TLG 0007 008 :: PLUTARCHUS :: Publicola

PLUTARCHUS Biogr. Phil.
(Chaeronensis: A.D. 1–2)

Publicola

Source: Ziegler, K. (ed.), Plutarchi vitae parallelae, vol. 1.1, 4th edn. Leipzig: Teubner, 1969: 124–152.

Citation: Chapter — section — (line)

Publ
.

t

1

ΠΟΠΛΙΚΟΛΑΣ
Publ
.

1

.

1

Τοιούτῳ δὲ γενομένῳ τῷ Σόλωνι τὸν Ποπλικόλαν παραβάλλομεν, ᾧ τοῦτο μὲν ὕστερον ὁ Ῥωμαίων δῆμος ἐξεῦρεν ἐπὶ τιμῇ τοὔνομα, πρὸ τοῦ δὲ Πόπλιος Οὐαλέ‐ ριος ἐκαλεῖτο, Οὐαλερίου δοκῶν ἀπόγονος εἶναι τῶν πα‐
5λαιῶν, ἀνδρὸς αἰτιωτάτου γενομένου Ῥωμαίους καὶ Σα‐ βίνους ἐκ πολεμίων ἕνα γενέσθαι δῆμον· ὁ γὰρ μάλιστα τοὺς βασιλεῖς εἰς ταὐτὸ πείσας συνελθεῖν καὶ διαλ‐
Publ
.

1

.

2

λάξας ἐκεῖνός ἐστι. τούτῳ δὴ κατὰ γένος προσήκων ὁ Οὐαλέριος ὥς φασι, βασιλευομένης μὲν ἔτι τῆς Ῥώ‐ μης ἐπιφανὴς ἦν διὰ λόγον καὶ πλοῦτον, ὧν τῷ μὲν ὀρθῶς καὶ μετὰ παρρησίας ἀεὶ χρώμενος ὑπὲρ τῶν δι‐
5καίων, ἀφ’ οὗ δὲ τοῖς δεομένοις ἐλευθερίως καὶ φιλαν‐ θρώπως ἐπαρκῶν, δῆλος ἦν εὐθύς, εἰ γένοιτο δημοκρα‐
Publ
.

1

.

3

τία, πρωτεύσων. ἐπεὶ δὲ Ταρκύνιον Σούπερβον, οὔτε λα‐ βόντα τὴν ἀρχὴν καλῶς, ἀλλ’ ἀνοσίως καὶ παρανόμως, οὔτε χρώμενον αὐτῇ βασιλικῶς, ἀλλ’ ὑβρίζοντα καὶ τυ‐ ραννοῦντα, μισῶν ὁ δῆμος καὶ βαρυνόμενος ἀρχὴν ἀπο‐
5στάσεως ἔλαβε τὸ Λουκρητίας πάθος, ἑαυτὴν ἐπὶ τῷ βιασθῆναι διεργασαμένης, καὶ Λεύκιος Βροῦτος ἁπτό‐ μενος τῶν πραγμάτων τῆς μεταβολῆς ἐπὶ πρῶτον ἦλθε τὸν Οὐαλέριον, καὶ χρησάμενος αὐτῷ προθυμοτάτῳ συν‐ εξέβαλε τοὺς βασιλεῖς, μέχρι μὲν ἐπίδοξος ἦν ὁ δῆμος
10ἕνα χειροτονήσειν ἀντὶ τοῦ βασιλέως στρατηγόν, ὁ Οὐα‐ λέριος ἡσυχίαν ἦγεν, ὡς τῷ Βρούτῳ μᾶλλον ἄρχειν προσ‐
Publ
.

1

.

4

ῆκον, ἡγεμόνι τῆς ἐλευθερίας γεγενημένῳ· δυσχεραινο‐ μένου δὲ τοῦ τῆς μοναρχίας ὀνόματος, καὶ δοκοῦντος ἂν ἀλυπότερον τοῦ δήμου μερισθεῖσαν ὑπομεῖναι τὴν ἀρχήν, καὶ δύο προβαλλομένου καὶ καλοῦντος, ἐλπίζων124
5μετὰ τὸν Βροῦτον αἱρεθήσεσθαι καὶ συνυπατεύσειν διή‐
Publ
.

1

.

5

μαρτεν. ᾑρέθη γὰρ ἄκοντι τῷ Βρούτῳ συνάρχων ἀντὶ τοῦ Οὐαλερίου Ταρκύνιος Κολλατῖνος ὁ Λουκρητίας ἀνήρ, οὐδὲν ἀρετῇ Οὐαλερίου διαφέρων ἀλλ’ οἱ δυνα‐ τοί, δεδιότες τοὺς βασιλεῖς ἔτι πολλὰ πειρῶντας
5ἔξωθεν καὶ μαλάσσοντας τὴν πόλιν, ἐβούλοντο τὸν ἐντονώτατον αὐτοῖς ἐχθρὸν ἔχειν στρατηγὸν ὡς οὐχ ὑφησόμενον.
Publ
.

2

.

1

Ἀγανακτῶν οὖν ὁ Οὐαλέριος, εἰ μὴ πιστεύεται πάντα πράττειν ἕνεκα τῆς πατρίδος, ὅτι μηδὲν ἰδίᾳ κα‐ κῶς ὑπὸ τῶν τυράννων πέπονθε, τῆς τε βουλῆς ἀπέστη, καὶ τὰς συνηγορίας ἀπεῖπε, καὶ τὸ πράττειν τὰ κοινὰ
5παντελῶς ἐξέλιπεν, ὥστε καὶ λόγον τοῖς πολλοῖς παρα‐ σχεῖν καὶ φροντίδα, φοβουμένοις μὴ δι’ ὀργὴν προσθέμε‐ νος τοῖς βασιλεῦσιν ἀνατρέψῃ τὰ πράγματα καὶ τὴν πόλιν,
Publ
.

2

.

2

ἐπισφαλῶς ἔχουσαν. ἐπεὶ δὲ καὶ πρὸς ἑτέρους τινὰς ὑπο‐ ψίαν ἔχων ὁ Βροῦτος ἐβούλετο διὰ σφαγίων ὁρκῶσαι τὴν βουλὴν καὶ προεῖπεν ἡμέραν, καταβὰς μάλα φαιδρὸς εἰς ἀγορὰν ὁ Οὐαλέριος, καὶ πρῶτος ὀμόσας μηδὲν ἐνδώ‐
5σειν μηδ’ ὑφήσεσθαι Ταρκυνίοις, ἀλλὰ πολεμήσειν κατὰ κράτος ὑπὲρ τῆς ἐλευθερίας, ἡδονήν τε τῇ βουλῇ καὶ
Publ
.

2

.

3

θάρσος ἅμα τοῖς ἄρχουσι παρέσχεν. εὐθὺς δὲ καὶ τὰ ἔργα τὸν ὅρκον ἐβεβαίου. πρέσβεις γὰρ ἧκον ἀπὸ Ταρ‐ κυνίου, γράμματα κομίζοντες ἐπαγωγὰ τοῦ δήμου καὶ λόγους ἐπιεικεῖς, οἷς μάλιστα τοὺς πολλοὺς ᾤοντο δια‐
5φθερεῖν, λεγομένοις παρὰ βασιλέως ἀφεικέναι τὸ φρό‐
Publ
.

2

.

4

νημα καὶ μετρίων δεῖσθαι δοκοῦντος. τούτους εἰς τὸ πλῆθος οἰομένων δεῖν τῶν ὑπάτων προαγαγεῖν, οὐκ εἴα‐ σεν ὁ Οὐαλέριος, ἀλλ’ ἐνέστη καὶ διεκώλυσεν ἀνθρώ‐ ποις πένησι καὶ βαρυνομένοις μᾶλλον τῆς τυραννίδος125
5τὸν πόλεμον ἀρχὰς καὶ προφάσεις νεωτερισμῶν ἐγγε‐ νέσθαι.
Publ
.

3

.

1

Μετὰ δὲ ταῦτα πρέσβεις ἧκον ἕτεροι, τῆς τε βασι‐ λείας ἀφίστασθαι καὶ πολεμοῦντα παύεσθαι τὸν Ταρκύ‐ νιον λέγοντες, ἀπαιτεῖν δὲ τὰ χρήματα καὶ τὰς οὐσίας αὑτῷ καὶ φίλοις καὶ οἰκείοις, ἀφ’ ὧν διαβιώσονται φεύ‐
Publ
.

3

.

2

γοντες. ἐπικλωμένων δὲ πολλῶν καὶ μάλιστα τοῦ Κολλα‐ τίνου συναγορεύοντος, ἄτρεπτος ὢν ἀνὴρ καὶ τραχὺς ὀργὴν ὁ Βροῦτος ἐξέδραμεν εἰς ἀγοράν, προδότην ἀπο‐ καλῶν τὸν συνάρχοντα, πολέμου καὶ τυραννίδος ἀφορ‐
5μὰς χαριζόμενον οἷς δεινὸν ἦν ὄντως ἐφόδια φυγῆς ψη‐
Publ
.

3

.

3

φίσασθαι. συνελθόντων δὲ τῶν πολιτῶν, πρῶτος ἰδιώτης ἀνὴρ εἶπεν ἐν δήμῳ τότε Γάιος Μινούκιος, τῷ τε Βρού‐ τῳ διακελευόμενος καὶ τοῖς Ῥωμαίοις παραινῶν ὁρᾶν, ὅπως τὰ χρήματα μετ’ αὐτῶν ὄντα πολεμοίη πρὸς τοὺς
5τυράννους μᾶλλον ἢ μετ’ ἐκείνων πρὸς αὐτούς. οὐ μὴν ἀλλ’ ἔδοξε τοῖς Ῥωμαίοις, τὴν ἐλευθερίαν ἔχουσιν ὑπὲρ ἧς ἐπολέμουν, μὴ προέσθαι τὴν εἰρήνην ἕνεκα χρημάτων,
Publ
.

3

.

4

ἀλλὰ συνεκβαλεῖν καὶ ταῦτα τοῖς τυράννοις. ἦν δ’ ἄρα Ταρκυνίῳ λόγος μὲν ἐλάχιστος τῶν χρημάτων, ἡ δ’ ἀπαί‐ τησις ἅμα πεῖρα τοῦ δήμου καὶ κατασκευὴ προδοσίας. καὶ ταῦτ’ ἔπραττον οἱ πρέσβεις, ὑπομένοντες ἐπὶ τῇ τῶν
5χρημάτων προφάσει, τὰ μὲν ἀποδίδοσθαι, τὰ δὲ φυλάτ‐ τειν, τὰ δ’ ἀποπέμπειν φάσκοντες, ἄχρι οὗ διέφθειραν
οἴκους δύο τῶν καλῶν καὶ ἀγαθῶν νομιζομένων, τὸν Ἀκυιλλίων, τρεῖς ἔχοντα βουλευτάς, καὶ δύο τὸν Οὐιτελ‐126
Publ
.

3

.

5

λίων. οὗτοι πάντες ἦσαν ἀπὸ μητέρων ἀδελφιδοῖ Κολ‐ λατίνου τοῦ ὑπατεύοντος, ἰδίᾳ δ’ Οὐιτελλίοις ἑτέρα πρὸς Βροῦτον οἰκειότης ὑπῆρχεν. ἀδελφὴν γὰρ αὐτῶν ὁ Βροῦ‐ τος εἶχε καὶ παῖδας ἐξ αὐτῆς πλείονας· ὧν δύο τοὺς ἐν
5ἡλικίᾳ συγγενεῖς ὄντας ἅμα καὶ συνήθεις οἱ Οὐιτέλλιοι προσηγάγοντο καὶ συνέπεισαν ἐν τῇ προδοσίᾳ γενέσθαι, καὶ καταμείξαντας ἑαυτοὺς εἰς γένος μέγα τὸ Ταρκυνίων καὶ βασιλικὰς ἐλπίδας ἀπαλλαγῆναι τῆς τοῦ πατρὸς ἀβελτερίας καὶ χαλεπότητος· χαλεπότητα μὲν τὸ ἀπαρ‐
10αίτητον αὐτοῦ πρὸς τοὺς πονηροὺς λέγοντες· τῇ δ’ ἀβελ‐ τερίᾳ προσποιήματι καὶ παρακαλύμματι πολὺν χρόνον ὡς ἔοικε χρησάμενος ἀσφαλείας ἕνεκα πρὸς τοὺς τυράν‐ νους, οὐδ’ ὕστερον ἔφυγεν αὐτῆς τὴν ἐπωνυμίαν.
Publ
.

