TLG 0006 045 :: EURIPIDES :: Iphigenia Taurica EURIPIDES Trag. Cf. et EURIPIDIS EPISTULAE (1367)
Iphigenia Taurica Source: Diggle, J. (ed.), Euripidis fabulae, vol. 2. Oxford: Clarendon Press, 1981: 243–304. Citation: (Line) | ||
t | ΙΦΙΓΕΝΕΙΑ Η ΕΝ ΤΑΥΡΟΙΣ | |
---|---|---|
1 | ΙΦΙΓΕΝΕΙΑ | |
1 | Πέλοψ ὁ Ταντάλειος ἐς Πῖσαν μολὼν θοαῖσιν ἵπποις Οἰνομάου γαμεῖ κόρην, ἐξ ἧς Ἀτρεὺς ἔβλαστεν· Ἀτρέως δὲ παῖς Μενέλαος Ἀγαμέμνων τε· τοῦ δ’ ἔφυν ἐγώ, | |
5 | τῆς Τυνδαρείας θυγατρὸς Ἰφιγένεια παῖς, ἣν ἀμφὶ δίνας ἃς θάμ’ Εὔριπος πυκναῖς αὔραις ἑλίσσων κυανέαν ἅλα στρέφει ἔσφαξεν Ἑλένης οὕνεχ’, ὡς δοκεῖ, πατὴρ Ἀρτέμιδι κλειναῖς ἐν πτυχαῖσιν Αὐλίδος. | |
10 | ἐνταῦθα γὰρ δὴ χιλίων νεῶν στόλον Ἑλληνικὸν συνήγαγ’ Ἀγαμέμνων ἄναξ, τὸν καλλίνικον στέφανον Ἰλίου θέλων λαβεῖν Ἀχαιοῖς τούς θ’ ὑβρισθέντας γάμους Ἑλένης μετελθεῖν, Μενέλεωι χάριν φέρων. | |
15 | δεινῆι δ’ ἀπλοίαι πνευμάτων τ’ οὐ τυγχάνων ἐς ἔμπυρ’ ἦλθε, καὶ λέγει Κάλχας τάδε· Ὦ τῆσδ’ ἀνάσσων Ἑλλάδος στρατηγίας, Ἀγάμεμνον, οὐ μὴ ναῦς ἀφορμίσηις χθονὸς | |
πρὶν ἂν κόρην σὴν Ἰφιγένειαν Ἄρτεμις | 243 | |
20 | λάβηι σφαγεῖσαν· ὅτι γὰρ ἐνιαυτὸς τέκοι κάλλιστον, ηὔξω φωσφόρωι θύσειν θεᾶι. παῖδ’ οὖν ἐν οἴκοις σὴ Κλυταιμήστρα δάμαρ τίκτει—τὸ καλλιστεῖον εἰς ἔμ’ ἀναφέρων— ἣν χρή σε θῦσαι. καί μ’ Ὀδυσσέως τέχναις | |
25 | μητρὸς παρείλοντ’ ἐπὶ γάμοις Ἀχιλλέως. ἐλθοῦσα δ’ Αὐλίδ’ ἡ τάλαιν’ ὑπὲρ πυρᾶς μεταρσία ληφθεῖς’ ἐκαινόμην ξίφει. ἀλλ’ ἐξέκλεψεν ἔλαφον ἀντιδοῦσά μου Ἄρτεμις Ἀχαιοῖς, διὰ δὲ λαμπρὸν αἰθέρα | |
30 | πέμψασά μ’ ἐς τήνδ’ ὤικισεν Ταύρων χθόνα, οὗ γῆς ἀνάσσει βαρβάροισι βάρβαρος Θόας, ὃς ὠκὺν πόδα τιθεὶς ἴσον πτεροῖς ἐς τοὔνομ’ ἦλθε τόδε ποδωκείας χάριν. ναοῖσι δ’ ἐν τοῖσδ’ ἱερέαν τίθησί με· | |
35 | ὅθεν, νόμοισιν οἷσιν ἥδεται θεὰ Ἄρτεμις, ἑορτῆς (τοὔνομ’ ἧς καλὸν μόνον· τὰ δ’ ἄλλα σιγῶ, τὴν θεὸν φοβουμένη) [θύω γὰρ ὄντος τοῦ νόμου καὶ πρὶν πόλει ὃς ἂν κατέλθηι τήνδε γῆν Ἕλλην ἀνήρ] | |
40 | κατάρχομαι μέν, σφάγια δ’ ἄλλοισιν μέλει [ἄρρητ’ ἔσωθεν τῶνδ’ ἀνακτόρων θεᾶς]. ἃ καινὰ δ’ ἥκει νὺξ φέρουσα φάσματα λέξω πρὸς αἰθέρ’, εἴ τι δὴ τόδ’ ἔστ’ ἄκος. ἔδοξ’ ἐν ὕπνωι τῆσδ’ ἀπαλλαχθεῖσα γῆς | |
45 | οἰκεῖν ἐν Ἄργει, παρθενῶσι δ’ ἐν μέσοις εὕδειν, χθονὸς δὲ νῶτα σεισθῆναι σάλωι, φεύγειν δὲ κἄξω στᾶσα θριγκὸν εἰσιδεῖν δόμων πίτνοντα, πᾶν δ’ ἐρείψιμον στέγος βεβλημένον πρὸς οὖδας ἐξ ἄκρων σταθμῶν. | 244 |
(50) | μόνος δ’ ἐλείφθη στῦλος, ὡς ἔδοξέ μοι, δόμων πατρώιων, ἐκ δ’ ἐπικράνων κόμας ξανθὰς καθεῖναι, φθέγμα δ’ ἀνθρώπου λαβεῖν, κἀγὼ τέχνην τήνδ’ ἣν ἔχω ξενοκτόνον τιμῶς’ ὑδραίνειν αὐτὸν ὡς θανούμενον, | |
55 | κλαίουσα. τοὔναρ δ’ ὧδε συμβάλλω τόδε· τέθνηκ’ Ὀρέστης, οὗ κατηρξάμην ἐγώ. στῦλοι γὰρ οἴκων παῖδές εἰσιν ἄρσενες, θνήισκουσι δ’ οὓς ἂν χέρνιβες βάλως’ ἐμαί. [οὐδ’ αὖ συνάψαι τοὔναρ ἐς φίλους ἔχω· | |
60 | Στροφίωι γὰρ οὐκ ἦν παῖς, ὅτ’ ὠλλύμην ἐγώ.] νῦν οὖν ἀδελφῶι βούλομαι δοῦναι χοὰς ἀποῦς’ ἀπόντι (ταῦτα γὰρ δυναίμεθ’ ἄν) σὺν προσπόλοισιν, ἃς ἔδωχ’ ἡμῖν ἄναξ Ἑλληνίδας γυναῖκας. ἀλλ’ ἐξ αἰτίας | |
65 | οὔπω τινὸς πάρεισιν· εἶμ’ ἔσω δόμων ἐν οἷσι ναίω τῶνδ’ ἀνακτόρων θεᾶς. ΟΡΕΣΤΗΣ | |
67 | ὅρα, φυλάσσου μή τις ἐν στίβωι βροτῶν. ΠΥΛΑΔΗΣ | 245 |
68 | ὁρῶ, σκοποῦμαι δ’ ὄμμα πανταχῆι στρέφων. Ορ. Πυλάδη, δοκεῖ σοι μέλαθρα ταῦτ’ εἶναι θεᾶς, | |
70 | ἔνθ’ Ἀργόθεν ναῦν ποντίαν ἐστείλαμεν; Πυ. ἔμοιγ’, Ὀρέστα· σοὶ δὲ συνδοκεῖν χρεών. Ορ. καὶ βωμός, Ἕλλην οὗ καταστάζει φόνος; Πυ. ἐξ αἱμάτων γοῦν ξάνθ’ ἔχει θριγκώματα. Ορ. θριγκοῖς δ’ ὑπ’ αὐτοῖς σκῦλ’ ὁρᾶις ἠρτημένα; | |
75 | Πυ. τῶν κατθανόντων γ’ ἀκροθίνια ξένων. ἀλλ’ ἐγκυκλοῦντ’ ὀφθαλμὸν εὖ σκοπεῖν χρεών. Ορ. ὦ Φοῖβε, ποῖ μ’ αὖ τήνδ’ ἐς ἄρκυν ἤγαγες χρήσας, ἐπειδὴ πατρὸς αἷμ’ ἐτεισάμην μητέρα κατάκτας; διαδοχαῖς δ’ Ἐρινύων | |
80 | ἠλαυνόμεσθα φυγάδες ἔξεδροι χθονὸς δρόμους τε πολλοὺς ἐξέπλησα καμπίμους· ἐλθὼν δέ ς’ ἠρώτησα πῶς τροχηλάτου μανίας ἂν ἔλθοιμ’ ἐς τέλος πόνων τ’ ἐμῶν [οὓς ἐξεμόχθουν περιπολῶν καθ’ Ἑλλάδα]· | |
85 | σὺ δ’ εἶπας ἐλθεῖν Ταυρικῆς μ’ ὅρους χθονός, ἔνθ’ Ἄρτεμίς σοι σύγγονος βωμοὺς ἔχει, λαβεῖν τ’ ἄγαλμα θεᾶς, ὅ φασιν ἐνθάδε ἐς τούσδε ναοὺς οὐρανοῦ πεσεῖν ἄπο· λαβόντα δ’ ἢ τέχναισιν ἢ τύχηι τινί, | |
90 | κίνδυνον ἐκπλήσαντ’, Ἀθηναίων χθονὶ δοῦναι (τὸ δ’ ἐνθένδ’ οὐδὲν ἐρρήθη πέρα) | |
καὶ ταῦτα δράσαντ’ ἀμπνοὰς ἕξειν πόνων. ἥκω δὲ πεισθεὶς σοῖς λόγοισιν ἐνθάδε ἄγνωστον ἐς γῆν ἄξενον. σὲ δ’ ἱστορῶ, | 246 | |
95 | Πυλάδη (σὺ γάρ μοι τοῦδε συλλήπτωρ πόνου), τί δρῶμεν; ἀμφίβληστρα γὰρ τοίχων ὁρᾶις ὑψηλά· πότερα κλιμάκων προσαμβάσεις ἐμβησόμεσθα; πῶς 〈ἂν〉 οὖν λάθοιμεν ἄν; ἢ χαλκότευκτα κλῆιθρα λύσαντες μοχλοῖς | |
(100) | †ὧν οὐδὲν ἴσμεν†; ἢν δ’ ἀνοίγοντες πύλας ληφθῶμεν ἐσβάσεις τε μηχανώμενοι, θανούμεθ’. ἀλλὰ πρὶν θανεῖν νεὼς ἔπι φεύγωμεν, ἧιπερ δεῦρ’ ἐναυστολήσαμεν. Πυ. φεύγειν μὲν οὐκ ἀνεκτὸν οὐδ’ εἰώθαμεν, | |
105 | τὸν τοῦ θεοῦ δὲ χρησμὸν οὐκ ἀτιστέον. ναοῦ δ’ ἀπαλλαχθέντε κρύψωμεν δέμας κατ’ ἄντρ’ ἃ πόντος νοτίδι διακλύζει μέλας νεὼς ἄπωθεν, μή τις εἰσιδὼν σκάφος βασιλεῦσιν εἴπηι κἆιτα ληφθῶμεν βίαι. | |
110 | ὅταν δὲ νυκτὸς ὄμμα λυγαίας μόληι, τολμητέον τοι ξεστὸν ἐκ ναοῦ λαβεῖν ἄγαλμα πάσας προσφέροντε μηχανάς. †ὅρα δέ γ’ εἴσω τριγλύφων ὅποι κενὸν δέμας καθεῖναι†· τοὺς πόνους γὰρ ἁγαθοὶ | |
115 | τολμῶσι, δειλοὶ δ’ εἰσὶν οὐδὲν οὐδαμοῦ. οὔτοι μακρὸν μὲν ἤλθομεν κώπηι πόρον ἐκ τερμάτων δὲ νόστον ἀροῦμεν πάλιν. Ορ. ἀλλ’ εὖ γὰρ εἶπας, πειστέον· χωρεῖν χρεὼν ὅποι χθονὸς κρύψαντε λήσομεν δέμας. | 247 |
120 | οὐ γὰρ τὸ τοῦ θεοῦ γ’ αἴτιος γενήσομαι πεσεῖν ἄχρηστον θέσφατον· τολμητέον. μόχθος γὰρ οὐδεὶς τοῖς νέοις σκῆψιν φέρει. Ιφ. εὐφαμεῖτ’, ὦ πόντου δισσὰς συγχωρούσας | |
125 | πέτρας ἀξείνου ναίοντες. ΧΟΡΟΣ | |
126 | ὦ παῖ τᾶς Λατοῦς, Δίκτυνν’ οὐρεία, πρὸς σὰν αὐλάν, εὐστύλων ναῶν χρυσήρεις θριγκούς, | |
130 | ὁσίας ὅσιον πόδα παρθένιον κληιδούχου δούλα πέμπω, Ἑλλάδος εὐίππου πύργους καὶ τείχη χόρτων τ’ εὐδένδρων | |
135 | ἐξαλλάξας’ Εὐρώπαν, πατρώιων οἴκων ἕδρας. | |
ἔμολον· τί νέον; τίνα φροντίδ’ ἔχεις; τί με πρὸς ναοὺς ἄγαγες ἄγαγες, ὦ παῖ τοῦ τᾶς Τροίας πύργους | 248 | |
140 | ἐλθόντος κλεινᾶι σὺν κώπαι χιλιοναύτα μυριοτευχοῦς †Ἀτρειδᾶν τῶν κλεινῶν†; Ιφ. ἰὼ δμωαί, δυσθρηνήτοις ὡς θρήνοις | |
145 | ἔγκειμαι, τᾶς οὐκ εὐμούσου μολπᾶς ἀλύροις ἐλέγοις, αἰαῖ, ἐν κηδείοις οἴκτοισιν. ἆταί μοι συμβαίνους’ ἆται σύγγονον ἁμὸν κατακλαιομέναι | |
(150) | †ζωᾶς, οἵαν ἰδόμαν† ὄψιν ὀνείρων νυκτὸς τᾶς ἐξῆλθ’ ὄρφνα. ὀλόμαν ὀλόμαν· οὐκ εἴς’ οἶκοι πατρῶιοι· | |
155 | οἴμοι 〈μοι〉 φροῦδος γέννα. | |
φεῦ φεῦ τῶν Ἄργει μόχθων. ἰὼ δαῖμον, μόνον ὅς με κασίγνητον συλᾶις Ἀίδαι πέμψας, ὧι τάσδε χοὰς | 249 | |
160 | μέλλω κρατῆρά τε τὸν φθιμένων ὑγραίνειν γαίας ἐν νώτοις παγάς τ’ οὐρειᾶν ἐκ μόσχων Βάκχου τ’ οἰνηρὰς λοιβὰς | |
165 | ξουθᾶν τε πόνημα μελισσᾶν, ἃ νεκροῖς θελκτήρια χεῖται. ἀλλ’ ἔνδος μοι πάγχρυσον τεῦχος καὶ λοιβὰν Ἅιδα. | |
170 | ὦ κατὰ γαίας Ἀγαμεμνόνιον θάλος, ὡς φθιμένωι τάδε σοι πέμπω. δέξαι δ’· οὐ γὰρ πρὸς τύμβον σοι ξανθὰν χαίταν, οὐ δάκρυ’ οἴσω. | |
175 | τηλόσε γὰρ δὴ σᾶς ἀπενάσθην πατρίδος καὶ ἐμᾶς, ἔνθα δοκήμασι κεῖμαι σφαχθεῖς’ ἁ τλάμων. | |
179 | Χο. ἀντιψάλμους ὠιδὰς ὕμνων τ’ | |
180 | Ἀσιητᾶν σοι βάρβαρον ἀχάν, | |
δέσποιν’, ἐξαυδάσω, τὰν ἐν θρήνοις μοῦσαν νέκυσιν μέλεον, τὰν ἐν μολπαῖς Ἅιδας ὑμνεῖ | 250 | |
185 | δίχα παιάνων. οἴμοι τῶν Ἀτρειδᾶν οἴκων. ἔρρει φῶς σκῆπτρόν 〈τ’〉, οἴμοι, πατρίων οἴκων. †τίν’ ἐκ τῶν εὐόλβων Ἄργει | |
190 | βασιλέων ἀρχά†. μόχθος δ’ ἐκ μόχθων ἄισσει | |
post 191 | 〈〉 | |
192 | δινευούσαις ἵπποις πταναῖς. ἀλλάξας δ’ ἐξ ἕδρας ἱερὸν †ὄμμ’ αὐγᾶς ἅλιος†. | |
195 | †ἄλλοις† δ’ ἄλλα προσέβα χρυσέας ἀρνὸς μελάθροις ὀδύνα †φόνος ἐπὶ φόνωι ἄχεα ἄχεσιν†. ἔνθεν τῶν πρόσθεν δμαθέντων | |
