριοι, καὶ τὴν πόλιν ἡ στρατιὰ διήρ‐ πασεν, ἀνηνέχθη δ’ εἰς τὸ δημόσιον τρισχίλια τάλαντα.
Fab
.

22

.

7

πάντων δὲ τῶν ἄλλων ἀγομένων καὶ φερομένων, λέγεται τὸν γραμματέα πυθέσθαι τοῦ Φαβίου περὶ τῶν θεῶν τί κελεύει, τὰς γραφὰς οὕτω προσαγορεύσαντα καὶ τοὺς ἀνδριάντας· τὸν οὖν Φάβιον εἰπεῖν· „ἀπολίπωμεν τοὺς
Fab
.

22

.

8

θεοὺς Ταραντίνοις κεχολωμένους.“ οὐ μὴν ἀλλὰ τὸν κολοσ‐ σὸν τοῦ Ἡρακλέους μετακομίσας ἐκ Τάραντος ἔστησεν ἐν Καπιτωλίῳ, καὶ πλησίον ἔφιππον εἰκόνα χαλκῆν ἑαυτοῦ, πολὺ Μαρκέλλου φανεὶς ἀτοπώτερος περὶ ταῦτα, μᾶλλον δ’
5ὅλως ἐκεῖνον ἄνδρα πρᾳότητι καὶ φιλανθρωπίᾳ θαυμαστὸν ἀποδείξας, ὡς ἐν τοῖς περὶ ἐκείνου γέγραπται (c. 21, 4).
Fab
.

23

.

1

Ἀννίβαν δὲ λέγεται διώκοντα τεσσαράκοντα μόνοις ἀπολειφθῆναι σταδίοις, καὶ φανερῶς μὲν εἰπεῖν· „ἦν ἄρα καὶ Ῥωμαίοις Ἀννίβας τις ἕτερος· ἀπεβάλομεν γὰρ τὴν Ταραντίνων πόλιν ὡς παρελάβομεν,“ ἰδίᾳ δὲ τό〈τε〉 πρῶ‐
5τον αὐτῷ παραστῆναι πρὸς τοὺς φίλους εἰπεῖν, ὡς πάλαι μὲν ἑώρα χαλεπὸν αὐτοῖς, νῦν δ’ ἀδύνατον κρατεῖν ἀπὸ τῶν ὑπαρχόντων Ἰταλίας.
Fab
.

23

.

2

Τοῦτον δεύτερον θρίαμβον ἐθριάμβευσε λαμπρότερον τοῦ προτέρου Φάβιος, ὥσπερ ἀθλητὴς ἀγαθὸς ἐπαγωνι‐ ζόμενος τῷ Ἀννίβᾳ καὶ ῥᾳδίως ἀπολυόμενος αὐτοῦ τὰς πράξεις, ὥσπερ ἅμματα καὶ λαβὰς οὐκέτι τὸν αὐτὸν ἐχού‐
Fab
.

23

.

3

σας τόνον. ἡ μὲν γὰρ ἀνεῖτο τῆς δυνάμεως αὐτῷ διὰ τρυ‐ φὴν καὶ πλοῦτον, ἡ δ’ ὥσπερ ἐξήμβλυντο καὶ κατατέτριπτο
τοῖς ἀλωφήτοις ἀγῶσιν. Ἦν δὲ Μᾶρκος Λίβιος, οὗ τὸν Τάραντα φρουροῦντος ὁ76
5Ἀννίβας ἀπέστησεν, ὅμως δὲ τὴν ἄκραν κατέχων οὐκ ἐξε‐ κρούσθη καὶ διεφύλαξεν ἄχοι τοῦ πάλιν ὑπὸ Ῥωμαίοις
Fab
.

23

.

4

γενέσθαι τοὺς Ταραντίνους. τοῦτον ἠνία Φάβιος τιμώ‐ μενος, καί ποτε πρὸς τὴν σύγκλητον ὑπὸ φθόνου καὶ φιλο‐ τιμίας ἐξενεχθεὶς εἶπεν, ὡς οὐ Φάβιος, ἀλλ’ αὐτὸς αἴτιος γένοιτο τοῦ τὴν Ταραντίνων 〈πόλιν〉 ἁλῶναι. γελάσας οὖν
5ὁ Φάβιος· „ἀληθῆ λέγεισ“ εἶπεν· „εἰ μὴ γὰρ σὺ τὴν πόλιν ἀπέβαλες, οὐκ ἂν ἐγὼ παρέλαβον.“
Fab
.