4

.

1

Ὡς οὖν συνεπείσθη τὰ μειράκια καὶ τοῖς Ἀκυιλ‐ λίοις εἰς λόγους ἦλθεν, ὅρκον ὀμόσαι μέγαν ἔδοξε πᾶσι καὶ δεινόν, ἀνθρώπου σφαγέντος ἐπισπείσαντας αἷμα καὶ τῶν σπλάγχνων θιγόντας. ἐπὶ τούτοις εἰς τὴν Ἀκυιλλίων
Publ
.

4

.

2

οἰκίαν συνῆλθον. ἦν δ’ ὁ οἶκος ἐν ᾧ ταῦτα δράσειν ἔμελ‐ λον οἷον εἰκὸς ὑπέρημος καὶ σκοτώδης. ἔλαθεν οὖν αὐ‐ τοὺς οἰκέτης ὄνομα Οὐινδίκιος ἔνδον ἀποκρύψας ἑαυτόν, οὐ κατ’ ἐπιβουλὴν ἢ προαίσθησίν τινα τοῦ μέλλοντος,
5ἀλλ’ ἔνδον ὢν ἔτυχε, καὶ προσιοῦσιν αὐτοῖς μετὰ σπουδῆς ὀφθῆναι φοβηθείς, ὑπέστη λάρνακα κενὴν πρὸ αὑτοῦ ποιησάμενος, ὥστε καὶ τῶν πραττομένων θεατὴς γενέ‐
Publ
.

4

.

3

σθαι καὶ τῶν βουλευμάτων ἐπήκοος. ἔδοξε δ’ αὐτοῖς τοὺς ὑπάτους ἀναιρεῖν, καὶ ταῦτα δηλούσας γράψαντες ἐπιστολὰς πρὸς τὸν Ταρκύνιον ἔδοσαν τοῖς πρέσβεσι· καὶ γὰρ ᾤκουν αὐτόθι, τῶν Ἀκυιλλίων ξένοι γεγονότες,127
Publ
.

4

.

4

καὶ τότε τῇ συνωμοσίᾳ παρῆσαν. ὡς δὲ ταῦτα πράξαντες ἀπηλλάγησαν, ὑπεξελθὼν ὁ Οὐινδίκιος λάθρα χρήσασθαι τοῖς προσπεσοῦσιν οὐκ εἶχεν, ἀλλ’ ἠπορεῖτο, δεινὸν μὲν ἡγούμενος, ὥσπερ ἦν, πρὸς πατέρα Βροῦτον υἱῶν ἐξά‐
5γιστα κατηγορεῖν, ἢ πρὸς θεῖον ἀδελφιδῶν τὸν Κολλα‐ τῖνον, ἰδιώτην δὲ Ῥωμαίων οὐδένα νομίζων ἐχέγγυον
Publ
.

4

.

5

ἀπορρήτων τηλικούτων. πᾶν δ’ αὖ μᾶλλον ἢ δυνατὸς ὢν ἡσυχίαν ἄγειν, ἐλαυνόμενος δὲ τῷ συνειδότι τοῦ πρά‐ γματος, ὥρμησε πρὸς τὸν Οὐαλέριον, μάλιστά πως τοῖς κοινοῖς καὶ φιλανθρώποις ἐπαχθεὶς τοῦ ἀνδρός, ὅτι πᾶ‐
5σιν εὐπρόσοδος ἦν τοῖς δεομένοις, καὶ τὴν οἰκίαν ἀνεῳ‐ γμένην ἀεὶ παρεῖχε, καὶ λόγον οὐδενὸς οὐδὲ χρείαν ἀπερ‐ ρίπτει τῶν ταπεινῶν.
Publ
.

5

.

1

Ὡς οὖν ἀνέβη πρὸς αὐτὸν ὁ Οὐινδίκιος καὶ κατεῖπε πάντα, Μάρκου τε τοῦ ἀδελφοῦ παρόντος αὐτῷ μόνου καὶ τῆς γυναικός, ἐκπλαγεὶς καὶ δείσας ὁ Οὐαλέριος οὐ‐ κέτι προήκατο τὸν ἄνθρωπον, ἀλλὰ κατακλείσας εἰς τι
5οἴκημα, καὶ φύλακα τὴν ἑαυτοῦ γυναῖκα ταῖς θύραις ἐπιστήσας, τὸν μὲν ἀδελφὸν ἐκέλευσε τὴν βασιλικὴν ἔπαυ‐ λιν περισχόντα τὰ γράμματα λαβεῖν, ἂν δυνατὸν ᾖ, καὶ τοὺς οἰκέτας παραφυλάττειν· αὐτὸς δέ, πελατῶν τε πολ‐ λῶν καὶ φίλων ἀεὶ περὶ αὐτὸν ὄντων καὶ θεραπείας
10συχνῆς, ἐβάδιζε πρὸς τὴν οἰκίαν τῶν Ἀκυιλλίων, οὐκ
Publ
.

5

.

2

ἔνδον ὄντων. διὸ μηδενὸς ἂν προσδοκήσαντος ὠσάμενος
διὰ θυρῶν, ἐπιτυγχάνει τοῖς γράμμασι, κειμένοις ὅπου κατέλυον οἱ πρέσβεις. ταῦτα δ’ αὐτοῦ πράττοντος, οἱ Ἀκυίλλιοι δρόμῳ προσεφέροντο, καὶ περὶ τὰς θύρας συμ‐128
Publ
.

5

.

3

μείξαντες, ἐζήτουν ἀφελέσθαι τὰς ἐπιστολάς· οἱ δ’ ἠμύ‐ νοντο καὶ τὰ ἱμάτια περιβαλόντες αὐτῶν τοῖς τραχήλοις, ὑπὸ βίας καὶ μόλις ὠθούμενοι καὶ ὠθοῦντες, διὰ τῶν
Publ
.

5

.

4

στενωπῶν εἰς τὴν ἀγορὰν ἐνέβαλον. τὰ δ’ αὐτὰ καὶ περὶ τὴν ἔπαυλιν ἅμα τὴν βασιλικὴν ἐγίνετο, τοῦ Μάρκου γραμμάτων ἑτέρων ἐν τοῖς σκεύεσι κομιζομένων ἐπι‐ λαμβανομένου καὶ τῶν βασιλικῶν ὅσους δυνατὸς ἦν
5ἕλκοντος εἰς τὴν ἀγοράν.
Publ
.

6

.

1

Ἐπεὶ δὲ τὸν θόρυβον κατέπαυσαν οἱ ὕπατοι, καὶ τοῦ Οὐαλερίου κελεύσαντος ἐκ τῆς οἰκίας ὁ Οὐινδίκιος προήχθη, καὶ γενομένης κατηγορίας ἀνεγνώσθη τὰ γράμ‐ ματα, καὶ πρὸς οὐδὲν ἐτόλμησαν ἀντειπεῖν οἱ ἄνδρες, ἦν
5μὲν κατήφεια καὶ σιωπὴ τῶν ἄλλων, ὀλίγοι δὲ βουλόμενοι
Publ
.

6

.

2

τῷ Βρούτῳ χαρίζεσθαι φυγῆς ἐμέμνηντο. καί τι καὶ Κολλατῖνος αὐτοῖς ἐλπίδος ἐπιεικοῦς ἐνεδίδου δεδακρυ‐ μένος καὶ Οὐαλέριος σιωπῶν. ὁ δὲ Βροῦτος ὀνομαστὶ τῶν υἱῶν ἑκάτερον προσειπών, ‘ἄγ’ ὦ Τίτε‘ εἶπεν, ‘ἄγ’ ὦ
Publ
.

6

.

3

Τιβέριε, τί οὐκ ἀπολογεῖσθε πρὸς τὴν κατηγορίαν;‘ ὡς δ’ οὐδὲν ἀπεκρίναντο τρὶς ἐρωτηθέντες, οὕτως πρὸς τοὺς ὑπηρέτας ἀποστρέψας τὸ πρόσωπον, ‘ὑμέτερον‘
Publ
.

6

.

4

εἶπεν ‘ἤδη τὸ λοιπὸν ἔργον.‘ οἱ δ’ εὐθὺς συλλαβόντες τοὺς νεανίσκους περιερρήγνυον τὰ ἱμάτια, τὰς χεῖρας ἀπῆγον ὀπίσω, ῥάβδοις κατέξαινον τὰ σώματα, τῶν μὲν
ἄλλων οὐ δυναμένων προσορᾶν οὐδὲ καρτερούντων, ἐκεῖ‐129
5νον δὲ λέγεται μήτε τὰς ὄψεις ἀπαγαγεῖν ἀλλαχόσε, μήτ’ οἴκτῳ τι τρέψαι τῆς περὶ τὸ πρόσωπον ὀργῆς καὶ βαρύτητος, ἀλλὰ δεινὸν ἐνορᾶν κολαζομένοις τοῖς παι‐ σίν, ἄχρι οὗ κατατείναντες αὐτοὺς ἐπὶ τοὔδαφος πελέκει
Publ
.

6

.

5

τὰς κεφαλὰς ἀπέκοψαν. οὕτω δὲ τοὺς ἄλλους ἐπὶ τῷ συνάρχοντι ποιησάμενος, ᾤχετ’ ἐξαναστάς, ἔργον εἰργα‐ σμένος οὔτ’ ἐπαινεῖν βουλομένοις ἀξίως οὔτε ψέγειν ἐφι‐ κτόν. ἢ γὰρ ἀρετῆς ὕψος εἰς ἀπάθειαν ἐξέστησεν 〈αὐ‐
5τοῦ〉 τὴν ψυχήν, ἢ πάθους μέγεθος εἰς ἀναλγησίαν. οὐ‐ δέτερον δὲ μικρὸν οὐδ’ ἀνθρώπινον, ἀλλ’ ἢ θεῖον ἢ θη‐
Publ
.

6

.

6

ριῶδες. δίκαιον δὲ τῇ δόξῃ τοῦ ἀνδρὸς τὴν κρίσιν ἕπεσθαι μᾶλλον ἢ τὴν ἀρετὴν ἀσθενείᾳ τοῦ κρίνοντος ἀπιστεῖσθαι. Ῥωμαῖοι γὰρ οὐ τοσοῦτον ἔργον οἴονται Ῥωμύλου γε‐ νέσθαι τῆς πόλεως τὴν ἵδρυσιν, ὅσον Βρούτου τὴν κτίσιν
5τῆς πολιτείας καὶ κατάστασιν.
Publ
.

7

.

1

Ὡς δ’ οὖν ἀπῆλθεν ἐξ ἀγορᾶς τότε, πολὺν μὲν χρό‐ νον ἔκπληξις εἶχε καὶ φρίκη καὶ σιωπὴ πάντας ἐπὶ τοῖς διαπεπραγμένοις· πρὸς δὲ τὴν τοῦ Κολλατίνου μαλακίαν καὶ μέλλησιν ἀνεθάρρησαν οἱ Ἀκυίλλιοι, καὶ χρόνον
5ἠξίουν λαβόντες ἀπολογήσασθαι, καὶ τὸν Οὐινδίκιον αὐ‐ τοῖς ἀποδοθῆναι δοῦλον ὄντα, καὶ μὴ παρὰ τοῖς κατη‐
Publ
.

7

.

2

γόροις εἶναι. βουλομένου δὲ ταῦτα συγχωρεῖν καὶ δια‐ λύοντος ἐπὶ τούτοις τὴν ἐκκλησίαν, ὁ Οὐαλέριος οὔτε τὸν ἄνθρωπον οἷός τ’ ἦν ἀφεῖναι τῷ περὶ αὐτὸν ὄχλῳ κατα‐ μεμειγμένον, οὔτε τὸν δῆμον εἴα προέμενον τοὺς προ‐
Publ
.

7

.

3

δότας ἀπελθεῖν. τέλος δὲ τοῖς σώμασιν ἐπιβαλὼν τὰς χεῖ‐ ρας, ἐπεκαλεῖτο τὸν Βροῦτον, καὶ τὸν Κολλατῖνον ἐβόα δεινὰ ποιεῖν, εἰ τῷ συνάρχοντι παιδοφονίας ἀνάγκην προστριψάμενος, αὐτὸς οἴεται δεῖν καταχαρίζεσθαι ταῖς
Publ
.

