TLG 0006 044 :: EURIPIDES :: Troiades

EURIPIDES Trag.
(Atheniensis: 5 B.C.)

Cf. et EURIPIDIS EPISTULAE (1367)
Vita et scholia: Cf. SCHOLIA IN EURIPIDEM (5023)

Troiades

Source: Diggle, J. (ed.), Euripidis fabulae, vol. 2. Oxford: Clarendon Press, 1981: 181–240.

Citation: (Line)

tΤΡΩΙΑΔΕΣ
1ΠΟΣΕΙΔΩΝ
1ἥκω λιπὼν Αἰγαῖον ἁλμυρὸν βάθος πόντου Ποσειδῶν, ἔνθα Νηρήιδων χοροὶ κάλλιστον ἴχνος ἐξελίσσουσιν ποδός. ἐξ οὗ γὰρ ἀμφὶ τήνδε Τρωϊκὴν χθόνα
5Φοῖβός τε κἀγὼ λαΐνους πύργους πέριξ ὀρθοῖσιν ἔθεμεν κανόσιν, οὔποτ’ ἐκ φρενῶν εὔνοι’ ἀπέστη τῶν ἐμῶν Φρυγῶν πόλει· ἣ νῦν καπνοῦται καὶ πρὸς Ἀργείου δορὸς ὄλωλε πορθηθεῖς’. ὁ γὰρ Παρνάσιος
10Φωκεὺς Ἐπειὸς μηχαναῖσι Παλλάδος ἐγκύμον’ ἵππον τευχέων συναρμόσας πύργων ἔπεμψεν ἐντός, ὀλέθριον βάρος. [ὅθεν πρὸς ἀνδρῶν ὑστέρων κεκλήσεται δούρειος ἵππος, κρυπτὸν ἀμπισχὼν δόρυ.]
15ἔρημα δ’ ἄλση καὶ θεῶν ἀνάκτορα φόνωι καταρρεῖ· πρὸς δὲ κρηπίδων βάθροις πέπτωκε Πρίαμος Ζηνὸς ἑρκείου θανών.
πολὺς δὲ χρυσὸς Φρύγιά τε σκυλεύματα πρὸς ναῦς Ἀχαιῶν πέμπεται· μένουσι δὲ181
20πρύμνηθεν οὖρον, ὡς δεκασπόρωι χρόνωι ἀλόχους τε καὶ τέκν’ εἰσίδωσιν ἄσμενοι, οἳ τήνδ’ ἐπεστράτευσαν Ἕλληνες πόλιν. ἐγὼ δέ (νικῶμαι γὰρ Ἀργείας θεοῦ Ἥρας Ἀθάνας θ’, αἳ συνεξεῖλον Φρύγας)
25λείπω τὸ κλεινὸν Ἴλιον βωμούς τ’ ἐμούς· ἐρημία γὰρ πόλιν ὅταν λάβηι κακή, νοσεῖ τὰ τῶν θεῶν οὐδὲ τιμᾶσθαι θέλει. πολλοῖς δὲ κωκυτοῖσιν αἰχμαλωτίδων βοᾶι Σκάμανδρος δεσπότας κληρουμένων.
30καὶ τὰς μὲν Ἀρκάς, τὰς δὲ Θεσσαλὸς λεὼς εἴληχ’ Ἀθηναίων τε Θησεῖδαι πρόμοι. ὅσαι δ’ ἄκληροι Τρωιάδων, ὑπὸ στέγαις ταῖσδ’ εἰσί, τοῖς πρώτοισιν ἐξηιρημέναι στρατοῦ, σὺν αὐταῖς δ’ ἡ Λάκαινα Τυνδαρὶς
35Ἑλένη, νομισθεῖς’ αἰχμάλωτος ἐνδίκως. τὴν δ’ ἀθλίαν τήνδ’ εἴ τις εἰσορᾶν θέλει, πάρεστιν Ἑκάβη κειμένη πυλῶν πάρος, δάκρυα χέουσα πολλὰ καὶ πολλῶν ὕπερ· ἧι παῖς μὲν ἀμφὶ μνῆμ’ Ἀχιλλείου τάφου
40λάθραι τέθνηκε τλημόνως Πολυξένη· φροῦδος δὲ Πρίαμος καὶ τέκν’· ἣν δὲ παρθένον μεθῆκ’ Ἀπόλλων δρομάδα Κασσάνδραν ἄναξ, τὸ τοῦ θεοῦ τε παραλιπὼν τό τ’ εὐσεβὲς γαμεῖ βιαίως σκότιον Ἀγαμέμνων λέχος.
45 ἀλλ’, ὦ ποτ’ εὐτυχοῦσα, χαῖρέ μοι, πόλις ξεστόν τε πύργωμ’· εἴ σε μὴ διώλεσεν Παλλὰς Διὸς παῖς, ἦσθ’ ἂν ἐν βάθροις ἔτι. ΑΘΗΝΑ182
48ἔξεστι τὸν γένει μὲν ἄγχιστον πατρὸς μέγαν τε δαίμον’ ἐν θεοῖς τε τίμιον,

(50)

λύσασαν ἔχθραν τὴν πάρος, προσεννέπειν; Πο. ἔξεστιν· αἱ γὰρ συγγενεῖς ὁμιλίαι, ἄνασς’ Ἀθάνα, φίλτρον οὐ σμικρὸν φρενῶν. Αθ. ἐπήινες’ ὀργὰς ἠπίους· φέρω δὲ σοὶ κοινοὺς ἐμαυτῆι τ’ ἐς μέσον λόγους, ἄναξ.
55Πο. μῶν ἐκ θεῶν του καινὸν ἀγγέλλεις ἔπος, ἢ Ζηνὸς ἢ καὶ δαιμόνων τινὸς πάρα; Αθ. οὔκ, ἀλλὰ Τροίας οὕνεκ’, ἔνθα βαίνομεν, πρὸς σὴν ἀφῖγμαι δύναμιν, ὡς κοινὴν λάβω. Πο. οὔ πού νιν, ἔχθραν τὴν πρὶν ἐκβαλοῦσα, νῦν
60 ἐς οἶκτον ἦλθες πυρὶ κατηιθαλωμένην; Αθ. ἐκεῖσε πρῶτ’ ἄνελθε· κοινώσηι λόγους καὶ συνθελήσεις ἃν ἐγὼ πρᾶξαι θέλω; Πο. μάλιστ’· ἀτὰρ δὴ καὶ τὸ σὸν θέλω μαθεῖν· πότερον Ἀχαιῶν ἦλθες οὕνεκ’ ἢ Φρυγῶν;
65Αθ. τοὺς μὲν πρὶν ἐχθροὺς Τρῶας εὐφρᾶναι θέλω, στρατῶι δ’ Ἀχαιῶν νόστον ἐμβαλεῖν πικρόν. Πο. τί δ’ ὧδε πηδᾶις ἄλλοτ’ εἰς ἄλλους τρόπους
μισεῖς τε λίαν καὶ φιλεῖς ὃν ἂν τύχηις; Αθ. οὐκ οἶσθ’ ὑβρισθεῖσάν με καὶ ναοὺς ἐμούς;183
70Πο. οἶδ’· ἡνίκ’ Αἴας εἷλκε Κασσάνδραν βίαι. Αθ. κοὐ δείν’ Ἀχαιῶν ἔπαθεν οὐδ’ ἤκους’ ὕπο. Πο. καὶ μὴν ἔπερσάν γ’ Ἴλιον τῶι σῶι σθένει. Αθ. τοιγάρ σφε σὺν σοὶ βούλομαι δρᾶσαι κακῶς. Πο. ἕτοιμ’ ἃ βούληι τἀπ’ ἐμοῦ. δράσεις δὲ τί;
75Αθ. δύσνοστον αὐτοῖς νόστον ἐμβαλεῖν θέλω. Πο. ἐν γῆι μενόντων ἢ καθ’ ἁλμυρὰν ἅλα; Αθ. ὅταν πρὸς οἴκους ναυστολῶς’ ἀπ’ Ἰλίου. καὶ Ζεὺς μὲν ὄμβρον καὶ χάλαζαν ἄσπετον πέμψει δνοφώδη τ’ αἰθέρος φυσήματα·
80ἐμοὶ δὲ δώσειν φησὶ πῦρ κεραύνιον, βάλλειν Ἀχαιοὺς ναῦς τε πιμπράναι πυρί. σὺ δ’ αὖ, τὸ σόν, παράσχες Αἰγαῖον πόρον τρικυμίαις βρέμοντα καὶ δίναις ἁλός, πλῆσον δὲ νεκρῶν κοῖλον Εὐβοίας μυχόν,
85 ὡς ἂν τὸ λοιπὸν τἄμ’ ἀνάκτορ’ εὐσεβεῖν εἰδῶς’ Ἀχαιοὶ θεούς τε τοὺς ἄλλους σέβειν. Πο. ἔσται τάδ’· ἡ χάρις γὰρ οὐ μακρῶν λόγων δεῖται· ταράξω πέλαγος Αἰγαίας ἁλός. ἀκταὶ δὲ Μυκόνου Δήλιοί τε χοιράδες
90Σκῦρός τε Λῆμνός θ’ αἱ Καφήρειοί τ’ ἄκραι πολλῶν θανόντων σώμαθ’ ἕξουσιν νεκρῶν. ἀλλ’ ἕρπ’ Ὄλυμπον καὶ κεραυνίους βολὰς λαβοῦσα πατρὸς ἐκ χερῶν καραδόκει,
ὅταν στράτευμ’ Ἀργεῖον ἐξιῆι κάλως.184
95 μῶρος δὲ θνητῶν ὅστις ἐκπορθεῖ πόλεις ναούς τε τύμβους θ’, ἱερὰ τῶν κεκμηκότων· ἐρημίαι δούς 〈σφ’〉 αὐτὸς ὤλεθ’ ὕστερον. ΕΚΑΒΗ
98ἄνα, δύσδαιμον· πεδόθεν κεφαλὴν ἐπάειρε δέρην 〈τ’〉· οὐκέτι Τροία

(100)

τάδε καὶ βασιλῆς ἐσμεν Τροίας. μεταβαλλομένου δαίμονος ἄνσχου. πλεῖ κατὰ πορθμόν, πλεῖ κατὰ δαίμονα, μηδὲ προσίστη πρῶιραν βιότου πρὸς κῦμα πλέουσα τύχαισιν.
105αἰαῖ αἰαῖ· τί γὰρ οὐ πάρα μοι μελέαι στενάχειν, ἧι πατρὶς ἔρρει καὶ τέκνα καὶ πόσις; ὦ πολὺς ὄγκος συστελλόμενος προγόνων, ὡς οὐδὲν ἄρ’ ἦσθα.
110τί με χρὴ σιγᾶν; τί δὲ μὴ σιγᾶν; τί δὲ θρηνῆσαι; δύστηνος ἐγὼ τῆς βαρυδαίμονος ἄρθρων κλίσεως, ὡς διάκειμαι,
νῶτ’ ἐν στερροῖς λέκτροισι ταθεῖς’.185
115οἴμοι κεφαλῆς, οἴμοι κροτάφων πλευρῶν θ’, ὥς μοι πόθος εἱλίξαι καὶ διαδοῦναι νῶτον ἄκανθάν τ’ εἰς ἀμφοτέρους τοίχους μελέων, ἐπιοῦς’ αἰεὶ δακρύων ἐλέγους.
120μοῦσα δὲ χαὔτη τοῖς δυστήνοις ἄτας κελαδεῖν ἀχορεύτους. πρῶιραι ναῶν, ὠκείαις Ἴλιον ἱερὰν αἳ κώπαις δι’ ἅλα πορφυροειδῆ καὶ
125λιμένας Ἑλλάδος εὐόρμους αὐλῶν παιᾶνι στυγνῶι συρίγγων τ’ εὐφθόγγων φωνᾶι βαίνουσαι †πλεκτὰν Αἰγύπτου παιδείαν ἐξηρτήσασθ’†,
130αἰαῖ, Τροίας ἐν κόλποις τὰν Μενελάου μετανισόμεναι στυγνὰν ἄλοχον, Κάστορι λώβαν τῶι τ’ Εὐρώται δύσκλειαν, ἃ σφάζει μὲν
135τὸν πεντήκοντ’ ἀροτῆρα τέκνων
†Πρίαμον, ἐμέ τε μελέαν Ἑκάβαν† ἐς τάνδ’ ἐξώκειλ’ ἄταν. ὤμοι, θάκους οἵους θάσσω, σκηναῖς ἐφέδρους Ἀγαμεμνονίαις.186
140δούλα δ’ ἄγομαι γραῦς ἐξ οἴκων πενθήρη κρᾶτ’ ἐκπορθηθεῖς’ οἰκτρῶς. ἀλλ’ ὦ τῶν χαλκεγχέων Τρώων ἄλοχοι μέλεαι
144†καὶ κόραι δύσνυμφαι†,
145 τύφεται Ἴλιον, αἰάζωμεν. μάτηρ δ’ ὡσεὶ πτανοῖς κλαγγὰν †ὄρνισιν ὅπως ἐξάρξω ’γὼ μολπὰν οὐ τὰν αὐτὰν† οἵαν ποτὲ δὴ

(150)

