TLG 0006 043 :: EURIPIDES :: Hercules EURIPIDES Trag. Cf. et EURIPIDIS EPISTULAE (1367)
Hercules Source: Diggle, J. (ed.), Euripidis fabulae, vol. 2. Oxford: Clarendon Press, 1981: 117–174. Citation: (Line) | ||
t | ΗΡΑΚΛΗΣ | |
---|---|---|
1 | ΑΜΦΙΤΡΥΩΝ | |
1 | Τίς τὸν Διὸς σύλλεκτρον οὐκ οἶδεν βροτῶν, Ἀργεῖον Ἀμφιτρύων’, ὃν Ἀλκαῖός ποτε ἔτιχθ’ ὁ Περσέως, πατέρα τόνδ’ Ἡρακλέους; ὃς τάσδε Θήβας ἔσχον, ἔνθ’ ὁ γηγενὴς | |
5 | σπαρτῶν στάχυς ἔβλαστεν, ὧν γένους Ἄρης ἔσως’ ἀριθμὸν ὀλίγον, οἳ Κάδμου πόλιν τεκνοῦσι παίδων παισίν· ἔνθεν ἐξέφυ Κρέων Μενοικέως παῖς, ἄναξ τῆσδε χθονός. Κρέων δὲ Μεγάρας τῆσδε γίγνεται πατήρ, | |
10 | ἣν πάντες ὑμεναίοισι Καδμεῖοί ποτε λωτῶι συνηλάλαξαν ἡνίκ’ εἰς ἐμοὺς δόμους ὁ κλεινὸς Ἡρακλῆς νιν ἤγετο. λιπὼν δὲ Θήβας, οὗ κατωικίσθην ἐγώ, Μεγάραν τε τήνδε πενθερούς τε παῖς ἐμὸς | |
15 | Ἀργεῖα τείχη καὶ Κυκλωπίαν πόλιν ὠρέξατ’ οἰκεῖν, ἣν ἐγὼ φεύγω κτανὼν Ἠλεκτρύωνα. συμφορὰς δὲ τὰς ἐμὰς ἐξευμαρίζων καὶ πάτραν οἰκεῖν θέλων καθόδου δίδωσι μισθὸν Εὐρυσθεῖ μέγαν, | |
20 | ἐξημερῶσαι γαῖαν, εἴθ’ Ἥρας ὕπο | |
κέντροις δαμασθεὶς εἴτε τοῦ χρεὼν μέτα. καὶ τοὺς μὲν ἄλλους ἐξεμόχθησεν πόνους, τὸ λοίσθιον δὲ Ταινάρου διὰ στόμα βέβηκ’ ἐς Ἅιδου τὸν τρισώματον κύνα | 117 | |
25 | ἐς φῶς ἀνάξων, ἔνθεν οὐχ ἥκει πάλιν. γέρων δὲ δή τις ἔστι Καδμείων λόγος ὡς ἦν πάρος Δίρκης τις εὐνήτωρ Λύκος τὴν ἑπτάπυργον τήνδε δεσπόζων πόλιν, τὼ λευκοπώλω πρὶν τυραννῆσαι χθονὸς | |
30 | Ἀμφίον’ ἠδὲ Ζῆθον, ἐκγόνω Διός. οὗ ταὐτὸν ὄνομα παῖς πατρὸς κεκλημένος, Καδμεῖος οὐκ ὢν ἀλλ’ ἀπ’ Εὐβοίας μολών, κτείνει Κρέοντα καὶ κτανὼν ἄρχει χθονός, στάσει νοσοῦσαν τήνδ’ ἐπεσπεσὼν πόλιν. | |
35 | ἡμῖν δὲ κῆδος ἐς Κρέοντ’ ἀνημμένον κακὸν μέγιστον, ὡς ἔοικε, γίγνεται. τοὐμοῦ γὰρ ὄντος παιδὸς ἐν μυχοῖς χθονὸς ὁ καινὸς οὗτος τῆσδε γῆς ἄρχων Λύκος τοὺς Ἡρακλείους παῖδας ἐξελεῖν θέλει | |
40 | κτανὼν δάμαρτά 〈θ’〉, ὡς φόνωι σβέσηι φόνον, κἄμ’ (εἴ τι δὴ χρὴ κἄμ’ ἐν ἀνδράσιν λέγειν, γέροντ’ ἀχρεῖον), μή ποθ’ οἵδ’ ἠνδρωμένοι μήτρωσιν ἐκπράξωσιν αἵματος δίκην. ἐγὼ δέ (λείπει γάρ με τοῖσδ’ ἐν δώμασιν | |
45 | τροφὸν τέκνων οἰκουρόν, ἡνίκα χθονὸς μέλαιναν ὄρφνην εἰσέβαινε, παῖς ἐμός) σὺν μητρί, τέκνα μὴ θάνως’ Ἡρακλέους, βωμὸν καθίζω τόνδε σωτῆρος Διός, ὃν καλλινίκου δορὸς ἄγαλμ’ ἱδρύσατο | |
(50) | Μινύας κρατήσας οὑμὸς εὐγενὴς τόκος. | |
πάντων δὲ χρεῖοι τάσδ’ ἕδρας φυλάσσομεν, σίτων ποτῶν ἐσθῆτος, ἀστρώτωι πέδωι πλευρὰς τιθέντες· ἐκ γὰρ ἐσφραγισμένοι δόμων καθήμεθ’ ἀπορίαι σωτηρίας. | 118 | |
55 | φίλων δὲ τοὺς μὲν οὐ σαφεῖς ὁρῶ φίλους, οἱ δ’ ὄντες ὀρθῶς ἀδύνατοι προσωφελεῖν. τοιοῦτον ἀνθρώποισιν ἡ δυσπραξία· ἧς μήποθ’ ὅστις καὶ μέσως εὔνους ἐμοὶ τύχοι, φίλων ἔλεγχον ἀψευδέστατον. | |
60 | ΜΕΓΑΡΑ | |
60 | ὦ πρέσβυ, Ταφίων ὅς ποτ’ ἐξεῖλες πόλιν στρατηλατήσας κλεινὰ Καδμείων δορός, ὡς οὐδὲν ἀνθρώποισι τῶν θείων σαφές. ἐγὼ γὰρ οὔτ’ ἐς πατέρ’ ἀπηλάθην τύχης, ὃς οὕνεκ’ ὄλβου μέγας ἐκομπάσθη ποτὲ | |
65 | ἔχων τυραννίδ’, ἧς μακραὶ λόγχαι πέρι πηδῶς’ ἔρωτι σώματ’ εἰς εὐδαίμονα, ἔχων δὲ τέκνα· κἄμ’ ἔδωκε παιδὶ σῶι, ἐπίσημον εὐνὴν Ἡρακλεῖ συνοικίσας. καὶ νῦν ἐκεῖνα μὲν θανόντ’ ἀνέπτατο, | |
70 | ἐγὼ δὲ καὶ σὺ μέλλομεν θνήισκειν, γέρον, οἵ θ’ Ἡράκλειοι παῖδες, οὓς ὑπὸ πτεροῖς σώιζω νεοσσοὺς ὄρνις ὣς ὑφειμένους. οἱ δ’ εἰς ἔλεγχον ἄλλος ἄλλοθεν πίτνων Ὦ μῆτερ, αὐδᾶι, ποῖ πατὴρ ἄπεστι γῆς; | |
75 | τί δρᾶι, πόθ’ ἥξει; τῶι νέωι δ’ ἐσφαλμένοι ζητοῦσι τὸν τεκόντ’, ἐγὼ δὲ διαφέρω | |
λόγοισι μυθεύουσα. θαυμάζων δ’ ὅταν πύλαι ψοφῶσι πᾶς ἀνίστησιν πόδα, ὡς πρὸς πατρῶιον προσπεσούμενοι γόνυ. | 119 | |
80 | νῦν οὖν τίν’ ἐλπίδ’ ἢ πόρον σωτηρίας ἐξευμαρίζηι, πρέσβυ; πρὸς σὲ γὰρ βλέπω. ὡς οὔτε γαίας ὅρι’ ἂν ἐκβαῖμεν λάθραι (φυλακαὶ γὰρ ἡμῶν κρείσσονες κατ’ ἐξόδους) οὔτ’ ἐν φίλοισιν ἐλπίδες σωτηρίας | |
85 | ἔτ’ εἰσὶν ἡμῖν. ἥντιν’ οὖν γνώμην ἔχεις λέγ’ ἐς τὸ κοινόν, μὴ θανεῖν ἕτοιμον ἦι. | |
88 | Αμ. ὦ θύγατερ, οὔτοι ῥάιδιον τὰ τοιάδε φαύλως παραινεῖν σπουδάσαντ’ ἄνευ πόνου· | |
87 | χρόνον δὲ μηκύνωμεν ὄντες ἀσθενεῖς. | |
90 | Με. λύπης τι προσδεῖς ἢ φιλεῖς οὕτω φάος; Αμ. καὶ τῶιδε χαίρω καὶ φιλῶ τὰς ἐλπίδας. Με. κἀγώ· δοκεῖν δὲ τἀδόκητ’ οὐ χρή, γέρον. Αμ. ἐν ταῖς ἀναβολαῖς τῶν κακῶν ἔνεστ’ ἄκη. Με. ὁ δ’ ἐν μέσωι γε λυπρὸς ὢν δάκνει χρόνος. | |
95 | Αμ. γένοιτο μέντἄν, θύγατερ, οὔριος δρόμος ἐκ τῶν παρόντων τῶνδ’ ἐμοὶ καὶ σοὶ κακῶν ἔλθοι τ’ ἔτ’ ἂν παῖς οὑμός, εὐνήτωρ δὲ σός. ἀλλ’ ἡσύχαζε καὶ δακρυρρόους τέκνων πηγὰς ἀφαίρει καὶ παρευκήλει λόγοις, | |
(100) | κλέπτουσα μύθοις ἀθλίους κλοπὰς ὅμως. κάμνουσι γάρ τοι καὶ βροτῶν αἱ συμφοραί, καὶ πνεύματ’ ἀνέμων οὐκ ἀεὶ ῥώμην ἔχει, | |
οἵ τ’ εὐτυχοῦντες διὰ τέλους οὐκ εὐτυχεῖς· ἐξίσταται γὰρ πάντ’ ἀπ’ ἀλλήλων δίχα. | 120 | |
105 | οὗτος δ’ ἀνὴρ ἄριστος ὅστις ἐλπίσιν πέποιθεν αἰεί· τὸ δ’ ἀπορεῖν ἀνδρὸς κακοῦ. ΧΟΡΟΣ | |
107 | ὑψόροφα μέλαθρα καὶ γεραι‐ ὰ δέμνι’ ἀμφὶ βάκτροις ἔρεισμα θέμενος ἐστάλην | |
110 | ἰηλέμων γέρων ἀοι‐ δὸς ὥστε πολιὸς ὄρνις, ἔπεα μόνον καὶ δόκημα νυκτερω‐ πὸν ἐννύχων ὀνείρων, τρομερὰ μὲν ἀλλ’ ὅμως πρόθυμ’, | |
115 | ὦ τέκεα τέκεα πατρὸς ἀπάτορ’, ὦ γεραιὲ σύ τε τάλαινα μᾶ‐ τερ, ἃ τὸν 〈ἐν〉 Ἀίδα δόμοις πόσιν ἀναστενάζεις. †μὴ προκάμητε πόδα† βαρύ τε κῶ‐ | |
120 | λον ὥστε πρὸς πετραῖον λέπας †ζυγηφόρον πῶλον ἀνέντες ὡς βάρος φέρον | |
τροχηλάτοιο πώλου†. λαβοῦ χερῶν καὶ πέπλων, ὅτου λέλοι‐ | 121 | |
125 | πε ποδὸς ἀμαυρὸν ἴχνος. γέρων γέροντα παρακόμιζ’, | |
128 | ὧι ξύνοπλα δόρατα νέα νέωι | |
127 | τὸ πάρος ἐν ἡλίκων πόνοις | |
129 | ξυνῆν ποτ’, εὐκλεεστάτας | |
130 | πατρίδος οὐκ ὀνείδη. ἴδετε πατέρος ὡς γορ‐ γῶπες αἵδε προσφερεῖς ὀμμάτων αὐγαί, τὸ δὲ κακοτυχὲς οὐ λέλοιπεν ἐκ τέκνων | |
135 | οὐδ’ ἀποίχεται χάρις. | |
135 | Ἑλλὰς ὦ ξυμμάχους οἵους οἵους ὀλέσασα τούσδ’ ἀποστερήσηι. ἀλλ’ εἰσορῶ γὰρ τόνδε δωμάτων πέλας Λύκον περῶντα, τῆσδε κοίρανον χθονός. | |
140 | ΛΥΚΟΣ | |
140 | τὸν Ἡράκλειον πατέρα καὶ ξυνάορον, εἰ χρή μ’, ἐρωτῶ· χρὴ δ’, ἐπεί γε δεσπότης ὑμῶν καθέστηχ’, ἱστορεῖν ἃ βούλομαι. τίν’ ἐς χρόνον ζητεῖτε μηκῦναι βίον; τίν’ ἐλπίδ’ ἀλκήν τ’ εἰσορᾶτε μὴ θανεῖν; | |
145 | ἦ τὸν παρ’ Ἅιδηι πατέρα τῶνδε κείμενον πιστεύεθ’ ἥξειν; ὡς ὑπὲρ τὴν ἀξίαν τὸ πένθος αἴρεσθ’, εἰ θανεῖν ὑμᾶς χρεών, σὺ μὲν καθ’ Ἑλλάδ’ ἐκβαλὼν κόμπους κενοὺς ὡς σύγγαμός σοι Ζεὺς τέκνου τε κοινεών, | 122 |
(150) | σὺ δ’ ὡς ἀρίστου φωτὸς ἐκλήθης δάμαρ. τί δὴ τὸ σεμνὸν σῶι κατείργασται πόσει, ὕδραν ἕλειον εἰ διώλεσε κτανὼν ἢ τὸν Νέμειον θῆρ’, ὃν ἐν βρόχοις ἑλὼν βραχίονός φης’ ἀγχόναισιν ἐξελεῖν; | |
155 | τοῖσδ’ ἐξαγωνίζεσθε; τῶνδ’ ἄρ’ οὕνεκα τοὺς Ἡρακλείους παῖδας οὐ θνήισκειν χρεών; ὁ δ’ ἔσχε δόξαν οὐδὲν ὢν εὐψυχίας θηρῶν ἐν αἰχμῆι, τἄλλα δ’ οὐδὲν ἄλκιμος, ὃς οὔποτ’ ἀσπίδ’ ἔσχε πρὸς λαιᾶι χερὶ | |
160 | οὐδ’ ἦλθε λόγχης ἐγγὺς ἀλλὰ τόξ’ ἔχων, κάκιστον ὅπλον, τῆι φυγῆι πρόχειρος ἦν. ἀνδρὸς δ’ ἔλεγχος οὐχὶ τόξ’ εὐψυχίας ἀλλ’ ὃς μένων βλέπει τε κἀντιδέρκεται δορὸς ταχεῖαν ἄλοκα τάξιν ἐμβεβώς. | |
165 | ἔχει δὲ τοὐμὸν οὐκ ἀναίδειαν, γέρον, ἀλλ’ εὐλάβειαν· οἶδα γὰρ κατακτανὼν Κρέοντα πατέρα τῆσδε καὶ θρόνους ἔχων. οὔκουν τραφέντων τῶνδε τιμωροὺς ἐμοὶ χρήιζω λιπέσθαι, τῶν δεδραμένων δίκην. | |
