TLG 0007 010 :: PLUTARCHUS :: Themistocles PLUTARCHUS Biogr.
Phil. Themistocles Citation: Chapter — section — (line) | ||
Them.t1 | ΘΕΜΙΣΤΟΚΛΗΣ ΚΑΙ ΚΑΜΙΛΛΟΣ | |
Them.1.1 | Θεμιστοκλεῖ δὲ τὰ μὲν ἐκ γένους ἀμαυρότερα πρὸς δόξαν ὑπῆρχε· πατρὸς γὰρ ἦν Νεοκλέους οὐ τῶν ἄγαν ἐπιφανῶν Ἀθήνησι, Φρεαρρίου τῶν δήμων ἐκ τῆς Λεων‐ τίδος φυλῆς, νόθος δὲ πρὸς μητρός, ὡς λέγουσιν· | |
4 | ||
---|---|---|
5 | Ἁβρότονον Θρήισσα γυνὴ γένος· ἀλλὰ τεκέσθαι τὸν μέγαν Ἕλλησίν φημι Θεμιστοκλέα. | |
6 | ||
Them.1.2 | Φανίας (FHG II 295) μέντοι τὴν μητέρα τοῦ Θεμιστο‐ κλέους οὐ Θρᾷτταν, ἀλλὰ Καρίνην, οὐδ’ Ἁβρότονον ὄνομα, ἀλλ’ Εὐτέρπην ἀναγράφει. Νεάνθης (FGrH 84 F 2 b) δὲ καὶ πόλιν αὐτῇ τῆς Καρίας Ἁλικαρνασσὸν προστίθησι. | |
Them.1.3 | διότι καὶ τῶν νόθων εἰς Κυνόσαργες συντελούντων— τοῦτο δ’ ἐστὶν ἔξω πυλῶν γυμνάσιον Ἡρακλέους, ἐπεὶ κἀκεῖνος οὐκ ἦν γνήσιος ἐν θεοῖς, ἀλλ’ ἐνείχετο νοθείᾳ διὰ τὴν μητέρα θνητὴν οὖσαν—, ἔπειθέ τινας ὁ Θεμιστο‐ | |
5 | κλῆς τῶν εὖ γεγονότων νεανίσκων καταβαίνοντας εἰς τὸ Κυνόσαργες ἀλείφεσθαι μετ’ αὐτοῦ, καὶ τούτου γενομέ‐ νου δοκεῖ πανούργως τὸν τῶν νόθων καὶ γνησίων διορι‐ | |
Them.1.4 | σμὸν ἀνελεῖν. ὅτι μέντοι τοῦ Λυκομιδῶν γένους μετεῖχε, δῆλόν ἐστι· τὸ γὰρ Φλυῆσι τελεστήριον, ὅπερ ἦν Λυκο‐ | |
μιδῶν κοινόν, ἐμπρησθὲν ὑπὸ τῶν βαρβάρων αὐτὸς ἐπε‐ σκεύασε καὶ γραφαῖς ἐκόσμησεν, ὡς Σιμωνίδης (fr. 222 B4) | 157 | |
5 | ἱστόρηκεν. | |
Them.2.1 | Ἔτι δὲ παῖς ὢν ὁμολογεῖται φορᾶς μεστὸς εἶναι, καὶ τῇ μὲν φύσει συνετός, τῇ δὲ προαιρέσει μεγαλοπρά‐ γμων καὶ πολιτικός. ἐν γὰρ ταῖς ἀνέσεσι καὶ σχολαῖς ἀπὸ τῶν μαθημάτων γιγνόμενος, οὐκ ἔπαιζεν οὐδ’ ἐρ‐ | |
5 | ρᾳθύμει καθάπερ οἱ πολλοὶ παῖδες, ἀλλ’ εὑρίσκετο λό‐ | |
Them.2.2 | γους τινὰς μελετῶν καὶ συνταττόμενος πρὸς ἑαυτόν. ἦσαν δ’ οἱ λόγοι κατηγορία τινὸς ἢ συνηγορία τῶν παίδων. ὅθεν εἰώθει λέγειν πρὸς αὐτὸν ὁ διδάσκαλος ὡς ‘οὐδὲν ἔσει, παῖ, σὺ μικρόν, ἀλλὰ μέγα πάντως ἀγαθὸν ἢ κα‐ | |
Them.2.3 | κόν‘. ἐπεὶ καὶ τῶν παιδεύσεων τὰς μὲν ἠθοποιοὺς ἢ πρὸς ἡδονήν τινα καὶ χάριν ἐλευθέριον σπουδαζομένας ὀκνηρῶς καὶ ἀπροθύμως ἐξεμάνθανε, τῶν δ’ εἰς σύνεσιν ἢ πρᾶξιν † λεγομένων δῆλος ἦν ὑπερερῶν παρ’ ἡλικίαν ὡς | |
Them.2.4 | τῇ φύσει πιστεύων. ὅθεν ὕστερον ἐν ταῖς ἐλευθερίοις καὶ ἀστείαις λεγομέναις διατριβαῖς ὑπὸ τῶν πεπαιδεῦ‐ σθαι δοκούντων χλευαζόμενος, ἠναγκάζετο φορτικώτερον ἀμύνεσθαι, λέγων ὅτι λύραν μὲν ἁρμόσασθαι καὶ μετα‐ | |
5 | χειρίσασθαι ψαλτήριον οὐκ ἐπίσταιτο, πόλιν δὲ μικρὰν καὶ ἄδοξον παραλαβὼν ἔνδοξον καὶ μεγάλην ἀπεργά‐ | |
Them.2.5 | σασθαι. καίτοι Στησίμβροτος (FGrH 107 F 1) Ἀναξα‐ γόρου τε διακοῦσαι τὸν Θεμιστοκλέα φησὶ καὶ περὶ Μέ‐ λισσον σπουδάσαι τὸν φυσικόν, οὐκ εὖ τῶν χρόνων ἁπτό‐ μενος· Περικλεῖ γάρ, ὃς πολὺ νεώτερος ἦν Θεμιστο‐ | |
5 | κλέους, Μέλισσος μὲν ἀντεστρατήγει πολιορκοῦντι Σα‐ | |
Them.2.6 | μίους, Ἀναξαγόρας δὲ συνδιέτριβε. μᾶλλον οὖν ἄν τις | |
προσέχοι τοῖς Μνησιφίλου τὸν Θεμιστοκλέα τοῦ Φρεαρ‐ ρίου ζηλωτὴν γενέσθαι λέγουσιν, οὔτε ῥήτορος ὄντος οὔτε τῶν φυσικῶν κληθέντων φιλοσόφων, ἀλλὰ τὴν τότε | 158 | |
5 | καλουμένην σοφίαν, οὖσαν δὲ δεινότητα πολιτικὴν καὶ δραστήριον σύνεσιν, ἐπιτήδευμα πεποιημένου καὶ διασῴ‐ ζοντος ὥσπερ αἵρεσιν ἐκ διαδοχῆς ἀπὸ Σόλωνος· ἣν οἱ μετὰ ταῦτα δικανικαῖς μείξαντες τέχναις καὶ μεταγα‐ γόντες ἀπὸ τῶν πράξεων τὴν ἄσκησιν ἐπὶ τοὺς λόγους, | |
Them.2.7 | σοφισταὶ προσηγορεύθησαν. τούτῳ μὲν οὖν ἤδη πολιτευό‐ μενος ἐπλησίαζεν. ἐν δὲ ταῖς πρώταις τῆς νεότητος ὁρμαῖς ἀνώμαλος ἦν καὶ ἀστάθμητος, ἅτε τῇ φύσει καθ’ αὑτὴν χρώμενος, ἄνευ λόγου καὶ παιδείας ἐπ’ ἀμφότερα μεγά‐ | |
5 | λας ποιουμένῃ μεταβολὰς τῶν ἐπιτηδευμάτων, καὶ πολ‐ λάκις ἐξισταμένῃ πρὸς τὸ χεῖρον, ὡς ὕστερον αὐτὸς ὡμο‐ λόγει, καὶ τοὺς τραχυτάτους πώλους ἀρίστους ἵππους γίγνεσθαι φάσκων, ὅταν ἧς προσήκει τύχωσι παιδείας | |
Them.2.8 | καὶ καταρτύσεως. ἃ δὲ τούτων ἐξαρτῶσιν ἔνιοι διηγή‐ ματα πλάττοντες, ἀποκήρυξιν μὲν ὑπὸ τοῦ πατρὸς αὐ‐ τοῦ, θάνατον δὲ τῆς μητρὸς ἑκούσιον ἐπὶ τῇ τοῦ παιδὸς ἀτιμίᾳ περιλύπου γενομένης, δοκεῖ κατεψεῦσθαι, καὶ τοὐ‐ | |
5 | ναντίον εἰσὶν οἱ λέγοντες, ὅτι τοῦ τὰ κοινὰ πράττειν ἀποτρέπων αὐτὸν ὁ πατὴρ ἐπεδείκνυε πρὸς τῇ θαλάττῃ τὰς παλαιὰς τριήρεις ἐρριμμένας καὶ παρορωμένας, ὡς δὴ καὶ πρὸς τοὺς δημαγωγούς, ὅταν ἄχρηστοι γένωνται, τῶν πολλῶν ὁμοίως ἐχόντων. | |
Them.3.1 | Ταχὺ μέντοι καὶ νεανικῶς ἔοικεν ἅψασθαι τοῦ Θε‐ μιστοκλέους τὰ πολιτικὰ πράγματα καὶ σφόδρα ἡ πρὸς δόξαν ὁρμὴ κρατῆσαι. δι’ ἣν εὐθὺς ἐξ ἀρχῆς τοῦ πρω‐ | |
τεύειν ἐφιέμενος, ἰταμῶς ὑφίστατο τὰς πρὸς τοὺς δυνα‐ | 159 | |
5 | μένους ἐν τῇ πόλει καὶ πρωτεύοντας ἀπεχθείας, μάλιστα δ’ Ἀριστείδην τὸν Λυσιμάχου, τὴν ἐναντίαν αἰεὶ πορευόμε‐ | |
Them.3.2 | νον αὐτῷ. καίτοι δοκεῖ παντάπασιν ἡ πρὸς τοῦτον ἔχθρα μειρακιώδη λαβεῖν ἀρχήν· ἠράσθησαν γὰρ ἀμφότεροι τοῦ καλοῦ Στησίλεω, Κείου τὸ γένος ὄντος, ὡς Ἀρίστων ὁ φιλόσοφος (fr. 19 W.) ἱστόρηκεν. ἐκ δὲ τούτου διετέ‐ | |
Them.3.3 | λουν καὶ περὶ τὰ δημόσια στασιάζοντες. οὐ μὴν ἀλλ’ ἡ τῶν βίων καὶ τῶν τρόπων ἀνομοιότης ἔοικεν αὐξῆσαι τὴν διαφοράν. πρᾷος γὰρ ὢν φύσει καὶ καλοκαγαθικὸς τὸν τρόπον ὁ Ἀριστείδης, καὶ πολιτευόμενος οὐ πρὸς | |
5 | χάριν οὐδὲ πρὸς δόξαν, ἀλλ’ ἀπὸ τοῦ βελτίστου μετ’ ἀσφα‐ λείας καὶ δικαιοσύνης, ἠναγκάζετο τῷ Θεμιστοκλεῖ τὸν δῆμον ἐπὶ πολλὰ κινοῦντι καὶ μεγάλας ἐπιφέροντι και‐ νοτομίας ἐναντιοῦσθαι πολλάκις, ἐνιστάμενος αὐτῷ πρὸς | |
Them.3.4 | τὴν αὔξησιν. λέγεται γὰρ οὕτω παράφορος πρὸς δόξαν εἶναι καὶ πράξεων μεγάλων ὑπὸ φιλοτιμίας ἐραστής, ὥστε νέος ὢν ἔτι, τῆς ἐν Μαραθῶνι μάχης πρὸς τοὺς βαρβάρους γενομένης καὶ τῆς Μιλτιάδου στρατηγίας | |
5 | διαβοηθείσης, σύννους ὁρᾶσθαι τὰ πολλὰ πρὸς ἑαυτῷ καὶ τὰς νύκτας ἀγρυπνεῖν καὶ τοὺς πότους παραιτεῖσθαι τοὺς συνήθεις, καὶ λέγειν πρὸς τοὺς ἐρωτῶντας καὶ θαυμάζοντας τὴν περὶ τὸν βίον μεταβολήν, ὡς καθεύ‐ | |
Them.3.5 | δειν αὐτὸν οὐκ ἐῴη τὸ Μιλτιάδου τρόπαιον. οἱ μὲν γὰρ ἄλλοι πέρας ᾤοντο τοῦ πολέμου τὴν ἐν Μαραθῶνι τῶν βαρβάρων ἧτταν εἶναι, Θεμιστοκλῆς δ’ ἀρχὴν μειζόνων ἀγώνων, ἐφ’ οὓς ἑαυτὸν ὑπὲρ τῆς ὅλης Ἑλλάδος ἤλειφε | |
5 | καὶ τὴν πόλιν ἤσκει, πόρρωθεν ἤδη προσδοκῶν τὸ | |
μέλλον. | 160 | |
Them.4.1 | Καὶ πρῶτον μὲν τὴν Λαυρεωτικὴν πρόσοδον ἀπὸ τῶν ἀργυρείων μετάλλων ἔθος ἐχόντων Ἀθηναίων δια‐ νέμεσθαι, μόνος εἰπεῖν ἐτόλμησε παρελθὼν εἰς τὸν δῆ‐ μον, ὡς χρὴ τὴν διανομὴν ἐάσαντας ἐκ τῶν χρημάτων | |
5 | τούτων κατασκευάσασθαι τριήρεις ἐπὶ τὸν πρὸς Αἰγινήτας πόλεμον. ἤκμαζε γὰρ οὗτος 〈τότ’〉 ἐν τῇ Ἑλλάδι μάλιστα, καὶ κατεῖχον οἱ νησιῶται πλήθει νεῶν τὴν θάλατταν. | |
Them.4.2 | ᾗ καὶ ῥᾷον ὁ Θεμιστοκλῆς συνέπεισεν, οὐ Δαρεῖον οὐδὲ Πέρσας—μακρὰν γὰρ ἦσαν οὗτοι καὶ δέος οὐ πάνυ βέβαιον ὡς ἀφιξόμενοι παρεῖχον—ἐπισείων, ἀλλὰ τῇ πρὸς Αἰγινήτας ὀργῇ καὶ φιλονικίᾳ τῶν πολιτῶν ἀπο‐ | |
Them.4.3 | χρησάμενος εὐκαίρως ἐπὶ τὴν παρασκευήν. ἑκατὸν γὰρ ἀπὸ τῶν χρημάτων ἐκείνων ἐποιήθησαν τριήρεις, αἷς καὶ πρὸς Ξέρξην ἐναυμάχησαν. | |
Them.4.4 | Ἐκ δὲ τούτου κατὰ μικρὸν ὑπάγων καὶ καταβιβάζων τὴν πόλιν πρὸς τὴν θάλατταν, ὡς τὰ πεζὰ μὲν οὐδὲ τοῖς ὁμόροις ἀξιομάχους ὄντας, τῇ δ’ ἀπὸ τῶν νεῶν ἀλκῇ καὶ τοὺς βαρβάρους ἀμύνασθαι καὶ τῆς Ἑλλάδος ἄρχειν | |
5 | δυναμένους, ἀντὶ μονίμων ὁπλιτῶν, ὥς φησιν ὁ Πλάτων (leg. 706c), ναυβάτας καὶ θαλασσίους ἐποίησε, καὶ δια‐ βολὴν καθ’ ἑαυτοῦ παρέσχεν, ὡς ἄρα Θεμιστοκλῆς τὸ δόρυ καὶ τὴν ἀσπίδα τῶν πολιτῶν παρελόμενος εἰς ὑπη‐ | |
Them.4.5 | ρέσιον καὶ κώπην συνέστειλε τὸν Ἀθηναίων δῆμον. ἔπρα‐ ξε δὲ ταῦτα Μιλτιάδου κρατήσας ἀντιλέγοντος, ὡς ἱστορεῖ Στησίμβροτος (FGrH 107 F 2). εἰ μὲν δὴ τὴν ἀκρί‐ βειαν καὶ τὸ καθαρὸν τοῦ πολιτεύματος ἔβλαψεν ἢ μὴ | |
5 | ταῦτα πράξας, ἔστω φιλοσοφώτερον ἐπισκοπεῖν· ὅτι δ’ ἡ τότε σωτηρία τοῖς Ἕλλησιν ἐκ τῆς θαλάττης ὑπῆρξε καὶ τὴν Ἀθηναίων πόλιν καυθεῖσαν αὖθις ἀνέστησαν αἱ τρι‐ | 161 |
