TLG 0006 041 :: EURIPIDES :: Supplices EURIPIDES Trag. Cf. et EURIPIDIS EPISTULAE (1367)
Supplices Source: Diggle, J. (ed.), Euripidis fabulae, vol. 2. Oxford: Clarendon Press, 1981: 3–53. Citation: (Line) | ||
t | ΙΚΕΤΙΔΕΣ | |
---|---|---|
1 | ΑΙΘΡΑ | |
1 | Δήμητερ ἑστιοῦχ’ Ἐλευσῖνος χθονὸς τῆσδ’, οἵ τε ναοὺς ἔχετε πρόσπολοι θεᾶς, εὐδαιμονεῖν με Θησέα τε παῖδ’ ἐμὸν πόλιν τ’ Ἀθηνῶν τήν τε Πιτθέως χθόνα, | |
5 | ἐν ἧι με θρέψας ὀλβίοις ἐν δώμασιν Αἴθραν πατὴρ δίδωσι τῶι Πανδίονος Αἰγεῖ δάμαρτα Λοξίου μαντεύμασιν. ἐς τάσδε γὰρ βλέψας’ ἐπηυξάμην τάδε γραῦς, αἳ λιποῦσαι δώματ’ Ἀργείας χθονὸς | |
10 | ἱκτῆρι θαλλῶι προσπίτνους’ ἐμὸν γόνυ, πάθος παθοῦσαι δεινόν· ἀμφὶ γὰρ πύλας Κάδμου θανόντων ἑπτὰ γενναίων τέκνων ἄπαιδές εἰσιν, οὕς ποτ’ Ἀργείων ἄναξ Ἄδραστος ἤγαγ’, Οἰδίπου παγκληρίας | |
15 | μέρος κατασχεῖν φυγάδι Πολυνείκει θέλων γαμβρῶι. νεκροὺς δὲ τοὺς ὀλωλότας δορὶ θάψαι θέλουσι τῶνδε μητέρες χθονί, εἴργουσι δ’ οἱ κρατοῦντες οὐδ’ ἀναίρεσιν δοῦναι θέλουσι, νόμιμ’ ἀτίζοντες θεῶν. | |
20 | κοινὸν δὲ φόρτον ταῖσδ’ ἔχων χρείας ἐμῆς | |
Ἄδραστος ὄμμα δάκρυσιν τέγγων ὅδε κεῖται, τό τ’ ἔγχος τήν τε δυστυχεστάτην στένων στρατείαν ἣν ἔπεμψεν ἐκ δόμων· ὅς μ’ ἐξοτρύνει παῖδ’ ἐμὸν πεῖσαι λιταῖς | 3 | |
25 | νεκρῶν κομιστὴν ἢ λόγοισιν ἢ δορὸς ῥώμηι γενέσθαι καὶ τάφου μεταίτιον, κοινὸν τόδ’ ἔργον προστιθεὶς ἐμῶι τέκνωι πόλει τ’ Ἀθηνῶν. τυγχάνω δ’ ὑπὲρ χθονὸς ἀρότου προθύους’, ἐκ δόμων ἐλθοῦς’ ἐμῶν | |
30 | πρὸς τόνδε σηκόν, ἔνθα πρῶτα φαίνεται φρίξας ὑπὲρ γῆς τῆσδε κάρπιμος στάχυς. δεσμὸν δ’ ἄδεσμον τόνδ’ ἔχουσα φυλλάδος μένω πρὸς ἁγναῖς ἐσχάραις δυοῖν θεαῖν Κόρης τε καὶ Δήμητρος, οἰκτίρουσα μὲν | |
35 | πολιὰς ἄπαιδας τάσδε μητέρας τέκνων, σέβουσα δ’ ἱερὰ στέμματ’. οἴχεται δέ μοι κῆρυξ πρὸς ἄστυ δεῦρο Θησέα καλῶν, ὡς ἢ τὸ τούτων λυπρὸν ἐξέληι χθονὸς ἢ τάσδ’ ἀνάγκας ἱκεσίους λύσηι, θεοὺς | |