σκήπτρωι Πριάμου διερειδομένου ποδὸς ἀρχεχόρου πλαγαῖς Φρυγίους εὐκόμποις ἐξῆρχον θεούς. ΗΜΙΧΟΡΙΟΝ Αʹ
153Ἑκάβη, τί θροεῖς; τί δὲ θωΰσσεις; ποῖ λόγος ἥκει; διὰ γὰρ μελάθρων187
155 ἄιον οἴκτους οὓς οἰκτίζηι. διὰ δὲ στέρνων φόβος ἀίσσει Τρωιάσιν, αἳ τῶνδ’ οἴκων εἴσω δουλείαν αἰάζουσιν. Εκ. ὦ τέκν’, Ἀχαιῶν πρὸς ναῦς ἤδη
160 κινεῖται κωπήρης χείρ. Ημ. οἲ ’γώ, τί θέλους’; ἦ πού μ’ ἤδη ναυσθλώσουσιν πατρίας ἐκ γᾶς; Εκ. οὐκ οἶδ’, εἰκάζω δ’ ἄταν. Ημ. ἰὼ ἰώ.
165 μέλεαι, μόχθων ἐπακουσόμεναι, Τρωιάδες, ἐξορμίζεσθ’ οἴκων· στέλλους’ Ἀργεῖοι νόστον. Εκ. ἒ ἔ. μή νύν μοι τὰν
170ἐκβακχεύουσαν Κασσάνδραν, αἰσχύναν Ἀργείοισιν,
170πέμψητ’ ἔξω,
172μαινάδ’, ἐπ’ ἄλγεσι δ’ ἀλγυνθῶ. ἰὼ ἰώ.188
173Τροία Τροία δύσταν’, ἔρρεις, δύστανοι δ’ οἵ ς’ ἐκλείποντες
175 καὶ ζῶντες καὶ δμαθέντες. ΗΜΙΧΟΡΙΟΝ Βʹ
176οἴμοι. τρομερὰ σκηνὰς ἔλιπον τάσδ’ Ἀγαμέμνονος ἐπακουσομένα, βασίλεια, σέθεν· μή με κτείνειν δόξ’ Ἀργείων κεῖται μελέαν;
180 ἢ κατὰ πρύμνας ἤδη ναῦται στέλλονται κινεῖν κώπας; Εκ. ὦ τέκνον, ὀρθρεύουσαν ψυχὰν ἐκπληχθεῖς’ ἦλθον φρίκαι. Ημ. ἤδη τις ἔβα Δαναῶν κῆρυξ;
185 τῶι πρόσκειμαι δούλα τλάμων; Εκ. ἐγγύς που κεῖσαι κλήρου. Ημ. ἰὼ ἰώ.
187τίς μ’ Ἀργείων ἢ Φθιωτᾶν ἢ νησαίαν ἄξει χώραν δύστανον πόρσω Τροίας;
190Εκ. φεῦ φεῦ.189
190τῶι δ’ ἁ τλάμων ποῦ πᾶι γαίας δουλεύσω γραῦς, ὡς κηφήν, ἁ δειλαία, νεκροῦ μορφά,
193νεκύων ἀμενηνὸν ἄγαλμα, αἰαῖ αἰαῖ,
194τὰν παρὰ προθύροις φυλακὰν κατέχους’
195 ἢ παίδων θρέπτειρ’, ἃ Τροίας ἀρχαγοὺς εἶχον τιμάς; Χο. αἰαῖ αἰαῖ, ποίοις δ’ οἴκτοις τάνδ’ ἂν λύμαν ἐξαιάζοις; οὐκ Ἰδαίοις ἱστοῖς κερκίδα

(200)

δινεύους’ ἐξαλλάξω. νέατον τοκέων δώματα λεύσσω, νέατον· μόχθους 〈δ’〉 ἕξω κρείσσους, ἢ λέκτροις πλαθεῖς’ Ἑλλάνων (ἔρροι νὺξ αὕτα καὶ δαίμων)
205ἢ Πειρήνας ὑδρευομένα πρόσπολος οἰκτρὰ σεμνῶν ὑδάτων. τὰν κλεινὰν εἴθ’ ἔλθοιμεν Θησέως εὐδαίμονα χώραν.190
210μὴ γὰρ δὴ δίναν γ’ Εὐρώτα τάν 〈τ’〉 ἐχθίσταν θεράπναν Ἑλένας, ἔνθ’ ἀντάσω Μενέλαι δούλα, τῶι τᾶς Τροίας πορθητᾶι. τὰν Πηνειοῦ σεμνὰν χώραν,
215κρηπῖδ’ Οὐλύμπου καλλίσταν, ὄλβωι βρίθειν φάμαν ἤκους’ εὐθαλεῖ τ’ εὐκαρπείαι· τὰ δὲ δεύτερά μοι μετὰ τὰν ἱερὰν Θησέως ζαθέαν ἐλθεῖν χώραν.
220καὶ τὰν Αἰτναίαν Ἡφαίστου Φοινίκας ἀντήρη χώραν, Σικελῶν ὀρέων ματέρ’, ἀκούω καρύσσεσθαι στεφάνοις ἀρετᾶς, τάν τ’ ἀγχιστεύουσαν γᾶν
225†Ἰονίωι ναύται πόντωι†, ἃν ὑγραίνει καλλιστεύων
ὁ ξανθὰν χαίταν πυρσαίνων Κρᾶθις ζαθέαις παγαῖσι τρέφων εὔανδρόν τ’ ὀλβίζων γᾶν.191
230καὶ μὴν Δαναῶν ὅδ’ ἀπὸ στρατιᾶς κῆρυξ, νεοχμῶν μύθων ταμίας, στείχει ταχύπουν ἴχνος ἐξανύτων. τί φέρει; τί λέγει; δοῦλαι γὰρ δὴ Δωρίδος ἐσμὲν χθονὸς ἤδη.
235ΤΑΛΘΥΒΙΟΣ
235 Ἑκάβη, πυκνὰς γὰρ οἶσθά μ’ ἐς Τροίαν ὁδοὺς ἐλθόντα κήρυκ’ ἐξ Ἀχαιικοῦ στρατοῦ, ἐγνωσμένος δὴ καὶ πάροιθέ σοι, γύναι, Ταλθύβιος ἥκω καινὸν ἀγγελῶν λόγον. Εκ. †τόδε τόδε φίλαι γυναῖκες† ὃ φόβος ἦν πάλαι.
240Τα. ἤδη κεκλήρωσθ’, εἰ τόδ’ ἦν ὑμῖν φόβος. Εκ. αἰαῖ, τίν’ ἢ Θεσσαλίας πόλιν Φθιάδος εἶπας ἢ Καδμείας χθονός; Τα. κατ’ ἄνδρ’ ἑκάστη κοὐχ ὁμοῦ λελόγχατε.
244Εκ. τίν’ ἄρα τίς ἔλαχε; τίνα πότμος εὐτυχὴς192
245 Ἰλιάδων μένει; Τα. οἶδ’· ἀλλ’ ἕκαστα πυνθάνου, μὴ πάνθ’ ὁμοῦ. Εκ. τοὐμὸν τίς ἆρ’ ἔλαχε τέκος, ἔνεπε, τλάμονα Κασσάνδραν; Τα. ἐξαίρετόν νιν ἔλαβεν Ἀγαμέμνων ἄναξ.

(250)

Εκ. ἦ τᾶι Λακεδαιμονίαι νύμφαι δούλαν; ὤμοι μοι. Τα. οὔκ, ἀλλὰ λέκτρων σκότια νυμφευτήρια. Εκ. ἦ τὰν τοῦ Φοίβου παρθένον, ἇι γέρας ὁ χρυσοκόμας ἔδωκ’ ἄλεκτρον ζόαν;
255Τα. ἔρως ἐτόξευς’ αὐτὸν ἐνθέου κόρης. Εκ. ῥῖπτε, τέκνον, ζαθέους κλά‐
δας καὶ ἀπὸ χροὸς ἐνδυ‐
τῶν στεφέων ἱεροὺς στολμούς. Τα. οὐ γὰρ μέγ’ αὐτῆι βασιλικῶν λέκτρων τυχεῖν;
260Εκ. τί δ’ ὃ νεοχμὸν ἀπ’ ἐμέθεν ἐλάβετε τέκος, †ποῦ μοι†; Τα. Πολυξένην ἔλεξας ἢ τίν’ ἱστορεῖς; Εκ. ταύταν· τῶι πάλος ἔζευξεν; Τα. τύμβωι τέτακται προσπολεῖν Ἀχιλλέως.
265Εκ. ὤμοι ἐγώ· τάφωι πρόσπολον ἐτεκόμαν. ἀτὰρ τίς ὅδ’ ἦν νόμος ἢ τί
θέσμιον, ὦ φίλος, Ἑλλάνων; Τα. εὐδαιμόνιζε παῖδα σήν· ἔχει καλῶς. Εκ. τί τόδ’ ἔλακες;193
270 ἆρά μοι ἀέλιον λεύσσει; Τα. ἔχει πότμος νιν, ὥστ’ ἀπηλλάχθαι. πόνων. Εκ. τί δ’ ἁ τοῦ χαλκεομήστορος Ἕκτορος δάμαρ, Ἀνδρομάχα τάλαινα, τίν’ ἔχει τύχαν; Τα. καὶ τήνδ’ Ἀχιλλέως ἔλαβε παῖς ἐξαίρετον.
275Εκ. ἐγὼ δὲ τῶι πρόσπολος ἁ τριτοβάμονος δευομένα βάκτρου γεραιᾶι χερί; Τα. Ἰθάκης Ὀδυσσεὺς ἔλαχ’ ἄναξ δούλην ς’ ἔχειν. Εκ. ἒ ἔ. ἄρασσε κρᾶτα κούριμον,
280ἕλκ’ ὀνύχεσσι δίπτυχον παρειάν. ἰώ μοί μοι. μυσαρῶι δολίωι λέλογχα φωτὶ δουλεύειν, πολεμίωι δίκας, παρανόμωι δάκει,
285ὃς πάντα τἀκεῖθεν ἐνθάδ〈ε στρέφει, τὰ δ’〉 ἀντίπαλ’ αὖθις ἐκεῖσε
διπτύχωι γλώσσαι, φίλα τὰ πρότερ’ ἄφιλα τιθέμενος πάλιν. †γοᾶσθ’, ὦ Τρωιάδες, με.194
290βέβακα δύσποτμος οἴχομαι ἁ† τάλαινα δυστυχεστάτωι
291 προσέπεσον κλήρωι. Χο. τὸ μὲν σὸν οἶσθα, πότνια· τὰς δ’ ἐμὰς τύχας τίς ἆρ’ Ἀχαιῶν ἢ τίς Ἑλλήνων ἔχει; Τα. ἴτ’, ἐκκομίζειν δεῦρο Κασσάνδραν χρεὼν
295ὅσον τάχιστα, δμῶες, ὡς στρατηλάτηι ἐς χεῖρα δούς νιν εἶτα τὰς εἰληγμένας καὶ τοῖσιν ἄλλοις αἰχμαλωτίδων ἄγω. ἔα· τί πεύκης ἔνδον αἴθεται σέλας; πιμπρᾶσιν, ἢ τί δρῶσι, Τρωιάδες μυχούς,

(300)

ὡς ἐξάγεσθαι τῆσδε μέλλουσαι χθονὸς πρὸς Ἄργος, αὑτῶν τ’ ἐκπυροῦσι σώματα θανεῖν θέλουσαι; κάρτα τοι τοὐλεύθερον ἐν τοῖς τοιούτοις δυσλόφως φέρει κακά. ἄνοιγ’ ἄνοιγε, μὴ τὸ ταῖσδε πρόσφορον
305 ἐχθρὸν δ’ Ἀχαιοῖς εἰς ἔμ’ αἰτίαν βάληι. Εκ. οὐκ ἔστιν· οὐ πιμπρᾶσιν, ἀλλὰ παῖς ἐμὴ
μαινὰς θοάζει δεῦρο Κασσάνδρα δρόμωι. ΚΑΣΣΑΝΔΡΑ195
308ἄνεχε, πάρεχε, φῶς φέρε· σέβω φλέγω— ἰδοὺ ἰδού—
310λαμπάσι τόδ’ ἱερόν. ὦ Ὑμέναι’ ἄναξ· μακάριος ὁ γαμέτας, μακαρία δ’ ἐγὼ βασιλικοῖς λέκτροις κατ’ Ἄργος ἁ γαμουμένα. Ὑμὴν ὦ Ὑμέναι’ ἄναξ.
315ἐπεὶ σύ, μᾶτερ, †ἐπὶ δάκρυσι καὶ† γόοισι τὸν θανόντα πατέρα πατρίδα τε
318φίλαν καταστένους’ ἔχεις, ἐγὼ δ’ ἐπὶ γάμοις ἐμοῖς
320ἀναφλέγω πυρὸς φῶς ἐς αὐγάν, ἐς αἴγλαν, διδοῦς’, ὦ Ὑμέναιε, σοί, διδοῦς’, ὦ Ἑκάτα, φάος παρθένων ἐπὶ λέκτροις
324ἇι νόμος ἔχει.
325πάλλε πόδ’ αἰθέριον, 〈ἄναγ’〉 ἄναγε χορόν— εὐὰν εὐοῖ— ὡς ἐπὶ πατρὸς ἐμοῦ μακαριωτάταις τύχαις. ὁ χορὸς ὅσιος. ἄγε σὺ Φοῖβέ νιν· κατὰ σὸν ἐν δάφναις196
330ἀνάκτορον θυηπολῶ. Ὑμὴν ὦ Ὑμέναι’ Ὑμήν. χόρευε, μᾶτερ, χόρευμ’ ἄναγε, πόδα σὸν ἕλισσε τᾶιδ’ ἐκεῖσε μετ’ ἐμέθεν ποδῶν φέρουσα φιλτάταν βάσιν.
335βόασον ὑμέναιον ὢ μακαρίαις ἀοιδαῖς ἰαχαῖς τε νύμφαν. ἴτ’, ὦ καλλίπεπλοι Φρυγῶν κόραι, μέλπετ’ ἐμῶν γάμων
340τὸν πεπρωμένον εὐνᾶι
340 πόσιν ἐμέθεν. Χο. βασίλεια, βακχεύουσαν οὐ λήψηι κόρην, μὴ κοῦφον ἄρηι βῆμ’ ἐς Ἀργείων στρατόν; Εκ. Ἥφαιστε, δαιδουχεῖς μὲν ἐν γάμοις βροτῶν, ἀτὰρ λυγράν γε τήνδ’ ἀναιθύσσεις φλόγα
345ἔξω τε μεγάλων ἐλπίδων. οἴμοι, τέκνον,
ὡς οὐχ ὑπ’ αἰχμῆς 〈σ’〉 οὐδ’ ὑπ’ Ἀργείου δορὸς γάμους γαμεῖσθαι τούσδ’ ἐδόξαζόν ποτε. παράδος ἐμοὶ φῶς· οὐ γὰρ ὀρθὰ πυρφορεῖς μαινὰς θοάζους’, οὐδὲ σαῖς τύχαις, τέκνον,197

(350)

