TLG 0007 001 :: PLUTARCHUS :: Theseus

PLUTARCHUS Biogr. Phil.
(Chaeronensis: A.D. 1–2)

Theseus

Source: Ziegler, K. (ed.), Plutarchi vitae parallelae, vol. 1.1, 4th edn. Leipzig: Teubner, 1969: 1–35.

Citation: Chapter — section — (line)

Thes
.

t

1

ΘΗΣΕΥΣ ΚΑΙ ΡΩΜΥΛΟΣ
Thes
.

1

.

1

Ὥσπερ ἐν ταῖς γεωγραφίαις, ὦ Σόσσιε Σενεκίων, οἱ ἱστορικοὶ τὰ διαφεύγοντα τὴν γνῶσιν αὐτῶν τοῖς ἐσχάτοις μέρεσι τῶν πινάκων πιεζοῦντες, αἰτίας παρα‐ γράφουσιν ὅτι ‘τὰ δ’ ἐπέκεινα θῖνες ἄνυδροι καὶ θη‐
5ριώδεισ‘, ἢ ‘πηλὸς ἀιδνήσ‘, ἢ ‘Σκυθικὸν κρύοσ‘, ἢ
Thes
.

1

.

2

‘πέλαγος πεπηγόσ‘, οὕτως ἐμοὶ περὶ τὴν τῶν βίων τῶν παραλλήλων γραφὴν τὸν ἐφικτὸν εἰκότι λόγῳ καὶ βάσι‐ μον ἱστορίᾳ πραγμάτων ἐχομένῃ χρόνον διελθόντι, περὶ
Thes
.

1

.

3

τῶν ἀνωτέρω καλῶς εἶχεν εἰπεῖν ‘τὰ δ’ ἐπέκεινα τερα‐ τώδη καὶ τραγικά, ποιηταὶ καὶ μυθογράφοι νέμονται,
Thes
.

1

.

4

καὶ οὐκέτ’ ἔχει πίστιν οὐδὲ σαφήνειαν.‘ ἐπεὶ δὲ τὸν περὶ Λυκούργου τοῦ νομοθέτου καὶ Νομᾶ τοῦ βασιλέως λόγον ἐκδόντες, ἐδοκοῦμεν οὐκ ἂν ἀλόγως τῷ Ῥωμύλῳ προσαναβῆναι, πλησίον τῶν χρόνων αὐτοῦ τῇ ἱστορίᾳ
5γεγονότες, σκοποῦντι δέ μοι
5 τοιῷδε φωτὶ (κατ’ Αἰσχύλον) τίς ξυμβήσεται;
(Sept. 435) τίν’ ἀντιτάξω τῷδε; τίς φερέγγυος; (Sept. 395, 396)
8
Thes
.

1

.

5

ἐφαίνετο τὸν τῶν καλῶν καὶ ἀοιδίμων οἰκιστὴν Ἀθηνῶν
ἀντιστῆσαι καὶ παραβαλεῖν τῷ πατρὶ τῆς ἀνικήτου καὶ μεγαλοδόξου Ῥώμης. εἴη μὲν οὖν ἡμῖν ἐκκαθαιρόμενον λόγῳ τὸ μυθῶδες ὑπακοῦσαι καὶ λαβεῖν ἱστορίας ὄψιν·1
5ὅπου δ’ ἂν αὐθαδῶς τοῦ πιθανοῦ περιφρονῇ καὶ μὴ δέ‐ χηται τὴν πρὸς τὸ εἰκὸς μεῖξιν, εὐγνωμόνων ἀκροατῶν δεησόμεθα καὶ πρᾴως τὴν ἀρχαιολογίαν προσδεχομένων.
Thes
.

2

.

1

Ἐδόκει δ’ οὖν ὁ Θησεὺς τῷ Ῥωμύλῳ κατὰ πολλὰς ἐναρμόττειν ὁμοιότητας; ἄμφω μὲν γὰρ ἀνεγγύω καὶ σκοτίω γενόμενοι δόξαν ἔσχον ἐκ θεῶν γεγονέναι,
3 ἄμφω δ’ αἰχμητά, τό γε δὴ καὶ ἴδμεν ἅπαντες (Il. 7, 281),
4
Thes
.

2

.

2

καὶ μετὰ τοῦ δυνατοῦ τὸ ξυνετὸν ἔχοντες· πόλεων δὲ τῶν ἐπιφανεστάτων ὁ μὲν ἔκτισε τὴν Ῥώμην, ὁ δὲ συνῴκισε τὰς Ἀθήνας· ἁρπαγὴ δὲ γυναικῶν ἑκατέρῳ
Thes
.

2

.

3

πρόσεστιν· οὐδέτερος δὲ δυστυχίαν περὶ τὰ οἰκεῖα καὶ νέμεσιν ἐγγενῆ διέφυγεν, ἀλλὰ καὶ τελευτῶντες ἀμφό‐ τεροι λέγονται τοῖς ἑαυτῶν προσκροῦσαι πολίταις, εἴ τι τῶν ἥκιστα τραγικῶς εἰρῆσθαι δοκούντων ὄφελός ἐστι
5πρὸς ἀλήθειαν.
Thes
.

3

.

1

Θησέως τὸ μὲν πατρῷον γένος εἰς Ἐρεχθέα καὶ τοὺς πρώτους αὐτόχθονας ἀνήκει, τῷ δὲ μητρῴῳ Πελο‐
Thes
.

3

.

2

πίδης ἦν. Πέλοψ γὰρ οὐ χρημάτων πλήθει μᾶλλον ἢ παίδων μέγιστον ἴσχυσε τῶν ἐν Πελοποννήσῳ βασιλέων, πολλὰς μὲν ἐκδόμενος θυγατέρας τοῖς ἀρίστοις, πολλοὺς δὲ ταῖς πόλεσιν υἱοὺς ἐγκατασπείρας ἄρχοντας· ὧν εἷς
5γενόμενος Πιτθεὺς ὁ Θησέως πάππος πόλιν μὲν οὐ μεγάλην τὴν Τροιζηνίων ᾤκισε, δόξαν δὲ μάλιστα πάν‐ των ὡς ἀνὴρ λόγιος ἐν τοῖς τότε καὶ σοφώτατος ἔσχεν.
Thes
.

3

.

3

ἦν δὲ τῆς σοφίας ἐκείνης τοιαύτη τις ὡς ἔοικεν ἰδέα καὶ δύναμις, οἵᾳ χρησάμενος Ἡσίοδος εὐδοκιμεῖ μάλιστα2
Thes
.

3

.

4

περὶ τὰς ἐν τοῖς Ἔργοις γνωμολογίας, καὶ μίαν γε τού‐ των ἐκείνην λέγουσι Πιτθέως εἶναι (Hes. Erg. 370)·
2 Μισθὸς δ’ ἀνδρὶ φίλῳ εἰρημένος ἄρκιος ἔστω.
3 τοῦτο μὲν οὖν καὶ Ἀριστοτέλης ὁ φιλόσοφος (fr. 556)
5εἴρηκεν, ὁ δ’ Εὐριπίδης (Hipp. 11) τὸν Ἱππόλυτον ‘ἁγνοῦ Πιτθέως παίδευμα‘ προσειπὼν ἐμφαίνει τὴν περὶ τὸν Πιτθέα δόξαν.
Thes
.

3

.

5

Αἰγεῖ δὲ παίδων δεομένῳ τὴν Πυθίαν ἀνελεῖν λέγουσι τὸν θρυλούμενον χρησμόν, διακελευομένην μηδεμιᾷ γυ‐ ναικὶ συγγενέσθαι πρὶν ἐλθεῖν εἰς Ἀθήνας, οὐ πάνυ δὲ τοῦτο φράζειν εὐδήλως δοκοῦσαν. ὅθεν εἰς Τροιζῆνα παρ‐
5ελθὼν ἀνεκοινοῦτο Πιτθεῖ τὴν τοῦ θεοῦ φωνὴν οὕτως ἔχουσαν (Hendess 20)·
6 Ἀσκοῦ τὸν προὔχοντα πόδα, μέγα φέρτατε λαῶν, μὴ λύσῃς πρὶν δῆμον Ἀθηνέων εἰσαφικέσθαι·
8 ἄδηλον οὖν ὅ τι νοήσας ὁ Πιτθεὺς ἔπεισεν αὐτὸν ἢ διη‐
Thes
.

3

.

6

πάτησε τῇ Αἴθρᾳ συγγενέσθαι. συνελθὼν δὲ καὶ γνοὺς ἐκεῖνος ὅτι τῇ Πιτθέως θυγατρὶ συγγέγονε, καὶ κύειν αὐτὴν ὑπονοήσας, ἀπέλιπε ξίφος καὶ πέδιλα κρύψας ὑπὸ πέτραν μεγάλην ἐντὸς ἔχουσαν κοιλότητα συμμέτρως
Thes
.

3

.

7

ἐμπεριλαμβάνουσαν τὰ κείμενα· φράσας δὲ πρὸς μόνην
ἐκείνην καὶ διακελευσάμενος, ἂν υἱὸς ἐξ αὐτοῦ γένηται καὶ λαβὼν ἀνδρὸς ἡλικίαν δυνατὸς ᾖ τὴν πέτραν ἀναστῆ‐ σαι καὶ ὑφελεῖν τὰ καταλειφθέντα, πέμπειν πρὸς αὐτὸν3
5ἔχοντα ταῦτα μηδενὸς εἰδότος, ἀλλ’ ὡς ἔνεστι μάλιστα λανθάνοντα πάντας—ἰσχυρῶς γὰρ ἐδεδοίκει τοὺς Παλ‐ λαντίδας ἐπιβουλεύοντας αὐτῷ καὶ διὰ τὴν ἀπαιδίαν καταφρονοῦντας· ἦσαν δὲ πεντήκοντα παῖδες ἐκ Πάλ‐ λαντος γεγονότες—ἀπῄει.
Thes
.

4

.

1

Τεκούσης δὲ τῆς Αἴθρας υἱὸν οἱ μὲν εὐθὺς ὀνομασθῆ‐ ναι Θησέα λέγουσι διὰ τὴν τῶν γνωρισμάτων θέσιν, οἱ δ’ ὕστερον Ἀθήνησι παῖδα θεμένου τοῦ Αἰγέως αὐτόν· τρεφόμενον δ’ ὑπὸ τοῦ Πιτθέως ἐπιστάτην ἔχειν καὶ
5παιδαγωγὸν ὄνομα Κοννίδαν, ᾧ μέχρι νῦν Ἀθηναῖοι μιᾷ πρότερον ἡμέρᾳ τῶν Θησείων κριὸν ἐναγίζουσι, μεμνη‐ μένοι καὶ τιμῶντες πολὺ δικαιότερον ἢ Σιλανίωνα τιμῶσι καὶ Παρράσιον, εἰκόνων Θησέως γραφεῖς καὶ πλάστας γενομένους.
Thes
.

5

.

1

Ἔθους δ’ ὄντος ἔτι τότε τοὺς μεταβαίνοντας ἐκ παίδων ἐλθόντας εἰς Δελφοὺς ἀπάρχεσθαι τῷ θεῷ τῆς κόμης, ἦλθε μὲν εἰς Δελφοὺς ὁ Θησεύς (καὶ τόπον ἀπ’ αὐτοῦ τὴν Θησείαν ἔτι νῦν ὀνομάζεσθαι λέγουσιν),
5ἐκείρατο δὲ τῆς κεφαλῆς τὰ πρόσθεν μόνον, ὥσπερ Ὅμηρος (Il. 2, 542) ἔφη τοὺς Ἄβαντας· καὶ τοῦτο τῆς
Thes
.

5

.

2

κουρᾶς τὸ γένος Θησηὶς ὠνομάσθη δι’ ἐκεῖνον. οἱ δ’ Ἄβαν‐ τες ἐκείραντο πρῶτοι τὸν τρόπον τοῦτον, οὐχ ὑπ’ Ἀράβων διδαχθέντες, ὡς ἔνιοι νομίζουσιν, οὐδὲ Μυσοὺς ζηλώ‐ σαντες, ἀλλ’ ὄντες πολεμικοὶ καὶ ἀγχέμαχοι καὶ μάλιστα
5δὴ πάντων εἰς χεῖρας ὠθεῖσθαι τοῖς ἐναντίοις μεμαθη‐ κότες, ὡς μαρτυρεῖ καὶ Ἀρχίλοχος (fr. 3 D.) ἐν τούτοις·
6
Thes
.

5

.

3

Οὔ τοι πόλλ’ ἐπὶ τόξα τανύσσεται οὐδὲ θαμειαὶ
σφενδόναι, εὖτ’ ἂν δὴ μῶλον Ἄρης συνάγῃ ἐν πεδίῳ, ξιφέων δὲ πολύστονον ἔσσεται ἔργον· ταύτης γὰρ κεῖνοι δαίμονές εἰσι μάχης4
5δεσπόται Εὐβοίας δουρικλυτοί.
5
Thes
.

5

.

4

ὅπως οὖν μὴ παρέχοιεν ἐκ τῶν τριχῶν ἀντίληψιν τοῖς πολεμίοις, ἀπεκείραντο. τοῦτο δ’ ἀμέλει καὶ Ἀλέξανδρον τὸν Μακεδόνα ἐννοήσαντά φασι προστάξαι τοῖς στρα‐ τηγοῖς ξυρεῖν τὰ γένεια τῶν Μακεδόνων, ὡς λαβὴν ταύ‐
5την ἐν ταῖς μάχαις οὖσαν προχειροτάτην.
Thes
.

6

.

1

Τὸν μὲν οὖν ἄλλον χρόνον ἔκρυπτεν Αἴθρα τὴν ἀληθινὴν τοῦ Θησέως γένεσιν· ἦν δὲ λόγος ὑπὸ τοῦ Πιτθέως διαδοθεὶς ὡς ἐκ Ποσειδῶνος τεκνωθείη. Πο‐ σειδῶνα γὰρ Τροιζήνιοι σέβονται διαφερόντως, καὶ θεὸς
5οὗτός ἐστιν αὐτοῖς πολιοῦχος, ᾧ καὶ καρπῶν ἀπάρχονται,
Thes
.

6

.

2

καὶ τρίαιναν ἐπίσημον ἔχουσι τοῦ νομίσματος. ἐπεὶ δὲ μειράκιον ὢν ἅμα τῇ τοῦ σώματος ῥώμῃ διέφαινεν ἀλ‐ κὴν καὶ φρόνημα μετὰ νοῦ καὶ συνέσεως βέβαιον, οὕτως αὐτὸν ἡ Αἴθρα πρὸς τὴν πέτραν προσαγαγοῦσα, καὶ
5φράσασα περὶ τῆς γενέσεως τἀληθές, ἐκέλευσεν ὑφελεῖν
Thes
.

6

.

3

τὰ πατρῷα σύμβολα καὶ πλεῖν εἰς Ἀθήνας. ὁ δὲ τὴν μὲν πέτραν ὑπέδυ καὶ ῥᾳδίως ἀνέωσε, πλεῖν δ’ ἀπέγνω, καί‐ περ οὔσης ἀσφαλείας καὶ δεομένων τοῦ τε πάππου καὶ τῆς μητρός. χαλεπὸν γὰρ ἦν πεζῇ πορεύεσθαι τὴν εἰς
5Ἀθήνας ὁδόν, οὐδὲν μέρος καθαρὸν οὐδ’ ἀκίνδυνον ὑπὸ
Thes
.

6

.