24

.

1

Οἱ δὲ Ῥωμαῖοι τά τ’ ἄλλα τῷ Φαβίῳ προσεφέροντο λαμπρῶς καὶ τὸν υἱὸν αὐτοῦ Φάβιον ἀνέδειξαν ὕπατον. παραλαβόντος δὲ τὴν ἀρχὴν αὐτοῦ καὶ διοικοῦντός τι τῶν πρὸς τὸν πόλεμον, ὁ πατὴρ εἴτε διὰ γῆρας καὶ ἀσθένειαν,
5εἴτε διαπειρώμενος τοῦ παιδός, ἀναβὰς ἐφ’ ἵππον προσῄει
Fab
.

24

.

2

διὰ τῶν ἐντυγχανόντων καὶ περιεστώτων. ὁ δὲ νεανίας κατιδὼν πόρρωθεν οὐκ ἠνέσχετο, πέμψας δ’ ὑπηρέτην ἐκέλευσε καταβῆναι τὸν πατέρα καὶ δι’ αὑτοῦ προσελθεῖν,
Fab
.

24

.

3

εἰ δή τι τυγχάνει τῆς ἀρχῆς δεόμενος. καὶ τοὺς μὲν ἄλλους ἠνίασε τὸ ἐπίταγμα, καὶ σιωπῇ πρὸς τὸν Φάβιον ὡς ἀνά‐ ξια πάσχοντα τῆς δόξης ἀπέβλεψαν· αὐτὸς δ’ ἐκεῖνος ἀπο‐ πηδήσας κατὰ τάχος, θᾶττον ἢ βάδην πρὸς τὸν υἱὸν ἐπει‐
Fab
.

24

.

4

χθεὶς καὶ περιβαλὼν καὶ ἀσπασάμενος· „εὖ γε“ εἶπεν „ὦ παῖ φρονεῖς καὶ πράττεις, αἰσθόμενος τίνων ἄρχεις καὶ πηλίκης μέγεθος ἀνείληφας ἀρχῆς. οὕτω καὶ ἡμεῖς καὶ οἱ πρόγονοι τὴν Ῥώμην ηὐξήσαμεν, ἐν δευτέρῳ καὶ γονεῖς
Fab
.

24

.

5

καὶ παῖδας ἀεὶ τῶν τῆς πατρίδος καλῶν τιθέμενοι.“ λέγεται δ’ ὡς ἀληθῶς τοῦ Φαβίου τὸν πρόπαππον ἐν δόξῃ καὶ
δυνάμει μεγίστῃ Ῥωμαίων γενόμενον πεντάκις μὲν ὑπατεῦ‐ σαι καὶ θριάμβους ἐκ πολέμων μεγίστων ἐπιφανεστάτους77
5καταγαγεῖν, ὑπατεύοντι δ’ υἱῷ πρεσβευτὴν συνεξελθεῖν ἐπὶ τὸν πόλεμον, ἐν δὲ τῷ θριάμβῳ τὸν μὲν εἰσελαύνειν ἐπὶ τεθρίππῳ, τὸν δ’ ἵππον ἔχοντα μετὰ τῶν ἄλλων ἐπακο‐ λουθεῖν, ἀγαλλόμενον ὅτι τοῦ μὲν υἱοῦ κύριος, τῶν δὲ πολιτῶν μέγιστος καὶ ὢν καὶ προσαγορευόμενος, ὕστε‐
Fab
.

24

.