σεσωφρόνηκας ἀλλ’ ἔτ’ ἐν ταὐτῶι μένεις. ἐσφέρετε πεύκας δάκρυά τ’ ἀνταλλάσσετε τοῖς τῆσδε μέλεσι, Τρωιάδες, γαμηλίοις. Κα. μῆτερ, πύκαζε κρᾶτ’ ἐμὸν νικηφόρον καὶ χαῖρε τοῖς ἐμοῖσι βασιλικοῖς γάμοις·
355καὶ πέμπε, κἂν μὴ τἀμά σοι πρόθυμά γ’ ἦι ὤθει βιαίως· εἰ γὰρ ἔστι Λοξίας, Ἑλένης γαμεῖ με δυσχερέστερον γάμον ὁ τῶν Ἀχαιῶν κλεινὸς Ἀγαμέμνων ἄναξ. κτενῶ γὰρ αὐτὸν κἀντιπορθήσω δόμους
360ποινὰς ἀδελφῶν καὶ πατρὸς λαβοῦς’ ἐμοῦ. ἀλλ’ αὔτ’ ἐάσω· πέλεκυν οὐχ ὑμνήσομεν, ὃς ἐς τράχηλον τὸν ἐμὸν εἶσι χἀτέρων, μητροκτόνους τ’ ἀγῶνας, οὓς οὑμοὶ γάμοι θήσουσιν, οἴκων τ’ Ἀτρέως ἀνάστασιν.
365πόλιν δὲ δείξω τήνδε μακαριωτέραν ἢ τοὺς Ἀχαιούς, ἔνθεος μέν, ἀλλ’ ὅμως τοσόνδε γ’ ἔξω στήσομαι βακχευμάτων· οἳ διὰ μίαν γυναῖκα καὶ μίαν Κύπριν,
θηρῶντες Ἑλένην, μυρίους ἀπώλεσαν.198
370ὁ δὲ στρατηγὸς ὁ σοφὸς ἐχθίστων ὕπερ τὰ φίλτατ’ ὤλες’, ἡδονὰς τὰς οἴκοθεν τέκνων ἀδελφῶι δοὺς γυναικὸς οὕνεκα, καὶ ταῦθ’ ἑκούσης κοὐ βίαι λεληισμένης. ἐπεὶ δ’ ἐπ’ ἀκτὰς ἤλυθον Σκαμανδρίους,
375ἔθνηισκον, οὐ γῆς ὅρι’ ἀποστερούμενοι οὐδ’ ὑψίπυργον πατρίδ’· οὓς δ’ Ἄρης ἕλοι, οὐ παῖδας εἶδον, οὐ δάμαρτος ἐν χεροῖν πέπλοις συνεστάλησαν, ἐν ξένηι δὲ γῆι κεῖνται. τὰ δ’ οἴκοι τοῖσδ’ ὅμοι’ ἐγίγνετο·
380χῆραί γ’ ἔθνηισκον, οἱ δ’ ἄπαιδες ἐν δόμοις ἄλλως τέκν’ ἐκθρέψαντες· οὐδὲ πρὸς τάφοις ἔσθ’ ὅστις αὐτῶν αἶμα γῆι δωρήσεται. [ἦ τοῦδ’ ἐπαίνου τὸ στράτευμ’ ἐπάξιον. σιγᾶν ἄμεινον τἀισχρά, μηδὲ μοῦσά μοι
385γένοιτ’ ἀοιδὸς ἥτις ὑμνήσει κακά.] Τρῶες δὲ πρῶτον μέν, τὸ κάλλιστον κλέος, ὑπὲρ πάτρας ἔθνηισκον· οὓς δ’ ἕλοι δόρυ, νεκροί γ’ ἐς οἴκους φερόμενοι φίλων ὕπο ἐν γῆι πατρώιαι περιβολὰς εἶχον χθονός,
390χερσὶν περισταλέντες ὧν ἐχρῆν ὕπο· ὅσοι δὲ μὴ θάνοιεν ἐν μάχηι Φρυγῶν, ἀεὶ κατ’ ἦμαρ σὺν δάμαρτι καὶ τέκνοις
ὤικουν, Ἀχαιοῖς ὧν ἀπῆσαν ἡδοναί. τὰ δ’ Ἕκτορός σοι λύπρ’ ἄκουσον ὡς ἔχει·199
395δόξας ἀνὴρ ἄριστος οἴχεται θανών, καὶ τοῦτ’ Ἀχαιῶν ἵξις ἐξεργάζεται· εἰ δ’ ἦσαν οἴκοι, χρηστὸς ὢν ἐλάνθαν’ ἄν. Πάρις δ’ ἔγημε τὴν Διός· γήμας δὲ μή, σιγώμενον τὸ κῆδος εἶχ’ ἂν ἐν δόμοις.

(400)

φεύγειν μὲν οὖν χρὴ πόλεμον ὅστις εὖ φρονεῖ· εἰ δ’ ἐς τόδ’ ἔλθοι, στέφανος οὐκ αἰσχρὸς πόλει καλῶς ὀλέσθαι, μὴ καλῶς δὲ δυσκλεές. ὧν οὕνεκ’ οὐ χρή, μῆτερ, οἰκτίρειν σε γῆν, οὐ τἀμὰ λέκτρα· τοὺς γὰρ ἐχθίστους ἐμοὶ
405 καὶ σοὶ γάμοισι τοῖς ἐμοῖς διαφθερῶ. Χο. ὡς ἡδέως κακοῖσιν οἰκείοις γελᾶις μέλπεις θ’ ἃ μέλπους’ οὐ σαφῆ δείξεις ἴσως. Τα. εἰ μή ς’ Ἀπόλλων ἐξεβάκχευσεν φρένας, οὔ τἂν ἀμισθὶ τοὺς ἐμοὺς στρατηλάτας
410τοιαῖσδε φήμαις ἐξέπεμπες ἂν χθονός. ἀτὰρ τὰ σεμνὰ καὶ δοκήμασιν σοφὰ οὐδέν τι κρείσσω τῶν τὸ μηδὲν ἦν ἄρα. ὁ γὰρ μέγιστος τῶν Πανελλήνων ἄναξ, Ἀτρέως φίλος παῖς, τῆσδ’ ἔρωτ’ ἐξαίρετον
415μαινάδος ὑπέστη· καὶ πένης μέν εἰμ’ ἐγώ, ἀτὰρ λέχος γε τῆσδ’ ἂν οὐκ ἠιτησάμην. καὶ σοῦ μέν (οὐ γὰρ ἀρτίας ἔχεις φρένας) Ἀργεῖ’ ὀνείδη καὶ Φρυγῶν ἐπαινέσεις ἀνέμοις φέρεσθαι παραδίδωμ’· ἕπου δέ μοι200
420 πρὸς ναῦς, καλὸν νύμφευμα τῶι στρατηλάτηι. σὺ δ’, ἡνίκ’ ἄν σε Λαρτίου χρήζηι τόκος ἄγειν, ἕπεσθαι· σώφρονος δ’ ἔσηι λάτρις γυναικός, ὥς φας’ οἱ μολόντες Ἴλιον. Κα. ἦ δεινὸς ὁ λάτρις. τί ποτ’ ἔχουσι τοὔνομα
425κήρυκες, ἓν ἀπέχθημα πάγκοινον βροτοῖς, οἱ περὶ τυράννους καὶ πόλεις ὑπηρέται; σὺ τὴν ἐμὴν φὴις μητέρ’ εἰς Ὀδυσσέως ἥξειν μέλαθρα; ποῦ δ’ Ἀπόλλωνος λόγοι, οἵ φασιν αὐτὴν εἰς ἔμ’ ἡρμηνευμένοι
430αὐτοῦ θανεῖσθαι; τἄλλα δ’ οὐκ ὀνειδιῶ. δύστηνος, οὐκ οἶδ’ οἷά νιν μένει παθεῖν· ὡς χρυσὸς αὐτῶι τἀμὰ καὶ Φρυγῶν κακὰ δόξει ποτ’ εἶναι. δέκα γὰρ ἐκπλήσας ἔτη πρὸς τοῖσιν ἐνθάδ’ ἵξεται μόνος πάτραν
435
435†οὗ δὴ στενὸν δίαυλον ὤικισται πέτρας† δεινὴ Χάρυβδις ὠμοβρώς τ’ ὀρειβάτης
Κύκλωψ Λιγυστίς θ’ ἡ συῶν μορφώτρια Κίρκη θαλάσσης θ’ ἁλμυρᾶς ναυάγια λωτοῦ τ’ ἔρωτες Ἡλίου θ’ ἁγναὶ βόες,201
440αἳ σαρξὶ φοινίαισιν ἥσουσίν ποτε πικρὰν Ὀδυσσεῖ γῆρυν. ὡς δὲ συντέμω, ζῶν εἶς’ ἐς Ἅιδου κἀκφυγὼν λίμνης ὕδωρ κάκ’ ἐν δόμοισι μυρί’ εὑρήσει μολών. ἀλλὰ γὰρ τί τοὺς Ὀδυσσέως ἐξακοντίζω πόνους;
445στεῖχ’ ὅπως τάχιστ’· ἐν Ἅιδου νυμφίωι γημώμεθα. ἦ κακὸς κακῶς ταφήσηι νυκτός, οὐκ ἐν ἡμέραι, ὦ δοκῶν σεμνόν τι πράσσειν, Δαναϊδῶν ἀρχηγέτα. κἀμέ τοι νεκρὸν φάραγγες γυμνάδ’ ἐκβεβλημένην ὕδατι χειμάρρωι ῥέουσαι νυμφίου πέλας τάφου

(450)

θηρσὶ δώσουσιν δάσασθαι, τὴν Ἀπόλλωνος λάτριν. ὦ στέφη τοῦ φιλτάτου μοι θεῶν, ἀγάλματ’ εὔια, χαίρετ’· ἐκλέλοιφ’ ἑορτὰς αἷς πάροιθ’ ἠγαλλόμην. ἴτ’ ἀπ’ ἐμοῦ χρωτὸς σπαραγμοῖς, ὡς ἔτ’ οὖς’ ἁγνὴ χρόα δῶ θοαῖς αὔραις φέρεσθαι σοὶ τάδ’, ὦ μαντεῖ’ ἄναξ.
455ποῦ σκάφος τὸ τοῦ στρατηγοῦ; ποῖ πόδ’ ἐμβαίνειν
455με χρή;
οὐκέτ’ ἂν φθάνοις ἂν αὔραν ἱστίοις καραδοκῶν, ὡς μίαν τριῶν Ἐρινὺν τῆσδέ μ’ ἐξάξων χθονός. χαῖρέ μοι, μῆτερ· δακρύσηις μηδέν· ὦ φίλη πατρίς, οἵ τε γῆς ἔνερθ’ ἀδελφοὶ χὠ τεκὼν ἡμᾶς πατήρ,202
460 οὐ μακρὰν δέξεσθέ μ’· ἥξω δ’ ἐς νεκροὺς νικηφόρος καὶ δόμους πέρσας’ Ἀτρειδῶν, ὧν ἀπωλόμεσθ’ ὕπο. Χο. Ἑκάβης γεραιᾶς φύλακες, οὐ δεδόρκατε δέσποιναν ὡς ἄναυδος ἐκτάδην πίτνει; οὐκ ἀντιλήψεσθ’; ἦ μεθήσετ’, ὦ κακαί,
465 γραῖαν πεσοῦσαν; αἴρετ’ εἰς ὀρθὸν δέμας. Εκ. ἐᾶτέ μ’ (οὔτοι φίλα τὰ μὴ φίλ’, ὦ κόραι) κεῖσθαι πεσοῦσαν· πτωμάτων γὰρ ἄξια πάσχω τε καὶ πέπονθα κἄτι πείσομαι. ὦ θεοί· κακοὺς μὲν ἀνακαλῶ τοὺς συμμάχους,
470ὅμως δ’ ἔχει τι σχῆμα κικλήσκειν θεούς, ὅταν τις ἡμῶν δυστυχῆ λάβηι τύχην. πρῶτον μὲν οὖν μοι τἀγάθ’ ἐξᾶισαι φίλον· τοῖς γὰρ κακοῖσι πλείον’ οἶκτον ἐμβαλῶ. ἦ μὲν τύραννος κἀς τύρανν’ ἐγημάμην,
475κἀνταῦθ’ ἀριστεύοντ’ ἐγεινάμην τέκνα,
οὐκ ἀριθμὸν ἄλλως ἀλλ’ ὑπερτάτους Φρυγῶν· οὓς Τρωιὰς οὐδ’ Ἑλληνὶς οὐδὲ βάρβαρος γυνὴ τεκοῦσα κομπάσειεν ἄν ποτε. κἀκεῖνά τ’ εἶδον δορὶ πεσόνθ’ Ἑλληνικῶι203
480τρίχας τ’ ἐτμήθην τάσδε πρὸς τύμβοις νεκρῶν, καὶ τὸν φυτουργὸν Πρίαμον οὐκ ἄλλων πάρα κλύους’ ἔκλαυσα, τοῖσδε δ’ εἶδον ὄμμασιν αὐτὴ κατασφαγέντ’ ἐφ’ ἑρκείωι πυρᾶι, πόλιν θ’ ἁλοῦσαν. ἃς δ’ ἔθρεψα παρθένους
485ἐς ἀξίωμα νυμφίων ἐξαίρετον, ἄλλοισι θρέψας’ ἐκ χερῶν ἀφηιρέθην· κοὔτ’ ἐξ ἐκείνων ἐλπὶς ὡς ὀφθήσομαι αὐτή τ’ ἐκείνας οὐκέτ’ ὄψομαί ποτε. τὸ λοίσθιον δέ, θριγκὸς ἀθλίων κακῶν,
490δούλη γυνὴ γραῦς Ἑλλάδ’ εἰσαφίξομαι. ἃ δ’ ἐστὶ γήραι τῶιδ’ ἀσυμφορώτατα, τούτοις με προσθήσουσιν, ἢ θυρῶν λάτριν κλῆιδας φυλάσσειν, τὴν τεκοῦσαν Ἕκτορα, ἢ σιτοποιεῖν κἀν πέδωι κοίτας ἔχειν
495ῥυσοῖσι νώτοις, βασιλικῶν ἐκ δεμνίων, τρυχηρὰ περὶ τρυχηρὸν εἱμένην χρόα πέπλων λακίσματ’, ἀδόκιμ’ ὀλβίοις ἔχειν. οἲ ’γὼ τάλαινα, διὰ γάμον μιᾶς ἕνα
γυναικὸς οἵων ἔτυχον ὧν τε τεύξομαι.204