4

λῃστῶν καὶ κακούργων ἔχουσαν. ὁ γὰρ δὴ χρόνος ἐκεῖνος ἤνεγκεν ἀνθρώπους χειρῶν μὲν ἔργοις καὶ ποδῶν τάχεσι καὶ σωμάτων ῥώμαις ὡς ἔοικεν ὑπερφυεῖς καὶ ἀκαμάτους, πρὸς οὐδὲν δὲ τῇ φύσει χρωμένους ἐπιεικὲς οὐδ’ ὠφέ‐
5λιμον, ἀλλ’ ὕβρει τε χαίροντας ὑπερηφάνῳ καὶ ἀπολαύ‐ οντας τῆς δυνάμεως 〈τὸ〉 ὠμότητι καὶ πικρίᾳ καὶ τῷ κρατεῖν βιάζεσθαι καὶ διαφθείρειν τὸ παραπῖπτον, αἰδῶ δὲ καὶ δικαιοσύνην καὶ τὸ ἴσον καὶ τὸ φιλάνθρωπον, ὡς ἀτολμίᾳ τοῦ ἀδικεῖν καὶ φόβῳ τοῦ ἀδικεῖσθαι τοὺς πολ‐5
10λοὺς ἐπαινοῦντας, οὐδὲν οἰομένους προσήκειν τοῖς πλέον
Thes
.

6

.

5

ἔχειν δυναμένοις. τούτων Ἡρακλῆς τοὺς μὲν ἐξέκοπτε καὶ ἀνῄρει περιιών, οἱ δὲ λανθάνοντες ἐκείνου παριόντος ἔπτησσον καὶ ἀνεδύοντο καὶ παρημελοῦντο ταπεινὰ πράτ‐
Thes
.

6

.

6

τοντες. ἐπεὶ δ’ Ἡρακλῆς ἐχρήσατο συμφορᾷ, καὶ κτείνας Ἴφιτον εἰς Λυδίαν ἀπῆρε, καὶ συχνὸν ἐκεῖ χρόνον ἐδού‐ λευε παρ’ Ὀμφάλῃ, δίκην τοῦ φόνου ταύτην ἐπιθεὶς αὑτῷ, τότε τὰ μὲν Λυδῶν πράγματα πολλὴν ἔσχεν εἰ‐
5ρήνην καὶ ἄδειαν, ἐν δὲ τοῖς περὶ τὴν Ἑλλάδα τόποις αὖθις ἐξήνθησαν αἱ κακίαι καὶ ἀνερράγησαν, οὐδενὸς
Thes
.

6

.

7

πιεζοῦντος οὐδὲ κατείργοντος. ἦν οὖν ὀλέθριος ἡ πορεία τοῖς Ἀθήναζε πεζῇ βαδίζουσιν ἐκ Πελοποννήσου, καὶ τῶν λῃστῶν καὶ κακούργων ἕκαστον ἐξηγούμενος ὁ Πιτ‐ θεύς, ὁποῖος εἴη καὶ ὁποῖα δρῴη περὶ τοὺς ξένους,
Thes
.

6

.

8

ἔπειθε τὸν Θησέα κομίζεσθαι διὰ θαλάττης. τὸν δὲ πά‐ λαι μὲν ὡς ἔοικε λεληθότως διέκαιεν ἡ δόξα τῆς Ἡρα‐ κλέους ἀρετῆς, καὶ πλεῖστον ἐκείνου λόγον εἶχε, καὶ προθυμότατος ἀκροατὴς ἐγίνετο τῶν διηγουμένων ἐκεῖ‐
5νον οἷος εἴη, μάλιστα δὲ τῶν αὐτὸν ἑωρακότων καὶ
Thes
.

6

.

9

πράττοντι καὶ λέγοντι προστετυχηκότων· τότε δὲ παντά‐ πασιν ἦν φανερὸς πεπονθὼς ὅπερ ὕστερον χρόνοις πολ‐ λοῖς Θεμιστοκλῆς ἔπαθε καὶ εἶπεν, ὡς καθεύδειν αὐτὸν οὐκ ἐῴη τὸ Μιλτιάδου τρόπαιον· οὕτως ἐκείνῳ τοῦ Ἡρα‐
5κλέους θαυμάζοντι τὴν ἀρετὴν καὶ νύκτωρ ὄνειρος ἦσαν αἱ πράξεις, καὶ μεθ’ ἡμέραν ἐξῆγεν αὐτὸν ὁ ζῆλος καὶ ἀνηρέθιζε, ταὐτὰ πράττειν διανοούμενον.
Thes
.

7

.

1

Ἐτύγχανον δὲ καὶ γένους κοινωνοῦντες, ἐξ ἀνεψιῶν
ὄντες. Αἴθρα μὲν γὰρ ἦν Πιτθέως θυγάτηρ, Ἀλκμήνη δὲ Λυσιδίκης, Λυσιδίκη δὲ καὶ Πιτθεὺς ἀδελφοὶ γεγο‐6
Thes
.

7

.

2

νότες ἐξ Ἱπποδαμείας καὶ Πέλοπος. δεινὸν οὖν ἐποιεῖτο καὶ οὐκ ἀνεκτὸν, ἐκεῖνον μὲν ἐπὶ τοὺς πανταχοῦ πονη‐ ροὺς βαδίζοντα καθαίρειν γῆν καὶ θάλατταν, αὐτὸς δὲ τοὺς ἐμποδὼν ἄθλους ἀποδιδράσκειν, τὸν μὲν λόγῳ καὶ
5δόξῃ πατέρα καταισχύνων διὰ θαλάττης φυγῇ κομιζό‐ μενος, τῷ δ’ ὄντι προσφέρων γνωρίσματα πέδιλα καὶ ξίφος ἀναίμακτον, οὐκ ἔργοις εὐθὺς ἀγαθοῖς καὶ πράξεσι παρέχων ἐμφανῆ χαρακτῆρα τῆς εὐγενείας.
Thes
.

7

.

3

Τοιούτῳ φρονήματι καὶ τοιούτοις λογισμοῖς ἐξώρμησεν, ὡς ἀδικήσων μὲν οὐδένα, τοὺς δ’ ὑπάρχοντας βίας ἀμυνού‐ μενος.
Thes
.

8

.

1

Καὶ πρῶτον μὲν ἐν τῇ Ἐπιδαυρίᾳ Περιφήτην, ὅπλῳ χρώμενον κορύνῃ καὶ διὰ τοῦτο Κορυνήτην ἐπι‐ καλούμενον, ἁπτόμενον αὐτοῦ καὶ κωλύοντα προάγειν, συμβαλὼν ἀπέκτεινεν· ἡσθεὶς δὲ τῇ κορύνῃ, λαβὼν
5ὅπλον ἐποιήσατο καὶ διετέλει χρώμενος ὥσπερ ὁ Ἡρα‐
Thes
.

8

.

2

κλῆς τῷ δέρματι τοῦ λέοντος. ἐκείνῳ μὲν οὖν ἐπίδειξις ἦν φορούμενον ἡλίκου τὸ μέγεθος θηρίου κρατήσειεν, οὗτος δὲ τὴν κορύνην ἐπεδείκνυεν, ἡττημένην μὲν ὑπ’ αὐ‐ τοῦ, μετ’ αὐτοῦ δ’ ἀήττητον οὖσαν.
Thes
.

8

.

3

Ἐν δ’ Ἰσθμῷ Σίνιν τὸν πιτυοκάμπτην, ᾧ τρόπῳ πολ‐ λοὺς ἀνῄρει, τούτῳ διέφθειρεν, αὐτὸς οὐ μεμελετηκὼς οὐδ’ εἰθισμένος, ἐπιδείξας δὲ τὴν ἀρετὴν ὅτι καὶ τέχνης περίεστι καὶ μελέτης ἁπάσης. ἦν δὲ τῷ Σίνιδι καλλίστη
Thes
.

8

.

4

καὶ μεγίστη θυγάτηρ ὄνομα Περιγούνη. ταύτην τοῦ πα‐ τρὸς ἀνῃρημένου φυγοῦσαν ἐζήτει περιιὼν ὁ Θησεύς. ἡ δ’ εἰς τόπον ἀπελθοῦσα λόχμην ἔχοντα πολλὴν στοιβήν τε πλείστην καὶ ἀσφάραγον, ἀκάκως πάνυ καὶ παιδικῶς
5ὥσπερ αἰσθανομένων δεομένη προσεύχετο μεθ’ ὅρκων,
ἂν σώσωσιν αὐτὴν καὶ ἀποκρύψωσι, μηδέποτε λυμανεῖ‐7
Thes
.

8

.

5

σθαι μηδὲ καύσειν. ἀνακαλουμένου δὲ τοῦ Θησέως καὶ πίστιν διδόντος ὡς ἐπιμελήσεται καλῶς αὐτῆς καὶ οὐδὲν ἀδικήσει, προῆλθε, καὶ τῷ μὲν Θησεῖ συγγενομένη Μελάνιπ‐ πον ἔτεκε, Δηιονεῖ δὲ τῷ Εὐρύτου τοῦ Οἰχαλιέως ὕστερον
Thes
.

8

.

6

συνῴκησε Θησέως δόντος. ἐκ δὲ Μελανίππου τοῦ Θησέως γενόμενος Ἴωξος Ὀρνύτῳ τῆς εἰς Καρίαν ἀποικίας μετέ‐ σχεν· ὅθεν Ἰωξίδαις καὶ Ἰωξίσι πάτριον κατέστη μήτ’ ἄκανθαν ἀσφαράγου μήτε στοιβὴν καίειν, ἀλλὰ σέβεσθαι
5καὶ τιμᾶν.
Thes
.

9

.

1

Ἡ δὲ Κρομμυωνία σῦς, ἣν Φαιὰν προσωνόμαζον, οὐ φαῦλον ἦν θηρίον, ἀλλὰ μάχιμον καὶ χαλεπὸν κρα‐
Thes
.

9

.

2

τηθῆναι. Ταύτην ὁδοῦ πάρεργον, ὡς μὴ δοκοίη πάντα πρὸς ἀνάγκην ποιεῖν, ὑποστὰς ἀνεῖλε, καὶ ἅμα τῶν μὲν ἀνθρώπων τοῖς πονηροῖς ἀμυνόμενον οἰόμενος δεῖν τὸν ἀγαθὸν προσφέρεσθαι, τῶν δὲ θηρίων καὶ προεπιχει‐
5ροῦντα τοῖς γενναίοις μάχεσθαι καὶ διακινδυνεύειν. ἔνιοι δέ φασι τὴν Φαιὰν λῃστρίδα γενέσθαι γυναῖκα φονικὴν καὶ ἀκόλαστον, αὐτόθι κατοικοῦσαν ἐν Κρομ‐ μυῶνι, σῦν δ’ ἐπονομασθεῖσαν διὰ τὸ ἦθος καὶ τὸν βίον, εἶθ’ ὑπὸ Θησέως ἀποθανεῖν.
Thes
.

10

.

1

Σκείρωνα δὲ πρὸ τῆς Μεγαρικῆς ἀνεῖλε ῥίψας κατὰ τῶν πετρῶν, ὡς μὲν ὁ πολὺς λόγος λῃστεύοντα τοὺς παριόντας, ὡς δ’ ἔνιοι λέγουσιν ὕβρει καὶ τρυφῇ προτείνοντα τὼ πόδε τοῖς ξένοις καὶ κελεύοντα νίπτειν,
5εἶτα λακτίζοντα καὶ ἀπωθοῦντα νίπτοντας εἰς τὴν θά‐
Thes
.

10

.

2

λασσαν. οἱ δὲ Μεγαρόθεν συγγραφεῖς (FGrH 487 F 1) ὁμόσε τῇ φήμῃ βαδίζοντες καὶ ‘τῷ πολλῷ χρόνῳ‘, κατὰ Σιμωνίδην (fr. 193 B4), ‘πολεμοῦντεσ‘, οὔθ’ ὑβριστὴν οὔτε
λῃστὴν γεγονέναι τὸν Σκείρωνά φασιν, ἀλλὰ λῃστῶν μὲν8
5κολαστήν, ἀγαθῶν δὲ καὶ δικαίων οἰκεῖον ἀνδρῶν καὶ
Thes
.

10

.

3

φίλον. Αἰακόν τε γὰρ Ἑλλήνων ὁσιώτατον νομίζεσθαι, καὶ Κυχρέα τιμὰς θεῶν ἔχειν Ἀθήνησι τὸν Σαλαμίνιον, τὴν δὲ Πηλέως καὶ Τελαμῶνος ἀρετὴν ὑπ’ οὐδενὸς ἀγνοεῖσθαι· Σκείρωνα τοίνυν Κυχρέως μὲν γενέσθαι
5γαμβρόν, Αἰακοῦ δὲ πενθερόν, Πηλέως δὲ καὶ Τελαμῶ‐ νος πάππον, ἐξ Ἐνδηίδος γεγονότων τῆς Σκείρωνος καὶ
Thes
.

10

.

4

Χαρικλοῦς θυγατρός· οὔκουν εἰκὸς εἶναι τῷ κακίστῳ τοὺς ἀρίστους εἰς κοινωνίαν γένους ἐλθεῖν, τὰ μέγιστα καὶ τιμιώτατα λαμβάνοντας καὶ διδόντας. ἀλλὰ Θησέα φασὶν οὐχ ὅτε τὸ πρῶτον ἐβάδιζεν εἰς Ἀθήνας, ἀλλ’
5ὕστερον Ἐλευσῖνά τε λαβεῖν Μεγαρέων ἐχόντων, παρα‐ κρουσάμενον Διοκλέα τὸν ἄρχοντα, καὶ Σκείρωνα ἀπο‐ κτεῖναι. ταῦτα μὲν οὖν ἔχει τοιαύτας ἀντιλογίας.
Thes
.

11

.

1

Ἐν δ’ Ἐλευσῖνι Κερκυόνα τὸν ἐξ Ἀρκαδίας κατα‐ παλαίσας ἀνεῖλε, καὶ μικρὸν προελθὼν Δαμάστην ἐν Ἐρινεῷ τὸν Προκρούστην, ἀναγκάσας αὑτὸν ἀπισοῦν τοῖς κλιντῆρσιν, ὥσπερ τοὺς ξένους ἐκεῖνος. ἔπραττε δὲ ταῦ‐
Thes
.

11

.

2

τα μιμούμενος τὸν Ἡρακλέα. καὶ γὰρ ἐκεῖνος οἷς ἐπε‐ βουλεύετο τρόποις ἀμυνόμενος τοὺς προεπιχειροῦντας, ἔθυσε τὸν Βούσιριν καὶ κατεπάλαισε τὸν Ἀνταῖον καὶ τὸν Κύκνον κατεμονομάχησε καὶ τὸν Τέρμερον συρρήξας
Thes
.

11

.

3

τὴν κεφαλὴν ἀπέκτεινεν. ἀφ’ οὗ δὴ καὶ τὸ Τερμέρειον κα‐ κὸν ὀνομασθῆναι λέγουσι· παίων γὰρ ὡς ἔοικε τῇ κεφαλῇ τοὺς ἐντυγχάνοντας ὁ Τέρμερος ἀπώλλυεν. οὕτω δὴ καὶ Θησεὺς κολάζων τοὺς πονηροὺς ἐπεξῆλθεν, οἷς μὲν
5ἐβιάζοντο τοὺς ἄλλους ὑπ’ ἐκείνου καταβιαζομένους, ἐν δὲ τοῖς τρόποις τῆς ἑαυτῶν ἀδικίας τὰ δίκαια πάσ‐
χοντας.9
Thes
.

12

.