7

.

4

γυναιξὶ τοὺς προδότας καὶ πολεμίους τῆς πατρίδος. ἀγα‐ νακτοῦντος δὲ τοῦ ὑπάτου καὶ κελεύοντος ἀπάγεσθαι
τὸν Οὐινδίκιον, οἱ μὲν ὑπηρέται διωσάμενοι τὸν ὄχλον ἥπτοντο τοῦ ἀνθρώπου καὶ τοὺς ἀφαιρουμένους ἔτυπτον,130
5οἱ δὲ φίλοι τοῦ Οὐαλερίου προέστησαν ἀμυνόμενοι, καὶ
Publ
.

7

.

5

ὁ δῆμος ἐβόα κελεύων παρεῖναι τὸν Βροῦτον. ἧκεν οὖν αὖθις ὑποστρέψας, καὶ γενομένης αὐτῷ σιωπῆς, εἶπεν ὅτι τοῖς μὲν υἱοῖς αὐτὸς ἀποχρῶν ἦν δικαστής, περὶ δὲ τῶν ἄλλων τοῖς πολίταις ἐλευθέροις οὖσι ψῆφον δίδωσι·
5λεγέτω δ’ ὁ βουλόμενος καὶ πειθέτω τὸν δῆμον. οὐκέτι μέντοι λόγων ἐδέησεν, ἀλλὰ τῆς ψήφου δοθείσης, πάσαις
Publ
.

7

.

6

ἁλόντες ἐπελεκίσθησαν. ὁ δὲ Κολλατῖνος ἦν μὲν ὡς ἔοι‐ κεν ἐν ὑποψίᾳ τινὶ καὶ διὰ συγγένειαν τῶν βασιλέων, ἤχθοντο δ’ αὐτοῦ καὶ τῷ δευτέρῳ τῶν ὀνομάτων, ἀφο‐ σιούμενοι τὸν Ταρκύνιον. ὡς δὲ καὶ ταῦτα συνέβη, παντά‐
5πασι προσκρούσας ἀφῆκε τὴν ἀρχὴν ἑκὼν καὶ τῆς πό‐
Publ
.

7

.

7

λεως ὑπεξῆλθεν. οὕτω δὴ πάλιν ἀρχαιρεσιῶν γενομένων, ὕπατος ἀπεδείχθη λαμπρῶς ὁ Οὐαλέριος, ἀξίαν ἀπολα‐ βὼν τῆς προθυμίας χάριν· ἧς οἰόμενός τι δεῖν ἀπολαῦσαι τὸν Οὐινδίκιον, ἐψηφίσατο πρῶτον ἀπελεύθερον ἐκεῖνον
5ἐν τῇ Ῥώμῃ γενέσθαι πολίτην καὶ φέρειν ψῆφον, ᾗ βού‐
Publ
.

7

.

8

λοιτο φρατρίᾳ προσνεμηθέντα. τοῖς δ’ ἄλλοις ἀπελευθέ‐ ροις ὀψὲ καὶ μετὰ πολὺν χρόνον ἐξουσίαν ψήφου δημα‐ γωγῶν ἔδωκεν Ἄππιος. ἡ δὲ παντελὴς ἀπελευθέρωσις ἄχρι νῦν οὐινδίκτα λέγεται δι’ ἐκεῖνον ὥς φασι τὸν Οὐινδίκιον.
Publ
.

8

.

1

Ἐκ τούτου τὰ μὲν χρήματα τῶν βασιλέων διαρπά‐ σαι τοῖς Ῥωμαίοις ἔδωκαν, τὴν δ’ οἰκίαν κατέσκαψαν καὶ τὴν ἔπαυλιν. τοῦ δ’ Ἀρείου πεδίου τὸ ἥδιστον ἐκέ‐
Publ
.

8

.

2

κτητο Ταρκύνιος, καὶ τοῦτο τῷ θεῷ καθιέρωσαν. ἔτυχε
δὲ τεθερισμένον ἄρτι, καὶ κειμένων ἔτι τῶν δραγμάτων, οὐκ ᾤοντο δεῖν ἀλοᾶν οὐδὲ χρῆσθαι διὰ τὴν καθιέρωσιν, ἀλλὰ συνδραμόντες ἐφόρουν τὰς ἀμάλλας εἰς τὸν ποτα‐131
Publ
.

8

.

3

μόν. ὣς δ’ αὕτως καὶ τὰ δένδρα κόπτοντες ἐνέβαλλον, ἀργὸν παντάπασι τὸ χωρίον ἀνιέντες τῷ θεῷ καὶ ἄκαρ‐
Publ
.

8

.

4

πον. ὠθουμένων δὲ πολλῶν ἐπ’ ἀλλήλοις καὶ ἀθρόων, ὑπήγαγεν ὁ ῥοῦς οὐ πολὺν τόπον, ἀλλ’ ὅπου τὰ πρῶτα συνενεχθέντα καὶ περιπεσόντα τοῖς στερεοῖς ὑπέστη, τῶν ἐπιφερομένων διέξοδον οὐκ ἐχόντων, ἀλλ’ ἐνισχομένων καὶ
5περιπλεκομένων, ἐλάμβανεν ἡ σύμπηξις ἰσχὺν καὶ ῥίζω‐
Publ
.

8

.

5

σιν, αὐξανομένην ὑπὸ τοῦ ῥεύματος. ἰλύν τε γὰρ ἐπή‐ γαγε πολλήν, ἣ προσισταμένη τροφὴν παρεῖχεν ἅμα καὶ κόλλησιν, αἵ τε πληγαὶ σάλον οὐκ ἐποίουν, ἀλλὰ μαλα‐ κῶς πιέζουσαι συνήλαυνον εἰς ταὐτὸ πάντα καὶ συνέπλατ‐
Publ
.

8

.

6

τον. ὑπὸ δὲ μεγέθους καὶ στάσεως ἕτερον αὑτῷ μέγεθος ἐκτᾶτο καὶ χώραν ἀναδεχομένην τὰ πλεῖστα τῶν ὑπὸ τοῦ ποταμοῦ καταφρομένων. τοῦτο νῦν νῆσός ἐστιν ἱερὰ κατὰ τὴν πόλιν, ἔχει δὲ καὶ ναοὺς θεῶν καὶ περιπάτους,
5καλεῖται δὲ φωνῇ τῇ Λατίνων Μέσον δυεῖν γεφυρῶν.
Publ
.

8

.

7

ἔνιοι δὲ τοῦτο συμπεσεῖν ἱστοροῦσιν οὐχ ὅτε τὸ Ταρκυ‐ νίου καθιερώθη πεδίον, ἀλλὰ χρόνοις ὕστερον ἄλλο χω‐
Publ
.

8

.

8

ρίον ὁμοροῦν ἐκείνῳ Ταρκυνίας ἀνείσης. ἡ δὲ Ταρκυνία παρθένος ἦν ἱέρεια, μία τῶν Ἑστιάδων, ἔσχε δὲ τιμὰς ἀντὶ τούτου μεγάλας, ἐν αἷς ἦν καὶ τὸ μαρτυρίαν αὐτῆς δέχεσθαι μόνης γυναικῶν· τὸ δ’ ἐξεῖναι γαμεῖσθαι ψηφι‐
5σαμένων οὐ προσεδέξατο. καὶ ταῦτα μὲν οὕτω γενέσθαι μυθολογοῦσι.
Publ
.

9

.

1

Ταρκύνιον δὲ τὴν ἐκ προδοσίας ἀπογνόντα τῆς
ἀρχῆς ἀνάληψιν ἐδέξαντο Τυρρηνοὶ προθύμως, καὶ με‐132
Publ
.

9

.

2

γάλῃ δυνάμει κατῆγον. ἀντεξῆγον δὲ τοὺς Ῥωμαίους οἱ ὕπατοι καὶ παρέταξαν ἐν χωρίοις ἱεροῖς, ὧν τὸ μὲν Ὁράτιον ἄλσος, τὸ δὲ Ναιούιον λειμῶνα προσαγορεύουσιν.
Publ
.

9

.

3

ἀρχομένων δ’ αὐτῶν συνάγειν εἰς χεῖρας, Ἄρρων ὁ Ταρ‐ κυνίου παῖς καὶ Βροῦτος ὁ Ῥωμαίων ὕπατος, οὐ κατὰ τύχην ἀλλήλοις περιπεσόντες, ἀλλ’ ὑπ’ ἔχθους καὶ ὀργῆς, ὁ μὲν ὡς ἐπὶ τύραννον καὶ πολέμιον τῆς πατρίδος, ὁ δὲ
Publ
.

9

.

4

τῆς φυγῆς ἀμυνόμενος, ὥρμησαν ὁμόσε τοῖς ἵπποις. θυ‐ μῷ δὲ μᾶλλον ἢ λογισμῷ προσμείξαντες, ἠφείδησαν αὑ‐ τῶν καὶ συναπέθανον ἀλλήλοις. οὕτω δὲ δεινοῦ γενομέ‐ νου τοῦ προάγωνος, οὐκ ἔσχεν ὁ ἀγὼν τέλος ἐπιεικέ‐
5στερον, ἀλλὰ καὶ δράσαντες ἴσα καὶ παθόντες οἱ στρατοὶ
Publ
.

9

.

5

διεκρίθησαν ὑπὸ χειμῶνος. ἦν οὖν ἐν ἀπόροις ὁ Οὐαλέ‐ ριος, οὐκ εἰδὼς τὸ τῆς μάχης πέρας, ἀλλὰ τοὺς στρατιώ‐ τας ὁρῶν τοῖς μὲν αὑτῶν νεκροῖς ἀθυμοῦντας, ἐπαιρο‐ μένους δὲ τοῖς τῶν πολεμίων· οὕτως ἄκριτος ἦν καὶ
Publ
.

9

.

6

παράλληλος ὑπὸ πλήθους ὁ φόνος. οὐ μὴν ἀλλ’ ἑκατέ‐ ροις ἐγγύθεν ὁρώμενα τὰ οἰκεῖα μᾶλλον ἐβεβαίου τὴν ἧτταν ἢ τὴν νίκην εἰκαζόμενα τὰ τῶν πολεμίων. ἐπελ‐ θούσης δὲ νυκτὸς οἵαν εἰκὸς οὕτω μεμαχημένοις, καὶ
5γενομένων ἐν ἡσυχίᾳ τῶν στρατοπέδων, λέγουσι σεισθῆ‐ ναι τὸ ἄλσος, ἐκ δ’ αὐτοῦ φωνὴν ἐκπεσεῖν μεγάλην, φράζουσαν ὡς ἑνὶ πλείους ἐν τῇ μάχῃ τεθνήκασι Τυρ‐
Publ
.

9

.

7

ρηνῶν ἢ Ῥωμαίων. ἦν δ’ ἄρα θεῖόν τι τὸ φθεγξάμενον εὐθὺς [τε] γὰρ ὑπ’ αὐτοῦ τοῖς μὲν ἀλαλάξαι παρέστη μέγα καὶ θαρσαλέον, οἱ δὲ Τυρρηνοὶ περίφοβοι γενόμενοι καὶ συνταραχθέντες ἐξέπεσον τοῦ στρατοπέδου, καὶ διεσπά‐
5ρησαν οἱ πλεῖστοι. τοὺς δὲ καταλειφθέντας ὀλίγῳ πεντα‐ κισχιλίων ἐλάσσους ἐπελθόντες εἷλον οἱ Ῥωμαῖοι, καὶ
Publ
.

9

.

8

τἆλλα διήρπασαν. οἱ δὲ νεκροὶ διαριθμηθέντες εὑρέθη‐
σαν τριακόσιοι μὲν ἐπὶ χιλίοις καὶ μυρίοις οἱ τῶν πο‐ λεμίων, οἱ δὲ Ῥωμαίων παρ’ ἕνα τοσοῦτοι. ταύτην τὴν μάχην λέγουσι γενέσθαι πρὸ μιᾶς καλανδῶν Μαρτίων.133
Publ
.

9

.

9

ἐθριάμβευσε δ’ ἀπ’ αὐτῆς Οὐαλέριος, εἰσελάσας τεθρίπ‐ πῳ πρῶτος ὑπάτων, καὶ τὸ πρᾶγμα σεμνὴν καὶ μεγαλο‐ πρεπῆ παρέσχεν ὄψιν, οὐκ ἐπίφθονον οὐδ’ ἀνιάσασαν. ὡς ἔνιοι λέγουσι, τοὺς ὁρῶντας· οὐ γὰρ ἂν ἔσχε ζῆλον
5τοσοῦτον οὐδὲ φιλοτιμίαν εἰς ἔτη πάμπολλα διαμένου‐
Publ
.