Them.4.6 | ήρεις ἐκεῖναι, τά τ’ ἄλλα καὶ Ξέρξης αὐτὸς ἐμαρτύρησε. τῆς γὰρ πεζικῆς δυνάμεως ἀθραύστου διαμενούσης, ἔφυγε μετὰ τὴν τῶν νεῶν ἧτταν ὡς οὐκ ὢν ἀξιόμαχος, καὶ Μαρδόνιον ἐμποδὼν εἶναι τοῖς Ἕλλησι τῆς διώξεως μᾶλ‐ | |
5 | λον ἢ δουλωσόμενον αὐτοὺς ὡς ἐμοὶ δοκεῖ κατέλιπεν. | |
Them.5.1 | Σύντονον δ’ αὐτὸν γεγονέναι χρηματιστὴν οἱ μέν τινές φασι δι’ ἐλευθεριότητα· καὶ γὰρ φιλοθύτην ὄντα καὶ λαμπρὸν ἐν ταῖς περὶ τοὺς ξένους δαπάναις, ἀφθόνου δεῖσθαι χορηγίας· οἱ δὲ τοὐναντίον γλισχρότητα πολλὴν | |
5 | καὶ μικρολογίαν κατηγοροῦσιν, ὡς καὶ τὰ πεμπόμενα | |
Them.5.2 | τῶν ἐδωδίμων πωλοῦντος. ἐπεὶ δὲ Διφιλίδης ὁ ἱπποτρό‐ φος αἰτηθεὶς ὑπ’ αὐτοῦ πῶλον οὐκ ἔδωκεν, ἠπείλησε τὴν οἰκίαν αὐτοῦ ταχὺ ποιήσειν δούρειον ἵππον, αἰνιξάμενος ἐγκλήματα συγγενικὰ καὶ δίκας τῷ ἀνθρώπῳ πρὸς οἰ‐ | |
5 | κείους τινὰς ταράξειν. | |
Them.5.3 | Τῇ δὲ φιλοτιμίᾳ πάντας ὑπερέβαλεν, ὥστ’ ἔτι μὲν ὢν νέος καὶ ἀφανὴς Ἐπικλέα τὸν ἐξ Ἑρμιόνος κιθαριστὴν σπουδαζόμενον ὑπὸ τῶν Ἀθηναίων ἐκλιπαρῆσαι μελετᾶν παρ’ αὐτῷ, φιλοτιμούμενος πολλοὺς τὴν οἰκίαν ζητεῖν καὶ | |
Them.5.4 | φοιτᾶν πρὸς αὐτόν. εἰς δ’ Ὀλυμπίαν ἐλθὼν καὶ διαμιλ‐ λώμενος τῷ Κίμωνι περὶ δεῖπνα καὶ σκηνὰς καὶ τὴν ἄλλην λαμπρότητα καὶ παρασκευήν, οὐκ ἤρεσκε τοῖς Ἕλλησιν. ἐκείνῳ μὲν γὰρ ὄντι νέῳ καὶ ἀπ’ οἰκίας μεγάλης | |
5 | ᾤοντο δεῖν τὰ τοιαῦτα συγχωρεῖν· ὁ δὲ μήπω γνώριμος γεγονώς, ἀλλὰ δοκῶν ἐξ οὐχ ὑπαρχόντων καὶ παρ’ ἀξίαν | 162 |
Them.5.5 | ἐπαίρεσθαι, προσωφλίσκανεν ἀλαζονείαν. ἐνίκησε δὲ καὶ χορηγῶν τραγῳδοῖς, μεγάλην ἤδη τότε σπουδὴν καὶ φι‐ λοτιμίαν τοῦ ἀγῶνος ἔχοντος, καὶ πίνακα τῆς νίκης ἀνέ‐ θηκε τοιαύτην ἐπιγραφὴν ἔχοντα· ‘Θεμιστοκλῆς Φρεάρ‐ | |
5 | ριος ἐχορήγει, Φρύνιχος ἐδίδασκεν, Ἀδείμαντος ἦρχεν.‘ | |
Them.5.6 | οὐ μὴν ἀλλὰ τοῖς πολλοῖς ἐνήρμοττε, τοῦτο μὲν ἑκάστου τῶν πολιτῶν τοὔνομα λέγων ἀπὸ στόματος, τοῦτο δὲ κριτὴν ἀσφαλῆ περὶ τὰ συμβόλαια παρέχων ἑαυτόν, ὥς που καὶ πρὸς Σιμωνίδην τὸν Κεῖον εἰπεῖν, αἰτούμενόν | |
5 | τι τῶν οὐ μετρίων παρ’ αὐτοῦ στρατηγοῦντος, ὡς οὔτ’ ἐκεῖνος ἂν γένοιτο ποιητὴς ἀγαθὸς ᾄδων παρὰ μέλος, | |
Them.5.7 | οὔτ’ αὐτὸς ἀστεῖος ἄρχων παρὰ νόμον χαριζόμενος. πάλιν δέ ποτε τὸν Σιμωνίδην ἐπισκώπτων ἔλεγε νοῦν οὐκ ἔχειν, Κορινθίους μὲν λοιδοροῦντα μεγάλην οἰκοῦντας πόλιν, αὑτοῦ δὲ ποιούμενον εἰκόνας οὕτως ὄντος αἰσχροῦ | |
5 | τὴν ὄψιν. αὐξόμενος δὲ καὶ τοῖς πολλοῖς ἀρέσκων, τέλος κατεστασίασε καὶ μετέστησεν ἐξοστρακισθέντα τὸν Ἀρι‐ στείδην. | |
Them.6.1 | Ἤδη δὲ τοῦ Μήδου καταβαίνοντος ἐπὶ τὴν Ἑλλάδα, καὶ τῶν Ἀθηναίων βουλευομένων περὶ στρατηγοῦ, τοὺς μὲν ἄλλους ἑκόντας ἐκστῆναι τῆς στρατηγίας λέγουσιν ἐκπεπληγμένους τὸν κίνδυνον, Ἐπικύδην δὲ τὸν Εὐφη‐ | |
5 | μίδου, δημαγωγὸν ὄντα δεινὸν μὲν εἰπεῖν, μαλακὸν δὲ τῇ ψυχῇ καὶ χρημάτων ἥττονα, τῆς ἀρχῆς ἐφίεσθαι καὶ | |
Them.6.2 | κρατήσειν ἐπίδοξον εἶναι τῇ χειροτονίᾳ. τὸν οὖν Θεμι‐ στοκλέα, δείσαντα μὴ τὰ πράγματα διαφθαρείη παντά‐ | |
πασι τῆς ἡγεμονίας εἰς ἐκεῖνον ἐμπεσούσης, χρήμασι | 163 | |
Them.6.3 | τὴν φιλοτιμίαν ἐξωνήσασθαι παρὰ τοῦ Ἐπικύδους. ἐπαι‐ νεῖται δ’ αὐτοῦ καὶ τὸ περὶ τὸν δίγλωσσον ἔργον ἐν τοῖς πεμφθεῖσιν ὑπὸ βασιλέως ἐπὶ γῆς καὶ ὕδατος αἴτησιν. | |
Them.6.4 | ἑρμηνέα γὰρ ὄντα συλλαβὼν διὰ ψηφίσματος ἀπέκτεινεν, ὅτι φωνὴν Ἑλληνίδα βαρβάροις προστάγμασιν ἐτόλμησε χρῆσαι. ἔτι δὲ καὶ τὸ περὶ Ἄρθμιον τὸν Ζελείτην· Θε‐ μιστοκλέους γὰρ εἰπόντος καὶ τοῦτον εἰς τοὺς ἀτίμους | |
5 | καὶ παῖδας αὐτοῦ καὶ γένος ἐνέγραψαν, ὅτι τὸν ἐκ Μή‐ | |
Them.6.5 | δων χρυσὸν εἰς τοὺς Ἕλληνας ἐκόμισε. μέγιστον δὲ πάν‐ των τὸ καταλῦσαι τοὺς Ἑλληνικοὺς πολέμους καὶ διαλ‐ λάξαι τὰς πόλεις ἀλλήλαις, πείσαντα τὰς ἔχθρας διὰ τὸν πόλεμον ἀναβαλέσθαι· πρὸς ὃ καὶ Χείλεων τὸν Ἀρ‐ | |
5 | κάδα μάλιστα συναγωνίσασθαι λέγουσι. | |
Them.7.1 | Παραλαβὼν δὲ τὴν ἀρχήν, εὐθὺς μὲν ἐπεχείρει τοὺς πολίτας ἐμβιβάζειν εἰς τὰς τριήρεις, καὶ τὴν πόλιν ἔπειθεν ἐκλιπόντας ὡς προσωτάτω τῆς Ἑλλάδος ἀπαν‐ | |
Them.7.2 | τᾶν τῷ βαρβάρῳ κατὰ θάλατταν. ἐνισταμένων δὲ πολ‐ λῶν, ἐξήγαγε πολλὴν στρατιὰν εἰς τὰ Τέμπη μετὰ Λα‐ κεδαιμονίων, ὡς αὐτόθι προκινδυνεύσων τῆς Θεσσα‐ λίας, οὔπω τότε μηδίζειν δοκούσης· ἐπεὶ δ’ ἀνεχώρησαν | |
5 | ἐκεῖθεν ἄπρακτοι, καὶ Θεσσαλῶν βασιλεῖ προσγενομέ‐ νων ἐμήδιζε τὰ μέχρι Βοιωτίας, μᾶλλον ἤδη τῷ Θεμιστο‐ κλεῖ προσεῖχον οἱ Ἀθηναῖοι περὶ τῆς θαλάσσης, καὶ πέμπεται μετὰ νεῶν ἐπ’ Ἀρτεμίσιον τὰ στενὰ φυλάξων. | |
Them.7.3 | ἔνθα δὴ τῶν μὲν Ἑλλήνων Εὐρυβιάδην καὶ Λακεδαιμο‐ νίους ἡγεῖσθαι κελευόντων, τῶν δ’ Ἀθηναίων, ὅτι πλήθει | |
τῶν νεῶν σύμπαντας ὁμοῦ τι τοὺς ἄλλους ὑπερέβαλλον, οὐκ ἀξιούντων ἑτέροις ἕπεσθαι, συνιδὼν τὸν κίνδυνον ὁ | 164 | |
5 | Θεμιστοκλῆς αὐτός τε τὴν ἀρχὴν τῷ Εὐρυβιάδῃ παρῆκε, καὶ κατεπράυνε τοὺς Ἀθηναίους, ὑπισχνούμενος, ἂν ἄν‐ δρες ἀγαθοὶ γένωνται πρὸς τὸν πόλεμον, ἑκόντας αὐτοῖς | |
Them.7.4 | παρέξειν εἰς τὰ λοιπὰ πειθομένους τοὺς Ἕλληνας. διὸ καὶ δοκεῖ τῆς σωτηρίας αἰτιώτατος γενέσθαι τῇ Ἑλλάδι, καὶ μάλιστα τοὺς Ἀθηναίους προαγαγεῖν εἰς δόξαν, ὡς ἀνδρείᾳ μὲν τῶν πολεμίων, εὐγνωμοσύνῃ δὲ τῶν συμ‐ | |
5 | μάχων περιγενομένους. | |
Them.7.5 | Ἐπεὶ δὲ ταῖς Ἀφεταῖς τοῦ βαρβαρικοῦ στόλου προσ‐ μείξαντος, ἐκπλαγεὶς ὁ Εὐρυβιάδης τῶν κατὰ στόμα νεῶν τὸ πλῆθος, ἄλλας δὲ πυνθανόμενος διακοσίας ὑπὲρ Σκιάθου κύκλῳ περιπλεῖν, ἐβούλετο τὴν ταχίστην εἴσω | |
5 | τῆς Ἑλλάδος κομισθεὶς ἅψασθαι Πελοποννήσου καὶ τὸν πεζὸν στρατὸν ταῖς ναυσὶ προσπεριβαλέσθαι, παντάπασιν ἀπρόσμαχον ἡγούμενος τὴν κατὰ θάλατταν ἀλκὴν βασι‐ λέως, δείσαντες οἱ Εὐβοεῖς μὴ σφᾶς οἱ Ἕλληνες πρόων‐ ται, κρύφα τῷ Θεμιστοκλεῖ διελέγοντο, Πελάγοντα μετὰ | |
Them.7.6 | χρημάτων πολλῶν πέμψαντες. ἃ λαβὼν ἐκεῖνος, ὡς Ἡρό‐ δοτος (8, 5) ἱστόρηκε, τοῖς περὶ τὸν Εὐρυβιάδην ἔδωκεν. ἐναντιουμένου δ’ αὐτῷ μάλιστα τῶν πολιτῶν Ἀρχιτέ‐ λους, ὃς ἦν μὲν ἐπὶ τῆς ἱερᾶς νεὼς τριήραρχος, οὐκ | |
5 | ἔχων δὲ χρήματα τοῖς ναύταις χορηγεῖν ἔσπευδεν ἀπο‐ πλεῦσαι, παρώξυνεν ἔτι μᾶλλον ὁ Θεμιστοκλῆς τοὺς τριη‐ ρίτας ἐπ’ αὐτόν, ὥστε τὸ δεῖπνον ἁρπάσαι συνδραμόντας. | |
Them.7.7 | τοῦ δ’ Ἀρχιτέλους ἀθυμοῦντος ἐπὶ τούτῳ καὶ βαρέως φέροντος, εἰσέπεμψεν ὁ Θεμιστοκλῆς πρὸς αὐτὸν ἐν κί‐ στῃ δεῖπνον ἄρτων καὶ κρεῶν, ὑποθεὶς κάτω τάλαντον ἀργυρίου καὶ κελεύσας αὐτόν τε δειπνεῖν ἐν τῷ παρόντι | |
5 | καὶ μεθ’ ἡμέραν ἐπιμεληθῆναι τῶν τριηριτῶν· εἰ δὲ μή, καταβοήσειν αὐτοῦ πρὸς τοὺς πολίτας ὡς ἔχοντος ἀργύ‐ ριον παρὰ τῶν πολεμίων. ταῦτα μὲν οὖν Φανίας ὁ Λέσβιος (FHG II 294) εἴρηκεν. | 165 |
Them.8.1 | Αἱ δὲ γενόμεναι τότε πρὸς τὰς τῶν βαρβάρων ναῦς περὶ τὰ στενὰ μάχαι κρίσιν μὲν εἰς τὰ ὅλα μεγάλην οὐκ ἐποίησαν, τῇ δὲ πείρᾳ μέγιστα τοὺς Ἕλληνας ὤνησαν, ὑπὸ τῶν ἔργων παρὰ τοὺς κινδύνους διδαχθέντας, ὡς | |
5 | οὔτε πλήθη νεῶν οὔτε κόσμοι καὶ λαμπρότητες ἐπισή‐ μων οὔτε κραυγαὶ κομπώδεις ἢ βάρβαροι παιᾶνες ἔχουσί τι δεινὸν ἀνδράσιν ἐπισταμένοις εἰς χεῖρας ἰέναι καὶ μά‐ χεσθαι τολμῶσιν, ἀλλὰ δεῖ τῶν τοιούτων καταφρονοῦν‐ τας ἐπ’ αὐτὰ τὰ σώματα φέρεσθαι καὶ πρὸς ἐκεῖνα δια‐ | |
Them.8.2 | γωνίζεσθαι συμπλακέντας. ὃ δὴ καὶ Πίνδαρος (fr. 77 Sn.) οὐ κακῶς ἔοικε συνιδὼν ἐπὶ τῆς ἐν Ἀρτεμισίῳ μάχης εἰπεῖν | |
3 | ὅθι παῖδες Ἀθαναίων ἐβάλοντο φαεννὰν | |
5 | κρηπῖδ’ ἐλευθερίας· | |
5 | ||
Them.8.3 | ἀρχὴ γὰρ ὄντως τοῦ νικᾶν τὸ θαρρεῖν. ἔστι δὲ τῆς Εὐ‐ βοίας τὸ Ἀρτεμίσιον ὑπὲρ τὴν Ἑστίαιαν αἰγιαλὸς εἰς βορέαν ἀναπεπταμένος, ἀνταίρει δ’ αὐτῷ μάλιστα τῆς | |
Them.8.4 | ὑπὸ Φιλοκτήτῃ γενομένης χώρας Ὀλιζών. ἔχει δὲ ναὸν οὐ μέγαν Ἀρτέμιδος ἐπίκλησιν Προσηῴας, καὶ δένδρα περὶ αὐτὸν πέφυκε καὶ στῆλαι κύκλῳ λίθου λευκοῦ πε‐ πήγασιν· ὁ δὲ λίθος τῇ χειρὶ τριβόμενος καὶ χρόαν καὶ | |
Them.8.5 | ὀσμὴν κροκίζουσαν ἀναδίδωσιν. ἐν μιᾷ δὲ τῶν στηλῶν | |