(500)

ὦ τέκνον, ὦ σύμβακχε Κασσάνδρα θεοῖς, οἵαις ἔλυσας συμφοραῖς ἅγνευμα σόν. σύ τ’, ὦ τάλαινα, ποῦ ποτ’ εἶ, Πολυξένη; ὡς οὔτε μ’ ἄρσην οὔτε θήλεια σπορὰ πολλῶν γενομένων τὴν τάλαιναν ὠφελεῖ.
505τί δῆτά μ’ ὀρθοῦτ’; ἐλπίδων ποίων ὕπο; ἄγετε τὸν ἁβρὸν δή ποτ’ ἐν Τροίαι πόδα, νῦν δ’ ὄντα δοῦλον, στιβάδα πρὸς χαμαιπετῆ πέτρινά τε κρήδεμν’, ὡς πεσοῦς’ ἀποφθαρῶ δακρύοις καταξανθεῖσα. τῶν δ’ εὐδαιμόνων
510 μηδένα νομίζετ’ εὐτυχεῖν, πρὶν ἂν θάνηι. Χο. ἀμφί μοι Ἴλιον, ὦ Μοῦσα, καινῶν ὕμνων
513-514ἆισον σὺν δακρύοις ὠιδὰν ἐπικήδειον·
515νῦν γὰρ μέλος ἐς Τροίαν ἰαχήσω, τετραβάμονος ὡς ὑπ’ ἀπήνας
517-518Ἀργείων ὀλόμαν τάλαινα δοριάλωτος,
519ὅτ’ ἔλιπον ἵππον οὐράνια
520βρέμοντα χρυσεοφάλαρον ἔνο‐ πλον ἐν πύλαις Ἀχαιοί· ἀνὰ δ’ ἐβόασεν λεὼς Τρωϊάδος ἀπὸ πέτρας σταθείς· Ἴτ’, ὦ πεπαυμένοι πόνων,
525τόδ’ ἱερὸν ἀνάγετε ξόανον Ἰλιάδι Διογενεῖ κόραι. τίς οὐκ ἔβα νεανίδων, τίς οὐ γεραιὸς ἐκ δόμων; κεχαρμένοι δ’ ἀοιδαῖς205
530δόλιον ἔσχον ἄταν. πᾶσα δὲ γέννα Φρυγῶν πρὸς πύλας ὡρμάθη,
533-534πεύκαν οὐρεΐαν, ξεστὸν λόχον Ἀργείων,
535καὶ Δαρδανίας ἄταν θεᾶι δώσων, χάριν ἄζυγος ἀμβροτοπώλου·
538κλωστοῦ δ’ ἀμφιβόλοις λίνοιο ναὸς ὡσεὶ σκάφος κελαινὸν εἰς ἕδρανα
540λάϊνα δάπεδά τε, φονέα πατρί‐ δι, Παλλάδος θέσαν θεᾶς. ἐπὶ δὲ πόνωι καὶ χαρᾶι νύχιον ἐπεὶ κνέφας παρῆν, Λίβυς τε λωτὸς ἐκτύπει
545Φρύγιά τε μέλεα, παρθένοι δ’ ἄειρον ἅμα κρότον ποδῶν βοάν τ’ ἔμελπον εὔφρον’, ἐν δόμοις δὲ παμφαὲς σέλας
πυρὸς μέλαιναν αἴγλαν206

(550)

†ἔδωκεν ὕπνωι†. ἐγὼ δὲ τὰν ὀρεστέραν τότ’ ἀμφὶ μέλαθρα παρθένον
554Διὸς κόραν ἐμελπόμαν
555χοροῖσι· φοινία δ’ ἀνὰ πτόλιν βοὰ κατέσχε Περ‐ γάμων ἕδρας· βρέφη δὲ φίλι‐ α περὶ πέπλους ἔβαλλε μα‐ τρὶ χεῖρας ἐπτοημένας.
560λόχου δ’ ἐξέβαιν’ Ἄρης, κόρας ἔργα Παλλάδος. σφαγαὶ δ’ ἀμφιβώμιοι Φρυγῶν ἔν τε δεμνίοις καράτομος ἐρημία
565νεανίδων στέφανον ἔφερεν Ἑλλάδι κουροτρόφον, Φρυγῶν δὲ πατρίδι πένθος. Ἑκάβη, λεύσσεις τήνδ’ Ἀνδρομάχην ξενικοῖς ἐπ’ ὄχοις πορθμευομένην;
570παρὰ δ’ εἰρεσίαι μαστῶν ἕπεται φίλος Ἀστυάναξ, Ἕκτορος ἶνις.
ποῖ ποτ’ ἀπήνης νώτοισι φέρηι, δύστηνε γύναι, πάρεδρος χαλκέοις Ἕκτορος ὅπλοις207
575σκύλοις τε Φρυγῶν δοριθηράτοις,
575 οἷσιν Ἀχιλλέως παῖς Φθιώτας στέψει ναούς, ἀπὸ Τροίας; ΑΝΔΡΟΜΑΧΗ
577 Ἀχαιοὶ δεσπόται μ’ ἄγουσιν. Εκ. οἴμοι. Αν. τί παιᾶν’ ἐμὸν στενάζεις; Εκ. αἰαῖ Αν. τῶνδ’ ἀλγέων
580Εκ. ὦ Ζεῦ Αν. καὶ συμφορᾶς. Εκ. τέκεα Αν. πρίν ποτ’ ἦμεν. Εκ. βέβακ’ ὄλβος, βέβακε Τροία Αν. τλάμων. Εκ. ἐμῶν τ’ εὐγένεια παίδων. Αν. φεῦ φεῦ Εκ. φεῦ δῆτ’ ἐμῶν
585Αν. κακῶν. Εκ. οἰκτρὰ τύχα Αν. πόλεος Εκ. ἃ καπνοῦται. Αν. μόλοις, ὦ πόσις μοι Εκ. βοᾶις τὸν παρ’ Ἅιδαι παῖδ’ ἐμόν, ὦ μελέα.
590Αν. σᾶς δάμαρτος ἄλκαρ. Αν. †σύ τ’†, ὦ λῦμ’ Ἀχαιῶν Εκ. τέκνων δή ποθ’ ἁμῶν πρεσβυγενὲς Πριάμωι. Αν. κοιμίσαι μ’ ἐς Ἅιδου.208
595Αν. οἵδε πόθοι μεγάλοι Εκ. σχετλία, τάδε πάσχομεν ἄλγη Αν. οἰχομένας πόλεως Εκ. ἐπὶ δ’ ἄλγεσιν ἄλγεα κεῖται. Αν. δυσφροσύναισι θεῶν, ὅτε σὸς γόνος ἔκφυγεν Ἅιδαν, ὃς λεχέων στυγερῶν χάριν ὤλεσε πέργαμα Τροίας· αἱματόεντα δὲ θεᾶι παρὰ Παλλάδι σώματα νεκρῶν

(600)

γυψὶ φέρειν τέταται· ζυγὰ δ’ ἤνυσε δούλια Τροίαι. Εκ. ὦ πατρίς, ὦ μελέα Αν. καταλειπομέναν σε δακρύω Εκ. νῦν τέλος οἰκτρὸν ὁρᾶις. Αν. καὶ ἐμὸν δόμον ἐνθ’ ἐλοχεύθην. Εκ. ὦ τέκν’, ἐρημόπολις μάτηρ ἀπολείπεται ὑμῶν. †οἷος ἰάλεμος οἷά τε πένθη†
605δάκρυά τ’ ἐκ δακρύων καταλείβεται 〈 〉209
606-607ἁμετέροισι δόμοις· ὁ θανὼν δ’ ἐπιλάθεται ἀλγέων.
608Χο. ὡς ἡδὺ δάκρυα τοῖς κακῶς πεπραγόσιν θρήνων τ’ ὀδυρμοὶ μοῦσά θ’ ἣ λύπας ἔχει.
610Αν. ὦ μῆτερ ἀνδρὸς ὅς ποτ’ Ἀργείων δορὶ πλείστους διώλες’ Ἕκτορος, τάδ’ εἰσορᾶις; Εκ. ὁρῶ τὰ τῶν θεῶν, ὡς τὰ μὲν πυργοῦς’ ἄνω τὸ μηδὲν ὄντα, τὰ δὲ δοκοῦντ’ ἀπώλεσαν. Αν. ἀγόμεθα λεία σὺν τέκνωι· τὸ δ’ εὐγενὲς
615 ἐς δοῦλον ἥκει, μεταβολὰς τοσάσδ’ ἔχον. Εκ. τὸ τῆς ἀνάγκης δεινόν· ἄρτι κἀπ’ ἐμοῦ βέβηκ’ ἀποσπασθεῖσα Κασσάνδρα βίαι. Αν. φεῦ φεῦ·
618ἄλλος τις Αἴας, ὡς ἔοικε, δεύτερος παιδὸς πέφηνε σῆς· νοσεῖς δὲ χἄτερα.
620Εκ. ὧν γ’ οὔτε μέτρον οὔτ’ ἀριθμός ἐστί μοι· κακῶι κακὸν γὰρ εἰς ἅμιλλαν ἔρχεται. Αν. τέθνηκέ σοι παῖς πρὸς τάφωι Πολυξένη σφαγεῖς’ Ἀχιλλέως, δῶρον ἀψύχωι νεκρῶι. Εκ. οἲ ’γὼ τάλαινα· τοῦτ’ ἐκεῖν’ ὅ μοι πάλαι
625 Ταλθύβιος αἴνιγμ’ οὐ σαφῶς εἶπεν σαφές. Αν. εἶδόν νιν αὐτὴ κἀποβᾶσα τῶνδ’ ὄχων
ἔκρυψα πέπλοις κἀπεκοψάμην νεκρόν. Εκ. αἰαῖ, τέκνον, σῶν ἀνοσίων προσφαγμάτων· αἰαῖ μάλ’ αὖθις, ὡς κακῶς διόλλυσαι.210
630Αν. ὄλωλεν ὡς ὄλωλεν· ἀλλ’ ὅμως ἐμοῦ ζώσης γ’ ὄλωλεν εὐτυχεστέρωι πότμωι. Εκ. οὐ ταὐτόν, ὦ παῖ, τῶι βλέπειν τὸ κατθανεῖν· τὸ μὲν γὰρ οὐδέν, τῶι δ’ ἔνεισιν ἐλπίδες. Αν. [ὦ μῆτερ, ὦ τεκοῦσα, κάλλιστον λόγον
635ἄκουσον, ὥς σοι τέρψιν ἐμβάλω φρενί.] τὸ μὴ γενέσθαι τῶι θανεῖν ἴσον λέγω, τοῦ ζῆν δὲ λυπρῶς κρεῖσσόν ἐστι κατθανεῖν. †ἀλγεῖ γὰρ οὐδὲν τῶν κακῶν ἠισθημένος·† ὁ δ’ εὐτυχήσας ἐς τὸ δυστυχὲς πεσὼν
640ψυχὴν ἀλᾶται τῆς πάροιθ’ εὐπραξίας. κείνη δ’, ὁμοίως ὥσπερ οὐκ ἰδοῦσα φῶς, τέθνηκε κοὐδὲν οἶδε τῶν αὑτῆς κακῶν. ἐγὼ δὲ τοξεύσασα τῆς εὐδοξίας λαχοῦσα πλεῖστον τῆς τύχης ἡμάρτανον.
645ἃ γὰρ γυναιξὶ σώφρον’ ἔσθ’ ηὑρημένα, ταῦτ’ ἐξεμόχθουν Ἕκτορος κατὰ στέγας.
πρῶτον μέν, ἔνθα (κἂν προσῆι κἂν μὴ προσῆι ψόγος γυναιξίν) αὐτὸ τοῦτ’ ἐφέλκεται κακῶς ἀκούειν, ἥτις οὐκ ἔνδον μένει,211

(650)

