TLG 0007 009 :: PLUTARCHUS :: Comparatio Solonis et Publicolae

PLUTARCHUS Biogr. Phil.
(Chaeronensis: A.D. 1–2)

Comparatio Solonis et Publicolae

Source: Ziegler, K. (ed.), Plutarchi vitae parallelae, vol. 1.1, 4th edn. Leipzig: Teubner, 1969: 152–156.

Citation: Chapter — section — (line)

1

.

1

Ἆρ’ οὖν ἴδιόν τι περὶ ταύτην τὴν σύγκρισιν ὑπάρχει καὶ μὴ πάνυ συμβεβηκὸς ἑτέρᾳ τῶν ἀναγεγραμ‐ μένων, τὸν ἕτερον μιμητὴν γεγονέναι τοῦ ἑτέρου, τὸν ἕτερον δὲ μάρτυν; ὅρα γάρ, ἣν Σόλων ἐξήνεγκε περὶ
5εὐδαιμονίας ἀπόφασιν πρὸς Κροῖσον, ὡς Ποπλικόλᾳ μᾶλ‐

1

.

2

λον ἢ Τέλλῳ προσήκει. Τέλλου μὲν γάρ, ὃν εἶπε γεγο‐ νέναι μακαριώτατον δι’ εὐποτμίαν καὶ ἀρετὴν καὶ εὐ‐ τεκνίαν, οὐδ’ αὐτὸς ἐν τοῖς ποιήμασιν ὡς ἀνδρὸς ἀγα‐ θοῦ λόγον ἔσχεν, οὐδὲ παῖδες οὐδ’ ἀρχή τις εἰς δόξαν

1

.

3

ἦλθεν· Ποπλικόλας δὲ καὶ ζῶν ἐπρώτευσε δυνάμει καὶ δόξῃ δι’ ἀρετὴν Ῥωμαίων, καὶ τεθνηκότος ἐν τοῖς ἐπι‐ φανεστάτοις γένεσι καὶ στέμμασιν ἔτι καὶ καθ’ ἡμᾶς Ποπλικόλαι καὶ Μεσσάλαι καὶ Οὐαλέριοι δι’ ἐτῶν ἑξα‐

1

.

4

κοσίων τῆς εὐγενείας τὴν δόξαν ἀναφέρουσι. καὶ Τέλλος μὲν ὑπὸ τῶν πολεμίων ὡς ἀνὴρ ἀγαθὸς ἐν τάξει μένων καὶ μαχόμενος κατέστρεψε· Ποπλικόλας δὲ τοὺς μὲν πο‐ λεμίους ἀποκτείνας, ὃ τοῦ πεσεῖν εὐτυχέστερόν ἐστι, τὴν
5δὲ πατρίδα νικῶσαν ἐπιδὼν δι’ αὑτὸν ἄρχοντα καὶ στρα‐ τηγοῦντα, τιμηθεὶς δὲ καὶ θριαμβεύσας, ἔτυχε τῆς ζη‐

1

.

5

λουμένης ὑπὸ Σόλωνος καὶ μακαριζομένης τελευτῆς. ἔτι τοίνυν, οἷς πρὸς Μίμνερμον ἀντειπὼν περὶ χρόνου ζωῆς ἐπιπεφώνηκε, (fr. 22, 5 D.)
3 μηδέ μοι ἄκλαυστος θάνατος μόλοι, ἀλλὰ φίλοισι
5ποιήσαιμι θανὼν ἄλγεα καὶ στοναχάς,152

1

.

6

εὐδαίμονα τὸν Ποπλικόλαν ἄνδρα ποιεῖ. τελευτήσας γὰρ οὐ φίλοις οὐδ’ οἰκείοις μόνον, ἀλλὰ καὶ τῇ πόλει πάσῃ, μυριάσι πολλαῖς, δάκρυα καὶ πόθον καὶ κατήφειαν ἐφ’ αὑτῷ παρέσχεν· αἱ γὰρ Ῥωμαίων γυναῖκες ἐπένθησαν
5αὐτόν, ὥσπερ υἱὸν ἢ ἀδελφὸν ἢ πατέρα κοινὸν ἀποβα‐

1

.