ἐλεγεῖον ἦν τόδε γεγραμμένον (Simon. fr. 109 D.)· παντοδαπῶν ἀνδρῶν γενεὰς Ἀσίας ἀπὸ χώρας παῖδες Ἀθηναίων τῷδέ ποτ’ ἐν πελάγει | 166 | |
5 | ναυμαχίᾳ δαμάσαντες, ἐπεὶ στρατὸς ὤλετο Μήδων, σήματα ταῦτ’ ἔθεσαν παρθένῳ Ἀρτέμιδι. | |
6 | ||
Them.8.6 | δείκνυται δὲ τῆς ἀκτῆς τόπος ἐν πολλῇ τῇ πέριξ θινὶ κόνιν τεφρώδη καὶ μέλαιναν ἐκ βάθους ἀναδιδούς, ὥσπερ πυρίκαυστον, ἐν ᾧ τὰ ναυάγια καὶ 〈τοὺσ〉 νεκροὺς καῦ‐ σαι δοκοῦσι. | |
Them.9.1 | Τῶν μέντοι 〈τὰ〉 περὶ Θερμοπύλας εἰς τὸ Ἀρτε‐ μίσιον ἀπαγγελλόντων πυθόμενοι Λεωνίδαν τε κεῖσθαι καὶ κρατεῖν Ξέρξην τῶν κατὰ γῆν παρόδων, εἴσω τῆς Ἑλλάδος ἀνεκομίζοντο, τῶν Ἀθηναίων ἐπὶ πᾶσι τετα‐ | |
5 | γμένων δι’ ἀρετὴν καὶ μέγα τοῖς πεπραγμένοις φρο‐ | |
Them.9.2 | νούντων. παραπλέων δὲ τὴν χώραν ὁ Θεμιστοκλῆς, ᾗπερ κατάρσεις ἀναγκαίας καὶ καταφυγὰς ἑώρα τοῖς πολε‐ μίοις, ἐνεχάραττε κατὰ τῶν λίθων ἐπιφανῆ γράμματα, τοὺς μὲν εὑρίσκων ἀπὸ τύχης, τοὺς δ’ αὐτὸς ἱστὰς περὶ | |
5 | τὰ ναυλόχια καὶ τὰς ὑδρείας, ἐπισκήπτων Ἴωσι διὰ τῶν γραμμάτων, εἰ μὲν οἷόν τε, μετατάξασθαι πρὸς αὐ‐ τούς, πατέρας ὄντας καὶ προκινδυνεύοντας ὑπὲρ τῆς ἐκεί‐ νων ἐλευθερίας, εἰ δὲ μή, κακοῦν τὸ βαρβαρικὸν ἐν ταῖς μάχαις καὶ συνταράττειν. ταῦτα δ’ ἤλπιζεν ἢ μεταστή‐ | |
10 | σειν τοὺς Ἴωνας ἢ ταράξειν ὑποπτοτέρους τοὺς βαρβά‐ ρους γενομένους. | |
Them.9.3 | Ξέρξου δὲ διὰ τῆς Δωρίδος ἄνωθεν ἐμβαλόντος εἰς τὴν Φωκίδα καὶ τὰ τῶν Φωκέων ἄστη πυρπολοῦντος, οὐ | |
προσήμυναν οἱ Ἕλληνες, καίπερ τῶν Ἀθηναίων δεομένων εἰς τὴν Βοιωτίαν ἀπαντῆσαι πρὸ τῆς Ἀττικῆς, ὥσπερ | 167 | |
Them.9.4 | αὐτοὶ κατὰ θάλατταν ἐπ’ Ἀρτεμίσιον ἐβοήθησαν. μηδενὸς δ’ ὑπακούοντος αὐτοῖς, ἀλλὰ τῆς Πελοποννήσου περιεχο‐ μένων καὶ πᾶσαν ἐντὸς Ἰσθμοῦ τὴν δύναμιν ὡρμημένων συνάγειν, καὶ διατειχιζόντων τὸν Ἰσθμὸν εἰς θάλατταν | |
5 | ἐκ θαλάττης, ἅμα μὲν ὀργὴ τῆς προδοσίας εἶχε τοὺς Ἀθηναίους, ἅμα δὲ δυσθυμία καὶ κατήφεια μεμονωμέ‐ | |
Them.9.5 | νους. μάχεσθαι μὲν γὰρ οὐ διενοοῦντο μυριάσι στρατοῦ τοσαύταις· ὃ δ’ ἦν μόνον ἀναγκαῖον ἐν τῷ παρόντι, τὴν πόλιν ἀφέντας ἐμφῦναι ταῖς ναυσίν, [ὅπερ] οἱ πολλοὶ χαλεπῶς ἤκουον, ὡς μήτε νίκης δεόμενοι μήτε σωτηρίαν | |
5 | ἐπιστάμενοι θεῶν ἱερὰ καὶ πατέρων ἡρῷα προϊεμένων. | |
Them.10.1 | Ἔνθα δὴ Θεμιστοκλῆς, ἀπορῶν τοῖς ἀνθρωπίνοις λογισμοῖς προσάγεσθαι τὸ πλῆθος, ὥσπερ ἐν τραγῳδίᾳ μηχανὴν ἄρας, σημεῖα δαιμόνια καὶ χρησμοὺς ἐπῆγεν αὐτοῖς, σημεῖον μὲν λαμβάνων τὸ τοῦ δράκοντος, ὃς ἀφα‐ | |
5 | νὴς ταῖς ἡμέραις ἐκείναις ἐκ τοῦ σηκοῦ δοκεῖ γενέσθαι, | |
Them.10.2 | καὶ τὰς καθ’ ἡμέραν αὐτῷ προτιθεμένας ἀπαρχὰς εὑρί‐ σκοντες ἀψαύστους, οἱ ἱερεῖς ἐξήγγελλον εἰς τοὺς πολ‐ λούς, τοῦ Θεμιστοκλέους λόγον 〈δια〉διδόντος ὡς ἀπο‐ λέλοιπε τὴν πόλιν ἡ θεὸς ὑφηγουμένη πρὸς τὴν θάλασ‐ | |
Them.10.3 | σαν αὐτοῖς· τῷ δὲ χρησμῷ πάλιν ἐδημαγώγει, λέγων μηδὲν ἄλλο δηλοῦσθαι ξύλινον τεῖχος ἢ τὰς ναῦς· διὸ καὶ τὴν Σαλαμῖνα θείαν, οὐχὶ δεινὴν οὐδὲ σχετλίαν κα‐ λεῖν τὸν θεὸν, ὡς εὐτυχήματος μεγάλου τοῖς Ἕλλησιν | |
Them.10.4 | ἐπώνυμον ἐσομένην. κρατήσας δὲ τῇ γνώμῃ ψήφισμα γράφει, τὴν μὲν πόλιν παρακαταθέσθαι τῇ Ἀθηνᾷ τῇ Ἀθηνῶν μεδεούσῃ, τοὺς δ’ ἐν ἡλικίᾳ πάντας ἐμβαίνειν εἰς τὰς τριήρεις, παῖδας δὲ καὶ γυναῖκας καὶ ἀνδράποδα | 168 |
Them.10.5 | σῴζειν ἕκαστον ὡς ἂν δύνηται. κυρωθέντος δὲ τοῦ ψη‐ φίσματος οἱ πλεῖστοι τῶν Ἀθηναίων ὑπεξέθεντο γενεὰς καὶ γυναῖκας εἰς Τροιζῆνα, φιλοτίμως πάνυ τῶν Τροιζηνίων ὑποδεχομένων· καὶ γὰρ τρέφειν ἐψηφίσαντο δημοσίᾳ, δύο | |
5 | ὀβολοὺς ἑκάστῳ διδόντες, καὶ τῆς ὀπώρας λαμβάνειν ἐξεῖναι τοὺς παῖδας πανταχόθεν, ἔτι δ’ ὑπὲρ αὐτῶν δι‐ δασκάλοις τελεῖν μισθούς. τὸ δὲ ψήφισμα Νικαγόρας ἔγραψεν. | |
Them.10.6 | Οὐκ ὄντων δὲ δημοσίων χρημάτων τοῖς Ἀθηναίοις, Ἀριστοτέλης (Ἀθπ. 23, 1) μέν φησι τὴν ἐξ Ἀρείου πάγου βουλὴν πορίσασαν ὀκτὼ δραχμὰς ἑκάστῳ τῶν στρατευο‐ μένων αἰτιωτάτην γενέσθαι τοῦ πληρωθῆναι τὰς τριή‐ | |
5 | ρεις, Κλείδημος (FGrH 323 F 21) δὲ καὶ τοῦτο τοῦ Θε‐ | |
Them.10.7 | μιστοκλέους ποιεῖται στρατήγημα. καταβαινόντων γὰρ εἰς Πειραιᾶ τῶν Ἀθηναίων φησὶν ἀπολέσθαι τὸ Γοργό‐ νειον ἀπὸ τῆς θεοῦ τοῦ ἀγάλματος· τὸν οὖν Θεμιστο‐ κλέα προσποιούμενον ζητεῖν καὶ διερευνώμενον ἅπαντα, | |
5 | χρημάτων ἀνευρίσκειν πλῆθος ἐν ταῖς ἀποσκευαῖς ἀπο‐ κεκρυμμένον, ὧν εἰς μέσον κομισθέντων εὐπορῆσαι τοὺς ἐμβαίνοντας εἰς τὰς ναῦς ἐφοδίων. | |
Them.10.8 | Ἐκπλεούσης δὲ τῆς πόλεως τοῖς μὲν οἶκτον τὸ θέαμα, τοῖς δὲ θαῦμα τῆς τόλμης παρεῖχε, γενεὰς μὲν ἄλλῃ προπεμπόντων, αὐτῶν δ’ ἀκάμπτων πρὸς οἰμωγὰς καὶ δάκρυα γονέων καὶ περιβολὰς διαπερώντων εἰς τὴν νῆσον. | |
Them.10.9 | καίτοι πολὺν μὲν οἱ διὰ γῆρας ὑπολειπόμενοι τῶν πολι‐ τῶν ἔλεον εἶχον, ἦν δέ τις καὶ ἀπὸ τῶν ἡμέρων καὶ συν‐ τρόφων ζῴων ἐπικλῶσα γλυκυθυμία, μετ’ ὠρυγῆς καὶ πόθου συμπαραθεόντων ἐμβαίνουσι τοῖς ἑαυτῶν τροφεῦ‐ | 169 |
Them.10.10 | σιν. ἐν οἷς ἱστορεῖται κύων Ξανθίππου τοῦ Περικλέους πατρός, οὐκ ἀνασχόμενος τὴν ἀπ’ αὐτοῦ μόνωσιν, ἐνα‐ λέσθαι τῇ θαλάττῃ καὶ τῇ τριήρει παρανηχόμενος ἐκπε‐ σεῖν εἰς τὴν Σαλαμῖνα, καὶ λιποθυμήσας ἀποθανεῖν εὐ‐ | |
5 | θύς· οὗ καὶ τὸ δεικνύμενον ἄχρι νῦν καὶ καλούμενον Κυνὸς σῆμα τάφον εἶναι λέγουσι. | |
Them.11.1 | Ταῦτά τε δὴ μεγάλα τοῦ Θεμιστοκλέους, καὶ τοὺς πολίτας αἰσθόμενος ποθοῦντας Ἀριστείδην καὶ δεδιότας μὴ δι’ ὀργὴν τῷ βαρβάρῳ προσθεὶς ἑαυτὸν ἀνατρέψῃ τὰ πράγματα τῆς Ἑλλάδος—ἐξωστράκιστο γὰρ πρὸ | |
5 | τοῦ πολέμου καταστασιασθεὶς ὑπὸ Θεμιστοκλέους—, γράφει ψήφισμα, τοῖς ἐπὶ χρόνῳ μεθεστῶσιν ἐξεῖναι κατελθοῦσι πράττειν καὶ λέγειν τὰ βέλτιστα τῇ Ἑλλάδι μετὰ τῶν ἄλλων πολιτῶν. | |
Them.11.2 | Εὐρυβιάδου δὲ τὴν μὲν ἡγεμονίαν τῶν νεῶν ἔχοντος διὰ τὸ τῆς Σπάρτης ἀξίωμα, μαλακοῦ δὲ παρὰ τὸν κίν‐ δυνον ὄντος, αἴρειν δὲ βουλομένου καὶ πλεῖν ἐπὶ τὸν Ἰσθμόν, ὅπου καὶ τὸ πεζὸν ἤθροιστο τῶν Πελοποννη‐ | |
Them.11.3 | σίων, ὁ Θεμιστοκλῆς ἀντέλεγεν. ὅτε καὶ τὰ μνημονευό‐ μενα λεχθῆναί φασι· τοῦ γὰρ Εὐρυβιάδου πρὸς αὐτὸν εἰπόντος· ‘ὦ Θεμιστόκλεις, ἐν τοῖς ἀγῶσι τοὺς προεξα‐ νισταμένους ῥαπίζουσι‘, ‘ναί‘ εἶπεν ὁ Θεμιστοκλῆς, | |
5 | ‘ἀλλὰ τοὺς ἀπολειφθέντας οὐ στεφανοῦσιν‘. ἐπαραμένου δὲ τὴν βακτηρίαν ὡς πατάξοντος, ὁ Θεμιστοκλῆς ἔφη· | |
Them.11.4 | ‘πάταξον μέν, ἄκουσον δέ.‘ θαυμάσαντος δὲ τὴν πρᾳό‐ τητα τοῦ Εὐρυβιάδου καὶ λέγειν κελεύσαντος, ὁ μὲν Θε‐ | 170 |
Them.11.5 | μιστοκλῆς ἀνῆγεν αὐτὸν ἐπὶ τὸν λόγον· εἰπόντος δέ τινος ὡς ἀνὴρ ἄπολις οὐκ ὀρθῶς διδάσκοι τοὺς ἔχοντας ἐγκα‐ ταλιπεῖν καὶ προέσθαι τὰς πατρίδας, ὁ Θεμιστοκλῆς ἐπι‐ στρέψας τὸν λόγον ‘ἡμεῖς τοι‘ εἶπεν ‘ὦ μοχθηρέ, τὰς | |
5 | μὲν οἰκίας καὶ τὰ τείχη καταλελοίπαμεν, οὐκ ἀξιοῦντες ἀψύχων ἕνεκα δουλεύειν· πόλις δ’ ἡμῖν ἔστι μεγίστη τῶν Ἑλληνίδων, αἱ διακόσιαι τριήρεις, αἳ νῦν μὲν ὑμῖν παρεστᾶσι βοηθοὶ σῴζεσθαι δι’ αὐτῶν βουλομένοις, εἰ δ’ ἄπιτε δεύτερον ἡμᾶς προδόντες, αὐτίκα πεύσεταί τις | |
10 | Ἑλλήνων Ἀθηναίους καὶ πόλιν ἐλευθέραν καὶ χώραν οὐ χείρονα κεκτημένους ἧς ἀπέβαλον.‘ ταῦτα τοῦ Θεμιστο‐ κλέους εἰπόντος, ἔννοια καὶ δέος ἔσχε τὸν Εὐρυβιάδην | |
Them.11.6 | τῶν Ἀθηναίων, μὴ σφᾶς ἀπολείποντες οἴχωνται. τοῦ δ’ Ἐρετριέως πειρωμένου τι λέγειν πρὸς αὐτόν, ‘ἦ γάρ‘ ἔφη ‘καὶ ὑμῖν περὶ πολέμου τίς ἐστι λόγος, οἳ καθάπερ αἱ τευθίδες μάχαιραν μὲν ἔχετε, καρδίαν δ’ οὐκ ἔχετε;‘ | |
Them.12.1 | Λέγεται δ’ ὑπό τινων τὸν μὲν Θεμιστοκλέα περὶ τούτων ἀπὸ τοῦ καταστρώματος [ἄνωθεν] τῆς νεὼς δια‐ λέγεσθαι, γλαῦκα δ’ ὀφθῆναι διαπετομένην ἐπὶ δεξιᾶς τῶν νεῶν καὶ τοῖς καρχησίοις ἐπικαθίζουσαν· διὸ δὴ | |
5 | καὶ μάλιστα προσέθεντο τῇ γνώμῃ καὶ παρεσκευάζοντο | |
Them.12.2 | ναυμαχήσοντες. ἀλλ’ ἐπεὶ τῶν πολεμίων ὅ τε στόλος τῇ Ἀττικῇ κατὰ τὸ Φαληρικὸν προσφερόμενος τοὺς πέριξ ἀπέκρυψεν αἰγιαλούς, αὐτός τε βασιλεὺς μετὰ τοῦ πεζοῦ στρατοῦ καταβὰς ἐπὶ τὴν θάλατταν ἄθρους ὤφθη, τῶν | |
5 | δυνάμεων ὁμοῦ γενομένων, ἐξερρύησαν οἱ τοῦ Θεμιστο‐ | |