40 | ὅσιόν τι δράσας· πάντα γὰρ δι’ ἀρσένων γυναιξὶ πράσσειν εἰκὸς αἵτινες σοφαί. ΧΟΡΟΣ | |
42 | ἱκετεύω σε, γεραιά, γεραιῶν ἐκ στομάτων πρὸς γόνυ πίπτουσα τὸ σόν· †ἄνομοι τέκνα λῦσαι φθιμένων νεκύων οἳ† | |
45 | καταλείπουσι μέλη θανάτωι λυσιμελεῖ θηρσὶν ὀρείοισι βοράν· | |
49 | ἐσιδοῦς’ οἰκτρὰ μὲν ὄσσων δάκρυ’ ἀμφὶ βλεφάροις, ῥυ‐ | 4 |
(50) | σὰ δὲ σαρκῶν πολιᾶν καταδρύμματα χειρῶν. τί γάρ; ἃ φθιμένους παῖ‐ δας ἐμοὺς οὔτε δόμοις προθέμαν οὔτε τάφων χώματα γαίας ἐσορῶ. ἔτεκες καὶ σύ ποτ’, ὦ πότνια, κοῦρον φίλα ποιη‐ | |
56 | σαμένα λέκτρα πόσει σῶι· μετά νυν | |
58 | δὸς ἐμοὶ σᾶς διανοίας, μετάδος δ’, ὅσσον ἐπαλγῶ μελέα 〈’γὼ〉 φθιμένων οὓς ἔτεκον· | |
60 | παράπεισον δὲ σόν, ὤ, λίσσομαι, ἐλθεῖν τέκνον Ἰσμη‐ νὸν ἐμάν τ’ ἐς χέρα θεῖναι νεκύων θαλερῶν σώματ’ ἀλαίνοντ’ ἄταφα. ὁσίως οὔχ, ὑπ’ ἀνάγκας δὲ προπίπτουσα προσαιτοῦς’ ἔμολον δεξιπύρους θεῶν θυμέλας· | |
65 | ἔχομεν δ’ ἔνδικα, καὶ σοί τι πάρεστι σθένος ὥστ’ εὐ‐ τεκνίαι δυστυχίαν τὰν παρ’ ἐμοὶ | |
68 | καθελεῖν· οἰκτρὰ δὲ πάσχους’ ἱκετεύω σὸν ἐμοὶ παῖ‐ δα ταλαίναι ’ν χερὶ θεῖναι νέκυν, ἀμ‐ | |
70 | φιβαλεῖν λυγρὰ μέλη παιδὸς ἐμοῦ. | |
ἀγὼν ὅδ’ ἄλλος ἔρχεται γόων γόοις διάδοχος, ἀχοῦσι προσπόλων χέρες. ἴτ’ ὦ ξυνωιδοὶ κακοῖς, ἴτ’ ὦ ξυναλγηδόνες, | 5 | |
75 | χορὸν τὸν Ἅιδας σέβει· διὰ παρῆιδος ὄνυχι λευκᾶς αἱματοῦτε χρῶτα φόνιον· 〈ἒ ἔ.〉 τὰ γὰρ φθιτῶν τοῖς ὁρῶσι κόσμος. ἄπληστος ἅδε μ’ ἐξάγει χάρις γόων | |
80 | πολύπονος, ὡς ἐξ ἁλιβλήτου πέτρας ὑγρὰ ῥέουσα σταγὼν ἄπαυστος αἰεὶ †γόων†. τὸ γὰρ θανόντων τέκνων ἐπίπονόν τι κατὰ γυναῖκας | |
85 | ἐς γόους πάθος πέφυκεν· ἒ ἔ. θανοῦσα τῶνδ’ ἀλγέων λαθοίμαν. ΘΗΣΕΥΣ | |
87 | τίνων γόους ἤκουσα καὶ στέρνων κτύπον νεκρῶν τε θρήνους, τῶνδ’ ἀνακτόρων ἄπο ἠχοῦς ἰούσης; ὡς φόβος μ’ ἀναπτεροῖ | |