170 | Αμ. τῶι τοῦ Διὸς μὲν Ζεὺς ἀμυνέτω μέρει παιδός· τὸ δ’ εἰς ἔμ’, Ἡράκλεις, ἐμοὶ μέλει λόγοισι τὴν τοῦδ’ ἀμαθίαν ὑπὲρ σέθεν δεῖξαι· κακῶς γάρ ς’ οὐκ ἐατέον κλύειν. πρῶτον μὲν οὖν τἄρρητ’ (ἐν ἀρρήτοισι γὰρ | 123 |
175 | τὴν σὴν νομίζω δειλίαν, Ἡράκλεες) σὺν μάρτυσιν θεοῖς δεῖ μ’ ἀπαλλάξαι σέθεν. Διὸς κεραυνὸν ἠρόμην τέθριππά τε ἐν οἷς βεβηκὼς τοῖσι γῆς βλαστήμασιν Γίγασι πλευροῖς πτήν’ ἐναρμόσας βέλη | |
180 | τὸν καλλίνικον μετὰ θεῶν ἐκώμασεν· τετρασκελές θ’ ὕβρισμα, Κενταύρων γένος, Φολόην ἐπελθών, ὦ κάκιστε βασιλέων, ἐροῦ τίν’ ἄνδρ’ ἄριστον ἐγκρίνειαν ἄν· ἢ οὐ παῖδα τὸν ἐμόν, ὃν σὺ φὴις εἶναι δοκεῖν; | |
185 | Δίρφυν τ’ ἐρωτῶν ἥ ς’ ἔθρεψ’ Ἀβαντίδα, οὐκ ἄν 〈σ’〉 ἐπαινέσειεν· οὐ γὰρ ἔσθ’ ὅπου ἐσθλόν τι δράσας μάρτυρ’ ἂν λάβοις πάτραν. τὸ πάνσοφον δ’ εὕρημα, τοξήρη σαγήν, μέμφηι· κλύων νυν τἀπ’ ἐμοῦ σοφὸς γενοῦ. | |
190 | ἀνὴρ ὁπλίτης δοῦλός ἐστι τῶν ὅπλων | |
193 | θραύσας τε λόγχην οὐκ ἔχει τῶι σώματι θάνατον ἀμῦναι, μίαν ἔχων ἀλκὴν μόνον· | |
191 | καὶ τοῖσι συνταχθεῖσιν οὖσι μὴ ἀγαθοῖς αὐτὸς τέθνηκε δειλίαι τῆι τῶν πέλας. | |
195 | ὅσοι δὲ τόξοις χεῖρ’ ἔχουσιν εὔστοχον, | |
ἓν μὲν τὸ λῶιστον, μυρίους οἰστοὺς ἀφεὶς ἄλλοις τὸ σῶμα ῥύεται μὴ κατθανεῖν, ἑκὰς δ’ ἀφεστὼς πολεμίους ἀμύνεται τυφλοῖς ὁρῶντας οὐτάσας τοξεύμασιν | 124 | |
(200) | τὸ σῶμά τ’ οὐ δίδωσι τοῖς ἐναντίοις, ἐν εὐφυλάκτωι δ’ ἐστί. τοῦτο δ’ ἐν μάχηι σοφὸν μάλιστα, δρῶντα πολεμίους κακῶς σώιζειν τὸ σῶμα, μὴ ’κ τύχης ὡρμισμένον. λόγοι μὲν οἵδε τοῖσι σοῖς ἐναντίαν | |
205 | γνώμην ἔχουσι τῶν καθεστώτων πέρι. παῖδας δὲ δὴ τί τούσδ’ ἀποκτεῖναι θέλεις; τί ς’ οἵδ’ ἔδρασαν; ἕν τί ς’ ἡγοῦμαι σοφόν, εἰ τῶν ἀρίστων τἄκγον’ αὐτὸς ὢν κακὸς δέδοικας. ἀλλὰ τοῦθ’ ὅμως ἡμῖν βαρύ, | |
210 | εἰ δειλίας σῆς κατθανούμεθ’ οὕνεκα, ὃ χρῆν ς’ ὑφ’ ἡμῶν τῶν ἀμεινόνων παθεῖν, εἰ Ζεὺς δικαίας εἶχεν εἰς ἡμᾶς φρένας. εἰ δ’ οὖν ἔχειν γῆς σκῆπτρα τῆσδ’ αὐτὸς θέλεις, ἔασον ἡμᾶς φυγάδας ἐξελθεῖν χθονός· | |
215 | βίαι δὲ δράσηις μηδὲν ἢ πείσηι βίαν ὅταν θεοῦ σοι πνεῦμα μεταβαλὸν τύχηι. φεῦ· | |
217 | ὦ γαῖα Κάδμου (καὶ γὰρ ἐς ς’ ἀφίξομαι λόγους ὀνειδιστῆρας ἐνδατούμενος), τοιαῦτ’ ἀμύνεθ’ Ἡρακλεῖ τέκνοισί τε; | |
220 | Μινύαις ὃς εἷς ἅπασι διὰ μάχης μολὼν Θήβας ἔθηκεν ὄμμ’ ἐλεύθερον βλέπειν. οὐδ’ Ἑλλάδ’ ἤινες’ (οὐδ’ ἀνέξομαί ποτε σιγῶν) κακίστην λαμβάνων ἐς παῖδ’ ἐμόν, | |
ἣν χρῆν νεοσσοῖς τοῖσδε πῦρ λόγχας ὅπλα | 125 | |
225 | φέρουσαν ἐλθεῖν, ποντίων καθαρμάτων χέρσου τ’ ἀμοιβὰς ὧν †ἐμόχθησας χάριν†. τὰ δ’, ὦ τέκν’, ὑμῖν οὔτε Θηβαίων πόλις οὔθ’ Ἑλλὰς ἀρκεῖ· πρὸς δ’ ἔμ’ ἀσθενῆ φίλον δεδόρκατ’, οὐδὲν ὄντα πλὴν γλώσσης ψόφον. | |
230 | ῥώμη γὰρ ἐκλέλοιπεν ἣν πρὶν εἴχομεν, γήραι δὲ τρομερὰ γυῖα κἀμαυρὸν σθένος. εἰ δ’ ἦ νέος τε κἄτι σώματος κρατῶν, λαβὼν ἂν ἔγχος τοῦδε τοὺς ξανθοὺς πλόκους καθηιμάτως’ ἄν, ὥστ’ Ἀτλαντικῶν πέραν | |
235 | φεύγειν ὅρων ἂν δειλίαι τοὐμὸν δόρυ. Χο. ἆρ’ οὐκ ἀφορμὰς τοῖς λόγοισιν ἁγαθοὶ θνητῶν ἔχουσι, κἂν βραδύς τις ἦι λέγειν; Λυ. σὺ μὲν λέγ’ ἡμᾶς οἷς πεπύργωσαι λόγοις, ἐγὼ δὲ δράσω ς’ ἀντὶ τῶν λόγων κακῶς. | |
240 | ἄγ’, οἱ μὲν Ἑλικῶν’, οἱ δὲ Παρνασοῦ πτυχὰς τέμνειν ἄνωχθ’ ἐλθόντες ὑλουργοὺς δρυὸς κορμούς· ἐπειδὰν δ’ ἐσκομισθῶσιν πόλει βωμὸν πέριξ νήσαντες ἀμφήρη ξύλα ἐμπίμπρατ’ αὐτῶν κἀκπυροῦτε σώματα | |
245 | πάντων, ἵν’ εἰδῶς’ οὕνεκ’ οὐχ ὁ κατθανὼν κρατεῖ χθονὸς τῆσδ’ ἀλλ’ ἐγὼ τὰ νῦν τάδε. ὑμεῖς δέ, πρέσβεις, ταῖς ἐμαῖς ἐναντίοι γνώμαισιν ὄντες, οὐ μόνον στενάξετε τοὺς Ἡρακλείους παῖδας ἀλλὰ καὶ δόμου | |
(250) | τύχας, ὅταν πάσχηι τι, μεμνήσεσθε δὲ δοῦλοι γεγῶτες τῆς ἐμῆς τυραννίδος. Χο. ὦ γῆς λοχεύμαθ’, οὓς Ἄρης σπείρει ποτὲ λάβρον δράκοντος ἐξερημώσας γένυν, οὐ σκῆπτρα, χειρὸς δεξιᾶς ἐρείσματα, | 126 |
255 | ἀρεῖτε καὶ τοῦδ’ ἀνδρὸς ἀνόσιον κάρα καθαιματώσεθ’, ὅστις οὐ Καδμεῖος ὢν ἄρχει κάκιστος τῶν ἐμῶν ἔπηλυς ὤν; ἀλλ’ οὐκ ἐμοῦ γε δεσπόσεις χαίρων ποτὲ οὐδ’ ἁπόνησα πόλλ’ ἐγὼ καμὼν χερὶ | |
260 | ἕξεις. ἀπέρρων δ’ ἔνθεν ἦλθες ἐνθάδε ὕβριζ’. ἐμοῦ γὰρ ζῶντος οὐ κτενεῖς ποτε τοὺς Ἡρακλείους παῖδας· οὐ τοσόνδε γῆς ἔνερθ’ ἐκεῖνος κρύπτεται λιπὼν τέκνα. ἐπεὶ σὺ μὲν γῆν τήνδε διολέσας ἔχεις, | |
265 | ὁ δ’ ὠφελήσας ἀξίων οὐ τυγχάνει· κἄπειτα πράσσω πόλλ’ ἐγὼ φίλους ἐμοὺς θανόντας εὖ δρῶν, οὗ φίλων μάλιστα δεῖ; ὦ δεξιὰ χείρ, ὡς ποθεῖς λαβεῖν δόρυ, ἐν δ’ ἀσθενείαι τὸν πόθον διώλεσας. | |
270 | ἐπεί ς’ ἔπαυς’ ἂν δοῦλον ἐννέποντά με καὶ τάσδε Θήβας εὐκλεῶς ὠνήσαμεν, ἐν αἷς σὺ χαίρεις. οὐ γὰρ εὖ φρονεῖ πόλις στάσει νοσοῦσα καὶ κακοῖς βουλεύμασιν· οὐ γάρ ποτ’ ἂν σὲ δεσπότην ἐκτήσατο. | |
275 | Με. γέροντες, αἰνῶ· τῶν φίλων γὰρ οὕνεκα ὀργὰς δικαίας τοὺς φίλους ἔχειν χρεών. | |
ἡμῶν δ’ ἕκατι δεσπόταις θυμούμενοι πάθητε μηδέν. τῆς δ’ ἐμῆς, Ἀμφιτρύων, γνώμης ἄκουσον, ἤν τί σοι δοκῶ λέγειν. | 127 | |
280 | ἐγὼ φιλῶ μὲν τέκνα· πῶς γὰρ οὐ φιλῶ ἅτικτον, ἁμόχθησα; καὶ τὸ κατθανεῖν δεινὸν νομίζω· τῶι δ’ ἀναγκαίωι τρόπωι ὃς ἀντιτείνει σκαιὸν ἡγοῦμαι βροτῶν. ἡμᾶς δ’, ἐπειδὴ δεῖ θανεῖν, θνήισκειν χρεὼν | |
285 | μὴ πυρὶ καταξανθέντας, ἐχθροῖσιν γέλων διδόντας, οὑμοὶ τοῦ θανεῖν μεῖζον κακόν. ὀφείλομεν γὰρ πολλὰ δώμασιν καλά· σὲ μὲν δόκησις ἔλαβεν εὐκλεὴς δορός, ὥστ’ οὐκ ἀνεκτὸν δειλίας θανεῖν ς’ ὕπο, | |
290 | οὑμὸς δ’ ἀμαρτύρητος εὐκλεὴς πόσις, ὃς τούσδε παῖδας οὐκ ἂν ἐκσῶσαι θέλοι δόξαν κακὴν λαβόντας· οἱ γὰρ εὐγενεῖς κάμνουσι τοῖς αἰσχροῖσι τῶν τέκνων ὕπερ· ἐμοί τε μίμημ’ ἀνδρὸς οὐκ ἀπωστέον. | |
295 | σκέψαι δὲ τὴν σὴν ἐλπίδ’ ἧι λογίζομαι· ἥξειν νομίζεις παῖδα σὸν γαίας ὕπο; καὶ τίς θανόντων ἦλθεν ἐξ Ἅιδου πάλιν; ἀλλ’ ὡς λόγοισι τόνδε μαλθάξαιμεν ἄν; ἥκιστα· φεύγειν σκαιὸν ἄνδρ’ ἐχθρὸν χρεών, | |
(300) | σοφοῖσι δ’ εἴκειν καὶ τεθραμμένοις καλῶς· ῥᾶιον γὰρ αἰδοῖ ς’ ὑποβαλὼν φίλ’ ἂν τέμοις. ἤδη δ’ ἐσῆλθέ μ’ εἰ παραιτησαίμεθα φυγὰς τέκνων τῶνδ’· ἀλλὰ καὶ τόδ’ ἄθλιον πενίαι σὺν οἰκτρᾶι περιβαλεῖν σωτηρίαν, | |
305 | ὡς τὰ ξένων πρόσωπα φεύγουσιν φίλοις | |
ἓν ἦμαρ ἡδὺ βλέμμ’ ἔχειν φασὶν μόνον. τόλμα μεθ’ ἡμῶν θάνατον, ὃς μένει ς’ ὅμως. προκαλούμεθ’ εὐγένειαν, ὦ γέρον, σέθεν· τὰς τῶν θεῶν γὰρ ὅστις ἐκμοχθεῖ τύχας | 128 | |
310 | πρόθυμός ἐστιν, ἡ προθυμία δ’ ἄφρων· ὃ χρὴ γὰρ οὐδεὶς μὴ χρεὼν θήσει ποτέ. Χο. εἰ μὲν σθενόντων τῶν ἐμῶν βραχιόνων ἦν τίς ς’ ὑβρίζων, ῥαιδίως ἔπαυσά τἄν· νῦν δ’ οὐδέν ἐσμεν. σὸν δὲ τοὐντεῦθεν σκοπεῖν | |
315 | ὅπως διώσηι τὰς τύχας, Ἀμφιτρύων. Αμ. οὔτοι τὸ δειλὸν οὐδὲ τοῦ βίου πόθος θανεῖν ἐρύκει μ’, ἀλλὰ παιδὶ βούλομαι σῶσαι τέκν’· ἄλλως δ’ ἀδυνάτων ἔοικ’ ἐρᾶν. ἰδού, πάρεστιν ἥδε φασγάνωι δέρη | |
320 | κεντεῖν φονεύειν ἱέναι πέτρας ἄπο. μίαν δὲ νῶιν δὸς χάριν, ἄναξ, ἱκνούμεθα· κτεῖνόν με καὶ τήνδ’ ἀθλίαν παίδων πάρος, ὡς μὴ τέκν’ εἰσίδωμεν, ἀνόσιον θέαν, ψυχορραγοῦντα καὶ καλοῦντα μητέρα | |
325 | πατρός τε πατέρα. τἄλλα δ’, εἰ πρόθυμος εἶ, πρᾶσς’· οὐ γὰρ ἀλκὴν ἔχομεν ὥστε μὴ θανεῖν. Με. κἀγώ ς’ ἱκνοῦμαι χάριτι προσθεῖναι χάριν, 〈ἡμῖν〉 ἵν’ ἀμφοῖν εἷς ὑπουργήσηις διπλᾶ· κόσμον πάρες μοι παισὶ προσθεῖναι νεκρῶν, | |
330 | δόμους ἀνοίξας (νῦν γὰρ ἐκκεκλήιμεθα), ὡς ἀλλὰ ταῦτά γ’ ἀπολάχως’ οἴκων πατρός. Λυ. ἔσται τάδ’· οἴγειν κλῆιθρα προσπόλοις λέγω. κοσμεῖσθ’ ἔσω μολόντες· οὐ φθονῶ πέπλων. ὅταν δὲ κόσμον περιβάλησθε σώμασιν | |
335 | ἥξω πρὸς ὑμᾶς νερτέραι δώσων χθονί. Με. ὦ τέκν’, ὁμαρτεῖτ’ ἀθλίωι μητρὸς ποδὶ πατρῶιον ἐς μέλαθρον, οὗ τῆς οὐσίας ἄλλοι κρατοῦσι, τὸ δ’ ὄνομ’ ἔσθ’ ἡμῶν ἔτι. Αμ. ὦ Ζεῦ, μάτην ἄρ’ ὁμόγαμόν ς’ ἐκτησάμην, | 129 |