7

λοῦσαι. ‘χρήματα δ’ ἱμείρειν μὲν ἔχειν‘ φησὶν ὁ Σόλων (fr. 1, 7 D.), ‘ἀδίκως δὲ πεπᾶσθαι οὐκ ἐθέλειν‘, ὡς δίκης ἐπιούσης· Ποπλικόλᾳ δ’ ὑπῆρχεν οὐ μόνον μὴ κακῶς πλουτεῖν, ἀλλὰ καὶ καλῶς ἀναλίσκειν εὖ ποιοῦντι

1

.

8

τοὺς δεομένους. ὥστ’ εἰ σοφώτατος ἁπάντων ὁ Σόλων, εὐδαιμονέστατος ὁ Ποπλικόλας. ἃ γὰρ εὔξατο τῶν ἀγα‐ θῶν ἐκεῖνος ὡς κάλλιστα καὶ μέγιστα, ταῦτα καὶ κτή‐ σασθαι Ποπλικόλᾳ καὶ φυλάξαι χρωμένῳ μέχρι τέλους
5ὑπῆρξεν.

2

.

1

Οὕτω μὲν ὁ Σόλων κεκόσμηκε τὸν Ποπλικόλαν, τὸν Σόλωνα δ’ αὖ πάλιν ἐκεῖνος, ἐν τῇ πολιτείᾳ παρα‐ δειγμάτων κάλλιστον ἀνδρὶ κοσμοῦντι δημοκρατίαν θέ‐ μενος· τῆς μὲν γὰρ ἀρχῆς τὸν ὄγκον ἀφελών, εὐμενῆ
5πᾶσι καὶ ἄλυπον κατέστησε, νόμοις δὲ πολλοῖς ἐχρή‐

2

.

2

σατο τῶν ἐκείνου. καὶ γὰρ ἀρχόντων καταστάσεως κυ‐ ρίους ἐποίησε τοὺς πολλούς, καὶ τοῖς φεύγουσι δίκην ἐπικαλεῖσθαι τὸν δῆμον, ὥσπερ ὁ Σόλων τοὺς δικαστάς, ἔδωκε, καὶ βουλὴν μὲν ἑτέραν οὐκ ἐποίησεν ὥσπερ ὁ
5Σόλων, τὴν δ’ οὖσαν ηὔξησεν ἀριθμῷ μικροῦ διπλασιά‐

2

.

3

σας, ἥ τε τῶν ταμιῶν ἐπὶ τοῖς χρήμασι κατάστασις
ἐκεῖθεν ἦλθεν, ὅπως ὁ ἄρχων μήτ’, εἰ χρηστός ἐστιν, ἀσχολίαν ἔχῃ πρὸς τὰ μείζω, μήτ’ εἰ φαῦλος, ἀφορμὰς τοῦ ἀδικεῖν μᾶλλον, καὶ τῶν πράξεων καὶ τῶν χρημάτων153
5κύριος γενόμενος.

2

.

4

Τὸ δὲ μισοτύραννον ἐν τῷ Ποπλικόλᾳ σφοδρότερον. εἰ γάρ τις ἐπιχειροίη τυραννεῖν, ὁ μὲν ἁλόντι τὴν δίκην ἐπιτίθησιν, ὁ δὲ καὶ πρὸ τῆς κρίσεως ἀνελεῖν δίδωσι.

2

.

5

σεμνυνομένου δὲ τοῦ Σόλωνος ὀρθῶς καὶ δικαίως, ὅτι καὶ τῶν πραγμάτων αὐτῷ διδόντων τυραννεῖν καὶ τῶν πολιτῶν οὐκ ἀκουσίως δεχομένων ἀπεῖπεν, οὐχ ἧττον ὑπάρχει καλὸν τῷ Ποπλικόλᾳ τὸ λαβόντα τυραννικὴν
5ἀρχὴν ποιῆσαι δημοτικωτέραν, καὶ μηδ’ οἷς ἐξῆν ἔχοντα

2

.