κλέους λόγοι τῶν Ἑλλήνων, καὶ πάλιν ἐπάπταινον οἱ Πελο‐ ποννήσιοι πρὸς τὸν Ἰσθμόν, εἴ τις ἄλλο τι λέγοι χαλε‐ παίνοντες. ἐδόκει δὴ τῆς νυκτὸς ἀποχωρεῖν, καὶ παρηγ‐ | 171 | |
Them.12.3 | γέλλετο πλοῦς τοῖς κυβερνήταις. ἔνθα δὴ βαρέως φέρων ὁ Θεμιστοκλῆς εἰ τὴν ἀπὸ τοῦ τόπου καὶ τῶν στενῶν προέμενοι βοήθειαν οἱ Ἕλληνες διαλυθήσονται κατὰ πό‐ λεις, ἐβουλεύετο καὶ συνετίθει τὴν περὶ τὸν Σίκιννον | |
Them.12.4 | πραγματείαν. ἦν δὲ τῷ μὲν γένει Πέρσης ὁ Σίκιννος αἰχμάλωτος, εὔνους δὲ τῷ Θεμιστοκλεῖ καὶ τῶν τέκνων αὐτοῦ παιδαγωγός. ὃν ἐκπέμπει πρὸς τὸν Ξέρξην κρύφα, κελεύσας λέγειν ὅτι Θεμιστοκλῆς ὁ τῶν Ἀθηναίων στρα‐ | |
5 | τηγὸς αἱρούμενος τὰ βασιλέως ἐξαγγέλλει πρῶτος αὐτῷ τοὺς Ἕλληνας ἀποδιδράσκοντας, καὶ διακελεύεται μὴ παρ‐ εῖναι φυγεῖν αὐτοῖς, ἀλλ’ ἐν ᾧ ταράττονται τῶν πεζῶν χωρὶς ὄντες ἐπιθέσθαι καὶ διαφθεῖραι τὴν ναυτικὴν δύ‐ | |
Them.12.5 | ναμιν. ταῦτα δ’ ὁ Ξέρξης ὡς ἀπ’ εὐνοίας λελεγμένα δεξάμενος, ἥσθη καὶ [τέλος] εὐθὺς ἐξέφερε πρὸς τοὺς ἡγεμόνας τῶν νεῶν, τὰς μὲν ἄλλας πληροῦν καθ’ ἡσυχίαν, διακοσίαις δ’ ἀναχθέντας ἤδη περιβαλέσθαι τὸν πόρον | |
5 | ἐν κύκλῳ πάντα καὶ διαζῶσαι τὰς νήσους, ὅπως ἐκφύγοι | |
Them.12.6 | μηδεὶς τῶν πολεμίων. τούτων δὲ πραττομένων Ἀριστεί‐ δης ὁ Λυσιμάχου πρῶτος αἰσθόμενος ἧκεν ἐπὶ τὴν σκη‐ νὴν τοῦ Θεμιστοκλέους, οὐκ ὢν φίλος, ἀλλὰ καὶ δι’ ἐκεῖνον ἐξωστρακισμένος ὥσπερ εἴρηται· προελθόντι δὲ | |
Them.12.7 | τῷ Θεμιστοκλεῖ φράζει τὴν κύκλωσιν. ὁ δὲ τήν τ’ ἄλλην καλοκαγαθίαν τοῦ ἀνδρὸς εἰδὼς καὶ τῆς τότε παρουσίας ἀγάμενος λέγει τὰ περὶ τὸν Σίκιννον αὐτῷ καὶ παρεκάλει | |
τῶν Ἑλλήνων συνεπιλαμβάνεσθαι καὶ συμπροθυμεῖσθαι | 172 | |
5 | πίστιν ἔχοντα μᾶλλον, ὅπως ἐν τοῖς στενοῖς ναυμαχήσω‐ | |
Them.12.8 | σιν. ὁ μὲν οὖν Ἀριστείδης ἐπαινέσας τὸν Θεμιστοκλέα τοὺς ἄλλους ἐπῄει στρατηγοὺς καὶ τριηράρχους, ἐπὶ τὴν μάχην παροξύνων. ἔτι δ’ ὅμως ἀπιστούντων, ἐφάνη Τη‐ νία τριήρης αὐτόμολος, ἧς ἐναυάρχει Παναίτιος, ἀπαγ‐ | |
5 | γέλλουσα τὴν κύκλωσιν, ὥστε καὶ θυμῷ τοὺς Ἕλληνας ὁρμῆσαι μετὰ τῆς ἀνάγκης πρὸς τὸν κίνδυνον. | |
Them.13.1 | Ἅμα δ’ ἡμέρᾳ Ξέρξης μὲν ἄνω καθῆστο, τὸν στόλον ἐποπτεύων καὶ τὴν παράταξιν, ὡς μὲν Φανόδη‐ μός (FGrH 325 F 24) φησιν ὑπὲρ τὸ Ἡράκλειον, ᾗ βραχεῖ πόρῳ διείργεται τῆς Ἀττικῆς ἡ νῆσος, ὡς δ’ Ἀκε‐ | |
5 | στόδωρος (FHG II 464) ἐν μεθορίᾳ τῆς Μεγαρίδος ὑπὲρ τῶν καλουμένων Κεράτων, χρυσοῦν δίφρον θέμενος καὶ γραμματεῖς πολλοὺς παραστησάμενος, ὧν ἔργον ἦν ἀπογράφεσθαι τὰ κατὰ τὴν μάχην πραττόμενα. | |
Them.13.2 | Θεμιστοκλεῖ δὲ παρὰ τὴν ναυαρχίδα τριήρη σφαγιαζο‐ μένῳ τρεῖς προσήχθησαν αἰχμάλωτοι, κάλλιστοι μὲν ἰδέ‐ σθαι τὴν ὄψιν, ἐσθῆτι δὲ καὶ χρυσῷ κεκοσμημένοι διαπρεπῶς. ἐλέγοντο δὲ Σανδάκης παῖδες εἶναι τῆς βασιλέως ἀδελφῆς | |
Them.13.3 | καὶ Ἀρταΰκτου. τούτους ἰδὼν Εὐφραντίδης ὁ μάντις, ὡς ἅμα μὲν ἀνέλαμψεν ἐκ τῶν ἱερῶν μέγα καὶ περιφανὲς πῦρ, ἅμα δὲ πταρμὸς ἐκ δεξιῶν ἐσήμηνε, τὸν Θεμιστο‐ κλέα δεξιωσάμενος ἐκέλευσε τῶν νεανίσκων κατάρξασθαι | |
5 | καὶ καθιερεῦσαι πάντας ὠμηστῇ Διονύσῳ προσευξάμε‐ νον· οὕτω γὰρ ἅμα σωτηρίαν καὶ νίκην ἔσεσθαι τοῖς | |
Them.13.4 | Ἕλλησιν. ἐκπλαγέντος δὲ τοῦ Θεμιστοκλέους ὡς μέγα | |
τὸ μάντευμα καὶ δεινόν, οἷον εἴωθεν ἐν μεγάλοις ἀγῶσι καὶ πράγμασι χαλεποῖς, μᾶλλον ἐκ τῶν παραλόγων ἢ τῶν εὐλόγων τὴν σωτηρίαν ἐλπίζοντες οἱ πολλοὶ τὸν | 173 | |
5 | θεὸν ἅμα κοινῇ κατεκαλοῦντο φωνῇ, καὶ τοὺς αἰχμαλώ‐ τους τῷ βωμῷ προσαγαγόντες ἠνάγκασαν, ὡς ὁ μάντις | |
Them.13.5 | ἐκέλευσε, τὴν θυσίαν συντελεσθῆναι. ταῦτα μὲν οὖν ἀνὴρ φιλόσοφος καὶ γραμμάτων οὐκ ἄπειρος ἱστορικῶν Φανίας ὁ Λέσβιος (FHG II 295) εἴρηκε. | |
Them.14.1 | Περὶ δὲ τοῦ πλήθους τῶν βαρβαρικῶν νεῶν Αἰ‐ σχύλος ὁ ποιητὴς ὡς ἂν εἰδὼς [καὶ] διαβεβαιούμενος ἐν [τραγῳδίᾳ] Πέρσαις (v. 336) λέγει ταῦτα· | |
3 | Ξέρξῃ δέ, καὶ γὰρ οἶδα, χιλιὰς μὲν ἦν | |
5 | ὧν ἦγε πλῆθος· αἱ δ’ ὑπέρκοποι τάχει ἑκατὸν δὶς ἦσαν ἑπτά θ’· ὧδ’ ἔχει λόγος. | |
6 | ||
Them.14.2 | τῶν δ’ Ἀττικῶν ἑκατὸν ὀγδοήκοντα τὸ πλῆθος οὐσῶν ἑκάστη τοὺς ἀπὸ καταστρώματος μαχομένους ὀκτωκαί‐ δεκα εἶχεν, ὧν τοξόται τέσσαρες ἦσαν, οἱ λοιποὶ δ’ ὁπλῖ‐ ται. | |
Them.14.3 | Δοκεῖ δ’ οὐχ ἧττον εὖ τὸν καιρὸν ὁ Θεμιστοκλῆς ἢ τὸν τόπον συνιδὼν καὶ φυλάξας, μὴ πρότερον ἀντιπρῴ‐ ρους καταστῆσαι ταῖς βαρβαρικαῖς τὰς τριήρεις, ἢ τὴν εἰωθυῖαν ὥραν παραγενέσθαι, τὸ πνεῦμα λαμπρὸν ἐκ | |
5 | πελάγους αἰεὶ καὶ κῦμα διὰ τῶν στενῶν κατάγουσαν· ὃ τὰς Ἑλληνικὰς μὲν οὐκ ἔβλαπτε ναῦς, ἁλιτενεῖς οὔσας καὶ ταπεινοτέρας, τὰς δὲ βαρβαρικὰς ταῖς τε πρύμναις ἀνεστώσας καὶ τοῖς καταστρώμασιν ὑψορόφους καὶ βα‐ | |
ρείας ἐπιφερομένας ἔσφαλλε προσπῖπτον καὶ παρεδίδου | 174 | |
10 | πλαγίας τοῖς Ἕλλησιν ὀξέως προσφερομένοις καὶ τῷ Θε‐ μιστοκλεῖ προσέχουσιν ὡς ὁρῶντι μάλιστα τὸ συμφέρον· ὅθεν κατ’ ἐκεῖνον ὁ Ξέρξου ναύαρχος Ἀριαμένης ναῦν ἔχων μεγάλην ὥσπερ ἀπὸ τείχους ἐτόξευε καὶ ἠκόντιζεν, ἀνὴρ ἀγαθὸς ὢν καὶ τῶν βασιλέως ἀδελφῶν πολὺ κρά‐ | |
Them.14.4 | τιστος καὶ δικαιότατος. τοῦτον μὲν οὖν Ἀμεινίας ὁ Δε‐ κελεὺς καὶ Σωκλῆς ὁ † Πελιεὺς ὁμοῦ πλέοντες, ὡς αἱ νῆες ἀντίπρῳροι προσπεσοῦσαι καὶ συνερείσασαι τοῖς χαλκώμασιν ἐνεσχέθησαν, ἐπιβαίνοντα τῆς αὐτῶν τριή‐ | |
5 | ρους ὑποστάντες καὶ τοῖς δόρασι τύπτοντες εἰς τὴν θά‐ λασσαν ἐξέβαλον, καὶ τὸ σῶμα μετὰ τῶν ἄλλων διαφε‐ ρόμενον ναυαγίων Ἀρτεμισία γνωρίσασα πρὸς Ξέρξην ἀνήνεγκεν. | |
Them.15.1 | Ἐν δὲ τούτῳ τοῦ ἀγῶνος ὄντος φῶς μὲν ἐκλάμψαι μέγα λέγουσιν Ἐλευσινόθεν, ἦχον δὲ καὶ φωνὴν τὸ Θριά‐ σιον κατέχειν πεδίον ἄχρι θαλάττης, ὡς ἀνθρώπων ὁμοῦ πολλῶν τὸν μυστικὸν ἐξαγόντων Ἴακχον. ἐκ δὲ τοῦ | |
5 | πλήθους τῶν φθεγγομένων κατὰ μικρὸν ἀπὸ γῆς ἀνα‐ φερόμενον νέφος ἔδοξεν αὖθις ὑπονοστεῖν καὶ κατασκή‐ | |
Them.15.2 | πτειν εἰς τὰς τριήρεις. ἕτεροι δὲ φάσματα καὶ εἴδωλα καθορᾶν ἔδοξαν ἐνόπλων ἀνδρῶν ἀπ’ Αἰγίνης τὰς χεῖρας ἀνεχόντων πρὸ τῶν Ἑλληνικῶν τριήρων, οὓς εἴκαζον Αἰακίδας εἶναι παρακεκλημένους εὐχαῖς πρὸ τῆς μάχης | |
Them.15.3 | ἐπὶ τὴν βοήθειαν. πρῶτος μὲν οὖν λαμβάνει ναῦν Λυκο‐ | |
μήδης, ἀνὴρ Ἀθηναῖος τριηραρχῶν, ἧς τὰ παράσημα | 175 | |
Them.15.4 | περικόψας ἀνέθηκεν Ἀπόλλωνι δαφνηφόρῳ Φλυῆσιν. οἱ δ’ ἄλλοι τοῖς βαρβάροις ἐξισούμενοι τὸ πλῆθος ἐν στενῷ κατὰ μέρος προσφερομένους καὶ περιπίπτοντας ἀλλήλοις ἐτρέψαντο μέχρι δείλης ἀντισχόντας, ὥσπερ εἴρηκε Σι‐ | |
5 | μωνίδης (fr. 83 B4), τὴν καλὴν ἐκείνην καὶ περιβόητον ἀράμενοι νίκην, ἧς οὔθ’ Ἕλλησιν οὔτε βαρβάροις ἐνάλιον ἔργον εἴργασται λαμπρότερον, ἀνδρείᾳ μὲν καὶ προθυμίᾳ κοινῇ τῶν ναυμαχησάντων, γνώμῃ δὲ καὶ δεινότητι τῇ Θεμιστοκλέους. | |
Them.16.1 | Μετὰ δὲ τὴν ναυμαχίαν Ξέρξης μὲν ἔτι θυμο‐ μαχῶν πρὸς τὴν ἀπότευξιν ἐπεχείρει διὰ χωμάτων ἐπά‐ γειν τὸ πεζὸν εἰς Σαλαμῖνα τοῖς Ἕλλησιν, ἐμφράξας τὸν | |
Them.16.2 | διὰ μέσου πόρον· Θεμιστοκλῆς δ’ ἀποπειρώμενος Ἀρι‐ στείδου λόγῳ γνώμην ἐποιεῖτο λύειν τὸ ζεῦγμα ταῖς ναυσὶν ἐπιπλεύσαντας εἰς Ἑλλήσποντον, ‘ὅπωσ‘ ἔφη ‘τὴν | |
Them.16.3 | Ἀσίαν ἐν τῇ Εὐρώπῃ λάβωμεν.‘ δυσχεραίνοντος δὲ τοῦ Ἀριστείδου καὶ λέγοντος ὅτι ‘νῦν μὲν τρυφῶντι τῷ βαρ‐ βάρῳ πεπολεμήκαμεν· ἐὰν δὲ κατακλείσωμεν εἰς τὴν Ἑλλάδα καὶ καταστήσωμεν εἰς ἀνάγκην ὑπὸ δέους ἄνδρα | |
5 | τηλικούτων δυνάμεων κύριον, οὐκέτι καθήμενος ὑπὸ σκιά‐ δι χρυσῇ θεάσεται τὴν μάχην ἐφ’ ἡσυχίας, ἀλλὰ πάντα τολμῶν καὶ πᾶσιν αὐτὸς παρὼν διὰ τὸν κίνδυνον ἐπαν‐ ορθώσεται τὰ παρειμένα καὶ βουλεύσεται βέλτιον ὑπὲρ | |
Them.16.4 | τῶν ὅλων. οὐ τὴν οὖσαν οὖν‘ ἔφη ‘δεῖ γέφυραν ὦ Θε‐ μιστόκλεις ἡμᾶς ἀναιρεῖν, ἀλλ’ ἑτέραν εἴπερ οἷόν τε προσκατασκευάσαντας ἐκβαλεῖν διὰ τάχους τὸν ἄνθρω‐ πον ἐκ τῆς Εὐρώπησ‘, ‘οὐκοῦν‘ εἶπεν ὁ Θεμιστοκλῆς | |
5 | ‘εἰ δοκεῖ ταῦτα συμφέρειν, ὥρα σκοπεῖν καὶ μηχανᾶσθαι πάντας ἡμᾶς, ὅπως ἀπαλλαγήσεται τὴν ταχίστην ἐκ τῆς Ἑλλάδος.‘ | 176 |