340 | μάτην δὲ παιδὸς κοινεῶν’ ἐκλήιζομεν· σὺ δ’ ἦσθ’ ἄρ’ ἧσσον ἢ ’δόκεις εἶναι φίλος. ἀρετῆι σε νικῶ θνητὸς ὢν θεὸν μέγαν· παῖδας γὰρ οὐ προύδωκα τοὺς Ἡρακλέους. σὺ δ’ ἐς μὲν εὐνὰς κρύφιος ἠπίστω μολεῖν, | |
345 | τἀλλότρια λέκτρα δόντος οὐδενὸς λαβών, σώιζειν δὲ τοὺς σοὺς οὐκ ἐπίστασαι φίλους. ἀμαθής τις εἶ θεὸς ἢ δίκαιος οὐκ ἔφυς. Χο. αἴλινον μὲν ἐπ’ εὐτυχεῖ μολπᾶι Φοῖβος ἰαχεῖ | |
(350) | τὰν καλλίφθογγον κιθάραν ἐλαύνων πλήκτρωι χρυσέωι· ἐγὼ δὲ τὸν γᾶς ἐνέρων τ’ ἐς ὄρφναν μολόντα παῖδ’, εἴτε Διός νιν εἴπω | |
355 | εἴτ’ Ἀμφιτρύωνος ἶνιν, | |
355 | ὑμνῆσαι στεφάνωμα μό‐ χθων δι’ εὐλογίας θέλω. γενναίων δ’ ἀρεταὶ πόνων τοῖς θανοῦσιν ἄγαλμα. πρῶτον μὲν Διὸς ἄλσος | |
360 | ἠρήμωσε λέοντος, πυρσῶι δ’ ἀμφεκαλύφθη | |
ξανθὸν κρᾶτ’ ἐπινωτίσας δεινοῦ χάσματι θηρός. τάν τ’ ὀρεινόμον ἀγρίων | 130 | |
365 | Κενταύρων ποτὲ γένναν ἔστρωσεν τόξοις φονίοις, ἐναίρων πτανοῖς βέλεσιν. ξύνοιδε Πηνειὸς ὁ καλ‐ λιδίνας μακραί τ’ ἄρου‐ | |
370 | ραι πεδίων ἄκαρποι | |
370 | καὶ Πηλιάδες θεράπναι σύγχορτοί θ’ Ὁμόλας ἔναυ‐ λοι, πεύκαισιν ὅθεν χέρας πληροῦντες χθόνα Θεσσάλων ἱππείαις ἐδάμαζον. | |
375 | τάν τε χρυσοκάρανον δόρκα ποικιλόνωτον συλήτειραν ἀγρωστᾶν κτείνας θηροφόνον θεὰν Οἰνωᾶτιν ἀγάλλει. | |
380 | τεθρίππων τ’ ἐπέβα καὶ ψαλίοις ἐδάμασσε πώ‐ λους Διομήδεος, αἳ φονίαισι φάτ‐ ναις ἀχάλιν’ ἐθόαζον κάθαιμα γένυσι σῖτα, | |
385 | χαρμοναῖσιν ἀνδροβρῶσι δυστράπεζοι· πέραν δ’ ἀργυρορρύτων Ἕβρου | 131 |
387 | διεπέρασεν ὄχθων, Μυκηναίωι πονῶν τυράννωι. ἄν τε Μηλιάδ’ ἀκτὰν | |
390 | Ἀναύρου παρὰ παγὰς Κύκνον ξεινοδαΐκταν τόξοις ὤλεσεν, Ἀμφαναί‐ ας οἰκήτορ’ ἄμεικτον. ὑμνωιδούς τε κόρας | |
395 | ἤλυθεν ἑσπέριόν 〈τ’〉 ἐς αὐ‐ λὰν χρύσεον πετάλων ἄπο μηλοφό‐ ρων χερὶ καρπὸν ἀμέρξων, δράκοντα πυρσόνωτον, | |
398 | ὅς 〈σφ’〉 ἄπλατον ἀμφελικτὸς ἕλικ’ ἐφρούρει, κτανών· | |
(400) | ποντίας θ’ ἁλὸς μυχοὺς εἰσέβαινε, θνατοῖς γαλανείας τιθεὶς ἐρετμοῖς. οὐρανοῦ θ’ ὑπὸ μέσσαν ἐλαύνει χέρας ἕδραν, | |
405 | Ἄτλαντος δόμον ἐλθών, ἀστρωπούς τε κατέσχεν οἴ‐ κους εὐανορίαι θεῶν. τὸν ἱππευτάν τ’ Ἀμαζόνων στρατὸν Μαιῶτιν ἀμφὶ πολυπόταμον | 132 |
410 | ἔβα δι’ ἄξεινον οἶδμα λίμνας, τίν’ οὐκ ἀφ’ Ἑλλανίας ἄγορον ἁλίσας φίλων, κόρας Ἀρείας †πέπλων χρυσεόστολον φάρος† | |
415 | ζωστῆρος ὀλεθρίους ἄγρας· τὰ κλεινὰ δ’ Ἑλλὰς ἔλαβε βαρ‐ βάρου κόρας λάφυρα καὶ σώιζεται Μυκήναις. τάν τε μυριόκρανον | |
420 | πολύφονον κύνα Λέρνας ὕδραν ἐξεπύρωσεν, βέλεσί τ’ ἀμφέβαλ’ 〈ἰόν〉, τὸν τρισώματον οἷσιν ἔ‐ κτα βοτῆρ’ Ἐρυθείας. | |
425 | δρόμων τ’ ἄλλων ἀγάλματ’ εὐτυχῆ διῆλθε τόν 〈τε〉 πολυδάκρυον ἔπλευς’ ἐς Ἅιδαν, πόνων τελευτάν, | |
ἵν’ ἐκπεραίνει τάλας βίοτον οὐδ’ ἔβα πάλιν. | 133 | |
430 | στέγαι δ’ ἔρημοι φίλων, τὰν δ’ ἀνόστιμον τέκνων Χάρωνος ἐπιμένει πλάτα βίου κέλευθον ἄθεον ἄδι‐ κον· ἐς δὲ σὰς χέρας βλέπει | |
435 | δώματ’ οὐ παρόντος. εἰ δ’ ἐγὼ σθένος ἥβων δόρυ τ’ ἔπαλλον ἐν αἰχμᾶι Καδμείων τε σύνηβοι, τέκεσιν ἂν προπαρέσταν | |
440 | ἀλκᾶι· νῦν δ’ ἀπολείπομαι τᾶς εὐδαίμονος ἥβας. ἀλλ’ ἐσορῶ γὰρ τούσδε φθιμένων ἔνδυτ’ ἔχοντας, τοὺς τοῦ μεγάλου δή ποτε παῖδας | |
445 | τὸ πρὶν Ἡρακλέους, ἄλοχόν τε φίλην †ὑπὸ σειραίοις ποσὶν† ἕλκουσαν τέκνα καὶ γεραιὸν πατέρ’ Ἡρακλέους. δύστηνος ἐγώ, δακρύων ὡς οὐ δύναμαι κατέχειν | |
(450) | γραίας ὄσσων ἔτι πηγάς. Με. εἶἑν· τίς ἱερεύς, τίς σφαγεὺς τῶν δυσπότμων; [ἢ τῆς ταλαίνης τῆς ἐμῆς ψυχῆς φονεύς;] | |
ἕτοιμ’ ἄγειν τὰ θύματ’ εἰς Ἅιδου τάδε. ὦ τέκν’, ἀγόμεθα ζεῦγος οὐ καλὸν νεκρῶν, | 134 | |
455 | ὁμοῦ γέροντες καὶ νέοι καὶ μητέρες. ὦ μοῖρα δυστάλαιν’ ἐμή τε καὶ τέκνων τῶνδ’, οὓς πανύστατ’ ὄμμασιν προσδέρκομαι. ἐτέκομεν ὑμᾶς, πολεμίοις δ’ ἐθρεψάμην ὕβρισμα κἀπίχαρμα καὶ διαφθοράν. | |
460 | φεῦ· | |
460 | ἦ πολύ γε δόξης ἐξέπεσον εὐέλπιδος, ἣν πατρὸς ὑμῶν ἐκ λόγων ποτ’ ἤλπισα. σοὶ μὲν γὰρ Ἄργος ἔνεμ’ ὁ κατθανὼν πατήρ, Εὐρυσθέως δ’ ἔμελλες οἰκήσειν δόμους τῆς καλλικάρπου κράτος ἔχων Πελασγίας, | |
465 | στολήν τε θηρὸς ἀμφέβαλλε σῶι κάραι λέοντος, ἧιπερ αὐτὸς ἐξωπλίζετο. σὺ δ’ ἦσθα Θηβῶν τῶν φιλαρμάτων ἄναξ ἔγκληρα πεδία τἀμὰ γῆς κεκτημένος, ὡς ἐξέπειθες τὸν κατασπείραντά σε, | |
470 | ἐς δεξιάν τε σὴν ἀλεξητήριον ξύλον καθίει δαίδαλον, ψευδῆ δόσιν. σοὶ δ’ ἣν ἔπερσε τοῖς ἑκηβόλοις ποτὲ τόξοισι δώσειν Οἰχαλίαν ὑπέσχετο. τρεῖς δ’ ὄντας 〈ὑμᾶσ〉 τριπτύχοις τυραννίσιν | |
475 | πατὴρ ἐπύργου, μέγα φρονῶν εὐανδρίαι. | |
ἐγὼ δὲ νύμφας ἠκροθινιαζόμην κήδη συνάψους’ ἔκ τ’ Ἀθηναίων χθονὸς Σπάρτης τε Θηβῶν θ’, ὡς ἀνημμένοι κάλωις πρυμνησίοισι βίον ἔχοιτ’ εὐδαίμονα. | 135 | |
480 | καὶ ταῦτα φροῦδα· μεταβαλοῦσα δ’ ἡ τύχη νύμφας μὲν ὑμῖν Κῆρας ἀντέδωκ’ ἔχειν, ἐμοὶ δὲ δάκρυα λουτρὰ δυστήνωι φέρειν. πατὴρ δὲ πατρὸς ἑστιᾶι γάμους ὅδε, Ἅιδην νομίζων πενθερόν, κῆδος πικρόν. | |
485 | ὤμοι, τίν’ ὑμῶν πρῶτον ἢ τίν’ ὕστατον πρὸς στέρνα θῶμαι; τῶι προσαρμόσω στόμα; τίνος λάβωμαι; πῶς ἂν ὡς ξουθόπτερος μέλισσα συνενέγκαιμ’ ἂν ἐκ πάντων γόους, ἐς ἓν δ’ ἐνεγκοῦς’ ἀθρόον ἀποδοίην δάκρυ; | |
490 | ὦ φίλτατ’, εἴ τις φθόγγος εἰσακούεται θνητῶν παρ’ Ἅιδηι, σοὶ τάδ’, Ἡράκλεις, λέγω· θνήισκει πατὴρ σὸς καὶ τέκν’, ὄλλυμαι δ’ ἐγώ, ἣ πρὶν μακαρία διὰ ς’ ἐκληιζόμην βροτοῖς. ἄρηξον, ἐλθέ· καὶ σκιὰ φάνηθί μοι. | |
495 | ἅλις γὰρ ἐλθὼν κἂν ὄναρ γένοιο σύ· κακοὶ γάρ εἰσιν οἳ τέκνα κτείνουσι σά. Αμ. σὺ μὲν τὰ νέρθεν εὐτρεπῆ ποιοῦ, γύναι· ἐγὼ δὲ ς’, ὦ Ζεῦ, χεῖρ’ ἐς οὐρανὸν δικὼν αὐδῶ, τέκνοισιν εἴ τι τοισίδ’ ὠφελεῖν | |
(500) | μέλλεις, ἀμύνειν, ὡς τάχ’ οὐδὲν ἀρκέσεις. καίτοι κέκλησαι πολλάκις· μάτην πονῶ· θανεῖν γάρ, ὡς ἔοικ’, ἀναγκαίως ἔχει. | |
ἀλλ’, ὦ γέροντες, σμικρὰ μὲν τὰ τοῦ βίου, τοῦτον δ’ ὅπως ἥδιστα διαπεράσατε | 136 | |
505 | ἐξ ἡμέρας ἐς νύκτα μὴ λυπούμενοι. ὡς ἐλπίδας μὲν ὁ χρόνος οὐκ ἐπίσταται σώιζειν, τὸ δ’ αὑτοῦ σπουδάσας διέπτατο. ὁρᾶτ’ ἔμ’ ὅσπερ ἦ περίβλεπτος βροτοῖς ὀνομαστὰ πράσσων, καί μ’ ἀφείλεθ’ ἡ τύχη | |
510 | ὥσπερ πτερὸν πρὸς αἰθέρ’ ἡμέραι μιᾶι. ὁ δ’ ὄλβος ὁ μέγας ἥ τε δόξ’ οὐκ οἶδ’ ὅτωι βέβαιός ἐστι. χαίρετ’· ἄνδρα γὰρ φίλον πανύστατον νῦν, ἥλικες, δεδόρκατε. Με. ἔα· | |
514 | ὦ πρέσβυ, λεύσσω τἀμὰ φίλτατ’, ἢ τί φῶ; | |
515 | Αμ. οὐκ οἶδα, θύγατερ· ἀφασία δὲ κἄμ’ ἔχει. Με. ὅδ’ ἐστὶν ὃν γῆς νέρθεν εἰσηκούομεν, εἰ μή γ’ ὄνειρον ἐν φάει τι λεύσσομεν. τί φημί; ποῖ’ ὄνειρα κηραίνους’ ὁρῶ; οὐκ ἔσθ’ ὅδ’ ἄλλος ἀντὶ σοῦ παιδός, γέρον. | |
520 | δεῦρ’, ὦ τέκν’, ἐκκρίμνασθε πατρώιων πέπλων, ἴτ’ ἐγκονεῖτε, μὴ μεθῆτ’, ἐπεὶ Διὸς σωτῆρος ὑμῖν οὐδέν ἐσθ’ ὅδ’ ὕστερος. ΗΡΑΚΛΗΣ | |
523 | ὦ χαῖρε μέλαθρον πρόπυλά θ’ ἑστίας ἐμῆς, ὡς ἄσμενός ς’ ἐσεῖδον ἐς φάος μολών. | |
525 | ἔα· τί χρῆμα; τέκν’ ὁρῶ πρὸ δωμάτων στολμοῖσι νεκρῶν κρᾶτας ἐξεστεμμένα ὄχλωι τ’ ἐν ἀνδρῶν τὴν ἐμὴν ξυνάορον πατέρα τε δακρύοντα συμφορὰς τίνας; | |
φέρ’ ἐκπύθωμαι τῶνδε πλησίον σταθείς· | 137 | |
530 | γύναι, τί καινὸν ἦλθε δώμασιν χρέος; Με. ὦ φίλτατ’ ἀνδρῶν 〈Αμ.〉 ὦ φάος μολὼν πατρί 〈Με.〉 ἥκεις, ἐσώθης εἰς ἀκμὴν ἐλθὼν φίλοις; Ηρ. τί φήις; τίν’ ἐς ταραγμὸν ἥκομεν, πάτερ; Με. διωλλύμεσθα· σὺ δέ, γέρον, σύγγνωθί μοι, | |
535 | εἰ πρόσθεν ἥρπας’ ἃ σὲ λέγειν πρὸς τόνδ’ ἐχρῆν· τὸ θῆλυ γάρ πως μᾶλλον οἰκτρὸν ἀρσένων, καὶ τἄμ’ ἔθνηισκε τέκν’, ἀπωλλύμην δ’ ἐγώ. Ηρ. Ἄπολλον, οἵοις φροιμίοις ἄρχηι λόγου. Με. τεθνᾶς’ ἀδελφοὶ καὶ πατὴρ οὑμὸς γέρων. | |