6

ρον αὑτὸν τοῦ νόμου καὶ τοῦ ἄρχοντος τίθησιν. ἀλλὰ γὰρ ἐκεῖνος οὐκ ἀπὸ τούτων μόνον θαυμαστὸς ἦν. τοῦ δὲ Φα‐ βίου τὸν υἱὸν ἀποθανεῖν συνέβη, καὶ τὴν μὲν συμφορὰν ὡς ἀνήρ τε φρόνιμος καὶ πατὴρ χρηστὸς ἤνεγκε μετριώτατα,
5τὸ δ’ ἐγκώμιον ὃ ταῖς ἐκκομιδαῖς τῶν ἐπιφανῶν οἱ προσή‐ κοντες ἐπιτελοῦσιν, αὐτὸς εἶπε καταστὰς ἐν ἀγορᾷ καὶ γράψας τὸν λόγον ἐξέδωκεν.
Fab
.

25

.

1

Ἐπεὶ δὲ Σκιπίων Κορνήλιος εἰς Ἰβηρίαν πεμφθεὶς Καρχηδονίους μὲν ἐξήλασε μάχαις πολλαῖς κρατήσας, ἔθνη δὲ πάμπολλα καὶ πόλεις μεγάλας καὶ πράγματα λαμπρὰ Ῥωμαίοις κτησάμενος εὔνοιαν εἶχε καὶ δόξαν ἐπανελθὼν
5ὅσην ἄλλος οὐδείς, ὕπατος δὲ κατασταθεὶς καὶ τὸν δῆμον αἰσθόμενος μεγάλην ἀπαιτοῦντα καὶ προσδεχόμενον πρᾶ‐ ξιν αὐτοῦ, τὸ μὲν αὐτόθι συμπλέκεσθαι πρὸς Ἀννίβαν ἀρχαῖον ἡγεῖτο λίαν καὶ πρεσβυτικόν, αὐτὴν δὲ Καρχη‐ δόνα καὶ Λιβύην εὐθὺς ἐμπλήσας ὅπλων καὶ στρατευ‐
10μάτων διενοεῖτο πορθεῖν καὶ τὸν πόλεμον ἐκ τῆς Ἰταλίας ἐκεῖ μεθιστάναι, καὶ πρὸς τοῦτο παντὶ τῷ θυμῷ συνεξώρμα
Fab
.

25

.

2

τὸν δῆμον, ἐνταῦθα δὴ Φάβιος ἐπὶ πᾶν δέους ἄγων τὴν πόλιν, ὡς ὑπ’ ἀνδρὸς ἀνοήτου καὶ νέου φερομένην εἰς τὸν ἔσχατον καὶ μέγιστον κίνδυνον, οὔτε λόγου φειδόμενος οὔτ’ ἔργου δοκοῦντος ἀποτρέψειν τοὺς πολίτας, τὴν μὲν
5βουλὴν ἔπεισε, τῷ δὲ δήμῳ διὰ φθόνον ἐδόκει τοῦ Σκιπί‐
ωνος εὐημεροῦντος ἐπιλαμβάνεσθαι καὶ δεδιέναι, μή τι μέγα καὶ λαμπρὸν ἐξεργασαμένου καὶ τὸν πόλεμον ἢ παντάπασιν ἀνελόντος ἢ τῆς Ἰταλίας ἐκβαλόντος αὐτὸς ἀργὸς φανῇ καὶ μαλακός, ἐν τοσούτῳ χρόνῳ 〈μὴ〉 δια‐78
Fab
.

25

.

3

πεπολεμηκώς. ἔοικε δ’ ὁρμῆσαι μὲν ἐξ ἀρχῆς ὁ Φάβιος πρὸς τὸ ἀντιλέγειν ὑπὸ πολλῆς ἀσφαλείας καὶ προνοίας, μέγαν ὄντα δεδιὼς τὸν κίνδυνον, ἐντεῖναι δέ πως μᾶλλον ἑαυτὸν καὶ πορρωτέρω προαχθῆναι φιλοτιμίᾳ τινὶ καὶ φι‐
5λονικίᾳ κωλύων τοῦ Σκιπίωνος τὴν αὔξησιν, ὅς γε καὶ Κράσσον ἔπειθε, τὸν συνυπατεύοντα τῷ Σκιπίωνι, μὴ παρεῖναι τὴν στρατηγίαν μηδ’ ὑπείκειν, ἀλλ’ αὐτὸν εἰ δόξειεν ἐπὶ Καρχηδονίους περαιοῦσθαι, καὶ χρήματα δο‐
Fab
.

25

.