Them.16.5 | Ἐπεὶ δὲ ταῦτ’ ἔδοξεν, ἔπεμπέ τινα τῶν βασιλικῶν εὐνούχων ἐν τοῖς αἰχμαλώτοις ἀνευρὼν Ἀρνάκην ὄνομα, φράζειν βασιλεῖ κελεύσας ὅτι τοῖς μὲν Ἕλλησι δέδοκται τῷ ναυτικῷ κεκρατηκότας ἀναπλεῖν εἰς τὸν Ἑλλήσ‐ | |
5 | ποντον ἐπὶ τὸ ζεῦγμα καὶ λύειν τὴν γέφυραν, Θε‐ μιστοκλῆς δὲ κηδόμενος βασιλέως παραινεῖ σπεύδειν ἐπὶ τὴν αὑτοῦ [θάλατταν] καὶ περαιοῦσθαι, μέχρις αὐτὸς ἐμποιεῖ τινας διατριβὰς τοῖς συμμάχοις καὶ μελλήσεις | |
Them.16.6 | πρὸς τὴν δίωξιν. ταῦθ’ ὁ βάρβαρος ἀκούσας καὶ γενό‐ μενος περίφοβος, διὰ τάχους ἐποιεῖτο τὴν ἀναχώρησιν, καὶ πεῖραν ἡ Θεμιστοκλέους καὶ Ἀριστείδου φρόνησις ἐν Μαρδονίῳ παρέσχεν, εἴγε πολλοστημορίῳ τῆς Ξέρξου | |
5 | δυνάμεως διαγωνισάμενοι Πλαταιᾶσιν εἰς τὸν περὶ τῶν ὅλων κίνδυνον κατέστησαν. | |
Them.17.1 | Πόλεων μὲν οὖν τὴν Αἰγινητῶν ἀριστεῦσαί φησιν Ἡρόδοτος (8, 93), Θεμιστοκλεῖ δὲ καίπερ ἄκοντες ὑπὸ | |
Them.17.2 | φθόνου τὸ πρωτεῖον ἀπέδοσαν ἅπαντες. ἐπεὶ γὰρ ἀνα‐ χωρήσαντες εἰς τὸν Ἰσθμὸν ἀπὸ τοῦ βωμοῦ τὴν ψῆφον ἔφερον οἱ στρατηγοί, πρῶτον μὲν ἕκαστος αὑτὸν ἀπέ‐ | |
Them.17.3 | φαινεν ἀρετῇ, δεύτερον δὲ μεθ’ αὑτὸν Θεμιστοκλέα. Λα‐ κεδαιμόνιοι δ’ εἰς τὴν Σπάρτην αὐτὸν καταγαγόντες, Εὐρυβιάδῃ μὲν ἀνδρείας, ἐκείνῳ δὲ σοφίας ἀριστεῖον ἔδοσαν θαλλοῦ στέφανον, καὶ τῶν κατὰ τὴν πόλιν ἁρμά‐ | |
5 | των τὸ πρωτεῦον ἐδωρήσαντο καὶ τριακοσίους τῶν νέων | 177 |
Them.17.4 | πομποὺς ἄχρι τῶν ὅρων συνεξέπεμψαν. λέγεται δ’ Ὀλυμ‐ πίων τῶν ἑξῆς ἀγομένων, καὶ παρελθόντος εἰς τὸ στά‐ διον τοῦ Θεμιστοκλέους, ἀμελήσαντας τῶν ἀγωνιστῶν τοὺς παρόντας ὅλην τὴν ἡμέραν ἐκεῖνον θεᾶσθαι καὶ | |
5 | τοῖς ξένοις ἐπιδεικνύειν ἅμα θαυμάζοντας καὶ κροτοῦντας, ὥστε καὶ αὐτὸν ἡσθέντα πρὸς τοὺς φίλους ὁμολογῆσαι τὸν καρπὸν ἀπέχειν τῶν ὑπὲρ τῆς Ἑλλάδος αὐτῷ πονη‐ θέντων. | |
Them.18.1 | Καὶ γὰρ ἦν τῇ φύσει φιλοτιμότατος, εἰ δεῖ τε‐ κμαίρεσθαι διὰ τῶν ἀπομνημονευομένων. αἱρεθεὶς γὰρ ναύαρχος ὑπὸ τῆς πόλεως, οὐδὲν οὔτε τῶν ἰδίων οὔτε τῶν κοινῶν κατὰ μέρος ἐχρημάτιζεν, ἀλλὰ πᾶν ἀνεβάλ‐ | |
5 | λετο τὸ προσπῖπτον εἰς τὴν ἡμέραν ἐκείνην καθ’ ἣν ἐκπλεῖν ἔμελλεν, ἵν’ ὁμοῦ πολλὰ πράττων πράγματα καὶ παντοδαποῖς ἀνθρώποις ὁμιλῶν μέγας εἶναι δοκῇ καὶ πλεῖστον δύνασθαι. | |
Them.18.2 | Τῶν δὲ νεκρῶν τοὺς ἐκπεσόντας ἐπισκοπῶν παρὰ τὴν θάλατταν, ὡς εἶδε περικειμένους ψέλια χρυσᾶ καὶ στρεπ‐ τούς, αὐτὸς μὲν παρῆλθε, τῷ δ’ ἑπομένῳ φίλῳ δείξας εἶπεν· ‘ἀνελοῦ σαυτῷ· σὺ γὰρ οὐκ εἶ Θεμιστοκλῆς.‘ | |
Them.18.3 | Πρὸς δέ τινα τῶν καλῶν γεγονότων Ἀντιφάτην, ὑπερ‐ ηφάνως αὐτῷ κεχρημένον πρότερον, ὕστερον δὲ θερα‐ πεύοντα διὰ τὴν δόξαν ‘ὦ μειράκιον‘ εἶπεν, ‘ὀψὲ μέν, ἀμφότεροι δ’ ὁμοῦ νοῦν ἐσχήκαμεν.‘ | |
Them.18.4 | Ἔλεγε δὲ τοὺς Ἀθηναίους οὐ τιμᾶν αὐτὸν οὐδὲ θαυ‐ | |
μάζειν, ἀλλ’ ὥσπερ πλατάνῳ χειμαζομένους μὲν ὑπο‐ τρέχειν [κινδυνεύοντας], εὐδίας δὲ περὶ αὐτοὺς γενομένης τίλλειν καὶ κολούειν. | 178 | |
Them.18.5 | Τοῦ δὲ Σεριφίου πρὸς αὐτὸν εἰπόντος ὡς οὐ δι’ αὑτὸν ἔσχηκε δόξαν, ἀλλὰ διὰ τὴν πόλιν, ‘ἀληθῆ λέγεισ‘ εἶπεν· ‘ἀλλ’ οὔτ’ ἂν ἐγὼ Σερίφιος ὢν ἐγενόμην ἔνδοξος, οὔτε σὺ Ἀθηναῖος.‘ | |
Them.18.6 | Ἑτέρου δέ τινος τῶν στρατηγῶν, ὡς ἔδοξέ τι χρήσιμον διαπεπρᾶχθαι τῇ πόλει, θρασυνομένου πρὸς τὸν Θεμι‐ στοκλέα καὶ τὰς ἑαυτοῦ ταῖς ἐκείνου πράξεσιν ἀντιπαρα‐ βάλλοντος, ἔφη τῇ ἑορτῇ τὴν ὑστεραίαν ἐρίσαι, λέγουσαν | |
5 | ὡς ἐκείνη μὲν ἀσχολιῶν τε μεστὴ καὶ κοπώδης ἐστίν, ἐν αὐτῇ δὲ πάντες ἀπολαύουσι τῶν παρεσκευασμένων σχολάζοντες· τὴν δ’ ἑορτὴν πρὸς ταῦτ’ εἰπεῖν· ‘ἀληθῆ λέγεις· ἀλλ’ ἐμοῦ μὴ γενομένης σὺ οὐκ ἂν ἦσθα·‘ ‘κἀμοῦ τοίνυν‘ ἔφη ‘τότε μὴ γενομένου, ποῦ ἂν ἦτε νῦν ὑμεῖς;‘ | |
Them.18.7 | Τὸν δ’ υἱὸν ἐντρυφῶντα τῇ μητρὶ καὶ δι’ ἐκείνην ἑαυτῷ σκώπτων ἔλεγε πλεῖστον τῶν Ἑλλήνων δύνασθαι· τοῖς μὲν γὰρ Ἕλλησιν ἐπιτάσσειν Ἀθηναίους, Ἀθηναίοις δ’ ἑαυτόν, αὑτῷ δὲ τὴν ἐκείνου μητέρα, τῇ μητρὶ δ’ ἐκεῖ‐ | |
5 | νον. | |
Them.18.8 | Ἴδιος δέ τις ἐν πᾶσι βουλόμενος εἶναι, χωρίον μὲν πιπράσκων ἐκέλευε κηρύττειν ὅτι καὶ γείτονα χρηστὸν | |
Them.18.9 | ἔχει· τῶν δὲ μνωμένων αὐτοῦ τὴν θυγατέρα τὸν ἐπιεικῆ τοῦ πλουσίου προκρίνας, ἔφη ζητεῖν ἄνδρα χρημάτων δεόμενον μᾶλλον ἢ χρήματα ἀνδρός. ἐν μὲν οὖν τοῖς | |
ἀποφθέγμασι τοιοῦτός τις ἦν. | 179 | |
Them.19.1 | Γενόμενος δ’ ἀπὸ τῶν πράξεων ἐκείνων, εὐθὺς ἐπεχείρει τὴν πόλιν ἀνοικοδομεῖν καὶ τειχίζειν, ὡς μὲν ἱστορεῖ Θεόπομπος (FGrH 115 F 85) χρήμασι πείσας μὴ ἐναντιωθῆναι τοὺς ἐφόρους, ὡς δ’ οἱ πλεῖστοι, παρακρου‐ | |
Them.19.2 | σάμενος. ἧκε μὲν γὰρ εἰς Σπάρτην ὄνομα πρεσβείας ἐπιγραψάμενος· ἐγκαλούντων δὲ τῶν Σπαρτιατῶν ὅτι τει‐ χίζουσι τὸ ἄστυ, καὶ Πολυάρχου κατηγοροῦντος ἐπίτη‐ δες ἐξ Αἰγίνης ἀποσταλέντος, ἠρνεῖτο καὶ πέμπειν ἐκέ‐ | |
5 | λευεν εἰς Ἀθήνας τοὺς κατοψομένους, ἅμα μὲν ἐμβάλλων τῷ τειχισμῷ χρόνον ἐκ τῆς διατριβῆς, ἅμα δὲ βουλό‐ μενος ἀνθ’ αὑτοῦ τοὺς πεμπομένους ὑπάρχειν τοῖς Ἀθη‐ | |
Them.19.3 | ναίοις. ὃ καὶ συνέβη· γνόντες γὰρ οἱ Λακεδαιμόνιοι τὸ ἀληθὲς οὐκ ἠδίκησαν αὐτόν, ἀλλ’ ἀδήλως χαλεπαίνοντες ἀπέπεμψαν. ἐκ δὲ τούτου τὸν Πειραιᾶ κατεσκεύαζε, τὴν τῶν λιμένων εὐφυΐαν κατανοήσας καὶ τὴν πόλιν ὅλην | |
5 | ἁρμοττόμενος πρὸς τὴν θάλατταν, καὶ τρόπον τινὰ τοῖς παλαιοῖς βασιλεῦσι τῶν Ἀθηναίων ἀντιπολιτευόμενος. | |
Them.19.4 | ἐκεῖνοι μὲν γὰρ ὡς λέγεται πραγματευόμενοι τοὺς πολί‐ τας ἀποσπάσαι τῆς θαλάττης, καὶ συνεθίσαι ζῆν μὴ πλέοντας, ἀλλὰ τὴν χώραν φυτεύοντας, τὸν περὶ τῆς Ἀθηνᾶς διέδοσαν λόγον, ὡς ἐρίσαντα περὶ τῆς χώρας | |
5 | Ποσειδῶνα δείξασα τὴν μορίαν τοῖς δικασταῖς ἐνίκησεν. Θεμιστοκλῆς δ’ οὐχ, ὥσπερ Ἀριστοφάνης ὁ κωμικός (eq. 815) φησι, τῇ πόλει ‘τὸν Πειραιᾶ προσέμαξεν‘, ἀλλὰ τὴν πόλιν ἐξῆψε τοῦ Πειραιῶς καὶ τὴν γῆν τῆς | |
Them.19.5 | θαλάττης· ᾧ καὶ τὸν δῆμον ηὔξησε κατὰ τῶν ἀρίστων καὶ θράσους ἐνέπλησεν, εἰς ναύτας καὶ κελευστὰς καὶ | |
Them.19.6 | κυβερνήτας τῆς δυνάμεως ἀφικομένης. διὸ καὶ τὸ βῆμα | |
τὸ ἐν Πυκνὶ πεποιημένον ὥστ’ ἀποβλέπειν πρὸς τὴν θάλατταν ὕστερον οἱ τριάκοντα πρὸς τὴν χώραν ἀπέ‐ στρεψαν, οἰόμενοι τὴν μὲν κατὰ θάλατταν ἀρχὴν γένεσιν | 180 | |
5 | εἶναι δημοκρατίας, ὀλιγαρχίᾳ δ’ ἧττον δυσχεραίνειν τοὺς γεωργοῦντας. | |
Them.20.1 | Θεμιστοκλῆς δὲ καὶ μεῖζόν τι περὶ τῆς ναυτικῆς διενοήθη δυνάμεως. ἐπεὶ γὰρ ὁ τῶν Ἑλλήνων στόλος ἀπηλλαγμένου Ξέρξου κατῆρεν εἰς Παγασὰς καὶ διεχεί‐ μαζε, δημηγορῶν ἐν τοῖς Ἀθηναίοις ἔφη τινα πρᾶξιν | |
5 | ἔχειν ὠφέλιμον μὲν αὐτοῖς καὶ σωτήριον, ἀπόρρητον δὲ | |
Them.20.2 | πρὸς τοὺς πολλούς. τῶν δ’ Ἀθηναίων Ἀριστείδῃ φράσαι μόνῳ κελευόντων, κἂν ἐκεῖνος δοκιμάσῃ, περαίνειν, ὁ μὲν Θεμιστοκλῆς ἔφρασε τῷ Ἀριστείδῃ τὸ νεώριον ἐμ‐ πρῆσαι διανοεῖσθαι τῶν Ἑλλήνων· ὁ δ’ Ἀριστείδης εἰς | |
5 | τὸν δῆμον προελθὼν ἔφη τῆς πράξεως ἣν διανοεῖται πράττειν ὁ Θεμιστοκλῆς μηδεμίαν εἶναι μήτε λυσιτελε‐ στέραν μήτ’ ἀδικωτέραν. οἱ μὲν οὖν Ἀθηναῖοι διὰ ταῦτα παύσασθαι τῷ Θεμιστοκλεῖ προσέταξαν. | |
Them.20.3 | Ἐν δὲ τοῖς Ἀμφικτυονικοῖς συνεδρίοις τῶν Λακεδαι‐ μονίων εἰσηγουμένων ὅπως ἀπείργωνται τῆς Ἀμφικτυο‐ νίας αἱ μὴ συμμαχήσασαι κατὰ τοῦ Μήδου πόλεις, φο‐ βηθεὶς μὴ Θετταλοὺς καὶ Ἀργείους, ἔτι δὲ Θηβαίους | |
5 | ἐκβαλόντες τοῦ συνεδρίου παντελῶς ἐπικρατήσωσι τῶν ψήφων καὶ γένηται τὸ δοκοῦν ἐκείνοις, συνεῖπε ταῖς πόλεσι καὶ μετέθηκε τὰς γνώμας τῶν πυλαγόρων, δι‐ δάξας ὡς τριάκοντα καὶ μία μόναι πόλεις εἰσὶν αἱ τοῦ πολέμου μετασχοῦσαι, καὶ τούτων αἱ πλείους παντά‐ | |
Them.20.4 | πασι μικραί· δεινὸν οὖν εἰ τῆς ἄλλης Ἑλλάδος ἐκσπόνδου γενομένης ἐπὶ ταῖς μεγίσταις δυσὶν ἢ τρισὶ πόλεσιν | |
ἔσται τὸ συνέδριον. ἐκ τούτου μὲν οὖν μάλιστα τοῖς Λα‐ κεδαιμονίοις προσέκρουσε· διὸ καὶ τὸν Κίμωνα προῆγον | 181 | |
5 | ταῖς τιμαῖς, ἀντίπαλον ἐν τῇ πολιτείᾳ τῷ Θεμιστοκλεῖ καθιστάντες. | |
Them.21.1 | Ἦν δὲ καὶ τοῖς συμμάχοις ἐπαχθὴς περιπλέων τε τὰς νήσους καὶ χρηματιζόμενος ἀπ’ αὐτῶν· οἷα καὶ πρὸς Ἀνδρίους ἀργύριον αἰτοῦντά φησιν αὐτὸν Ἡρό‐ | |