540 | Ηρ. πῶς φήις; τί δράσας ἢ μόρου ποίου τυχών; Με. Λύκος σφ’ ὁ καινὸς γῆς ἄναξ διώλεσεν. Ηρ. ὅπλοις ἀπαντῶν ἢ νοσησάσης χθονός; Με. στάσει· τὸ Κάδμου δ’ ἑπτάπυλον ἔχει κράτος. Ηρ. τί δῆτα πρὸς σὲ καὶ γέροντ’ ἦλθεν φόβος; | |
545 | Με. κτείνειν ἔμελλε πατέρα κἀμὲ καὶ τέκνα. Ηρ. τί φήις; τί ταρβῶν ὀρφάνευμ’ ἐμῶν τέκνων; Με. μή ποτε Κρέοντος θάνατον ἐκτεισαίατο. Ηρ. κόσμος δὲ παίδων τίς ὅδε νερτέροις πρέπων; Με. θανάτου τάδ’ ἤδη περιβόλαι’ ἐνήμμεθα. | |
(550) | Ηρ. καὶ πρὸς βίαν ἐθνήισκετ’; ὦ τλήμων ἐγώ. Με. φίλων 〈γ’〉 ἔρημοι· σὲ δὲ θανόντ’ ἠκούομεν. Ηρ. πόθεν δ’ ἐς ὑμᾶς ἥδ’ ἐσῆλθ’ ἀθυμία; Με. Εὐρυσθέως κήρυκες ἤγγελλον τάδε. Ηρ. τί δ’ ἐξελείπετ’ οἶκον ἑστίαν τ’ ἐμήν; | |
555 | Με. βίαι, πατὴρ μὲν ἐκπεσὼν στρωτοῦ λέχους | |
Ηρ. κοὐκ ἔσχεν αἰδὼς τὸν γέροντ’ ἀτιμάσαι; Με. αἰδώς; ἀποικεῖ τῆσδε τῆς θεοῦ πρόσω. Ηρ. οὕτω δ’ ἀπόντες ἐσπανίζομεν φίλων; Με. φίλοι γάρ εἰσιν ἀνδρὶ δυστυχεῖ τίνες; | 138 | |
560 | Ηρ. μάχας δὲ Μινυῶν ἃς ἔτλην ἀπέπτυσαν; Με. ἄφιλον, ἵν’ αὖθίς σοι λέγω, τὸ δυστυχές. Ηρ. οὐ ῥίψεθ’ Ἅιδου τάσδε περιβολὰς κόμης καὶ φῶς ἀναβλέψεσθε, τοῦ κάτω σκότου φίλας ἀμοιβὰς ὄμμασιν δεδορκότες; | |
565 | ἐγὼ δέ, νῦν γὰρ τῆς ἐμῆς ἔργον χερός, πρῶτον μὲν εἶμι καὶ κατασκάψω δόμους καινῶν τυράννων, κρᾶτα δ’ ἀνόσιον τεμὼν ῥίψω κυνῶν ἕλκημα· Καδμείων δ’ ὅσους κακοὺς ἐφηῦρον εὖ παθόντας ἐξ ἐμοῦ | |
570 | τῶι καλλινίκωι τῶιδ’ ὅπλωι χειρώσομαι, τοὺς δὲ πτερωτοῖς διαφορῶν τοξεύμασιν νεκρῶν ἅπαντ’ Ἰσμηνὸν ἐμπλήσω φόνου, Δίρκης τε νᾶμα λευκὸν αἱμαχθήσεται. τῶι γάρ μ’ ἀμύνειν μᾶλλον ἢ δάμαρτι χρὴ | |
575 | καὶ παισὶ καὶ γέροντι; χαιρόντων πόνοι· μάτην γὰρ αὐτοὺς τῶνδε μᾶλλον ἤνυσα. καὶ δεῖ μ’ ὑπὲρ τῶνδ’, εἴπερ οἵδ’ ὑπὲρ πατρός, θνήισκειν ἀμύνοντ’· ἢ τί φήσομεν καλὸν ὕδραι μὲν ἐλθεῖν ἐς μάχην λέοντί τε | |
580 | Εὐρυσθέως πομπαῖσι, τῶν δ’ ἐμῶν τέκνων οὐκ ἐκπονήσω θάνατον; οὐκ ἄρ’ Ἡρακλῆς ὁ καλλίνικος ὡς πάροιθε λέξομαι. Χο. δίκαια τοὺς τεκόντας ὠφελεῖν τέκνα πατέρα τε πρέσβυν τήν τε κοινωνὸν γάμων. | |
585 | Αμ. πρὸς σοῦ μέν, ὦ παῖ, τοῖς φίλοις 〈τ’〉 εἶναι φίλον τά τ’ ἐχθρὰ μισεῖν· ἀλλὰ μὴ ’πείγου λίαν. Ηρ. τί δ’ ἐστὶ τῶνδε θᾶσσον ἢ χρεών, πάτερ; Αμ. πολλοὺς πένητας, ὀλβίους δὲ τῶι λόγωι δοκοῦντας εἶναι συμμάχους ἄναξ ἔχει, | 139 |
590 | οἳ στάσιν ἔθηκαν καὶ διώλεσαν πόλιν ἐφ’ ἁρπαγαῖσι τῶν πέλας, τὰ δ’ ἐν δόμοις δαπάναισι φροῦδα διαφυγόνθ’ ὑπ’ ἀργίας. ὤφθης 〈δ’〉 ἐσελθὼν πόλιν· ἐπεὶ δ’ ὤφθης, ὅρα ἐχθροὺς ἀθροίσας μὴ παρὰ γνώμην πέσηις. | |
595 | Ηρ. μέλει μὲν οὐδὲν εἴ με πᾶς’ εἶδεν πόλις· ὄρνιν δ’ ἰδών τιν’ οὐκ ἐν αἰσίοις ἕδραις ἔγνων πόνον τιν’ ἐς δόμους πεπτωκότα, ὥστ’ ἐκ προνοίας κρύφιος εἰσῆλθον χθόνα. Αμ. καλῶς· παρελθών νυν πρόσειπέ θ’ Ἑστίαν | |
(600) | καὶ δὸς πατρώιοις δώμασιν σὸν ὄμμ’ ἰδεῖν. ἥξει γὰρ αὐτὸς σὴν δάμαρτα καὶ τέκνα ἕλξων φονεύσων κἄμ’ ἐπισφάξων ἄναξ. μένοντι δ’ αὐτοῦ πάντα σοι γενήσεται τῆι τ’ ἀσφαλείαι κερδανεῖς· πόλιν δὲ σὴν | |
605 | μὴ πρὶν ταράξηις πρὶν τόδ’ εὖ θέσθαι, τέκνον. Ηρ. δράσω τάδ’· εὖ γὰρ εἶπας· εἶμ’ ἔσω δόμων. χρόνωι δ’ ἀνελθὼν ἐξ ἀνηλίων μυχῶν Ἅιδου Κόρης 〈τ’〉 ἔνερθεν οὐκ ἀτιμάσω θεοὺς προσειπεῖν πρῶτα τοὺς κατὰ στέγας. | |
610 | Αμ. ἦλθες γὰρ ὄντως δώματ’ εἰς Ἅιδου, τέκνον; Ηρ. καὶ θῆρά γ’ ἐς φῶς τὸν τρίκρανον ἤγαγον. Αμ. μάχηι κρατήσας ἢ θεᾶς δωρήμασιν; Ηρ. μάχηι· τὰ μυστῶν δ’ ὄργι’ εὐτύχης’ ἰδών. | |
Αμ. ἦ καὶ κατ’ οἴκους ἐστὶν Εὐρυσθέως ὁ θήρ; | 140 | |
615 | Ηρ. Χθονίας νιν ἄλσος Ἑρμιών τ’ ἔχει πόλις. Αμ. οὐδ’ οἶδεν Εὐρυσθεύς σε γῆς ἥκοντ’ ἄνω; Ηρ. οὐκ οἶδ’, ἵν’ ἐλθὼν τἀνθάδ’ εἰδείην πάρος. Αμ. χρόνον δὲ πῶς τοσοῦτον ἦσθ’ ὑπὸ χθονί; Ηρ. Θησέα κομίζων ἐχρόνις’ 〈ἐξ〉 Ἅιδου, πάτερ. | |
620 | Αμ. καὶ ποῦ ’στιν; ἦ γῆς πατρίδος οἴχεται πέδον; Ηρ. βέβηκ’ Ἀθήνας νέρθεν ἄσμενος φυγών. ἀλλ’ εἶ’ ὁμαρτεῖτ’, ὦ τέκν’, ἐς δόμους πατρί· καλλίονές τἄρ’ εἴσοδοι τῶν ἐξόδων πάρεισιν ὑμῖν. ἀλλὰ θάρσος ἴσχετε | |
625 | καὶ νάματ’ ὄσσων μηκέτ’ ἐξανίετε, σύ τ’, ὦ γύναι μοι, σύλλογον ψυχῆς λαβὲ τρόμου τε παῦσαι, καὶ μέθεσθ’ ἐμῶν πέπλων· οὐ γὰρ πτερωτὸς οὐδὲ φευξείω φίλους. ἆ, | |
629 | οἵδ’ οὐκ ἀφιᾶς’ ἀλλ’ ἀνάπτονται πέπλων | |
630 | τοσῶιδε μᾶλλον· ὧδ’ ἔβητ’ ἐπὶ ξυροῦ; ἄξω λαβών γε τούσδ’ ἐφολκίδας χεροῖν, ναῦς δ’ ὣς ἐφέλξω· καὶ γὰρ οὐκ ἀναίνομαι θεράπευμα τέκνων. πάντα τἀνθρώπων ἴσα· φιλοῦσι παῖδας οἵ τ’ ἀμείνονες βροτῶν | |
635 | οἵ τ’ οὐδὲν ὄντες· χρήμασιν δὲ διάφοροι· ἔχουσιν, οἱ δ’ οὔ· πᾶν δὲ φιλότεκνον γένος. Χο. ἁ νεότας μοι φίλον· ἄ‐ χθος δὲ τὸ γῆρας αἰεὶ βαρύτερον Αἴτνας σκοπέλων | |
640 | ἐπὶ κρατὶ κεῖται, βλεφάρων σκοτεινὸν φάος ἐπικαλύψαν. μή μοι μήτ’ Ἀσιήτιδος τυραννίδος ὄλβος εἴη, | 141 |
645 | μὴ χρυσοῦ δώματα πλήρη τᾶς ἥβας ἀντιλαβεῖν, ἃ καλλίστα μὲν ἐν ὄλβωι, καλλίστα δ’ ἐν πενίαι. τὸ δὲ λυγρὸν φόνιόν τε γῆ‐ | |
(650) | ρας μισῶ· κατὰ κυμάτων δ’ ἔρροι μηδέ ποτ’ ὤφελεν θνατῶν δώματα καὶ πόλεις ἐλθεῖν, ἀλλὰ κατ’ αἰθέρ’ αἰ‐ εὶ πτεροῖσι φορείσθω. | |
655 | εἰ δὲ θεοῖς ἦν ξύνεσις καὶ σοφία κατ’ ἄνδρας, δίδυμον ἂν ἥβαν ἔφερον, | |
659 | φανερὸν χαρακτῆρ’ ἀρετᾶς | |
660 | ὅσοισιν μέτα, καὶ θανόντες εἰς αὐγὰς πάλιν ἁλίου δισσοὺς ἂν ἔβαν διαύλους, ἁ δυσγένεια δ’ ἁπλοῦν ἂν εἶχε ζόας βίοτον, | |
665 | καὶ τῶιδ’ ἂν τούς τε κακοὺς ἦν γνῶναι καὶ τοὺς ἀγαθούς, | |
ἴσον ἅτ’ ἐν νεφέλαισιν ἄ‐ στρων ναύταις ἀριθμὸς πέλει. νῦν δ’ οὐδεὶς ὅρος ἐκ θεῶν | 142 | |
670 | χρηστοῖς οὐδὲ κακοῖς σαφής, ἀλλ’ εἱλισσόμενός τις αἰ‐ ὼν πλοῦτον μόνον αὔξει. οὐ παύσομαι τὰς Χάριτας ταῖς Μούσαισιν συγκαταμει‐ | |
675 | γνύς, ἡδίσταν συζυγίαν. μὴ ζώιην μετ’ ἀμουσίας, αἰεὶ δ’ ἐν στεφάνοισιν εἴην· ἔτι τοι γέρων ἀοιδὸς κελαδῶ Μναμοσύναν, | |
680 | ἔτι τὰν Ἡρακλέους καλλίνικον ἀείδω παρά τε Βρόμιον οἰνοδόταν παρά τε χέλυος ἑπτατόνου μολπὰν καὶ Λίβυν αὐλόν. | |
685 | οὔπω καταπαύσομεν Μούσας αἵ μ’ ἐχόρευσαν. παιᾶνα μὲν Δηλιάδες 〈ναῶν〉 ὑμνοῦς’ ἀμφὶ πύλας τὸν Λατοῦς εὔπαιδα γόνον, | |
690 | εἱλίσσουσαι καλλίχοροι· παιᾶνας δ’ ἐπὶ σοῖς μελάθροις κύκνος ὣς γέρων ἀοιδὸς πολιᾶν ἐκ γενύων κελαδήσω· τὸ γὰρ εὖ | 143 |
695 | τοῖς ὕμνοισιν ὑπάρχει. Διὸς ὁ παῖς· τᾶς δ’ εὐγενίας πλέον ὑπερβάλλων 〈ἀρετᾶι〉 μοχθήσας τὸν ἄκυμον θῆκεν βίοτον βροτοῖς | |
(700) | πέρσας δείματα θηρῶν. Λυ. ἐς καιρὸν οἴκων, Ἀμφιτρύων, ἔξω περᾶις· χρόνος γὰρ ἤδη δαρὸς ἐξ ὅτου πέπλοις κοσμεῖσθε σῶμα καὶ νεκρῶν ἀγάλμασιν. ἀλλ’ εἶα παῖδας καὶ δάμαρθ’ Ἡρακλέους | |
705 | ἔξω κέλευε τῶνδε φαίνεσθαι δόμων, ἐφ’ οἷς ὑπέστητ’ αὐτεπάγγελτοι θανεῖν. Αμ. ἄναξ, διώκεις μ’ ἀθλίως πεπραγότα ὕβριν θ’ ὑβρίζεις ἐπὶ θανοῦσι τοῖς ἐμοῖς· ἃ χρῆν σε μετρίως, κεἰ κρατεῖς, σπουδὴν ἔχειν. | |
710 | ἐπεὶ δ’ ἀνάγκην προστίθης ἡμῖν θανεῖν, στέργειν ἀνάγκη· δραστέον δ’ ἃ σοὶ δοκεῖ. Λυ. ποῦ δῆτα Μεγάρα; ποῦ τέκν’ Ἀλκμήνης γόνου; Αμ. δοκῶ μὲν αὐτήν, ὡς θύραθεν εἰκάσαι Λυ. τί χρῆμα; δόξης τίνος ἔχεις τεκμήριον; | |
715 | Αμ. ἱκέτιν πρὸς ἁγνοῖς Ἑστίας θάσσειν βάθροις | |
Λυ. ἀνόνητά γ’ ἱκετεύουσαν ἐκσῶσαι βίον. Αμ. καὶ τὸν θανόντα γ’ ἀνακαλεῖν μάτην πόσιν. Λυ. ὁ δ’ οὐ πάρεστιν οὐδὲ μὴ μόληι ποτέ. Αμ. οὔκ, εἴ γε μή τις θεῶν ἀναστήσειέ νιν. | 144 | |
720 | Λυ. χώρει πρὸς αὐτὴν κἀκκόμιζε δωμάτων. Αμ. μέτοχος ἂν εἴην τοῦ φόνου δράσας τόδε. Λυ. ἡμεῖς 〈δ’〉, ἐπειδὴ σοὶ τόδ’ ἔστ’ ἐνθύμιον, οἱ δειμάτων ἔξωθεν ἐκπορεύσομεν σὺν μητρὶ παῖδας. δεῦρ’ ἕπεσθε, πρόσπολοι, | |