(200) | ἐκβαίνει ποινὰ Τανταλιδᾶν εἰς οἴκους, σπεύδει δ’ ἀσπούδαστ’ | |
ἐπὶ σοὶ δαίμων. Ιφ. ἐξ ἀρχᾶς μοι δυσδαίμων δαίμων 〈 | 251 | |
205 | 〉 τᾶς ματρὸς ζώνας | |
205 | καὶ νυκτὸς κείνας· ἐξ ἀρχᾶς λόχιαι στερρὰν παιδείαν Μοῖραι συντείνουσιν θεαί· | |
209 | ἃν πρωτόγονον θάλος ἐν θαλάμοις | |
210 | Λήδας ἁ τλάμων κούρα σφάγιον πατρώιαι λώβαι καὶ θῦμ’ οὐκ εὐγάθητον †ἔτεκεν ἔτρεφεν εὐκταίαν†. ἱππείοις 〈δ’〉 ἐν δίφροισι | |
215 | ψαμάθων Αὐλίδος ἐπέβασαν νύμφαν, οἴμοι, δύσνυμφον τῶι τᾶς Νηρέως κούρας, αἰαῖ. νῦν δ’ ἀξείνου πόντου ξείνα δυσχόρτους οἴκους ναίω, | |
220 | ἄγαμος ἄτεκνος ἄπολις ἄφιλος, | |
208 | ἁ μναστευθεῖς’ ἐξ Ἑλλάνων, | |
221 | οὐ τὰν Ἄργει μέλπους’ Ἥραν οὐδ’ ἱστοῖς ἐν καλλιφθόγγοις κερκίδι Παλλάδος Ἀτθίδος εἰκὼ | |
〈καὶ〉 Τιτάνων ποικίλλους’, ἀλλ’ | 252 | |
225 | †αἱμορράντων δυσφόρμιγγα ξείνων αἱμάσσους’ ἄταν βωμοὺς† οἰκτράν τ’ αἰαζόντων αὐδὰν οἰκτρόν τ’ ἐκβαλλόντων δάκρυον. καὶ νῦν κείνων μέν μοι λάθα, | |
230 | τὸν δ’ Ἄργει δμαθέντ’ ἀγκλαίω σύγγονον, ὃν ἔλιπον ἐπιμαστίδιον ἔτι βρέφος, ἔτι νέον, ἔτι θάλος | |
234 | ἐν χερσὶν ματρὸς πρὸς στέρνοις τ’ | |
235 | Ἄργει σκηπτοῦχον Ὀρέσταν. Χο. καὶ μὴν ὅδ’ ἀκτὰς ἐκλιπὼν θαλασσίους βουφορβὸς ἥκει σημανῶν τί σοι νέον. ΒΟΥΚΟΛΟΣ | |
238 | Ἀγαμέμνονός τε καὶ Κλυταιμήστρας τέκνον, ἄκουε καινῶν ἐξ ἐμοῦ κηρυγμάτων. | |
240 | Ιφ. τί δ’ ἔστι τοῦ παρόντος ἐκπλῆσσον λόγου; Βο. ἥκουσιν ἐς γῆν, κυανέας Συμπληγάδας πλάτηι φυγόντες, δίπτυχοι νεανίαι, θεᾶι φίλον πρόσφαγμα καὶ θυτήριον Ἀρτέμιδι. χέρνιβας δὲ καὶ κατάργματα | |
245 | οὐκ ἂν φθάνοις ἂν εὐτρεπῆ ποιουμένη. Ιφ. ποδαποί; τίνος γῆς σχῆμ’ ἔχουσιν οἱ ξένοι; | |
Βο. Ἕλληνες· ἓν τοῦτ’ οἶδα κοὐ περαιτέρω. Ιφ. οὐδ’ ὄνομ’ ἀκούσας οἶσθα τῶν ξένων φράσαι; Βο. Πυλάδης ἐκλήιζεθ’ ἅτερος πρὸς θατέρου. | 253 | |
(250) | Ιφ. τῶι ξυζύγωι δὲ τοῦ ξένου τί τοὔνομ’ ἦν; Βο. οὐδεὶς τόδ’ οἶδεν· οὐ γὰρ εἰσηκούσαμεν. Ιφ. ποῦ δ’ εἴδετ’ αὐτοὺς κἀντυχόντες εἵλετε; Βο. ἄκραις ἐπὶ ῥηγμῖσιν ἀξένου πόρου. Ιφ. καὶ τίς θαλάσσης βουκόλοις κοινωνία; | |
255 | Βο. βοῦς ἤλθομεν νίψοντες ἐναλίαι δρόσωι. Ιφ. ἐκεῖσε δὴ ’πάνελθε, πῶς νιν εἵλετε τρόπωι θ’ ὁποίωι· τοῦτο γὰρ μαθεῖν θέλω. [χρόνιοι γὰρ ἥκους’· οὐδέ πω βωμὸς θεᾶς Ἑλληνικαῖσιν ἐξεφοινίχθη ῥοαῖς.] | |
260 | Βο. ἐπεὶ τὸν ἐκρέοντα διὰ Συμπληγάδων βοῦς ὑλοφορβοὺς πόντον εἰσεβάλλομεν, ἦν τις διαρρὼξ κυμάτων πολλῶι σάλωι κοιλωπὸς ἀγμός, πορφυρευτικαὶ στέγαι. ἐνταῦθα δισσοὺς εἶδέ τις νεανίας | |
265 | βουφορβὸς ἡμῶν, κἀνεχώρησεν πάλιν ἄκροισι δακτύλοισι πορθμεύων ἴχνος. ἔλεξε δ’· Οὐχ ὁρᾶτε; δαίμονές τινες θάσσουσιν οἵδε. θεοσεβὴς δ’ ἡμῶν τις ὢν ἀνέσχε χεῖρα καὶ προσηύξατ’ εἰσιδών· | |
270 | Ὦ ποντίας παῖ Λευκοθέας, νεῶν φύλαξ, | |
δέσποτα Παλαῖμον, ἵλεως ἡμῖν γενοῦ, εἴτ’ οὖν ἐπ’ ἀκταῖς θάσσετον Διοσκόρω, ἢ Νηρέως ἀγάλμαθ’, ὃς τὸν εὐγενῆ ἔτικτε πεντήκοντα Νηρήιδων χορόν. | 254 | |
275 | ἄλλος δέ τις μάταιος, ἀνομίαι θρασύς, ἐγέλασεν εὐχαῖς, ναυτίλους δ’ ἐφθαρμένους θάσσειν φάραγγ’ ἔφασκε τοῦ νόμου φόβωι, κλύοντας ὡς θύοιμεν ἐνθάδε ξένους. ἔδοξε δ’ ἡμῶν εὖ λέγειν τοῖς πλείοσιν, | |
280 | θηρᾶν τε τῆι θεῶι σφάγια τἀπιχώρια. κἀν τῶιδε πέτραν ἅτερος λιπὼν ξένοιν ἔστη κάρα τε διετίναξ’ ἄνω κάτω κἀνεστέναξεν ὠλένας τρέμων ἄκρας, μανίαις ἀλαίνων, καὶ βοᾶι †κυναγὸς ὥς†· | |
285 | Πυλάδη, δέδορκας τήνδε; τήνδε δ’ οὐχ ὁρᾶις Ἅιδου δράκαιναν ὥς με βούλεται κτανεῖν δειναῖς ἐχίδναις εἰς ἔμ’ ἐστομωμένη; ἡ ’κ γειτόνων δὲ πῦρ πνέουσα καὶ φόνον πτεροῖς ἐρέσσει, μητέρ’ ἀγκάλαις ἐμὴν | |
290 | ἔχουσα, πέτρινον ἄχθος, ὡς ἐπεμβάληι. οἴμοι, κτενεῖ με· ποῖ φύγω; παρῆν δ’ ὁρᾶν οὐ ταῦτα μορφῆς σχήματ’, ἀλλ’ †ἠλλάσσετο† φθογγάς τε μόσχων καὶ κυνῶν ὑλάγματα, | |
†ἃς φᾶσ’† Ἐρινῦς ἱέναι μιμήματα. | 255 | |
295 | ἡμεῖς δὲ συσταλέντες, ὡς θανουμένου, σιγῆι καθήμεθ’· ὁ δὲ χερὶ σπάσας ξίφος, μόσχους ὀρούσας ἐς μέσας λέων ὅπως, παίει σιδήρωι λαγόνας ἐς πλευράς 〈θ’〉 ἱείς, δοκῶν Ἐρινῦς θεὰς ἀμύνεσθαι τάδε, | |
(300) | ὥσθ’ αἱματηρὸν πέλαγος ἐξανθεῖν ἁλός. κἀν τῶιδε πᾶς τις, ὡς ὁρᾶι βουφόρβια πίπτοντα καὶ πορθούμεν’, ἐξωπλίζετο, κόχλους τε φυσῶν συλλέγων τ’ ἐγχωρίους· πρὸς εὐτραφεῖς γὰρ καὶ νεανίας ξένους | |
305 | φαύλους μάχεσθαι βουκόλους ἡγούμεθα. πολλοὶ δ’ ἐπληρώθημεν οὐ μακρῶι χρόνωι. πίπτει δὲ μανίας πίτυλον ὁ ξένος μεθείς, στάζων ἀφρῶι γένειον· ὡς δ’ ἐσείδομεν προύργου πεσόντα, πᾶς ἀνὴρ εἶχεν πόνον | |
310 | βάλλων ἀράσσων. ἅτερος δὲ τοῖν ξένοιν ἀφρόν τ’ ἀπέψη σώματός τ’ ἐτημέλει πέπλων τε προυκάλυπτεν εὐπήνους ὑφάς, καραδοκῶν μὲν τἀπιόντα τραύματα, φίλον δὲ θεραπείαισιν ἄνδρ’ εὐεργετῶν. | |
315 | ἔμφρων δ’ ἀνάιξας ὁ ξένος πεσήματος ἔγνω κλύδωνα πολεμίων προσκείμενον καὶ τὴν παροῦσαν συμφορὰν αὑτοῖν πέλας ὤιμωξέ θ’· ἡμεῖς δ’ οὐκ ἀνίεμεν πέτροις βάλλοντες, ἄλλος ἄλλοθεν προσκείμενοι. | |
320 | οὗ δὴ τὸ δεινὸν παρακέλευσμ’ ἠκούσαμεν· Πυλάδη, θανούμεθ’, ἀλλ’ ὅπως θανούμεθα κάλλισθ’· ἕπου μοι, φάσγανον σπάσας χερί. ὡς δ’ εἴδομεν δίπαλτα πολεμίων ξίφη, φυγῆι λεπαίας ἐξεπίμπλαμεν νάπας. | 256 |
325 | ἀλλ’, εἰ φύγοι τις, ἅτεροι προσκείμενοι ἔβαλλον αὐτούς· εἰ δὲ τούσδ’ ὠσαίατο, αὖθις τὸ νῦν ὑπεῖκον ἤρασσεν πέτροις. ἀλλ’ ἦν ἄπιστον· μυρίων γὰρ ἐκ χερῶν οὐδεὶς τὰ τῆς θεοῦ θύματ’ εὐτύχει βαλών. | |
330 | μόλις δέ νιν τόλμηι μὲν οὐ χειρούμεθα, κύκλωι δὲ περιβαλόντες ἐξεκόψαμεν πέτροισι χειρῶν φάσγαν’, ἐς δὲ γῆν γόνυ καμάτωι καθεῖσαν. πρὸς δ’ ἄνακτα τῆσδε γῆς κομίζομέν νιν. ὁ δ’ ἐσιδὼν ὅσον τάχος | |
335 | ἐς χέρνιβάς τε καὶ σφαγεῖ’ ἔπεμπέ σοι. ηὔχου δὲ τοιάδ’, ὦ νεᾶνι, σοὶ ξένων σφάγια παρεῖναι· κἂν ἀναλίσκηις ξένους τοιούσδε, τὸν σὸν Ἑλλὰς ἀποτείσει φόνον δίκας τίνουσα τῆς ἐν Αὐλίδι σφαγῆς. | |
340 | Χο. θαυμάστ’ ἔλεξας τὸν μανένθ’, ὅστις ποτὲ Ἕλληνος ἐκ γῆς πόντον ἦλθεν ἄξενον. Ιφ. εἶἑν· σὺ μὲν κόμιζε τοὺς ξένους μολών, τὰ δ’ ἐνθάδ’ ἡμεῖς ὅσια φροντιούμεθα. ὦ καρδία τάλαινα, πρὶν μὲν ἐς ξένους | |
345 | γαληνὸς ἦσθα καὶ φιλοικτίρμων ἀεί, | |
ἐς θοὐμόφυλον ἀναμετρουμένη δάκρυ, Ἕλληνας ἄνδρας ἡνίκ’ ἐς χέρας λάβοις. νῦν δ’ ἐξ ὀνείρων οἷσιν ἠγριώμεθα [δοκοῦς’ Ὀρέστην μηκέθ’ ἥλιον βλέπειν] | 257 | |
(350) | δύσνουν με λήψεσθ’, οἵτινές ποθ’ ἥκετε. [καὶ τοῦτ’ ἄρ’ ἦν ἀληθές, ἠισθόμην, φίλαι· οἱ δυστυχεῖς γὰρ τοῖσιν εὐτυχεστέροις αὐτοὶ κακῶς πράξαντες οὐ φρονοῦσιν εὖ.] ἀλλ’ οὔτε πνεῦμα Διόθεν ἦλθε πώποτε, | |
355 | οὐ πορθμίς, ἥτις διὰ πέτρας Συμπληγάδας Ἑλένην ἐπήγαγ’ ἐνθάδ’, ἥ μ’ ἀπώλεσεν, Μενέλεών θ’, ἵν’ αὐτοὺς ἀντετιμωρησάμην, τὴν ἐνθάδ’ Αὖλιν ἀντιθεῖσα τῆς ἐκεῖ, οὗ μ’ ὥστε μόσχον Δαναΐδαι χειρούμενοι | |
360 | ἔσφαζον, ἱερεὺς δ’ ἦν ὁ γεννήσας πατήρ. οἴμοι (κακῶν γὰρ τῶν τότ’ οὐκ ἀμνημονῶ), ὅσας γενείου χεῖρας ἐξηκόντισα γονάτων τε τοῦ τεκόντος, ἐξαρτωμένη, λέγουσα τοιάδ’· Ὦ πάτερ, νυμφεύομαι | |
365 | νυμφεύματ’ αἰσχρὰ πρὸς σέθεν· μήτηρ δ’ ἐμὲ σέθεν κατακτείνοντος Ἀργεῖαί τε νῦν ὑμνοῦσιν ὑμεναίοισιν, αὐλεῖται δὲ πᾶν μέλαθρον· ἡμεῖς δ’ ὀλλύμεσθα πρὸς σέθεν. Ἅιδης Ἀχιλλεὺς ἦν ἄρ’, οὐχ ὁ Πηλέως, | |
370 | ὅν μοι προτείνας πόσιν ἐν ἁρμάτων ὄχοις ἐς αἱματηρὸν γάμον ἐπόρθμευσας δόλωι. ἐγὼ δὲ λεπτῶν ὄμμα διὰ καλυμμάτων ἔχους’ ἀδελφὸν οὔτ’ ἀνειλόμην χεροῖν, ὃς νῦν ὄλωλεν, οὐ κασιγνήτηι στόμα | 258 |
375 | συνῆψ’ ὑπ’ αἰδοῦς, ὡς ἰοῦς’ ἐς Πηλέως μέλαθρα· πολλὰ δ’ ἀπεθέμην ἀσπάσματα ἐς αὖθις, ὡς ἥξους’ ἐς Ἄργος αὖ πάλιν. ὦ τλῆμον, εἰ τέθνηκας, ἐξ οἵων καλῶν ἔρρεις, Ὀρέστα, καὶ πατρὸς ζηλωμάτων. | |
380 | τὰ τῆς θεοῦ δὲ μέμφομαι σοφίσματα, ἥτις βροτῶν μὲν ἤν τις ἅψηται φόνου ἢ καὶ λοχείας ἢ νεκροῦ θίγηι χεροῖν βωμῶν ἀπείργει, μυσαρὸν ὡς ἡγουμένη, αὐτὴ δὲ θυσίαις ἥδεται βροτοκτόνοις. | |
385 | οὐκ ἔσθ’ ὅπως ἔτεκεν ἂν ἡ Διὸς δάμαρ Λητὼ τοσαύτην ἀμαθίαν. ἐγὼ μὲν οὖν τὰ Ταντάλου θεοῖσιν ἑστιάματα ἄπιστα κρίνω, παιδὸς ἡσθῆναι βορᾶι, τοὺς δ’ ἐνθάδ’, αὐτοὺς ὄντας ἀνθρωποκτόνους, | |