1

Προϊόντι δ’ αὐτῷ καὶ γενομένῳ κατὰ τὸν Κηφι‐ σὸν ἄνδρες ἐκ τοῦ Φυταλιδῶν γένους ἀπαντήσαντες ἠσπά‐ σαντο πρῶτοι, καὶ δεομένου καθαρθῆναι τοῖς νενομι‐ σμένοις ἁγνίσαντες καὶ μειλίχια θύσαντες εἱστίασαν οἴ‐
5κοι, μηδενὸς πρότερον αὐτῷ φιλανθρώπου καθ’ ὁδὸν ἐντυχόντος.
Thes
.

12

.

2

Ἡμέρᾳ μὲν οὖν ὀγδόῃ λέγεται Κρονίου μηνός, ὃν νῦν Ἑκατομβαιῶνα καλοῦσι, κατελθεῖν. κατελθὼν δ’ εἰς τὴν πόλιν εὗρε τά τε κοινὰ ταραχῆς μεστὰ καὶ διχοφροσύνης, καὶ τὰ περὶ τὸν Αἰγέα καὶ τὸν οἶκον ἰδίᾳ νοσοῦντα.
Thes
.

12

.

3

Μήδεια γὰρ ἐκ Κορίνθου φυγοῦσα φαρμάκοις ὑποσχο‐ μένη τῆς ἀτεκνίας ἀπαλλάξειν Αἰγέα συνῆν αὐτῷ. προ‐ αισθομένη δὲ περὶ τοῦ Θησέως αὕτη, τοῦ δ’ Αἰγέως ἀγνοοῦντος, ὄντος δὲ πρεσβυτέρου καὶ φοβουμένου πάντα
5διὰ τὴν στάσιν, ἔπεισεν αὐτὸν ὡς ξένον ἑστιῶντα φαρμά‐
Thes
.

12

.

4

κοις ἀνελεῖν. ἐλθὼν οὖν ὁ Θησεὺς ἐπὶ τὸ ἄριστον, οὐκ ἐδοκίμαζε φράζειν αὑτὸν ὅστις εἴη πρότερος, ἐκείνῳ δὲ βουλόμενος ἀρχὴν ἀνευρέσεως παρασχεῖν, κρεῶν παρα‐ κειμένων σπασάμενος τὴν μάχαιραν ὡς ταύτῃ τεμῶν
Thes
.

12

.

5

ἐδείκνυεν ἐκείνῳ. ταχὺ δὲ καταμαθὼν ὁ Αἰγεύς, τὴν μὲν κύλικα τοῦ φαρμάκου κατέβαλε, τὸν δ’ υἱὸν ἀνα‐ κρίνας ἠσπάζετο καὶ συναγαγὼν τοὺς πολίτας ἐγνώριζεν,
Thes
.

12

.

6

ἡδέως δεχομένους διὰ τὴν ἀνδραγαθίαν. λέγεται δὲ τῆς κύλικος πεσούσης ἐκχυθῆναι τὸ φάρμακον ὅπου νῦν ἐν Δελφινίῳ τὸ περίφρακτόν ἐστιν· ἐνταῦθα γὰρ ὁ Αἰγεὺς ᾤκει, καὶ τὸν Ἑρμῆν τὸν πρὸς ἕω τοῦ ἱεροῦ καλοῦσιν
5ἐπ’ Αἰγέως πύλαις.
Thes
.

13

.

1

Οἱ δὲ Παλλαντίδαι πρότερον μὲν ἤλπιζον αὐτοὶ τὴν βασιλείαν καθέξειν Αἰγέως ἀτέκνου τελευτήσαντος· ἐπεὶ δὲ Θησεὺς ἀπεδείχθη διάδοχος, χαλεπῶς φέροντες
εἰ βασιλεύει μὲν Αἰγεὺς θετὸς γενόμενος Πανδίονι καὶ10
5μηδὲν Ἐρεχθείδαις προσήκων, βασιλεύσει δ’ ὁ Θησεὺς πάλιν ἔπηλυς ὢν καὶ ξένος, εἰς πόλεμον καθίσταντο,
Thes
.

13

.

2

καὶ διελόντες ἑαυτούς, οἱ μὲν ἐμφανῶς Σφηττόθεν ἐχώ‐ ρουν ἐπὶ τὸ ἄστυ μετὰ τοῦ πατρός, οἱ δὲ Γαργηττοῖ κρύψαντες ἑαυτοὺς ἐνήδρευον, ὡς διχόθεν ἐπιθησόμενοι τοῖς ὑπεναντίοις. ἦν δὲ κῆρυξ μετ’ αὐτῶν ἀνὴρ Ἁγνού‐
Thes
.

13

.

3

σιος ὄνομα Λεώς. οὗτος ἐξήγγειλε τῷ Θησεῖ τὰ βεβου‐ λευμένα τοῖς Παλλαντίδαις. ὁ δ’ ἐξαίφνης ἐπιπεσὼν τοῖς ἐνεδρεύουσι, πάντας διέφθειρεν. οἱ δὲ μετὰ τοῦ Πάλ‐
Thes
.

13

.

4

λαντος πυθόμενοι διεσπάρησαν. ἐκ τούτου φασὶ τῷ Παλ‐ ληνέων δήμῳ πρὸς τὸν Ἁγνουσίων ἐπιγαμίαν μὴ εἶναι, μηδὲ κηρύττεσθαι τοὐπιχώριον παρ’ αὐτοῖς ‘ἀκούετε λεῴ‘· μισοῦσι γὰρ τοὔνομα διὰ τὴν προδοσίαν τοῦ ἀν‐
5δρός.
Thes
.

14

.

1

Ὁ δὲ Θησεὺς ἐνεργὸς εἶναι βουλόμενος, ἅμα δὲ καὶ δημαγωγῶν, ἐξῆλθεν ἐπὶ τὸν Μαραθώνιον ταῦρον, οὐκ ὀλίγα πράγματα τοῖς οἰκοῦσι τὴν Τετράπολιν παρέ‐ χοντα, καὶ χειρωσάμενος ἐπεδείξατο ζῶντα διὰ τοῦ ἄστεος
5ἐλάσας, εἶτα τῷ Ἀπόλλωνι τῷ Δελφινίῳ κατέθυσεν.
Thes
.

14

.

2

Ἡ δ’ Ἑκάλη καὶ τὸ περὶ αὐτὴν μυθολόγημα τοῦ ξενισμοῦ καὶ τῆς ὑποδοχῆς ἔοικε μὴ πάσης ἀμοιρεῖν ἀληθείας. ἔθυον γὰρ Ἑκαλῆσιν οἱ πέριξ δῆμοι συνιόν‐ τες Ἑκαλείῳ Διί, καὶ τὴν Ἑκάλην ἐτίμων, Ἑκαλίνην
5ὑποκοριζόμενοι διὰ τὸ κἀκείνην νέον ὄντα κομιδῇ τὸν Θησέα ξενίζουσαν ἀσπάσασθαι πρεσβυτικῶς καὶ φιλο‐
Thes
.

14

.

3

φρονεῖσθαι τοιούτοις ὑποκορισμοῖς. ἐπεὶ δ’ εὔξατο μὲν ὑπὲρ αὐτοῦ τῷ Διὶ βαδίζοντος ἐπὶ τὴν μάχην, εἰ σῶς παραγένοιτο θύσειν, ἀπέθανε δὲ πρὶν ἐκεῖνον ἐπανελ‐ θεῖν, ἔσχε τὰς εἰρημένας ἀμοιβὰς τῆς φιλοξενίας τοῦ
5Θησέως κελεύσαντος, ὡς Φιλόχορος (FGrH 328 F 109)
ἱστόρηκεν.11
Thes
.

15

.

1

Ὀλίγῳ δ’ ὕστερον ἧκον ἐκ Κρήτης τὸ τρίτον οἱ τὸν δασμὸν ἀπάξοντες. ὅτι μὲν οὖν Ἀνδρόγεω περὶ τὴν Ἀττικὴν ἀποθανεῖν δόλῳ δόξαντος ὅ τε Μίνως πολλὰ κακὰ πολεμῶν εἰργάζετο τοὺς ἀνθρώπους, καὶ τὸ δαιμό‐
5νιον ἔφθειρε τὴν χώραν—ἀφορία τε γὰρ καὶ νόσος ἐνέσκηψε πολλὴ καὶ ἀνέδυσαν οἱ ποταμοί—καὶ τοῦ θεοῦ προδείξαντος ἱλασαμένοις τὸν Μίνω καὶ διαλλαγεῖσι λωφήσειν τὸ μήνιμα καὶ τῶν κακῶν ἔσεσθαι παῦλαν, ἐπικηρυκευσάμενοι καὶ δεηθέντες ἐποιήσαντο συνθήκας,
10ὥστε πέμπειν δι’ ἐννέα ἐτῶν δασμὸν ἠιθέους ἑπτὰ καὶ παρθένους τοσαύτας, ὁμολογοῦσιν οἱ πλεῖστοι τῶν συγ‐
Thes
.

15

.

2

γραφέων· τοὺς δὲ παῖδας εἰς Κρήτην κομιζομένους ὁ μὲν τραγικώτατος μῦθος ἀποφαίνει τὸν Μινώταυρον ἐν τῷ Λαβυρίνθῳ διαφθείρειν, ἢ πλανωμένους αὐτοὺς καὶ τυχεῖν ἐξόδου μὴ δυναμένους ἐκεῖ καταθνῄσκειν, τὸν δὲ
5Μινώταυρον, ὥσπερ Εὐριπίδης (fr. 996 N2) φησί,
5 Σύμμεικτον εἶδος καὶ ἀποφώλιον βρέφος
6 γεγονέναι καὶ (fr. 997 N2)
7 Ταύρου μεμεῖχθαι καὶ βροτοῦ διπλῇ φύσει.
8
Thes
.

16

.

1

Φιλόχορος (FGrH 328 F 17a) δέ φησιν οὐ ταῦτα συγχωρεῖν Κρῆτας, ἀλλὰ λέγειν ὅτι φρουρὰ μὲν ἦν ὁ Λαβύρινθος οὐθὲν ἔχων κακὸν ἀλλ’ ἢ τὸ μὴ διαφυγεῖν τοὺς φυλαττομένους, ἀγῶνα δ’ ὁ Μίνως ἐπ’ Ἀνδρόγεῳ
5γυμνικὸν ἐποίει καὶ τοὺς παῖδας ἆθλα τοῖς νικῶσιν ἐδί‐ δου, τέως ἐν τῷ Λαβυρίνθῳ φυλαττομένους· ἐνίκα δὲ τοὺς προτέρους ἀγῶνας ὁ μέγιστον παρ’ αὐτῷ δυνάμενος τότε καὶ στρατηγῶν ὄνομα Ταῦρος, ἀνὴρ οὐκ ἐπιεικὴς καὶ ἥμερος τὸν τρόπον, ἀλλὰ καὶ τοῖς παισὶ τῶν Ἀθη‐
Thes
.

16

.

2

ναίων ὑπερηφάνως καὶ χαλεπῶς προσφερόμενος. Ἀριστο‐ τέλης (fr. 443) δὲ καὶ αὐτὸς ἐν τῇ Βοττιαίων πολιτείᾳ δῆλός ἐστιν οὐ νομίζων ἀναιρεῖσθαι τοὺς παῖδας ὑπὸ τοῦ Μίνω, ἀλλὰ θητεύοντας ἐν τῇ Κρήτῃ καταγηράσκειν· καί12
5ποτε Κρῆτας εὐχὴν παλαιὰν ἀποδιδόντας ἀνθρώπων ἀπ‐ αρχὴν εἰς Δελφοὺς ἀποστέλλειν, τοῖς δὲ πεμπομένοις ἀνα‐ μειχθέντας ἐκγόνους ἐκείνων συνεξελθεῖν· ὡς δ’ οὐκ ἦσαν ἱκανοὶ τρέφειν ἑαυτοὺς αὐτόθι, πρῶτον μὲν εἰς Ἰταλίαν διαπερᾶσαι κἀκεῖ κατοικεῖν περὶ τὴν Ἰαπυγίαν,
10ἐκεῖθεν δ’ αὖθις εἰς Θρᾴκην κομισθῆναι καὶ κληθῆναι
Thes
.

16

.

3

Βοττιαίους· διὸ τὰς κόρας τῶν Βοττιαίων θυσίαν τινὰ τελούσας ἐπᾴδειν· ‘ἴωμεν εἰς Ἀθήνασ‘. ἔοικε γὰρ ὄντως χαλεπὸν εἶναι φωνὴν ἐχούσῃ πόλει καὶ μοῦσαν ἀπεχθά‐ νεσθαι. καὶ γὰρ ὁ Μίνως ἀεὶ διετέλει κακῶς ἀκούων καὶ
5λοιδορούμενος ἐν τοῖς Ἀττικοῖς θεάτροις, καὶ οὔθ’ Ἡσίοδος (fr. 103 Rz.) αὐτὸν ὤνησε ‘βασιλεύτατον‘ οὔθ’ Ὅμηρος (Od. 19, 179) ‘ὀαριστὴν Διὸσ‘ προσαγορεύσας, ἀλλ’ ἐπικρατήσαντες οἱ τραγικοὶ πολλὴν ἀπὸ τοῦ λογείου καὶ τῆς σκηνῆς ἀδοξίαν αὐτοῦ κατεσκέδασαν ὡς χαλεποῦ
Thes
.

16

.

4

καὶ βιαίου γενομένου. καίτοι φασὶ τὸν μὲν Μίνω βασιλέα καὶ νομοθέτην, δικαστὴν δὲ τὸν Ῥαδάμανθυν εἶναι καὶ φύλακα τῶν ὡρισμένων ὑπ’ ἐκείνου δικαίων.
Thes
.

17

.

1

Ἐπεὶ δ’ οὖν καθῆκεν ὁ χρόνος τοῦ τρίτου δα‐ σμοῦ, καὶ παρέχειν ἔδει τοὺς πατέρας ἐπὶ τὸν κλῆρον οἷς ἦσαν ἠίθεοι παῖδες, αὖθις ἀνεφύοντο τῷ Αἰγεῖ διαβολαὶ πρὸς τοὺς πολίτας, ὀδυρομένους καὶ ἀγανακτοῦντας, ὅτι
5πάντων αἴτιος ὢν ἐκεῖνος οὐδὲν μέρος μετέχει τῆς κολά‐ σεως μόνος, ἀλλ’ ἐπὶ νόθῳ καὶ ξένῳ παιδὶ τὴν ἀρχὴν πεποιημένος, αὐτοὺς περιορᾷ γνησίων ἐρήμους καὶ ἄπαι‐
Thes
.

17

.

2

δας ἀπολειπομένους. ταῦτ’ ἠνία τὸν Θησέα, καὶ δικαιῶν
μὴ ἀμελεῖν ἀλλὰ κοινωνεῖν τῆς τύχης τοῖς πολίταις, ἐπέ‐ δωκεν ἑαυτὸν ἄνευ κλήρου προσελθών. καὶ τοῖς μὲν ἄλ‐ λοις τό τε φρόνημα θαυμαστὸν ἐφάνη, καὶ τὸ δημοτικὸν13
5ἠγάπησαν, ὁ δ’ Αἰγεὺς ἐπεὶ δεόμενος καὶ καθικετεύων ἀμετάπειστον ἑώρα καὶ ἀμετάτρεπτον, ἀπεκλήρωσε τοὺς
Thes
.

17

.