725 | ὡς ἂν σχολὴν λεύσσωμεν ἄσμενοι πόνων. Αμ. σὺ δ’ οὖν ἴθ’, ἔρχηι δ’ οἷ χρεών· τὰ δ’ ἄλλ’ ἴσως ἄλλωι μελήσει. προσδόκα δὲ δρῶν κακῶς κακόν τι πράξειν. ὦ γέροντες, ἐς καλὸν στείχει, βρόχοισι δ’ ἀρκύων κεκλήισεται | |
730 | ξιφηφόροισι, τοὺς πέλας δοκῶν κτενεῖν ὁ παγκάκιστος. εἶμι δ’, ὡς ἴδω νεκρὸν πίπτοντ’· ἔχει γὰρ ἡδονὰς θνήισκων ἀνὴρ ἐχθρὸς τίνων τε τῶν δεδραμένων δίκην. | |
735 | Χο. μεταβολὰ κακῶν· μέγας ὁ πρόσθ’ ἄναξ πάλιν ὑποστρέφει βίοτον ἐξ Ἅιδα. | |
738 | ἰὼ δίκα καὶ θεῶν παλίρρους πότμος. | |
740 | — ἦλθες χρόνωι μὲν οὗ δίκην δώσεις θανών, ὕβρεις ὑβρίζων εἰς ἀμείνονας σέθεν. — χαρμοναὶ δακρύων ἔδοσαν ἐκβολάς· | |
πάλιν ἔμολεν, | 145 | |
745 | ἃ πάρος οὔποτε διὰ φρενὸς ἤλπις’ ἂν παθεῖν, γᾶς ἄναξ. — ἀλλ’, ὦ γεραιοί, καὶ τὰ δωμάτων ἔσω σκοπῶμεν, εἰ πράσσει τις ὡς ἐγὼ θέλω. Λυ. (ἔσωθεν) | |
(750) | ἰώ μοί μοι. Χο. τόδε κατάρχεται μέλος ἐμοὶ κλύειν φίλιον ἐν δόμοις· θάνατος οὐ πόρσω. βοᾶι | |
753 | φόνου φροίμιον στενάζων ἄναξ. Λυ. (ἔσωθεν) | |
754 | ὦ πᾶσα Κάδμου γαῖ’, ἀπόλλυμαι δόλωι. | |
755 | Χο. καὶ γὰρ διώλλυς· ἀντίποινα δ’ ἐκτίνων τόλμα, διδούς γε τῶν δεδραμένων δίκην. — τίς ὁ θεοὺς ἀνομίαι χραίνων, θνατὸς ὤν, ἄφρονα λόγον †οὐρανίων μακάρων† κατέβαλ’ ὡς ἄρ’ οὐ | |
760 | σθένουσιν θεοί; | |
760 | — γέροντες, οὐκέτ’ ἔστι δυσσεβὴς ἀνήρ. σιγᾶι μέλαθρα· πρὸς χοροὺς τραπώμεθα. [φίλοι γὰρ εὐτυχοῦσιν οὓς ἐγὼ θέλω.] χοροὶ χοροὶ καὶ θαλίαι μέλουσι Θή‐ | |
765 | βας ἱερὸν κατ’ ἄστυ. | 146 |
765 | μεταλλαγαὶ γὰρ δακρύων, μεταλλαγαὶ συντυχίας 〈 〉 ἔτεκον ἀοιδάς. βέβακ’ ἄναξ ὁ καινός, ὁ δὲ παλαίτερος | |
770 | κρατεῖ, λιμένα λιπών γε τὸν Ἀχερόντιον. δοκημάτων ἐκτὸς ἦλθεν ἐλπίς. θεοὶ θεοὶ | |
772 | τῶν ἀδίκων μέλουσι καὶ τῶν ὁσίων ἐπάιειν. ὁ χρυσὸς ἅ τ’ εὐτυχία | |
775 | φρενῶν βροτοὺς ἐξάγεται δύνασιν ἄδικον ἐφέλκων. †χρόνου γὰρ οὔτις ἔτλα τὸ πάλιν εἰσορᾶν†· νόμον παρέμενος ἀνομίαι χάριν διδοὺς | |
780 | ἔθραυσεν ὄλβου κελαινὸν ἅρμα. Ἰσμήν’ ὦ στεφαναφόρει ξεσταί θ’ ἑπταπύλου πόλεως ἀναχορεύσατ’ ἀγυιαὶ Δίρκα θ’ ἁ καλλιρρέεθρος, | |
785 | σύν τ’ Ἀσωπιάδες κόραι πατρὸς ὕδωρ βᾶτε λιποῦσαι συναοιδοὶ Νύμφαι τὸν Ἡρακλέους | |
789 | καλλίνικον ἀγῶνα. | 147 |
790 | Πυθίου δενδρῶτι πέτρα Μουσᾶν θ’ Ἑλικωνίδων δώματα, αὔξετ’ εὐγαθεῖ κελάδωι ἐμὰν πόλιν, ἐμὰ τείχη, σπαρτῶν ἵνα γένος ἐφάνθη, | |
795 | χαλκασπίδων λόχος, ὃς γᾶν τέκνων τέκνοις μεταμείβει, Θήβαις ἱερὸν φῶς. ὦ λέκτρων δύο συγγενεῖς εὐναί, θνατογενοῦς τε καὶ | |
(800) | Διός, ὃς ἦλθεν ἐς εὐνὰν νύμφας τᾶς Περσηίδος· ὡς πιστόν μοι τὸ παλαιὸν ἤ‐ | |
804 | δη λέχος, ὦ Ζεῦ, σὸν ἐπ’ οὐκ ἐλπίδι φάνθη. | |
805 | λαμπρὰν δ’ ἔδειξ’ ὁ χρόνος τὰν Ἡρακλέος ἀλκάν· ὃς γᾶς ἐξέβας θαλάμων Πλούτωνος δῶμα λιπὼν νέρτερον. κρείσσων μοι τύραννος ἔφυς | |
810 | ἢ δυσγένει’ ἀνάκτων, ἃ νῦν ἐσορῶντι φαίνει | |
ξιφηφόρων ἐς ἀγώνων ἅμιλλαν εἰ τὸ δίκαιον θεοῖς ἔτ’ ἀρέσκει. | 148 | |
815 | — ἔα ἔα· ἆρ’ ἐς τὸν αὐτὸν πίτυλον ἥκομεν φόβου, γέροντες, οἷον φάσμ’ ὑπὲρ δόμων ὁρῶ; — φυγῆι φυγῆι νωθὲς πέδαιρε κῶλον, ἐκποδὼν ἔλα. | |
820 | — ὦναξ Παιάν, ἀπότροπος γένοιό μοι πημάτων. ΙΡΙΣ | |
822 | θαρσεῖτε Νυκτὸς τήνδ’ ὁρῶντες ἔκγονον Λύσσαν, γέροντες, κἀμὲ τὴν θεῶν λάτριν Ἶριν· πόλει γὰρ οὐδὲν ἥκομεν βλάβος, | |
825 | ἑνὸς δ’ ἐπ’ ἀνδρὸς δώματα στρατεύομεν, ὅν φασιν εἶναι Ζηνὸς Ἀλκμήνης τ’ ἄπο. πρὶν μὲν γὰρ ἄθλους ἐκτελευτῆσαι πικρούς, τὸ χρή νιν ἐξέσωιζεν οὐδ’ εἴα πατὴρ Ζεύς νιν κακῶς δρᾶν οὔτ’ ἔμ’ οὔθ’ Ἥραν ποτέ· | |
830 | ἐπεὶ δὲ μόχθους διεπέρας’ Εὐρυσθέως, Ἥρα προσάψαι κοινὸν αἷμ’ αὐτῶι θέλει παῖδας κατακτείναντι, συνθέλω δ’ ἐγώ. ἀλλ’ εἶ’ ἄτεγκτον συλλαβοῦσα καρδίαν, Νυκτὸς κελαινῆς ἀνυμέναιε παρθένε, | |
835 | μανίας τ’ ἐπ’ ἀνδρὶ τῶιδε καὶ παιδοκτόνους φρενῶν ταραγμοὺς καὶ ποδῶν σκιρτήματα ἔλαυνε κίνει, φόνιον ἐξίει κάλων, | |
ὡς ἂν πορεύσας δι’ Ἀχερούσιον πόρον τὸν καλλίπαιδα στέφανον αὐθέντηι φόνωι | 149 | |
840 | γνῶι μὲν τὸν Ἥρας οἷός ἐστ’ αὐτῶι χόλος, μάθηι δὲ τὸν ἐμόν· ἢ θεοὶ μὲν οὐδαμοῦ, τὰ θνητὰ δ’ ἔσται μεγάλα, μὴ δόντος δίκην. ΛΥΣΣΑ | |
843 | ἐξ εὐγενοῦς μὲν πατρὸς ἔκ τε μητέρος πέφυκα, Νυκτὸς Οὐρανοῦ τ’ ἀφ’ αἵματος· | |
845 | †τιμάς τ’ ἔχω τάσδ’ οὐκ ἀγασθῆναι φίλοις† οὐδ’ ἥδομαι φοιτῶς’ ἐπ’ ἀνθρώπων φίλους. παραινέσαι δέ, πρὶν σφαλεῖσαν εἰσιδεῖν, Ἥραι θέλω σοί τ’, ἢν πίθησθ’ ἐμοῖς λόγοις. ἁνὴρ ὅδ’ οὐκ ἄσημος οὔτ’ ἐπὶ χθονὶ | |
(850) | οὔτ’ ἐν θεοῖσιν, οὗ σύ μ’ ἐσπέμπεις δόμους· ἄβατον δὲ χώραν καὶ θάλασσαν ἀγρίαν ἐξημερώσας θεῶν ἀνέστησεν μόνος τιμὰς πιτνούσας ἀνοσίων ἀνδρῶν ὕπο. ὥστ’ οὐ παραινῶ μεγάλα βουλεῦσαι κακά. | |
855 | Ιρ. μὴ σὺ νουθέτει τά θ’ Ἥρας κἀμὰ μηχανήματα. Λυ. ἐς τὸ λῶιον ἐμβιβάζω ς’ ἴχνος ἀντὶ τοῦ κακοῦ. Ιρ. οὐχὶ σωφρονεῖν γ’ ἔπεμψε δεῦρό ς’ ἡ Διὸς δάμαρ. Λυ. Ἥλιον μαρτυρόμεσθα δρῶς’ ἃ δρᾶν οὐ βούλομαι. εἰ δὲ δή μ’ Ἥραι θ’ ὑπουργεῖν σοί τ’ ἀναγκαίως ἔχει, | |
861 | εἶμί γ’· οὔτε πόντος οὕτω κύμασι στένων λάβρος οὔτε γῆς σεισμὸς κεραυνοῦ τ’ οἶστρος ὠδῖνας πνέων οἷ’ ἐγὼ στάδια δραμοῦμαι στέρνον εἰς Ἡρακλέους· καὶ καταρρήξω μέλαθρα καὶ δόμους ἐπεμβαλῶ, | 150 |
865 | τέκν’ ἀποκτείνασα πρῶτον· ὁ δὲ κανὼν οὐκ εἴσεται παῖδας οὓς ἔτικτεν ἐναρών, πρὶν ἂν ἐμὰς λύσσας ἀφῆι. ἢν ἰδού· καὶ δὴ τινάσσει κρᾶτα βαλβίδων ἄπο καὶ διαστρόφους ἑλίσσει σῖγα γοργωποὺς κόρας, ἀμπνοὰς δ’ οὐ σωφρονίζει, ταῦρος ὣς ἐς ἐμβολήν, | |
870 | δεινὰ μυκᾶται δέ. Κῆρας ἀνακαλῶ τὰς Ταρτάρου | |
860 | τάχος ἐπιρροιβδεῖν ὁμαρτεῖν θ’ ὡς κυνηγέτηι κύνας. | |
871 | τάχα ς’ ἐγὼ μᾶλλον χορεύσω καὶ καταυλήσω φόβωι. στεῖχ’ ἐς Οὔλυμπον πεδαίρους’, Ἶρι, γενναῖον πόδα· ἐς δόμους δ’ ἡμεῖς ἄφαντοι δυσόμεσθ’ Ἡρακλέους. | |
875 | Χο. ὀτοτοτοῖ, στέναξον· ἀποκείρεται σὸν ἄνθος πόλεος, ὁ Διὸς ἔκγονος, μέλεος Ἑλλάς, ἃ τὸν εὐεργέταν ἀποβαλεῖς ὀλεῖς μανιάσιν λύσσαις χορευθέντ’ ἐναύλοις. | |
880 | βέβακεν ἐν δίφροισιν ἁ πολύστονος, ἅρμασι δ’ ἐνδίδωσι | |
κέντρον ὡς ἐπὶ λώβαι Νυκτὸς Γοργὼν ἑκατογκεφάλοις | 151 | |
883 | ὄφεων ἰαχήμασι Λύσσα μαρμαρωπός. ταχὺ τὸν εὐτυχῆ μετέβαλεν δαίμων, | |
885 | ταχὺ δὲ πρὸς πατρὸς τέκν’ ἐκπνεύσεται. 〈Αμ.〉 (ἔσωθεν) | |
886 | ἰώ μοι μέλεος. | |
886 | Χο. ἰὼ Ζεῦ, τὸ σὸν γένος ἄγονον αὐτίκα λυσσάδες ὠμοβρῶτες ἄδικοι Ποιναὶ | |
887 | κακοῖσιν ἐκπετάσουσιν. Αμ. ἰὼ στέγαι. Χο. κατάρχεται χορεύματ’ ἄτερ τυπάνων | |
890 | οὐ Βρομίου κεχαρισμένα θύρσωι Αμ. ἰὼ δόμοι. Χο. πρὸς αἵματ’, οὐχὶ τᾶς Διονυσιάδος βοτρύων ἐπὶ χεύμασι λοιβᾶς. 〈Αμ.〉 φυγῆι, τέκν’, ἐξορμᾶτε. 〈Χο.〉 δάιον τόδε | |
895 | δάιον μέλος ἐπαυλεῖται. κυναγετεῖ τέκνων διωγμόν· οὔποτ’ ἄκραντα δόμοισι Λύσσα βακχεύσει. | |
899 | Αμ. αἰαῖ κακῶν. | 152 |
(900) | Χο. αἰαῖ δῆτα τὸν γεραιὸν ὡς στένω πατέρα τάν τε παιδοτρόφον, 〈ἇι〉 μάταν τέκεα γεννᾶται. ἰδοὺ ἰδού, | |
905 | θύελλα σείει δῶμα, συμπίπτει στέγη. Αμ. ἢ ἤ· τί δρᾶις, ὦ Διὸς παῖ, μελάθρωι; | |
908 | τάραγμα ταρτάρειον ὡς ἐπ’ Ἐγκελάδωι ποτέ, Παλλάς, ἐς δόμους πέμπεις. | |
910 | ΕΞΑΓΓΕΛΟΣ | |
910 | ὦ λευκὰ γήραι σώματ’ 〈Χο.〉 ἀνακαλεῖς με τίνα βοάν; Εξ. ἄλαστα τἀν δόμοισι. 〈Χο.〉 μάντιν οὐχ ἕτερον ἄξομαι. Εξ. τεθνᾶσι παῖδες. 〈Χο.〉 αἰαῖ. 〈Εξ.〉 στενάζεθ’ ὡς στενακτά. 〈Χο.〉 δάιοι φόνοι, | |