390 | ἐς τὴν θεὸν τὸ φαῦλον ἀναφέρειν δοκῶ· οὐδένα γὰρ οἶμαι δαιμόνων εἶναι κακόν. Χο. κυάνεαι κυάνεαι σύνοδοι θαλάσσας, | |
394 | ἵν’ οἶστρος †ὁ πετόμενος Ἀργόθεν† | |
395 | ἄξενον ἐπ’ οἶδμα διεπέρασεν 〈 〉 Ἀσιήτιδα γαῖαν Εὐρώπας διαμείψας. | 259 |
399 | τίνες ποτ’ ἄρα τὸν εὔυδρον δονακόχλοον | |
(400) | λιπόντες Εὐρώταν ἢ ῥεύματα σεμνὰ Δίρκας | |
403 | ἔβασαν ἔβασαν ἄμεικτον αἶαν, ἔνθα κούραι δίαι τέγγει | |
405 | βωμοὺς καὶ περικίονας ναοὺς αἷμα βρότειον; ἦ ῥοθίοις εἰλατίνας δικρότοισι κώπας | |
409 | †ἔπλευσαν ἐπὶ πόντια κύματα† | |
410 | νάιον ὄχημα λινοπόροις 〈σὺν〉 αὔραις, φιλόπλουτον ἅμιλλαν αὔξοντες μελάθροισιν; | |
414 | φίλα γὰρ ἐλπὶς †γένετ’ ἐπὶ πήμασι βροτῶν† | |
415 | ἄπληστος ἀνθρώποις, ὄλβου βάρος οἳ φέρονται πλάνητες ἐπ’ οἶδμα πόλεις 〈τε〉 βαρβάρους περῶντες | |
419 | κοινᾶι δόξαι· | |
420 | γνώμα δ’ οἷς μὲν ἄκαιρος ὄλ‐ βου, τοῖς δ’ ἐς μέσον ἥκει. πῶς τὰς συνδρομάδας πέτρας, | |
πῶς Φινεΐδας †ἀύ‐ πνους† ἀκτὰς ἐπέρα‐ | 260 | |
425 | σαν παρ’ ἅλιον αἰγιαλὸν ἐπ’ Ἀμφιτρί‐ τας ῥοθίωι δραμόντες, ὅπου πεντήκοντα κορᾶν Νηρήιδων 〈 〉 χοροὶ μέλπουσιν ἐγκύκλιοι, | |
430 | πλησιστίοισι πνοαῖς, συριζόντων κατὰ πρύμναν εὐναίων πηδαλίων, αὔραισιν νοτίαις ἢ πνεύμασι Ζεφύρου, | |
435 | τὰν πολυόρνιθον ἐπ’ αἶ‐ αν, λευκὰν ἀκτάν, Ἀχιλῆ‐ ος, δρόμους καλλισταδίους, ἄξεινον κατὰ πόντον; εἴθ’ εὐχαῖσιν δεσποσύνοις | |
440 | Λήδας Ἑλένα φίλα παῖς ἐλθοῦσα τύχοι Τρωϊάδα λιποῦσα πόλιν, ἵν’ ἀμφὶ χαί‐ ταν δρόσον αἱματηρὰν ἑλιχθεῖσα λαιμοτόμωι | |
445 | δεσποίνας χειρὶ θάνηι ποινὰς δοῦς’ ἀντιπάλους. ἥδιστ’ ἂν δ’ ἀγγελίαν δεξαίμεσθ’, Ἑλλάδος ἐκ γᾶς πλωτήρων εἴ τις ἔβα | 261 |
(450) | δουλείας ἐμέθεν δειλαίας παυσίπονος· 〈κἀν〉 γὰρ ὀνείροισι συνεί‐ ην δόμοις πόλει τε πατρώι‐ αι, τερπνῶν ὕπνων ἀπόλαυ‐ | |
455 | σιν, κοινὰν χάριν †ὄλβα†. ἀλλ’ οἵδε χέρας δεσμοῖς δίδυμοι συνερεισθέντες χωροῦσι, νέον πρόσφαγμα θεᾶς. σιγᾶτε, φίλαι· τὰ γὰρ Ἑλλήνων ἀκροθίνια δὴ | |
460 | ναοῖσι πέλας τάδε βαίνει, οὐδ’ ἀγγελίας ψευδεῖς ἔλακεν βουφορβὸς ἀνήρ. ὦ πότνι’, εἴ σοι τάδ’ ἀρεσκόντως πόλις ἥδε τελεῖ, δέξαι θυσίας, | |
465 | ἃς ὁ παρ’ ἡμῖν νόμος οὐχ ὁσίας | |
†Ἕλλησι διδοὺς† ἀναφαίνει. τὰ τῆς θεοῦ μὲν πρῶτον ὡς καλῶς ἔχηι φροντιστέον μοι. μέθετε τῶν ξένων χέρας, ὡς ὄντες ἱεροὶ μηκέτ’ ὦσι δέσμιοι. | 262 | |
470 | ναοῦ δ’ ἔσω στείχοντες εὐτρεπίζετε ἃ χρὴ ’πὶ τοῖς παροῦσι καὶ νομίζεται. φεῦ· | |
472 | τίς ἆρα μήτηρ ἡ τεκοῦς’ ὑμᾶς ποτε πατήρ τ’ ἀδελφή τ’, εἰ γεγῶσα τυγχάνει; οἵων στερεῖσα διπτύχων νεανιῶν | |
475 | ἀνάδελφος ἔσται. τὰς τύχας τίς οἶδ’ ὅτωι τοιαίδ’ ἔσονται; πάντα γὰρ τὰ τῶν θεῶν ἐς ἀφανὲς ἕρπει κοὐδὲν οἶδ’ οὐδεὶς †κακόν†· ἡ γὰρ τύχη παρήγαγ’ ἐς τὸ δυσμαθές. πόθεν ποθ’ ἥκετ’, ὦ ταλαίπωροι ξένοι; | |
480 | ὡς διὰ μακροῦ μὲν τήνδ’ ἐπλεύσατε χθόνα, μακρὸν δ’ ἀπ’ οἴκων χρόνον ἔσεσθε δὴ κάτω. Ορ. τί ταῦτ’ ὀδύρηι κἀπὶ τοῖς μέλουσι νῶιν κακοῖς σὲ λυπεῖς, ἥτις εἶ ποτ’, ὦ γύναι; οὔτοι νομίζω σοφόν, ὃς ἂν μέλλων κτανεῖν | |
485 | οἴκτωι τὸ δεῖμα τοὐλέθρου νικᾶν θέληι, οὐδ’ ὅστις Ἅιδην ἐγγὺς ὄντ’ οἰκτίζεται σωτηρίας ἄνελπις· ὡς δύ’ ἐξ ἑνὸς | |
κακὼ συνάπτει, μωρίαν τ’ ὀφλισκάνει θνήισκει θ’ ὁμοίως· τὴν τύχην δ’ ἐᾶν χρεών. | 263 | |
490 | ἡμᾶς δὲ μὴ θρήνει σύ· τὰς γὰρ ἐνθάδε θυσίας ἐπιστάμεσθα καὶ γιγνώσκομεν. Ιφ. πότερος ἄρ’ ὑμῶν †ἐνθάδ’ ὠνομασμένος† Πυλάδης κέκληται; τόδε μαθεῖν πρῶτον θέλω. Ορ. ὅδ’, εἴ τι δή σοι τοῦτ’ ἐν ἡδονῆι μαθεῖν. | |
495 | Ιφ. ποίας πολίτης πατρίδος Ἕλληνος γεγώς; Ορ. τί δ’ ἂν μαθοῦσα τόδε πλέον λάβοις, γύναι; Ιφ. πότερον ἀδελφὼ μητρός ἐστον ἐκ μιᾶς; Ορ. φιλότητί γ’· ἐσμὲν δ’ οὐ κασιγνήτω, γύναι. Ιφ. σοὶ δ’ ὄνομα ποῖον ἔθεθ’ ὁ γεννήσας πατήρ; | |
(500) | Ορ. τὸ μὲν δίκαιον Δυστυχὴς καλοίμεθ’ ἄν. Ιφ. οὐ τοῦτ’ ἐρωτῶ· τοῦτο μὲν δὸς τῆι τύχηι. Ορ. ἀνώνυμοι θανόντες οὐ γελώιμεθ’ ἄν. Ιφ. τί δὲ φθονεῖς τοῦτ’; ἦ φρονεῖς οὕτω μέγα; Ορ. τὸ σῶμα θύσεις τοὐμόν, οὐχὶ τοὔνομα. | |
505 | Ιφ. οὐδ’ ἂν πόλιν φράσειας ἥτις ἐστί σοι; Ορ. ζητεῖς γὰρ οὐδὲν κέρδος ὡς θανουμένωι. Ιφ. χάριν δὲ δοῦναι τήνδε κωλύει τί σε; Ορ. τὸ κλεινὸν Ἄργος πατρίδ’ ἐμὴν ἐπεύχομαι. Ιφ. πρὸς θεῶν, ἀληθῶς, ὦ ξέν’, εἶ κεῖθεν γεγώς; | |
510 | Ορ. ἐκ τῶν Μυκηνῶν 〈γ’〉, αἵ ποτ’ ἦσαν ὄλβιαι. | |
515 | Ιφ. καὶ μὴν ποθεινός γ’ ἦλθες ἐξ Ἄργους μολών. Ορ. οὔκουν ἐμαυτῶι γ’· εἰ δὲ σοί, σὺ τοῦθ’ ὅρα. | |
511 | Ιφ. φυγὰς 〈δ’〉 ἀπῆρας πατρίδος ἢ ποίαι τύχηι; | |
Ορ. φεύγω τρόπον γε δή τιν’ οὐχ ἑκὼν ἑκών. Ιφ. ἆρ’ ἄν τί μοι φράσειας ὧν ἐγὼ θέλω; Ορ. ὡς ἐν παρέργωι τῆς ἐμῆς δυσπραξίας. | 264 | |
517 | Ιφ. Τροίαν ἴσως οἶσθ’, ἧς ἁπανταχοῦ λόγος. Ορ. ὡς μήποτ’ ὤφελόν γε μηδ’ ἰδὼν ὄναρ. Ιφ. φασίν νιν οὐκέτ’ οὖσαν οἴχεσθαι δορί. | |
520 | Ορ. ἔστιν γὰρ οὕτως οὐδ’ ἄκραντ’ ἠκούσατε. Ιφ. Ἑλένη δ’ ἀφῖκται δῶμα Μενέλεω πάλιν; Ορ. ἥκει, κακῶς γ’ ἐλθοῦσα τῶν ἐμῶν τινι. Ιφ. καὶ ποῦ ’στι; κἀμοὶ γάρ τι προυφείλει κακόν. Ορ. Σπάρτηι ξυνοικεῖ τῶι πάρος ξυνευνέτηι. | |
525 | Ιφ. ὦ μῖσος εἰς Ἕλληνας, οὐκ ἐμοὶ μόνηι. Ορ. ἀπέλαυσα κἀγὼ δή τι τῶν κείνης γάμων. Ιφ. νόστος δ’ Ἀχαιῶν ἐγένεθ’, ὡς κηρύσσεται; Ορ. ὡς πάνθ’ ἅπαξ με συλλαβοῦς’ ἀνιστορεῖς. Ιφ. πρὶν γὰρ θανεῖν σε, τοῦδ’ ἐπαυρέσθαι θέλω. | |
530 | Ορ. ἔλεγχ’, ἐπειδὴ τοῦδ’ ἐρᾶις· λέξω δ’ ἐγώ. Ιφ. Κάλχας τις ἦλθε μάντις ἐκ Τροίας πάλιν; Ορ. ὄλωλεν, ὡς ἦν ἐν Μυκηναίοις λόγος. Ιφ. ὦ πότνι’, ὡς εὖ. τί γὰρ ὁ Λαέρτου γόνος; Ορ. οὔπω νενόστηκ’ οἶκον, ἔστι δ’, ὡς λόγος. | |
535 | Ιφ. ὄλοιτο, νόστου μήποτ’ ἐς πάτραν τυχών. Ορ. μηδὲν κατεύχου· πάντα τἀκείνου νοσεῖ. Ιφ. Θέτιδος δ’ ὁ τῆς Νηρῆιδος ἔστι παῖς ἔτι; Ορ. οὐκ ἔστιν· ἄλλως λέκτρ’ ἔγημ’ ἐν Αὐλίδι. Ιφ. δόλια γάρ, ὡς ἴσασιν οἱ πεπονθότες. | |
540 | Ορ. τίς εἶ ποθ’; ὡς εὖ πυνθάνηι τἀφ’ Ἑλλάδος. Ιφ. ἐκεῖθέν εἰμι· παῖς ἔτ’ οὖς’ ἀπωλόμην. Ορ. ὀρθῶς ποθεῖς ἄρ’ εἰδέναι τἀκεῖ, γύναι. Ιφ. τί δ’ ὁ στρατηγός, ὃν λέγους’ εὐδαιμονεῖν; | |
Ορ. τίς; οὐ γὰρ ὅν γ’ ἐγὦιδα τῶν εὐδαιμόνων. | 265 | |
545 | Ιφ. Ἀτρέως ἐλέγετο δή τις Ἀγαμέμνων ἄναξ. Ορ. οὐκ οἶδ’· ἄπελθε τοῦ λόγου τούτου, γύναι. Ιφ. μὴ πρὸς θεῶν, ἀλλ’ εἴφ’, ἵν’ εὐφρανθῶ, μένε. Ορ. τέθνηχ’ ὁ τλήμων, πρὸς δ’ ἀπώλεσέν τινα. Ιφ. τέθνηκε; ποίαι συμφορᾶι; τάλαιν’ ἐγώ. | |
(550) | Ορ. τί δ’ ἐστέναξας τοῦτο; μῶν προσῆκέ σοι; Ιφ. τὸν ὄλβον αὐτοῦ τὸν πάροιθ’ ἀναστένω. Ορ. δεινῶς γὰρ ἐκ γυναικὸς οἴχεται σφαγείς. Ιφ. ὦ πανδάκρυτος ἡ κτανοῦσα χὠ θανών. Ορ. παῦσαί νυν ἤδη μηδ’ ἐρωτήσηις πέρα. | |
555 | Ιφ. τοσόνδε γ’, εἰ ζῆι τοῦ ταλαιπώρου δάμαρ. Ορ. οὐκ ἔστι· παῖς νιν ὃν ἔτεκ’ αὐτὸς ὤλεσεν. Ιφ. ὦ συνταραχθεὶς οἶκος. ὡς τί δὴ θέλων; Ορ. πατρὸς θανόντος τήνδε τιμωρούμενος. Ιφ. φεῦ· | |
559 | ὡς εὖ κακὸν δίκαιον ἐξεπράξατο. | |
560 | Ορ. ἀλλ’ οὐ τὰ πρὸς θεῶν εὐτυχεῖ δίκαιος ὤν. Ιφ. λείπει δ’ ἐν οἴκοις ἄλλον Ἀγαμέμνων γόνον; Ορ. λέλοιπεν Ἠλέκτραν γε παρθένον μίαν. Ιφ. τί δέ; σφαγείσης θυγατρὸς ἔστι τις λόγος; Ορ. οὐδείς γε, πλὴν θανοῦσαν οὐχ ὁρᾶν φάος. | |
565 | Ιφ. τάλαιν’ ἐκείνη χὠ κτανὼν αὐτὴν πατήρ. Ορ. κακῆς γυναικὸς χάριν ἄχαριν ἀπώλετο. Ιφ. ὁ τοῦ θανόντος δ’ ἔστι παῖς Ἄργει πατρός; Ορ. ἔστ’, ἄθλιός γε, κοὐδαμοῦ καὶ πανταχοῦ. Ιφ. ψευδεῖς ὄνειροι, χαίρετ’· οὐδὲν ἦτ’ ἄρα. | |
570 | Ορ. οὐδ’ οἱ σοφοί γε δαίμονες κεκλημένοι πτηνῶν ὀνείρων εἰσὶν ἀψευδέστεροι. πολὺς ταραγμὸς ἔν τε τοῖς θείοις ἔνι κἀν τοῖς βροτείοις· †ἓν δὲ λυπεῖται μόνον†, ὅτ’ οὐκ ἄφρων ὢν μάντεων πεισθεὶς λόγοις | 266 |
575 | ὄλωλεν ὡς ὄλωλε τοῖσιν εἰδόσιν. Χο. φεῦ φεῦ. τί δ’ ἡμεῖς οἵ τ’ ἐμοὶ γεννήτορες; ἆρ’ εἰσίν; ἆρ’ οὐκ εἰσί; τίς φράσειεν ἄν; Ιφ. ἀκούσατ’· ἐς γὰρ δή τιν’ ἥκομεν λόγον, ὑμῖν τ’ ὄνησιν, ὦ ξένοι, σπεύδους’ ἅμα | |