9

.

10

σαν. ἀπεδέξαντο δὲ τοῦ Οὐαλερίου καὶ τὰς εἰς τὸν συν‐ άρχοντα τιμάς, αἷς ἐκκομιζόμενον καὶ θαπτόμενον ἐκό‐ σμησε, καὶ λόγον ἐπ’ αὐτῷ διεξῆλθεν ἐπιτάφιον, ὃς οὕτως ὑπὸ Ῥωμαίων ἠγαπήθη καὶ τοσαύτην ἔσχε χάριν,
5ὥστε πᾶσι τοῖς ἀγαθοῖς καὶ μεγάλοις ὑπάρχειν ἐξ ἐκεί‐
Publ
.

9

.

11

νου τελευτήσασιν ὑπὸ τῶν ἀρίστων ἐγκωμιάζεσθαι. λέ‐ γεται δὲ καὶ τῶν Ἑλληνικῶν ἐπιταφίων ἐκεῖνος γενέσθαι πρεσβύτερος, εἴγε μὴ καὶ τοῦτο Σόλωνός ἐστιν, ὡς Ἀνα‐ ξιμένης ὁ ῥήτωρ (fr. 5 M.) ἱστόρηκεν.
Publ
.

10

.

1

Ἀλλὰ δι’ ἐκεῖνα μᾶλλον ἤχθοντο τῷ Οὐαλερίῳ καὶ προσέκρουον, ὅτι Βροῦτος μέν, ὃν πατέρα τῆς ἐλευ‐ θερίας ἐνόμιζεν ὁ δῆμος, οὐκ ἠξίωσε μόνος ἄρχειν, ἀλλὰ καὶ πρῶτον αὑτῷ συνάρχοντα προσείλετο καὶ δεύτερον·
5‘οὑτοσὶ δ’‘, ἔφασαν, ‘εἰς ἑαυτὸν ἅπαντα συνενεγκάμενος, οὐκ ἔστι τῆς Βρούτου κληρονόμος ὑπατείας μηδὲν αὐτῷ
Publ
.

10

.

2

προσηκούσης, ἀλλὰ τῆς Ταρκυνίου τυραννίδος. καίτοι τί δεῖ λόγῳ μὲν Βροῦτον ἐγκωμιάζειν, ἔργῳ δὲ μιμεῖσθαι Ταρκύνιον, ὑπὸ ῥάβδοις ὁμοῦ πάσαις καὶ πελέκεσι κατ‐ ιόντα μόνον ἐξ οἰκίας τοσαύτης τὸ μέγεθος, ὅσην οὐ
Publ
.

10

.

3

καθεῖλε τὴν τοῦ βασιλέως;‘ καὶ γὰρ ὄντως ὁ Οὐαλέριος
ᾤκει τραγικώτερον ὑπὲρ τὴν καλουμένην Οὐελίαν οἰκίαν ἐπικρεμαμένην τῇ ἀγορᾷ καὶ καθορῶσαν ἐξ ὕψους ἅπαν‐ τα, δυσπρόσοδον δὲ πελάσαι καὶ χαλεπὴν ἔξωθεν, ὥστε134
5καταβαίνοντος αὐτοῦ τὸ σχῆμα μετέωρον εἶναι καὶ βασι‐
Publ
.

10

.

4

λικὸν τῆς προπομπῆς τὸν ὄγκον. ὅσον οὖν ἐν ἀρχῇ καὶ πράγμασι μεγάλοις ἀγαθὸν ἦν ἔχειν ὦτα παρρησίαν ἀντὶ
Publ
.

10

.

5

κολακείας προσιέμενα καὶ λόγους ἀληθεῖς, ἔδειξεν. ἀκού‐ σας γὰρ ὅτι τοῖς πολλοῖς ἁμαρτάνειν ἐδόκει τῶν φίλων διεξιόντων, οὐκ ἐφιλονίκησεν οὐδ’ ἠγανάκτησεν, ἀλλὰ ταχὺ πολλοὺς συναγαγὼν τεχνίτας, ἔτι νυκτὸς οὔσης
5κατέβαλε τὴν οἰκίαν καὶ κατέσκαψεν εἰς ἔδαφος πᾶσαν, ὥστε μεθ’ ἡμέραν τοὺς Ῥωμαίους ὁρῶντας καὶ συνιστα‐ μένους, τοῦ μὲν ἀνδρὸς ἀγαπᾶν καὶ θαυμάζειν τὴν μεγα‐ λοφροσύνην, ἄχθεσθαι δὲ τῆς οἰκίας καὶ ποθεῖν τὸ μέ‐ γεθος καὶ τὸ κάλλος, ὥσπερ ἀνθρώπου διὰ φθόνον οὐ
10δικαίως καταλελυμένης, τοῦ δ’ ἄρχοντος ὥσπερ ἀνεστίου
Publ
.

10

.

6

παρ’ ἑτέροις οἰκοῦντος. ἐδέχοντο γὰρ οἱ φίλοι τὸν Οὐα‐ λέριον, ἄχρι οὗ τόπον ἔδωκεν ὁ δῆμος αὐτῷ καὶ κατε‐ σκεύασεν οἰκίαν ἐκείνης μετριωτέραν, ὅπου νῦν ἱερόν
Publ
.

10

.

7

ἐστιν Οὐίκας Πότας ὀνομαζόμενον. βουλόμενος δὲ μὴ μόνον ἑαυτόν, ἀλλὰ καὶ τὴν ἀρχὴν ἀντὶ φοβερᾶς χει‐ ροήθη καὶ προσφιλῆ ποιεῖν τοῖς πολλοῖς, τούς τε πελέ‐ κεις ἀπέλυσε τῶν ῥάβδων, αὐτάς τε τὰς ῥάβδους εἰς
5ἐκκλησίαν παριὼν ὑφῆκε τῷ δήμῳ καὶ κατέκλινε, μέγα ποιῶν τὸ πρόσχημα τῆς δημοκρατίας. καὶ τοῦτο μέχρι
Publ
.

10

.

8

νῦν διαφυλάττουσιν οἱ ἄρχοντες. ἐλάνθανε δὲ τοὺς πολ‐ λοὺς οὐχ ἑαυτὸν ὡς ᾤοντο ποιῶν ταπεινόν, ἀλλὰ τὸν φθόνον τῇ μετριότητι ταύτῃ καθαιρῶν καὶ κολούων, ἑαυτῷ δὲ προστιθεὶς τοσοῦτον μέγεθος δυνάμεως, ὅσον
5ἀφαιρεῖν ἐδόκει τῆς ἐξουσίας, ὑποδυομένου μεθ’ ἡδονῆς
Publ
.

10

.

9

αὐτῷ τοῦ δήμου καὶ φέροντος ἑκουσίως, ὥστε καὶ Πο‐ πλικόλαν ἀνηγόρευσεν αὐτόν· σημαίνει δὲ τοὔνομα δη‐ μοκηδῆ· καὶ τοῦτο μᾶλλον ἴσχυσε τῶν ἀρχαίων ὀνομά‐ των, ᾧ καὶ ἡμεῖς χρησόμεθα, τὸν λοιπὸν βίον τοῦ ἀνδρὸς135
5ἱστοροῦντες.
Publ
.

11

.

1

Ὑπατείαν μὲν γὰρ ἔδωκε μετιέναι καὶ παραγγέλ‐ λειν τοῖς βουλομένοις· πρὸ δὲ τῆς καταστάσεως τοῦ συνάρχοντος οὐκ εἰδὼς τὸν γενησόμενον, ἀλλὰ δεδιὼς ἀντίπραξιν ὑπὸ φθόνου τινὸς ἢ ἀγνοίας, ἐχρήσατο τῇ
5μοναρχίᾳ πρὸς τὰ κάλλιστα καὶ μέγιστα τῶν πολιτευ‐
Publ
.

11

.

2

μάτων. πρῶτον μὲν γὰρ ἀνεπλήρωσε τὴν βουλὴν ὀλι‐ γανδροῦσαν· ἐτεθνήκεσαν γὰρ οἱ μὲν ὑπὸ Ταρκυνίου πρότερον, οἱ δ’ ἔναγχος ἐν τῇ μάχῃ. τοὺς δ’ ἐγγραφέντας ὑπ’ αὐτοῦ λέγουσιν ἑκατὸν καὶ ἑξήκοντα τέσσαρας γε‐
Publ
.

11

.

3

νέσθαι. μετὰ δὲ ταῦτα νόμους ἔγραψεν, ὧν μάλιστα μὲν ἰσχυροὺς ἐποίησε τοὺς πολλοὺς ὁ τὸν δῆμον ἀπὸ τῶν ὑπάτων τῷ φεύγοντι δίκην ἐπικαλεῖσθαι διδούς· δεύ‐ τερος ὁ τοὺς ἀρχὴν ἀναλαβόντας, ἣν ὁ δῆμος οὐκ ἔδωκεν,
5ἀποθνῄσκειν κελεύων· τρίτος δὲ μετὰ τούτους, ὃς ἐβοή‐ θησε τοῖς πένησιν, ᾧ τὰ τέλη τῶν πολιτῶν ἀφεῖλε καὶ προθυμότερον ἅπτεσθαι τῶν ἐργασιῶν ἐποίησεν ἅπαν‐
Publ
.

11

.

4

τας. ὁ δὲ γραφεὶς κατὰ τῶν ἀπειθούντων τοῖς ὑπάτοις οὐχ ἧττον ἔδοξε δημοτικὸς εἶναι καὶ πρὸς τῶν πολλῶν μᾶλλον ἢ δυνατῶν γεγράφθαι. ζημίαν γὰρ ἀπειθείας
Publ
.

11

.

5

ἔταξε βοῶν πέντε καὶ δυεῖν προβάτων ἀξίαν. ἦν δὲ τιμὴ προβάτου μὲν ὀβολοὶ δέκα, βοὸς δ’ ἑκατόν, οὔπω νομί‐ σματι χρωμένων πολλῷ τότε Ῥωμαίων, ἀλλὰ προβατείαις
Publ
.

11

.

6

καὶ κτηνοτροφίαις εὐθενούντων. διὸ καὶ τὰς οὐσίας ἄχρι νῦν ἀπὸ τῶν προβάτων πεκούλια καλοῦσι, καὶ τῶν νομι‐ σμάτων τοῖς παλαιοτάτοις βοῦν ἐνεχάραττον ἢ πρόβα‐136
Publ
.

11

.

7

τον ἢ σῦν. ἐτίθεντο δὲ καὶ παισὶν αὑτῶν Συΐλλους καὶ Βουβούλκους καὶ Καπραρίους ὀνόματα καὶ Πορκίους, κάπρας μὲν τὰς αἶγας, πόρκους δὲ τοὺς χοίρους ὀνομά‐ ζοντες.
Publ
.

12

.

1

Οὕτω δὲ περὶ ταῦτα δημοτικὸς γενόμενος νομο‐ θέτης καὶ μέτριος, ἐν τῷ † μετρίῳ τὴν τιμωρίαν ὑπερέ‐ τεινεν. ἔγραψε γὰρ νόμον ἄνευ κρίσεως κτείνειν διδόντα τὸν βουλόμενον τυραννεῖν, κτείναντα δὲ φόνου καθαρὸν
5ἐποίησεν, εἰ παράσχοιτο τοῦ ἀδικήματος τοὺς ἐλέγχους.
Publ
.

12

.

2

ἐπεὶ γὰρ οὐ δυνατὸν ἐπιχειροῦντα τηλικούτοις λαθεῖν ἅπαντας, οὐκ ἀδύνατον δὲ τὸ μὴ λαθόντα τοῦ κριθῆναι φθάσαι κρείττονα γενόμενον, ἣν ἀναιρεῖ τὸ ἀδίκημα κρίσιν προλαβεῖν ἔδωκε τῷ δυναμένῳ κατὰ τοῦ ἀδι‐
5κοῦντος.
Publ
.

12

.