3

ἄλλους παῖδας. Ἑλλάνικος (FGrH 323a F 14) δέ φησιν οὐ τοὺς λαχόντας ἀπὸ κλήρου καὶ τὰς λαχούσας ἐκ‐ πέμπειν τὴν πόλιν, αὐτὸν δὲ τὸν Μίνω παραγενόμενον ἐκλέγεσθαι, καὶ τὸν Θησέα πάντων ἑλέσθαι πρῶτον ἐπὶ
5τοῖς ὁρισθεῖσιν· ὡρισμένον δ’ εἶναι τὴν μὲν ναῦν Ἀθη‐ ναίους παρέχειν, ἐμβάντας δὲ πλεῖν σὺν αὐτῷ τοὺς ἠι‐ θέους μηδὲν ‘ὅπλον ἀρήιον‘ ἐπιφερομένους, ἀπολομένου δὲ τοῦ Μινωταύρου πέρας ἔχειν τὴν ποινήν.
Thes
.

17

.

4

Πρότερον μὲν οὖν οὐδεμία σωτηρίας ἐλπὶς ὑπέκειτο· διὸ καὶ μέλαν ἱστίον ἔχουσαν ὡς ἐπὶ συμφορᾷ προδήλῳ τὴν ναῦν ἔπεμπον· τότε δὲ τοῦ Θησέως τὸν πατέρα θαρ‐ ρύνοντος καὶ μεγαληγοροῦντος ὡς χειρώσεται τὸν Μινώ‐
5ταυρον, ἔδωκεν ἕτερον ἱστίον λευκὸν τῷ κυβερνήτῃ, κε‐ λεύσας ὑποστρέφοντα σῳζομένου τοῦ Θησέως ἐπάρασθαι τὸ λευκόν, εἰ δὲ μὴ, τῷ μέλανι πλεῖν καὶ ἀποσημαίνειν
Thes
.

17

.

5

τὸ πάθος. ὁ δὲ Σιμωνίδης (fr. 33 D.) οὐ λευκόν φησιν εἶναι τὸ δοθὲν ὑπὸ τοῦ Αἰγέως, ἀλλὰ ‘φοινίκεον ἱστίον ὑγρῷ πεφυρμένον πρίνου ἄνθει ἐριθαλοῦσ‘· καὶ τοῦτο τῆς σωτηρίας αὐτῶν ποιήσασθαι σημεῖον. ἐκυβέρνα δὲ
5τὴν ναῦν Ἀμαρσυάδας Φέρεκλος, ὥς φησι Σιμωνίδης
Thes
.

17

.

6

(fr. 56 B4). Φιλόχορος (FGrH 328 F 111) δὲ παρὰ Σκί‐ ρου φησὶν ἐκ Σαλαμῖνος τὸν Θησέα λαβεῖν κυβερνήτην μὲν Ναυσίθοον, πρωρέα δὲ Φαίακα, μηδέπω τότε τῶν Ἀθηναίων προσεχόντων τῇ θαλάσσῃ· καὶ γὰρ εἶναι τῶν
Thes
.

17

.

7

ἠιθέων ἕνα Μενέσθην Σκίρου θυγατριδοῦν· μαρτυρεῖν
δὲ τούτοις ἡρῷα Ναυσιθόου καὶ Φαίακος εἱσαμένου Θη‐ σέως Φαληροῖ πρὸς τῷ τοῦ Σκίρου [ἱερῷ], καὶ τὴν ἑορτὴν τὰ Κυβερνήσιά φησιν ἐκείνοις τελεῖσθαι.14
Thes
.

18

.

1

Γενομένου δὲ τοῦ κλήρου, παραλαβὼν τοὺς λα‐ χόντας ὁ Θησεὺς ἐκ τοῦ πρυτανείου καὶ παρελθὼν εἰς Δελφίνιον, ἔθηκεν ὑπὲρ αὐτῶν τῷ Ἀπόλλωνι τὴν ἱκε‐ τηρίαν. ἦν δὲ κλάδος ἀπὸ τῆς ἱερᾶς ἐλαίας ἐρίῳ λευκῷ
Thes
.

18

.

2

κατεστεμμένος. εὐξάμενος δὲ κατέβαινεν ἐπὶ θάλασσαν ἕκτῃ μηνὸς ἱσταμένου Μουνυχιῶνος, ᾗ καὶ νῦν ἔτι τὰς
Thes
.

18

.

3

κόρας πέμπουσιν ἱλασομένας εἰς Δελφίνιον. λέγεται δ’ αὐ‐ τῷ τὸν μὲν ἐν Δελφοῖς ἀνελεῖν θεὸν Ἀφροδίτην καθ‐ ηγεμόνα ποιεῖσθαι καὶ παρακαλεῖν συνέμπορον, θύοντι δὲ πρὸς θαλάσσῃ τὴν αἶγα θήλειαν οὖσαν αὐτομάτως τρά‐
5γον γενέσθαι· διὸ καὶ καλεῖσθαι τὴν θεὸν Ἐπιτραγίαν.
Thes
.

19

.

1

Ἐπεὶ δὲ κατέπλευσεν εἰς Κρήτην, ὡς μὲν οἱ πολλοὶ γράφουσι καὶ ᾄδουσι, παρὰ τῆς Ἀριάδνης ἐρασθείσης τὸ λίνον λαβών, καὶ διδαχθεὶς ὡς ἔστι τοῦ λαβυρίνθου τοὺς ἑλιγμοὺς διεξελθεῖν, ἀπέκτεινε τὸν Μινώταυρον καὶ ἀπέ‐
Thes
.

19

.

2

πλευσε τὴν Ἀριάδνην ἀναλαβὼν καὶ τοὺς ἠιθέους. Φερε‐ κύδης (FGrH 3 F 150) δὲ καὶ τὰ ἐδάφη τῶν Κρητι‐ κῶν νεῶν φησιν ἐκκόψαι τὸν Θησέα, τὴν δίωξιν ἀφαι‐
Thes
.

19

.

3

ρούμενον. Δήμων (FGrH 327 F 5) δὲ καὶ τὸν Ταῦρον ἀναι‐ ρεθῆναί φησι τὸν τοῦ Μίνω στρατηγόν, ἐν τῷ λιμένι δια‐
Thes
.

19

.

4

ναυμαχοῦντα τοῦ Θησέως ἐκπλέοντος. Ὡς δὲ Φιλόχορος (FGrH 328 F 17a) ἱστόρηκε, τὸν ἀγῶνα τοῦ Μίνω συν‐ τελοῦντος ἐπίδοξος ὢν ἅπαντας πάλιν νικήσειν ὁ Ταῦρος
Thes
.

19

.

5

ἐφθονεῖτο. καὶ γὰρ ἡ δύναμις αὐτοῦ διὰ τὸν τρόπον ἦν ἐπαχθής, καὶ διαβολὴν εἶχεν ὡς τῇ Πασιφάῃ πλησιάζων. διὸ καὶ τοῦ Θησέως ἀξιοῦντος ἀγωνίσασθαι συνεχώρησεν
Thes
.

19

.

6

ὁ Μίνως. ἔθους δ’ ὄντος ἐν Κρήτῃ θεᾶσθαι καὶ τὰς γυ‐
ναῖκας, Ἀριάδνη παροῦσα πρός τε τὴν ὄψιν ἐξεπλάγη τοῦ Θησέως, καὶ τὴν ἄθλησιν ἐθαύμασε πάντων κρατήσαντος.15
Thes
.

19

.

7

ἡσθεὶς δὲ καὶ ὁ Μίνως μάλιστα τοῦ Ταύρου καταπαλαι‐ σθέντος καὶ προπηλακισθέντος, ἀπέδωκε τῷ Θησεῖ τοὺς παῖδας καὶ ἀνῆκε τῇ πόλει τὸν δασμόν.
Thes
.

19

.

8

Ἰδίως δέ πως καὶ περιττῶς ὁ Κλείδημος (FGrH 323 F 17) ἀπήγγειλε περὶ τούτων, ἄνωθέν ποθεν ἀρξάμενος ὅτι δόγμα κοινὸν ἦν Ἑλλήνων μηδεμίαν ἐκπλεῖν τριήρη μηδαμόθεν ἀνδρῶν † πέντε πλείονας δεχομένην· τὸν
5δ’ ἄρχοντα τῆς Ἀργοῦς Ἰάσονα μόνον ..... περιπλεῖν, ἐξείργοντα τῆς θαλάττης τὰ λῃστήρια. Δαιδάλου δὲ πλοίῳ φυγόντος εἰς Ἀθήνας, Μίνως παρὰ τὰ δόγματα μακραῖς ναυσὶ διώκων ὑπὸ χειμῶνος εἰς Σικελίαν ἀπη‐
Thes
.

19

.

9

νέχθη, κἀκεῖ κατέστρεψε τὸν βίον. ἐπεὶ δὲ Δευκαλίων ὁ υἱὸς αὐτοῦ πολεμικῶς ἔχων πρὸς τοὺς Ἀθηναίους ἔπεμ‐ ψεν ἐκδιδόναι Δαίδαλον αὑτῷ κελεύων, ἢ τοὺς παῖδας ἀποκτενεῖν ἀπειλῶν οὓς ἔλαβεν ὁμήρους ὁ Μίνως, τού‐
5τῳ μὲν ἀπεκρίνατο πρᾴως ὁ [δὲ] Θησεὺς, παραιτούμενος ἀνεψιὸν ὄντα Δαίδαλον κἀκείνῳ κατὰ γένος προσήκοντα, μητρὸς ὄντα Μερόπης τῆς Ἐρεχθέως, αὐτὸς δὲ ναυ‐ πηγίαν ἐπεβάλλετο, τὴν μὲν ἐν Θυμαιταδῶν αὐτόθι μα‐ κρὰν τῆς ξενικῆς ὁδοῦ, τὴν δὲ διὰ Πιτθέως ἐν Τροι‐
Thes
.

19

.

10

ζῆνι, βουλόμενος λανθάνειν. γενομένων δ’ ἑτοίμων ἐξέ‐ πλευσε, τόν τε Δαίδαλον ἔχων καὶ φυγάδας ἐκ Κρήτης καθηγεμόνας· οὐδενὸς δὲ προειδότος, ἀλλὰ ναῦς φιλίας οἰομένων τῶν Κρητῶν προσφέρεσθαι, τοῦ λιμένος κρα‐
5τήσας καὶ ἀποβὰς ἔφθασεν εἰς τὴν Κνωσσὸν παρελθών, καὶ μάχην ἐν πύλαις τοῦ Λαβυρίνθου συνάψας ἀπέκτεινε τὸν Δευκαλίωνα καὶ τοὺς δορυφόρους. ἐν δὲ τοῖς πράγ‐ μασι τῆς Ἀριάδνης γενομένης, σπεισάμενος πρὸς αὐτὴν
τούς τ’ ἠιθέους ἀνέλαβε καὶ φιλίαν ἐποίησε τοῖς Ἀθη‐16
10ναίοις πρὸς τοὺς Κρῆτας, ὀμόσαντας μηδέποτε πολέμου κατάρξειν.
Thes
.

20

.

1

Πολλοὶ δὲ λόγοι καὶ περὶ τούτων ἔτι λέγονται καὶ περὶ τῆς Ἀριάδνης, οὐδὲν ὁμολογούμενον ἔχοντες. οἱ μὲν γὰρ ἀπάγξασθαί φασιν αὐτὴν ἀπολειφθεῖσαν ὑπὸ τοῦ Θησέως, οἱ δ’ εἰς Νάξον ὑπὸ ναυτῶν κομισθεῖσαν Ὠνάρῳ
5τῷ ἱερεῖ τοῦ Διονύσου συνοικεῖν· ἀπολειφθῆναι δὲ τοῦ Θησέως ἐρῶντος ἑτέρας·
6 Δεινὸς γάρ μιν ἔτειρεν ἔρως Πανοπηίδος Αἴγλης.
7
Thes
.

20

.

2

τοῦτο γὰρ τὸ ἔπος ἐκ τῶν Ἡσιόδου (fr. 105 Rz.) Πεισί‐ στρατον ἐξελεῖν φησιν Ἡρέας ὁ Μεγαρεύς (FGrH 486 F 1), ὥσπερ αὖ πάλιν ἐμβαλεῖν εἰς τὴν Ὁμήρου νέκυιαν (Od. 11, 631) τὸ
4
5Θησέα Πειρίθοόν τε θεῶν ἀριδείκετα τέκνα
5 χαριζόμενον Ἀθηναίοις· ἔνιοι δὲ καὶ τεκεῖν ἐκ Θησέως Ἀριάδνην Οἰνοπίωνα καὶ Στάφυλον· ὧν καὶ ὁ Χῖος Ἴων ἐστί, περὶ τῆς ἑαυτοῦ πατρίδος λέγων (fr. 4 D.; 29 B.)·
8
Τήν ποτε Θησείδης ἔκτισεν Οἰνοπίων.
9
Thes
.

20

.

3

ἃ δ’ ἐστὶν εὐφημότατα 〈τῶν〉 μυθολογουμένων, πάντες ὡς ἔπος εἰπεῖν διὰ στόματος ἔχουσιν. ἴδιον δέ τινα περὶ τούτων λόγον ἐκδέδωκε Παίων ὁ Ἀμαθούσιος (FHG IV
Thes
.

20

.

4

371). τὸν γὰρ Θησέα φησὶν ὑπὸ χειμῶνος εἰς Κύπρον ἐξενεχθέντα, καὶ τὴν Ἀριάδνην ἔγκυον ἔχοντα, φαύλως δὲ διακειμένην ὑπὸ τοῦ σάλου καὶ δυσφοροῦσαν, ἐκβι‐ βάσαι μόνην, αὐτὸν δὲ τῷ πλοίῳ βοηθοῦντα πάλιν εἰς
Thes
.

20

.

5

τὸ πέλαγος ἀπὸ τῆς γῆς φέρεσθαι. τὰς οὖν ἐγχωρίους
γυναῖκας τὴν Ἀριάδνην ἀναλαβεῖν καὶ περιέπειν ἀθυ‐ μοῦσαν ἐπὶ τῇ μονώσει, καὶ γράμματα πλαστὰ προσφέ‐ ρειν ὡς τοῦ Θησέως γράφοντος αὐτῇ, καὶ περὶ τὴν ὠδῖνα17
5συμπονεῖν καὶ βοηθεῖν, ἀποθανοῦσαν δὲ θάψαι μὴ τε‐
Thes
.

20

.

6

κοῦσαν. ἐπελθόντα δὲ τὸν Θησέα καὶ περίλυπον γενό‐ μενον, τοῖς μὲν ἐγχωρίοις ἀπολιπεῖν χρήματα, συντάξαντα θύειν τῇ Ἀριάδνῃ, δύο δὲ μικροὺς ἀνδριαντίσκους ἱδρύ‐
Thes
.

20

.

7

σασθαι, τὸν μὲν ἀργυροῦν, τὸν δὲ χαλκοῦν. ἐν δὲ τῇ θυσίᾳ τοῦ Γορπιαίου μηνὸς ἱσταμένου δευτέρᾳ κατα‐ κλινόμενόν τινα τῶν νεανίσκων φθέγγεσθαι καὶ ποιεῖν ἅπερ ὠδίνουσαι γυναῖκες· καλεῖν δὲ τὸ ἄλσος Ἀμαθου‐
5σίους, ἐν ᾧ τὸν τάφον δεικνύουσιν, Ἀριάδνης Ἀφροδίτης.
Thes
.

20

.

8

Καὶ Ναξίων δέ τινες ἰδίως ἱστοροῦσι δύο Μίνωας γε‐ νέσθαι καὶ δύο Ἀριάδνας, ὧν τὴν μὲν Διονύσῳ γαμη‐ θῆναί φασιν ἐν Νάξῳ καὶ τοὺς περὶ Στάφυλον τεκεῖν, τὴν δὲ νεωτέραν ἁρπασθεῖσαν ὑπὸ τοῦ Θησέως καὶ ἀπο‐
5λειφθεῖσαν εἰς Νάξον ἐλθεῖν, καὶ τροφὸν μετ’ αὐτῆς
Thes
.