580 | κἀμοί. τὸ δ’ εὖ μάλιστά †γ’ οὕτω γίγνεται†, εἰ πᾶσι ταὐτὸν πρᾶγμ’ ἀρεσκόντως ἔχει. θέλοις ἄν, εἰ σώσαιμί ς’, ἀγγεῖλαί τί μοι πρὸς Ἄργος ἐλθὼν τοῖς ἐμοῖς ἐκεῖ φίλοις, δέλτον τ’ ἐνεγκεῖν, ἥν τις οἰκτίρας ἐμὲ | |
585 | ἔγραψεν αἰχμάλωτος, οὐχὶ τὴν ἐμὴν φονέα νομίζων χεῖρα, τοῦ νόμου δ’ ὕπο θνήισκειν †τὰ τῆς θεοῦ ταῦτα δίκαι’ ἡγουμένης†; οὐδένα γὰρ εἶχον ὅστις ἀγγείλαι μολὼν ἐς Ἄργος αὖθις τάς 〈τ’〉 ἐμὰς ἐπιστολὰς | |
590 | πέμψειε σωθεὶς τῶν ἐμῶν φίλων τινί. σὺ δ’ (εἶ γάρ, ὡς ἔοικας, οὔτι δυσγενὴς καὶ τὰς Μυκήνας οἶσθα χοὒς ἐγὼ φιλῶ) σώθητι κεῖσε, μισθὸν οὐκ αἰσχρὸν λαβών, κούφων ἕκατι γραμμάτων σωτηρίαν. | 267 |
595 | οὗτος δ’, ἐπείπερ πόλις ἀναγκάζει τάδε, θεᾶι γενέσθω θῦμα χωρισθεὶς σέθεν. Ορ. καλῶς ἔλεξας τἄλλα πλὴν ἕν, ὦ ξένη· τὸ γὰρ σφαγῆναι τόνδ’ ἐμοὶ βάρος μέγα. ὁ ναυστολῶν γάρ εἰμ’ ἐγὼ τὰς συμφοράς, | |
(600) | οὗτος δὲ συμπλεῖ τῶν ἐμῶν μόχθων χάριν. οὔκουν δίκαιον ἐπ’ ὀλέθρωι τῶι τοῦδ’ ἐμὲ χάριν τίθεσθαι καὐτὸν ἐκδῦναι κακῶν. ἀλλ’ ὣς γενέσθω· τῶιδε μὲν δέλτον δίδου· πέμψει γὰρ Ἄργος, ὥστε σοι καλῶς ἔχειν· | |
605 | ἡμᾶς δ’ ὁ χρήιζων κτεινέτω. τὰ τῶν φίλων αἴσχιστον ὅστις καταβαλὼν ἐς ξυμφορὰς αὐτὸς σέσωται. τυγχάνει δ’ ὅδ’ ὢν φίλος, ὃν οὐδὲν ἧσσον ἢ ’μὲ φῶς ὁρᾶν θέλω. Ιφ. ὦ λῆμ’ ἄριστον, ὡς ἀπ’ εὐγενοῦς τινος | |
610 | ῥίζης πέφυκας τοῖς φίλοις τ’ ὀρθῶς φίλος. τοιοῦτος εἴη τῶν ἐμῶν ὁμοσπόρων ὅσπερ λέλειπται. καὶ γὰρ οὐδ’ ἐγώ, ξένοι, ἀνάδελφός εἰμι, πλὴν ὅς’ οὐχ ὁρῶσά νιν. ἐπεὶ δὲ βούληι ταῦτα, τόνδε πέμψομεν | |
615 | δέλτον φέροντα, σὺ δὲ θανῆι· πολλὴ δέ τις προθυμία σε τοῦδ’ ἔχουσα τυγχάνει. Ορ. θύσει δὲ τίς με καὶ τὰ δεινὰ τλήσεται; Ιφ. ἐγώ· θεᾶς γὰρ τήνδε προστροπὴν ἔχω. Ορ. ἄζηλον. ὦ νεᾶνι, κοὐκ εὐδαίμονα. | 268 |
620 | Ιφ. ἀλλ’ εἰς ἀνάγκην κείμεθ’, ἣν φυλακτέον. Ορ. αὐτὴ ξίφει θύουσα θῆλυς ἄρσενας; Ιφ. οὔκ, ἀλλὰ χαίτην ἀμφὶ σὴν χερνίψομαι. Ορ. ὁ δὲ σφαγεὺς τίς, εἰ τάδ’ ἱστορεῖν με χρή; Ιφ. ἔσω δόμων τῶνδ’ εἰσὶν οἷς μέλει τάδε. | |
625 | Ορ. τάφος δὲ ποῖος δέξεταί μ’, ὅταν θάνω; Ιφ. πῦρ ἱερὸν ἔνδον χάσμα τ’ εὐρωπὸν πέτρας. Ορ. φεῦ· | |
627 | πῶς ἄν μ’ ἀδελφῆς χεὶρ περιστείλειεν ἄν; Ιφ. μάταιον εὐχήν, ὦ τάλας, ὅστις ποτ’ εἶ, ηὔξω· μακρὰν γὰρ βαρβάρου ναίει χθονός. | |
630 | οὐ μήν, ἐπειδὴ τυγχάνεις Ἀργεῖος ὤν, ἀλλ’ ὧν γε δυνατὸν οὐδ’ ἐγὼ ’λλείψω χάριν. πολύν τε γάρ σοι κόσμον ἐνθήσω τάφωι ξανθῶι τ’ ἐλαίωι σῶμα σὸν †κατασβέσω† καὶ τῆς ὀρείας ἀνθεμόρρυτον γάνος | |
635 | ξουθῆς μελίσσης ἐς πυρὰν βαλῶ σέθεν. ἀλλ’ εἶμι δέλτον τ’ ἐκ θεᾶς ἀνακτόρων οἴσω. τὸ μέντοι δυσμενὲς μή μοὐγκαλῆις, | |
φυλάσσετ’ αὐτούς, πρόσπολοι, δεσμῶν ἄτερ. ἴσως ἄελπτα τῶν ἐμῶν φίλων τινὶ | 269 | |
640 | πέμψω πρὸς Ἄργος, ὃν μάλιστ’ ἐγὼ φιλῶ, καὶ δέλτος αὐτῶι ζῶντας οὓς δοκεῖ θανεῖν λέγους’ ἀπίστους ἡδονὰς ἀπαγγελεῖ. Χο. κατολοφύρομαι σὲ τὸν χερνίβων | |
645 | ῥανίσι μελόμενον αἱμακταῖς. Ορ. οἶκτος γὰρ οὐ ταῦτ’, ἀλλὰ χαίρετ’, ὦ ξέναι. Χο. σὲ δὲ τύχας μάκαρος, ὦ νεανία, | |
649 | σεβόμεθ’ ἐς πάτραν ὅτι ποδ’ ἐμβάσηι. | |
(650) | Πυ. ἄζηλά τοι φίλοισι, θνηισκόντων φίλων. Χο. ὦ σχέτλιοι πομπαί—φεῦ φεῦ— 〈δύο〉 διολλῦσαι· αἰαῖ. †πότερος ὁ μέλλων;† | |
655 | ἔτι γὰρ ἀμφίλογα δίδυμα μέμονε φρήν, σὲ πάρος ἢ ς’ ἀναστενάξω γόοις. | |
658 | Ορ. Πυλάδη, πέπονθας ταὐτὸ πρὸς θεῶν ἐμοί; Πυ. οὐκ οἶδ’· ἐρωτᾶις οὐ λέγειν ἔχοντά με. | |
660 | Ορ. τίς ἐστὶν ἡ νεᾶνις; ὡς Ἑλληνικῶς ἀνήρεθ’ ἡμᾶς τούς τ’ ἐν Ἰλίωι πόνους νόστον τ’ Ἀχαιῶν τόν τ’ ἐν οἰωνοῖς σοφὸν Κάλχαντ’ Ἀχιλλέως τ’ ὄνομα, καὶ τὸν ἄθλιον | |
Ἀγαμέμνον’ ὡς ὤικτιρ’ ἀνηρώτα τέ με | 270 | |
665 | γυναῖκα παῖδάς τ’. ἔστιν ἡ ξένη γένος ἐκεῖθεν Ἀργεία τις· οὐ γὰρ ἄν ποτε δέλτον τ’ ἔπεμπε καὶ τάδ’ ἐξεμάνθανεν, ὡς κοινὰ πράσσους’, Ἄργος εἰ πράσσει καλῶς. Πυ. ἔφθης με μικρόν· ταὐτὰ δὲ φθάσας λέγεις, | |
670 | πλὴν ἕν· τὰ γάρ τοι βασιλέων παθήματα ἴσασι πάντες ὧν ἐπιστροφή τις ἦι. ἀτὰρ διῆλθον χἄτερον λόγον τινά. Ορ. τίν’; ἐς τὸ κοινὸν δοὺς ἄμεινον ἂν μάθοις. Πυ. αἰσχρὸν θανόντος σοῦ βλέπειν ἡμᾶς φάος· | |
675 | κοινῆι δὲ πλεύσας δεῖ με καὶ κοινῆι θανεῖν. καὶ δειλίαν γὰρ καὶ κάκην κεκτήσομαι Ἄργει τε Φωκέων τ’ ἐν πολυπτύχωι χθονί, δόξω δὲ τοῖς πολλοῖσι (πολλοὶ γὰρ κακοί) προδοὺς σεσῶσθαί ς’ αὐτὸς εἰς οἴκους μόνος | |
680 | ἢ καὶ φονεύσας ἐπὶ νοσοῦσι δώμασιν ῥάψαι μόρον σοι σῆς τυραννίδος χάριν, ἔγκληρον ὡς δὴ σὴν κασιγνήτην γαμῶν. ταῦτ’ οὖν φοβοῦμαι καὶ δι’ αἰσχύνης ἔχω, κοὐκ ἔσθ’ ὅπως οὐ χρὴ συνεκπνεῦσαί μέ σοι | |
685 | καὶ συσσφαγῆναι καὶ πυρωθῆναι δέμας, φίλον γεγῶτα καὶ φοβούμενον ψόγον. Ορ. εὔφημα φώνει· τἀμὰ δεῖ φέρειν κακά, ἁπλᾶς δὲ λύπας ἐξόν, οὐκ οἴσω διπλᾶς. ὃ γὰρ σὺ λυπρὸν κἀπονείδιστον λέγεις, | |
690 | ταὔτ’ ἔστιν ἡμῖν, εἴ σε συμμοχθοῦντ’ ἐμοὶ κτενῶ· τὸ μὲν γὰρ εἰς ἔμ’ οὐ κακῶς ἔχει, πράσσονθ’ ἃ πράσσω πρὸς θεῶν, λῦσαι βίον. σὺ δ’ ὄλβιός τ’ εἶ καθαρά τ’, οὐ νοσοῦντ’, ἔχεις μέλαθρ’, ἐγὼ δὲ δυσσεβῆ καὶ δυστυχῆ. | 271 |
695 | σωθεὶς δέ, παῖδας ἐξ ἐμῆς ὁμοσπόρου κτησάμενος, ἣν ἔδωκά σοι δάμαρτ’ ἔχειν, ὄνομά τ’ ἐμοῦ γένοιτ’ ἄν, οὐδ’ ἄπαις δόμος πατρῶιος οὑμὸς ἐξαλειφθείη ποτ’ ἄν. ἀλλ’ ἕρπε καὶ ζῆ καὶ δόμους οἴκει πατρός. | |
(700) | ὅταν δ’ ἐς Ἑλλάδ’ ἵππιόν τ’ Ἄργος μόληις, πρὸς δεξιᾶς σε τῆσδ’ ἐπισκήπτω τάδε· τύμβον τε χῶσον κἀπίθες μνημεῖά μου, καὶ δάκρυ’ ἀδελφὴ καὶ κόμας δότω τάφωι. ἄγγελλε δ’ ὡς ὄλωλ’ ὑπ’ Ἀργείας τινὸς | |
705 | γυναικὸς ἀμφὶ βωμὸν ἁγνισθεὶς φόνωι. καὶ μὴ προδῶις μου τὴν κασιγνήτην ποτέ, ἔρημα κήδη καὶ δόμους ὁρῶν πατρός. καὶ χαῖρ’· ἐμῶν γὰρ φίλτατόν ς’ ηὗρον φίλων, ὦ συγκυναγὲ καὶ συνεκτραφεὶς ἐμοί, | |
710 | ὦ πόλλ’ ἐνεγκὼν τῶν ἐμῶν ἄχθη κακῶν. ἡμᾶς δ’ ὁ Φοῖβος μάντις ὢν ἐψεύσατο· τέχνην δὲ θέμενος ὡς προσώταθ’ Ἑλλάδος ἀπήλας’, αἰδοῖ τῶν πάρος μαντευμάτων. ὧι πάντ’ ἐγὼ δοὺς τἀμὰ καὶ πεισθεὶς λόγοις, | |
715 | μητέρα κατακτὰς αὐτὸς ἀνταπόλλυμαι. Πυ. ἔσται τάφος σοι, καὶ κασιγνήτης λέχος | |
οὐκ ἂν προδοίην, ὦ τάλας, ἐπεί ς’ ἐγὼ θανόντα μᾶλλον ἢ βλέπονθ’ ἕξω φίλον. ἀτὰρ τὸ τοῦ θεοῦ ς’ οὐ διέφθορέν γέ πω | 272 | |
720 | μάντευμα· καίτοι κἀγγὺς ἕστηκας φόνου. ἀλλ’ ἔστιν, ἔστιν ἡ λίαν δυσπραξία λίαν διδοῦσα μεταβολάς, ὅταν τύχηι. Ορ. σίγα· τὰ Φοίβου δ’ οὐδὲν ὠφελεῖ μ’ ἔπη· γυνὴ γὰρ ἥδε δωμάτων ἔξω περᾶι. | |
725 | Ιφ. ἀπέλθεθ’ ὑμεῖς καὶ παρευτρεπίζετε τἄνδον μολόντες τοῖς ἐφεστῶσι σφαγῆι. δέλτου μὲν αἵδε πολύθυροι διαπτυχαί, ξένοι, πάρεισιν· ἃ δ’ ἐπὶ τοῖσδε βούλομαι ἀκούσατ’. οὐδεὶς αὑτὸς ἐν πόνοις 〈τ’〉 ἀνὴρ | |
730 | ὅταν τε πρὸς τὸ θάρσος ἐκ φόβου πέσηι. ἐγὼ δὲ ταρβῶ μὴ ἀπονοστήσας χθονὸς θῆται παρ’ οὐδὲν τὰς ἐμὰς ἐπιστολὰς ὁ τήνδε μέλλων δέλτον εἰς Ἄργος φέρειν. Ορ. τί δῆτα βούληι; τίνος ἀμηχανεῖς πέρι; | |
735 | Ιφ. ὅρκον δότω μοι τάσδε πορθμεύσειν γραφὰς πρὸς Ἄργος, οἷσι βούλομαι πέμψαι φίλων. Ορ. ἦ κἀντιδώσεις τῶιδε τοὺς αὐτοὺς λόγους; Ιφ. τί χρῆμα δράσειν ἢ τί μὴ δράσειν; λέγε. Ορ. ἐκ γῆς ἀφήσειν μὴ θανόντα βαρβάρου. | |
740 | Ιφ. δίκαιον εἶπας· πῶς γὰρ ἀγγείλειεν ἄν; Ορ. ἦ καὶ τύραννος ταῦτα συγχωρήσεται; Ιφ. ναί· | |
742 | πείσω σφε, καὐτὴ ναὸς ἐσβήσω σκάφος. | |
Ορ. ὄμνυ· σὺ δ’ ἔξαρχ’ ὅρκον ὅστις εὐσεβής. Ιφ. δώσω, λέγειν χρή, τήνδε τοῖσι σοῖς φίλοις. | 273 | |
745 | Πυ. τοῖς σοῖς φίλοισι γράμματ’ ἀποδώσω τάδε. Ιφ. κἀγὼ σὲ σώσω κυανέας ἔξω πέτρας. Πυ. τίν’ οὖν ἐπόμνυς τοισίδ’ ὅρκιον θεῶν; Ιφ. Ἄρτεμιν, ἐν ἧσπερ δώμασιν τιμὰς ἔχω. Πυ. ἐγὼ δ’ ἄνακτά γ’ οὐρανοῦ, σεμνὸν Δία. | |
(750) | Ιφ. εἰ δ’ ἐκλιπὼν τὸν ὅρκον ἀδικοίης ἐμέ; Πυ. ἄνοστος εἴην· τί δὲ σύ, μὴ σώσασά με; Ιφ. μήποτε κατ’ Ἄργος ζῶς’ ἴχνος θείην ποδός. Πυ. ἄκουε δή νυν ὃν παρήλθομεν λόγον. Ιφ. ἀλλ’ εὐθὺς ἔστω κοινός, ἢν καλῶς ἔχηι. | |
755 | Πυ. ἐξαίρετόν μοι δὸς τόδ’, ἤν τι ναῦς πάθηι χἠ δέλτος ἐν κλύδωνι χρημάτων μέτα ἀφανὴς γένηται, σῶμα δ’ ἐκσώσω μόνον, τὸν ὅρκον εἶναι τόνδε μηκέτ’ ἔμπεδον. Ιφ. ἀλλ’ οἶσθ’ ὃ δράσω· πολλὰ γὰρ †πολλῶν† κυρεῖ. | |