6

χρήσασθαι. καὶ τοῦτο δ’ ἔοικε συνιδεῖν πρότερος ὁ Σό‐ λων (fr. 5, 7 D.), ὅτι ‘δῆμος
2
ὧδ’ ἂν ἄριστα σὺν ἡγεμόνεσσιν ἕποιτο,
μήτε λίην ἀνεθεὶς μήτε πιεζόμενοσ‘.
4

3

.

1

Ἴδιον δὲ τοῦ Σόλωνος ἡ τῶν χρεῶν ἄνεσις, ᾗ μάλιστα τὴν ἐλευθερίαν ἐβεβαίωσε τοῖς πολίταις. οὐδὲν γὰρ ὄφελος νόμων ἰσότητα παρεχόντων, ἣν ἀφαιρεῖται τὰ χρέα τοὺς πένητας, ἀλλ’ ὅπου μάλιστα χρῆσθαι τῇ
5ἐλευθερίᾳ δοκοῦσι, δουλεύουσι μάλιστα τοῖς πλουσίοις, ἐν τῷ δικάζειν καὶ ἄρχειν καὶ λέγειν ἐπιταττόμενοι καὶ

3

.

2

ὑπηρετοῦντες. τούτου δὲ μεῖζον, ὅτι πάσῃ χρεῶν ἀπο‐ κοπῇ στάσεως ἑπομένης, ἐκείνῃ μόνῃ καθάπερ φαρμάκῳ παραβόλῳ μέν, ἰσχυρῷ δὲ χρησάμενος, εὐκαίρως καὶ τὴν οὖσαν στάσιν ἔλυσε, τῇ περὶ αὐτὸν ἀρετῇ καὶ δόξῃ τῆς
5τοῦ πράγματος ἀδοξίας καὶ διαβολῆς περιγενόμενος.

3

.

3

Τῆς δ’ ὅλης πολιτείας τῇ μὲν ἀρχῇ λαμπρότερος ὁ Σόλων· ἡγήσατο γὰρ καὶ οὐκ ἠκολούθησε, καὶ καθ’ αὑ‐ τόν, οὐ μεθ’ ἑτέρων, ἔπραξε τὰ πλεῖστα καὶ μέγιστα

3

.

4

τῶν κοινῶν. τῷ τέλει δ’ ἅτερος εὐτυχὴς καὶ ζηλωτός· τὴν μὲν γὰρ Σόλωνος πολιτείαν αὐτὸς ἐπεῖδε Σόλων κα‐ ταλυθεῖσαν, ἡ δὲ Ποπλικόλα μέχρι τῶν ἐμφυλίων πολέ‐ μων διεφύλαξεν ἐν κόσμῳ τὴν πόλιν. ὁ μὲν γὰρ ἅμα τῷ154
5θέσθαι τοὺς νόμους ἀπολιπὼν ἐν γράμμασι καὶ ξύλοις ἐρήμους τοῦ βοηθοῦντος, ᾤχετ’ ἀπιὼν ἐκ τῶν Ἀθηνῶν, ὁ δὲ μένων καὶ ἄρχων καὶ πολιτευόμενος ἵδρυσε καὶ

3

.

5

κατέστησεν εἰς ἀσφαλὲς τὴν πολιτείαν. ἔτι δ’ ἐκείνῳ μὲν οὐδὲ μέλλοντα κωλῦσαι προαισθομένῳ Πεισίστρατον ὑπῆρξεν, ἀλλ’ ἡττήθη συνισταμένης τῆς τυραννίδος· οὗτος δὲ βασιλείαν ἰσχύουσαν ἐκ πολλῶν ἤδη χρόνων
5καὶ κρατοῦσαν ἐξέβαλε καὶ κατέλυσεν, ἀρετὴν μὲν ἴσην καὶ προαίρεσιν ὁμοίαν παρασχόμενος, τύχῃ δὲ καὶ δυνάμει τελεσιουργῷ πρὸς τῇ ἀρετῇ χρησά‐ μενος.

4

.