915 | δάιοι δὲ τοκέων χέρες. Εξ. οὐκ ἄν τις εἴποι μᾶλλον ἢ πεπόνθαμεν. Χο. πῶς παισὶ στενακτὰν ἄταν ἄταν πατέρος ἀμφαίνεις; λέγε τίνα τρόπον ἔσυτο θεόθεν ἐπὶ μέλα‐ | |
920 | θρα κακὰ τάδε 〈 〉 τλάμονάς | |
τε παίδων τύχας. Εξ. ἱερὰ μὲν ἦν πάροιθεν ἐσχάρας Διὸς καθάρσι’ οἴκων, γῆς ἄνακτ’ ἐπεὶ κτανὼν 〈ἐξέβαλε〉 τῶνδε δωμάτων Ἡρακλέης· | 153 | |
925 | χορὸς δὲ καλλίμορφος εἱστήκει τέκνων πατήρ τε Μεγάρα τ’, ἐν κύκλωι δ’ ἤδη κανοῦν εἵλικτο βωμοῦ, φθέγμα δ’ ὅσιον εἴχομεν. μέλλων δὲ δαλὸν χειρὶ δεξιᾶι φέρειν, ἐς χέρνιβ’ ὡς βάψειεν, Ἀλκμήνης τόκος | |
930 | ἔστη σιωπῆι. καὶ χρονίζοντος πατρὸς παῖδες προσέσχον ὄμμ’· ὁ δ’ οὐκέθ’ αὑτὸς ἦν, ἀλλ’ ἐν στροφαῖσιν ὀμμάτων ἐφθαρμένος ῥίζας τ’ ἐν ὄσσοις αἱματῶπας ἐκβαλὼν ἀφρὸν κατέσταζ’ εὔτριχος γενειάδος. | |
935 | ἔλεξε δ’ ἅμα γέλωτι παραπεπληγμένωι· Πάτερ, τί θύω πρὶν κτανεῖν Εὐρυσθέα καθάρσιον πῦρ καὶ πόνους διπλοῦς ἔχω; ἔργον μιᾶς μοι χειρὸς εὖ θέσθαι τάδε. ὅταν δ’ ἐνέγκω δεῦρο κρᾶτ’ Εὐρυσθέως | |
940 | ἐπὶ τοῖσι νῦν θανοῦσιν ἁγνιῶ χέρας. ἐκχεῖτε πηγάς, ῥίπτετ’ ἐκ χειρῶν κανᾶ. τίς μοι δίδωσι τόξα; τίς 〈δ’〉 ὅπλον χερός; πρὸς τὰς Μυκήνας εἶμι· λάζυσθαι χρεὼν μοχλοὺς δικέλλας θ’ ὥστε Κυκλώπων βάθρα | |
945 | φοίνικι κανόνι καὶ τύκοις ἡρμοσμένα στρεπτῶι σιδήρωι συντριαινῶσαι πάλιν. ἐκ τοῦδε βαίνων ἅρματ’ οὐκ ἔχων ἔχειν ἔφασκε δίφρου τ’ εἰσέβαινεν ἄντυγα κἄθεινε, κέντρωι δῆθεν ὡς θείνων, χερί. | 154 |
(950) | διπλοῦς δ’ ὀπαδοῖς ἦν γέλως φόβος θ’ ὁμοῦ, καί τις τόδ’ εἶπεν, ἄλλος εἰς ἄλλον δρακών· Παίζει πρὸς ἡμᾶς δεσπότης ἢ μαίνεται; ὁ δ’ εἷρπ’ ἄνω τε καὶ κάτω κατὰ στέγας, μέσον δ’ ἐς ἀνδρῶν’ ἐσπεσὼν Νίσου πόλιν | |
955 | ἥκειν ἔφασκε, δωμάτων τ’ ἔσω βεβὼς κλιθεὶς ἐς οὖδας ὡς ἔχει σκευάζεται θοίνην. διελθὼν δ’ ὡς βραχὺν χρόνον μονῆς Ἰσθμοῦ ναπαίας ἔλεγε προσβαίνειν πλάκας. κἀνταῦθα γυμνὸν σῶμα θεὶς πορπαμάτων | |
960 | πρὸς οὐδέν’ ἡμιλλᾶτο κἀκηρύσσετο αὐτὸς πρὸς αὑτοῦ καλλίνικος οὐδενός, ἀκοὴν ὑπειπών. δεινὰ δ’ Εὐρυσθεῖ βρέμων ἦν ἐν Μυκήναις τῶι λόγωι. πατὴρ δέ νιν θιγὼν κραταιᾶς χειρὸς ἐννέπει τάδε· | |
965 | Ὦ παῖ, τί πάσχεις; τίς ὁ τρόπος ξενώσεως τῆσδ’; οὔ τί που φόνος ς’ ἐβάκχευσεν νεκρῶν οὓς ἄρτι καίνεις; ὁ δέ νιν Εὐρυσθέως δοκῶν πατέρα προταρβοῦνθ’ ἱκέσιον ψαύειν χερὸς ὠθεῖ, φαρέτραν δ’ εὐτρεπῆ σκευάζεται | |
970 | καὶ τόξ’ ἑαυτοῦ παισί, τοὺς Εὐρυσθέως | |
δοκῶν φονεύειν. οἱ δὲ ταρβοῦντες φόβωι ὤρουον ἄλλος ἄλλος’, ἐς πέπλους ὁ μὲν μητρὸς ταλαίνης, ὁ δ’ ὑπὸ κίονος σκιάν, ἄλλος δὲ βωμὸν ὄρνις ὣς ἔπτηξ’ ὕπο. | 155 | |
975 | βοᾶι δὲ μήτηρ· Ὦ τεκών, τί δρᾶις; τέκνα κτείνεις; βοᾶι δὲ πρέσβυς οἰκετῶν τ’ ὄχλος. ὁ δ’ ἐξελίσσων παῖδα κίονος κύκλωι τόρνευμα δεινὸν ποδός, ἐναντίον σταθεὶς βάλλει πρὸς ἧπαρ· ὕπτιος δὲ λαΐνους | |
980 | ὀρθοστάτας ἔδευσεν ἐκπνέων βίον. ὁ δ’ ἠλάλαξε κἀπεκόμπασεν τάδε· Εἷς μὲν νεοσσὸς ὅδε θανὼν Εὐρυσθέως ἔχθραν πατρώιαν ἐκτίνων πέπτωκέ μοι. ἄλλωι δ’ ἐπεῖχε τόξ’, ὃς ἀμφὶ βωμίαν | |
985 | ἔπτηξε κρηπῖδ’ ὡς λεληθέναι δοκῶν. φθάνει δ’ ὁ τλήμων γόνασι προσπεσὼν πατρὸς καὶ πρὸς γένειον χεῖρα καὶ δέρην βαλὼν Ὦ φίλτατ’, αὐδᾶι, μή μ’ ἀποκτείνηις, πάτερ· σός εἰμι, σὸς παῖς· οὐ τὸν Εὐρυσθέως ὀλεῖς. | |
990 | ὁ δ’ ἀγριωπὸν ὄμμα Γοργόνος στρέφων, ὡς ἐντὸς ἔστη παῖς λυγροῦ τοξεύματος μυδροκτύπον μίμημ’ ὑπὲρ κάρα βαλὼν ξύλον καθῆκε παιδὸς ἐς ξανθὸν κάρα, ἔρρηξε δ’ ὀστᾶ. δεύτερον δὲ παῖδ’ ἑλὼν | |
995 | χωρεῖ τρίτον θῦμ’ ὡς ἐπισφάξων δυοῖν. ἀλλὰ φθάνει νιν ἡ τάλαιν’ ἔσω δόμων μήτηρ ὑπεκλαβοῦσα καὶ κλήιει πύλας. ὁ δ’ ὡς ἐπ’ αὐτοῖς δὴ Κυκλωπίοισιν ὢν σκάπτει μοχλεύει θύρετρα κἀκβαλὼν σταθμὰ | |
(1000) | δάμαρτα καὶ παῖδ’ ἑνὶ κατέστρωσεν βέλει. κἀνθένδε πρὸς γέροντος ἱππεύει φόνον· ἀλλ’ ἦλθεν εἰκών, ὡς ὁρᾶν ἐφαίνετο Παλλάς, κραδαίνους’ ἔγχος †ἐπὶ λόφω κέαρ†, κἄρριψε πέτρον στέρνον εἰς Ἡρακλέους, | 156 |
1005 | ὅς νιν φόνου μαργῶντος ἔσχε κἀς ὕπνον καθῆκε· πίτνει δ’ ἐς πέδον πρὸς κίονα νῶτον πατάξας, ὃς πεσήμασι στέγης διχορραγὴς ἔκειτο κρηπίδων ἔπι. | |
1010 | ἡμεῖς δ’ ἐλευθεροῦντες ἐκ δρασμῶν πόδα | |
1009 | σὺν τῶι γέροντι δεσμὰ σειραίων βρόχων | |
1011 | ἀνήπτομεν πρὸς κίον’, ὡς λήξας ὕπνου μηδὲν προσεργάσαιτο τοῖς δεδραμένοις. εὕδει δ’ ὁ τλήμων ὕπνον οὐκ εὐδαίμονα παῖδας φονεύσας καὶ δάμαρτ’. ἐγὼ μὲν οὖν | |
1015 | οὐκ οἶδα θνητῶν ὅστις ἀθλιώτερος. Χο. ὁ φόνος ἦν ὃν Ἀργολὶς ἔχει πέτρα τότε μὲν περισαμότατος καὶ ἄπιστος Ἑλλάδι τῶν Δαναοῦ παίδων· τάδε δ’ ὑπερέβαλεν παρέδραμεν τὰ τότε | |
1020 | κακὰ τάλανι διογενεῖ κόρωι. μονότεκνον Πρόκνης φόνον ἔχω λέξαι θυόμενον Μούσαις· σὺ δὲ τέκνα τρίγον’, ὦ δάιε, τεκόμενος | |
λυσσάδι συγκατειργάσω μοίραι. | 157 | |
1025 | αἰαῖ, τίνα στεναγμὸν ἢ γόον ἢ φθιτῶν ὠιδὰν ἢ τίν’ Ἅι‐ δα χορὸν ἀχήσω; φεῦ φεῦ· ἴδεσθε, διάνδιχα κλῆιθρα | |
1030 | κλίνεται ὑψιπύλων δόμων. ἰώ μοι· ἴδεσθε δὲ τέκνα πρὸ πατρὸς ἄθλια κείμενα δυστάνου, εὕδοντος ὕπνον δεινὸν ἐκ παίδων φόνου, | |
1035 | περὶ δὲ δεσμὰ καὶ πολύβροχ’ ἁμμάτων ἐρείσμαθ’ Ἡράκλειον ἀμφὶ δέμας τάδε λαΐνοις ἀνημμένα κίοσιν οἴκων. ὁ δ’ ὥς τις ὄρνις ἄπτερον καταστένων | |
1040 | ὠδῖνα τέκνων πρέσβυς ὑστέρωι ποδὶ πικρὰν διώκων ἤλυσιν πάρεσθ’ ὅδε. Αμ. Καδμεῖοι γέροντες, οὐ σῖγα σῖ‐ γα τὸν ὕπνωι παρειμένον ἐάσετ’ ἐκ‐ λαθέσθαι κακῶν; | |
1045 | Χο. κατὰ σὲ δακρύοις στένω, πρέσβυ, καὶ τέκεα καὶ τὸ καλλίνικον κάρα. Αμ. ἑκαστέρω πρόβατε, μὴ | |
κτυπεῖτε, μὴ βοᾶτε, μὴ τὸν εὔδι’ ἰαύονθ’ | 158 | |
(1050) | ὑπνώδεά τ’ εὐνᾶς ἐγείρετε. Χο. οἵμοι, φόνος ὅσος ὅδ’ Αμ. ἆ ἆ, διά μ’ ὀλεῖτε. 〈Χο.〉 κεχυ‐ | |
1052 | μένος ἐπαντέλλει. 〈Αμ.〉 οὐκ ἀτρεμαῖα θρῆνον αἰ‐ άξετ’, ὦ γέροντες; | |
1055 | ἢ δέσμ’ ἀνεγειρόμενος χαλάσας ἀπολεῖ πόλιν, | |
1057 | ἀπὸ δὲ πατέρα, μέλαθρά τε καταρρήξει. Χο. ἀδύνατ’ ἀδύνατά μοι. | |
1060 | Αμ. σῖγα, πνοὰς μάθω· φέρε, πρὸς οὖς βάλω. Χο. εὕδει; Αμ. ναί, εὕδει 〈γ’〉 ὕπνον ἄυπνον ὀλόμε‐ νον ὃς ἔκανεν ἄλοχον, ἔκανε δὲ ψαλμῶι τέκεα τοξήρει. Χο. στέναζέ νυν Αμ. στενάζω. | |
1065 | 〈Χο.〉 τέκνων ὄλεθρον Αμ. ὤμοι. 〈Χο.〉 σέθεν τε παιδός 〈Αμ.〉 αἰαῖ. 〈Χο.〉 ὦ πρέσβυ. Αμ. σῖγα σῖγα· | |
1068-1069 | παλίντροπος ἐξεπεγειρόμενος στρέφεται· φέρε, | |
1070 | ἀπόκρυφον δέμας ὑπὸ μέλαθρον κρύψω. | |
Χο. θάρσει· νὺξ ἔχει βλέφαρα παιδὶ σῶι. | 159 | |
1073 | Αμ. ὁρᾶθ’ ὁρᾶτε. τὸ φάος ἐκ‐ λιπεῖν μὲν ἐπὶ κακοῖσιν οὐ | |
1075 | φεύγω τάλας, ἀλλ’ εἴ με κανεῖ πατέρ’ ὄντα, πρὸς δὲ κακοῖς κακὰ μήσε‐ ται πρὸς Ἐρινύσι θ’ αἷμα σύγγονον ἕξει. Χο. τότε θανεῖν ς’ ἐχρῆν ὅτε δάμαρτι σᾶι | |
1079 | φόνον ὁμοσπόρων ἔμολες ἐκπράξας, | |
1080 | Ταφίων περίκλυστον ἄστυ πέρσας. Αμ. φυγὰν φυγάν, γέροντες, ἀποπρὸ δωμάτων διώκετε· φεύγετε μάργον ἄνδρ’ ἐπεγειρόμενον. | |
1085 | 〈ἢ〉 τάχα φόνον ἕτερον ἐπὶ φόνωι βαλὼν ἀν’ αὖ βακχεύσει Καδμείων πόλιν. Χο. ὦ Ζεῦ, τί παῖδ’ ἤχθηρας ὧδ’ ὑπερκότως τὸν σόν, κακῶν δὲ πέλαγος ἐς τόδ’ ἤγαγες; Ηρ. ἔα· | |
1089 | ἔμπνους μέν εἰμι καὶ δέδορχ’ ἅπερ με δεῖ, | |
1090 | αἰθέρα τε καὶ γῆν τόξα θ’ ἡλίου τάδε. ὡς 〈δ’〉 ἐν κλύδωνι καὶ φρενῶν ταράγματι πέπτωκα δεινῶι καὶ πνοὰς θερμὰς πνέω μετάρσι’, οὐ βέβαια πλευμόνων ἄπο. | |
ἰδού, τί δεσμοῖς ναῦς ὅπως ὡρμισμένος | 160 | |
1095 | νεανίαν θώρακα καὶ βραχίονα πρὸς ἡμιθραύστωι λαΐνωι τυκίσματι ἧμαι, νεκροῖσι γείτονας θάκους ἔχων; πτερωτὰ δ’ ἔγχη τόξα τ’ ἔσπαρται πέδωι, ἃ πρὶν παρασπίζοντ’ ἐμοῖς βραχίοσιν | |