90 | μή μοί τι μήτηρ, ἣν μεταστείχω ποδὶ χρονίαν ἀποῦσαν ἐκ δόμων, ἔχηι νέον. ἔα· | |
92 | τί χρῆμα; καινὰς ἐσβολὰς ὁρῶ λόγων· | |
μητέρα γεραιὰν βωμίαν ἐφημένην ξένας θ’ ὁμοῦ γυναῖκας οὐχ ἕνα ῥυθμὸν | 6 | |
95 | κακῶν ἐχούσας· ἔκ τε γὰρ γερασμίων ὄσσων ἐλαύνους’ οἰκτρὸν ἐς γαῖαν δάκρυ, κουραί τε καὶ πεπλώματ’ οὐ θεωρικά. τί ταῦτα, μῆτερ; σὸν τὸ μηνύειν ἐμοί, ἡμῶν δ’ ἀκούειν· προσδοκῶ τι γὰρ νέον. | |
(100) | Αι. ὦ παῖ, γυναῖκες αἵδε μητέρες τέκνων τῶν κατθανόντων ἀμφὶ Καδμείας πύλας ἑπτὰ στρατηγῶν· ἱκεσίοις δὲ σὺν κλάδοις φρουροῦσί μ’, ὡς δέδορκας, ἐν κύκλωι, τέκνον. Θη. τίς δ’ ὁ στενάζων οἰκτρὸν ἐν πύλαις ὅδε; | |
105 | Αι. Ἄδραστος, ὡς λέγουσιν, Ἀργείων ἄναξ. Θη. οἱ δ’ ἀμφὶ τόνδε παῖδες; ἦ τούτων τέκνα; Αι. οὔκ, ἀλλὰ νεκρῶν τῶν ὀλωλότων κόροι. Θη. τί γὰρ πρὸς ἡμᾶς ἦλθον ἱκεσίαι χερί; Αι. οἶδ’· ἀλλὰ τῶνδε μῦθος οὑντεῦθεν, τέκνον. | |
110 | Θη. σὲ τὸν κατήρη χλανιδίοις ἀνιστορῶ. λέγ’ ἐκκαλύψας κρᾶτα καὶ πάρες γόον· πέρας γὰρ οὐδὲν μὴ διὰ γλώσσης ἰόν. ΑΔΡΑΣΤΟΣ | |
113 | ὦ καλλίνικε γῆς Ἀθηναίων ἄναξ, Θησεῦ, σὸς ἱκέτης καὶ πόλεως ἥκω σέθεν. | |
115 | Θη. τί χρῆμα θηρῶν καὶ τίνος χρείαν ἔχων; Αδ. οἶσθ’ ἣν στρατείαν ἐστράτευς’ ὀλεθρίαν; Θη. οὐ γάρ τι σιγῆι διεπέρασας Ἑλλάδα. Αδ. ἐνταῦθ’ ἀπώλες’ ἄνδρας Ἀργείων ἄκρους. Θη. τοιαῦθ’ ὁ τλήμων πόλεμος ἐξεργάζεται. | |
120 | Αδ. τούτους θανόντας ἦλθον ἐξαιτῶν πόλιν. Θη. κήρυξιν Ἑρμοῦ πίσυνος, ὡς θάψηις νεκρούς; Αδ. κἄπειτά γ’ οἱ κτανόντες οὐκ ἐῶσί με. Θη. τί γὰρ λέγουσιν, ὅσια χρήιζοντος σέθεν; Αδ. τί δ’; εὐτυχοῦντες οὐκ ἐπίστανται φέρειν. | 7 |
125 | Θη. ξύμβουλον οὖν μ’ ἐπῆλθες; ἢ τίνος χάριν; Αδ. κομίσαι σε, Θησεῦ, παῖδας Ἀργείων θέλων. Θη. τὸ δ’ Ἄργος ἡμῖν ποῦ ’στιν; ἢ κόμποι μάτην; Αδ. σφαλέντες οἰχόμεσθα· πρὸς σὲ δ’ ἥκομεν. Θη. ἰδίαι δοκῆσάν σοι τόδ’ ἢ πάσηι πόλει; | |