Them.21.2 | δοτος (8, 111) εἰπεῖν τε καὶ ἀκοῦσαι. δύο γὰρ ἥκειν ἔφη θεοὺς κομίζων, Πειθὼ καὶ Βίαν· οἱ δ’ ἔφασαν εἶναι καὶ παρ’ αὐτοῖς θεοὺς μεγάλους δύο, Πενίαν καὶ Ἀπορίαν, | |
Them.21.3 | ὑφ’ ὧν κωλύεσθαι δοῦναι χρήματα ἐκείνῳ. Τιμοκρέων δ’ ὁ Ῥόδιος μελοποιὸς ἐν ᾄσματι καθάπτεται πικρότερον τοῦ Θεμιστοκλέους, ὡς ἄλλους μὲν ἐπὶ χρήμασι φυγάδας διαπραξαμένου κατελθεῖν, αὐτὸν δὲ ξένον ὄντα καὶ φί‐ | |
Them.21.4 | λον προεμένου δι’ ἀργύριον. λέγει δ’ οὕτως (fg. 1 D.)· | |
1 | ἀλλ’ εἰ τύ γα Παυσανίαν ἢ καὶ τύ γα Ξάνθιππον αἰνεῖς ἢ τύ γα Λευτυχίδαν, ἐγὼ δ’ Ἀριστείδαν ἐπαινέω ἄνδρ’ ἱερᾶν ἀπ’ Ἀθανᾶν | |
5 | ἐλθεῖν ἕνα λῷστον· ἐπεὶ Θεμιστοκλέα γ’ ἤχθαρε Λατώ, ψεύσταν, ἄδικον, προδόταν, ὃς Τιμοκρέοντα ξεῖνον ἐόντα ἀργυρίοισι κυβαλικοῖσι πεισθεὶς οὐ κατᾶγεν εἰς πατρίδα Ἰάλυσον, | |
10 | λαβὼν δὲ τρί’ ἀργυρίου τάλαντ’ ἔβα πλέων εἰς ὄλεθρον, τοὺς μὲν κατάγων ἀδίκως, τοὺς δ’ ἐκδιώκων, τοὺς δὲ | |
καίνων. ἀργυρίου δ’ ὑπόπλεως, Ἰσθμοῖ γελοίως πανδόκευε | 182 | |
15 | ψυχρὰ κρέα παρέχων· οἱ δ’ ἤσθιον κηὔχοντο μὴ ὥραν Θεμιστοκλέος γενέσθαι. | |
17 | ||
Them.21.5 | πολὺ δ’ ἀσελγεστέρᾳ καὶ ἀναπεπταμένῃ μᾶλλον εἰς τὸν Θεμιστοκλέα βλασφημίᾳ κέχρηται μετὰ τὴν φυγὴν αὐτοῦ καὶ τὴν καταδίκην ὁ Τιμοκρέων, ᾆσμα ποιήσας οὗ ἐστιν ἀρχή (fg. 2 D.)· | |
4 | ||
Them.21.6 | Μοῦσα τοῦδε τοῦ μέλεος κλέος ἀν’ Ἕλλανας τίθει, ὡς ἐοικὸς καὶ δίκαιον. | |
3 | ||
Them.21.7 | λέγεται δ’ ὁ Τιμοκρέων ἐπὶ μηδισμῷ φυγεῖν συγκατα‐ ψηφισαμένου τοῦ Θεμιστοκλέους. ὡς οὖν ὁ Θεμιστοκλῆς αἰτίαν ἔσχε μηδίζειν, ταῦτ’ ἐποίησεν εἰς αὐτόν (fg. 3 D.)· | |
3 | οὐκ ἄρα Τιμοκρέων μόνος | |
5 | Μήδοισιν ὁρκιατομεῖ, ἀλλ’ ἐντὶ κἆλλοι δὴ πονηροί· οὐκ ἐγὼ μόνα κόλουρις· ἐντὶ κἆλλαι ἀλώπεκες. | |
8 | ||
Them.22.1 | Ἤδη δὲ καὶ τῶν πολιτῶν διὰ τὸ φθονεῖν ἡδέως τὰς διαβολὰς προσιεμένων, ἠναγκάζετο λυπηρὸς εἶναι τῶν αὑτοῦ πράξεων πολλάκις ἐν τῷ δήμῳ μνημονεύων, καὶ πρὸς τοὺς δυσχεραίνοντας ‘τί κοπιᾶτε‘ εἶπεν ‘ὑπὸ | |
Them.22.2 | τῶν αὐτῶν πολλάκις εὖ πάσχοντες;‘ ἠνίασε δὲ τοὺς πολλοὺς καὶ τὸ τῆς Ἀρτέμιδος ἱερὸν εἱσάμενος, ἣν Ἀρι‐ στοβούλην μὲν προσηγόρευσεν ὡς ἄριστα τῇ πόλει καὶ τοῖς Ἕλλησι βουλευσάμενος, πλησίον δὲ τῆς οἰκίας κατε‐ | 183 |
5 | σκεύασεν ἐν Μελίτῃ τὸ ἱερόν, οὗ νῦν τὰ σώματα τῶν θανατουμένων οἱ δήμιοι προβάλλουσι καὶ τὰ ἱμάτια καὶ τοὺς βρόχους τῶν ἀπαγχομένων καὶ καθαιρεθέντων ἐκ‐ | |
Them.22.3 | φέρουσιν. ἔκειτο δὲ καὶ τοῦ Θεμιστοκλέους εἰκόνιον ἐν τῷ ναῷ τῆς Ἀριστοβούλης ἔτι καθ’ ἡμᾶς, καὶ φαίνεταί τις οὐ τὴν ψυχὴν μόνον, ἀλλὰ καὶ τὴν ὄψιν ἡρωικὸς γε‐ νόμενος. | |
Them.22.4 | Τὸν μὲν οὖν ἐξοστρακισμὸν ἐποιήσαντο κατ’ αὐτοῦ, κολούοντες τὸ ἀξίωμα καὶ τὴν ὑπεροχήν, ὥσπερ εἰώθε‐ σαν ἐπὶ πάντων οὓς ᾤοντο τῇ δυνάμει βαρεῖς καὶ πρὸς | |
Them.22.5 | ἰσότητα δημοκρατικὴν ἀσυμμέτρους εἶναι. κόλασις γὰρ οὐκ ἦν ὁ ἐξοστρακισμός, ἀλλὰ παραμυθία φθόνου καὶ κουφισμός, ἡδομένου τῷ ταπεινοῦν τοὺς ὑπερέχοντας καὶ τὴν δυσμένειαν εἰς ταύτην τὴν ἀτιμίαν ἀποπνέοντος. | |
Them.23.1 | Ἐκπεσόντος δὲ τῆς πόλεως αὐτοῦ καὶ διατρίβον‐ τος ἐν Ἄργει, τὰ περὶ Παυσανίαν συμπεσόντα κατ’ ἐκεί‐ νου παρέσχε τοῖς ἐχθροῖς ἀφορμάς. ὁ δὲ γραψάμενος αὐτὸν προδοσίας Λεωβώτης ἦν ὁ Ἀλκμαίωνος Ἀγρυλῆ‐ | |
Them.23.2 | θεν, ἅμα συνεπαιτιωμένων τῶν Σπαρτιατῶν. ὁ γὰρ Παυ‐ σανίας πράττων ἐκεῖνα δὴ τὰ περὶ τὴν προδοσίαν, πρό‐ τερον μὲν ἀπεκρύπτετο τὸν Θεμιστοκλέα καίπερ ὄντα φίλον· ὡς δ’ εἶδεν ἐκπεπτωκότα τῆς πολιτείας καὶ φέ‐ | |
5 | ροντα χαλεπῶς, ἐθάρρησεν ἐπὶ τὴν κοινωνίαν τῶν πρασ‐ | |
σομένων παρακαλεῖν, γράμματα τοῦ βασιλέως ἐπιδεικνύ‐ μενος αὐτῷ καὶ παροξύνων ἐπὶ τοὺς Ἕλληνας ὡς πο‐ | 184 | |
Them.23.3 | νηροὺς καὶ ἀχαρίστους. ὁ δὲ τὴν μὲν δέησιν ἀπετρίψατο τοῦ Παυσανίου καὶ τὴν κοινωνίαν ὅλως ἀπείπατο, πρὸς οὐδένα δὲ τοὺς λόγους ἐξήνεγκεν οὐδὲ κατεμήνυσε τὴν πρᾶξιν, εἴτε παύσεσθαι προσδοκῶν αὐτόν, εἴτ’ ἄλλως | |
5 | καταφανῆ γενήσεσθαι σὺν οὐδενὶ λογισμῷ πραγμάτων | |
Them.23.4 | ἀτόπων καὶ παραβόλων ὀρεγόμενον. οὕτω δὲ τοῦ Παυ‐ σανίου θανατωθέντος, ἐπιστολαί τινες ἀνευρεθεῖσαι καὶ γράμματα περὶ τούτων εἰς ὑποψίαν ἐνέβαλον τὸν Θεμι‐ στοκλέα, καὶ κατεβόων μὲν αὐτοῦ Λακεδαιμόνιοι, κατη‐ | |
5 | γόρουν δ’ οἱ φθονοῦντες τῶν πολιτῶν, οὐ παρόντος, ἀλλὰ διὰ γραμμάτων ἀπολογουμένου μάλιστα ταῖς προ‐ | |
Them.23.5 | τέραις κατηγορίαις· διαβαλλόμενος γὰρ ὑπὸ τῶν ἐχθρῶν πρὸς τοὺς πολίτας ὡς ἄρχειν μὲν αἰεὶ ζητῶν, ἄρχε‐ σθαι δὲ μὴ πεφυκὼς μηδὲ βουλόμενος, οὐκ ἄν ποτε βαρβάροις αὑτὸν οὐδὲ πολεμίοις ἀποδόσθαι μετὰ τῆς | |
Them.23.6 | Ἑλλάδος. οὐ μὴν ἀλλὰ συμπεισθεὶς ὑπὸ τῶν κατηγο‐ ρούντων ὁ δῆμος ἔπεμψεν ἄνδρας οἷς εἴρητο συλλαμβά‐ νειν καὶ ἀνάγειν αὐτὸν κριθησόμενον ἐν τοῖς Ἕλλησιν. | |
Them.24.1 | Προαισθόμενος δ’ ἐκεῖνος εἰς Κέρκυραν διεπέρα‐ σεν, οὔσης αὐτῷ πρὸς τὴν πόλιν εὐεργεσίας. γενόμενος γὰρ αὐτῶν κριτὴς πρὸς Κορινθίους ἐχόντων διαφοράν, ἔλυσε τὴν ἔχθραν εἴκοσι τάλαντα κρίνας τοὺς Κοριν‐ | |
5 | θίους καταβαλεῖν καὶ Λευκάδα κοινῇ νέμειν ἀμφοτέρων | |
Them.24.2 | ἄποικον. ἐκεῖθεν δ’ εἰς Ἤπειρον ἔφυγε, καὶ διωκόμενος ὑπὸ τῶν Ἀθηναίων καὶ τῶν Λακεδαιμονίων, ἔρριψεν ἑαυτὸν εἰς ἐλπίδας χαλεπὰς καὶ ἀπόρους, καταφυγὼν πρὸς Ἄδμητον, ὃς βασιλεὺς μὲν ἦν Μολοσσῶν, δεηθεὶς | |
5 | δέ τι τῶν Ἀθηναίων καὶ προπηλακισθεὶς ὑπὸ τοῦ Θεμι‐ στοκλέους, ὅτ’ ἤκμαζεν ἐν τῇ πολιτείᾳ, δι’ ὀργῆς εἶχεν | 185 |
Them.24.3 | αὐτὸν αἰεί, καὶ δῆλος ἦν εἰ λάβοι τιμωρησόμενος. ἐν δὲ τῇ τότε τύχῃ μᾶλλον ὁ Θεμιστοκλῆς φοβηθεὶς συγγενῆ καὶ πρόσφατον φθόνον ὀργῆς παλαιᾶς καὶ βασιλικῆς, ταύτῃ φέρων ὑπέθηκεν ἑαυτόν, ἱκέτης τοῦ Ἀδμήτου | |
Them.24.4 | καταστὰς ἴδιόν τινα καὶ παρηλλαγμένον τρόπον. ἔχων γὰρ αὐτοῦ τὸν υἱὸν ὄντα παῖδα πρὸς τὴν ἑστίαν προσ‐ έπεσε, ταύτην μεγίστην καὶ μόνην σχεδὸν ἀναντίρρητον | |
Them.24.5 | ἡγουμένων ἱκεσίαν τῶν Μολοσσῶν. ἔνιοι μὲν οὖν Φθίαν τὴν γυναῖκα τοῦ βασιλέως λέγουσιν ὑποθέσθαι τῷ Θε‐ μιστοκλεῖ τὸ ἱκέτευμα τοῦτο καὶ τὸν υἱὸν ἐπὶ τὴν ἑστίαν καθίσαι μετ’ αὐτοῦ· τινὲς δ’ αὐτὸν τὸν Ἄδμητον, ὡς | |
5 | ἀφοσιώσαιτο πρὸς τοὺς διώκοντας τὴν ἀνάγκην δι’ ἣν οὐκ ἐκδίδωσι τὸν ἄνδρα, διαθεῖναι καὶ συντραγῳδῆσαι | |
Them.24.6 | τὴν ἱκεσίαν. ἐκεῖ δ’ αὐτῷ τὴν γυναῖκα καὶ τοὺς παῖδας ἐκκλέψας ἐκ τῶν Ἀθηνῶν Ἐπικράτης ὁ Ἀχαρνεὺς ἀπέ‐ στειλεν· ὃν ἐπὶ τούτῳ Κίμων ὕστερον κρίνας ἐθανάτωσεν, | |
Them.24.7 | ὡς ἱστορεῖ Στησίμβροτος (FGrH 107 F 3). εἶτ’ οὐκ οἶδ’ ὅπως ἐπιλαθόμενος τούτων, ἢ τὸν Θεμιστοκλέα ποιῶν ἐπιλαθόμενον, πλεῦσαί φησιν εἰς Σικελίαν καὶ παρ’ Ἱέρωνος αἰτεῖν τοῦ τυράννου τὴν θυγατέρα πρὸς | |
5 | γάμον, ὑπισχνούμενον αὐτῷ τοὺς Ἕλληνας ὑπηκόους ποιήσειν· ἀποτριψαμένου δὲ τοῦ Ἱέρωνος, οὕτως εἰς τὴν Ἀσίαν ἀπᾶραι. | |
Them.25.1 | Ταῦτα δ’ οὐκ εἰκός ἐστιν οὕτω γενέσθαι. Θεό‐ φραστος (fr. 126 W.) γὰρ ἐν τοῖς Περὶ βασιλείας ἱστορεῖ τὸν Θεμιστοκλέα, πέμψαντος εἰς Ὀλυμπίαν Ἱέρωνος ἵπ‐ πους ἀγωνιστὰς καὶ σκηνήν τινα κατεσκευασμένην πολυ‐ | |
5 | τελῶς στήσαντος, εἰπεῖν ἐν τοῖς Ἕλλησι λόγον, ὡς χρὴ | |
τὴν σκηνὴν διαρπάσαι τοῦ τυράννου καὶ κωλῦσαι τοὺς | 186 | |
Them.25.2 | ἵππους ἀγωνίσασθαι. Θουκυδίδης (1, 137, 2) δ’ ἐκπλεῦ‐ σαί φησιν αὐτὸν ἐπὶ τὴν ἑτέραν καταβάντα θάλατταν ἀπὸ Πύδνης, οὐδενὸς εἰδότος ὅστις εἴη τῶν πλεόντων, μέχρι οὗ πνεύματι τῆς ὁλκάδος εἰς Νάξον καταφερομέ‐ | |
5 | νης ὑπ’ Ἀθηναίων πολιορκουμένην τότε, φοβηθεὶς ἀνα‐ δείξειεν ἑαυτὸν τῷ τε ναυκλήρῳ καὶ τῷ κυβερνήτῃ, καὶ τὰ μὲν δεόμενος, τὰ δ’ ἀπειλῶν καὶ λέγων ὅτι κατηγο‐ ρήσοι καὶ καταψεύσοιτο πρὸς τοὺς Ἀθηναίους, ὡς οὐκ ἀγνοοῦντες, ἀλλὰ χρήμασι πεισθέντες ἐξ ἀρχῆς ἀναλά‐ | |
10 | βοιεν αὐτόν, οὕτως ἀναγκάσειε παραπλεῦσαι καὶ λαβέ‐ | |
Them.25.3 | σθαι τῆς Ἀσίας. τῶν δὲ χρημάτων αὐτῷ πολλὰ μὲν ὑπεκκλαπέντα διὰ τῶν φίλων εἰς Ἀσίαν ἔπλει, τῶν δὲ φανερῶν γενομένων καὶ συναχθέντων εἰς τὸ δημόσιον Θεόπομπος (FGrH 115 F 86) μὲν ἑκατὸν τάλαντα, Θεό‐ | |