3

Ἐπῃνέθη δὲ καὶ διὰ τὸν ταμιευτικὸν νόμον. ἐπεὶ γὰρ ἔδει χρήματα πρὸς τὸν πόλεμον εἰσενεγκεῖν ἀπὸ τῶν οὐσιῶν τοὺς πολίτας, οὔτ’ αὐτὸς ἅψασθαι τῆς οἰκονο‐ μίας οὔτε τοὺς φίλους ἐᾶσαι βουλόμενος, οὔθ’ ὅλως εἰς
5οἶκον ἰδιώτου παρελθεῖν δημόσια χρήματα, ταμιεῖον μὲν ἀπέδειξε τὸν τοῦ Κρόνου ναόν, ᾧ μέχρι νῦν χρώμενοι διατελοῦσι, ταμίας δὲ τῷ δήμῳ δύο τῶν νέων ἔδωκεν ἀποδεῖξαι· καὶ ἀπεδείχθησαν οἱ πρῶτοι Πούπλιος Οὐε‐ τούριος καὶ Μινούκιος Μᾶρκος, καὶ χρήματα συνήχθη
Publ
.

12

.

4

πολλά· τρισκαίδεκα γὰρ ἀπεγράψαντο μυριάδες, ὀρφα‐ νοῖς παισὶ καὶ χήραις γυναιξὶν ἀνεθείσης τῆς εἰσ‐
φορᾶς.137
Publ
.

12

.

5

Ταῦτα δὲ διοικήσας, ἀπέδειξεν ἑαυτῷ συνάρχοντα τὸν Λουκρητίας πατέρα Λουκρήτιον, ᾧ τῆς ἡγεμονικωτέρας ἐξιστάμενος ὄντι πρεσβυτέρῳ τάξεως παρέδωκε τοὺς κα‐ λουμένους φάσκης· καὶ τοῦτο διέμεινεν εἰς ἡμᾶς τὸ
5πρεσβεῖον ἀπ’ ἐκείνου τοῖς γεραιτέροις φυλαττόμενον.
Publ
.

12

.

6

ἐπεὶ δ’ ὀλίγαις ἡμέραις ὕστερον ἐτελεύτησεν ὁ Λουκρή‐ τιος, πάλιν ἀρχαιρεσιῶν γενομένων ᾑρέθη Μᾶρκος Ὁρά‐ τιος, καὶ συνῆρχε τῷ Ποπλικόλᾳ τὸν ὑπολειπόμενον χρό‐ νον τοῦ ἐνιαυτοῦ.
Publ
.

13

.

1

Ταρκυνίου δὲ Ῥωμαίοις δεύτερον πόλεμον ἐν Τυρ‐ ρηνίᾳ κινοῦντος, μέγα σημεῖον λέγεται γενέσθαι. βασι‐ λεύων γὰρ ἔτι καὶ τὸν νεὼν τοῦ Καπιτωλίου Διὸς ἔχων ὁ Ταρκύνιος ὅσον οὔπω συντετελεσμένον, εἴτε μαντείας
5γενομένης, εἴτ’ αὐτῷ δόξαν ἄλλως, ἅρμα κατὰ κορυφὴν ἐπιστῆσαι κεραμεοῦν ἐξέδωκε Τυρρηνοῖς τισιν ἐξ Οὐηί‐ ων δημιουργοῖς, εἶτ’ ὀλίγον ὕστερον ἐξέπεσε τῆς ἀρχῆς.
Publ
.

13

.

2

τῶν δὲ Τυρρηνῶν διαπεπλασμένον τὸ τέθριππον ἐμβα‐ λόντων εἰς κάμινον, οὐκ ἔπαθεν ἃ προσήκει πάσχειν πη‐ λὸν ἐν πυρί, πυκνοῦσθαι καὶ συνιζάνειν ἐκτηκομένης τῆς ὑγρότητος, ἀλλ’ ἐξέστη καὶ ᾤδησε καὶ μέγεθος ἔσχεν
5ἅμα ῥώμῃ καὶ σκληρότητι τοσοῦτον, ὥστε μόλις ἐξαι‐ ρεθῆναι, τὴν ὀροφὴν ἀποσκευασαμένων τῆς καμίνου καὶ
Publ
.

13

.

3

τῶν τοίχων περιαιρεθέντων. ὡς οὖν ἐδόκει τοῖς μάν‐ τεσι θεῖον εἶναι σημεῖον εὐτυχίας καὶ δυνάμεως παρ’ οἷς ἔσοιτο τὸ τέθριππον, ἔγνωσαν οἱ Οὐήιοι μὴ προέσθαι τοῖς Ῥωμαίοις ἀπαιτοῦσι, καὶ ἀπεκρίναντο τοῦτο Ταρκυ‐
Publ
.

13

.

4

νίοις, οὐ τοῖς Ταρκυνίους ἐκβαλοῦσι προσήκειν. ὀλίγαις
δ’ ὕστερον ἡμέραις ἦσαν ἵππων ἀγῶνες αὐτοῖς, καὶ τὰ μὲν ἄλλα θέαν καὶ σπουδὴν 〈τὴν〉 εἰωθυῖαν παρεῖχε, τὸ δὲ νικῆσαν τέθριππον ὁ μὲν ἡνίοχος ἐξήλαυνε τοῦ138
5ἱπποδρόμου σχέδην ἐστεφανωμένος, οἱ δ’ ἵπποι πτοη‐ θέντες ἀπ’ οὐδεμιᾶς ἐμφανοῦς προφάσεως, ἀλλὰ κατὰ δή τι δαιμόνιον ἢ τυχαῖον, ἵεντο παντὶ τάχει πρὸς τὴν Ῥωμαίων πόλιν ἔχοντες τὸν ἡνίοχον, ὡς [δ’] οὐδὲν ἦν ἔργον αὐτοῦ κατατείνοντος οὐδὲ παρηγοροῦντος, ἀλλ’ ἥρ‐
10παστο, δόντα τῇ ῥύμῃ καὶ φερόμενον, μέχρι οὗ τῷ Καπι‐ τωλίῳ προσμείξαντες ἐξέβαλον αὐτὸν ἐνταῦθα περὶ τὴν
Publ
.

13

.

5

πύλην ἣν νῦν Ῥατουμέναν καλοῦσι. γενομένου δὲ τούτου θαυμάσαντες οἱ Οὐήιοι καὶ φοβηθέντες, ἐπέτρεψαν ἀπο‐ δοῦναι τὸ ἅρμα τοῖς τεχνίταις.
Publ
.

14

.

1

Τὸν δὲ νεὼν τοῦ Καπιτωλίου Διὸς εὔξατο μὲν ἀναθήσειν Ταρκύνιος ὁ Δημαράτου πολεμῶν Σαβίνοις, ᾠκοδόμησε δὲ Ταρκύνιος ὁ Σούπερβος, υἱὸς ὢν ἢ υἱωνὸς τοῦ εὐξαμένου, καθιερῶσαι δ’ οὐκ ἔφθασεν, ἀλλὰ μι‐
5κρὸν ἀπελείπετο τοῦ τέλος ἔχειν, ὅτε Ταρκύνιος ἐξέ‐
Publ
.

14

.

2

πιπτεν. ὡς οὖν ἀπείργαστο τελέως καὶ τὸν προσήκοντα κόσμον ἀπεῖχεν, ἦν τῷ Ποπλικόλᾳ φιλοτιμία πρὸς τὴν
Publ
.

14

.

3

καθιέρωσιν. ἐφθόνουν δὲ πολλοὶ τῶν δυνατῶν, καὶ ἤχθοντο ταῖς μὲν ἄλλαις τιμαῖς ἧττον, ἃς νομοθετῶν καὶ στρατηγῶν ἐκ προσηκόντων εἶχε, ταύτην δ’ οὖσαν ἀλλο‐ τρίαν οὐκ ᾤοντο δεῖν αὐτῷ προσγενέσθαι, καὶ τὸν Ὁρά‐
5τιον προετρέποντο καὶ παρώξυνον ἀντιποιεῖσθαι τῆς καθ‐
Publ
.

14

.

4

ιερώσεως. γενομένης οὖν τῷ Ποπλικόλᾳ στρατείας ἀναγκαίας, ψηφισάμενοι τὸν Ὁράτιον καθιεροῦν ἀνήγα‐ γον εἰς τὸ Καπιτώλιον, ὡς οὐκ ἂν ἐκείνου περιγενόμε‐
Publ
.

14

.

5

νοι παρόντος. ἔνιοι δέ φασι κλήρῳ τῶν ὑπάτων λαχεῖν ἐκεῖνον ἐπὶ τὴν στρατείαν ἄκοντα, τοῦτον δ’ ἐπὶ τὴν καθιέρωσιν. ἔξεστι δὲ περὶ τούτων ὅπως ἔσχεν εἰκάζειν139
Publ
.

14

.

6

τοῖς πραχθεῖσι περὶ τὴν καθιέρωσιν. εἰδοῖς οὖν Σεπτεμ‐ βρίαις—ὃ συντυγχάνει περὶ τὴν πανσέληνον μάλιστα τοῦ Μεταγειτνιῶνος—συνηθροισμένων ἁπάντων εἰς τὸ Καπιτώλιον, ὁ μὲν Ὁράτιος σιωπῆς γενομένης τά τ’ ἄλλα
5δράσας καὶ τῶν θυρῶν ἁψάμενος, ὥσπερ ἔθος ἐστίν, ἐπεφθέγγετο τὰς νενομισμένας ἐπὶ τῇ καθιερώσει φωνάς· ὁ δ’ ἀδελφὸς τοῦ Ποπλικόλα Μᾶρκος, ἐκ πολλοῦ παρὰ τὰς θύρας ὑφεστὼς καὶ παραφυλάττων τὸν καιρόν, ‘ὦ ὕπατε‘ εἶπεν, ‘ὁ υἱός σου τέθνηκεν ἐν τῷ στρατοπέδῳ
Publ
.

14

.

7

νοσήσας.‘ τοῦτο πάντας ἠνίασε τοὺς ἀκούσαντας· ὁ δ’ Ὁράτιος οὐδὲν διαταραχθείς, ἀλλ’ ἢ τοσοῦτον μόνον εἰπών, ‘ῥίψατε τοίνυν ὅπου βούλεσθε τὸν νεκρόν, ἐγὼ γὰρ οὐ προσίεμαι τὸ πένθος,‘ ἐπέραινε τὴν λοιπὴν καθ‐
Publ
.

14

.

8

ιέρωσιν. ἦν δὲ τὸ προσηγγελμένον οὐκ ἀληθές, ἀλλ’ ὁ Μᾶρκος ὡς ἀποστήσων τὸν Ὁράτιον ἐψεύσατο. θαυμα‐ στὸς οὖν ὁ ἀνὴρ τῆς εὐσταθείας, εἴτε τὴν ἀπάτην ἐν καιρῷ βραχεῖ συνεῖδεν, εἴτε πιστευθεὶς ὁ λόγος οὐκ ἐκί‐
5νησεν αὐτόν.
Publ
.

15

.

1

Ἔοικε δὲ καὶ περὶ τὸν δεύτερον ναὸν ὁμοία τύχη γενέσθαι τῆς καθιερώσεως. τὸν μὲν γὰρ πρῶτον ὡς εἴρηται Ταρκυνίου κατασκευάσαντος, Ὁρατίου δὲ καθ‐ ιερώσαντος, ἐν τοῖς ἐμφυλίοις πολέμοις πῦρ ἀπώλεσε.
5τὸν δὲ δεύτερον ἀνέστησε μὲν Σύλλας, ἐπεγράφη δὲ τῇ
Publ
.

15

.

2

καθιερώσει Κάτουλος Σύλλα προαποθανόντος. τούτου δὲ πάλιν ἐν ταῖς κατὰ Οὐιτέλλιον στάσεσι διαφθαρέντος, τὸν τρίτον, τῇ πρὸς τὰ ἄλλα κἀν τούτῳ χρησάμενος εὐ‐
ποτμίᾳ, Οὐεσπασιανὸς ἐξ ἀρχῆς ἄχρι τέλους ἀναγαγὼν140
5ἐπεῖδε γενόμενον, καὶ φθειρόμενον μετ’ ὀλίγον οὐκ ἐπεῖ‐ δεν, ἀλλὰ τοσοῦτον εὐτυχίᾳ Σύλλαν παρῆλθεν, ὅσον ἐκεῖνον μὲν τῆς ἀφιερώσεως τοῦ ἔργου, τοῦτον δὲ τῆς
Publ
.

15

.