20

.

9

ὄνομα Κορκύνην, ἧς δείκνυσθαι τάφον· ἀποθανεῖν δὲ καὶ τὴν Ἀριάδνην αὐτόθι καὶ τιμὰς ἔχειν οὐχ ὁμοίως τῇ προτέρᾳ· τῇ μὲν γὰρ ἡδομένους καὶ παίζοντας ἑορτά‐ ζειν, τὰς δὲ ταύτῃ δρωμένας θυσίας εἶναι πένθει τινὶ
5καὶ στυγνότητι μεμειγμένας.
Thes
.

21

.

1

Ἐκ δὲ τῆς Κρήτης ἀποπλέων εἰς Δῆλον κατέσχε, καὶ τῷ θεῷ θύσας καὶ ἀναθεὶς τὸ Ἀφροδίσιον ὃ παρὰ τῆς Ἀριάδνης ἔλαβεν, ἐχόρευσε μετὰ τῶν ἠιθέων χορείαν ἣν ἔτι νῦν ἐπιτελεῖν Δηλίους λέγουσι, μίμημα τῶν ἐν
5τῷ Λαβυρίνθῳ περιόδων καὶ διεξόδων ἔν τινι ῥυθμῷ
Thes
.

21

.

2

παραλλάξεις καὶ ἀνελίξεις ἔχοντι γιγνομένην. καλεῖται δὲ τὸ γένος τοῦτο τῆς χορείας ὑπὸ Δηλίων γέρανος, ὡς ἱστορεῖ Δικαίαρχος (fr. 85 Wehrli). ἐχόρευσε δὲ περὶ τὸν
Κερατῶνα βωμόν, ἐκ κεράτων συνηρμοσμένον εὐωνύμων18
Thes
.

21

.

3

ἁπάντων. ποιῆσαι δὲ καὶ ἀγῶνά φασιν αὐτὸν ἐν Δήλῳ, καὶ τοῖς νικῶσι τότε πρῶτον ὑπ’ ἐκείνου φοίνικα δο‐ θῆναι.
Thes
.

22

.

1

Τῇ δ’ Ἀττικῇ προσφερομένων, ἐκλαθέσθαι μὲν αὐτόν, ἐκλαθέσθαι δὲ τὸν κυβερνήτην ὑπὸ χαρᾶς ἐπά‐ ρασθαι τὸ ἱστίον, ᾧ τὴν σωτηρίαν αὐτῶν ἔδει γνώριμον τῷ Αἰγεῖ γενέσθαι, τὸν δ’ ἀπογνόντα ῥῖψαι κατὰ τῆς
Thes
.

22

.

2

πέτρας ἑαυτὸν καὶ διαφθαρῆναι. καταπλεύσας δ’ ὁ Θη‐ σεὺς ἔθυε μὲν αὐτὸς ἃς ἐκπλέων θυσίας εὔξατο τοῖς θεοῖς Φαληροῖ, κήρυκα δ’ ἀπέστειλε τῆς σωτηρίας ἄγ‐ γελον εἰς ἄστυ. οὗτος ἐνέτυχεν ὀδυρομένοις τε πολλοῖς
5τὴν τοῦ βασιλέως τελευτήν, καὶ χαίρουσιν ὡς εἰκὸς ἑτέ‐ ροις καὶ φιλοφρονεῖσθαι καὶ στεφανοῦν αὐτὸν ἐπὶ τῇ
Thes
.

22

.

3

σωτηρίᾳ προθύμοις οὖσι. τοὺς μὲν οὖν στεφάνους δε‐ χόμενος τὸ κηρύκειον ἀνέστεφεν. ἐπανελθὼν δ’ ἐπὶ θά‐ λασσαν, οὔπω πεποιημένου σπονδὰς τοῦ Θησέως, ἔξω περιέμεινε, μὴ βουλόμενος τὴν θυσίαν ταράξαι. γενομέ‐
5νων δὲ τῶν σπονδῶν, ἀπήγγειλε τὴν τοῦ Αἰγέως τελευ‐
Thes
.

22

.

4

τήν. οἱ δὲ σὺν κλαυθμῷ καὶ θορύβῳ σπεύδοντες ἀνέ‐ βαινον εἰς τὴν πόλιν. ὅθεν καὶ νῦν ἐν τοῖς Ὠσχοφο‐ ρίοις στεφανοῦσθαι μὲν οὐ τὸν κήρυκα λέγουσιν, ἀλλὰ τὸ κηρύκειον, ἐπιφωνεῖν δ’ ἐν ταῖς σπονδαῖς ‘ἐλελεῦ
5ἰοὺ ἰοὺ‘ τοὺς παρόντας, ὧν τὸ μὲν σπένδοντες ἀναφω‐ νεῖν καὶ παιωνίζοντες εἰώθασι, τὸ δ’ ἐκπλήξεως καὶ ταραχῆς ἐστι. Θάψας δὲ τὸν πατέρα, τῷ Ἀπόλλωνι τὴν εὐχὴν ἀπεδί‐ δου τῇ ἑβδόμῃ τοῦ Πυανεψιῶνος ἱσταμένου· ταύτῃ γὰρ
Thes
.

22

.

5

ἀνέβησαν εἰς ἄστυ σωθέντες. ἡ μὲν οὖν ἕψησις τῶν
ὀσπρίων λέγεται γίνεσθαι διὰ τὸ σωθέντας αὐτοὺς εἰς ταὐτὸ συμμεῖξαι τὰ περιόντα τῶν σιτίων, καὶ μίαν χύ‐19
Thes
.

22

.

6

τραν κοινὴν ἑψήσαντας συνεστιαθῆναι καὶ συγκαταφα‐ γεῖν ἀλλήλοις. τὴν δ’ εἰρεσιώνην ἐκφέρουσι, κλάδον ἐλαίας ἐρίῳ μὲν ἀνεστεμμένον, ὥσπερ τότε τὴν ἱκετηρίαν, παντο‐ δαπῶν δ’ ἀνάπλεων καταργμάτων διὰ τὸ λῆξαι τὴν ἀφο‐
5ρίαν, ἐπᾴδοντες·
5
Thes
.

22

.

7

Εἰρεσιώνη, σῦκα φέρειν καὶ πίονας ἄρτους καὶ μέλι ἐν κοτύλῃ καὶ ἔλαιον ἀναψήσασθαι καὶ κύλικ’ εὔζωρον, ὡς ἂν μεθύουσα καθεύδῃ.
3 καίτοι ταῦτά τινες ἐπὶ τοῖς Ἡρακλείδαις γίνεσθαι λέ‐
5γουσιν οὕτως διατρεφομένοις ὑπὸ τῶν Ἀθηναίων· οἱ δὲ πλείονες ὡς προείρηται.
Thes
.

23

.

1

Τὸ δὲ πλοῖον ἐν ᾧ μετὰ τῶν ἠιθέων ἔπλευσε καὶ πάλιν ἐσώθη, τὴν τριακόντορον, ἄχρι τῶν Δημητρίου τοῦ Φαληρέως χρόνων διεφύλαττον οἱ Ἀθηναῖοι, τὰ μὲν παλαιὰ τῶν ξύλων ὑφαιροῦντες, ἄλλα δ’ ἐμβάλλοντες
5ἰσχυρὰ καὶ συμπηγνύντες οὕτως, ὥστε καὶ τοῖς φιλο‐ σόφοις εἰς τὸν αὐξόμενον λόγον ἀμφιδοξούμενον παρά‐ δειγμα τὸ πλοῖον εἶναι, τῶν μὲν ὡς τὸ αὐτό, τῶν δ’ ὡς οὐ τὸ αὐτὸ διαμένοι λεγόντων.
Thes
.

23

.

2

Ἄγουσι δὲ καὶ τὴν τῶν Ὠσχοφορίων ἑορτὴν Θησέως
Thes
.

23

.

3

καταστήσαντος. οὐ γὰρ ἁπάσας αὐτὸν ἐξαγαγεῖν τὰς λα‐ χούσας τότε παρθένους, ἀλλὰ τῶν συνήθων νεανίσκων
δύο, θηλυφανεῖς μὲν ὀφθῆναι καὶ νεαρούς, ἀνδρώδεις δὲ ταῖς ψυχαῖς καὶ προθύμους, λουτροῖς τε θερμοῖς καὶ20
5σκιατροφίαις καὶ ταῖς περὶ τὴν κόμην καὶ λειότητα καὶ χροιὰν ἀλοιφαῖς καὶ κοσμήσεσιν ὡς ἔστιν ἐξαλλάξαντα κομιδῇ, καὶ διδάξαντα φωνὴν καὶ σχῆμα καὶ βάδισιν ὡς ἔνι μάλιστα παρθένοις ὁμοιοῦσθαι καὶ μηδὲν φαίνε‐ σθαι διαφέροντας, ἐμβαλεῖν εἰς τὸν τῶν παρθένων ἀρι‐
10θμὸν καὶ διαλαθεῖν ἅπαντας· ἐπεὶ δ’ ἐπανῆλθεν, αὐτόν τε πομπεῦσαι καὶ τοὺς νεανίσκους, οὕτως ἀμπεχομένους
Thes
.

23

.

4

ὡς νῦν ἀμπέχονται τοὺς ὠσχοὺς φέροντες. φέρουσι δὲ Διο‐ νύσῳ καὶ Ἀριάδνῃ χαριζόμενοι διὰ τὸν μῦθον, ἢ μᾶλλον ὅτι συγκομιζομένης ὀπώρας ἐπανῆλθον. αἱ δὲ δειπνοφό‐ ροι παραλαμβάνονται καὶ κοινωνοῦσι τῆς θυσίας, ἀπο‐
5μιμούμεναι τὰς μητέρας ἐκείνων τῶν λαχόντων· ἐπεφοί‐ των γὰρ αὐτοῖς ὄψα καὶ σιτία κομίζουσαι· καὶ μῦθοι λέγονται διὰ τὸ κἀκείνας εὐθυμίας ἕνεκα καὶ παρηγορίας
Thes
.

23

.

5

μύθους διεξιέναι τοῖς παισί. ταῦτα μὲν οὖν καὶ Δήμων (FGrH 327 F 6) ἱστόρηκεν. Ἐξῃρέθη δὲ καὶ τέμενος αὐτῷ, καὶ τοὺς ἀπὸ τῶν παρασχόντων τὸν δασμὸν οἴκων ἔταξαν εἰς θυσίαν αὐτῷ
5τελεῖν ἀποφοράς, καὶ τῆς θυσίας ἐπεμελοῦντο Φυταλίδαι, Θησέως ἀποδόντος αὐτοῖς ἀμοιβὴν τῆς φιλοξενίας.
Thes
.

24

.

1

Μετὰ δὲ τὴν Αἰγέως τελευτὴν μέγα καὶ θαυμα‐ στὸν ἔργον εἰς νοῦν βαλόμενος, συνῴκισε τοὺς τὴν Ἀτ‐ τικὴν κατοικοῦντας εἰς ἓν ἄστυ, καὶ μιᾶς πόλεως ἕνα δῆμον ἀπέφηνε, τέως σποράδας ὄντας καὶ δυσανακλήτους
5πρὸς τὸ κοινὸν πάντων συμφέρον, ἔστι δ’ ὅτε καὶ δια‐
Thes
.

24

.

2

φερομένους ἀλλήλοις καὶ πολεμοῦντας. ἐπιὼν οὖν ἔπειθε κατὰ δήμους καὶ γένη, τῶν μὲν ἰδιωτῶν καὶ πενήτων ἐνδεχομένων ταχὺ τὴν παράκλησιν αὐτοῦ, τοῖς δὲ δυνα‐
τοῖς ἀβασίλευτον πολιτείαν προτείνων καὶ δημοκρατίαν,21
5αὐτῷ μόνον ἄρχοντι πολέμου καὶ νόμων φύλακι χρησο‐ μένην, τῶν δ’ ἄλλων παρέξουσαν ἅπασιν ἰσομοιρίαν, τοὺς μὲν ταῦτ’ ἔπειθεν, οἱ δὲ τὴν δύναμιν αὐτοῦ δεδιότες, μεγάλην οὖσαν ἤδη, καὶ τὴν τόλμαν, ἐβούλοντο πειθό‐
Thes
.

24

.

3

μενοι μᾶλλον ἢ βιαζόμενοι ταῦτα συγχωρεῖν. καταλύσας οὖν τὰ παρ’ ἑκάστοις πρυτανεῖα καὶ βουλευτήρια καὶ ἀρχάς, ἓν δὲ ποιήσας ἅπασι κοινὸν ἐνταῦθα πρυτανεῖον καὶ βουλευτήριον ὅπου νῦν ἵδρυται τὸ ἄστυ, τήν τε πόλιν
5Ἀθήνας προσηγόρευσε, καὶ Παναθήναια θυσίαν ἐποίησε
Thes
.

24

.

4

κοινήν. ἔθυσε δὲ καὶ Μετοίκια τῇ ἕκτῃ ἐπὶ δέκα τοῦ Ἑκατομβαιῶνος, ἣν ἔτι νῦν θύουσι, καὶ τὴν βασιλείαν ἀφεὶς ὥσπερ ὡμολόγησε, διεκόσμει τὴν πολιτείαν ἀπὸ θεῶν ἀρχόμενος· ἧκε γὰρ αὐτῷ χρησμὸς ἐκ Δελφῶν
5μαντευομένῳ περὶ τῆς πόλεως (Hendess 22)·
5
Thes
.

24

.

5

Αἰγείδη Θησεῦ, Πιτθηίδος ἔκγονε κούρης, πολλαῖς τοι πολίεσσι πατὴρ ἐμὸς ἐγκατέθηκε τέρματα καὶ κλωστῆρας ἐν ὑμετέρῳ πτολιέθρῳ. ἀλλὰ σὺ μή τι λίην πεπονημένος ἔνδοθι θυμὸν
5βουλεύειν· ἀσκὸς γὰρ ἐν οἴδματι ποντοπορεύσεις.
5
Thes
.

24

.

6

τοῦτο δὲ καὶ Σίβυλλαν ὕστερον ἀποστοματίσαι πρὸς τὴν πόλιν ἱστοροῦσιν, ἀναφθεγξαμένην (Hendess 23)·
2 Ἀσκὸς βαπτίζῃ· δῦναι δέ τοι οὐ θέμις ἐστίν.
3
Thes
.

25

.

1

Ἔτι δὲ μᾶλλον αὐξῆσαι τὴν πόλιν βουλόμενος, ἐκάλει πάντας ἐπὶ τοῖς ἴσοις, καὶ τὸ ‘δεῦρ’ ἴτε πάντες λεῴ‘ κήρυγμα Θησέως γενέσθαι φασί, πανδημίαν τινὰ
Thes
.

25

.

2

καθιστάντος. οὐ μὴν ἄτακτον οὐδὲ μεμειγμένην περιεῖ‐ δεν ὑπὸ πλήθους ἐπιχυθέντος ἀκρίτου γενομένην τὴν δη‐ μοκρατίαν, ἀλλὰ πρῶτος ἀποκρίνας χωρὶς Εὐπατρίδας καὶ Γεωμόρους καὶ Δημιουργούς, Εὐπατρίδαις δὲ γινώ‐
5σκειν τὰ θεῖα καὶ παρέχειν ἄρχοντας ἀποδοὺς καὶ νόμων διδασκάλους εἶναι καὶ ὁσίων καὶ ἱερῶν ἐξηγητάς, τοῖς ἄλλοις πολίταις ὥσπερ εἰς ἴσον κατέστησε, δόξῃ μὲν Εὐπατριδῶν, χρείᾳ δὲ Γεωμόρων, πλήθει δὲ Δημιουρ‐22
Thes
.