τούτου παρεῖσα πόθον ἔμιμνον ἐν δόμοις· ἔσω τε μελάθρων κομψὰ θηλειῶν ἔπη οὐκ εἰσεφρούμην, τὸν δὲ νοῦν διδάσκαλον οἴκοθεν ἔχουσα χρηστὸν ἐξήρκουν ἐμοί. γλώσσης τε σιγὴν ὄμμα θ’ ἥσυχον πόσει
655παρεῖχον· ἤιδη δ’ ἅμ’ ἐχρῆν νικᾶν πόσιν κείνωι τε νίκην ὧν ἐχρῆν παριέναι. καὶ τῶνδε κληδὼν ἐς στράτευμ’ Ἀχαιικὸν ἐλθοῦς’ ἀπώλεσέν μ’· ἐπεὶ γὰρ ἡιρέθην, Ἀχιλλέως με παῖς ἐβουλήθη λαβεῖν
660δάμαρτα· δουλεύσω δ’ ἐν αὐθεντῶν δόμοις. κεἰ μὲν παρώσας’ Ἕκτορος φίλον κάρα πρὸς τὸν παρόντα πόσιν ἀναπτύξω φρένα, κακὴ φανοῦμαι τῶι θανόντι· τόνδε δ’ αὖ στυγοῦς’ ἐμαυτῆς δεσπόταις μισήσομαι.
665καίτοι λέγουσιν ὡς μί’ εὐφρόνη χαλαῖ τὸ δυσμενὲς γυναικὸς εἰς ἀνδρὸς λέχος· ἀπέπτυς’ αὐτὴν ἥτις ἄνδρα τὸν πάρος καινοῖσι λέκτροις ἀποβαλοῦς’ ἄλλον φιλεῖ. ἀλλ’ οὐδὲ πῶλος ἥτις ἂν διαζυγῆι
670τῆς συντραφείσης ῥαιδίως ἕλκει ζυγόν. καίτοι τὸ θηριῶδες ἄφθογγόν τ’ ἔφυ ξυνέσει τ’ ἄχρηστον τῆι φύσει τε λείπεται. σὲ δ’, ὦ φίλ’ Ἕκτορ, εἶχον ἄνδρ’ ἀρκοῦντά μοι
ξυνέσει γένει πλούτωι τε κἀνδρείαι μέγαν·212
675ἀκήρατον δέ μ’ ἐκ πατρὸς λαβὼν δόμων πρῶτος τὸ παρθένειον ἐζεύξω λέχος. καὶ νῦν ὄλωλας μὲν σύ, ναυσθλοῦμαι δ’ ἐγὼ πρὸς Ἑλλάδ’ αἰχμάλωτος ἐς δοῦλον ζυγόν. ἆρ’ οὐκ ἐλάσσω τῶν ἐμῶν ἔχει κακῶν
680 Πολυξένης ὄλεθρος, ἣν καταστένεις; ἐμοὶ γὰρ οὐδ’ ὃ πᾶσι λείπεται βροτοῖς ξύνεστιν ἐλπίς, οὐδὲ κλέπτομαι φρένας πράξειν τι κεδνόν· ἡδὺ δ’ ἐστὶ καὶ δοκεῖν. Χο. ἐς ταὐτὸν ἥκεις συμφορᾶς· θρηνοῦσα δὲ
685 τὸ σὸν διδάσκεις μ’ ἔνθα πημάτων κυρῶ. Εκ. αὐτὴ μὲν οὔπω ναὸς εἰσέβην σκάφος, γραφῆι δ’ ἰδοῦσα καὶ κλύους’ ἐπίσταμαι. ναύταις γὰρ ἢν μὲν μέτριος ἦι χειμὼν φέρειν, προθυμίαν ἔχουσι σωθῆναι πόνων,
690ὁ μὲν παρ’ οἴαχ’, ὁ δ’ ἐπὶ λαίφεσιν βεβώς, ὁ δ’ ἄντλον εἴργων ναός· ἢν δ’ ὑπερβάληι πολὺς ταραχθεὶς πόντος, ἐνδόντες τύχηι παρεῖσαν αὑτοὺς κυμάτων δραμήμασιν. οὕτω δὲ κἀγὼ πόλλ’ ἔχουσα πήματα
695ἄφθογγός εἰμι καὶ παρεῖς’ ἔχω στόμα· νικᾶι γὰρ οὑκ θεῶν με δύστηνος κλύδων. ἀλλ’, ὦ φίλη παῖ, τὰς μὲν Ἕκτορος τύχας
ἔασον· οὐ μὴ δάκρυά νιν σώσηι τὰ σά. τίμα δὲ τὸν παρόντα δεσπότην σέθεν,213

(700)

φίλον διδοῦσα δέλεαρ ἀνδρὶ σῶν τρόπων. κἂν δρᾶις τάδ’, ἐς τὸ κοινὸν εὐφρανεῖς φίλους καὶ παῖδα τόνδε παιδὸς ἐκθρέψειας ἂν Τροίαι μέγιστον ὠφέλημ’, ἵν’ οἵ ποτε ἐκ σοῦ γενόμενοι παῖδες Ἴλιον πάλιν
705 κατοικίσειαν καὶ πόλις γένοιτ’ ἔτι. ἀλλ’ ἐκ λόγου γὰρ ἄλλος ἐκβαίνει λόγος, τίν’ αὖ δέδορκα τόνδ’ Ἀχαιικὸν λάτριν στείχοντα καινῶν ἄγγελον βουλευμάτων; Τα. Φρυγῶν ἀρίστου πρίν ποθ’ Ἕκτορος δάμαρ,
710 μή με στυγήσηις· οὐχ ἑκὼν γὰρ ἀγγελῶ Δαναῶν τε κοινὰ Πελοπιδῶν τ’ ἀγγέλματα. Αν. τί δ’ ἔστιν; ὥς μοι φροιμίων ἄρχηι κακῶν. Τα. ἔδοξε τόνδε παῖδα ... πῶς εἴπω λόγον; Αν. μῶν οὐ τὸν αὐτὸν δεσπότην ἡμῖν ἔχειν;
715Τα. οὐδεὶς Ἀχαιῶν τοῦδε δεσπόσει ποτέ. Αν. ἀλλ’ ἐνθάδ’ αὐτὸν λείψανον Φρυγῶν λιπεῖν; Τα. οὐκ οἶδ’ ὅπως σοι ῥαιδίως εἴπω κακά. Αν. ἐπήινες’ αἰδῶ, πλὴν ἐὰν λέγηις κακά. Τα. κτενοῦσι σὸν παῖδ’, ὡς πύθηι κακὸν μέγα.
720Αν. οἴμοι, γάμων τόδ’ ὡς κλύω μεῖζον κακόν.
Τα. νικᾶι δ’ Ὀδυσσεὺς ἐν Πανέλλησιν λέγων Αν. αἰαῖ μάλ’· οὐ γὰρ μέτρια πάσχομεν κακά. Τα. λέξας ἀρίστου παῖδα μὴ τρέφειν πατρός Αν. τοιαῦτα νικήσειε τῶν αὑτοῦ πέρι.214
725Τα. ῥῖψαι δὲ πύργων δεῖν σφε Τρωϊκῶν ἄπο. ἀλλ’ ὣς γενέσθω καὶ σοφωτέρα φανῆι· μήτ’ ἀντέχου τοῦδ’, εὐγενῶς δ’ ἄλγει κακοῖς, μήτε σθένουσα μηδὲν ἰσχύειν δόκει. ἔχεις γὰρ ἀλκὴν οὐδαμῆι· σκοπεῖν δὲ χρή·
730πόλις τ’ ὄλωλε καὶ πόσις, κρατῆι δὲ σύ, ἡμεῖς δὲ πρὸς γυναῖκα μάρνασθαι μίαν οἷοί τε. τούτων οὕνεκ’ οὐ μάχης ἐρᾶν οὐδ’ αἰσχρὸν οὐδὲν οὐδ’ ἐπίφθονόν σε δρᾶν οὐδ’ αὖ ς’ Ἀχαιοῖς βούλομαι ῥίπτειν ἀράς.
735εἰ γάρ τι λέξεις ὧν χολώσεται στρατός, οὔτ’ ἂν ταφείη παῖς ὅδ’ οὔτ’ οἴκτου τύχοι. σιγῶσα δ’ εὖ τε τὰς τύχας κεκτημένη τὸν τοῦδε νεκρὸν οὐκ ἄθαπτον ἂν λίποις αὐτή τ’ Ἀχαιῶν πρευμενεστέρων τύχοις.
740Αν. ὦ φίλτατ’, ὦ περισσὰ τιμηθεὶς τέκνον, θανῆι πρὸς ἐχθρῶν μητέρ’ ἀθλίαν λιπών, [ἡ τοῦ πατρὸς δέ ς’ εὐγένει’ ἀποκτενεῖ,
ἣ τοῖσιν ἄλλοις γίγνεται σωτηρία,] τὸ δ’ ἐσθλὸν οὐκ ἐς καιρὸν ἦλθέ σοι πατρός.215
745ὦ λέκτρα τἀμὰ δυστυχῆ τε καὶ γάμοι, οἷς ἦλθον ἐς μέλαθρον Ἕκτορός ποτε, οὐ σφάγιον 〈υἱὸν〉 Δαναΐδαις τέξους’ ἐμόν, ἀλλ’ ὡς τύραννον Ἀσιάδος πολυσπόρου. ὦ παῖ, δακρύεις; αἰσθάνηι κακῶν σέθεν;

(750)

τί μου δέδραξαι χερσὶ κἀντέχηι πέπλων, νεοσσὸς ὡσεὶ πτέρυγας ἐσπίτνων ἐμάς; οὐκ εἶσιν Ἕκτωρ κλεινὸν ἁρπάσας δόρυ γῆς ἐξανελθὼν σοὶ φέρων σωτηρίαν, οὐ συγγένεια πατρός, οὐκ ἰσχὺς Φρυγῶν·
755λυγρὸν δὲ πήδημ’ ἐς τράχηλον ὑψόθεν πεσὼν ἀνοίκτως πνεῦμ’ ἀπορρήξεις σέθεν. ὦ νέον ὑπαγκάλισμα μητρὶ φίλτατον, ὦ χρωτὸς ἡδὺ πνεῦμα· διὰ κενῆς ἄρα ἐν σπαργάνοις σε μαστὸς ἐξέθρεψ’ ὅδε,
760μάτην δ’ ἐμόχθουν καὶ κατεξάνθην πόνοις. νῦν, οὔποτ’ αὖθις, μητέρ’ ἀσπάζου σέθεν, πρόσπιτνε τὴν τεκοῦσαν, ἀμφὶ δ’ ὠλένας ἕλισς’ ἐμοῖς νώτοισι καὶ στόμ’ ἅρμοσον. ὦ βάρβαρ’ ἐξευρόντες Ἕλληνες κακά,
765τί τόνδε παῖδα κτείνετ’ οὐδὲν αἴτιον; ὦ Τυνδάρειον ἔρνος, οὔποτ’ εἶ Διός, πολλῶν δὲ πατέρων φημί ς’ ἐκπεφυκέναι,
Ἀλάστορος μὲν πρῶτον, εἶτα δὲ Φθόνου Φόνου τε Θανάτου θ’ ὅσα τε γῆ τρέφει κακά.216
770οὐ γάρ ποτ’ αὐχῶ Ζῆνά γ’ ἐκφῦσαί ς’ ἐγώ, πολλοῖσι κῆρα βαρβάροις Ἕλλησί τε. ὄλοιο· καλλίστων γὰρ ὀμμάτων ἄπο αἰσχρῶς τὰ κλεινὰ πεδί’ ἀπώλεσας Φρυγῶν. 〈ἀλλ’〉 ἄγετε φέρετε ῥίπτετ’, εἰ ῥίπτειν δοκεῖ·
775δαίνυσθε τοῦδε σάρκας. ἔκ τε γὰρ θεῶν διολλύμεσθα παιδί τ’ οὐ δυναίμεθ’ ἂν θάνατον ἀρῆξαι. κρύπτετ’ ἄθλιον δέμας καὶ ῥίπτετ’ ἐς ναῦς· ἐπὶ καλὸν γὰρ ἔρχομαι ὑμέναιον, ἀπολέσασα τοὐμαυτῆς τέκνον.
780Χο. τάλαινα Τροία, μυρίους ἀπώλεσας μιᾶς γυναικὸς καὶ λέχους στυγνοῦ χάριν. Τα. ἄγε, παῖ, φίλιον πρόσπτυγμα μεθεὶς μητρὸς μογερᾶς, βαῖνε πατρώιων πύργων ἐπ’ ἄκρας στεφάνας, ὅθι σοι
785πνεῦμα μεθεῖναι ψῆφος ἐκράνθη. λαμβάνετ’ αὐτόν. τὰ δὲ τοιάδε χρὴ κηρυκεύειν ὅστις ἄνοικτος καὶ ἀναιδείαι τῆς ἡμετέρας γνώμης μᾶλλον φίλος ἐστίν.
790Εκ. ὦ τέκνον, ὦ παῖ παιδὸς μογεροῦ, συλώμεθα σὴν ψυχὴν ἀδίκως
μήτηρ κἀγώ. τί πάθω; τί ς’ ἐγώ, δύσμορε, δράσω; τάδε σοι δίδομεν πλήγματα κρατὸς στέρνων τε κόπους·217
795 τῶνδε γὰρ ἄρχομεν. οἲ ’γὼ πόλεως, οἴμοι δὲ σέθεν· τί γὰρ οὐκ ἔχομεν; τίνος ἐνδέομεν μὴ οὐ πανσυδίαι χωρεῖν ὀλέθρου διὰ παντός; Χο. μελισσοτρόφου Σαλαμῖνος ὦ βασιλεῦ Τελαμών,

(800)

νάσου περικύμονος οἰκήσας ἕδραν τᾶς ἐπικεκλιμένας ὄχθοις ἱεροῖς, ἵν’ ἐλαίας πρῶτον ἔδειξε κλάδον γλαυκᾶς Ἀθάνα, οὐράνιον στέφανον λιπαραῖσί 〈τε〉 κόσμον Ἀθάναις, ἔβας ἔβας τῶι τοξοφόρωι συναρι‐
805 στεύων ἅμ’ Ἀλκμήνας γόνωι Ἴλιον Ἴλιον ἐκπέρσων πόλιν ἁμετέραν τὸ πάροιθεν 〈
〉 [ὅτ’ ἔβας ἀφ’ Ἑλλάδος]· ὅθ’ Ἑλλάδος ἄγαγε πρῶτον ἄνθος ἀτιζόμενος
810πώλων, Σιμόεντι δ’ ἐπ’ εὐρείται πλάταν
812ἔσχασε ποντοπόρον καὶ ναύδετ’ ἀνήψατο πρυμνᾶν καὶ χερὸς εὐστοχίαν ἐξεῖλε ναῶν, Λαομέδοντι φόνον· κανόνων δὲ τυκίσματα Φοίβου
815πυρὸς 〈πυρὸσ〉 φοίνικι πνοᾶι καθελὼν Τροίας ἐπόρθησε χθόνα. δὶς δὲ δυοῖν πιτύλοιν τείχη πέρι Δαρδανίδας φονία κατέλυσεν αἰχμά.218
820μάταν ἄρ’, ὦ χρυσέαις ἐν οἰνοχόαις ἁβρὰ βαίνων,
822Λαομεδόντιε παῖ, Ζηνὸς ἔχεις κυλίκων πλήρωμα, καλλίσταν λατρείαν.
825ἁ δέ σε γειναμένα πυρὶ δαίεται,
827ἠϊόνες δ’ ἅλιαι
829ἴακχον οἰωνὸς οἷ‐
830 ον τέκνων ὕπερ βοῶς’, ἇι μὲν εὐνάς, ἇι δὲ παῖδας, ἇι δὲ ματέρας γεραιάς. τὰ δὲ σὰ δροσόεντα λουτρὰ γυμνασίων τε δρόμοι
835βεβᾶσι, σὺ δὲ πρόσωπα νεα‐ ρὰ χάρισι παρὰ Διὸς θρόνοις καλλιγάλανα τρέφεις. Πριάμοιο δὲ γαῖαν
839Ἑλλὰς ὤλες’ αἰχμά.
840Ἔρως Ἔρως, ὃς τὰ Δαρδάνεια μέλαθρά ποτ’ ἦλθες
842οὐρανίδαισι μέλων,
844ὡς τότε μὲν μεγάλως Τροίαν ἐπύργωσας, θεοῖσι219
845κῆδος ἀναψάμενος. τὸ μὲν οὖν Διὸς
847οὐκέτ’ ὄνειδος ἐρῶ· τὸ τᾶς δὲ λευκοπτέρου φίλιον Ἁμέρας βροτοῖς