5 | φραστος δ’ ὀγδοήκοντά φησι γενέσθαι τὸ πλῆθος, οὐδὲ τριῶν ἄξια ταλάντων κεκτημένου τοῦ Θεμιστοκλέους πρὶν ἅπτεσθαι τῆς πολιτείας. | |
Them.26.1 | Ἐπεὶ δὲ κατέπλευσεν εἰς Κύμην καὶ πολλοὺς ᾔσθετο τῶν ἐπὶ θαλάττῃ παραφυλάττοντας αὐτὸν λαβεῖν, μάλιστα δὲ τοὺς περὶ Ἐργοτέλη καὶ Πυθόδωρον—ἦν γὰρ ἡ θήρα λυσιτελὴς τοῖς γε τὸ κερδαίνειν ἀπὸ παντὸς | |
5 | ἀγαπῶσι, διακοσίων ἐπικεκηρυγμένων αὐτῷ ταλάντων ὑπὸ τοῦ βασιλέως—ἔφυγεν εἰς Αἰγάς, Αἰολικὸν πολι‐ σμάτιον, ὑπὸ πάντων ἀγνοούμενος πλὴν τοῦ ξένου Νικο‐ γένους, ὃς Αἰολέων πλείστην οὐσίαν ἐκέκτητο καὶ τοῖς | |
Them.26.2 | ἄνω δυνατοῖς γνώριμος ὑπῆρχε. παρὰ τούτῳ κρυπτόμε‐ νος ἡμέρας ὀλίγας διέτριψεν· εἶτα μετὰ τὸ δεῖπνον ἐκ θυσίας τινὸς Ὄλβιος ὁ τῶν τέκνων τοῦ Νικογένους παι‐ δαγωγὸς ἔκφρων γενόμενος καὶ θεοφόρητος ἀνεφώνησεν | |
5 | ἐν μέτρῳ ταυτί· Νυκτὶ φωνήν, νυκτὶ βουλήν, νυκτὶ τὴν νίκην δίδου, | 187 |
Them.26.3 | καὶ μετὰ ταῦτα κατακοιμηθεὶς ὁ Θεμιστοκλῆς ὄναρ ἔδο‐ ξεν ἰδεῖν δράκοντα κατὰ τῆς γαστρὸς αὐτοῦ περιελιτ‐ τόμενον καὶ προσανέρποντα τῷ τραχήλῳ· γενόμενον δ’ ἀε‐ τόν, ὡς ἥψατο τοῦ προσώπου, περιβαλόντα τὰς πτέρυγας | |
5 | ἐξᾶραι καὶ κομίζειν πολλὴν ὁδόν, εἶτα χρυσοῦ τινος κηρυκείου φανέντος, ἐπὶ τούτῳ στῆσαι βεβαίως αὐτόν, ἀμηχάνου δείματος καὶ ταραχῆς ἀπαλλαγέντα. | |
Them.26.4 | Πέμπεται δ’ οὖν ὑπὸ τοῦ Νικογένους μηχανησαμένου τι τοιόνδε. τοῦ βαρβαρικοῦ γένους τὸ πολὺ καὶ μάλιστα τὸ Περσικὸν εἰς ζηλοτυπίαν τὴν περὶ τὰς γυναῖκας | |
Them.26.5 | ἄγριον φύσει καὶ χαλεπόν ἐστιν. οὐ γὰρ μόνον τὰς γα‐ μετάς, ἀλλὰ καὶ τὰς ἀργυρωνήτους καὶ παλλακευομένας ἰσχυρῶς παραφυλάττουσιν, ὡς ὑπὸ μηδενὸς ὁρᾶσθαι τῶν ἐκτός, ἀλλ’ οἴκοι μὲν διαιτᾶσθαι κατακεκλειμένας, ἐν | |
5 | δὲ ταῖς ὁδοιπορίαις ὑπὸ σκηναῖς κύκλῳ περιπεφραγμένας | |
Them.26.6 | ἐπὶ τῶν ἁρμαμαξῶν ὀχεῖσθαι. τοιαύτης τῷ Θεμιστοκλεῖ κατασκευασθείσης ἀπήνης, καταδὺς ἐκομίζετο, τῶν περὶ αὐτὸν ἀεὶ τοῖς ἐντυγχάνουσι καὶ πυνθανομένοις λεγόν‐ των, ὅτι γύναιον Ἑλληνικὸν ἄγουσιν ἀπ’ Ἰωνίας πρός | |
5 | τινα τῶν ἐπὶ θύραις βασιλέως. | |
Them.27.1 | Θουκυδίδης (1, 137, 3) μὲν οὖν καὶ Χάρων ὁ Λαμψακηνὸς (FGrH 262 F 11) ἱστοροῦσι τεθνηκότος Ξέρξου πρὸς τὸν υἱὸν αὐτοῦ τῷ Θεμιστοκλεῖ γενέσθαι τὴν ἔντευξιν· Ἔφορος (FGrH 70 F 190) δὲ καὶ Δείνων | |
5 | (FGrH 690 F 13) καὶ Κλείταρχος (FGrH 137 F 33) καὶ Ἡρακλείδης (FGrH 689 F 6), ἔτι δ’ ἄλλοι πλείονες πρὸς | |
Them.27.2 | αὐτὸν ἀφικέσθαι τὸν Ξέρξην. τοῖς δὲ χρονικοῖς δοκεῖ μᾶλλον ὁ Θουκυδίδης συμφέρεσθαι, καίπερ οὐδ’ αὐτοῖς ἀτρέμα συντεταγμένοις. ὁ δ’ οὖν Θεμιστοκλῆς γενόμε‐ νος παρ’ αὐτὸ τὸ δεινόν, ἐντυγχάνει πρῶτον Ἀρταβάνῳ | 188 |
5 | τῷ χιλιάρχῳ, λέγων Ἕλλην μὲν εἶναι, βούλεσθαι δ’ ἐν‐ τυχεῖν βασιλεῖ περὶ πραγμάτων μεγάλων καὶ πρὸς ἃ | |
Them.27.3 | τυγχάνοι μάλιστα σπουδάζων ἐκεῖνος. ὁ δέ φησιν· ‘ὦ ξένε, νόμοι διαφέρουσιν ἀνθρώπων· ἄλλα δ’ ἄλλοις καλά· | |
Them.27.4 | καλὸν δὲ πᾶσι τὰ οἰκεῖα κοσμεῖν καὶ σῴζειν. ὑμᾶς μὲν οὖν ἐλευθερίαν μάλιστα θαυμάζειν καὶ ἰσότητα λόγος· ἡμῖν δὲ πολλῶν νόμων καὶ καλῶν ὄντων κάλλιστος οὗτός ἐστι, τιμᾶν βασιλέα καὶ προσκυνεῖν ὡς εἰκόνα θεοῦ τοῦ | |
Them.27.5 | τὰ πάντα σῴζοντος. εἰ μὲν οὖν ἐπαινῶν τὰ ἡμέτερα προσκυνήσεις, ἔστι σοι καὶ θεάσασθαι βασιλέα καὶ προσ‐ ειπεῖν· εἰ δ’ ἄλλο τι φρονεῖς, ἀγγέλοις ἑτέροις χρήσῃ πρὸς αὐτόν. βασιλεῖ γὰρ οὐ πάτριον ἀνδρὸς ἀκροᾶσθαι | |
Them.27.6 | μὴ προσκυνήσαντος.‘ ταῦθ’ ὁ Θεμιστοκλῆς ἀκούσας, λέ‐ γει πρὸς αὐτόν· ‘ἀλλ’ ἐγὼ τὴν βασιλέως ὦ Ἀρτάβανε φήμην καὶ δύναμιν αὐξήσων ἀφῖγμαι, καὶ αὐτός τε πεί‐ σομαι τοῖς ὑμετέροις νόμοις, ἐπεὶ θεῷ τῷ μεγαλύνοντι | |
5 | Πέρσας οὕτω δοκεῖ, καὶ δι’ ἐμὲ πλείονες τῶν νῦν βασι‐ | |
Them.27.7 | λέα προσκυνήσουσιν. ὥστε τοῦτο μηδὲν ἐμποδὼν ἔστω τοῖς λόγοις οὓς βούλομαι πρὸς ἐκεῖνον εἰπεῖν.‘ ‘τίνα δέ‘ εἶπεν ὁ Ἀρτάβανος ‘Ἑλλήνων ἀφῖχθαι φῶμεν; οὐ γὰρ | |
Them.27.8 | ἰδιώτῃ τὴν γνώμην ἔοικας.‘ καὶ ὁ Θεμιστοκλῆς· ‘τοῦτ’ οὐκ ἄν‘ ἔφη ‘πύθοιτό τις Ἀρτάβανε πρότερος βασιλέως.‘ οὕτω μὲν ὁ Φανίας (FHG II 296) φησίν· ὁ δ’ Ἐρατο‐ σθένης ἐν τοῖς Περὶ πλούτου (FGrH 241 F 27) προσιστό‐ | |
5 | ρησε, διὰ γυναικὸς Ἐρετρικῆς ἣν ὁ χιλίαρχος εἶχε τῷ Θεμι‐ | |
στοκλεῖ τὴν πρὸς αὐτὸν ἔντευξιν γενέσθαι καὶ σύστασιν. | 189 | |
Them.28.1 | Ἐπεὶ δ’ οὖν εἰσήχθη πρὸς βασιλέα καὶ προσκυ‐ νήσας ἔστη σιωπῇ, προστάξαντος τῷ ἑρμηνεῖ τοῦ βασι‐ λέως ἐρωτῆσαι τίς ἐστι, καὶ τοῦ ἑρμηνέως ἐρωτήσαντος | |
Them.28.2 | εἶπεν· ‘ἥκω σοι βασιλεῦ Θεμιστοκλῆς ὁ Ἀθηναῖος ἐγὼ φυγάς, ὑφ’ Ἑλλήνων διωχθείς, ᾧ πολλὰ μὲν ὀφείλουσι Πέρσαι κακά, πλείω δ’ ἀγαθὰ κωλύσαντι τὴν δίωξιν, ὅτε τῆς Ἑλλάδος ἐν ἀσφαλεῖ γεγενημένης παρέσχε τὰ | |
Them.28.3 | οἰκεῖα σῳζόμενα χαρίσασθαί τι καὶ ὑμῖν. ἐμοὶ μὲν οὖν πάντα πρέποντα ταῖς παρούσαις συμφοραῖς ἐστι, καὶ παρεσκευασμένος ἀφῖγμαι δέξασθαί τε χάριν εὐμενῶς διαλλαττομένου καὶ παραιτεῖσθαι μνησικακοῦντος ὀργήν· | |
Them.28.4 | σὺ δὲ τοὺς ἐμοὺς ἐχθροὺς μάρτυρας θέμενος ὧν εὐεργέ‐ τησα Πέρσας, νῦν ἀπόχρησαι ταῖς ἐμαῖς τύχαις πρὸς ἐπίδειξιν ἀρετῆς μᾶλλον ἢ πρὸς ἀποπλήρωσιν ὀργῆς. σώσεις μὲν γὰρ ἱκέτην σόν, ἀπολεῖς δ’ Ἑλλήνων πολέ‐ | |
Them.28.5 | μιον γενόμενον.‘ ταῦτ’ εἰπὼν ὁ Θεμιστοκλῆς ἐπεθείασε τῷ λόγῳ, προσδιελθὼν τὴν ὄψιν ἣν εἶδεν ἐν Νικογένους καὶ τὸ μάντευμα τοῦ Δωδωναίου Διός, ὡς κελευσθεὶς πρὸς τὸν ὁμώνυμον τοῦ θεοῦ βαδίζειν, συμφρονήσειε | |
5 | πρὸς ἐκεῖνον ἀναπέμπεσθαι· μεγάλους γὰρ ἀμφοτέρους | |
Them.28.6 | εἶναί τε καὶ λέγεσθαι βασιλέας. ἀκούσας δ’ ὁ Πέρσης, ἐκείνῳ μὲν οὐδὲν ἀπεκρίνατο, καίπερ θαυμάσας τὸ φρό‐ νημα καὶ τὴν τόλμαν αὐτοῦ· μακαρίσας δὲ πρὸς τοὺς φίλους ἑαυτὸν ὡς ἐπ’ εὐτυχίᾳ μεγίστῃ, καὶ κατευξάμενος | |
5 | αἰεὶ τοῖς πολεμίοις τοιαύτας φρένας διδόναι τὸν Ἀρειμά‐ νιον, ὅπως ἐλαύνωσι τοὺς ἀρίστους ἐξ ἑαυτῶν, θῦσαί τε τοῖς θεοῖς λέγεται καὶ πρὸς πόσιν εὐθὺς τραπέσθαι καὶ νύκτωρ ὑπὸ χαρᾶς διὰ μέσων τῶν ὕπνων ἐκβοῆσαι τρίς· | |
‘ἔχω Θεμιστοκλέα τὸν Ἀθηναῖον.‘ | 190 | |
Them.29.1 | Ἅμα δ’ ἡμέρᾳ συγκαλέσας τοὺς φίλους εἰσῆγεν αὐτόν, οὐδὲν ἐλπίζοντα χρηστὸν ἐξ ὧν ἑώρα τοὺς ἐπὶ θύραις, εὐθὺς ὡς ἐπύθοντο τοὔνομα παριόντος αὐτοῦ, | |
Them.29.2 | χαλεπῶς διακειμένους καὶ κακῶς λέγοντας. ἔτι δὲ Ῥω‐ ξάνης ὁ χιλίαρχος, ὡς κατ’ αὐτὸν ἦν ὁ Θεμιστοκλῆς προσιών, καθημένου βασιλέως καὶ τῶν ἄλλων σιωπών‐ των, ἀτρέμα στενάξας εἶπεν· ‘ὄφις Ἕλλην ὁ ποικίλος, | |
Them.29.3 | ὁ βασιλέως σε δαίμων δεῦρο ἤγαγεν.‘ οὐ μὴν ἀλλ’ εἰς ὄψιν ἐλθόντος αὐτοῦ καὶ πάλιν προσκυνήσαντος, ἀσπα‐ σάμενος καὶ προσειπὼν φιλοφρόνως ὁ βασιλεύς, ἤδη μὲν διακόσια τάλαντα ὀφείλειν ἔφησεν αὐτῷ· κομίσαντα γὰρ | |
5 | αὑτὸν ἀπολήψεσθαι δικαίως τὸ ἐπικηρυχθὲν τῷ ἀγα‐ γόντι· πολλῷ δὲ πλείω τούτων ὑπισχνεῖτο καὶ παρεθάρ‐ ρυνε καὶ λέγειν ἐδίδου περὶ τῶν Ἑλληνικῶν ἃ βούλοιτο | |
Them.29.4 | παρρησιαζόμενον. ὁ δὲ Θεμιστοκλῆς ἀπεκρίνατο, τὸν λό‐ γον ἐοικέναι τοῦ ἀνθρώπου τοῖς ποικίλοις στρώμασιν· ὡς γὰρ ἐκεῖνα καὶ τοῦτον ἐκτεινόμενον μὲν ἐπιδεικνύναι τὰ εἴδη, συστελλόμενον δὲ κρύπτειν καὶ διαφθείρειν· | |
Them.29.5 | ὅθεν αὐτῷ χρόνου δεῖν. ἐπεὶ δ’ ἡσθέντος τοῦ βασιλέως τῇ εἰκασίᾳ καὶ λαμβάνειν κελεύσαντος, ἐνιαυτὸν αἰτησά‐ μενος καὶ τὴν Περσίδα γλῶτταν ἀποχρώντως ἐκμαθὼν ἐνετύγχανε βασιλεῖ δι’ αὑτοῦ, τοῖς μὲν ἐκτὸς δόξαν | |
5 | παρέσχε περὶ τῶν Ἑλληνικῶν πραγμάτων διειλέχθαι, πολλῶν δὲ καινοτομουμένων περὶ τὴν αὐλὴν καὶ τοὺς φίλους ὑπὸ τοῦ βασιλέως ἐν ἐκείνῳ τῷ χρόνῳ, φθόνον ἔσχε παρὰ τοῖς δυνατοῖς, ὡς καὶ κατ’ ἐκείνων παρρησίᾳ | |
Them.29.6 | χρῆσθαι πρὸς αὐτὸν ἀποτετολμηκώς. οὐδὲ γὰρ ἦσαν αἱ | |
τιμαὶ ταῖς τῶν ἄλλων ἐοικυῖαι ξένων, ἀλλὰ καὶ κυνηγεσίων βασιλεῖ μετέσχε καὶ τῶν οἴκοι διατριβῶν, ὥστε καὶ μητρὶ τῇ βασιλέως ἐς ὄψιν ἐλθεῖν καὶ γενέσθαι συνήθης, | 191 | |