760 | τἀνόντα κἀγγεγραμμέν’ ἐν δέλτου πτυχαῖς λόγωι φράσω σοι πάντ’ ἀπαγγεῖλαι φίλοις. ἐν ἀσφαλεῖ γάρ· ἢν μὲν ἐκσώσηις γραφήν, αὐτὴ φράσει σιγῶσα τἀγγεγραμμένα· ἢν δ’ ἐν θαλάσσηι γράμματ’ ἀφανισθῆι τάδε, | |
765 | τὸ σῶμα σώσας τοὺς λόγους σώσεις ἐμοί. Πυ. καλῶς ἔλεξας τῶν τε σῶν ἐμοῦ θ’ ὕπερ. σήμαινε δ’ ὧι χρὴ τάσδ’ ἐπιστολὰς φέρειν πρὸς Ἄργος ὅτι τε χρὴ κλύοντα σοῦ λέγειν. | |
Ιφ. ἄγγελλ’ Ὀρέστηι, παιδὶ τἀγαμέμνονος· | 274 | |
770 | Ἡ ’ν Αὐλίδι σφαγεῖς’ ἐπιστέλλει τάδε ζῶς’ Ἰφιγένεια, τοῖς ἐκεῖ δ’ οὐ ζῶς’ ἔτι. Ορ. ποῦ δ’ ἔστ’ ἐκείνη; κατθανοῦς’ ἥκει πάλιν; Ιφ. ἥδ’ ἣν ὁρᾶις σύ· μὴ λόγων ἔκπλησσέ με. Κόμισαί μ’ ἐς Ἄργος, ὦ σύναιμε, πρὶν θανεῖν, | |
775 | ἐκ βαρβάρου γῆς καὶ μετάστησον θεᾶς σφαγίων, ἐφ’ οἷσι ξενοφόνους τιμὰς ἔχω. Ορ. Πυλάδη, τί λέξω; ποῦ ποτ’ ὄνθ’ ηὑρήμεθα; Ιφ. ἢ σοῖς ἀραία δώμασιν γενήσομαι, Ὀρέσθ’, ἵν’ αὖθις ὄνομα δὶς κλύων μάθηις. | |
780 | Ορ. ὦ θεοί. Ιφ. τί τοὺς θεοὺς ἀνακαλεῖς ἐν τοῖς ἐμοῖς; Ορ. οὐδέν· πέραινε δ’· ἐξέβην γὰρ ἄλλοσε. Ιφ. τάχ’ οὖν ἐρωτῶν ς’ εἰς ἄπιστ’ ἀφίξεται· λέγ’ οὕνεκ’ ἔλαφον ἀντιδοῦσά μου θεὰ Ἄρτεμις ἔσωσέ μ’, ἣν ἔθυς’ ἐμὸς πατήρ, | |
785 | δοκῶν ἐς ἡμᾶς ὀξὺ φάσγανον βαλεῖν, ἐς τήνδε δ’ ὤικις’ αἶαν. αἵδ’ ἐπιστολαί, τάδ’ ἐστὶ τἀν δέλτοισιν ἐγγεγραμμένα. Πυ. ὦ ῥαιδίοις ὅρκοισι περιβαλοῦσά με, κάλλιστα δ’ ὀμόσας’, οὐ πολὺν σχήσω χρόνον, | |
790 | τὸν δ’ ὅρκον ὃν κατώμος’ ἐμπεδώσομεν. ἰδού, φέρω σοι δέλτον ἀποδίδωμί τε, Ὀρέστα, τῆσδε σῆς κασιγνήτης πάρα. Ορ. δέχομαι· παρεὶς δὲ γραμμάτων διαπτυχὰς τὴν ἡδονὴν πρῶτ’ οὐ λόγοις αἱρήσομαι. | |
795 | ὦ φιλτάτη μοι σύγγον’, ἐκπεπληγμένος | |
ὅμως ς’ ἀπίστωι περιβαλὼν βραχίονι ἐς τέρψιν εἶμι, πυθόμενος θαυμάστ’ ἐμοί. Ιφ. ξέν’, οὐ δικαίως τῆς θεοῦ τὴν πρόσπολον χραίνεις ἀθίκτοις περιβαλὼν πέπλοις χέρα. | 275 | |
(800) | Ορ. ὦ συγκασιγνήτη τε κἀκ ταὐτοῦ πατρὸς Ἀγαμέμνονος γεγῶσα, μή μ’ ἀποστρέφου, ἔχους’ ἀδελφόν, οὐ δοκοῦς’ ἕξειν ποτέ. Ιφ. ἐγώ ς’ ἀδελφὸν τὸν ἐμόν; οὐ παύσηι λέγων; τό τ’ Ἄργος αὐτοῦ μεστὸν ἥ τε Ναυπλία. | |
805 | Ορ. οὐκ ἔστ’ ἐκεῖ σός, ὦ τάλαινα, σύγγονος. Ιφ. ἀλλ’ ἡ Λάκαινα Τυνδαρίς ς’ ἐγείνατο; Ορ. Πέλοπός γε παιδὶ παιδός, οὗ ’κπέφυκ’ ἐγώ. Ιφ. τί φήις; ἔχεις τι τῶνδέ μοι τεκμήριον; Ορ. ἔχω· πατρώιων ἐκ δόμων τι πυνθάνου. | |
810 | Ιφ. οὔκουν λέγειν μὲν χρὴ σέ, μανθάνειν δ’ ἐμέ; Ορ. λέγοιμ’ ἂν ἀκοῆι πρῶτον Ἠλέκτρας τάδε· Ἀτρέως Θυέστου τ’ οἶσθα γενομένην ἔριν; Ιφ. ἤκουσα· χρυσῆς ἀρνὸς ἦν νείκη πέρι. Ορ. ταῦτ’ οὖν ὑφήνας’ οἶσθ’ ἐν εὐπήνοις ὑφαῖς; | |
815 | Ιφ. ὦ φίλτατ’, ἐγγὺς τῶν ἐμῶν χρίμπτηι φρενῶν. Ορ. εἰκώ τ’ ἐν ἱστοῖς ἡλίου μετάστασιν; Ιφ. ὕφηνα καὶ τόδ’ εἶδος εὐμίτοις πλοκαῖς. Ορ. καὶ λούτρ’ ἐς Αὖλιν μητρὸς ἁδέξω πάρα; Ιφ. οἶδ’· οὐ γὰρ ὁ γάμος ἐσθλὸς ὤν μ’ ἀφείλετο. | |
820 | Ορ. τί γάρ; κόμας σὰς μητρὶ δοῦσα σῆι φέρειν; | |
Ιφ. μνημεῖά γ’ ἀντὶ σώματος τοὐμοῦ τάφωι. Ορ. ἃ δ’ εἶδον αὐτός, τάδε φράσω τεκμήρια· Πέλοπος παλαιὰν ἐν δόμοις λόγχην πατρός, ἣν χερσὶ πάλλων παρθένον Πισάτιδα | 276 | |
825 | ἐκτήσαθ’ Ἱπποδάμειαν, Οἰνόμαον κτανών, ἐν παρθενῶσι τοῖσι σοῖς κεκρυμμένην. Ιφ. ὦ φίλτατ’, οὐδὲν ἄλλο, φίλτατος γὰρ εἶ, | |
829 | ἔχω ς’, Ὀρέστα, †τηλύγετον χθονὸς ἀπὸ πατρίδος† | |
830 | Ἀργόθεν, ὦ φίλος. Ορ. κἀγώ σε τὴν θανοῦσαν, ὡς δοξάζεται. Ιφ. κατὰ δὲ δάκρυ, κατὰ δὲ γόος ἅμα χαρᾶι τὸ σὸν νοτίζει βλέφαρον, ὡσαύτως δ’ ἐμόν. †τὸ δέ τι† βρέφος | |
835 | ἔλιπον ἀγκάλαισι νεαρὸν τροφοῦ νεαρὸν ἐν δόμοις. ὦ κρεῖσσον ἢ λόγοισιν εὐτυχοῦσά μου | |
839 | ψυχά, τί φῶ; θαυμάτων | |
840 | πέρα καὶ λόγου πρόσω τάδ’ ἀπέβα. Ορ. τὸ λοιπὸν εὐτυχοῖμεν ἀλλήλων μέτα. Ιφ. ἄτοπον ἡδονὰν ἔλαβον, ὦ φίλαι· δέδοικα δ’ ἐκ χερῶν με μὴ πρὸς αἰθέρα ἀμπτάμενος φύγηι. | |
845 | ἰὼ Κυκλωπὶς ἑστία, ἰὼ πατρίς, | |
Μυκήνα φίλα, χάριν ἔχω ζόας, χάριν ἔχω τροφᾶς, ὅτι μοι συνομαίμονα τόνδε δόμοις ἐξεθρέψω φάος. | 277 | |
(850) | Ορ. γένει μὲν εὐτυχοῦμεν, ἐς δὲ συμφοράς, ὦ σύγγον’, ἡμῶν δυστυχὴς ἔφυ βίος. Ιφ. ἐγὦιδ’ ἁ μέλεος, οἶδ’, ὅτε φάσγανον | |
854 | δέραι ’φῆκέ μοι μελεόφρων πατήρ. | |
855 | Ορ. οἴμοι· δοκῶ γὰρ οὐ παρών ς’ ὁρᾶν ἐκεῖ. Ιφ. ἀνυμέναιος, 〈ὦ〉 σύγγον’, Ἀχιλλέως | |
859 | ἐς κλισίαν λέκτρων δόλιον ἀγόμαν· | |
860 | παρὰ δὲ βωμὸν ἦν δάκρυα καὶ γόοι. φεῦ φεῦ χερνίβων ἐκεί〈νων· οἴμοι〉. Ορ. ὤιμωξα κἀγὼ τόλμαν ἣν ἔτλη πατήρ. Ιφ. ἀπάτορ’ ἀπάτορα πότμον ἔλαχον· | |
865 | ἄλλα δ’ ἐξ ἄλλων κυρεῖ | |
867 | δαίμονος τύχαι τινός. | |
866 | Ορ. εἰ σόν γ’ ἀδελφόν, ὦ τάλαιν’, ἀπώλεσας. | |
869 | Ιφ. ὦ μελέα δεινᾶς τόλμας· δείν’ ἔτλαν, | |
870 | ἔτλαν δείν’, ὤμοι, σύγγονε, παρὰ δ’ ὀλίγον ἀπέφυγες ὄλεθρον ἀνόσιον ἐξ ἐμᾶν δαϊχθεὶς χερῶν. | |
ἁ δ’ ἐπ’ †αὐτοῖσι† τίς τελευτά; | 278 | |
875 | τίς τύχα μοι συγκυρήσει; τίνα σοι 〈τίνα σοι〉 πόρον εὑρομένα πάλιν ἀπὸ πόλεως, ἀπὸ φόνου πέμψω πατρίδ’ ἐς Ἀργείαν, | |
880 | πρὶν ἐπὶ ξίφος αἵματι σῶι πελάσαι; τόδε τόδε σόν, ὦ μελέα ψυχά, χρέος ἀνευρίσκειν. πότερον κατὰ χέρσον, οὐχὶ ναῒ | |
885 | ἀλλὰ ποδῶν ῥιπᾶι; θανάτωι πελάσεις ἄρα βάρβαρα φῦλα | |
889 | καὶ δι’ ὁδοὺς ἀνόδους στείχων· διὰ κυανέας μὰν | |
890 | στενοπόρου πέτρας μακρὰ κέλευθα να‐ ΐοισιν δρασμοῖς. | |
894 | τάλαινα τάλαινα. | |
895 | †τίς ἂν οὖν τάδ’ ἂν ἢ θεὸς ἢ βροτὸς ἢ τί τῶν ἀδοκήτων πόρον ἄπορον ἐξανύσας† δυοῖν τοῖν μόνοιν Ἀτρείδαιν φανεῖ κακῶν ἔκλυσιν; | |
(900) | Χο. ἐν τοῖσι θαυμαστοῖσι καὶ μύθων πέρα | |
τάδ’ εἶδον αὐτὴ κοὐ κλύους’ ἀπ’ ἀγγέλων. Πυ. τὸ μὲν φίλους ἐλθόντας εἰς ὄψιν φίλων, Ὀρέστα, χειρῶν περιβολὰς εἰκὸς λαβεῖν· λήξαντα δ’ οἴκτων κἀπ’ ἐκεῖν’ ἐλθεῖν χρεών, | 279 | |
905 | ὅπως τὸ κλεινὸν ὄμμα τῆς σωτηρίας λαβόντες ἐκ γῆς βησόμεσθα βαρβάρου. [σοφῶν γὰρ ἀνδρῶν ταῦτα, μὴ ’κβάντας τύχης, καιρὸν λαβόντας, ἡδονὰς ἄλλας λαβεῖν.] Ορ. καλῶς ἔλεξας· τῆι τύχηι δ’ οἶμαι μέλειν | |
910 | τοῦδε ξὺν ἡμῖν· ἢν δέ τις πρόθυμος ἦι, σθένειν τὸ θεῖον μᾶλλον εἰκότως ἔχει. Ιφ. οὐ μή μ’ ἐπίσχηις οὐδ’ ἀποστήσεις λόγου, πρῶτον πυθέσθαι τίνα ποτ’ Ἠλέκτρα πότμον εἴληχε βιότου· φίλα γὰρ †ἔσται πάντ’ ἐμοί†. | |
915 | Ορ. τῶιδε ξυνοικεῖ βίον ἔχους’ εὐδαίμονα. Ιφ. οὗτος δὲ ποδαπὸς καὶ τίνος πέφυκε παῖς; Ορ. Στρόφιος ὁ Φωκεὺς τοῦδε κλήιζεται πατήρ. Ιφ. ὁ δ’ ἐστί γ’ Ἀτρέως θυγατρός, ὁμογενὴς ἐμός; Ορ. ἀνέψιός γε, μόνος ἐμοὶ σαφὴς φίλος. | |
920 | Ιφ. οὐκ ἦν τόθ’ οὗτος ὅτε πατὴρ ἔκτεινέ με. Ορ. οὐκ ἦν· χρόνον γὰρ Στρόφιος ἦν ἄπαις τινά. Ιφ. χαῖρ’ ὦ πόσις μοι τῆς ἐμῆς ὁμοσπόρου. Ορ. κἀμός γε σωτήρ, οὐχὶ συγγενὴς μόνον. Ιφ. τὰ δεινὰ δ’ ἔργα πῶς ἔτλης μητρὸς πέρι; | |
925 | Ορ. σιγῶμεν αὐτά· πατρὶ τιμωρῶν ἐμῶι. | |
Ιφ. ἡ δ’ αἰτία τίς ἀνθ’ ὅτου κτείνει πόσιν; Ορ. ἔα τὰ μητρός· οὐδὲ σοὶ κλύειν καλόν. Ιφ. σιγῶ· τὸ δ’ Ἄργος πρὸς σὲ νῦν ἀποβλέπει; Ορ. Μενέλαος ἄρχει· φυγάδες ἐσμὲν ἐκ πάτρας. | 280 | |
930 | Ιφ. οὔ που νοσοῦντας θεῖος ὕβρισεν δόμους; Ορ. οὔκ, ἀλλ’ Ἐρινύων δεῖμά μ’ ἐκβάλλει χθονός. | |
934 | Ιφ. ἔγνωκα· μητρός 〈σ’〉 οὕνεκ’ ἠλάστρουν θεαί. | |
935 | Ορ. ὥσθ’ αἱματηρὰ στόμι’ ἐπεμβαλεῖν ἐμοί. | |
932 | Ιφ. ταῦτ’ ἆρ’ ἐπ’ ἀκταῖς κἀνθάδ’ ἠγγέλθης μανείς. Ορ. ὤφθημεν οὐ νῦν πρῶτον ὄντες ἄθλιοι. | |
936 | Ιφ. τί γάρ ποτ’ ἐς γῆν τήνδ’ ἐπόρθμευσας πόδα; Ορ. Φοίβου κελευσθεὶς θεσφάτοις ἀφικόμην. Ιφ. τί χρῆμα δρᾶσαι; ῥητὸν ἢ σιγώμενον; Ορ. λέγοιμ’ ἄν. ἀρχαὶ δ’ αἵδε μοι πολλῶν πόνων· | |
940 | ἐπεὶ τὰ μητρὸς ταῦθ’ ἃ σιγῶμεν κακὰ ἐς χεῖρας ἦλθε, μεταδρομαῖς Ἐρινύων ἠλαυνόμεσθα φυγάδες, †ἔνθεν μοι πόδα ἐς τὰς Ἀθήνας δή γ’† ἔπεμψε Λοξίας, δίκην παρασχεῖν ταῖς ἀνωνύμοις θεαῖς. | |
945 | ἔστιν γὰρ ὁσία ψῆφος, ἣν Ἄρει ποτὲ Ζεὺς εἵσατ’ ἔκ του δὴ χερῶν μιάσματος. ἐλθὼν δ’ ἐκεῖσε πρῶτα μέν 〈μ’〉 οὐδεὶς ξένων ἑκὼν ἐδέξαθ’ ὡς θεοῖς στυγούμενον· οἳ δ’ ἔσχον αἰδῶ, ξένια μονοτράπεζά μοι | |
(950) | παρέσχον, οἴκων ὄντες ἐν ταὐτῶι στέγει, | |