(850)

φέγγος ὀλοὸν εἶδε γαίας, εἶδε Περγάμων ὄλεθρον,
853τεκνοποιὸν ἔχουσα τᾶσδε γᾶς πόσιν ἐν θαλάμοις,
855 ὃν ἀστέρων τέθριππος ἔλα‐
βε χρύσεος ὄχος ἀναρπάσας, ἐλπίδα γᾶι πατρίαι μεγάλαν. τὰ θεῶν δὲ φίλτρα φροῦδα Τροίαι. ΜΕΝΕΛΑΟΣ
860ὦ καλλιφεγγὲς ἡλίου σέλας τόδε, ἐν ὧι δάμαρτα τὴν ἐμὴν χειρώσομαι [Ἑλένην· ὁ γὰρ δὴ πολλὰ μοχθήσας ἐγὼ Μενέλαός εἰμι καὶ στράτευμ’ Ἀχαιικόν]. ἦλθον δὲ Τροίαν οὐχ ὅσον δοκοῦσί με
865γυναικὸς οὕνεκ’, ἀλλ’ ἐπ’ ἄνδρ’ ὃς ἐξ ἐμῶν δόμων δάμαρτα ξεναπάτης ἐλήισατο. κεῖνος μὲν οὖν δέδωκε σὺν θεοῖς δίκην αὐτός τε καὶ γῆ δορὶ πεσοῦς’ Ἑλληνικῶι. ἥκω δὲ τὴν Λάκαιναν (οὐ γὰρ ἡδέως
870ὄνομα δάμαρτος ἥ ποτ’ ἦν ἐμὴ λέγω) ἄξων· δόμοις γὰρ τοῖσδ’ ἐν αἰχμαλωτικοῖς κατηρίθμηται Τρωιάδων ἄλλων μέτα. οἵπερ γὰρ αὐτὴν ἐξεμόχθησαν δορὶ κτανεῖν ἐμοί νιν ἔδοσαν, εἴτε μὴ κτανὼν220
875θέλοιμ’ ἄγεσθαι πάλιν ἐς Ἀργείαν χθόνα. ἐμοὶ δ’ ἔδοξε τὸν μὲν ἐν Τροίαι μόρον Ἑλένης ἐᾶσαι, ναυπόρωι δ’ ἄγειν πλάτηι Ἑλληνίδ’ ἐς γῆν κἆιτ’ ἐκεῖ δοῦναι κτανεῖν, ποινὰς ὅσων τεθνᾶς’ ἐν Ἰλίωι φίλοι.
880 ἀλλ’ εἶα χωρεῖτ’ ἐς δόμους, ὀπάονες, κομίζετ’ αὐτὴν τῆς μιαιφονωτάτης κόμης ἐπισπάσαντες· οὔριοι δ’ ὅταν πνοαὶ μόλωσι, πέμψομέν νιν Ἑλλάδα. Εκ. ὦ γῆς ὄχημα κἀπὶ γῆς ἔχων ἕδραν,
885 ὅστις ποτ’ εἶ σύ, δυστόπαστος εἰδέναι, Ζεύς, εἴτ’ ἀνάγκη φύσεος εἴτε νοῦς βροτῶν, προσηυξάμην σε· πάντα γὰρ δι’ ἀψόφου βαίνων κελεύθου κατὰ δίκην τὰ θνήτ’ ἄγεις. Με. τί δ’ ἔστιν; εὐχὰς ὡς ἐκαίνισας θεῶν.
890Εκ. αἰνῶ σε, Μενέλα’, εἰ κτενεῖς δάμαρτα σήν. ὁρᾶν δὲ τήνδε φεῦγε, μή ς’ ἕληι πόθωι. αἱρεῖ γὰρ ἀνδρῶν ὄμματ’, ἐξαιρεῖ πόλεις,
πίμπρησιν οἴκους· ὧδ’ ἔχει κηλήματα. ἐγώ νιν οἷδα καὶ σὺ χοἰ πεπονθότες.221
895ΕΛΕΝΗ
895Μενέλαε, φροίμιον μὲν ἄξιον φόβου τόδ’ ἐστίν· ἐν γὰρ χερσὶ προσπόλων σέθεν βίαι πρὸ τῶνδε δωμάτων ἐκπέμπομαι. ἀτὰρ σχεδὸν μὲν οἶδά σοι στυγουμένη, ὅμως δ’ ἐρέσθαι βούλομαι· γνῶμαι τίνες

(900)

Ἕλλησι καὶ σοὶ τῆς ἐμῆς ψυχῆς πέρι; Με. οὐκ εἰς ἀκριβὲς ἦλθεν ἀλλ’ ἅπας στρατὸς κτανεῖν ἐμοί ς’ ἔδωκεν, ὅνπερ ἠδίκεις. Ελ. ἔξεστιν οὖν πρὸς ταῦτ’ ἀμείψασθαι λόγωι, ὡς οὐ δικαίως, ἢν θάνω, θανούμεθα;
905Με. οὐκ ἐς λόγους ἐλήλυθ’ ἀλλά σε κτενῶν. Εκ. ἄκουσον αὐτῆς, μὴ θάνηι τοῦδ’ ἐνδεής, Μενέλαε, καὶ δὸς τοὺς ἐναντίους λόγους ἡμῖν κατ’ αὐτῆς· τῶν γὰρ ἐν Τροίαι κακῶν οὐδὲν κάτοισθα. συντεθεὶς δ’ ὁ πᾶς λόγος
910 κτενεῖ νιν οὕτως ὥστε μηδαμοῦ φυγεῖν. Με. σχολῆς τὸ δῶρον· εἰ δὲ βούλεται λέγειν, ἔξεστι. τῶν σῶν δ’ οὕνεχ’, ὡς μάθηις, λόγων δώσω τόδ’ αὐτῆι· τῆσδε δ’ οὐ δώσω χάριν. Ελ. ἴσως με, κἂν εὖ κἂν κακῶς δόξω λέγειν,
915οὐκ ἀνταμείψηι πολεμίαν ἡγούμενος. ἐγὼ δ’, ἅ ς’ οἶμαι διὰ λόγων ἰόντ’ ἐμοῦ
κατηγορήσειν, ἀντιθεῖς’ ἀμείψομαι [τοῖς σοῖσι τἀμὰ καὶ τὰ ς’ αἰτιάματα]. πρῶτον μὲν ἀρχὰς ἔτεκεν ἥδε τῶν κακῶν,222
920Πάριν τεκοῦσα· δεύτερον δ’ ἀπώλεσεν Τροίαν τε κἄμ’ ὁ πρέσβυς οὐ κτανὼν βρέφος, δαλοῦ πικρὸν μίμημ’, Ἀλέξανδρον τότε. ἐνθένδε τἀπίλοιπ’ ἄκουσον ὡς ἔχει. ἔκρινε τρισσὸν ζεῦγος ὅδε τριῶν θεῶν·
925καὶ Παλλάδος μὲν ἦν Ἀλεξάνδρωι δόσις Φρυξὶ στρατηγοῦνθ’ Ἑλλάδ’ ἐξανιστάναι· Ἥρα δ’ ὑπέσχετ’ Ἀσιάδ’ Εὐρώπης θ’ ὅρους τυραννίδ’ ἕξειν, εἴ σφε κρίνειεν Πάρις· Κύπρις δὲ τοὐμὸν εἶδος ἐκπαγλουμένη
930δώσειν ὑπέσχετ’, εἰ θεὰς ὑπερδράμοι κάλλει. τὸν ἔνθεν δ’ ὡς ἔχει σκέψαι λόγον· νικᾶι Κύπρις θεάς, καὶ τοσόνδ’ οὑμοὶ γάμοι ὤνησαν Ἑλλάδ’· οὐ κρατεῖσθ’ ἐκ βαρβάρων, οὔτ’ ἐς δόρυ σταθέντες, οὐ τυραννίδι.
935ἃ δ’ εὐτύχησεν Ἑλλάς, ὠλόμην ἐγὼ εὐμορφίαι πραθεῖσα, κὠνειδίζομαι ἐξ ὧν ἐχρῆν με στέφανον ἐπὶ κάραι λαβεῖν. οὔπω με φήσεις αὐτὰ τἀν ποσὶν λέγειν,
ὅπως ἀφώρμης’ ἐκ δόμων τῶν σῶν λάθραι.223
940ἦλθ’ οὐχὶ μικρὰν θεὸν ἔχων αὑτοῦ μέτα ὁ τῆσδ’ ἀλάστωρ, εἴτ’ Ἀλέξανδρον θέλεις ὀνόματι προσφωνεῖν νιν εἴτε καὶ Πάριν· ὅν, ὦ κάκιστε, σοῖσιν ἐν δόμοις λιπὼν Σπάρτης ἀπῆρας νηὶ Κρησίαν χθόνα.
945εἶἑν.
945οὐ ς’, ἀλλ’ ἐμαυτὴν τοὐπὶ τῶιδ’ ἐρήσομαι· τί δὴ φρονοῦσά γ’ ἐκ δόμων ἅμ’ ἑσπόμην ξένωι, προδοῦσα πατρίδα καὶ δόμους ἐμούς; τὴν θεὸν κόλαζε καὶ Διὸς κρείσσων γενοῦ, ὃς τῶν μὲν ἄλλων δαιμόνων ἔχει κράτος,

(950)

κείνης δὲ δοῦλός ἐστι· συγγνώμη δ’ ἐμοί. ἔνθεν δ’ ἔχοις ἂν εἰς ἔμ’ εὐπρεπῆ λόγον· ἐπεὶ θανὼν γῆς ἦλθ’ Ἀλέξανδρος μυχούς, χρῆν μ’, ἡνίκ’ οὐκ ἦν θεοπόνητά μου λέχη, λιποῦσαν οἴκους ναῦς ἔπ’ Ἀργείων μολεῖν.
955ἔσπευδον αὐτὸ τοῦτο· μάρτυρες δέ μοι πύργων πυλωροὶ κἀπὸ τειχέων σκοποί, οἳ πολλάκις μ’ ἐφηῦρον ἐξ ἐπάλξεων πλεκταῖσιν ἐς γῆν σῶμα κλέπτουσαν τόδε. [βίαι δ’ ὁ καινός μ’ οὗτος ἁρπάσας πόσις
960Δηίφοβος ἄλοχον εἶχεν ἀκόντων Φρυγῶν.] πῶς οὖν ἔτ’ ἂν θνήισκοιμ’ ἂν ἐνδίκως, πόσι,
post 961
962πρὸς σοῦ δικαίως, ἣν ὁ μὲν βίαι γαμεῖ, τὰ δ’ οἴκοθεν κεῖν’ ἀντὶ νικητηρίων πικρῶς ἐδούλως’; εἰ δὲ τῶν θεῶν κρατεῖν
965 βούληι, τὸ χρήιζειν ἀμαθές ἐστί σου τόδε. Χο. βασίλει’, ἄμυνον σοῖς τέκνοισι καὶ πάτραι πειθὼ διαφθείρουσα τῆσδ’, ἐπεὶ λέγει καλῶς κακοῦργος οὖσα· δεινὸν οὖν τόδε. Εκ. ταῖς θεαῖσι πρῶτα σύμμαχος γενήσομαι224
970καὶ τήνδε δείξω μὴ λέγουσαν ἔνδικα. ἐγὼ γὰρ Ἥραν παρθένον τε Παλλάδα οὐκ ἐς τοσοῦτον ἀμαθίας ἐλθεῖν δοκῶ, ὥσθ’ ἡ μὲν Ἄργος βαρβάροις ἀπημπόλα, Παλλὰς δ’ Ἀθήνας Φρυξὶ δουλεύειν ποτέ.
975οὐ παιδιαῖσι καὶ χλιδῆι μορφῆς πέρι ἦλθον πρὸς Ἴδην· τοῦ γὰρ οὕνεκ’ ἂν θεὰ Ἥρα τοσοῦτον ἔσχ’ ἔρωτα καλλονῆς; πότερον ἀμείνον’ ὡς λάβηι Διὸς πόσιν; ἢ γάμον Ἀθάνα θεῶν τινος θηρωμένη,
980ἣ παρθένειαν πατρὸς ἐξηιτήσατο φεύγουσα λέκτρα; μὴ ἀμαθεῖς ποίει θεὰς τὸ σὸν κακὸν κοσμοῦσα, μὴ 〈οὐ〉 πείσηις σοφούς. Κύπριν δ’ ἔλεξας (ταῦτα γὰρ γέλως πολύς) ἐλθεῖν ἐμῶι ξὺν παιδὶ Μενέλεω δόμους.
985οὐκ ἂν μένους’ ἂν ἥσυχός ς’ ἐν οὐρανῶι αὐταῖς Ἀμύκλαις ἤγαγεν πρὸς Ἴλιον; ἦν οὑμὸς υἱὸς κάλλος ἐκπρεπέστατος, ὁ σὸς δ’ ἰδών νιν νοῦς ἐποιήθη Κύπρις· τὰ μῶρα γὰρ πάντ’ ἐστὶν Ἀφροδίτη βροτοῖς,
990καὶ τοὔνομ’ ὀρθῶς ἀφροσύνης ἄρχει θεᾶς.
ὃν εἰσιδοῦσα βαρβάροις ἐσθήμασιν χρυσῶι τε λαμπρὸν ἐξεμαργώθης φρένας. ἐν μὲν γὰρ Ἄργει σμίκρ’ ἔχους’ ἀνεστρέφου, Σπάρτης δ’ ἀπαλλαχθεῖσα τὴν Φρυγῶν πόλιν225
995χρυσῶι ῥέουσαν ἤλπισας κατακλύσειν δαπάναισιν· οὐδ’ ἦν ἱκανά σοι τὰ Μενέλεω μέλαθρα ταῖς σαῖς ἐγκαθυβρίζειν τρυφαῖς. εἶἑν· βίαι γὰρ παῖδα φήις 〈σ’〉 ἄγειν ἐμόν· τίς Σπαρτιατῶν ἤισθετ’; ἢ ποίαν βοὴν