3

ἀναιρέσεως προαποθανεῖν. ἅμα γὰρ τῷ τελευτῆσαι Οὐε‐ σπασιανὸν ἐνεπρήσθη τὸ Καπιτώλιον. ὁ δὲ τέταρτος οὗτος ὑπὸ Δομετιανοῦ καὶ συνετελέσθη καὶ καθιερώθη. λέγεται δὲ Ταρκύνιον εἰς τοὺς θεμελίους ἀναλῶσαι λί‐
5τρας ἀργυρίου τετρακισμυρίας, τούτου δὲ τοῦ καθ’ ἡμᾶς τὸν μέγιστον 〈ἂν〉 ἐν Ῥώμῃ τῶν ἰδιωτικῶν πλούτων ἐκλογισθέντα μὴ τελέσαι τὸ τῆς χρυσώσεως ἀνάλωμα,
Publ
.

15

.

4

πλέον ἢ δισχιλίων καὶ μυρίων ταλάντων γενόμενον. οἱ δὲ κίονες ἐκ τοῦ Πεντελῆσιν ἐτμήθησαν λίθου, κάλλιστα τῷ πάχει πρὸς τὸ μῆκος ἔχοντες· εἴδομεν γὰρ αὐτοὺς Ἀθήνησιν. ἐν δὲ Ῥώμῃ πληγέντες αὖθις καὶ ἀναξεσθέν‐
5τες, οὐ τοσοῦτον ἔσχον γλαφυρίας, ὅσον ἀπώλεσαν συμ‐
Publ
.

15

.

5

μετρίας τοῦ καλοῦ, διάκενοι καὶ λαγαροὶ φανέντες. ὁ μέντοι θαυμάσας τὴν τοῦ Καπιτωλίου πολυτέλειαν, εἰ μίαν εἶδεν ἐν οἰκίᾳ Δομετιανοῦ στοὰν ἢ βασιλικὴν ἢ βαλανεῖον ἢ παλλακίδων δίαιταν, οἷόν ἐστι τὸ λεγόμε‐
5νον Ἐπιχάρμου πρὸς τὸν ἄσωτον (CGF 1, 1 p. 142 fr. 274 Kaibel)·
6
οὐ φιλάνθρωπος τύ γ’ ἐσς’· ἔχεις νόσον· χαίρεις
διδούς,
8
Publ
.

15

.

6

τοιοῦτον ἄν τι πρὸς Δομετιανὸν εἰπεῖν προήχθη· οὐκ εὐσεβὴς οὐδὲ φιλότιμος τύ γ’ ἐσσί· ἔχεις νόσον· χαίρεις
κατοικοδομῶν, ὥσπερ ὁ Μίδας ἐκεῖνος ἅπαντά σοι χρυ‐ σᾶ καὶ λίθινα βουλόμενος γενέσθαι. ταῦτα μὲν οὖν περὶ141
5τούτων.
Publ
.

16

.

1

Ὁ δὲ Ταρκύνιος μετὰ τὴν μεγάλην μάχην, ἐν ᾗ καὶ τὸν υἱὸν ἀπώλεσε μονομαχήσαντα Βρούτῳ, κατα‐ φυγὼν εἰς τὸ Κλούσιον ἱκέτευσε Λάραν Πορσίνναν, ἄνδρα καὶ δύναμιν ἔχοντα μεγίστην τῶν Ἰταλικῶν βασιλέων,
5καὶ δοκοῦντα χρηστὸν εἶναι καὶ φιλότιμον· ὁ δ’ ὑπέσχετο
Publ
.

16

.

2

βοηθήσειν, καὶ πρῶτον μὲν ἔπεμψεν εἰς Ῥώμην κε‐ λεύων δέχεσθαι τὸν Ταρκύνιον· ὡς δ’ οὐχ ὑπήκουσαν οἱ Ῥωμαῖοι, καταγγείλας αὐτοῖς πόλεμον καὶ χρόνον ἐν ᾧ καὶ τόπον εἰς ὃν ἔμελλεν ἐμβαλεῖν, ἀφίκετο μετὰ
Publ
.

16

.

3

πολλῆς δυνάμεως. Ποπλικόλας δ’ ᾑρέθη μὲν ἀπὼν ὕπα‐ τος τὸ δεύτερον, καὶ σὺν αὐτῷ Τίτος Λουκρήτιος· ἐπ‐ ανελθὼν δ’ εἰς Ῥώμην καὶ βουλόμενος τῷ φρονήματι πρῶτον ὑπερβαλέσθαι τὸν Πορσίνναν, ἔκτιζε πόλιν Σι‐
5γνουρίαν, ἤδη πλησίον ὄντος αὐτοῦ, καὶ τειχίσας μεγά‐ λοις ἀναλώμασιν, ἑπτακοσίους ἀποίκους ἀπέστειλεν, ὡς
Publ
.

16

.

4

ῥᾳδίως φέρων καὶ ἀδεῶς τὸν πόλεμον. οὐ μὴν ἀλλὰ προσ‐ βολῆς ὀξείας τῷ Ἰανούκλῳ γενομένης, ἐξεώσθησαν μὲν οἱ φύλακες ὑπὸ τοῦ Πορσίννα, καὶ φεύγοντες ὀλίγου
Publ
.

16

.

5

συνεπεσπάσαντο τοὺς πολεμίους εἰς τὴν πόλιν. ἔφθη δὲ πρὸ τῶν πυλῶν ἐκβοηθήσας ὁ Ποπλικόλας, καὶ μάχην
συνάψας παρὰ τὸν ποταμόν, ἀντεῖχε πλήθει βιαζομένοις τοῖς πολεμίοις, ἄχρι οὗ τραύμασι νεανικοῖς περιπεσὼν142
Publ
.

16

.

6

ἀπεκομίσθη φοράδην ἐκ τῆς μάχης. τὸ δ’ αὐτὸ καὶ Λου‐ κρητίου τοῦ συνάρχοντος αὐτῷ παθόντος, ἀθυμία τοῖς Ῥωμαίοις ἐνέπεσε, καὶ φυγῇ πρὸς τὴν πόλιν ἔσῳζον ἑαυτούς. ὠθουμένων δὲ τῶν πολεμίων διὰ τῆς ξυλίνης
5γεφύρας, ἐκινδύνευσεν ἡ Ῥώμη κατὰ κράτος ἁλῶναι. πρῶτος δὲ Κόκλης Ὁράτιος καὶ σὺν αὐτῷ δύο τῶν ἐπι‐ φανεστάτων ἀνδρῶν, Ἑρμίνιος καὶ Λάρκιος, ἀντέστησαν
Publ
.

16

.

7

περὶ τὴν ξυλίνην γέφυραν. ὁ δ’ Ὁράτιος τὸν Κόκλην ἐπωνύμιον ἔσχεν, ἐν πολέμῳ τῶν ὀμμάτων θάτερον ἐκ‐ κοπείς· ὡς δ’ ἕτεροι λέγουσι, διὰ σιμότητα τῆς ῥινὸς ἐνδεδυκυίας, ὥστε μηδὲν εἶναι τὸ διορίζον τὰ ὄμματα
5καὶ τὰς ὀφρῦς συγκεχύσθαι, Κύκλωπα βουλόμενοι καλεῖν αὐτὸν οἱ πολλοὶ τῆς γλώσσης ὀλισθανούσης † ἐκράτησαν
Publ
.

16

.

8

ὑπὸ πλήθους † εἰς τὸ Κόκλην καλεῖσθαι. οὗτος ἑστὼς πρὸ τῆς γεφύρας ἠμύνετο τοὺς πολεμίους, ἄχρι οὗ διέ‐ κοψαν οἱ σὺν αὐτῷ κατόπιν τὴν γέφυραν. οὕτω δὲ μετὰ τῶν ὅπλων ἀφεὶς ἑαυτὸν εἰς τὸν ποταμόν, ἀπενήξατο καὶ
5προσέμειξε τῇ πέραν ὄχθῃ, δόρατι Τυρρηνικῷ βεβλη‐
Publ
.

16

.

9

μένος τὸν γλουτόν. ὁ δὲ Ποπλικόλας τὴν ἀρετὴν θαυμά‐ σας, παραυτίκα μὲν εἰσηγήσατο Ῥωμαίους ἅπαντας, ὅσην ἕκαστος ἐν ἡμέρᾳ τροφὴν ἀνήλισκε, δοῦναι συνεισενεγ‐ κόντας, ἔπειτα τῆς χώρας ὅσην αὐτὸς ἐν ἡμέρᾳ περιαρό‐
5σειεν. πρὸς δὲ τούτοις εἰκόνα χαλκῆν ἀνέστησαν [αὐτῷ] ἐν τῷ ἱερῷ τοῦ Ἡφαίστου, τὴν γενομένην ἐκ τοῦ τραύ‐ ματος χωλότητα τῷ ἀνδρὶ μετὰ τιμῆς παρηγοροῦντες.143
Publ
.

17

.

1

Ἐπικειμένου δὲ τοῦ Πορσίννα τῇ πόλει, καὶ λιμὸς ἥπτετο τῶν Ῥωμαίων, καὶ Τυρρηνῶν ἕτερος στρατὸς αὐ‐ τὸς καθ’ αὑτὸν εἰς τὴν χώραν ἐνέβαλε. Ποπλικόλας δὲ τὸ τρίτον ὑπατεύων, Πορσίννᾳ μὲν ἀτρεμῶν καὶ φυλάτ‐
5των τὴν πόλιν ᾤετο δεῖν ἀντέχειν, τοῖς δὲ Τυρρηνοῖς ἐπεξῆλθε καὶ συμβαλὼν ἐτρέψατο καὶ πεντακισχιλίους αὐτῶν ἀνεῖλε.
Publ
.

17

.

2

Τὸ δὲ περὶ Μούκιον εἴρηται μὲν ὑπὸ πολλῶν καὶ δια‐ φόρως, λεκτέον δ’ ᾗ μάλιστα πεπίστευται καὶ ἡμῖν. ἦν ἀνὴρ εἰς πᾶσαν ἀρετὴν ἀγαθός, ἐν δὲ τοῖς πολεμικοῖς ἄριστος. ἐπιβουλεύων δὲ τὸν Πορσίνναν ἀνελεῖν, παρεισ‐
5ῆλθεν εἰς τὸ στρατόπεδον, Τυρρηνίδα φορῶν ἐσθῆτα καὶ
Publ
.

17

.

3

φωνῇ χρώμενος ὁμοία. περιελθὼν δὲ τὸ βῆμα τοῦ βασι‐ λέως καθεζομένου, καὶ σαφῶς μὲν αὐτὸν οὐκ εἰδώς, ἐρέσθαι δὲ περὶ αὐτοῦ δεδιώς, ὃν ᾠήθη μάλιστα τῶν συγκαθεζομένων ἐκεῖνον εἶναι, σπασάμενος τὸ ξίφος ἀπέ‐
Publ
.

17

.

4

κτεινεν. ἐπὶ τούτῳ δὲ συλληφθεὶς ἀνεκρίνετο, καί τινος ἐσχαρίδος πῦρ ἐχούσης μέλλοντι τῷ Πορσίννᾳ θύειν κε‐ κομισμένης, ὑπερσχὼν τὴν δεξιὰν καιομένης τῆς σαρκὸς εἱστήκει πρὸς τὸν Πορσίνναν ἀποβλέπων ἰταμῷ καὶ ἀτρέ‐
5πτῳ τῷ προσώπῳ, μέχρι οὗ θαυμάσας ἀφῆκεν αὐτὸν
Publ
.

17

.

5

καὶ τὸ ξίφος ἀποδιδοὺς ὤρεξεν ἀπὸ τοῦ βήματος· ὁ δὲ
τὴν εὐώνυμον προτείνας ἐδέξατο, καὶ διὰ τοῦτό φασιν αὐτῷ γενέσθαι τὸν Σκαιόλαν ἐπίκλησιν, ὅπερ ἐστὶ Λαιόν. ἔφη δὲ τὸν φόβον τοῦ Πορσίννα νενικηκὼς ἡττᾶσθαι144
5τῆς ἀρετῆς, καὶ χάριτι μηνύειν ἃ πρὸς ἀνάγκην οὐκ ἂν
Publ
.

17

.