25

.

3

γῶν ὑπερέχειν δοκούντων. ὅτι δὲ πρῶτος ἀπέκλινε πρὸς τὸν ὄχλον, ὡς Ἀριστοτέλης (fr. 346) φησί, καὶ ἀφῆκε τὸ μοναρχεῖν, ἔοικε μαρτυρεῖν καὶ Ὅμηρος, ἐν νεῶν κατα‐ λόγῳ (Il. 2, 547) μόνους Ἀθηναίους δῆμον προσαγορεύ‐
5σας. ἔκοψε δὲ καὶ νόμισμα, βοῦν ἐγχαράξας ἢ διὰ τὸν Μαραθώνιον ταῦρον ἢ διὰ τὸν Μίνω στρατηγόν, ἢ πρὸς γεωργίαν τοὺς πολίτας παρακαλῶν. ἀπ’ ἐκείνου δέ φασι τὸ ἑκατόμβοιον καὶ τὸ δεκάβοιον ὀνομασθῆναι.
Thes
.

25

.

4

Προσκτησάμενος δὲ τῇ Ἀττικῇ τὴν Μεγαρικὴν βεβαί‐ ως, τὴν θρυλουμένην ἐν Ἰσθμῷ στήλην ἔστησεν, ἐπι‐ γράψας τὸ διορίζον ἐπίγραμμα τὴν χώραν δυσὶ τριμέ‐ τροις, ὧν ἔφραζε τὸ μὲν πρὸς ἕω·
4
5Τάδ’ οὐχὶ Πελοπόννησος, ἀλλ’ Ἰωνία,
5 τὸ δὲ πρὸς ἑσπέραν·
6
Τάδ’ ἐστὶ Πελοπόννησος, οὐκ Ἰωνία.
7
Thes
.

25

.

5

καὶ τὸν ἀγῶνα πρῶτος ἔθηκε κατὰ ζῆλον Ἡρακλέους, ὡς δι’ ἐκεῖνον Ὀλύμπια τῷ Διί, [καὶ] δι’ αὐτὸν Ἴσθμια τῷ Ποσειδῶνι φιλοτιμηθεὶς ἄγειν τοὺς Ἕλληνας. ὁ γὰρ ἐπὶ Μελικέρτῃ τεθεὶς αὐτόθι νυκτὸς ἐδρᾶτο, τελετῆς
Thes
.

25

.

6

ἔχων μᾶλλον ἢ θέας καὶ πανηγυρισμοῦ τάξιν. ἔνιοι δέ φασιν ἐπὶ Σκείρωνι τὰ Ἴσθμια τεθῆναι, τοῦ Θησέως ἀφοσιουμένου τὸν φόνον διὰ τὴν συγγένειαν· Σκείρωνα γὰρ υἱὸν εἶναι Κανήθου καὶ Ἡνιόχης τῆς Πιτθέως. οἱ
5δὲ Σίνιν, οὐ Σκείρωνα, καὶ τὸν ἀγῶνα τεθῆναι διὰ τοῦ‐
Thes
.

25

.

7

τον ὑπὸ Θησέως, οὐ δι’ ἐκεῖνον. ἔταξεν οὖν καὶ διωρί‐
σατο πρὸς τοὺς Κορινθίους, Ἀθηναίων τοῖς ἀφικνουμέ‐ νοις ἐπὶ τὰ Ἴσθμια παρέχειν προεδρίαν, ὅσον ἂν τόπον ἐπίσχῃ καταπετασθὲν τὸ τῆς θεωρίδος νεὼς ἱστίον, ὡς23
5Ἑλλάνικος (FGrH 323a F 15) καὶ Ἄνδρων ὁ Ἁλικαρνασ‐ σεὺς (FGrH 10 F 6) ἱστορήκασιν.
Thes
.

26

.

1

Εἰς δὲ τὸν πόντον ἔπλευσε τὸν Εὔξεινον, ὡς μὲν Φιλόχορος (FGrH 328 F 110) καί τινες ἄλλοι λέγουσι, μεθ’ Ἡρακλέους ἐπὶ τὰς Ἀμαζόνας συστρατεύσας, καὶ γέρας [ἀριστεῖον] Ἀντιόπην ἔλαβεν· οἱ δὲ πλείους, ὧν
5ἐστι καὶ Φερεκύδης (FGrH 3 F 151) καὶ Ἑλλάνικος (FGrH 323a F 16) καὶ Ἡρόδωρος (FGrH 31 F 25a) ὕστερόν φασιν Ἡρακλέους ἰδιόστολον πλεῦσαι τὸν Θησέα καὶ τὴν Ἀμαζόνα λαβεῖν αἰχμάλωτον, πιθανώτερα λέ‐
Thes
.

26

.

2

γοντες. οὐδεὶς γὰρ ἄλλος ἱστόρηται τῶν μετ’ αὐτοῦ στρα‐ τευσάντων Ἀμαζόνα λαβεῖν αἰχμάλωτον. Βίων (FGrH 14 F 2) δὲ καὶ ταύτην παρακρουσάμενον οἴχεσθαι λα‐ βόντα· φύσει γὰρ οὔσας τὰς Ἀμαζόνας φιλάνδρους οὐ[τε]
5φυγεῖν τὸν Θησέα προσβάλλοντα τῇ χώρᾳ, ἀλλὰ καὶ ξένια πέμπειν· τὸν δὲ τὴν κομίζουσαν ἐμβῆναι παρακαλεῖν εἰς τὸ
Thes
.

26

.

3

πλοῖον, ἐμβάσης δ’ ἀναχθῆναι. Μενεκράτης (FHG II 345) δέ τις, ἱστορίαν περὶ Νικαίας τῆς ἐν Βιθυνίᾳ πόλεως ἐκδεδωκώς, Θησέα φησὶ τὴν Ἀντιόπην ἔχοντα διατρῖψαι περὶ τούτους τοὺς τόπους· τυγχάνειν δὲ συστρατεύοντας
5αὐτῷ τρεῖς νεανίσκους ἐξ Ἀθηνῶν ἀδελφοὺς ἀλλήλων,
Thes
.

26

.

4

Εὔνεων καὶ Θόαντα καὶ Σολόεντα. τοῦτον οὖν ἐρῶντα τῆς Ἀντιόπης καὶ λανθάνοντα τοὺς ἄλλους, ἐξειπεῖν πρὸς ἕνα τῶν συνήθων· ἐκείνου δὲ περὶ τούτων ἐντυχόντος τῇ Ἀντιόπῃ, τὴν μὲν πεῖραν ἰσχυρῶς ἀποτρίψασθαι, τὸ δὲ
5πρᾶγμα σωφρόνως ἅμα καὶ πρᾴως ἐνεγκεῖν καὶ πρὸς τὸν
Thes
.

26

.

5

Θησέα μὴ κατηγορῆσαι. τοῦ δὲ Σολόεντος ὡς ἀπέγνω ῥί‐
ψαντος ἑαυτὸν εἰς ποταμόν τινα καὶ διαφθαρέντος, ᾐσθη‐ μένον τότε τὴν αἰτίαν καὶ τὸ πάθος τοῦ νεανίσκου τὸν Θησέα βαρέως ἐνεγκεῖν, καὶ δυσφοροῦντα λόγιόν τι πυ‐24
5θόχρηστον ἀνενεγκεῖν πρὸς ἑαυτόν· εἶναι γὰρ αὐτῷ προσ‐ τεταγμένον ἐν Δελφοῖς ὑπὸ τῆς Πυθίας, ὅταν ἐπὶ ξένης ἀνιαθῇ μάλιστα καὶ περίλυπος γένηται, πόλιν ἐκεῖ κτίσαι
Thes
.

26

.

6

καὶ τῶν ἀμφ’ αὐτόν τινας ἡγεμόνας καταλιπεῖν. ἐκ δὲ τούτου τὴν μὲν πόλιν ἣν ἔκτισεν ἀπὸ τοῦ θεοῦ Πυθό‐ πολιν προσαγορεῦσαι, Σολόεντα δὲ τὸν πλησίον ποταμὸν
Thes
.

26

.

7

ἐπὶ τιμῇ τοῦ νεανίσκου, καταλιπεῖν δὲ καὶ αὐτοῦ τοὺς ἀδελφοὺς οἷον ἐπιστάτας καὶ νομοθέτας, καὶ σὺν αὐτοῖς Ἕρμον ἄνδρα τῶν Ἀθήνησιν Εὐπατριδῶν· ἀφ’ οὗ καὶ τόπον Ἑρμοῦ καλεῖν οἰκίαν τοὺς Πυθοπολίτας, οὐκ ὀρθῶς
5τὴν δευτέραν συλλαβὴν περισπῶντας καὶ τὴν δόξαν ἐπὶ θεὸν ἀφ’ ἥρωος μετατιθέντας.
Thes
.

27

.

1

Πρόφασιν μὲν οὖν ταύτην ὁ τῶν Ἀμαζόνων πό‐ λεμος ἔσχε, φαίνεται δὲ μὴ φαῦλον αὐτοῦ μηδὲ γυναι‐ κεῖον γενέσθαι τὸ ἔργον. οὐ γὰρ ἂν ἐν ἄστει κατεστρατο‐ πέδευσαν οὐδὲ τὴν μάχην συνῆψαν ἐν χρῷ περὶ τὴν
5Πνύκα καὶ τὸ Μουσεῖον, εἰ μὴ κρατοῦσαι τῆς χώρας
Thes
.

27

.

2

ἀδεῶς τῇ πόλει προσέμειξαν. εἰ μὲν οὖν, ὡς Ἑλλάνικος (FGrH 323a F 17) ἱστόρηκε, τῷ Κιμμερικῷ Βοσπόρῳ παγέντι διαβᾶσαι περιῆλθον, ἔργον ἐστὶ πιστεῦσαι· τὸ δ’ ἐν τῇ πόλει σχεδὸν αὐτὰς ἐνστρατοπεδεῦσαι μαρτυρεῖ‐
5ται καὶ τοῖς ὀνόμασι τῶν τόπων καὶ ταῖς θήκαις τῶν πεσόντων. πολὺν δὲ χρόνον ὄκνος ἦν καὶ μέλλησις ἀμφο‐ τέροις τῆς ἐπιχειρήσεως, τέλος δὲ Θησεὺς κατά τι λό‐
Thes
.

27

.

3

γιον τῷ Φόβῳ σφαγιασάμενος συνῆψεν αὐταῖς. ἡ μὲν οὖν μάχη Βοηδρομιῶνος ἐγένετο μηνός, ἐφ’ ᾗ τὰ Βοη‐ δρόμια μέχρι νῦν Ἀθηναῖοι θύουσιν. ἱστορεῖ δὲ Κλείδημος
(FGrH 323 F 18), ἐξακριβοῦν τὰ καθ’ ἕκαστα βουλό‐25
5μενος, τὸ μὲν εὐώνυμον τῶν Ἀμαζόνων κέρας ἐπιστρέ‐ φειν πρὸς τὸ νῦν καλούμενον Ἀμαζόνειον, τῷ δὲ δεξιῷ
Thes
.

27

.

4

πρὸς τὴν Πνύκα κατὰ τὴν Χρύσαν ἥκειν. μάχεσθαι δὲ πρὸς τοῦτο τοὺς Ἀθηναίους ἀπὸ τοῦ Μουσείου ταῖς Ἀμα‐ ζόσι συμπεσόντας, καὶ τάφους τῶν πεσόντων περὶ τὴν πλατεῖαν εἶναι τὴν φέρουσαν ἐπὶ τὰς πύλας παρὰ τὸ
Thes
.

27

.

5

Χαλκώδοντος ἡρῷον, ἃς νῦν Πειραϊκὰς ὀνομάζουσι. καὶ ταύτῃ μὲν ἐκβιασθῆναι μέχρι τῶν Εὐμενίδων καὶ ὑπο‐ χωρῆσαι ταῖς γυναιξίν, ἀπὸ δὲ Παλλαδίου καὶ Ἀρδηττοῦ καὶ Λυκείου προσβαλόντας ὤσασθαι τὸ δεξιὸν αὐτῶν
5ἄχρι τοῦ στρατοπέδου καὶ πολλὰς καταβαλεῖν. τετάρτῳ δὲ μηνὶ συνθήκας γενέσθαι διὰ τῆς Ἱππολύτης· Ἱππο‐ λύτην γὰρ οὗτος ὀνομάζει τὴν τῷ Θησεῖ συνοικοῦσαν,
Thes
.

27

.

6

οὐκ Ἀντιόπην. ἔνιοι δέ φασι μετὰ τοῦ Θησέως μαχο‐ μένην πεσεῖν τὴν ἄνθρωπον ὑπὸ Μολπαδίας ἀκοντισθεῖ‐ σαν, καὶ τὴν στήλην τὴν παρὰ τὸ τῆς Γῆς τῆς Ὀλυμπίας ἱερὸν ἐπὶ ταύτῃ κεῖσθαι. καὶ θαυμαστὸν οὐκ ἔστιν ἐπὶ
5πράγμασιν οὕτω παλαιοῖς πλανᾶσθαι τὴν ἱστορίαν, ἐπεὶ καὶ τὰς τετρωμένας φασὶ τῶν Ἀμαζόνων ὑπ’ Ἀντιόπης εἰς Χαλκίδα λάθρα διαπεμφθείσας τυγχάνειν ἐπιμελείας, καὶ ταφῆναί τινας ἐκεῖ περὶ τὸ νῦν Ἀμαζόνειον καλού‐
Thes
.

27

.

7

μενον. ἀλλὰ τοῦ γε τὸν πόλεμον εἰς σπονδὰς τελευτῆσαι μαρτύριόν ἐστιν ἥ τε τοῦ τόπου κλῆσις τοῦ παρὰ τὸ Θησεῖον, ὅνπερ Ὁρκωμόσιον καλοῦσιν, ἥ τε γινομένη
Thes
.

27

.

8

πάλαι θυσία ταῖς Ἀμαζόσι πρὸ τῶν Θησείων. δεικνύουσι δὲ καὶ Μεγαρεῖς Ἀμαζόνων θήκην παρ’ αὑτοῖς ἐπὶ τὸν καλούμενον Ῥοῦν βαδίζουσιν ἐξ ἀγορᾶς, ὅπου τὸ Ῥομβο‐ ειδές. λέγεται δὲ καὶ περὶ Χαιρώνειαν ἑτέρας ἀποθανεῖν
5καὶ ταφῆναι παρὰ τὸ ῥευμάτιον, ὃ πάλαι μὲν ὡς ἔοικε Θερμώδων, Αἵμων δὲ νῦν καλεῖται· περὶ ὧν ἐν τῷ Δημο‐
Thes
.

27

.

9

σθένους βίῳ (cap. 19) γέγραπται. φαίνονται δὲ μηδὲ
Θεσσαλίαν ἀπραγμόνως αἱ Ἀμαζόνες διελθοῦσαι· τάφοι γὰρ αὐτῶν ἔτι καὶ νῦν δείκνυνται περὶ τὴν Σκοτουσ‐ σαίαν καὶ τὰς Κυνὸς κεφαλάς.26
Thes
.

28

.

1

Ταῦτα μὲν οὖν ἄξια μνήμης περὶ τῶν Ἀμαζόνων. ἣν γὰρ ὁ τῆς Θησηίδος ποιητὴς (EGF p. 217 Kink.) Ἀμαζόνων ἐπανάστασιν γέγραφε, Θησεῖ γαμοῦντι Φαίδραν τῆς Ἀντιόπης ἐπιτιθεμένης καὶ τῶν μετ’ αὐτῆς Ἀμαζό‐
5νων ἀμυνομένων καὶ κτείνοντος αὐτὰς Ἡρακλέους, περι‐
Thes
.