(1100) | ἔσωιζε πλευρὰς ἐξ ἐμοῦ τ’ ἐσώιζετο. οὔ που κατῆλθον αὖθις εἰς Ἅιδου πάλιν, Εὐρυσθέως δίαυλον ἐξ Ἅιδου μολών; ἀλλ’ οὔτε Σισύφειον εἰσορῶ πέτρον Πλούτωνά τ’ οὐδὲ σκῆπτρα Δήμητρος κόρης. | |
1105 | ἔκ τοι πέπληγμαι· ποῦ ποτ’ ὢν ἀμηχανῶ; ὠή, τίς ἐγγὺς ἢ πρόσω φίλων ἐμῶν, δύσγνοιαν ὅστις τὴν ἐμὴν ἰάσεται; σαφῶς γὰρ οὐδὲν οἶδα τῶν εἰωθότων. Αμ. γέροντες, ἔλθω τῶν ἐμῶν κακῶν πέλας; | |
1110 | Χο. κἄγωγε σὺν σοί, μὴ προδοὺς τὰς συμφοράς. Ηρ. πάτερ, τί κλαίεις καὶ συναμπίσχηι κόρας, τοῦ φιλτάτου σοι τηλόθεν παιδὸς βεβώς; Αμ. ὦ τέκνον· εἶ γὰρ καὶ κακῶς πράσσων ἐμός. Ηρ. πράσσω δ’ ἐγὼ τί λυπρὸν οὗ δακρυρροεῖς; | |
1115 | Αμ. ἃ κἂν θεῶν τις, εἰ μάθοι, καταστένοι. Ηρ. μέγας γ’ ὁ κόμπος, τὴν τύχην δ’ οὔπω λέγεις. | |
Αμ. ὁρᾶις γὰρ αὐτός, εἰ φρονῶν ἤδη κυρεῖς. Ηρ. εἴπ’ εἴ τι καινὸν ὑπογράφηι τὠμῶι βίωι. Αμ. εἰ μηκέθ’ Ἅιδου βάκχος εἶ, φράσαιμεν ἄν. | 161 | |
1120 | Ηρ. παπαῖ, τόδ’ ὡς ὕποπτον ἠινίξω πάλιν. Αμ. καί ς’ εἰ βεβαίως εὖ φρονεῖς ἤδη σκοπῶ. Ηρ. οὐ γάρ τι βακχεύσας γε μέμνημαι φρένας. Αμ. λύσω, γέροντες, δεσμὰ παιδός, ἢ τί δρῶ; Ηρ. καὶ τόν γε δήσαντ’ εἴπ’· ἀναινόμεσθα γάρ. | |
1125 | Αμ. τοσοῦτον ἴσθι τῶν κακῶν, τὰ δ’ ἄλλ’ ἔα. Ηρ. ἀρκεῖ σιωπὴ γὰρ μαθεῖν ὃ βούλομαι; Αμ. ὦ Ζεῦ, παρ’ Ἥρας ἆρ’ ὁρᾶις θρόνων τάδε; Ηρ. ἀλλ’ ἦ τι κεῖθεν πολέμιον πεπόνθαμεν; Αμ. τὴν θεὸν ἐάσας τὰ σὰ περιστέλλου κακά. | |
1130 | Ηρ. ἀπωλόμεσθα· συμφορὰν λέξεις τινά. Αμ. ἰδού, θέασαι τάδε τέκνων πεσήματα. Ηρ. οἴμοι· τίν’ ὄψιν τήνδε δέρκομαι τάλας; Αμ. ἀπόλεμον, ὦ παῖ, πόλεμον ἔσπευσας τέκνοις. Ηρ. τί πόλεμον εἶπας; τούσδε τίς διώλεσεν; | |
1135 | Αμ. σὺ καὶ σὰ τόξα καὶ θεῶν ὃς αἴτιος. Ηρ. τί φήις; τί δράσας; ὦ κάκ’ ἀγγέλλων πάτερ. Αμ. μανείς· ἐρωτᾶις δ’ ἄθλι’ ἑρμηνεύματα. Ηρ. ἦ καὶ δάμαρτός εἰμ’ ἐγὼ φονεὺς ἐμῆς; Αμ. μιᾶς ἅπαντα χειρὸς ἔργα σῆς τάδε. | |
1140 | Ηρ. αἰαῖ· στεναγμῶν γάρ με περιβάλλει νέφος. Αμ. τούτων ἕκατι σὰς καταστένω τύχας. Ηρ. ἦ γὰρ συνήραξ’ οἶκον †ἢ βάκχευς’ ἐμόν†; Αμ. οὐκ οἶδα πλὴν ἕν· πάντα δυστυχεῖ τὰ σά. | |
Ηρ. ποῦ δ’ οἶστρος ἡμᾶς ἔλαβε; ποῦ διώλεσεν; | 162 | |
1145 | Αμ. ὅτ’ ἀμφὶ βωμὸν χεῖρας ἡγνίζου πυρί. Ηρ. οἴμοι· τί δῆτα φείδομαι ψυχῆς ἐμῆς τῶν φιλτάτων μοι γενόμενος παίδων φονεύς; οὐκ εἶμι πέτρας λισσάδος πρὸς ἅλματα ἢ φάσγανον πρὸς ἧπαρ ἐξακοντίσας | |
(1150) | τέκνοις δικαστὴς αἵματος γενήσομαι, ἢ σάρκα †τὴν ἐμὴν† ἐμπρήσας πυρὶ δύσκλειαν ἣ μένει μ’ ἀπώσομαι βίου; ἀλλ’ ἐμποδών μοι θανασίμων βουλευμάτων Θησεὺς ὅδ’ ἕρπει συγγενὴς φίλος τ’ ἐμός. | |
1155 | ὀφθησόμεσθα καὶ τεκνοκτόνον μύσος ἐς ὄμμαθ’ ἥξει φιλτάτωι ξένων ἐμῶν. οἴμοι, τί δράσω; ποῖ κακῶν ἐρημίαν εὕρω, πτερωτὸς ἢ κατὰ χθονὸς μολών; φέρ’, ἀμφὶ κρατὶ περιβάλω σκότον 〈 〉. | |
1160 | αἰσχύνομαι γὰρ τοῖς δεδραμένοις κακοῖς, καὶ τῶιδε προστρόπαιον αἷμα προσβαλὼν οὐδὲν κακῶσαι τοὺς ἀναιτίους θέλω. ΘΗΣΕΥΣ | |
1163 | ἥκω σὺν ἄλλοις, οἳ παρ’ Ἀσωποῦ ῥοὰς μένουσιν, ἔνοπλοι γῆς Ἀθηναίων κόροι, | |
1165 | σῶι παιδί, πρέσβυ, σύμμαχον φέρων δόρυ. κληδὼν γὰρ ἦλθεν εἰς Ἐρεχθειδῶν πόλιν ὡς σκῆπτρα χώρας τῆσδ’ ἀναρπάσας Λύκος ἐς πόλεμον ὑμῖν καὶ μάχην καθίσταται. | |
τίνων δ’ ἀμοιβὰς ὧν ὑπῆρξεν Ἡρακλῆς | 163 | |
1170 | σώσας με νέρθεν ἦλθον, εἴ τι δεῖ, γέρον, ἢ χειρὸς ὑμᾶς τῆς ἐμῆς ἢ συμμάχων. ἔα· τί νεκρῶν τῶνδε πληθύει πέδον; οὔ που λέλειμμαι καὶ νεωτέρων κακῶν ὕστερος ἀφῖγμαι; τίς τάδ’ ἔκτεινεν τέκνα; | |
1175 | τίνος γεγῶσαν τήνδ’ ὁρῶ ξυνάορον; οὐ γὰρ δορός γε παῖδες ἵστανται πέλας, ἀλλ’ ἄλλο πού τι καινὸν εὑρίσκω κακόν. Αμ. ὦ τὸν ἐλαιοφόρον ὄχθον ἔχων 〈ἄναξ〉 Θη. τί χρῆμά μ’ οἰκτροῖς ἐκάλεσας προοιμίοις; | |
1180 | Αμ. ἐπάθομεν πάθεα μέλεα πρὸς θεῶν. Θη. οἱ παῖδες οἵδε τίνος ἐφ’ οἷς δακρυρροεῖς; Αμ. ἔτεκε μέν 〈νιν〉 οὑμὸς ἶνις τάλας, | |
1184 | τεκόμενος δ’ ἔκανε φόνιον αἷμα τλάς. | |
1187 | Θη. τί φήις; τί δράσας; Αμ. μαινομένωι πιτύλωι πλαγχθεὶς ἑκατογκεφάλου βαφαῖς ὕδρας. | |
1186 | Θη. ὦ δεινὰ λέξας. Αμ. οἰχόμεθ’ οἰχόμεθα πτανοί. | |
1185 | Θη. εὔφημα φώνει. Αμ. βουλομένοισιν ἐπαγγέλληι. | |
1189 | Θη. Ἥρας ὅδ’ ἁγών· τίς δ’ ὅδ’ οὑν νεκροῖς, γέρον; | |
1190 | Αμ. ἐμὸς ἐμὸς ὅδε γόνος ὁ πολύπονος, 〈ὃσ〉 ἐπὶ δόρυ γιγαντοφόνον ἦλθεν σὺν θεοῖ‐ σι Φλεγραῖον ἐς πεδίον ἀσπιστάς. | |
1195 | Θη. φεῦ φεῦ· τίς ἀνδρῶν ὧδε δυσδαίμων ἔφυ; Αμ. οὐκ ἂν εἰδείης ἕτερον | |
πολυμοχθότερον πολυπλαγκτότερόν τε θνατῶν. Θη. τί γὰρ πέπλοισιν ἄθλιον κρύπτει κάρα; Αμ. αἰδόμενος τὸ σὸν ὄμμα | 164 | |
(1200) | καὶ φιλίαν ὁμόφυλον αἷμά τε παιδοφόνον. Θη. ἀλλ’ εἰ συναλγῶν γ’ ἦλθον; ἐκκάλυπτέ νιν. Αμ. ὦ τέκνον, πάρες ἀπ’ ὀμμάτων πέπλον, ἀπόδικε, ῥέθος ἀελίωι δεῖξον. | |
1205 | βάρος ἀντίπαλον δακρύοις συναμιλλᾶται· | |
1207 | ἱκετεύομεν ἀμφὶ γενειάδα καὶ | |
1209 | γόνυ καὶ χέρα σὰν προπίτνων πολιὸν | |
1210 | δάκρυον ἐκβαλών· ἰὼ παῖ, κατά‐ σχεθε λέοντος ἀγρίου θυμόν, ὧι δρόμον ἐπὶ φόνιον ἀνόσιον ἐξάγηι κακὰ θέλων κακοῖς συνάψαι, τέκνον. Θη. εἶἑν· σὲ τὸν θάσσοντα δυστήνους ἕδρας | |
1215 | αὐδῶ φίλοισιν ὄμμα δεικνύναι τὸ σόν. οὐδεὶς σκότος γὰρ ὧδ’ ἔχει μέλαν νέφος ὅστις κακῶν σῶν συμφορὰν κρύψειεν ἄν. τί μοι προσείων χεῖρα σημαίνεις φόβον; ὡς μὴ μύσος με σῶν βάληι προσφθεγμάτων; | |
1220 | οὐδὲν μέλει μοι σύν γε σοὶ πράσσειν κακῶς· καὶ γάρ ποτ’ εὐτύχης’. ἐκεῖς’ ἀνοιστέον ὅτ’ ἐξέσωσάς μ’ ἐς φάος νεκρῶν πάρα. | |
χάριν δὲ γηράσκουσαν ἐχθαίρω φίλων καὶ τῶν καλῶν μὲν ὅστις ἀπολαύειν θέλει, | 165 | |
1225 | συμπλεῖν δὲ τοῖς φίλοισι δυστυχοῦσιν οὔ. ἀνίστας’, ἐκκάλυψον ἄθλιον κάρα, βλέψον πρὸς ἡμᾶς. ὅστις εὐγενὴς βροτῶν φέρει †τὰ τῶν θεῶν γε† πτώματ’ οὐδ’ ἀναίνεται. Ηρ. Θησεῦ, δέδορκας τόνδ’ ἀγῶν’ ἐμῶν τέκνων; | |
1230 | Θη. ἤκουσα καὶ βλέποντι σημαίνεις κακά. Ηρ. τί δῆτά μου κρᾶτ’ ἀνεκάλυψας ἡλίωι; Θη. τί δ’; οὐ μιαίνεις θνητὸς ὢν τὰ τῶν θεῶν. Ηρ. φεῦγ’, ὦ ταλαίπωρ’, ἀνόσιον μίασμ’ ἐμόν. Θη. οὐδεὶς ἀλάστωρ τοῖς φίλοις ἐκ τῶν φίλων. | |
1235 | Ηρ. ἐπήινες’· εὖ δράσας δέ ς’ οὐκ ἀναίνομαι. Θη. ἐγὼ δὲ πάσχων εὖ τότ’ οἰκτίρω σε νῦν. Ηρ. οἰκτρὸς γάρ εἰμι τἄμ’ ἀποκτείνας τέκνα; Θη. κλαίω χάριν σὴν ἐφ’ ἑτέραισι συμφοραῖς. Ηρ. ηὗρες δέ γ’ ἄλλους ἐν κακοῖσι μείζοσιν; | |
1240 | Θη. ἅπτηι κάτωθεν οὐρανοῦ δυσπραξίαι. Ηρ. τοιγὰρ παρεσκευάσμεθ’ ὥστε κατθανεῖν. | |
post 1241 | 〈Θη.〉 | |
post 1241 | 〈Ηρ.〉 | |
1242 | Θη. δοκεῖς ἀπειλῶν σῶν μέλειν τι δαίμοσιν; Ηρ. αὔθαδες ὁ θεός, πρὸς δὲ τοὺς θεοὺς ἐγώ. Θη. ἴσχε στόμ’, ὡς μὴ μέγα λέγων μεῖζον πάθηις. | |
1245 | Ηρ. γέμω κακῶν δὴ κοὐκέτ’ ἔσθ’ ὅπηι τεθῆι. Θη. δράσεις δὲ δὴ τί; ποῖ φέρηι θυμούμενος; Ηρ. θανών, ὅθενπερ ἦλθον, εἶμι γῆς ὕπο. Θη. εἴρηκας ἐπιτυχόντος ἀνθρώπου λόγους. | |
Ηρ. σὺ δ’ ἐκτὸς ὤν γε συμφορᾶς με νουθετεῖς. | 166 | |
(1250) | Θη. ὁ πολλὰ δὴ τλὰς Ἡρακλῆς λέγει τάδε; Ηρ. οὔκουν τοσαῦτά γ’· ἐν μέτρωι μοχθητέον. Θη. εὐεργέτης βροτοῖσι καὶ μέγας φίλος; Ηρ. οἱ δ’ οὐδὲν ὠφελοῦσί μ’, ἀλλ’ Ἥρα κρατεῖ. Θη. οὐκ ἄν 〈σ’〉 ἀνάσχοιθ’ Ἑλλὰς ἀμαθίαι θανεῖν. | |
1255 | Ηρ. ἄκουε δή νυν, ὡς ἁμιλληθῶ λόγοις πρὸς νουθετήσεις σάς· ἀναπτύξω δέ σοι ἀβίωτον ἡμῖν νῦν τε καὶ πάροιθεν ὄν. πρῶτον μὲν ἐκ τοῦδ’ ἐγενόμην, ὅστις κτανὼν μητρὸς γεραιὸν πατέρα προστρόπαιος ὢν | |
1260 | ἔγημε τὴν τεκοῦσαν Ἀλκμήνην ἐμέ. ὅταν δὲ κρηπὶς μὴ καταβληθῆι γένους ὀρθῶς, ἀνάγκη δυστυχεῖν τοὺς ἐκγόνους. Ζεὺς δ’, ὅστις ὁ Ζεύς, πολέμιόν μ’ ἐγείνατο Ἥραι (σὺ μέντοι μηδὲν ἀχθεσθῆις, γέρον· | |