130 | Αδ. πάντες 〈σ’〉 ἱκνοῦνται Δαναΐδαι θάψαι νεκρούς. Θη. ἐκ τοῦ δ’ ἐλαύνεις ἑπτὰ πρὸς Θήβας λόχους; Αδ. δισσοῖσι γαμβροῖς τήνδε πορσύνων χάριν. Θη. τῶι δ’ ἐξέδωκας παῖδας Ἀργείων σέθεν; Αδ. οὐκ ἐγγενῆ συνῆψα κηδείαν δόμοις. | |
135 | Θη. ἀλλὰ ξένοις ἔδωκας Ἀργείας κόρας; Αδ. Τυδεῖ 〈γε〉 Πολυνείκει τε τῶι Θηβαιγενεῖ. Θη. τίν’ εἰς ἔρωτα τῆσδε κηδείας μολών; Αδ. Φοίβου μ’ ὑπῆλθε δυστόπαστ’ αἰνίγματα. Θη. τί δ’ εἶπ’ Ἀπόλλων παρθένοις κραίνων γάμον; | |
140 | Αδ. κάπρωι με δοῦναι καὶ λέοντι παῖδ’ ἐμώ. Θη. σὺ δ’ ἐξελίσσεις πῶς θεοῦ θεσπίσματα; Αδ. ἐλθόντε φυγάδε νυκτὸς εἰς ἐμὰς πύλας Θη. τίς καὶ τίς; εἰπέ· δύο γὰρ ἐξαυδᾶις ἅμα. Αδ. Τυδεὺς μάχην συνῆψε Πολυνείκης θ’ ἅμα. | |
145 | Θη. ἦ τοῖσδ’ ἔδωκας θηρσὶν ὣς κόρας σέθεν; Αδ. μάχην γε δισσοῖν κνωδάλοιν ἀπεικάσας. Θη. ἦλθον δὲ δὴ πῶς πατρίδος ἐκλιπόνθ’ ὅρους; Αδ. Τυδεὺς μὲν αἷμα συγγενὲς φεύγων χθονός. | |
Θη. ὁ δ’ Οἰδίπου 〈παῖσ〉 τίνι τρόπωι Θήβας λιπών; | 8 | |
(150) | Αδ. ἀραῖς πατρώιαις, μὴ κασίγνητον κτάνοι. Θη. σοφήν γ’ ἔλεξας τήνδ’ ἑκούσιον φυγήν. Αδ. ἀλλ’ οἱ μένοντες τοὺς ἀπόντας ἠδίκουν. Θη. οὔ πού σφ’ ἀδελφὸς χρημάτων νοσφίζεται; Αδ. ταύτηι δικάζων ἦλθον· εἶτ’ ἀπωλόμην. | |
155 | Θη. μάντεις δ’ ἐπῆλθες ἐμπύρων τ’ εἶδες φλόγα; Αδ. οἴμοι· διώκεις μ’ ἧι μάλιστ’ ἐγὼ ’σφάλην. Θη. οὐκ ἦλθες, ὡς ἔοικεν, εὐνοίαι θεῶν. Αδ. τὸ δὲ πλέον, ἦλθον Ἀμφιάρεώ γε πρὸς βίαν. Θη. οὕτω τὸ θεῖον ῥαιδίως ἀπεστράφης; | |
160 | Αδ. νέων γὰρ ἀνδρῶν θόρυβος ἐξέπλησσέ με. Θη. εὐψυχίαν ἔσπευσας ἀντ’ εὐβουλίας. Αδ. [ὃ δή γε πολλοὺς ὤλεσε στρατηλάτας.] ἀλλ’, ὦ καθ’ Ἑλλάδ’ ἀλκιμώτατον κάρα, ἄναξ Ἀθηνῶν, ἐν μὲν αἰσχύναις ἔχω | |
165 | πίτνων πρὸς οὖδας γόνυ σὸν ἀμπίσχειν χερί, πολιὸς ἀνὴρ τύραννος εὐδαίμων πάρος· ὅμως δ’ ἀνάγκη συμφοραῖς εἴκειν ἐμαῖς. σῶσον νεκρούς μοι τἀμά τ’ οἰκτίρας κακὰ καὶ τῶν θανόντων τάσδε μητέρας τέκνων, | |