28

.

2

φανῶς ἔοικε μύθῳ καὶ πλάσματι. τῆς δ’ Ἀντιόπης ἀπο‐ θανούσης ἔγημε Φαίδραν, ἔχων υἱὸν Ἱππόλυτον ἐξ Ἀντιό‐ πης, ὡς δὲ Πίνδαρός (fr. 176 Sn.) φησι, Δημοφῶντα.
Thes
.

28

.

3

τὰς δὲ περὶ ταύτην καὶ τὸν υἱὸν αὐτοῦ δυστυχίας, ἐπεὶ μηδὲν ἀντιπίπτει παρὰ τῶν ἱστορικῶν τοῖς τραγικοῖς, οὕτως ἔχειν θετέον ὡς ἐκεῖνοι πεποιήκασιν ἅπαντες.
Thes
.

29

.

1

Εἰσὶ μέντοι λόγοι περὶ γάμων Θησέως καὶ ἕτεροι, τὴν σκηνὴν διαπεφευγότες, οὔτ’ ἀρχὰς εὐγνώμονας οὔτ’ εὐτυχεῖς τελευτὰς ἔχοντες. καὶ γὰρ Ἀναξώ τινα Τροιζη‐ νίαν ἁρπάσαι λέγεται, καὶ Σίνιν ἀποκτείνας καὶ Κερκυ‐
5όνα συγγενέσθαι βίᾳ ταῖς θυγατράσιν αὐτῶν, γῆμαι δὲ καὶ Περίβοιαν τὴν Αἴαντος μητέρα καὶ Φερέβοιαν αὖθις
Thes
.

29

.

2

καὶ Ἰόπην τὴν Ἰφικλέους, καὶ διὰ τὸν Αἴγλης ἔρωτα τῆς Πανοπέως ὥσπερ εἴρηται τὴν Ἀριάδνης ἀπόλειψιν αἰτιῶνται μὴ καλὴν γενέσθαι μηδὲ πρέπουσαν· ἐπὶ πᾶσι δὲ τὴν Ἑλένης ἁρπαγὴν πολέμου μὲν ἐμπλῆσαι τὴν Ἀτ‐
5τικήν, αὐτῷ δ’ εἰς φυγὴν καὶ ὄλεθρον τελευτῆσαι· περὶ ὧν ὀλίγον ὕστερον εἰρήσεται.
Thes
.

29

.

3

Πολλῶν δὲ τότε τοῖς ἀρίστοις ἄθλων γενομένων Ἡρό‐ δωρος (FGrH 31 F 26) μὲν οὐδενὸς οἴεται τὸν Θησέα με‐ τασχεῖν, ἀλλὰ μόνοις Λαπίθαις τῆς Κενταυρομαχίας· ἕτε‐
ροι δὲ καὶ μετ’ Ἰάσονος ἐν Κόλχοις γενέσθαι καὶ Με‐27
5λεάγρῳ συνεξελεῖν τὸν κάπρον, καὶ διὰ τοῦτο παροιμίαν εἶναι τὴν ‘οὐκ ἄνευ Θησέωσ‘· αὐτὸν μέντοι μηδενὸς συμ‐ μάχου δεηθέντα πολλοὺς καὶ καλοὺς ἄθλους κατεργά‐ σασθαι, καὶ τὸν ‘ἄλλος οὗτος Ἡρακλῆσ‘ λόγον ἐπ’ ἐκεί‐
Thes
.

29

.

4

νου κρατῆσαι. συνέπραξε δὲ καὶ Ἀδράστῳ τὴν ἀναίρεσιν τῶν ὑπὸ τῇ Καδμείᾳ πεσόντων, οὐχ ὡς Εὐριπίδης ἐποίη‐ σεν ἐν τραγῳδίᾳ, μάχῃ τῶν Θηβαίων κρατήσας (Suppl. 560 sqq.), ἀλλὰ πείσας καὶ σπεισάμενος· οὕτω γὰρ οἱ
5πλεῖστοι λέγουσι· Φιλόχορος (FGrH 328 F 112) δὲ καὶ σπονδὰς περὶ νεκρῶν ἀναιρέσεως γενέσθαι πρώτας ἐκεί‐
Thes
.

29

.

5

νας. ὅτι δ’ Ἡρακλῆς πρῶτος ἀπέδωκε νεκροὺς τοῖς πο‐ λεμίοις, ἐν τοῖς περὶ Ἡρακλέους (mor. VII 144 Bern.) γέγραπται. ταφαὶ δὲ τῶν μὲν πολλῶν ἐν Ἐλευθεραῖς δείκνυνται, τῶν δ’ ἡγεμόνων περὶ Ἐλευσῖνα, καὶ τοῦτο
5Θησέως Ἀδράστῳ χαρισαμένου. καταμαρτυροῦσι δὲ τῶν Εὐριπίδου Ἱκετίδων 〈καὶ〉 οἱ Αἰσχύλου Ἐλευσίνοι (fr. p. 18 N2), ἐν οἷς [καὶ] ταῦτα λέγων ὁ Θησεὺς πεποίηται.
Thes
.

30

.

1

Τὴν δὲ πρὸς Πειρίθουν φιλίαν τοῦτον τὸν τρό‐ πον αὐτῷ γενέσθαι λέγουσι. δόξαν εἶχεν ἐπὶ ῥώμῃ καὶ ἀνδρείᾳ μεγίστην. βουλόμενος οὖν ὁ Πειρίθους ἐξελέγξαι καὶ λαβεῖν διάπειραν, ἠλάσατο βοῦς ἐκ Μαραθῶνος αὐ‐
5τοῦ, καὶ πυθόμενος διώκειν μετὰ τῶν ὅπλων ἐκεῖνον,
Thes
.

30

.

2

οὐκ ἔφυγεν, ἀλλ’ ἀναστρέψας ἀπήντησεν. ὡς δ’ εἶδεν ἅτερος τὸν ἕτερον καὶ τὸ κάλλος ἐθαύμασε καὶ τὴν τόλ‐ μαν ἠγάσθη, μάχης μὲν ἔσχοντο, Πειρίθους δὲ πρότερος τὴν δεξιὰν προτείνας ἐκέλευσεν αὐτὸν γενέσθαι δικα‐
5στὴν τὸν Θησέα τῆς βοηλασίας· ἑκὼν γὰρ ὑφέξειν ἣν ἂν ὁρίσῃ δίκην ἐκεῖνος. Θησεὺς δὲ καὶ τὴν δίκην ἀφῆκεν αὐτῷ, καὶ προὐκαλεῖτο φίλον εἶναι καὶ σύμμαχον, ἐποιή‐
Thes
.

30

.

3

σαντο δὲ τὴν φιλίαν ἔνορκον. ἐκ δὲ τούτου γαμῶν ὁ Πειρίθους Δηιδάμειαν, ἐδεήθη τοῦ Θησέως ἐλθεῖν καὶ τὴν χώραν ἱστορῆσαι καὶ συγγενέσθαι τοῖς Λαπίθαις. ἐτύγχανε δὲ καὶ τοὺς Κενταύρους κεκληκὼς ἐπὶ τὸ δεῖ‐28
5πνον. ὡς δ’ ἠσέλγαινον ὕβρει καὶ μεθύοντες οὐκ ἀπεί‐ χοντο τῶν γυναικῶν, ἐτράποντο πρὸς ἄμυναν οἱ Λαπί‐ θαι, καὶ τοὺς μὲν ἔκτειναν αὐτῶν, τοὺς δὲ πολέμῳ κρατήσαντες ὕστερον ἐξέβαλον ἐκ τῆς χώρας, τοῦ Θη‐
Thes
.

30

.

4

σέως αὐτοῖς συμμαχομένου καὶ συμπολεμοῦντος. Ἡρό‐ δωρος (FGrH 31 F 27) δὲ ταῦτα πραχθῆναί φησιν οὐχ οὕτως, ἀλλὰ τοῦ πολέμου συνεστῶτος ἤδη τὸν Θησέα βοηθοῦντα τοῖς Λαπίθαις παραγενέσθαι, καὶ τότε πρῶτον
5ὄψει γνωρίσαι τὸν Ἡρακλέα, ποιησάμενον ἔργον ἐντυχεῖν αὐτῷ περὶ Τραχῖνα, πεπαυμένῳ πλάνης ἤδη καὶ ἄθλων, γενέσθαι δὲ μετὰ τιμῆς καὶ φιλοφροσύνης καὶ πολλῶν
Thes
.

30

.

5

ἐπαίνων ἀμφοτέροις τὴν ἔντευξιν. οὐ μὴν ἀλλὰ μᾶλλον ἄν τις πρόσσχοι τοῖς πολλάκις ἐντυχεῖν αὐτοὺς ἀλλήλοις ἱστοροῦσι, καὶ τὴν μύησιν Ἡρακλεῖ γενέσθαι Θησέως σπουδάσαντος καὶ τὸν πρὸ τῆς μυήσεως καθαρμὸν ὡς
5δεομένῳ διά τινας πράξεις ἀβουλήτους.
Thes
.

31

.

1

Ἤδη δὲ πεντήκοντα ἔτη γεγονώς, ὥς φησιν Ἑλ‐ λάνικος (FGrH 323a F 18), ἔπραξε τὰ περὶ τὴν Ἑλένην, οὐ καθ’ ὥραν. ὅθεν ὡς δὴ μέγιστον ἐπανορθούμενοι τοῦτο τῶν ἐγκλημάτων ἔνιοι λέγουσιν, οὐκ αὐτὸν ἁρπάσαι τὴν
5Ἑλένην, ἀλλ’ Ἴδα καὶ Λυγκέως ἁρπασάντων παρακατα‐ θήκην λαβόντα τηρεῖν καὶ μὴ προΐεσθαι τοῖς Διοσκού‐ ροις ἀπαιτοῦσιν, ἢ νὴ Δία Τυνδάρεω παραδόντος αὐτοῦ, φοβηθέντος Ἐναρσφόρον τὸν Ἱπποκόωντος, ἔτι νηπίαν
Thes
.

31

.

2

οὖσαν βιαζόμενον τὴν Ἑλένην λαβεῖν. τὰ δ’ εἰκότα καὶ πλείστους ἔχοντα μάρτυρας τοιαῦτ’ ἐστιν. ἦλθον μὲν εἰς Σπάρτην ἀμφότεροι, καὶ τὴν κόρην ἐν ἱερῷ Ἀρτέμιδος
Ὀρθίας χορεύουσαν ἁρπάσαντες ἔφυγον. τῶν δὲ πεμ‐29
5φθέντων ἐπὶ τὴν δίωξιν οὐ πορρωτέρω Τεγέας ἐπακολου‐ θησάντων, ἐν ἀδείᾳ γενόμενοι καὶ διελθόντες τὴν Πελο‐ πόννησον ἐποιήσαντο συνθήκας, τὸν μὲν λαχόντα κλήρῳ τὴν Ἑλένην ἔχειν γυναῖκα, συμπράττειν δὲ θατέρῳ γάμον
Thes
.

31

.

3

ἄλλον. ἐπὶ ταύταις δὲ κληρουμένων ταῖς ὁμολογίαις, ἔλαχε Θησεύς, καὶ παραλαβὼν τὴν παρθένον οὔπω γάμων ὥραν ἔχουσαν εἰς Ἀφίδνας ἐκόμισε, καὶ τὴν μητέρα καταστήσας μετ’ αὐτῆς Ἀφίδνῳ παρέδωκεν ὄντι φίλῳ, διακελευσάμε‐
Thes
.

31

.

4

νος φυλάττειν καὶ λανθάνειν τοὺς ἄλλους. αὐτὸς δὲ Πει‐ ρίθῳ τὴν ὑπουργίαν ἀποδιδοὺς εἰς Ἤπειρον συναπεδή‐ μησεν ἐπὶ τὴν Ἀιδωνέως θυγατέρα τοῦ Μολοσσῶν βασι‐ λέως, ὃς τῇ γυναικὶ Φερσεφόνην ὄνομα θέμενος, Κόρην
5δὲ τῇ θυγατρί, τῷ δὲ κυνὶ Κέρβερον, ἐκέλευε τούτῳ δια‐ μάχεσθαι τοὺς μνωμένους τὴν παῖδα, καὶ λαβεῖν τὸν
Thes
.

31

.

5

κρατήσαντα. τοὺς μέντοι περὶ τὸν Πειρίθουν οὐ μνηστῆ‐ ρας ἥκειν ἀλλ’ ἁρπασομένους πυνθανόμενος, συνέλαβε, καὶ τὸν μὲν Πειρίθουν εὐθὺς ἠφάνισε διὰ τοῦ κυνός, τὸν δὲ Θησέα καθείρξας ἐφύλαττεν.
Thes
.

32

.

1

Ἐν δὲ τῷ χρόνῳ τούτῳ Μενεσθεὺς ὁ Πετεὼ τοῦ Ὀρνέως τοῦ Ἐρεχθέως, πρῶτος ὥς φασιν ἀνθρώπων ἐπιθέμενος τῷ δημαγωγεῖν καὶ πρὸς χάριν ὄχλῳ διαλέ‐ γεσθαι, τούς τε δυνατοὺς συνίστη καὶ παρώξυνε, πάλαι
5βαρυνομένους τὸν Θησέα καὶ νομίζοντας ἀρχὴν καὶ βα‐ σιλείαν ἀφῃρημένον ἑκάστου τῶν κατὰ δῆμον εὐπατρι‐ δῶν εἰς ἓν ἄστυ συνείρξαντα πάντας ὑπηκόοις χρῆσθαι καὶ δούλοις, τούς τε πολλοὺς διετάραττε καὶ διέβαλλεν, ὡς ὄναρ ἐλευθερίας ὁρῶντας, ἔργῳ δ’ ἀπεστερημένους
10πατρίδων καὶ ἱερῶν, ὅπως ἀντὶ πολλῶν καὶ ἀγαθῶν καὶ γνησίων βασιλέων πρὸς ἕνα δεσπότην ἔπηλυν καὶ ξένον
Thes
.

32

.

2

ἀποβλέπωσι. ταῦτα δ’ αὐτοῦ πραγματευομένου, μεγάλην
ῥοπὴν ὁ πόλεμος τῷ νεωτερισμῷ προσέθηκε τῶν Τυνδα‐ ριδῶν ἐπελθόντων· οἱ δὲ καὶ ὅλως φασὶν ὑπὸ τούτου πεισθέντας ἐπελθεῖν. τὸ μὲν οὖν πρῶτον οὐδὲν ἠδίκουν,30
Thes
.

32

.

3

ἀλλ’ ἀπῄτουν τὴν ἀδελφήν. ἀποκριναμένων δὲ τῶν ἐν ἄστει μήτ’ ἔχειν μήτε γινώσκειν ὅπου καταλέλειπται, πρὸς πόλεμον ἐτράποντο. φράζει δ’ αὐτοῖς Ἀκάδημος, ᾐσθημένος ᾧ δή τινι τρόπῳ, τὴν ἐν Ἀφίδναις κρύψιν
Thes
.

32

.

4

αὐτῆς. ὅθεν ἐκείνῳ τε τιμαὶ ζῶντι παρὰ τῶν Τυνδαρι‐ δῶν ἐγένοντο, καὶ πολλάκις ὕστερον εἰς τὴν Ἀττικὴν ἐμβαλόντες Λακεδαιμόνιοι καὶ πᾶσαν ὁμοῦ τὴν χώραν τέμνοντες, τῆς Ἀκαδημείας ἀπείχοντο διὰ τὸν Ἀκάδημον.
Thes
.