σιγῆι δ’ ἐτεκτήναντ’ ἀπρόσφθεγκτόν μ’, ὅπως δαιτός τ’ ὀναίμην πώματός τ’ αὐτῶν δίχα, ἐς δ’ ἄγγος ἴδιον ἴσον ἅπασι Βακχίου μέτρημα πληρώσαντες εἶχον ἡδονήν. | 281 | |
955 | κἀγὼ ’ξελέγξαι μὲν ξένους οὐκ ἠξίουν, ἤλγουν δὲ σιγῆι κἀδόκουν οὐκ εἰδέναι, μέγα στενάζων οὕνεκ’ ἦ μητρὸς φονεύς. κλύω δ’ Ἀθηναίοισι τἀμὰ δυστυχῆ τελετὴν γενέσθαι, κἄτι τὸν νόμον μένειν, | |
960 | χοῆρες ἄγγος Παλλάδος τιμᾶν λεών. ὡς δ’ εἰς Ἄρειον ὄχθον ἧκον, ἐς δίκην ἔστην, ἐγὼ μὲν θάτερον λαβὼν βάθρον, τὸ δ’ ἄλλο πρέσβειρ’ ἥπερ ἦν Ἐρινύων. εἰπὼν 〈δ’〉 ἀκούσας θ’ αἵματος μητρὸς πέρι, | |
965 | Φοῖβός μ’ ἔσωσε μαρτυρῶν, ἴσας δέ μοι ψήφους διηρίθμησε Παλλὰς ὠλένηι· νικῶν δ’ ἀπῆρα φόνια πειρατήρια. ὅσαι μὲν οὖν ἕζοντο πεισθεῖσαι δίκηι ψῆφον παρ’ αὐτὴν ἱερὸν ὡρίσαντ’ ἔχειν· | |
970 | ὅσαι δ’ Ἐρινύων οὐκ ἐπείσθησαν νόμωι δρόμοις ἀνιδρύτοισιν ἠλάστρουν μ’ ἀεί, ἕως ἐς ἁγνὸν ἦλθον αὖ Φοίβου πέδον καὶ πρόσθεν ἀδύτων ἐκταθείς, νῆστις βορᾶς, ἐπώμος’ αὐτοῦ βίον ἀπορρήξειν θανών, | |
975 | εἰ μή με σώσει Φοῖβος, ὅς μ’ ἀπώλεσεν. ἐντεῦθεν αὐδὴν τρίποδος ἐκ χρυσοῦ λακὼν Φοῖβός μ’ ἔπεμψε δεῦρο, διοπετὲς λαβεῖν ἄγαλμ’ Ἀθηνῶν τ’ ἐγκαθιδρῦσαι χθονί. ἀλλ’ ἥνπερ ἡμῖν ὥρισεν σωτηρίαν | |
980 | σύμπραξον· ἢν γὰρ θεᾶς κατάσχωμεν βρέτας, | |
μανιῶν τε λήξω καὶ σὲ πολυκώπωι σκάφει στείλας Μυκήναις ἐγκαταστήσω πάλιν. ἀλλ’, ὦ φιληθεῖς’, ὦ κασίγνητον κάρα, σῶσον πατρῶιον οἶκον, ἔκσωσον δ’ ἐμέ· | 282 | |
985 | ὡς τἄμ’ ὄλωλε πάντα καὶ τὰ Πελοπιδῶν, οὐράνιον εἰ μὴ ληψόμεθα θεᾶς βρέτας. Χο. δεινή τις ὀργὴ δαιμόνων ἐπέζεσεν πρὸς Ταντάλειον σπέρμα διὰ πόνων τ’ ἄγει. Ιφ. τὸ μὲν πρόθυμον, πρίν σε δεῦρ’ ἐλθεῖν, ἔχω | |
990 | Ἄργει γενέσθαι καὶ σέ, σύγγον’, εἰσιδεῖν. θέλω δ’ ἅπερ σύ, σέ τε μεταστῆσαι πόνων νοσοῦντά τ’ οἶκον, οὐχὶ τῶι κτανόντι με θυμουμένη, πατρῶιον ὀρθῶσαι †θέλω†· σφαγῆς τε γὰρ σῆς χεῖρ’ ἀπαλλάξαιμεν ἂν | |
995 | σώσαιμί τ’ οἴκους. τὴν θεὸν δ’ ὅπως λάθω δέδοικα καὶ τύραννον, ἡνίκ’ ἂν κενὰς κρηπῖδας εὕρηι λαΐνας ἀγάλματος. πῶς οὐ θανοῦμαι; τίς δ’ ἔνεστί μοι λόγος; ἀλλ’ εἰ μὲν †ἕν τι τοῦθ’ ὁμοῦ γενήσεται† | |
(1000) | ἄγαλμά τ’ οἴσεις κἄμ’ ἐπ’ εὐπρύμνου νεὼς ἄξεις, τὸ κινδύνευμα γίγνεται καλόν. τούτου δὲ χωρισθεῖς’ ἐγὼ μὲν ὄλλυμαι, σὺ δ’ ἂν τὸ σαυτοῦ θέμενος εὖ νόστου τύχοις. οὐ μήν τι φεύγω γ’, οὐδέ ς’ εἰ θανεῖν χρεὼν | |
1005 | σώσασαν· οὐ γὰρ ἀλλ’ ἀνὴρ μὲν ἐκ δόμων θανὼν ποθεινός, τὰ δὲ γυναικὸς ἀσθενῆ. Ορ. οὐκ ἂν γενοίμην σοῦ τε καὶ μητρὸς φονεύς· ἅλις τὸ κείνης αἷμα· κοινόφρων δὲ σοὶ καὶ ζῆν θέλοιμ’ ἂν καὶ θανὼν λαχεῖν ἴσον. | 283 |
1010 | ἄξω δέ ς’, ἤνπερ καὐτὸς ἐντεῦθεν περῶ πρὸς οἶκον, ἢ σοῦ κατθανὼν μενῶ μέτα. γνώμης δ’ ἄκουσον· εἰ πρόσαντες ἦν τόδε Ἀρτέμιδι, πῶς ἂν Λοξίας ἐθέσπισεν κομίσαι μ’ ἄγαλμα θεᾶς πόλισμ’ ἐς Παλλάδος | |
post 1014 | 〈〉 | |
1015 | καὶ σὸν πρόσωπον εἰσιδεῖν; ἅπαντα γὰρ συνθεὶς τάδ’ εἰς ἓν νόστον ἐλπίζω λαβεῖν. Ιφ. πῶς οὖν γένοιτ’ ἂν ὥστε μήθ’ ἡμᾶς θανεῖν λαβεῖν θ’ ἃ βουλόμεσθα; τῆιδε γὰρ νοσεῖ νόστος πρὸς οἴκους· ἥδε βούλευσις πάρα. | |
1020 | Ορ. ἆρ’ ἂν τύραννον διολέσαι δυναίμεθ’ ἄν; Ιφ. δεινὸν τόδ’ εἶπας, ξενοφονεῖν ἐπήλυδας. Ορ. ἀλλ’ εἴ σε σώσει κἀμέ, κινδυνευτέον. Ιφ. οὐκ ἂν δυναίμην· τὸ δὲ πρόθυμον ἤινεσα. Ορ. τί δ’ εἴ με ναῶι τῶιδε κρύψειας λάθραι; | |
1025 | [Ιφ. ὡς δὴ σκότον λαβόντες ἐκσωθεῖμεν ἄν; Ορ. κλεπτῶν γὰρ ἡ νύξ, τῆς δ’ ἀληθείας τὸ φῶς.] Ιφ. εἴς’ ἔνδον ἱεροῦ φύλακες, οὓς οὐ λήσομεν. Ορ. οἴμοι, διεφθάρμεσθα· πῶς σωθεῖμεν ἄν; | |
Ιφ. ἔχειν δοκῶ μοι καινὸν ἐξεύρημά τι. | 284 | |
1030 | Ορ. ποῖόν τι; δόξης μετάδος, ὡς κἀγὼ μάθω. Ιφ. ταῖς σαῖς ἀνίαις χρήσομαι σοφίσμασιν. Ορ. δειναὶ γὰρ αἱ γυναῖκες εὑρίσκειν τέχνας. Ιφ. φονέα σε φήσω μητρὸς ἐξ Ἄργους μολεῖν. Ορ. χρῆσαι κακοῖσι τοῖς ἐμοῖς, εἰ κερδανεῖς. | |
1035 | Ιφ. ὡς οὐ θέμις σε λέξομεν θύειν θεᾶι Ορ. τίν’ αἰτίαν ἔχους’; ὑποπτεύω τι γάρ. Ιφ. οὐ καθαρὸν ὄντα· τὸ δ’ ὅσιον δώσω φόνωι. Ορ. τί δῆτα μᾶλλον θεᾶς ἄγαλμ’ ἁλίσκεται; Ιφ. πόντου σε πηγαῖς ἁγνίσαι βουλήσομαι. | |
1040 | Ορ. ἔτ’ ἐν δόμοισι βρέτας ἐφ’ ὧι πεπλεύκαμεν. Ιφ. κἀκεῖνο νίψειν, σοῦ θιγόντος ὡς, ἐρῶ. Ορ. ποῖ δῆτα; πόντου νοτερὸν εἶ παρ’ ἔκβολον; Ιφ. οὖ ναῦς χαλινοῖς λινοδέτοις ὁρμεῖ σέθεν. Ορ. σὺ δ’ ἤ τις ἄλλος ἐν χεροῖν οἴσει βρέτας; | |
1045 | Ιφ. ἐγώ· θιγεῖν γὰρ ὅσιόν ἐστ’ ἐμοὶ μόνηι. Ορ. Πυλάδης δ’ ὅδ’ ἡμῖν ποῦ τετάξεται πόνου; Ιφ. ταὐτὸν χεροῖν σοὶ λέξεται μίασμ’ ἔχων. Ορ. λάθραι δ’ ἄνακτος ἢ εἰδότος δράσεις τάδε; Ιφ. πείσασα μύθοις· οὐ γὰρ ἂν λάθοιμί γε. | |
1051 | σοὶ δὴ μέλειν χρὴ τἄλλ’ ὅπως ἕξει καλῶς. | |
(1050) | Ορ. καὶ μὴν νεώς γε πίτυλος εὐήρης πάρα. | |
1052 | ἑνὸς μόνου δεῖ, τάσδε συγκρύψαι τάδε· ἀλλ’ ἀντίαζε καὶ λόγους πειστηρίους | |
εὕρισκ’· ἔχει τοι δύναμιν εἰς οἶκτον γυνή. | 285 | |
1055 | τὰ δ’ ἄλλ’ ἴσως ἂν πάντα συμβαίη καλῶς. Ιφ. ὦ φίλταται γυναῖκες, εἰς ὑμᾶς βλέπω, καὶ τἄμ’ ἐν ὑμῖν ἐστιν ἢ καλῶς ἔχειν ἢ μηδὲν εἶναι καὶ στερηθῆναι πάτρας φίλου τ’ ἀδελφοῦ φιλτάτης τε συγγόνου. | |
1060 | καὶ πρῶτα μέν μοι τοῦ λόγου τάδ’ ἀρχέτω· γυναῖκές ἐσμεν, φιλόφρον ἀλλήλαις γένος, σώιζειν τε κοινὰ πράγματ’ ἀσφαλέσταται. σιγήσαθ’ ἡμῖν καὶ συνεκπονήσατε φυγάς· καλόν τοι γλῶσς’ ὅτωι πιστὴ παρῆι. | |
1065 | ὁρᾶτε δ’ ὡς τρεῖς μία τύχη τοὺς φιλτάτους ἢ γῆς πατρώιας νόστος ἢ θανεῖν ἔχει. σωθεῖσα δ’, ὡς ἂν καὶ σὺ κοινωνῆις τύχης, σώσω ς’ ἐς Ἑλλάδ’. ἀλλὰ πρός σε δεξιᾶς σὲ καὶ ς’ ἱκνοῦμαι, σὲ δὲ φίλης παρηίδος | |
1070 | γονάτων τε καὶ τῶν ἐν δόμοισι φιλτάτων [μητρὸς πατρός τε καὶ τέκνων ὅτωι κυρεῖ]. τί φάτε; τίς ὑμῶν φησιν ἢ τίς οὐ θέλειν— φθέγξασθε—ταῦτα; μὴ γὰρ αἰνουσῶν λόγους ὄλωλα κἀγὼ καὶ κασίγνητος τάλας. | |
1075 | Χο. θάρσει, φίλη δέσποινα, καὶ σώιζου μόνον· ὡς ἔκ γ’ ἐμοῦ σοι πάντα σιγηθήσεται (ἴστω μέγας Ζεύς) ὧν ἐπισκήπτεις πέρι. Ιφ. ὄναισθε μύθων καὶ γένοισθ’ εὐδαίμονες. σὸν ἔργον ἤδη καὶ σὸν ἐσβαίνειν δόμους· | |
1080 | ὡς αὐτίχ’ ἥξει τῆσδε κοίρανος χθονός, | |
θυσίαν ἐλέγξων εἰ κατείργασται ξένων. ὦ πότνι’, ἥπερ μ’ Αὐλίδος κατὰ πτυχὰς δεινῆς ἔσωσας ἐκ πατροκτόνου χερός, σῶσόν με καὶ νῦν τούσδε τ’· ἢ τὸ Λοξίου | 286 | |
1085 | οὐκέτι βροτοῖσι διὰ ς’ ἐτήτυμον στόμα. ἀλλ’ εὐμενὴς ἔκβηθι βαρβάρου χθονὸς ἐς τὰς Ἀθήνας· καὶ γὰρ ἐνθάδ’ οὐ πρέπει ναίειν, πάρον σοι πόλιν ἔχειν εὐδαίμονα. Χο. ὄρνις ἃ παρὰ πετρίνας | |
1090 | πόντου δειράδας ἀλκυὼν ἔλεγον οἶτον ἀείδεις, εὐξύνετον ξυνετοῖς βοάν, ὅτι πόσιν κελαδεῖς ἀεὶ μολπαῖς, ἐγώ σοι παραβάλλομαι | |
1095 | θρήνους, ἄπτερος ὄρνις, ποθοῦς’ Ἑλλάνων ἀγόρους, ποθοῦς’ Ἄρτεμιν λοχίαν, ἃ παρὰ Κύνθιον ὄχθον οἰ‐ κεῖ φοίνικά θ’ ἁβροκόμαν | |
(1100) | δάφναν τ’ εὐερνέα καὶ γλαυκᾶς θαλλὸν ἱερὸν ἐλαί‐ ας, Λατοῦς ὠδῖνι φίλον, λίμναν θ’ εἱλίσσουσαν ὕδωρ κύκλιον, ἔνθα κύκνος μελωι‐ | |
1105 | δὸς Μούσας θεραπεύει. ὦ πολλαὶ δακρύων λιβάδες, αἳ παρηίδας εἰς ἐμὰς ἔπεσον ἁνίκα πύργων ὀλομένων ἐν ναυσὶν ἔβαν | 287 |
1110 | πολεμίων ἐρετμοῖσι καὶ λόγχαις· ζαχρύσου δὲ δι’ ἐμπολᾶς νόστον βάρβαρον ἦλθον, ἔνθα τᾶς ἐλαφοκτόνου θεᾶς ἀμφίπολον κόραν | |
1115 | παῖδ’ Ἀγαμεμνονίαν λατρεύ‐ ω βωμούς τ’ οὐ μηλοθύτας, ζηλοῦσα τὸν διὰ παν‐ τὸς δυσδαίμον’· ἐν γὰρ ἀνάγ‐ καις οὐ κάμνει σύντροφος ὤν. | |
1120 | μεταβάλλειν δυσδαιμονία· τὸ δὲ μετ’ εὐτυχίαν κακοῦ‐ σθαι θνατοῖς βαρὺς αἰών. καὶ σὲ μέν, πότνι’, Ἀργεία πεντηκόντερος οἶκον ἄξει· | |
1125 | συρίζων θ’ ὁ κηρόδετος Πανὸς οὐρείου κάλαμος κώπαις ἐπιθωύξει, ὁ Φοῖβός θ’ ὁ μάντις ἔχων | |
κέλαδον ἑπτατόνου λύρας | 288 | |
1130 | ἀείδων ἄξει λιπαρὰν εὖ ς’ Ἀθηναίων ἐπὶ γᾶν. †ἐμὲ δ’ αὐτοῦ λιποῦσα βήσηι ῥοθίοις πλάταις· | |
1135 | ἀέρι δ’ ἱστία πρότονοι κατὰ πρῶιραν ὑ‐ πὲρ στόλον ἐκπετάσουσιν πόδα† ναὸς ὠκυπόμπου. λαμπροὺς ἱπποδρόμους βαίην, ἔνθ’ εὐάλιον ἔρχεται πῦρ· | |
1140 | οἰκείων δ’ ὑπὲρ θαλάμων ἐν νώτοις ἁμοῖς πτέρυγας λήξαιμι θοάζουσα· χοροῖς δ’ ἐνσταίην, ὅθι καὶ †παρθένος εὐδοκίμων γάμων | |