4

θῆναι πρὸς τὸν πόλεμον οὐκ εἴασε. χρήματα μὲν οὖν Σκιπίων ἑαυτῷ πορίζειν ἀναγκαζόμενος, ἤγειρε παρὰ τῶν ἐν Τυρρηνίᾳ πόλεων, ἰδίᾳ πρὸς αὐτὸν οἰκείως διακειμέ‐ νων καὶ χαριζομένων· Κράσσον δὲ τὰ μὲν ἡ φύσις, οὐκ
5ὄντα φιλόνικον, ἀλλὰ πρᾷον, οἴκοι κατεῖχε, τὰ δὲ καὶ νόμος θεῖος ἱερωσύνην ἔχοντα τὴν μεγίστην.
Fab
.

26

.

1

Αὖθις οὖν καθ’ ἑτέραν ὁδὸν ἀπαντῶν ὁ Φάβιος τῷ Σκιπίωνι, κατεκώλυε τοὺς ὁρμωμένους αὐτῷ συστρατεύ‐ εσθαι τῶν νέων καὶ κατεῖχεν, ἔν τε ταῖς βουλαῖς καὶ ταῖς ἐκκλησίαις βοῶν, ὡς οὐκ αὐτὸς Ἀννίβαν ἀποδιδράσκοι
5μόνον ὁ Σκιπίων, ἀλλὰ καὶ τὴν ὑπόλοιπον ἐκπλέοι λαβὼν δύναμιν ἐκ τῆς Ἰταλίας, δημαγωγῶν ἐλπίσι τοὺς νέους καὶ ἀναπείθων ἀπολιπεῖν γονέας καὶ γυναῖκας καὶ πόλιν, ἧς ἐν θύραις ἐπικρατῶν καὶ ἀήττητος ὁ πολέμιος κάθη‐
Fab
.

26

.

2

ται. καὶ μέντοι ταῦτα λέγων ἐφόβησε τοὺς Ῥωμαίους, καὶ μόνοις αὐτὸν ἐψηφίσαντο χρῆσθαι τοῖς ἐν Σικελίᾳ στρα‐ τεύμασι καὶ τῶν ἐν Ἰβηρίᾳ γεγονότων μετ’ αὐτοῦ τρια‐ κοσίους ἄγειν, οἷς ἐχρῆτο πιστοῖς. ταῦτα μὲν οὖν ἐδόκει
Fab
.

26

.

3

πολιτεύεσθαι πρὸς τὴν ἑαυτοῦ φύσιν ὁ Φάβιος. ἐπεὶ δὲ
Σκιπίωνος εἰς Λιβύην διαβάντος εὐθὺς ἔργα θαυμαστὰ καὶ πράξεις ὑπερήφανοι τὸ μέγεθος καὶ τὸ κάλλος εἰς Ῥώμην ἀπηγγέλλοντο, καὶ μαρτυροῦντα ταῖς φήμαις εἵ‐79
5πετο λάφυρα πολλὰ καὶ βασιλεὺς ὁ Νομάδων αἰχμάλω‐ τος, καὶ δύο στρατοπέδων ὑφ’ ἕνα καιρὸν ἐμπρήσεις καὶ φθορά, πολλῶν μὲν ἀνθρώπων, πολλῶν δ’ ὅπλων καὶ ἵππων ἐν αὐτοῖς συγκατακεκαυμένων, καὶ πρεσβεῖαι πρὸς Ἀννίβαν ἐπέμποντο παρὰ Καρχηδονίων, καλούντων καὶ
10δεομένων ἐάσαντα τὰς ἀτελεῖς ἐκείνας ἐλπίδας οἴκαδε βοηθεῖν, ἐν δὲ Ῥώμῃ πάντων ἐχόντων τὸν Σκιπίωνα διὰ στόματος ἐπὶ τοῖς κατορθώμασι Φάβιος ἠξίου πέμπεσθαι Σκιπίωνι διάδοχον, ἄλλην μὲν οὐκ ἔχων πρόφασιν, εἰπὼν δὲ τὸ μνημονευόμενον, ὡς ἐπισφαλές ἐστι πιστεύειν ἀνδρὸς
15ἑνὸς τύχῃ τηλικαῦτα πράγματα, χαλεπὸν γὰρ εὐτυχεῖν ἀεὶ τὸν αὐτόν, οὕτω προσέκρουσεν ἤδη πολλοῖς, ὡς δύσκο‐ λος ἀνὴρ καὶ βάσκανος ἢ πάμπαν ὑπὸ γήρως ἄτολμος γεγονὼς καὶ δύσελπις, περαιτέρω τε τοῦ μετρίου κατα‐
Fab
.