(1000)

ἀνωλόλυξας, Κάστορος νεανίου τοῦ συζύγου τ’ ἔτ’ ὄντος, οὐ κατ’ ἄστρα πω; ἐπεὶ δὲ Τροίαν ἦλθες Ἀργεῖοί τέ σου κατ’ ἴχνος, ἦν δὲ δοριπετὴς ἀγωνία, εἰ μὲν τὰ τοῦδε κρείσσον’ ἀγγέλλοιτό σοι,
1005Μενέλαον ἤινεις, παῖς ὅπως λυποῖτ’ ἐμὸς ἔχων ἔρωτος ἀνταγωνιστὴν μέγαν· εἰ δ’ εὐτυχοῖεν Τρῶες, οὐδὲν ἦν ὅδε. ἐς τὴν τύχην δ’ ὁρῶσα τοῦτ’ ἤσκεις, ὅπως ἕποι’ ἅμ’ αὐτῆι, τἀρετῆι δ’ οὐκ ἤθελες.
1010κἄπειτα πλεκταῖς σῶμα σὸν κλέπτειν λέγεις πύργων καθιεῖς’, ὡς μένους’ ἀκουσίως. ποῦ δῆτ’ ἐλήφθης ἢ βρόχοις ἀρτωμένη ἢ φάσγανον θήγους’, ἃ γενναία γυνὴ δράσειεν ἂν ποθοῦσα τὸν πάρος πόσιν;
1015καίτοι ς’ ἐνουθέτουν γε πολλὰ πολλάκις· Ὦ θύγατερ, ἔξελθ’· οἱ δ’ ἐμοὶ παῖδες γάμους ἄλλους γαμοῦσι, σὲ δ’ ἐπὶ ναῦς Ἀχαιικὰς
πέμψω συνεκκλέψασα· καὶ παῦσον μάχης Ἕλληνας ἡμᾶς τ’. ἀλλὰ σοὶ τόδ’ ἦν πικρόν.226
1020ἐν τοῖς Ἀλεξάνδρου γὰρ ὕβριζες δόμοις καὶ προσκυνεῖσθαι βαρβάρων ὕπ’ ἤθελες· μεγάλα γὰρ ἦν σοι. κἀπὶ τοῖσδε σὸν δέμας ἐξῆλθες ἀσκήσασα κἄβλεψας πόσει τὸν αὐτὸν αἰθέρ’, ὦ κατάπτυστον κάρα·
1025ἣν χρῆν ταπεινὴν ἐν πέπλων ἐρειπίοις, φρίκηι τρέμουσαν, κρᾶτ’ ἀπεσκυθισμένην ἐλθεῖν, τὸ σῶφρον τῆς ἀναιδείας πλέον ἔχουσαν ἐπὶ τοῖς πρόσθεν ἡμαρτημένοις. Μενέλα’, ἵν’ εἰδῆις οἷ τελευτήσω λόγον,
1030 στεφάνωσον Ἑλλάδ’ ἀξίως τήνδε κτανὼν σαυτοῦ, νόμον δὲ τόνδε ταῖς ἄλλαισι θὲς γυναιξί, θνήισκειν ἥτις ἂν προδῶι πόσιν. Χο. Μενέλαε, προγόνων τ’ ἀξίως δόμων τε σῶν τεῖσαι δάμαρτα κἀφελοῦ πρὸς Ἑλλάδος
1035 ψόγον τὸ θῆλύ τ’, εὐγενὴς ἐχθροῖς φανείς. Με. ἐμοὶ σὺ συμπέπτωκας ἐς ταὐτὸν λόγου, ἑκουσίως τήνδ’ ἐκ δόμων ἐλθεῖν ἐμῶν ξένας ἐς εὐνάς· χἠ Κύπρις κόμπου χάριν λόγοις ἐνεῖται. βαῖνε λευστήρων πέλας
1040 πόνους τ’ Ἀχαιῶν ἀπόδος ἐν σμικρῶι μακροὺς θανοῦς’, ἵν’ εἰδῆις μὴ καταισχύνειν ἐμέ. Ελ. μή, πρός σε γονάτων, τὴν νόσον τὴν τῶν θεῶν προσθεὶς ἐμοὶ κτάνηις με, συγγίγνωσκε δέ. Εκ. μηδ’ οὓς ἀπέκτειν’ ἥδε συμμάχους προδῶις·
1045ἐγὼ πρὸ κείνων καὶ τέκνων σε λίσσομαι.
Με. παῦσαι, γεραιά· τῆσδε δ’ οὐκ ἐφρόντισα. λέγω δὲ προσπόλοισι πρὸς πρύμνας νεῶν τήνδ’ ἐκκομίζειν, ἔνθα ναυστολήσεται. Εκ. μή νυν νεὼς σοὶ ταὐτὸν ἐσβήτω σκάφος.227

(1050)

Με. τί δ’ ἔστι; μεῖζον βρῖθος ἢ πάροιθ’ ἔχει; Εκ. οὐκ ἔστ’ ἐραστὴς ὅστις οὐκ ἀεὶ φιλεῖ. Με. ὅπως ἂν ἐκβῆι τῶν ἐρωμένων ὁ νοῦς. ἔσται δ’ ἃ βούληι· ναῦν γὰρ οὐκ ἐσβήσεται ἐς ἥνπερ ἡμεῖς· καὶ γὰρ οὐ κακῶς λέγεις.
1055ἐλθοῦσα δ’ Ἄργος ὥσπερ ἀξία κακῶς κακὴ θανεῖται καὶ γυναιξὶ σωφρονεῖν πάσαισι θήσει. ῥάιδιον μὲν οὐ τόδε· ὅμως δ’ ὁ τῆσδ’ ὄλεθρος ἐς φόβον βαλεῖ τὸ μῶρον αὐτῶν, κἂν ἔτ’ ὦς’ αἰσχίονες.
1060Χο. οὕτω δὴ τὸν ἐν Ἰλίωι ναὸν καὶ θυόεντα βω‐
μὸν προύδωκας Ἀχαιοῖς, ὦ Ζεῦ, καὶ πελανῶν φλόγα σμύρνας αἰθερίας τε κα‐
1065 πνὸν καὶ Πέργαμον ἱερὰν Ἰδαῖά τ’ Ἰδαῖα κισσοφόρα νάπη χιόνι κατάρυτα ποταμίαι
1069τέρμονά τε πρωτόβολον ἕωι,
1070τὰν καταλαμπομέναν ζαθέαν θεράπναν; φροῦδαί σοι θυσίαι χορῶν τ’ εὔφημοι κέλαδοι κατ’ ὄρφ‐ ναν τε παννυχίδες θεῶν, χρυσέων τε ξοάνων τύποι228
1075Φρυγῶν τε ζάθεοι σελᾶ‐ ναι συνδώδεκα πλήθει. μέλει μέλει μοι τάδ’ εἰ φρονεῖς, ἄναξ, οὐράνιον ἕδρανον ἐπιβεβὼς αἰθέρα τε πόλεος ὀλομένας,
1080ἃν πυρὸς αἰθομένα κατέλυσεν ὁρμά. ὦ φίλος, ὦ πόσι μοι,
1083σὺ μὲν φθίμενος ἀλαίνεις
1085ἄθαπτος ἄνυδρος, ἐμὲ δὲ πόντιον σκάφος ἀίσσον πτεροῖσι πορεύσει ἱππόβοτον Ἄργος, ἵνα 〈τε〉 τείχη λάϊνα Κυκλώπι’ οὐράνια νέμονται. τέκνων δὲ πλῆθος ἐν πύλαις
1090δάκρυσι †κατάορα στένει† βοᾶι βοᾶι Μᾶτερ, ὤμοι, μόναν δή μ’ Ἀχαιοὶ κομί‐ ζουσι σέθεν ἀπ’ ὀμμάτων κυανέαν ἐπὶ ναῦν
1095εἰναλίαισι πλάταις
ἢ Σαλαμῖν’ ἱερὰν ἢ δίπορον κορυφὰν Ἴσθμιον, ἔνθα πύλας Πέλοπος ἔχουσιν ἕδραι.229

(1100)

εἴθ’ ἀκάτου Μενέλα μέσον πέλαγος ἰούσας δίπαλτον ἱερὸν ἀνὰ μέσον πλατᾶν πέσοι †αἰγαίου† κεραυνοφαὲς πῦρ,
1105Ἰλιόθεν ὅτε με πολυδάκρυτον Ἑλλάδι λάτρευμα γᾶθεν ἐξορίζει, χρύσεα δ’ ἔνοπτρα, παρθένων χάριτας, ἔχουσα τυγχάνει Διὸς κόρα·
1110μηδὲ γαῖάν ποτ’ ἔλθοι Λάκαιναν πατρῶι‐ όν τε θάλαμον ἑστίας, μηδὲ πόλιν Πιτάνας χαλκόπυλόν τε θεάν, δύσγαμον αἶσχος ἑλὼν
1115Ἑλλάδι τᾶι μεγάλαι καὶ Σιμοεντιάσιν μέλεα πάθεα ῥοαῖσιν. ἰὼ ἰώ,
1118καίν’ ἐκ καινῶν μεταβάλλουσαι
χθονὶ συντυχίαι. λεύσσετε Τρώων230
1120 τόνδ’ Ἀστυάνακτ’ ἄλοχοι μέλεαι νεκρόν, ὃν πύργων δίσκημα πικρὸν Δαναοὶ κτείναντες ἔχουσιν. Τα. Ἑκάβη, νεὼς μὲν πίτυλος εἷς λελειμμένος λάφυρα τἀπίλοιπ’ Ἀχιλλείου τόκου
1125μέλλει πρὸς ἀκτὰς ναυστολεῖν Φθιώτιδας· αὐτὸς δ’ ἀνῆκται Νεοπτόλεμος, καινάς τινας Πηλέως ἀκούσας συμφοράς, ὥς νιν χθονὸς Ἄκαστος ἐκβέβληκεν, ὁ Πελίου γόνος. οὗ θᾶσσον οὕνεκ’, οὐ χάριν μονῆς ἔχων,
1130φροῦδος, μετ’ αὐτοῦ δ’ Ἀνδρομάχη, πολλῶν ἐμοὶ δακρύων ἀγωγός, ἡνίκ’ ἐξώρμα χθονός, πάτραν τ’ ἀναστένουσα καὶ τὸν Ἕκτορος τύμβον προσεννέπουσα. καί σφ’ ἠιτήσατο θάψαι νεκρὸν τόνδ’, ὃς πεσὼν ἐκ τειχέων
1135ψυχὴν ἀφῆκεν Ἕκτορος τοῦ σοῦ γόνος· φόβον τ’ Ἀχαιῶν, χαλκόνωτον ἀσπίδα τήνδ’, ἣν πατὴρ τοῦδ’ ἀμφὶ πλεύρ’ ἐβάλλετο, μή νιν πορεῦσαι Πηλέως ἐφ’ ἑστίαν μηδ’ ἐς τὸν αὐτὸν θάλαμον οὗ νυμφεύσεται
1140[μήτηρ νεκροῦ τοῦδ’ Ἀνδρομάχη, λύπας ὁρᾶν], ἀλλ’ ἀντὶ κέδρου περιβόλων τε λαΐνων ἐν τῆιδε θάψαι παῖδα· σὰς δ’ ἐς ὠλένας δοῦναι, πέπλοισιν ὡς περιστείληις νεκρὸν
στεφάνοις θ’, ὅση σοι δύναμις, ὡς ἔχει τὰ σά·231
1145ἐπεὶ βέβηκε καὶ τὸ δεσπότου τάχος ἀφείλετ’ αὐτὴν παῖδα μὴ δοῦναι τάφωι. ἡμεῖς μὲν οὖν, ὅταν σὺ κοσμήσηις νέκυν, γῆν τῶιδ’ ἐπαμπισχόντες ἀροῦμεν δόρυ· σὺ δ’ ὡς τάχιστα πρᾶσσε τἀπεσταλμένα.