1145 | παρὰ πόδ’ εἱλίσσουσα φίλας ματέρος ἡλίκων θιάσους ἐς ἁμίλλας χαρίτων | |
1149 | ἁβροπλούτοιο χαίτας εἰς ἔριν | |
(1150) | ὀρνυμένα πολυποίκιλα φάρεα καὶ πλοκάμους περιβαλλομένα | |
γένυσιν ἐσκίαζον†. ΘΟΑΣ | 289 | |
1153 | ποῦ ’σθ’ ἡ πυλωρὸς τῶνδε δωμάτων γυνὴ Ἑλληνίς; ἤδη τῶν ξένων κατήρξατο; | |
1155 | [ἀδύτοις ἐν ἁγνοῖς σῶμα λάμπονται πυρί;] Χο. ἥδ’ ἐστίν, ἥ σοι πάντ’, ἄναξ, ἐρεῖ σαφῶς. Θο. ἔα· | |
1157 | τί τόδε μεταίρεις ἐξ ἀκινήτων βάθρων, Ἀγαμέμνονος παῖ, θεᾶς ἄγαλμ’ ἐν ὠλέναις; Ιφ. ἄναξ, ἔχ’ αὐτοῦ πόδα σὸν ἐν παραστάσιν. | |
1160 | Θο. τί δ’ ἔστιν, Ἰφιγένεια, καινὸν ἐν δόμοις; Ιφ. ἀπέπτυς’· Ὁσίαι γὰρ δίδωμ’ ἔπος τόδε. Θο. τί φροιμιάζηι νεοχμόν; ἐξαύδα σαφῶς. Ιφ. οὐ καθαρά μοι τὰ θύματ’ ἠγρεύσασθ’, ἄναξ. Θο. τί τοὐκδιδάξαν τοῦτό ς’; ἢ δόξαν λέγεις; | |
1165 | Ιφ. βρέτας τὸ τῆς θεοῦ πάλιν ἕδρας ἀπεστράφη. Θο. αὐτόματον, ἤ νιν σεισμὸς ἔστρεψε χθονός; Ιφ. αὐτόματον· ὄψιν δ’ ὀμμάτων ξυνήρμοσεν. Θο. ἡ δ’ αἰτία τίς; ἦ τὸ τῶν ξένων μύσος; Ιφ. ἥδ’, οὐδὲν ἄλλο· δεινὰ γὰρ δεδράκατον. | |
1170 | Θο. ἀλλ’ ἦ τιν’ ἔκανον βαρβάρων ἀκτῆς ἔπι; Ιφ. οἰκεῖον ἦλθον τὸν φόνον κεκτημένοι. Θο. τίν’; εἰς ἔρον γὰρ τοῦ μαθεῖν πεπτώκαμεν. Ιφ. μητέρα κατειργάσαντο κοινωνῶι μίφει. Θο. Ἄπολλον, οὐδ’ ἐν βαρβάροις ἔτλη τις ἄν. | |
1175 | Ιφ. πάσης διωγμοῖς ἠλάθησαν Ἑλλάδος. Θο. ἦ τῶνδ’ ἕκατι δῆτ’ ἄγαλμ’ ἔξω φέρεις; | |
Ιφ. σεμνόν γ’ ὑπ’ αἰθέρ’, ὡς μεταστήσω φόνου. Θο. μίασμα δ’ ἔγνως τοῖν ξένοιν ποίωι τρόπωι; Ιφ. ἤλεγχον, ὡς θεᾶς βρέτας ἀπεστράφη πάλιν. | 290 | |
1180 | Θο. σοφήν ς’ ἔθρεψεν Ἑλλάς, ὡς ἤισθου καλῶς. Ιφ. καὶ μὴν καθεῖσαν δέλεαρ ἡδύ μοι φρενῶν. Θο. τῶν Ἀργόθεν τι φίλτρον ἀγγέλλοντέ σοι; Ιφ. τὸν μόνον Ὀρέστην ἐμὸν ἀδελφὸν εὐτυχεῖν. Θο. ὡς δή σφε σώσαις ἡδοναῖς ἀγγελμάτων; | |
1185 | Ιφ. καὶ πατέρα γε ζῆν καὶ καλῶς πράσσειν ἐμόν. Θο. σὺ δ’ ἐς τὸ τῆς θεοῦ γ’ ἐξένευσας εἰκότως. Ιφ. πᾶσάν γε μισοῦς’ Ἑλλάδ’, ἥ μ’ ἀπώλεσεν. Θο. τί δῆτα δρῶμεν, φράζε, τοῖν ξένοιν πέρι; Ιφ. τὸν νόμον ἀνάγκη τὸν προκείμενον σέβειν. | |
1190 | Θο. οὔκουν ἐν ἔργωι χέρνιβες ξίφος τε σόν; Ιφ. ἁγνοῖς καθαρμοῖς πρῶτά νιν νίψαι θέλω. Θο. πηγαῖσιν ὑδάτων ἢ θαλασσίαι δρόσωι; Ιφ. θάλασσα κλύζει πάντα τἀνθρώπων κακά. Θο. ὁσιώτεροι γοῦν τῆι θεῶι πέσοιεν ἄν. | |
1195 | Ιφ. καὶ τἀμά γ’ οὕτω μᾶλλον ἂν καλῶς ἔχοι. Θο. οὔκουν πρὸς αὐτὸν ναὸν ἐκπίπτει κλύδων; Ιφ. ἐρημίας δεῖ· καὶ γὰρ ἄλλα δράσομεν. Θο. ἄγ’ ἔνθα χρήιζεις· οὐ φιλῶ τἄρρηθ’ ὁρᾶν. Ιφ. ἁγνιστέον μοι καὶ τὸ τῆς θεοῦ βρέτας. | |
(1200) | Θο. εἴπερ γε κηλὶς ἔβαλέ νιν μητροκτόνος. Ιφ. οὐ γάρ ποτ’ ἄν νιν ἠράμην βάθρων ἄπο. Θο. δίκαιος ηὑσέβεια καὶ προμηθία. Ιφ. οἶσθά νυν ἅ μοι γενέσθω. Θο. σὸν τὸ σημαίνειν τόδε. Ιφ. δεσμὰ τοῖς ξένοισι πρόσθες. Θο. ποῖ δέ ς’ ἐκφύγοιεν ἄν; | |
1205 | Ιφ. πιστὸν Ἑλλὰς οἶδεν οὐδέν. Θο. ἴτ’ ἐπὶ δεσμά, πρόσπολοι. Ιφ. κἀκκομιζόντων γε δεῦρο τοὺς ξένους Θο. ἔσται τάδε. Ιφ. κρᾶτα κρύψαντες πέπλοισιν. Θο. ἡλίου πρόσθεν φλογός. Ιφ. σῶν τέ μοι σύμπεμπ’ ὀπαδῶν. Θο. οἵδ’ ὁμαρτήσουσί σοι. Ιφ. καὶ πόλει πέμψον τιν’ ὅστις σημανεῖ Θο. ποίας τύχας; | 291 |
1210 | Ιφ. ἐν δόμοις μίμνειν ἅπαντας. Θο. μὴ συναντῶσιν φόνωι; Ιφ. μυσαρὰ γὰρ τὰ τοιάδ’ ἐστί. Θο. στεῖχε καὶ σήμαινε σύ. Ιφ. μηδέν’ εἰς ὄψιν πελάζειν. Θο. εὖ γε κηδεύεις πόλιν. Ιφ. καὶ φίλων γ’ οὓς δεῖ μάλιστα. Θο. τοῦτ’ ἔλεξας εἰς ἐμέ. 〈Ιφ. .〉 Θο. ὡς εἰκότως σε πᾶσα θαυμάζει πόλις. | |
1215 | Ιφ. σὺ δὲ μένων αὐτοῦ πρὸ ναῶν τῆι θεῶι Θο. τί χρῆμα δρῶ; Ιφ. ἅγνισον πυρσῶι μέλαθρον. Θο. καθαρὸν ὡς μόληις πάλιν. Ιφ. ἡνίκ’ ἂν δ’ ἔξω περῶσιν οἱ ξένοι Θο. τί χρή με δρᾶν; Ιφ. πέπλον ὀμμάτων προθέσθαι. Θο. μὴ †παλαμναῖον λάβω†. Ιφ. ἢν δ’ ἄγαν δοκῶ χρονίζειν Θο. τοῦδ’ ὅρος τίς ἐστί μοι; | |
1220 | Ιφ. θαυμάσηις μηδέν. Θο. τὰ τῆς θεοῦ πρᾶσς’ ἐπὶ σχολῆς καλῶς. Ιφ. εἰ γὰρ ὡς θέλω καθαρμὸς ὅδε πέσοι. Θο. συνεύχομαι. Ιφ. τούσδ’ ἄρ’ ἐκβαίνοντας ἤδη δωμάτων ὁρῶ ξένους καὶ θεᾶς κόσμους νεογνούς τ’ ἄρνας, ὡς φόνωι φόνον μυσαρὸν ἐκνίψω, σέλας τε λαμπάδων τά τ’ ἄλλ’ ὅσα | |
1225 | προυθέμην ἐγὼ ξένοισι καὶ θεᾶι καθάρσια. ἐκποδὼν δ’ αὐδῶ πολίταις τοῦδ’ ἔχειν μιάσματος, εἴ τις ἢ ναῶν πυλωρὸς χεῖρας ἁγνεύει θεοῖς ἢ γάμον στείχει συνάψων ἢ τόκοις βαρύνεται· | |
φεύγετ’, ἐξίστασθε, μή τωι προσπέσηι μύσος τόδε. | 292 | |
1230 | ὦ Διὸς Λητοῦς τ’ ἄνασσα παρθέν’, ἢν νίψω φόνον τῶνδε καὶ θύσωμεν οὗ χρή, καθαρὸν οἰκήσεις δόμον, εὐτυχεῖς δ’ ἡμεῖς ἐσόμεθα. τἄλλα δ’ οὐ λέγους’ ὅμως τοῖς τὰ πλείον’ εἰδόσιν θεοῖς σοί τε σημαίνω, θεά. Χο. εὔπαις ὁ Λατοῦς γόνος, | |
1235 | ὅν ποτε Δηλιάσιν καρποφόροις γυάλοις 〈ἔτικτε〉, χρυσοκόμαν ἐν κιθάραι σοφόν, ὅστ’ ἐπὶ τόξων | |
1239 | εὐστοχίαι γάνυται· φέρε 〈δ’〉 ἶνιν | |
1240 | ἀπὸ δειράδος εἰναλίας λοχεῖα κλεινὰ λιποῦσα μά‐ τηρ τὰν ἀστάκτων ὑδάτων 〈συμ〉βακχεύουσαν Διονύ‐ σωι Παρνάσιον κορυφάν, | |
1245 | ὅθι ποικιλόνωτος οἰνωπὸς δράκων σκιερᾶι κάτεχ’ ἄλσος εὔφυλλον δάφναι, | |
1249 | γᾶς πελώριον τέρας, †ἀμφέπει μαντεῖον χθόνιον†. | |
(1250) | ἔτι νιν ἔτι βρέφος, ἔτι φίλας ἐπὶ ματέρος ἀγκάλαισι θρώισκων | |
ἔκανες, ὦ Φοῖβε, μαντείων δ’ ἐπέβας ζαθέων τρίποδί τ’ ἐν χρυσέωι θάσσεις, ἐν ἀψευδεῖ θρόνωι | 293 | |
1255 | μαντείας βροτοῖς θεσφάτων νέμων ἀδύτων ὕπο, Κασταλίας ῥεέθρων γείτων, μέσον γᾶς ἔχων μέλαθρον. | |
1259 | Θέμιν δ’ ἐπεὶ Γαΐων | |
1260 | παῖδ’ ἀπενάσσατο 〈 〉 ἀπὸ ζαθέων χρηστηρίων, νύχια | |
1263 | Χθὼν ἐτεκνώσατο φάσματ’ ὀ〈νείρων〉, οἳ πόλεσιν μερόπων τά τε πρῶτα | |
1265 | τά τ’ ἔπειθ’, ὅς’ ἔμελλε τυχεῖν, ὕπνωι κατὰ δνοφερὰς χαμεύ‐ νας ἔφραζον· Γαῖα δὲ τὰν μαντείων ἀφείλετο τι‐ μὰν Φοῖβον φθόνωι θυγατρός. | |
1270 | ταχύπους δ’ ἐς Ὄλυμπον ὁρμαθεὶς ἄναξ χέρα παιδνὸν ἕλιξεν ἐκ Διὸς θρόνων, Πυθίων δόμων χθονίαν ἀφελεῖν μῆνιν θεᾶς. γέλασε δ’ ὅτι τέκος ἄφαρ ἔβα | |
1275 | πολύχρυσα θέλων λατρεύματα σχεῖν· ἐπὶ δ’ ἔσεισεν κόμαν παῦσαι νυχίους ἐνοπάς, | 294 |
1279 | ὑπὸ δ’ ἀλαθοσύναν νυκτωπὸν ἐξεῖλεν βροτῶν, | |
1280 | καὶ τιμὰς πάλιν θῆκε Λοξίαι πολυάνορί τ’ ἐν ξενόεντι θρόνωι θάρση βροτοῖς | |
1283 | θεσφάτων ἀοιδαῖς. ΑΓΓΕΛΟΣ | |
1284 | ὦ ναοφύλακες βώμιοί τ’ ἐπιστάται, | |
1285 | Θόας ἄναξ γῆς τῆσδε ποῦ κυρεῖ βεβώς; καλεῖτ’ ἀναπτύξαντες εὐγόμφους πύλας ἔξω μελάθρων τῶνδε κοίρανον χθονός. Χο. τί δ’ ἔστιν, εἰ χρὴ μὴ κελευσθεῖσαν λέγειν; Αγ. βεβᾶσι φροῦδοι δίπτυχοι νεανίαι | |
1290 | Ἀγαμεμνονείας παιδὸς ἐκ βουλευμάτων φεύγοντες ἐκ γῆς τῆσδε καὶ σεμνὸν βρέτας λαβόντες ἐν κόλποισιν Ἑλλάδος νεώς. Χο. ἄπιστον εἶπας μῦθον· ὃν δ’ ἰδεῖν θέλεις ἄνακτα χώρας, φροῦδος ἐκ ναοῦ συθείς. | |
1295 | Αγ. ποῖ; δεῖ γὰρ αὐτὸν εἰδέναι τὰ δρώμενα. Χο. οὐκ ἴσμεν· ἀλλὰ στεῖχε καὶ δίωκέ νιν ὅπου κυρήσας τούσδ’ ἀπαγγελεῖς λόγους. Αγ. ὁρᾶτ’ ἄπιστον ὡς γυναικεῖον γένος· μέτεστι χὐμῖν τῶν πεπραγμένων μέρος. | |
(1300) | Χο. μαίνηι· τί δ’ ἡμῖν τῶν ξένων δρασμοῦ μέτα; | |
οὐκ εἶ κρατούντων πρὸς πύλας ὅσον τάχος; Αγ. οὔ, πρίν γ’ ἂν εἴπηι τοὔπος ἑρμηνεὺς τόδε, εἴτ’ ἔνδον εἴτ’ οὐκ ἔνδον ἀρχηγὸς χθονός. ὠή, χαλᾶτε κλῆιθρα, τοῖς ἔνδον λέγω, | 295 | |
1305 | καὶ δεσπότηι σημήναθ’ οὕνεκ’ ἐν πύλαις πάρειμι, καινῶν φόρτον ἀγγέλλων κακῶν. Θο. τίς ἀμφὶ δῶμα θεᾶς τόδ’ ἵστησιν βοήν, πύλας ἀράξας καὶ ψόφον πέμψας ἔσω; Αγ. †ψευδῶς ἔλεγον αἵδε καί μ’† ἀπήλαυνον δόμων, | |
1310 | ὡς ἐκτὸς εἴης· σὺ δὲ κατ’ οἶκον ἦσθ’ ἄρα. Θο. τί προσδοκῶσαι κέρδος ἢ θηρώμεναι; Αγ. αὖθις τὰ τῶνδε σημανῶ· τὰ δ’ ἐν ποσὶν παρόντ’ ἄκουσον. ἡ νεᾶνις ἣ ’νθάδε βωμοῖς παρίστατ’, Ἰφιγένει’, ἔξω χθονὸς | |
1315 | σὺν τοῖς ξένοισιν οἴχεται, σεμνὸν θεᾶς ἄγαλμ’ ἔχουσα· δόλια δ’ ἦν καθάρματα. Θο. πῶς φήις; τί πνεῦμα συμφορᾶς κεκτημένη; Αγ. σώιζους’ Ὀρέστην· τοῦτο γὰρ σὺ θαυμάσηι. Θο. τὸν ποῖον; ἆρ’ ὃν Τυνδαρὶς τίκτει κόρη; | |