26

.

4

τεθαμβημένος τὸν Ἀννίβαν. οὐδὲ γὰρ ἐκπλεύσαντος αὐ‐ τοῦ μετὰ τῶν δυνάμεων ἐξ Ἰταλίας εἴασε τὸ χαῖρον καὶ τεθαρρηκὸς τῶν πολιτῶν ἀθόρυβον καὶ βέβαιον, ἀλλὰ τότε δὴ μάλιστα τὰ πράγματα τῇ πόλει θεούσῃ παρὰ τὸν
5ἔσχατον κίνδυνον ἐπισφαλῶς ἔχειν ἔλεγε· βαρύτερον γὰρ ἐν Λιβύῃ πρὸ Καρχηδόνος αὐτοῖς Ἀννίβαν ἐμπεσεῖσθαι καὶ στρατὸν ἀπαντήσειν Σκιπίωνι πολλῶν ἔτι θερμὸν αὐτοκρατόρων αἵματι καὶ δικτατόρων καὶ ὑπάτων· ὥστε τὴν πόλιν αὖθις ὑπὸ τῶν λόγων τούτων ἀναταράττεσθαι,
10καὶ τοῦ πολέμου μεθεστῶτος εἰς Λιβύην ἐγγυτέρω τῆς Ῥώμης οἴεσθαι γεγονέναι τὸν φόβον.
Fab
.

27

.

1

Ἀλλὰ Σκιπίων μὲν οὐ μετὰ πολὺν χρόνον αὐτόν τε νικήσας μάχῃ κατὰ κράτος Ἀννίβαν, καὶ καταβαλὼν τὸ
φρόνημα καὶ καταπατήσας τῆς Καρχηδόνος ὑποπεσούσης, ἀπέδωκε μείζονα χαρὰν ἁπάσης ἐλπίδος τοῖς πολίταις,80
5καὶ τὴν ἡγεμονίαν ὡς ἀληθῶς (Soph. Antig. 163)
5
πολλῷ σάλῳ σεισθεῖσαν ὤρθωσεν πάλιν·
6
Fab
.

27

.

2

Φάβιος δὲ Μάξιμος οὐ διήρκεσε τῷ βίῳ πρὸς τὸ τοῦ πολέμου τέλος, οὐδ’ ἤκουσεν Ἀννίβαν ἡττημένον, οὐδὲ τὴν μεγάλην καὶ βέβαιον εὐτυχίαν τῆς πατρίδος ἐπεῖδεν, ἀλλὰ περὶ ὃν χρόνον Ἀννίβας ἀπῆρεν ἐξ Ἰταλίας, νόσῳ
5καμὼν ἐτελεύτησεν.
Fab
.

27

.

3

Ἐπαμεινώνδαν μὲν οὖν Θηβαῖοι δημοσίᾳ διὰ πενίαν ἣν ἀπέλιπεν ὁ ἀνὴρ ἔθαψαν· οὐδὲν γὰρ οἴκοι τελευτήσαν‐
Fab
.

27

.

4

τος εὑρεθῆναι πλὴν ὀβελίσκον σιδηροῦν λέγουσι· Φάβιον δὲ Ῥωμαῖοι δημοσίᾳ μὲν οὐκ ἐκήδευσαν, ἰδίᾳ δ’ ἑκάστου τὸ σμικρότατον αὐτῷ τῶν νομισμάτων ἐπενεγκόντος, οὐχ ὡς δι’ ἔνδειαν προσαρκούντων, ἀλλ’ ὡς πατέρα τοῦ δήμου
5θάπτοντος, ἔσχε τιμὴν καὶ δόξαν ὁ θάνατος αὐτοῦ τῷ βίῳ
πρέπουσαν.81