5 | διακοῦσαι δὲ καὶ τῶν μαγικῶν λόγων τοῦ βασιλέως | |
Them.29.7 | κελεύσαντος. ἐπεὶ δὲ Δημάρατος ὁ Σπαρτιάτης αἰτήσα‐ σθαι δωρεὰν κελευσθεὶς ᾐτήσατο τὴν κίταριν ὥσπερ οἱ βασιλεῖς ἐπαράμενος εἰσελάσαι διὰ Σάρδεων, Μιθροπαύ‐ στης μὲν ἀνεψιὸς ὢν βασιλέως εἶπε τοῦ Δημαράτου τῆς | |
5 | τιάρας ἁψάμενος· ‘αὕτη μὲν ἡ κίταρις οὐκ ἔχει ἐγκέφα‐ λον ὃν ἐπικαλύψει· σὺ δ’ οὐκ ἔσῃ Ζεὺς ἐὰν λάβῃς κε‐ | |
Them.29.8 | ραυνόν·‘ ἀπωσαμένου δὲ τὸν Δημάρατον ὀργῇ διὰ τὸ αἴτημα τοῦ βασιλέως καὶ δοκοῦντος ἀπαραιτήτως ἔχειν πρὸς αὐτόν, ὁ Θεμιστοκλῆς δεηθεὶς ἔπεισε καὶ διήλλαξε. | |
Them.29.9 | λέγεται δὲ καὶ τοὺς ὕστερον βασιλεῖς, ἐφ’ ὧν μᾶλλον αἱ Περσικαὶ πράξεις ταῖς Ἑλληνικαῖς ἀνεκράθησαν, ὁσάκις δεηθεῖεν ἀνδρὸς Ἕλληνος, ἐπαγγέλλεσθαι καὶ γράφειν 〈πρὸσ〉 ἕκαστον, ὡς μείζων ἔσοιτο παρ’ αὐτῷ Θεμιστο‐ | |
Them.29.10 | κλέους. αὐτὸν δὲ τὸν Θεμιστοκλέα φασὶν ἤδη μέγαν ὄντα καὶ θεραπευόμενον ὑπὸ πολλῶν, λαμπρᾶς ποτε τραπέζης αὐτῷ παρατεθείσης, πρὸς τοὺς παῖδας εἰπεῖν· | |
Them.29.11 | ‘ὦ παῖδες, ἀπωλόμεθα ἄν, εἰ μὴ ἀπωλόμεθα.‘ πόλεις δ’ αὐτῷ τρεῖς μὲν οἱ πλεῖστοι δοθῆναι λέγουσιν εἰς ἄρτον καὶ οἶνον καὶ ὄψον, Μαγνησίαν καὶ Λάμψακον καὶ Μυοῦντα· δύο δ’ ἄλλας προστίθησιν ὁ Κυζικη‐ | |
5 | νὸς Νεάνθης (FGrH 84 F 17 a) καὶ Φανίας (FHG II 296), Περκώτην καὶ Παλαίσκηψιν εἰς στρωμνὴν καὶ | |
ἀμπεχόνην. | 192 | |
Them.30.1 | Καταβαίνοντι δ’ αὐτῷ πρὸς τὰς Ἑλληνικὰς πρά‐ ξεις ἐπὶ θάλατταν Πέρσης ἀνὴρ Ἐπιξύης ὄνομα, σατρα‐ πεύων τῆς ἄνω Φρυγίας, ἐπεβούλευσε, παρεσκευακὼς ἔκπαλαι Πισίδας τινὰς ἀποκτενοῦντας, ὅταν ἐν τῇ κα‐ | |
Them.30.2 | λουμένῃ κώμῃ Λεοντοκεφάλῳ γενόμενος καταυλισθῇ. τῷ δὲ λέγεται καθεύδοντι μεσημβρίας τὴν Μητέρα τῶν θεῶν ὄναρ φανεῖσαν εἰπεῖν· ‘ὦ Θεμιστόκλεις, ὑστέρει κεφαλῆς λεόντων, ἵνα μὴ λέοντι περιπέσῃς. ἐγὼ δ’ ἀντὶ τούτου | |
Them.30.3 | σε αἰτῶ θεράπαιναν Μνησιπτολέμαν.‘ διαταραχθεὶς οὖν ὁ Θεμιστοκλῆς προσευξάμενος τῇ θεῷ τὴν μὲν λεωφό‐ ρον ἀφῆκεν, ἑτέρᾳ δὲ περιελθὼν καὶ παραλλάξας τὸν | |
Them.30.4 | τόπον ἐκεῖνον ἤδη νυκτὸς οὔσης κατηυλίσατο. τῶν δὲ τὴν σκηνὴν κομιζόντων ὑποζυγίων ἑνὸς εἰς τὸν ποταμὸν ἐμπεσόντος, οἱ τοῦ Θεμιστοκλέους οἰκέται τὰς αὐλαίας | |
Them.30.5 | διαβρόχους γενομένας ἐκπετάσαντες ἀνέψυχον· οἱ δὲ Πι‐ σίδαι τὰ ξίφη λαβόντες ἐν τούτῳ προσεφέροντο, καὶ τὰ ψυχόμενα πρὸς τὴν σελήνην οὐκ ἀκριβῶς ἰδόντες ᾠήθη‐ σαν εἶναι τὴν σκηνὴν τοῦ Θεμιστοκλέους κἀκεῖνον ἔνδον | |
Them.30.6 | εὑρήσειν ἀναπαυόμενον. ὡς δ’ ἐγγὺς γενόμενοι τὴν αὐ‐ λαίαν ἀνέστελλον, ἐπιπίπτουσιν αὐτοῖς οἱ παραφυλάτ‐ τοντες καὶ συλλαμβάνουσι. διαφυγὼν δὲ τὸν κίνδυνον οὕτω καὶ θαυμάσας τὴν ἐπιφάνειαν τῆς θεοῦ, ναόν τε | |
5 | κατεσκεύασεν ἐν Μαγνησίᾳ Δινδυμήνης καὶ τὴν θυγατέρα Μνησιπτολέμαν ἱέρειαν ἀπέδειξεν. | |
Them.31.1 | Ὡς δ’ ἦλθεν εἰς Σάρδεις καὶ σχολὴν ἄγων ἐθεᾶτο τῶν ἱερῶν τὴν κατασκευὴν καὶ τῶν ἀναθημάτων τὸ πλῆθος, εἶδε καὶ ἐν Μητρὸς ἱερῷ τὴν καλουμένην ὑδρο‐ φόρον κόρην χαλκῆν, μέγεθος δίπηχυν, ἣν αὐτὸς ὅτε | |
5 | τῶν Ἀθήνησιν ὑδάτων ἐπιστάτης ἦν, ἑλὼν τοὺς ὑφαι‐ | |
ρουμένους τὸ ὕδωρ καὶ παροχετεύοντας, ἀνέθηκεν ἐκ τῆς ζημίας ποιησάμενος· εἴτε δὴ παθών τι πρὸς τὴν αἰχμα‐ λωσίαν τοῦ ἀναθήματος, εἴτε βουλόμενος ἐνδείξασθαι τοῖς Ἀθηναίοις, ὅσην ἔχει τιμὴν καὶ δύναμιν ἐν τοῖς | 193 | |
10 | βασιλέως πράγμασι, λόγον τῷ Λυδίας σατράπῃ προσ‐ ήνεγκεν, αἰτούμενος ἀποστεῖλαι τὴν κόρην εἰς τὰς Ἀθή‐ | |
Them.31.2 | νας. χαλεπαίνοντος δὲ τοῦ βαρβάρου καὶ βασιλεῖ γράψειν φήσαντος ἐπιστολήν, φοβηθεὶς ὁ Θεμιστοκλῆς εἰς τὴν γυναικωνῖτιν κατέφυγε, καὶ τὰς παλλακίδας αὐτοῦ θε‐ ραπεύσας χρήμασιν, ἐκεῖνόν τε κατεπράυνε τῆς ὀργῆς, | |
5 | καὶ πρὸς τἆλλα παρεῖχεν αὑτὸν εὐλαβέστερον, ἤδη καὶ | |
Them.31.3 | τὸν φθόνον τῶν βαρβάρων δεδοικώς. οὐ γὰρ πλανώμενος περὶ τὴν Ἀσίαν ὥς φησι Θεόπομπος (FGrH 115 F 87), ἀλλ’ ἐν Μαγνησίᾳ μὲν οἰκῶν, καρπούμενος δὲ δωρεὰς μεγάλας καὶ τιμώμενος ὅμοια Περσῶν τοῖς ἀρίστοις, | |
5 | ἐπὶ πολὺν χρόνον ἀδεῶς διῆγεν, οὐ πάνυ τι τοῖς Ἑλλη‐ νικοῖς πράγμασι βασιλέως προσέχοντος ὑπ’ ἀσχολιῶν περὶ τὰς ἄνω πράξεις. | |
Them.31.4 | Ὡς δ’ Αἴγυπτός τ’ ἀφισταμένη βοηθούντων Ἀθη‐ ναίων καὶ τριήρεις Ἑλληνικαὶ μέχρι Κύπρου καὶ Κιλι‐ κίας ἀναπλέουσαι καὶ Κίμων θαλασσοκρατῶν ἐπέστρε‐ ψεν αὐτὸν ἀντεπιχειρεῖν τοῖς Ἕλλησι καὶ κολούειν αὐξα‐ | |
5 | νομένους ἐπ’ αὐτόν, ἤδη δὲ καὶ δυνάμεις ἐκινοῦντο καὶ στρατηγοὶ διεπέμποντο, καὶ κατέβαινον εἰς Μαγνησίαν ἀγγελίαι πρὸς τὸν Θεμιστοκλέα, τῶν Ἑλληνικῶν ἐξά‐ πτεσθαι κελεύοντος βασιλέως καὶ βεβαιοῦν τὰς ὑποσχέ‐ | |
Them.31.5 | σεις, οὔτε δι’ ὀργήν τινα παροξυνθεὶς κατὰ τῶν πολι‐ τῶν, οὔτ’ ἐπαρθεὶς τιμῇ τοσαύτῃ καὶ δυνάμει πρὸς τὸν | |
πόλεμον, ἀλλ’ ἴσως μὲν οὐδ’ ἐφικτὸν ἡγούμενος τὸ ἔργον, ἄλλους τε μεγάλους τῆς Ἑλλάδος ἐχούσης στρατηγοὺς | 194 | |
5 | τότε καὶ Κίμωνος ὑπερφυῶς εὐημεροῦντος ἐν τοῖς πολε‐ μικοῖς, τὸ δὲ πλεῖστον αἰδοῖ τῆς τε δόξης τῶν πράξεων τῶν ἑαυτοῦ καὶ τῶν τροπαίων ἐκείνων, ἄριστα βουλευ‐ σάμενος ἐπιθεῖναι τῷ βίῳ τὴν τελευτὴν πρέπουσαν, ἔθυσε τοῖς θεοῖς, καὶ τοὺς φίλους συναγαγὼν καὶ δε‐ | |
Them.31.6 | ξιωσάμενος, ὡς μὲν ὁ πολὺς λόγος αἷμα ταύρειον πιών, ὡς δ’ ἔνιοι φάρμακον ἐφήμερον προσενεγκάμενος, ἐν Μαγνησίᾳ κατέστρεψε, πέντε πρὸς τοῖς ἑξήκοντα βεβιω‐ κὼς ἔτη, καὶ τὰ πλεῖστα τούτων ἐν πολιτείαις καὶ ἡγε‐ | |
Them.31.7 | μονίαις. τὴν δ’ αἰτίαν τοῦ θανάτου καὶ τὸν τρόπον πυ‐ θόμενον βασιλέα λέγουσιν ἔτι μᾶλλον θαυμάσαι τὸν ἄν‐ δρα, καὶ τοῖς φίλοις αὐτοῦ καὶ οἰκείοις διατελεῖν χρώ‐ μενον φιλανθρώπως. | |
Them.32.1 | Ἀπέλιπε δὲ Θεμιστοκλῆς παῖδας ἐκ μὲν Ἀρχίππης τῆς Λυσάνδρου τοῦ Ἀλωπεκῆθεν Ἀρχέπτολιν καὶ Πολύ‐ ευκτον καὶ Κλεόφαντον, οὗ καὶ Πλάτων ὁ φιλόσοφος (Menon 93d) ὡς ἱππέως ἀρίστου, τἆλλα δ’ οὐδενὸς | |
Them.32.2 | ἀξίου γενομένου, μνημονεύει. τῶν δὲ πρεσβυτέρων Νεο‐ κλῆς μὲν ἔτι παῖς ὢν ὑφ’ ἵππου δηχθεὶς ἀπέθανε, Διο‐ κλέα δὲ Λύσανδρος ὁ πάππος υἱὸν ἐποιήσατο. θυγατέρας δὲ πλείους ἔσχεν, ὧν Μνησιπτολέμαν μὲν ἐκ τῆς ἐπι‐ | |
5 | γαμηθείσης γενομένην Ἀρχέπτολις ὁ ἀδελφὸς οὐκ ὢν ὁμομήτριος ἔγημεν, Ἰταλίαν δὲ Πανθοίδης ὁ Χῖος, Σύ‐ | |
Them.32.3 | βαριν δὲ Νικόδημος ὁ Ἀθηναῖος. Νικομάχην δὲ Φρασι‐ κλῆς ὁ ἀδελφιδοῦς Θεμιστοκλέους, ἤδη τετελευτηκότος ἐκείνου, πλεύσας εἰς Μαγνησίαν ἔλαβε παρὰ τῶν ἀδελ‐ | |
φῶν, νεωτάτην δὲ πάντων τῶν τέκνων Ἀσίαν ἔθρεψε. | 195 | |
Them.32.4 | Καὶ τάφον μὲν αὐτοῦ λαμπρὸν ἐν τῇ ἀγορᾷ Μάγνητες ἔχουσι· περὶ δὲ τῶν λειψάνων οὔτ’ Ἀνδοκίδῃ προσέχειν ἄξιον, ἐν τῷ Πρὸς τοὺς ἑταίρους (fr. 4 Or. Att. Did. II p. 248) λέγοντι φωράσαντας τὰ λείψανα διαρρῖψαι τοὺς | |
5 | Ἀθηναίους—ψεύδεται γὰρ ἐπὶ τὸν δῆμον παροξύνων τοὺς ὀλιγαρχικούς—, ἅ τε Φύλαρχος (FGrH 81 F 76), ὥσπερ ἐν τραγῳδίᾳ τῇ ἱστορίᾳ μονονοὺ μηχανὴν ἄρας καὶ προαγαγὼν Νεοκλέα τινὰ καὶ Δημόπολιν, υἱεῖς Θε‐ μιστοκλέους, ἀγῶνα βούλεται κινεῖν καὶ πάθος, [ὃ] οὐδ’ | |
Them.32.5 | ἂν ὁ τυχὼν ἀγνοήσειεν ὅτι πέπλασται. Διόδωρος δ’ ὁ περιηγητὴς ἐν τοῖς Περὶ μνημάτων (FGrH 372 F 35) εἴ‐ ρηκεν ὡς ὑπονοῶν μᾶλλον ἢ γιγνώσκων, ὅτι περὶ τὸν μέγαν λιμένα τοῦ Πειραιῶς ἀπὸ τοῦ κατὰ τὸν Ἄλκιμον | |
5 | ἀκρωτηρίου πρόκειταί τις οἷον ἀγκών, καὶ κάμψαντι τοῦ‐ τον ἐντός, ᾗ τὸ ὑπεύδιον τῆς θαλάττης, κρηπίς ἐστιν εὐμεγέθης καὶ τὸ ἐπ’ αὐτῇ βωμοειδὲς τάφος τοῦ Θεμι‐ | |
Them.32.6 | στοκλέους. οἴεται δὲ καὶ Πλάτωνα τὸν κωμικὸν (fr. 183 CAF I 651) αὐτῷ μαρτυρεῖν ἐν τούτοις· | |
2 | ὁ σὸς δὲ τύμβος ἐν καλῷ κεχωσμένος τοῖς ἐμπόροις πρόσρησις ἔσται πανταχοῦ, | |
5 | τούς τ’ ἐκπλέοντας εἰσπλέοντάς τ’ ὄψεται, χὠπόταν ἅμιλλ’ ᾖ τῶν νεῶν θεάσεται. | |
6 | τοῖς δ’ ἀπὸ γένους τοῦ Θεμιστοκλέους καὶ τιμαί τινες | |
ἐν Μαγνησίᾳ φυλαττόμεναι μέχρι τῶν ἡμετέρων χρόνων ἦσαν, ἃς ἐκαρποῦτο Θεμιστοκλῆς Ἀθηναῖος, ἡμέτερος | 196 | |
10 | συνήθης καὶ φίλος παρ’ Ἀμμωνίῳ τῷ φιλοσόφῳ γενό‐ | |
μενος. | 197 |