6

ἐξηγόρευσε. ‘τριακόσιοι γὰρ Ῥωμαίων‘ ἔφη ‘τὴν αὐτὴν ἐμοὶ γνώμην ἔχοντες ἐν τῷ στρατοπέδῳ σου πλανῶνται, καιρὸν ἐπιτηροῦντες· ἐγὼ δὲ κλήρῳ λαχὼν καὶ προεπι‐ χειρήσας, οὐκ ἄχθομαι τῇ τύχῃ, διαμαρτὼν ἀνδρὸς ἀγα‐
5θοῦ καὶ φίλου μᾶλλον ἢ πολεμίου Ῥωμαίοις εἶναι πρέ‐
Publ
.

17

.

7

ποντος.‘ ταῦθ’ ὁ Πορσίννας ἀκούσας ἐπίστευσε καὶ πρὸς τὰς διαλύσεις ἥδιον ἔσχεν, οὐ τοσοῦτόν μοι δοκεῖ φόβῳ τῶν τριακοσίων, ὅσον ἀγασθεὶς καὶ θαυμάσας τὸ φρό‐
Publ
.

17

.

8

νημα καὶ τὴν ἀρετὴν τῶν Ῥωμαίων. τοῦτον τὸν ἄνδρα Μούκιον ὁμοῦ τι πάντων καὶ Σκαιόλαν καλούντων, Ἀθη‐ νόδωρος ὁ Σάνδωνος (FHG III 487) ἐν τῷ πρὸς Ὀκτα‐ ουίαν τὴν Καίσαρος ἀδελφὴν καὶ Ὀψίγονον ὠνομάσθαι
5φησίν.
Publ
.

18

.

1

Ὁ μέντοι Ποπλικόλας αὐτός, οὐχ οὕτω πολέμιον ὄντα τὸν Πορσίνναν βαρὺν ἡγούμενος, ὡς ἄξιον πολλοῦ τῇ πόλει φίλον γενέσθαι καὶ σύμμαχον, οὐκ ἔφευγεν ἐπ’ αὐτοῦ δίκῃ κριθῆναι πρὸς Ταρκύνιον, ἀλλ’ ἐθάρρει
5καὶ προὐκαλεῖτο πολλάκις, ὡς ἐξελέγξων κάκιστον ἀν‐
Publ
.

18

.

2

δρῶν καὶ δικαίως ἀφαιρεθέντα τὴν ἀρχήν. ἀποκριναμέ‐ νου δὲ τοῦ Ταρκυνίου τραχύτερον, οὐδένα ποιεῖσθαι δι‐ καστήν, ἥκιστα δὲ Πορσίνναν, εἰ σύμμαχος ὢν μετα‐ βάλλεται, δυσχεράνας καὶ καταγνοὺς ὁ Πορσίννας, ἅμα
5δὲ τοῦ παιδὸς Ἄρροντος δεομένου καὶ σπουδάζοντος ὑπὲρ τῶν Ῥωμαίων, κατελύσατο τὸν πόλεμον, ἐξιστα‐ μένοις ἧς ἀπετέμοντο τῆς Τυρρηνίδος χώρας καὶ τοὺς
αἰχμαλώτους ἀποπέμπουσι, κομιζομένοις δὲ τοὺς αὐτο‐145
Publ
.

18

.

3

μόλους. ἐπὶ τούτοις ὁμήρους ἔδωκαν ἐξ εὐπατριδῶν περι‐ πορφύρους δέκα καὶ παρθένους τοσαύτας, ὧν ἦν καὶ Ποπλικόλα θυγάτηρ Οὐαλερία.
Publ
.

19

.

1

Πραττομένων δὲ τούτων, τοῦ τε Πορσίννα πᾶσαν ἤδη τὴν πολεμικὴν ἀνεικότος παρασκευὴν διὰ πίστιν, αἱ παρθένοι τῶν Ῥωμαίων κατῆλθον ἐπὶ λουτρόν, ἔνθα δὴ μηνοειδής τις ὄχθη περιβάλλουσα τὸν ποταμὸν ἡσυχίαν
Publ
.

19

.

2

μάλιστα καὶ γαλήνην τοῦ κύματος παρεῖχεν. ὡς δ’ οὔτε τινὰ φυλακὴν ἑώρων οὔτε παριόντας ἄλλως ἢ διαπλέον‐ τας, ὁρμὴν ἔσχον ἀπονήξασθαι πρὸς ῥεῦμα πολὺ καὶ δίνας βαθείας. ἔνιοι δέ φασι μίαν αὐτῶν ὄνομα Κλοιλίαν
5ἵππῳ διεξελάσαι τὸν πόρον, ἐγκελευομένην ταῖς ἄλλαις
Publ
.

19

.

3

νεούσαις καὶ παραθαρρύνουσαν. ἐπεὶ δὲ σωθεῖσαι πρὸς τὸν Ποπλικόλαν ἧκον, οὐκ ἐθαύμασεν οὐδ’ ἠγάπησεν, ἀλλ’ ἠνιάθη, ὅτι Πορσίννα κακίων ἐν πίστει φανεῖται, καὶ τὸ τόλμημα τῶν παρθένων αἰτίαν ἕξει κακούργημα
Publ
.

19

.

4

Ῥωμαίων γεγονέναι. διὸ καὶ συλλαβὼν αὐτὰς πάλιν ἀπέ‐ στειλε πρὸς τὸν Πορσίνναν. ταῦτα δ’ οἱ περὶ τὸν Ταρκύ‐ νιον προαισθόμενοι, καὶ καθίσαντες ἐνέδραν τοῖς ἄγου‐ σι τὰς παῖδας, ἐν τῷ περᾶν ἐπέθεντο πλείονες ὄντες.
Publ
.

19

.

5

ἐκείνων δ’ ὅμως ἀμυνομένων, ἡ Ποπλικόλα θυγάτηρ Οὐαλερία διὰ μέσων ὁρμήσασα τῶν μαχομένων ἀπέφυγε, καὶ τρεῖς τινες οἰκέται συνδιεκπεσόντες ἔσῳζον αὐτήν.
Publ
.

19

.

6

τῶν δ’ ἄλλων οὐκ ἀκινδύνως ἀναμεμειγμένων τοῖς μαχο‐ μένοις, αἰσθόμενος Ἄρρουν ὁ Πορσίννα υἱὸς ὀξέως προσ‐ εβοήθησε, καὶ φυγῆς γενομένης τῶν πολεμίων περιε‐
Publ
.

19

.

7

ποίησε τοὺς Ῥωμαίους. ὡς δὲ τὰς παρθένους κομισθεί‐ σας ὁ Πορσίννας εἶδεν, ἐζήτει τὴν καταρξαμένην τῆς πράξεως καὶ παρακελευσαμένην ταῖς ἄλλαις. ἀκούσας δὲ τὸ ὄνομα τῆς Κλοιλίας, προσέβλεψεν αὐτὴν ἵλεῳ καὶ146
5φαιδρῷ τῷ προσώπῳ, καὶ κελεύσας ἵππον ἀχθῆναι τῶν
Publ
.

19

.

8

βασιλικῶν κεκοσμημένον εὐπρεπῶς ἐδωρήσατο. τοῦτο ποιοῦνται μαρτύριον οἱ μόνην τὴν Κλοιλίαν λέγοντες ἵππῳ διεξελάσαι τὸν ποταμόν. οἱ δ’ οὔ φασιν, ἀλλὰ τι‐ μῆσαι τὸ ἀνδρῶδες αὐτῆς τὸν Τυρρηνόν. ἀνάκειται δὲ
5τὴν ἱερὰν ὁδὸν πορευομένοις εἰς Παλάτιον ἀνδριὰς αὐτῆς ἔφιππος, ὅν τινες οὐ τῆς Κλοιλίας, ἀλλὰ τῆς Οὐαλερίας εἶναι λέγουσιν.
Publ
.

19

.

9

Ὁ δὲ Πορσίννας διαλλαγεὶς τοῖς Ῥωμαίοις ἄλλην τε πολλὴν ἑαυτοῦ μεγαλοφροσύνην ἐπεδείξατο τῇ πόλει, καὶ τὰ ὅπλα τοὺς Τυρρηνοὺς ἀναλαβεῖν κελεύσας, ἄλλο δὲ μηδέν, ἀλλ’ ἐκλιπεῖν τὸν χάρακα σίτου τε πολλοῦ καὶ
5χρημάτων γέμοντα παντοδαπῶν, παρέδωκε τοῖς Ῥω‐
Publ
.

19

.

10

μαίοις. διὸ καὶ καθ’ ἡμᾶς ἔτι πωλοῦντες τὰ δημόσια πρῶτα κηρύττουσι τὰ Πορσίννα χρήματα, τιμὴν τῷ ἀνδρὶ τῆς χάριτος ἀίδιον [ἐν] τῇ μνήμῃ διαφυλάττοντες. εἱ‐ στήκει δὲ καὶ χαλκοῦς ἀνδριὰς αὐτοῦ παρὰ τὸ βουλευτή‐
5ριον, ἁπλοῦς καὶ ἀρχαϊκὸς τῇ ἐργασίᾳ.
Publ
.

20

.

1

Μετὰ δὲ ταῦτα Σαβίνων ἐμβαλόντων εἰς τὴν χώ‐ ραν, ὕπατος μὲν ἀπεδείχθη Μᾶρκος Οὐαλέριος, ἀδελφὸς Ποπλικόλα, καὶ Ποστούμιος Τούβερτος. πραττομένων δὲ τῶν μεγίστων γνώμῃ καὶ παρουσίᾳ Ποπλικόλα, δυσὶ
5μάχαις μεγάλαις ὁ Μᾶρκος ἐνίκησεν, ὧν ἐν τῇ δευτέρᾳ μηδένα Ῥωμαίων ἀποβαλὼν τρισχιλίους ἐπὶ μυρίοις τῶν
Publ
.

20

.

2

πολεμίων ἀνεῖλε, καὶ γέρας ἔσχεν ἐπὶ τοῖς θριάμβοις, οἰκίαν αὐτῷ γενέσθαι δημοσίοις ἀναλώμασιν ἐν Παλα‐147
Publ
.

20

.

3

τίῳ. τῶν δ’ ἄλλων τότε θυρῶν εἴσω τῆς οἰκίας εἰς τὸ κλι‐ σίον ἀνοιγομένων, ἐκείνης μόνης τῆς οἰκίας ἐποίησαν ἐκτὸς ἀνάγεσθαι τὴν αὔλειον, ὡς δὴ κατὰ τὸ συγχώρημα
Publ
.

20

.

4

τῆς τιμῆς ἀεὶ τοῦ δημοσίου προσεπιλαμβάνοι. τὰς δ’ Ἑλ‐ ληνικὰς πρότερον οὕτως ἔχειν ἁπάσας λέγουσιν, ἀπὸ τῶν κωμῳδιῶν λαμβάνοντες, ὅτι κόπτουσι καὶ ψοφοῦσι τὰς αὑτῶν θύρας ἔνδοθεν οἱ προϊέναι μέλλοντες, ὅπως
5αἴσθησις ἔξω γίνοιτο τοῖς παρερχομένοις ἢ προσεστῶσι, καὶ μὴ καταλαμβάνοιντο προϊούσαις ταῖς κλισιάσιν εἰς τὸν στενωπόν.
Publ
.

21

.

1

Τῷ δ’ ἑξῆς ἔτει πάλιν ὑπάτευε Ποπλικόλας τὸ τέταρτον· ἦν δὲ προσδοκία πολέμου Σαβίνων καὶ Λα‐
Publ
.

21

.

2

τίνων συνισταμένων. καί τις ἅμα δεισιδαιμονία τῆς πό‐ λεως ἥψατο· πᾶσαι γὰρ αἱ κυοῦσαι τότε γυναῖκες ἐξέ‐
Publ
.

21

.

3

βαλλον ἀνάπηρα, καὶ τέλος οὐδεμία γένεσις ἔσχεν. ὅθεν ἐκ τῶν Σιβυλλείων ὁ Ποπλικόλας ἱλασάμενος τὸν Ἅιδην, καί τινας ἀγῶνας πυθοχρήστους ἀγαγών, καὶ ταῖς ἐλπίσι πρὸς τὸ θεῖον ἡδίονα καταστήσας τὴν πόλιν, ἤδη τοῖς
5ἀπ’ ἀνθρώπων φοβεροῖς προσεῖχε. μεγάλη γὰρ ἐφαίνετο
Publ
.

21

.