(1150)

ἑνὸς μὲν οὖν μόχθου ς’ ἀπαλλάξας ἔχω· Σκαμανδρίους γὰρ τάσδε διαπερῶν ῥοὰς ἔλουσα νεκρὸν κἀπένιψα τραύματα. ἀλλ’ εἶμ’ ὀρυκτὸν τῶιδ’ ἀναρρήξων τάφον, ὡς σύντομ’ ἡμῖν τἀπ’ ἐμοῦ τε κἀπὸ σοῦ
1155 ἐς ἓν ξυνελθόντ’ οἴκαδ’ ὁρμήσηι πλάτην. Εκ. θέσθ’ ἀμφίτορνον ἀσπίδ’ Ἕκτορος πέδωι, λυπρὸν θέαμα κοὐ φίλον λεύσσειν ἐμοί. ὦ μείζον’ ὄγκον δορὸς ἔχοντες ἢ φρενῶν, τί τόνδ’, Ἀχαιοί, παῖδα δείσαντες φόνον
1160καινὸν διειργάσασθε; μὴ Τροίαν ποτὲ πεσοῦσαν ὀρθώσειεν; οὐδὲν ἦτ’ ἄρα, ὅθ’ Ἕκτορος μὲν εὐτυχοῦντος ἐς δόρυ διωλλύμεσθα μυρίας τ’ ἄλλης χερός, πόλεως δ’ ἁλούσης καὶ Φρυγῶν ἐφθαρμένων
1165βρέφος τοσόνδ’ ἐδείσατ’· οὐκ αἰνῶ φόβον, ὅστις φοβεῖται μὴ διεξελθὼν λόγωι. ὦ φίλταθ’, ὥς σοι θάνατος ἦλθε δυστυχής. εἰ μὲν γὰρ ἔθανες πρὸ πόλεως ἥβης τυχὼν
γάμων τε καὶ τῆς ἰσοθέου τυραννίδος,232
1170μακάριος ἦσθ’ ἄν, εἴ τι τῶνδε μακάριον· νῦν 〈δ’〉 αὔτ’ ἰδὼν μὲν γνούς τε σῆι ψυχῆι, τέκνον, οὐκ οἶσθ’, ἐχρήσω δ’ οὐδὲν ἐν δόμοις ἔχων. δύστηνε, κρατὸς ὥς ς’ ἔκειρεν ἀθλίως τείχη πατρῶια, Λοξίου πυργώματα,
1175ὃν πόλλ’ ἐκήπευς’ ἡ τεκοῦσα βόστρυχον φιλήμασίν τ’ ἔδωκεν, ἔνθεν ἐκγελᾶι ὀστέων ῥαγέντων φόνος, ἵν’ αἰσχρὰ μὴ στέγω. ὦ χεῖρες, ὡς εἰκοὺς μὲν ἡδείας πατρὸς κέκτησθ’, ἐν ἄρθροις δ’ ἔκλυτοι πρόκεισθέ μοι.
1180ὦ πολλὰ κόμπους ἐκβαλών, φίλον στόμα, ὄλωλας, ἐψεύσω μ’, ὅτ’ ἐσπίπτων πέπλους, Ὦ μῆτερ, ηὔδας, ἦ πολύν σοι βοστρύχων πλόκαμον κεροῦμαι πρὸς τάφον θ’ ὁμηλίκων κώμους ἐπάξω, φίλα διδοὺς προσφθέγματα.
1185σὺ δ’ οὐκ ἔμ’, ἀλλ’ ἐγὼ σὲ τὸν νεώτερον, γραῦς ἄπολις ἄτεκνος, ἄθλιον θάπτω νεκρόν. οἴμοι, τὰ πόλλ’ ἀσπάσμαθ’ αἵ τ’ ἐμαὶ τροφαὶ ὕπνοι τ’ ἐκεῖνοι φροῦδά μοι. τί καί ποτε γράψειεν ἄν σοι μουσοποιὸς ἐν τάφωι;
1190Τὸν παῖδα τόνδ’ ἔκτειναν Ἀργεῖοί ποτε δείσαντες; αἰσχρὸν τοὐπίγραμμά γ’ Ἑλλάδι.
ἀλλ’ οὖν πατρώιων οὐ λαχὼν ἕξεις ὅμως ἐν ἧι ταφήσηι χαλκόνωτον ἰτέαν. ὦ καλλίπηχυν Ἕκτορος βραχίονα233
1195σώιζους’, ἄριστον φύλακ’ ἀπώλεσας σέθεν. ὡς ἡδὺς ἐν πόρπακι σῶι κεῖται τύπος ἴτυός τ’ ἐν εὐτόρνοισι περιδρόμοις ἱδρώς, ὃν ἐκ μετώπου πολλάκις πόνους ἔχων ἔσταζεν Ἕκτωρ προστιθεὶς γενειάδι.

(1200)

φέρετε, κομίζετ’ ἀθλίωι κόσμον νεκρῶι ἐκ τῶν παρόντων· οὐ γὰρ ἐς κάλλος τύχας δαίμων δίδωσιν· ὧν δ’ ἔχω, λήψηι τάδε. θνητῶν δὲ μῶρος ὅστις εὖ πράσσειν δοκῶν βέβαια χαίρει· τοῖς τρόποις γὰρ αἱ τύχαι,
1205 ἔμπληκτος ὡς ἄνθρωπος, ἄλλοτ’ ἄλλοσε πηδῶσι, †κοὐδεὶς αὐτὸς εὐτυχεῖ ποτε†. Χο. καὶ μὴν πρὸ χειρῶν αἵδε σοι σκυλευμάτων Φρυγίων φέρουσι κόσμον ἐξάπτειν νεκρῶι. Εκ. ὦ τέκνον, οὐχ ἵπποισι νικήσαντά σε
1210οὐδ’ ἥλικας τόξοισιν, οὓς Φρύγες νόμους τιμῶσιν †οὐκ ἐς πλησμονὰς θηρώμενοι†, μήτηρ πατρός σοι προστίθης’ ἀγάλματα τῶν σῶν ποτ’ ὄντων· νῦν δέ ς’ ἡ θεοστυγὴς ἀφείλεθ’ Ἑλένη, πρὸς δὲ καὶ ψυχὴν σέθεν
1215 ἔκτεινε καὶ πάντ’ οἶκον ἐξαπώλεσεν. Χο. ἒ ἔ, φρενῶν ἔθιγες ἔθιγες· ὦ μέγας ἐμοί ποτ’ ὢν
1217ἀνάκτωρ πόλεως.
Εκ. ἃ δ’ ἐν γάμοισι χρῆν σε προσθέσθαι χροῒ Ἀσιατίδων γήμαντα τὴν ὑπερτάτην,234
1220Φρύγια πέπλων ἀγάλματ’ ἐξάπτω χροός. σύ τ’, ὦ ποτ’ οὖσα καλλίνικε μυρίων μῆτερ τροπαίων, Ἕκτορος φίλον σάκος, στεφανοῦ· θανῆι γὰρ οὐ θανοῦσα σὺν νεκρῶι· ἐπεὶ σὲ πολλῶι μᾶλλον ἢ τὰ τοῦ σοφοῦ
1225 κακοῦ τ’ Ὀδυσσέως ἄξιον τιμᾶν ὅπλα. Χο. αἰαῖ αἰαῖ· πικρὸν ὄδυρμα γαῖά ς’, ὦ τέκνον, δέξεται. στέναζε, μᾶτερ Εκ. αἰαῖ.
1230Χο. νεκρῶν ἴακχον. Εκ. οἴμοι. Χο. οἴμοι δῆτα σῶν ἀλάστων κακῶν. Εκ. τελαμῶσιν ἕλκη τὰ μὲν ἐγώ ς’ ἰάσομαι, τλήμων ἰατρός, ὄνομ’ ἔχουσα, τἄργα δ’ οὔ· τὰ δ’ ἐν νεκροῖσι φροντιεῖ πατὴρ σέθεν.
1235Χο. ἄρασς’ ἄρασσε κρᾶτα πιτύλους διδοῦσα χειρός. ἰώ μοί μοι. Εκ. ὦ φίλταται γυναῖκες. Χο. †Ἑκάβη, σὰς† ἔνεπε· τίνα θροεῖς αὐδάν;
1240Εκ. †οὐκ ἦν ἄρ’ ἐν θεοῖσι† πλὴν οὑμοὶ πόνοι Τροία τε πόλεων ἔκκριτον μισουμένη,
μάτην δ’ ἐβουθυτοῦμεν. εἰ δὲ μὴ θεὸς ἔστρεψε τἄνω περιβαλὼν κάτω χθονός, ἀφανεῖς ἂν ὄντες οὐκ ἂν ὑμνηθεῖμεν ἂν235
1245μούσαις ἀοιδὰς δόντες ὑστέρων βροτῶν. χωρεῖτε, θάπτετ’ ἀθλίωι τύμβωι νεκρόν· ἔχει γὰρ οἷα δεῖ γε νερτέρων στέφη. δοκῶ δὲ τοῖς θανοῦσι διαφέρειν βραχὺ εἰ πλουσίων τις τεύξεται κτερισμάτων·

(1250)

κενὸν δὲ γαύρωμ’ ἐστὶ τῶν ζώντων τόδε. Χο. ἰὼ ἰώ·
1251μελέα μήτηρ, ἣ τὰς μεγάλας ἐλπίδας ἐν σοὶ κατέκναψε βίου· μέγα δ’ ὀλβισθεὶς ὡς ἐκ πατέρων ἀγαθῶν ἐγένου
1255δεινῶι θανάτωι διόλωλας. ἔα ἔα·
1256τίνας Ἰλιάσιν τούσδ’ ἐν κορυφαῖς λεύσσω φλογέας δαλοῖσι χέρας διερέσσοντας; μέλλει Τροίαι
καινόν τι κακὸν προσέσεσθαι.236
1260Τα. αὐδῶ λοχαγοῖς, οἳ τέταχθ’ ἐμπιμπράναι Πριάμου τόδ’ ἄστυ, μηκέτ’ ἀργοῦσαν φλόγα ἐν χερσὶ σώιζειν ἀλλὰ πῦρ ἐνιέναι, ὡς ἂν κατασκάψαντες Ἰλίου πόλιν στελλώμεθ’ οἴκαδ’ ἄσμενοι Τροίας ἄπο.
1265ὑμεῖς δ’, ἵν’ αὑτὸς λόγος ἔχηι μορφὰς δύο, χωρεῖτε, Τρώων παῖδες, ὀρθίαν ὅταν σάλπιγγος ἠχὼ δῶσιν ἀρχηγοὶ στρατοῦ, πρὸς ναῦς Ἀχαιῶν, ὡς ἀποστέλλησθε γῆς. σὺ δ’, ὦ γεραιὰ δυστυχεστάτη γύναι,
1270 ἕπου· μεθήκουσίν ς’ Ὀδυσσέως πάρα οἵδ’, ὧι σε δούλην κλῆρος ἐκπέμπει πάτρας. Εκ. οἲ ’γὼ τάλαινα· τοῦτο δὴ τὸ λοίσθιον καὶ τέρμα πάντων τῶν ἐμῶν ἤδη κακῶν· ἔξειμι πατρίδος, πόλις ὑφάπτεται πυρί.
1275ἀλλ’, ὦ γεραιὲ πούς, ἐπίσπευσον μόλις, ὡς ἀσπάσωμαι τὴν ταλαίπωρον πόλιν. ὦ μεγάλα δή ποτ’ ἀμπνέους’ ἐν βαρβάροις Τροία, τὸ κλεινὸν ὄνομ’ ἀφαιρήσηι τάχα. πιμπρᾶσί ς’, ἡμᾶς δ’ ἐξάγους’ ἤδη χθονὸς
1280δούλας. ἰὼ θεοί· καὶ τί τοὺς θεοὺς καλῶ; καὶ πρὶν γὰρ οὐκ ἤκουσαν ἀνακαλούμενοι. φέρ’ ἐς πυρὰν δράμωμεν· ὡς κάλλιστά μοι σὺν τῆιδε πατρίδι κατθανεῖν πυρουμένηι.
Τα. ἐνθουσιᾶις, δύστηνε, τοῖς σαυτῆς κακοῖς.237
1285 ἀλλ’ ἄγετε, μὴ φείδεσθ’· Ὀδυσσέως δὲ χρὴ ἐς χεῖρα δοῦναι τήνδε καὶ πέμπειν γέρας. Εκ. ὀτοτοτοτοῖ. Κρόνιε, πρύτανι Φρύγιε, γενέτα †πάτερ ἀνάξια τῆς Δαρδανίου†
1290 γονᾶς, τάδ’ οἷα πάσχομεν δέδορκας; Χο. δέδορκεν· ἁ δὲ μεγαλόπολις
1293 ἄπολις ὄλωλεν οὐδ’ ἔτ’ ἔστι Τροία. Εκ. ὀτοτοτοτοῖ.
1295 †λέλαμπεν Ἴλιος, Περ‐
γάμων τε πυρὶ καταίθεται τέραμνα καὶ πόλις ἄκρα τε τειχέων†. Χο. πτέρυγι δὲ καπνὸς ὥς τις οὐ‐
ρίαι πεσοῦσα δορὶ καταφθίνει γᾶ.

(1300)

[μαλερὰ μέλαθρα πυρὶ κατάδρομα δαΐωι τε λόγχαι.] Εκ. ἰὼ γᾶ τρόφιμε τῶν ἐμῶν τέκνων. Χο. ἒ ἔ.
1303Εκ. ὦ τέκνα, κλύετε, μάθετε ματρὸς αὐδάν.
Χο. ἰαλέμωι τοὺς θανόντας ἀπύεις.238
1305Εκ. γεραιά γ’ ἐς πέδον τιθεῖσα μέλε’ 〈ἐμὰ〉 καὶ χερσὶ γαῖαν κτυποῦσα δισσαῖς. Χο. διάδοχά σοι γόνυ τίθημι γαίαι τοὺς ἐμοὺς καλοῦσα νέρθεν ἀθλίους ἀκοίτας.
1310Εκ. ἀγόμεθα φερόμεθ’ Χο. ἄλγος ἄλγος βοᾶις. Εκ. δούλειον ὑπὸ μέλαθρον. Χο. ἐκ πάτρας γ’ ἐμᾶς. Εκ. ἰὼ ἰώ, Πρίαμε Πρίαμε, σὺ μὲν ὀλόμενος ἄταφος ἄφιλος ἄτας ἐμᾶς ἄιστος εἶ.
1315Χο. μέλας γὰρ ὄσσε κατεκάλυ‐
ψε θάνατος ὅσιος ἀνοσίοις σφαγαῖσιν. Εκ. ἰὼ θεῶν μέλαθρα καὶ πόλις φίλα, Χο. ἒ ἔ.
1318Εκ. τὰν φόνιον ἔχετε φλόγα δορός τε λόγχαν. Χο. τάχ’ ἐς φίλαν γᾶν πεσεῖσθ’ ἀνώνυμοι.
1320Εκ. κόνις δ’ ἴσα καπνῶι πτέρυγι πρὸς αἰθέρα ἄιστον οἴκων ἐμῶν με θήσει. Χο. ὄνομα δὲ γᾶς ἀφανὲς εἶσιν· ἄλλαι δ’ ἄλλο φροῦδον, οὐδ’ ἔτ’ ἔστιν
ἁ τάλαινα Τροία.239
1325Εκ. ἐμάθετ’, ἐκλύετε; Χο. περγάμων 〈γε〉 κτύπον. Εκ. ἔνοσις ἅπασαν ἔνοσις Χο. ἐπικλύζει πόλιν. Εκ. ἰὼ 〈ἰώ〉, τρομερὰ τρομερὰ
1329μέλεα, φέρετ’ ἐμὸν ἴχνος· ἴτ’ ἐπὶ
1330 δούλειον ἁμέραν βίου. Χο. ἰὼ τάλαινα πόλις. ὅμως
δὲ πρόφερε πόδα σὸν ἐπὶ πλάτας Ἀχαιῶν.240