1

Τῶν μέντοι πολεμικῶν Σόλωνι μὲν οὐδὲ τὰ πρὸς Μεγαρεῖς Δαΐμαχος ὁ Πλαταιεὺς (FGrH 65 F 7) μεμαρτύρηκεν, ὥσπερ ἡμεῖς διεληλύθαμεν· Ποπλικόλας δὲ τοὺς μεγίστους ἀγῶνας αὐτὸς καὶ μαχόμενος καὶ στρα‐

4

.

2

τηγῶν κατώρθωσε. καὶ μὴν ἔτι πρὸς τὰς πολιτικὰς πρά‐ ξεις ὁ μὲν ἐν παιδιᾶς τινι τρόπῳ καὶ προσποίημα μανίας ἀναλαβὼν ὑπὲρ Σαλαμῖνος ἐρῶν προῆλθεν· ὁ δ’ αὐτό‐ θεν ἀναρρίψας τὸν περὶ τῶν μεγίστων κίνδυνον, ἐπανέ‐
5στη τε Ταρκυνίοις καὶ τὴν προδοσίαν ἐφώρασε, καὶ τοῦ κολασθῆναι καὶ μὴ διαφυγεῖν τοὺς πονηροὺς αἰτιώτατος γενόμενος, οὐ τὰ σώματα μόνον τῶν τυράννων ἐξέβαλε

4

.

3

τῆς πόλεως, ἀλλὰ καὶ τὰς ἐλπίδας ἐξέκοψεν. οὕτω δὲ τοῖς δεχομένοις πράγμασιν ἀγῶνα καὶ θυμὸν καὶ ἀντί‐ ταξιν ἐρρωμένως καὶ ἀτενῶς ἀπαντήσας, ἔτι βέλτιον
ἐχρήσατο τοῖς ὁμιλίας ἀπολέμου καὶ πειθοῦς ὑπεικούσης155
5δεομένοις, ἄνδρα Πορσίνναν ἄμαχον ὄντα καὶ φοβερὸν ἐμμελῶς προσαγαγόμενος καὶ μεταστήσας εἰς φιλίαν.

4

.

4

Καίτοι φήσει τις ἐνταῦθα τὸν μὲν Σόλωνα προεμένοις ἀναλαβεῖν Ἀθηναίοις Σαλαμῖνα, τὸν δὲ Ποπλικόλαν ἧς ἐκέκτηντο Ῥωμαῖοι χώρας ἀποστῆναι. δεῖ δὲ πρὸς τοὺς

4

.

5

ὑποκειμένους καιροὺς τὰς πράξεις θεωρεῖν. ποικίλος γὰρ ὢν ὁ πολιτικὸς ᾧ τρόπῳ τῶν ὄντων ἕκαστον εὔληπτόν ἐστι μεταχειρίσασθαι, καὶ μέρους ἀφέσει πολλάκις ἔσωσε τὸ πᾶν, καὶ μικρῶν ἀποστὰς μειζόνων ἔτυχεν, ὥσπερ
5ἐκεῖνος ὁ ἀνὴρ τότε τῆς μὲν ἀλλοτρίας χώρας ἀποστὰς ἔσωσε τὴν ἑαυτοῦ βεβαίως ἅπασαν, οἷς δ’ ἦν μέγα τὴν πόλιν διαφυλάξαι προσεκτήσατο τὸ τῶν πολιορκούντων στρατόπεδον, ἐπιτρέψας δὲ τῷ πολεμίῳ δικαστῇ γενέ‐ σθαι καὶ περιγενόμενος τῇ δίκῃ, προσέλαβεν ὅσα δόντας

4

.

6

ἀγαπητὸν ἦν νικῆσαι· καὶ γὰρ τὸν πόλεμον ἔλυσε, καὶ τὴν παρασκευὴν τοῦ πολέμου κατέλιπεν αὐτοῖς διὰ πίστιν ἀρετῆς καὶ καλοκαγαθίας, ἣν ὁ ἄρχων ὑπὲρ ἁπάντων
ἐνεποίησεν αὐτῷ.156