1265 | πατέρα γὰρ ἀντὶ Ζηνὸς ἡγοῦμαι ς’ ἐγώ), ἔτ’ ἐν γάλακτί τ’ ὄντι γοργωποὺς ὄφεις ἐπεισέφρησε σπαργάνοισι τοῖς ἐμοῖς ἡ τοῦ Διὸς σύλλεκτρος, ὡς ὀλοίμεθα. ἐπεὶ δὲ σαρκὸς περιβόλαι’ ἐκτησάμην | |
1270 | ἡβῶντα, μόχθους οὓς ἔτλην τί δεῖ λέγειν; ποίους ποτ’ ἢ λέοντας ἢ τρισωμάτους Τυφῶνας ἢ Γίγαντας ἢ τετρασκελῆ κενταυροπληθῆ πόλεμον οὐκ ἐξήνυσα; τήν τ’ ἀμφίκρανον καὶ παλιμβλαστῆ κύνα | |
1275 | ὕδραν φονεύσας μυρίων τ’ ἄλλων πόνων διῆλθον ἀγέλας κἀς νεκροὺς ἀφικόμην, | |
Ἅιδου πυλωρὸν κύνα τρίκρανον ἐς φάος ὅπως πορεύσαιμ’ ἐντολαῖς Εὐρυσθέως. τὸν λοίσθιον δὲ τόνδ’ ἔτλην τάλας πόνον, | 167 | |
1280 | παιδοκτονήσας δῶμα θριγκῶσαι κακοῖς. ἥκω δ’ ἀνάγκης ἐς τόδ’· οὔτ’ ἐμαῖς φίλαις Θήβαις ἐνοικεῖν ὅσιον· ἢν δὲ καὶ μένω, ἐς ποῖον ἱερὸν ἢ πανήγυριν φίλων εἶμ’; οὐ γὰρ ἄτας εὐπροσηγόρους ἔχω. | |
1285 | ἀλλ’ Ἄργος ἔλθω; πῶς, ἐπεὶ φεύγω πάτραν; φέρ’ ἀλλ’ ἐς ἄλλην δή τιν’ ὁρμήσω πόλιν; κἄπειθ’ ὑποβλεπώμεθ’ ὡς ἐγνωσμένοι, γλώσσης πικροῖς κέντροισι †κληιδουχούμενοι†· Οὐχ οὗτος ὁ Διός, ὃς τέκν’ ἔκτεινέν ποτε | |
1290 | δάμαρτά τ’; οὐ γῆς τῆσδ’ ἀποφθαρήσεται; [κεκλημένωι δὲ φωτὶ μακαρίωι ποτὲ αἱ μεταβολαὶ λυπηρόν· ὧι δ’ ἀεὶ κακῶς ἔστ’, οὐδὲν ἀλγεῖ συγγενῶς δύστηνος ὤν.] ἐς τοῦτο δ’ ἥξειν συμφορᾶς οἶμαί ποτε· | |
1295 | φωνὴν γὰρ ἥσει χθὼν ἀπεννέπουσά με μὴ θιγγάνειν γῆς καὶ θάλασσα μὴ περᾶν πηγαί τε ποταμῶν, καὶ τὸν ἁρματήλατον Ἰξίον’ ἐν δεσμοῖσιν ἐκμιμήσομαι. [καὶ ταῦτ’ ἄριστα μηδέν’ Ἑλλήνων μ’ ὁρᾶν, | |
(1300) | ἐν οἷσιν εὐτυχοῦντες ἦμεν ὄλβιοι.] τί δῆτά με ζῆν δεῖ; τί κέρδος ἕξομεν βίον γ’ ἀχρεῖον ἀνόσιον κεκτημένοι; | |
χορευέτω δὴ Ζηνὸς ἡ κλεινὴ δάμαρ †κρόους’ Ὀλυμπίου Ζηνὸς ἀρβύληι πόδα†. | 168 | |
1305 | ἔπραξε γὰρ βούλησιν ἣν ἐβούλετο ἄνδρ’ Ἑλλάδος τὸν πρῶτον αὐτοῖσιν βάθροις ἄνω κάτω στρέψασα. τοιαύτηι θεῶι τίς ἂν προσεύχοιθ’; ἣ γυναικὸς οὕνεκα λέκτρων φθονοῦσα Ζηνὶ τοὺς εὐεργέτας | |
1310 | Ἑλλάδος ἀπώλες’ οὐδὲν ὄντας αἰτίους. Χο. οὐκ ἔστιν ἄλλου δαιμόνων ἀγὼν ὅδε ἢ τῆς Διὸς δάμαρτος· εὖ τόδ’ αἰσθάνηι. | |
post 1312 | Θη. 〈〉 | |
1313 | παραινέσαιμ’ ἂν μᾶλλον ἢ πάσχειν κακῶς. οὐδεὶς δὲ θνητῶν ταῖς τύχαις ἀκήρατος, | |
1315 | οὐ θεῶν, ἀοιδῶν εἴπερ οὐ ψευδεῖς λόγοι. οὐ λέκτρ’ ἐν ἀλλήλοισιν, ὧν οὐδεὶς νόμος, συνῆψαν; οὐ δεσμοῖσι διὰ τυραννίδα πατέρας ἐκηλίδωσαν; ἀλλ’ οἰκοῦς’ ὅμως Ὄλυμπον ἠνέσχοντό θ’ ἡμαρτηκότες. | |
1320 | καίτοι τί φήσεις, εἰ σὺ μὲν θνητὸς γεγὼς φέρεις ὑπέρφευ τὰς τύχας, θεοὶ δὲ μή; Θήβας μὲν οὖν ἔκλειπε τοῦ νόμου χάριν, ἕπου δ’ ἅμ’ ἡμῖν πρὸς πόλισμα Παλλάδος. ἐκεῖ χέρας σὰς ἁγνίσας μιάσματος | |
1325 | δόμους τε δώσω χρημάτων τ’ ἐμῶν μέρος. ἃ δ’ ἐκ πολιτῶν δῶρ’ ἔχω σώσας κόρους δὶς ἑπτά, ταῦρον Κνώσιον κατακτανών, σοὶ ταῦτα δώσω. πανταχοῦ δέ μοι χθονὸς | |
τεμένη δέδασται· ταῦτ’ ἐπωνομασμένα | 169 | |
1330 | σέθεν τὸ λοιπὸν ἐκ βροτῶν κεκλήσεται ζῶντος· θανόντα δ’, εὖτ’ ἂν εἰς Ἅιδου μόληις, θυσίαισι λαΐνοισί τ’ ἐξογκώμασιν τίμιον ἀνάξει πᾶς’ Ἀθηναίων πόλις. καλὸς γὰρ ἀστοῖς στέφανος Ἑλλήνων ὕπο | |
1335 | ἄνδρ’ ἐσθλὸν ὠφελοῦντας εὐκλείας τυχεῖν. κἀγὼ χάριν σοι τῆς ἐμῆς σωτηρίας τήνδ’ ἀντιδώσω· νῦν γὰρ εἶ χρεῖος φίλων. [θεοὶ δ’ ὅταν τιμῶσιν οὐδὲν δεῖ φίλων· ἅλις γὰρ ὁ θεὸς ὠφελῶν ὅταν θέληι.] | |
1340 | Ηρ. οἴμοι· πάρεργα 〈 〉 τάδ’ ἔστ’ ἐμῶν κακῶν· ἐγὼ δὲ τοὺς θεοὺς οὔτε λέκτρ’ ἃ μὴ θέμις στέργειν νομίζω δεσμά τ’ ἐξάπτειν χεροῖν οὔτ’ ἠξίωσα πώποτ’ οὔτε πείσομαι οὐδ’ ἄλλον ἄλλου δεσπότην πεφυκέναι. | |
1345 | δεῖται γὰρ ὁ θεός, εἴπερ ἔστ’ ὀρθῶς θεός, οὐδενός· ἀοιδῶν οἵδε δύστηνοι λόγοι. ἐσκεψάμην δὲ καίπερ ἐν κακοῖσιν ὢν μὴ δειλίαν ὄφλω τιν’ ἐκλιπὼν φάος· ταῖς συμφοραῖς γὰρ ὅστις οὐχ ὑφίσταται | |
(1350) | οὐδ’ ἀνδρὸς ἂν δύναιθ’ ὑποστῆναι βέλος. ἐγκαρτερήσω βίοτον· εἶμι δ’ ἐς πόλιν | |
τὴν σήν, χάριν τε μυρίαν δώρων ἔχω. ἀτὰρ πόνων δὴ μυρίων ἐγευσάμην, ὧν οὔτ’ ἀπεῖπον οὐδέν’ οὔτ’ ἀπ’ ὀμμάτων | 170 | |
1355 | ἔσταξα πηγάς, οὐδ’ ἂν ὠιόμην ποτὲ ἐς τοῦθ’ ἱκέσθαι, δάκρυ’ ἀπ’ ὀμμάτων βαλεῖν. νῦν δ’, ὡς ἔοικε, τῆι τύχηι δουλευτέον. εἶἑν· γεραιέ, τὰς ἐμὰς φυγὰς ὁρᾶις, ὁρᾶις δὲ παίδων ὄντα μ’ αὐθέντην ἐμῶν. | |
1360 | δὸς τούσδε τύμβωι καὶ περίστειλον νεκροὺς δακρύοισι τιμῶν (ἐμὲ γὰρ οὐκ ἐᾶι νόμος) πρὸς στέρν’ ἐρείσας μητρὶ δούς τ’ ἐς ἀγκάλας, κοινωνίαν δύστηνον, ἣν ἐγὼ τάλας διώλες’ ἄκων. γῆι δ’ ἐπὴν κρύψηις νεκροὺς | |
1365 | οἴκει πόλιν τήνδ’ ἀθλίως μὲν ἀλλ’ ὅμως [ψυχὴν βιάζου τἀμὰ συμφέρειν κακά]. ὦ τέκν’, ὁ φύσας καὶ τεκὼν ὑμᾶς πατὴρ ἀπώλες’, οὐδ’ ὤνασθε τῶν ἐμῶν καλῶν, ἁγὼ παρεσκεύαζον ἐκμοχθῶν βίου | |
1370 | εὔκλειαν ὑμῖν, πατρὸς ἀπόλαυσιν καλήν. σέ τ’ οὐχ ὁμοίως, ὦ τάλαιν’, ἀπώλεσα ὥσπερ σὺ τἀμὰ λέκτρ’ ἔσωιζες ἀσφαλῶς, μακρὰς διαντλοῦς’ ἐν δόμοις οἰκουρίας. οἴμοι δάμαρτος καὶ τέκνων, οἴμοι δ’ ἐμοῦ, | |
1375 | ὡς ἀθλίως πέπραγα κἀποζεύγνυμαι τέκνων γυναικός τ’. ὦ λυγραὶ φιλημάτων τέρψεις, λυγραὶ δὲ τῶνδ’ ὅπλων κοινωνίαι. ἀμηχανῶ γὰρ πότερ’ ἔχω τάδ’ ἢ μεθῶ, | |
ἃ πλευρὰ τἀμὰ προσπίτνοντ’ ἐρεῖ τάδε· | 171 | |
1380 | Ἡμῖν τέκν’ εἷλες καὶ δάμαρθ’· ἡμᾶς ἔχεις παιδοκτόνους σούς. εἶτ’ ἐγὼ τάδ’ ὠλέναις οἴσω; τί φάσκων; ἀλλὰ γυμνωθεὶς ὅπλων ξὺν οἷς τὰ κάλλιστ’ ἐξέπραξ’ ἐν Ἑλλάδι ἐχθροῖς ἐμαυτὸν ὑποβαλὼν αἰσχρῶς θάνω; | |
1385 | οὐ λειπτέον τάδ’, ἀθλίως δὲ σωστέον. ἕν μοί τι, Θησεῦ, σύγκαμ’· ἀγρίου κυνὸς κόμιστρ’ ἐς Ἄργος συγκατάστησον μολών, λύπηι τι παίδων μὴ πάθω μονούμενος. ὦ γαῖα Κάδμου πᾶς τε Θηβαῖος λεώς, | |
1390 | κείρασθε, συμπενθήσατ’, ἔλθετ’ ἐς τάφον παίδων. ἅπαντας δ’ ἑνὶ λόγωι πενθήσετε νεκρούς τε κἀμέ· πάντες ἐξολώλαμεν Ἥρας μιᾶι πληγέντες ἄθλιοι τύχηι. Θη. ἀνίστας’, ὦ δύστηνε· δακρύων ἅλις. | |
1395 | Ηρ. οὐκ ἂν δυναίμην· ἄρθρα γὰρ πέπηγέ μου. Θη. καὶ τοὺς σθένοντας γὰρ καθαιροῦσιν τύχαι. Ηρ. φεῦ· | |
1397 | αὐτοῦ γενοίμην πέτρος ἀμνήμων κακῶν. Θη. παῦσαι· δίδου δὲ χεῖρ’ ὑπηρέτηι φίλωι. Ηρ. ἀλλ’ αἷμα μὴ σοῖς ἐξομόρξωμαι πέπλοις. | |
(1400) | Θη. ἔκμασσε, φείδου μηδέν· οὐκ ἀναίνομαι. Ηρ. παίδων στερηθεὶς παῖδ’ ὅπως ἔχω ς’ ἐμόν. Θη. δίδου δέρηι σὴν χεῖρ’, ὁδηγήσω δ’ ἐγώ. Ηρ. ζεῦγός γε φίλιον· ἅτερος δὲ δυστυχής. ὦ πρέσβυ, τοιόνδ’ ἄνδρα χρὴ κτᾶσθαι φίλον. | |
1405 | Αμ. ἡ γὰρ τεκοῦσα τόνδε πατρὶς εὔτεκνος. Ηρ. Θησεῦ, πάλιν με στρέψον ὡς ἴδω τέκνα. | |
Θη. ὡς δὴ τί; φίλτρον τοῦτ’ ἔχων ῥάιων ἔσηι; Ηρ. ποθῶ, πατρός τε στέρνα προσθέσθαι θέλω. Αμ. ἰδοὺ τάδ’, ὦ παῖ· τἀμὰ γὰρ σπεύδεις φίλα. | 172 | |
1410 | Θη. οὕτω πόνων σῶν οὐκέτι μνήμην ἔχεις; Ηρ. ἅπαντ’ ἐλάσσω κεῖνα τῶνδ’ ἔτλην κακά. Θη. εἴ ς’ ὄψεταί τις θῆλυν ὄντ’ οὐκ αἰνέσει. Ηρ. ζῶ σοι ταπεινός; ἀλλὰ πρόσθεν οὐ δοκῶ. Θη. ἄγαν γ’· ὁ κλεινὸς Ἡρακλῆς οὐκ εἶ νοσῶν. | |
1415 | Ηρ. σὺ ποῖος ἦσθα νέρθεν ἐν κακοῖσιν ὤν; Θη. ὡς ἐς τὸ λῆμα παντὸς ἦν ἥσσων ἀνήρ. Ηρ. πῶς οὖν †ἔτ’ εἴπης† ὅτι συνέσταλμαι κακοῖς; Θη. πρόβαινε. Ηρ. χαῖρ’, ὦ πρέσβυ. Αμ. καὶ σύ μοι, τέκνον. Ηρ. θάφθ’ ὥσπερ εἶπον παῖδας. Αμ. ἐμὲ δὲ τίς, τέκνον; | |
1420 | Ηρ. ἐγώ. Αμ. πότ’ ἐλθών; Ηρ. ἡνίκ’ ἂν †θάψηις τέκνα†. [Αμ. πῶς; Ηρ. εἰς Ἀθήνας πέμψομαι Θηβῶν ἄπο.] ἀλλ’ ἐσκόμιζε τέκνα, δυσκόμιστ’ ἄχη· ἡμεῖς δ’ ἀναλώσαντες αἰσχύναις δόμον Θησεῖ πανώλεις ἑψόμεσθ’ ἐφολκίδες. | |
1425 | ὅστις δὲ πλοῦτον ἢ σθένος μᾶλλον φίλων ἀγαθῶν πεπᾶσθαι βούλεται κακῶς φρονεῖ. Χο. στείχομεν οἰκτροὶ καὶ πολύκλαυτοι, | 173 |
τὰ μέγιστα φίλων ὀλέσαντες. | 174 |