32

.

5

ὁ δὲ Δικαίαρχος (fr. 66 Wehrli) Ἐχεδήμου φησὶ καὶ Μαράθου συστρατευσάντων τότε τοῖς Τυνδαρίδαις ἐξ Ἀρκαδίας, ἀφ’ οὗ μὲν Ἐχεδημίαν προσαγορευθῆναι τὴν νῦν Ἀκαδήμειαν, ἀφ’ οὗ δὲ Μαραθῶνα τὸν δῆμον, ἐπι‐
5δόντος ἑαυτὸν ἑκουσίως κατά τι λόγιον σφαγιάσασθαι
Thes
.

32

.

6

πρὸ τῆς παρατάξεως. ἐλθόντες οὖν ἐπὶ τὰς Ἀφίδνας καὶ μάχῃ κρατήσαντες, ἐξεῖλον τὸ χωρίον. ἐνταῦθά φασι καὶ Ἁλυκὸν πεσεῖν τὸν Σκείρωνος υἱόν, συστρατευόμενον τότε τοῖς Διοσκούροις, ἀφ’ οὗ καὶ τόπον τῆς Μεγαρικῆς Ἁλυ‐
Thes
.

32

.

7

κὸν καλεῖσθαι τοῦ σώματος ἐνταφέντος. Ἡρέας (FGrH 486 F 2) δ’ ὑπὸ Θησέως αὐτοῦ περὶ Ἀφίδνας ἀποθανεῖν τὸν Ἁλυκὸν ἱστόρηκε, καὶ μαρτύρια ταυτὶ τὰ ἔπη παρέ‐ χεται περὶ τοῦ Ἁλυκοῦ·
4
5
τὸν ἐν εὐρυχόρῳ ποτ’ Ἀφίδνῃ μαρνάμενον Θησεὺς Ἑλένης ἕνεκ’ ἠυκόμοιο κτεῖνεν.
7 οὐ μὴν εἰκὸς αὐτοῦ Θησέως παρόντος ἁλῶναι τήν τε
μητέρα καὶ τὰς Ἀφίδνας.31
Thes
.

33

.

1

Ἐχομένων δ’ οὖν τῶν Ἀφιδνῶν καὶ τῶν ἐν ἄστει δεδιότων, ἔπεισε τὸν δῆμον ὁ Μενεσθεὺς δέχεσθαι τῇ πόλει καὶ φιλοφρονεῖσθαι τοὺς Τυνδαρίδας, ὡς μόνῳ Θη‐ σεῖ βίας ὑπάρξαντι πολεμοῦντας, τῶν δ’ ἄλλων εὐεργέτας
5ὄντας ἀνθρώπων καὶ σωτῆρας. ἐμαρτύρει δ’ αὐτῷ καὶ τὰ παρ’ ἐκείνων· οὐδὲν γὰρ ἠξίωσαν ἁπάντων κρατοῦντες ἀλλ’ ἢ μυηθῆναι, μηδὲν ἧττον Ἡρακλέους τῇ πόλει προσ‐
Thes
.

33

.

2

ήκοντες. καὶ τοῦτ’ οὖν ὑπῆρξεν αὐτοῖς, Ἀφίδνου ποιη‐ σαμένου παῖδας ὡς Πύλιος Ἡρακλέα, καὶ τιμὰς ἰσο‐ θέους ἔσχον, Ἄνακες προσαγορευθέντες ἢ διὰ τὰς γενο‐ μένας ἀνοχάς, ἢ διὰ τὴν ἐπιμέλειαν καὶ κηδεμονίαν τοῦ
5μηδένα κακῶς παθεῖν στρατιᾶς τοσαύτης ἔνδον οὔσης· ἀνακῶς γὰρ ἔχειν τοὺς ἐπιμελομένους ἢ φυλάττοντας ὁτιοῦν· καὶ τοὺς βασιλεῖς ἴσως ἄνακτας διὰ τοῦτο κα‐
Thes
.

33

.

3

λοῦσιν. εἰσὶ δ’ οἱ λέγοντες διὰ τὴν τῶν ἀστέρων ἐπι‐ φάνειαν Ἄνακας ὀνομάζεσθαι· τὸ γὰρ ἄνω τοὺς Ἀττι‐ κοὺς ἀνέκας ὀνομάζειν, καὶ ἀνέκαθεν τὸ ἄνωθεν.
Thes
.

34

.

1

Αἴθραν δὲ τὴν Θησέως μητέρα γενομένην αἰχμά‐ λωτον ἀπαχθῆναι λέγουσιν εἰς Λακεδαίμονα, κἀκεῖθεν εἰς Τροίαν μεθ’ Ἑλένης, καὶ μαρτυρεῖν Ὅμηρον (Il. 3, 144), ἕπεσθαι τῇ Ἑλένῃ φάμενον
4
5Αἴθρην Πιτθῆος θύγατρα Κλυμένην τε βοῶπιν.
5
Thes
.

34

.

2

οἱ δὲ καὶ τοῦτο τὸ ἔπος διαβάλλουσι καὶ τὴν περὶ Μου‐ νύχου μυθολογίαν, ὃν ἐκ Δημοφῶντος Λαοδίκης κρύφα τεκούσης ἐν Ἰλίῳ συνεκθρέψαι τὴν Αἴθραν λέγουσιν.
Thes
.

34

.

3

ἴδιον δέ τινα καὶ παρηλλαγμένον ὅλως λόγον ὁ Ἴστρος (FGrH 334 F 7) ἐν τῇ τρισκαιδεκάτῃ τῶν Ἀττικῶν ἀνα‐ φέρει περὶ Αἴθρας, ὡς ἐνίων λεγόντων, Ἀλέξανδρον μὲν
τὸν [ἐν Θεσσαλίᾳ] Πάριν ὑπ’ Ἀχιλλέως καὶ Πατρόκλου32
5μάχῃ κρατηθῆναι παρὰ τὸν Σπερχειόν, Ἕκτορα δὲ τὴν Τροιζηνίων πόλιν λαβόντα διαρπάσαι, καὶ τὴν Αἴθραν ἀπάγειν ἐκεῖ καταληφθεῖσαν. ἀλλὰ τοῦτο μὲν ἔχει πολ‐ λὴν ἀλογίαν.
Thes
.

35

.

1

Ἀιδωνέως δὲ τοῦ Μολοσσοῦ ξενίζοντος Ἡρακλέα, καὶ τῶν περὶ τὸν Θησέα καὶ Πειρίθουν κατὰ τύχην μνησθέντος, ἅ τε πράξοντες ἦλθον καὶ ἃ φωραθέντες ἔπαθον, βαρέως ἤνεγκεν ὁ Ἡρακλῆς, τοῦ μὲν ἀπολωλό‐
5τος ἀδόξως, τοῦ δ’ ἀπολλυμένου. καὶ περὶ Πειρίθου μὲν
Thes
.

35

.

2

οὐδὲν ᾤετο ποιήσειν πλέον ἐγκαλῶν, τὸν δὲ Θησέα παρ‐ ῃτεῖτο, καὶ χάριν ἠξίου ταύτην αὐτῷ δοθῆναι. συγχω‐
Thes
.

35

.

3

ρήσαντος δὲ τοῦ Ἀιδωνέως, λυθεὶς ὁ Θησεὺς ἐπανῆλθε μὲν εἰς τὰς ἀθήνας, οὐδέπω παντάπασι τῶν φίλων αὐ‐ τοῦ κεκρατημένων, καὶ ὅς’ ὑπῆρχε τεμένη πρότερον αὐ‐ τῷ τῆς πόλεως ἐξελούσης, ἅπαντα καθιέρωσεν Ἡρακλεῖ
5καὶ προσηγόρευσεν ἀντὶ Θησείων Ἡράκλεια, πλὴν τεσ‐
Thes
.

35

.

4

σάρων, ὡς Φιλόχορος (FGrH 328 F 18a) ἱστόρηκεν· αὖ‐ θις δὲ βουλόμενος ὡς πρότερον ἄρχειν καὶ καθηγεῖσθαι τοῦ πολιτεύματος, εἰς στάσεις ἐνέπεσε καὶ ταραχάς, οὓς μὲν ἀπέλιπε μισοῦντας αὐτὸν εὑρίσκων τὸ μὴ φοβεῖσθαι
5τῷ μισεῖν προσειληφότας, ἐν δὲ τῷ δήμῳ πολὺ τὸ διε‐ φθαρμένον ὁρῶν καὶ θεραπεύεσθαι βουλόμενον ἀντὶ τοῦ
Thes
.

35

.

5

ποιεῖν σιωπῇ τὸ προσταττόμενον. ἐπιχειρῶν οὖν βιάζε‐ σθαι, κατεδημαγωγεῖτο καὶ κατεστασιάζετο, καὶ τέλος ἀπογνοὺς τὰ πράγματα, τοὺς μὲν παῖδας εἰς Εὔβοιαν ὑπεξέπεμψε πρὸς Ἐλεφήνορα τὸν Χαλκώδοντος, αὐτὸς
5δὲ Γαργηττοῖ κατὰ τῶν Ἀθηναίων ἀρὰς θέμενος, οὗ νῦν ἔστι τὸ καλούμενον Ἀρατήριον, εἰς Σκῦρον ἐξέπλευσεν, οὔσης αὐτῷ πρὸς τοὺς ἐκεῖ φιλίας ὡς ᾤετο καὶ χωρίων ἐν τῇ
Thes
.

35

.

6

νήσῳ πατρῴων. ἐβασίλευε δὲ Λυκομήδης τότε τῶν Σκυ‐
ρίων. πρὸς τοῦτον οὖν ἀφικόμενος ἐζήτει τοὺς ἀγροὺς ἀπολαβεῖν, ὡς αὐτόθι κατοικήσων· ἔνιοι δέ φασι παρα‐ καλεῖν αὐτὸν βοηθεῖν ἐπὶ τοὺς Ἀθηναίους. ὁ δὲ Λυκο‐33
5μήδης, εἴτε δείσας τὴν δόξαν τοῦ ἀνδρός, εἴτε τῷ Μενε‐ σθεῖ χαριζόμενος, ἐπὶ τὰ ἄκρα τῆς χώρας ἀναγαγὼν αὐτόν, ὡς ἐκεῖθεν ἐπιδείξων τοὺς ἀγρούς, ὦσε κατὰ τῶν
Thes
.

35

.

7

πετρῶν καὶ διέφθειρεν. ἔνιοι δ’ ἀφ’ ἑαυτοῦ πεσεῖν φασι σφαλέντα, μετὰ δεῖπνον ὥσπερ εἰώθει περιπατοῦντα. καὶ παραυτίκα μὲν οὐδεὶς ἔσχεν αὐτοῦ λόγον οὐδένα τεθνη‐ κότος, ἀλλὰ τῶν μὲν Ἀθηναίων ἐβασίλευσε Μενεσθεύς,
5οἱ δὲ παῖδες ἰδιωτεύοντες Ἐλεφήνορι συνεστράτευσαν
Thes
.

35

.

8

εἰς Ἴλιον. ἐκεῖ〈θεν〉 δὲ Μενεσθέως ἀποθανόντος ἐπαν‐ ελθόντες αὐτοὶ τὴν βασιλείαν ἀνεκομίσαντο. χρόνοις δ’ ὕστερον Ἀθηναίους ἄλλα τε παρέστησεν ὡς ἥρωα τιμᾶν Θησέα, καὶ τῶν ἐν Μαραθῶνι πρὸς Μήδους μαχομένων
5ἔδοξαν οὐκ ὀλίγοι φάσμα Θησέως ἐν ὅπλοις καθορᾶν πρὸ αὐτῶν ἐπὶ τοὺς βαρβάρους φερόμενον.
Thes
.

36

.

1

Μετὰ δὲ τὰ Μηδικὰ Φαίδωνος ἄρχοντος μαντευο‐ μένοις τοῖς Ἀθηναίοις ἀνεῖλεν ἡ Πυθία τὰ Θησέως ἀνα‐ λαβεῖν ὀστᾶ καὶ θεμένους ἐντίμως παρ’ αὑτοῖς φυλάτ‐ τειν. ἦν δὲ καὶ λαβεῖν ἀπορία καὶ γνῶναι τὸν τάφον
Thes
.

36

.

2

ἀμειξίᾳ καὶ χαλεπότητι τῶν ἐνοικούντων Δολόπων. οὐ μὴν ἀλλὰ [καὶ] Κίμων ἑλὼν τὴν νῆσον, ὡς ἐν τοῖς περὶ ἐκείνου γέγραπται (cap. 8), καὶ φιλοτιμούμενος ἐξανευ‐ ρεῖν, ἀετοῦ τινα τόπον βουνοειδῆ κόπτοντος ὥς φασι
5τῷ στόματι καὶ διαστέλλοντος τοῖς ὄνυξι θείᾳ τινὶ τύχῃ, συμφρονήσας ἀνέσκαψεν. εὑρέθη δὲ θήκη τε μεγάλου
Thes
.

36

.

3

σώματος αἰχμή τε παρακειμένη χαλκῆ καὶ ξίφος. κομι‐ σθέντων δὲ τούτων ὑπὸ Κίμωνος ἐπὶ τῆς τριήρους, ἡσθέντες οἱ Ἀθηναῖοι πομπαῖς τε λαμπραῖς ἐδέξαντο καὶ
Thes
.

36

.

4

θυσίαις ὥσπερ αὐτὸν ἐπανερχόμενον εἰς τὸ ἄστυ. καὶ
κεῖται μὲν ἐν μέσῃ τῇ πόλει παρὰ τὸ νῦν γυμνάσιον, ἔστι δὲ φύξιμον οἰκέταις καὶ πᾶσι τοῖς ταπεινοτέροις καὶ δεδιόσι κρείττονας, ὡς καὶ τοῦ Θησέως προστατικοῦ34
5τινος καὶ βοηθητικοῦ γενομένου καὶ προσδεχομένου φιλ‐ ανθρώπως τὰς τῶν ταπεινοτέρων δεήσεις. θυσίαν δὲ ποιοῦσιν αὐτῷ τὴν μεγίστην ὀγδόῃ Πυανεψιῶνος, ἐν ᾗ
Thes
.

36

.

5

μετὰ τῶν ἠιθέων ἐκ Κρήτης ἐπανῆλθεν. οὐ μὴν ἀλλὰ καὶ ταῖς ἄλλαις ὀγδόαις τιμῶσιν αὐτόν, ἢ διὰ τὸ πρῶ‐ τον ἐκ Τροιζῆνος ἀφικέσθαι τῇ ὀγδόῃ τοῦ Ἑκατομβαιῶ‐ νος, ὡς ἱστόρηκε Διόδωρος ὁ περιηγητής (FGrH 372
5F 38), ἢ νομίζοντες ἑτέρου μᾶλλον ἐκείνῳ προσήκειν τὸν ἀριθμὸν τοῦτον, ἐκ Ποσειδῶνος γεγονέναι λεγομένῳ·
Thes
.

36

.

6

καὶ γὰρ Ποσειδῶνα ταῖς ὀγδόαις τιμῶσιν. ἡ γὰρ ὀγδοὰς κύβος ἀπ’ ἀρτίου πρῶτος οὖσα καὶ τοῦ πρώτου τετρα‐ γώνου διπλασία, τὸ μόνιμον καὶ δυσκίνητον οἰκεῖον ἔχει τῆς τοῦ θεοῦ δυνάμεως, ὃν Ἀσφάλιον καὶ Γαιήοχον προσ‐
5ονομάζομεν.35