4

κατασκευὴ τῶν πολεμίων καὶ σύστασις. ἦν οὖν Ἄππιος Κλαῦσος ἐν Σαβίνοις ἀνὴρ χρήμασί τε δυνατὸς καὶ σώ‐ ματος ῥώμῃ πρὸς ἀλκὴν ἐπιφανής, ἀρετῆς δὲ δόξῃ μά‐
Publ
.

21

.

5

λιστα καὶ λόγου δεινότητι πρωτεύων. ὃ δὲ πᾶσι συμ‐ βαίνει τοῖς μεγάλοις, οὐ διέφυγε παθεῖν, ἀλλ’ ἐφθονεῖτο, καὶ τοῖς φθονοῦσιν αἰτίαν παρέσχε καταπαύων τὸν πό‐
λεμον αὔξειν τὰ Ῥωμαίων ἐπὶ τυραννίδι καὶ δουλώσει148
Publ
.

21

.

6

τῆς πατρίδος. αἰσθόμενος δὲ τοὺς λόγους τούτους βουλο‐ μένῳ τῷ πλήθει λεγομένους καὶ προσκρούοντα τοῖς πολ‐ λοῖς καὶ πολεμοποιοῖς καὶ στρατιωτικοῖς ἑαυτόν, ἐφο‐ βεῖτο τὴν κρίσιν, ἑταιρείαν δὲ καὶ δύναμιν φίλων καὶ
Publ
.

21

.

7

οἰκείων ἔχων ἀμύνουσαν περὶ αὑτὸν ἐστασίαζε. καὶ τοῦτ’ ἦν τοῦ πολέμου διατριβὴ καὶ μέλλησις τοῖς Σαβίνοις. ταῦτ’ οὖν ὁ Ποπλικόλας οὐ μόνον εἰδέναι ποιούμενος ἔργον, ἀλλὰ καὶ κινεῖν καὶ συνεξορμᾶν τὴν στάσιν, εἶχεν
5ἄνδρας ἐπιτηδείους οἳ τῷ Κλαύσῳ διελέγοντο παρ’ αὐτοῦ τοιαῦτα· ‘σὲ Ποπλικόλας ἄνδρα χρηστὸν ὄντα καὶ δί‐ καιον οὐδενὶ κακῷ δεῖν οἴεται τοὺς σεαυτοῦ πολίτας ἀμύ‐
Publ
.

21

.

8

νεσθαι καίπερ ἀδικούμενον· εἰ δὲ βούλοιο σῴζων σεαυ‐ τὸν μεταστῆναι καὶ φυγεῖν τοὺς μισοῦντας, ὑποδέξεταί σε δημοσίᾳ καὶ ἰδίᾳ τῆς τε σῆς ἀρετῆς ἀξίως καὶ τῆς
Publ
.

21

.

9

Ῥωμαίων λαμπρότητος.‘ ταῦτα πολλάκις διασκοποῦντι τῷ Κλαύσῳ βέλτιστα τῶν ἀναγκαίων ἐφαίνετο, καὶ τοὺς φίλους συμπαρακαλῶν, ἐκείνων τε πολλοὺς ὁμοίως συν‐ αναπειθόντων, πεντακισχιλίους οἴκους ἀναστήσας μετὰ
5παίδων καὶ γυναικῶν, ὅπερ ἦν ἐν Σαβίνοις ἀθόρυβον μάλιστα καὶ βίου πρᾴου καὶ καθεστῶτος οἰκεῖον, εἰς Ῥώμην ἦγε, προειδότος τοῦ Ποπλικόλα καὶ δεχομένου
Publ
.

21

.

10

φιλοφρόνως καὶ προθύμως ἐπὶ πᾶσι δικαίοις. τοὺς μὲν γὰρ οἴκους εὐθὺς ἀνέμειξε τῷ πολιτεύματι, καὶ χώραν ἀπένειμεν ἑκάστῳ δυεῖν πλέθρων περὶ τὸν Ἀνίωνα πο‐ ταμόν, τῷ δὲ Κλαύσῳ πλέθρα πέντε καὶ εἴκοσι γῆς
5ἔδωκεν, αὐτὸν δὲ τῇ βουλῇ προσέγραψεν, ἀρχὴν πολι‐ τείας λαμβάνοντα ταύτην, ᾗ χρώμενος ἐμφρόνως ἀνέδρα‐ μεν εἰς τὸ πρῶτον ἀξίωμα, καὶ δύναμιν ἔσχε μεγάλην, καὶ γένος οὐδενὸς ἀμαυρότερον ἐν Ῥώμῃ τὸ Κλαυδίων
ἀφ’ αὑτοῦ κατέλιπε.149
Publ
.

22

.

1

Τὰ δὲ Σαβίνων οὕτω διακριθέντα τῷ μετοικισμῷ τῶν ἀνδρῶν οὐκ εἴασαν οἱ δημαγωγοῦντες ἀτρεμῆσαι καὶ καταστῆναι, σχετλιάζοντες εἰ Κλαῦσος, ἃ παρὼν οὐκ ἔπεισε, διαπράξεται φυγὰς γενόμενος καὶ πολέμιος, μὴ
Publ
.

22

.

2

δοῦναι δίκην Ῥωμαίους ὧν ὑβρίζουσιν. ἄραντες οὖν στρατῷ μεγάλῳ περὶ Φειδήνας κατηυλίσαντο, καί τινα λόχον θέμενοι πρὸ τῆς Ῥώμης ἐν χωρίοις συνηρεφέσι καὶ κοίλοις δισχιλίους ὁπλίτας, ἔμελλον ἅμ’ ἡμέρᾳ φα‐
Publ
.

22

.

3

νερῶς ἱππεῦσιν ὀλίγοις λείαν ἐλαύνειν. εἴρητο δ’ αὐτοῖς, ὅταν τῇ πόλει προσελάσωσιν, ὑποφεύγειν, ἕως ἐμβάλω‐ σιν εἰς τὴν ἐνέδραν τοὺς πολεμίους. ταῦθ’ ὁ Ποπλικό‐ λας αὐθημερὸν πυθόμενος παρ’ αὐτομόλων, ταχὺ διηρ‐
Publ
.

22

.

4

μόσατο πρὸς πάντα καὶ διένειμε τὴν δύναμιν. Ποστού‐ μιος μὲν γὰρ Ἄλβος ὁ γαμβρὸς αὐτοῦ τρισχιλίοις ὁπλί‐ ταις ἑσπέρας ἔτι προελθὼν καὶ καταλαβὼν τοὺς ἀκρο‐ λόφους ὑφ’ οἷς ἐνήδρευον οἱ Σαβῖνοι, παρεφύλαττεν· ὁ
5δὲ συνάρχων Λουκρήτιος ἔχων τὸ κουφότατον ἐν τῇ πό‐ λει καὶ νεώτατον ἐτάχθη τοῖς ἐλαύνουσι τὴν λείαν ἱπ‐ πεῦσιν ἐπιχειρεῖν, αὐτὸς δὲ τὴν ἄλλην ἀναλαβὼν στρα‐
Publ
.

22

.

5

τιὰν κύκλῳ περιῆλθε τοὺς πολεμίους. καὶ κατὰ τύχην ὁμίχλης βαθείας ἐπιπεσούσης περὶ ὄρθρον, ἅμα Ποστού‐ μιός τε τοὺς ἐνεδρεύοντας ἐμβοήσας ἔβαλεν ἀπὸ τῶν ἄκρων, καὶ τοῖς προϊππασαμένοις ἐφῆκε τοὺς περὶ αὑτὸν
5ὁ Λουκρήτιος, καὶ Ποπλικόλας προσέβαλε τοῖς στρατο‐
Publ
.

22

.

6

πέδοις τῶν πολεμίων. πάντη μὲν οὖν ἐκακοῦτο τὰ Σα‐ βίνων καὶ διεφθείρετο· τοὺς δ’ ἐνταῦθα μηδ’ ἀμυνομέ‐ νους, ἀλλὰ φεύγοντας εὐθὺς ἔκτεινον οἱ Ῥωμαῖοι, τῆς
Publ
.

22

.

7

ἐλπίδος αὐτοῖς ὀλεθριωτάτης γενομένης. σῴζεσθαι γὰρ οἰόμενοι τοὺς ἑτέρους οἱ ἕτεροι τῷ μάχεσθαι καὶ μένειν οὐ προσεῖχον, ἀλλ’ οἱ μὲν ἐκ τῶν ἐρυμάτων πρὸς τοὺς ἐνεδρεύοντας, οὗτοι δὲ πάλιν ὡς ἐκείνους εἰς τὸ στρατό‐150
5πεδον θέοντες, ἐναντίοι φεύγουσιν ἐνέπιπτον πρὸς οὓς ἔφευγον, καὶ βοηθείας δεομένοις οὓς ἤλπιζον αὐτοῖς βοη‐
Publ
.

22

.

8

θήσειν. τὸ δὲ μὴ πάντας ἀπολέσθαι τότε Σαβίνους, ἀλλὰ καὶ περιγενέσθαι τινάς, ἡ Φειδηνατῶν πόλις ἐγγὺς οὖσα παρέσχε, καὶ μάλιστα τοῖς ἐκ τῶν στρατοπέδων ὅθ’ ἡλί‐ σκετο διεκπίπτουσιν. ὅσοι δὲ Φειδηνῶν διήμαρτον, ἢ
5διεφθάρησαν ἢ ζῶντες ἀπήχθησαν ὑπὸ τῶν λαβόντων.
Publ
.

23

.

1

Τοῦτο τὸ κατόρθωμα Ῥωμαῖοι, καίπερ εἰωθότες ἅπασι τοῖς μεγάλοις ἐπιφημίζειν τὸ δαιμόνιον, ἑνὸς ἔργον ἡγοῦντο τοῦ στρατηγοῦ γεγονέναι, καὶ τῶν με‐ μαχημένων ἦν ἀκούειν, ὅτι κωφοὺς καὶ τυφλοὺς αὐτοῖς
5καὶ μόνον οὐ καθείρξας τοὺς πολεμίους Ποπλικόλας παρ‐
Publ
.

23

.

2

έδωκε χρῆσθαι τοῖς ξίφεσιν. ἐρρώσθη δὲ καὶ χρήμασιν
Publ
.

23

.

3

ὁ δῆμος ἐκ τῶν λαφύρων καὶ τῶν αἰχμαλώτων. ὁ δὲ Ποπλικόλας τόν τε θρίαμβον ἀγαγὼν καὶ τοῖς μετ’ αὐ‐ τὸν ἀποδειχθεῖσιν ὑπάτοις παραδοὺς τὴν πόλιν, εὐθὺς ἐτελεύτησεν, ὡς ἐφικτόν ἐστιν ἀνθρώποις μάλιστα τοῖς
5νενομισμένοις καλοῖς κἀγαθοῖς τὸν ἑαυτοῦ βίον ἐκτελειώ‐
Publ
.

23

.

4

σας. ὁ δὲ δῆμος ὥσπερ οὐδὲν εἰς ζῶντα τῶν ἀξίων πε‐ ποιηκώς, ἀλλὰ πᾶσαν ὀφείλων χάριν, ἐψηφίσατο δημοσίᾳ ταφῆναι τὸ σῶμα, καὶ τεταρτημόριον ἕκαστος ἐπὶ τιμῇ συνεισήνεγκεν. αἱ δὲ γυναῖκες ἰδίᾳ πρὸς ἑαυτὰς συμφρο‐
5νήσασαι διεπένθησαν ἐνιαυτὸν ὅλον ἐπὶ τῷ ἀνδρὶ πένθος
Publ
.

23

.

5

ἔντιμον καὶ ζηλωτόν. ἐτάφη δέ, καὶ τοῦτο τῶν πολιτῶν ψηφισαμένων, ἐντὸς ἄστεος παρὰ τὴν καλουμένην Οὐε‐
Publ
.

23

.

6

λίαν, ὥστε καὶ γένει παντὶ τῆς ταφῆς μετεῖναι. νῦν δὲ θάπτεται μὲν οὐδεὶς τῶν ἀπὸ γένους, κομίσαντες δὲ τὸν νεκρὸν ἐκεῖ κατατίθενται, καὶ δᾷδά τις ἡμμένην λαβὼν ὅσον ὑπήνεγκεν, εἶτ’ ἀναιρεῖται, μαρτυρόμενος ἔργῳ τὸ151
5ἐξεῖναι, φείδεσθαι δὲ τῆς τιμῆς, καὶ τὸν νεκρὸν οὕτως
ἀποκομίζουσιν.152