1320 | Αγ. ὃν τοῖσδε βωμοῖς θεὰ καθωσιώσατο. Θο. ὦ θαῦμα· πῶς σε μεῖζον ὀνομάσας τύχω; Αγ. μὴ ’νταῦθα τρέψηις σὴν φρέν’, ἀλλ’ ἄκουέ μου· σαφῶς δ’ ἀθρήσας καὶ κλύων ἐκφρόντισον διωγμὸν ὅστις τοὺς ξένους θηράσεται. | |
1325 | Θο. λέγ’· εὖ γὰρ εἶπας· οὐ γὰρ ἀγχίπλουν πόρον φεύγουσιν, ὥστε διαφυγεῖν τοὐμὸν δόρυ. | |
Αγ. ἐπεὶ πρὸς ἀκτὰς ἤλθομεν θαλασσίας, οὗ ναῦς Ὀρέστου κρύφιος ἦν ὡρμισμένη, ἡμᾶς μέν, οὓς σὺ δεσμὰ συμπέμπεις ξένων | 296 | |
1330 | ἔχοντας, ἐξένευς’ ἀποστῆναι πρόσω Ἀγαμέμνονος παῖς, ὡς ἀπόρρητον φλόγα θύουσα καὶ καθαρμὸν ὃν μετώιχετο, αὐτὴ δ’ ὄπισθε δέσμ’ ἔχουσα τοῖν ξένοιν ἔστειχε χερσί. καὶ τάδ’ ἦν ὕποπτα μέν, | |
1335 | ἤρεσκε μέντοι σοῖσι προσπόλοις, ἄναξ. χρόνωι δ’, ἵν’ ἡμῖν δρᾶν τι δὴ δοκοῖ πλέον, ἀνωλόλυξε καὶ κατῆιδε βάρβαρα μέλη μαγεύους’, ὡς φόνον νίζουσα δή. ἐπεὶ δὲ δαρὸν ἦμεν ἥμενοι χρόνον, | |
1340 | ἐσῆλθεν ἡμᾶς μὴ λυθέντες οἱ ξένοι κτάνοιεν αὐτὴν δραπέται τ’ οἰχοίατο. φόβωι δ’ ἃ μὴ χρῆν εἰσορᾶν καθήμεθα σιγῆι· τέλος δὲ πᾶσιν ἦν αὑτὸς λόγος, στείχειν ἵν’ ἦσαν, καίπερ οὐκ ἐωμένοις. | |
1345 | κἀνταῦθ’ ὁρῶμεν Ἑλλάδος νεὼς σκάφος †ταρσῶι κατήρει πίτυλον ἐπτερωμένον†, ναύτας τε πεντήκοντ’ ἐπὶ σκαλμῶν πλάτας ἔχοντας, ἐκ δεσμῶν δὲ τοὺς νεανίας ἐλευθέρους πρύμνηθεν ἑστῶτας νεώς. | |
(1350) | κοντοῖς δὲ πρῶιραν εἶχον, οἱ δ’ ἐπωτίδων | |
ἄγκυραν ἐξανῆπτον, οἱ δὲ κλίμακας σπεύδοντες ἦγον διὰ χερῶν πρύμνης τ’ ἄπο πόντωι διδόντες τῆι ξένηι καθίεσαν. ἡμεῖς δ’ ἀφειδήσαντες, ὡς ἐσείδομεν | 297 | |
1355 | δόλια τεχνήματ’, εἰχόμεσθα τῆς ξένης πρυμνησίων τε, καὶ δι’ εὐθυντηρίας οἴακας ἐξηιροῦμεν εὐπρύμνου νεώς. λόγοι δ’ ἐχώρουν· Τίνι λόγωι πορθμεύετε κλέπτοντες ἐκ γῆς ξόανα καὶ θυηπόλους; | |
1360 | τίνος τίς ὢν 〈σὺ〉 τήνδ’ ἀπεμπολᾶις χθονός; ὁ δ’ εἶπ’· Ὀρέστης, τῆσδ’ ὅμαιμος, ὡς μάθηις, Ἀγαμέμνονος παῖς, τήνδ’ ἐμὴν κομίζομαι λαβὼν ἀδελφήν, ἣν ἀπώλες’ ἐκ δόμων. ἀλλ’ οὐδὲν ἧσσον εἰχόμεσθα τῆς ξένης | |
1365 | καὶ πρὸς ς’ ἕπεσθαι διεβιαζόμεσθά νιν. ὅθεν τὰ δεινὰ πλήγματ’ ἦν γενειάδων· κεῖνοί τε γὰρ σίδηρον οὐκ εἶχον χεροῖν ἡμεῖς τε, πυγμαὶ δ’ ἦσαν ἐγκροτούμεναι καὶ κῶλ’ ἀπ’ ἀμφοῖν τοῖν νεανίαιν ἅμα | |
1370 | ἐς πλευρὰ καὶ πρὸς ἧπαρ ἠκοντίζετο, ὥστε ξυναλγεῖν καὶ συναποκαμεῖν μέλη. δεινοῖς δὲ σημάντροισιν ἐσφραγισμένοι ἐφεύγομεν πρὸς κρημνόν, οἱ μὲν ἐν κάραι κάθαιμ’ ἔχοντες τραύμαθ’, οἱ δ’ ἐν ὄμμασιν· | |
1375 | ὄχθοις δ’ ἐπισταθέντες εὐλαβεστέρως ἐμαρνάμεσθα καὶ πέτροις ἐβάλλομεν. ἀλλ’ εἶργον ἡμᾶς τοξόται πρύμνης ἔπι | |
σταθέντες ἰοῖς, ὥστ’ ἀναστεῖλαι πρόσω. κἀν τῶιδε (δεινὸς γὰρ κλύδων ὤκειλε ναῦν | 298 | |
1380 | πρὸς γῆν, φόβος δ’ ἦν 〈παρθένωι〉 τέγξαι πόδα) λαβὼν Ὀρέστης ὦμον εἰς ἀριστερόν, βὰς ἐς θάλασσαν κἀπὶ κλίμακος θορών, ἔθηκ’ ἀδελφήν 〈τ’〉 ἐντὸς εὐσέλμου νεὼς τό τ’ οὐρανοῦ πέσημα, τῆς Διὸς κόρης | |
1385 | ἄγαλμα. ναὸς 〈δ’〉 ἐκ μέσης ἐφθέγξατο βοή τις· Ὦ γῆς Ἑλλάδος ναύτης λεώς, λάβεσθε κώπης ῥόθιά τ’ ἐκλευκαίνετε· ἔχομεν γὰρ ὧνπερ οὕνεκ’ ἄξενον πόρον Συμπληγάδων ἔσωθεν εἰσεπλεύσαμεν. | |
1390 | οἱ δὲ στεναγμὸν ἡδὺν ἐκβρυχώμενοι ἔπαισαν ἅλμην. ναῦς δ’, ἕως μὲν ἐντὸς ἦν λιμένος, ἐχώρει στόμια, διαπερῶσα δὲ λάβρωι κλύδωνι συμπεσοῦς’ ἠπείγετο· δεινὸς γὰρ ἐλθὼν ἄνεμος ἐξαίφνης νεὼς | |
1395 | ὠθεῖ παλίμπρυμν’ ἱστί’· οἱ δ’ ἐκαρτέρουν πρὸς κῦμα λακτίζοντες· ἐς δὲ γῆν πάλιν κλύδων παλίρρους ἦγε ναῦν. σταθεῖσα δὲ | |
Ἀγαμέμνονος παῖς ηὔξατ’· Ὦ Λητοῦς κόρη, σῶσόν με τὴν σὴν ἱερέαν πρὸς Ἑλλάδα | 299 | |
(1400) | ἐκ βαρβάρου γῆς καὶ κλοπαῖς σύγγνωθ’ ἐμαῖς. φιλεῖς δὲ καὶ σὺ σὸν κασίγνητον, θεά· φιλεῖν δὲ κἀμὲ τοὺς ὁμαίμονας δόκει. ναῦται δ’ ἐπευφήμησαν εὐχαῖσιν κόρης παιᾶνα, γυμνὰς ἐκ 〈πέπλων〉 ἐπωμίδας | |
1405 | κώπηι προσαρμόσαντες ἐκ κελεύσματος. μᾶλλον δὲ μᾶλλον πρὸς πέτρας ἤιει σκάφος· χὠ μέν τις ἐς θάλασσαν ὡρμήθη ποσίν, ἄλλος δὲ πλεκτὰς ἐξανῆπτεν ἀγκύλας. κἀγὼ μὲν εὐθὺς πρὸς σὲ δεῦρ’ ἀπεστάλην, | |
1410 | σοὶ τὰς ἐκεῖθεν σημανῶν, ἄναξ, τύχας. ἀλλ’ ἕρπε, δεσμὰ καὶ βρόχους λαβὼν χεροῖν· εἰ μὴ γὰρ οἶδμα νήνεμον γενήσεται, οὐκ ἔστιν ἐλπὶς τοῖς ξένοις σωτηρίας. πόντου δ’ ἀνάκτωρ Ἴλιόν τ’ ἐπισκοπεῖ | |
1415 | σεμνὸς Ποσειδῶν, Πελοπίδαις ἐναντίος, καὶ νῦν παρέξει τὸν Ἀγαμέμνονος γόνον σοὶ καὶ πολίταις, ὡς ἔοικεν, ἐν χεροῖν λαβεῖν ἀδελφήν θ’, ἣ φόνου τοῦ ’ν Αὐλίδι ἀμνημόνευτος θεὰν προδοῦς’ ἁλίσκεται. | |
1420 | Χο. ὦ τλῆμον Ἰφιγένεια, συγγόνου μέτα θανῆι πάλιν μολοῦσα δεσποτῶν χέρας. Θο. ὦ πάντες ἀστοὶ τῆσδε βαρβάρου χθονός, οὐκ εἶα πώλοις ἐμβαλόντες ἡνίας παράκτιοι δραμεῖσθε κἀκβολὰς νεὼς | |
1425 | Ἑλληνίδος δέξεσθε, σὺν δὲ τῆι θεῶι σπεύδοντες ἄνδρας δυσσεβεῖς θηράσετε, οἱ δ’ ὠκυπόμπους ἕλξετ’ ἐς πόντον πλάτας, ὡς ἐκ θαλάσσης ἔκ τε γῆς ἱππεύμασιν λαβόντες αὐτοὺς ἢ κατὰ στύφλου πέτρας | 300 |
1430 | ῥίψωμεν ἢ σκόλοψι πήξωμεν δέμας; ὑμᾶς δὲ τὰς τῶνδ’ ἴστορας βουλευμάτων, γυναῖκες, αὖθις, ἡνίκ’ ἂν σχολὴν λάβω, ποινασόμεσθα· νῦν δὲ τὴν προκειμένην σπουδὴν ἔχοντες οὐ μενοῦμεν ἥσυχοι. | |
1435 | ΑΘΗΝΑ | |
1435 | ποῖ ποῖ διωγμὸν τόνδε πορθμεύεις, ἄναξ Θόας; ἄκουσον τῆσδ’ Ἀθηναίας λόγους. παῦσαι διώκων ῥεῦμά τ’ ἐξορμῶν στρατοῦ· πεπρωμένον γὰρ θεσφάτοισι Λοξίου δεῦρ’ ἦλθ’ Ὀρέστης, τόν τ’ Ἐρινύων χόλον | |
1440 | φεύγων ἀδελφῆς τ’ Ἄργος ἐσπέμψων δέμας ἄγαλμά θ’ ἱερὸν εἰς ἐμὴν ἄξων χθόνα, | |
1441b | τῶν νῦν παρόντων πημάτων ἀναψυχάς. | |
1442 | πρὸς μὲν ς’ ὅδ’ ἡμῖν μῦθος· ὃν δ’ ἀποκτενεῖν δοκεῖς Ὀρέστην ποντίωι λαβὼν σάλωι, ἤδη Ποσειδῶν χάριν ἐμὴν ἀκύμονα | |
1445 | πόντου τίθησι νῶτα πορθμεύειν πλάτην. μαθὼν δ’, Ὀρέστα, τὰς ἐμὰς ἐπιστολὰς (κλύεις γὰρ αὐδὴν καίπερ οὐ παρὼν θεᾶς), χώρει λαβὼν ἄγαλμα σύγγονόν τε σήν. | |
ὅταν δ’ Ἀθήνας τὰς θεοδμήτους μόληις, | 301 | |
(1450) | χῶρός τις ἔστιν Ἀτθίδος πρὸς ἐσχάτοις ὅροισι, γείτων δειράδος Καρυστίας, ἱερός· Ἁλάς νιν οὑμὸς ὀνομάζει λεώς. ἐνταῦθα τεύξας ναὸν ἵδρυσαι βρέτας, ἐπώνυμον γῆς Ταυρικῆς πόνων τε σῶν, | |
1455 | οὓς ἐξεμόχθεις περιπολῶν καθ’ Ἑλλάδα οἴστροις Ἐρινύων. Ἄρτεμιν δέ νιν βροτοὶ τὸ λοιπὸν ὑμνήσουσι Ταυροπόλον θεάν. νόμον τε θὲς τόνδ’· ὅταν ἑορτάζηι λεώς, τῆς σῆς σφαγῆς ἄποιν’ ἐπισχέτω ξίφος | |
1460 | δέρηι πρὸς ἀνδρὸς αἷμά τ’ ἐξανιέτω, ὁσίας ἕκατι θεά θ’ ὅπως τιμὰς ἔχηι. σε δ’ ἀμφὶ σεμνάς, Ἰφιγένεια, λείμακας Βραυρωνίας δεῖ τῆιδε κληιδουχεῖν θεᾶι· οὗ καὶ τεθάψηι κατθανοῦσα, καὶ πέπλων | |
1465 | ἄγαλμά σοι θήσουσιν εὐπήνους ὑφάς, ἃς ἂν γυναῖκες ἐν τόκοις ψυχορραγεῖς λίπως’ ἐν οἴκοις. τάσδε δ’ ἐκπέμπειν χθονὸς Ἑλληνίδας γυναῖκας ἐξεφίεμαι γνώμης δικαίας οὕνεκ’. ἐξέσωσα δὲ | |
1470 | καὶ πρίν ς’ Ἀρείοις ἐν πάγοις ψήφους ἴσας κρίνας’, Ὀρέστα· καὶ νόμισμ’ ἔσται τόδε, νικᾶν ἰσήρεις ὅστις ἂν ψήφους λάβηι. ἀλλ’ ἐκκομίζου σὴν κασιγνήτην χθονός, | |
Ἀγαμέμνονος παῖ. καὶ σὺ μὴ θυμοῦ, Θόας. | 302 | |
1475 | Θο. ἄνασς’ Ἀθάνα, τοῖσι τῶν θεῶν λόγοις ὅστις κλύων ἄπιστος, οὐκ ὀρθῶς φρονεῖ. ἐγὼ δ’ Ὀρέστηι τ’, εἰ φέρων βρέτας θεᾶς βέβηκ’, ἀδελφῆι τ’ οὐχὶ θυμοῦμαι· τί γάρ; [πρὸς τοὺς σθένοντας θεοὺς ἁμιλλᾶσθαι καλόν;] | |
1480 | ἴτωσαν ἐς σὴν σὺν θεᾶς ἀγάλματι γαῖαν, καθιδρύσαιντό τ’ εὐτυχῶς βρέτας. πέμψω δὲ καὶ τάσδ’ Ἑλλάδ’ εἰς εὐδαίμονα γυναῖκας, ὥσπερ σὸν κέλευσμ’ ἐφίεται. παύσω δὲ λόγχην ἣν ἐπαίρομαι ξένοις | |
1485 | νεῶν τ’ ἐρετμά, σοὶ τάδ’ ὡς δοκεῖ, θεά. Αθ. αἰνῶ· τὸ γὰρ χρεὼν σοῦ τε καὶ θεῶν κρατεῖ. ἴτ’, ὦ πνοαί, ναυσθλοῦτε τὸν Ἀγαμέμνονος παῖδ’ εἰς Ἀθήνας· συμπορεύσομαι δ’ ἐγὼ σώιζους’ ἀδελφῆς τῆς ἐμῆς σεμνὸν βρέτας. | |
1490 | Χο. ἴτ’ ἐπ’ εὐτυχίαι τῆς σωιζομένης μοίρας εὐδαίμονες ὄντες. ἀλλ’, ὦ σεμνὴ παρά τ’ ἀθανάτοις καὶ παρὰ θνητοῖς, Παλλὰς Ἀθάνα, δράσομεν οὕτως ὡς σὺ κελεύεις. | |
1495 | μάλα γὰρ τερπνὴν κἀνέλπιστον | |
φήμην ἀκοαῖσι δέδεγμαι. [ὦ μέγα σεμνὴ Νίκη, τὸν ἐμὸν βίοτον κατέχοις | 303 | |
καὶ μὴ λήγοις στεφανοῦσα.] | 304 |