170 | αἷς γῆρας ἥκει πολιὸν εἰς ἀπαιδίαν, ἐλθεῖν δ’ ἔτλησαν δεῦρο καὶ ξένον πόδα θεῖναι μόλις γεραιὰ κινοῦσαι μέλη, πρεσβεύματ’ οὐ Δήμητρος ἐς μυστήρια ἀλλ’ ὡς νεκροὺς θάψωσιν, ἃς αὐτὰς ἐχρῆν | |
175 | κείνων ταφείσας χερσὶν ὡραίων τυχεῖν. σοφὸν δὲ πενίαν τ’ εἰσορᾶν τὸν ὄλβιον πένητά τ’ ἐς τοὺς πλουσίους ἀποβλέπειν ζηλοῦνθ’, ἵν’ αὐτὸν χρημάτων ἔρως ἔχηι, τά τ’ οἰκτρὰ τοὺς μὴ δυστυχεῖς δεδορκέναι | 9 |
post 179 | 〈〉 | |
180 | τόν θ’ ὑμνοποιὸν αὐτὸς ἃν τίκτηι μέλη χαίροντα τίκτειν· ἢν δὲ μὴ πάσχηι τόδε, οὔτοι δύναιτ’ ἂν οἴκοθέν γ’ ἀτώμενος τέρπειν ἂν ἄλλους· οὐδὲ γὰρ δίκην ἔχει. τάχ’ οὖν ἂν εἴποις· Πελοπίαν παρεὶς χθόνα | |
185 | πῶς ταῖς Ἀθήναις τόνδε προστάσσεις πόνον; ἐγὼ δίκαιός εἰμ’ ἀφηγεῖσθαι τάδε. Σπάρτη μὲν ὠμὴ καὶ πεποίκιλται τρόπους, τὰ δ’ ἄλλα μικρὰ κἀσθενῆ· πόλις δὲ σὴ μόνη δύναιτ’ ἂν τόνδ’ ὑποστῆναι πόνον· | |
190 | τά τ’ οἰκτρὰ γὰρ δέδορκε καὶ νεανίαν ἔχει σε ποιμέν’ ἐσθλόν· οὗ χρείαι πόλεις πολλαὶ διώλοντ’, ἐνδεεῖς στρατηλάτου. Χο. κἀγὼ τὸν αὐτὸν τῶιδέ σοι λόγον λέγω, Θησεῦ, δι’ οἴκτου τὰς ἐμὰς λαβεῖν τύχας. | |
195 | Θη. ἄλλοισι δὴ ’πόνης’ ἁμιλληθεὶς λόγωι τοιῶιδ’· ἔλεξε γάρ τις ὡς τὰ χείρονα πλείω βροτοῖσίν ἐστι τῶν ἀμεινόνων. ἐγὼ δὲ τούτοις ἀντίαν γνώμην ἔχω, πλείω τὰ χρηστὰ τῶν κακῶν εἶναι βροτοῖς. | |
(200) | εἰ μὴ γὰρ ἦν τόδ’, οὐκ ἂν ἦμεν ἐν φάει. αἰνῶ δ’ ὃς ἡμῖν βίοτον ἐκ πεφυρμένου | |
καὶ θηριώδους θεῶν διεσταθμήσατο, πρῶτον μὲν ἐνθεὶς σύνεσιν, εἶτα δ’ ἄγγελον γλῶσσαν λόγων δούς, ὥστε γιγνώσκειν ὄπα, | 10 | |
205 | τροφήν τε καρποῦ τῆι τροφῆι τ’ ἀπ’ οὐρανοῦ σταγόνας ὑδρηλὰς ὡς τά τ’ ἐκ γαίας τρέφηι ἄρδηι τε νηδύν· πρὸς δὲ τοῖσι χείματος προβλήματ’ αἶθόν 〈τ’〉 ἐξαμύνασθαι θεοῦ, πόντου τε ναυστολήμαθ’ ὡς διαλλαγὰς | |
210 | ἔχοιμεν ἀλλήλοισιν ὧν πένοιτο γῆ. ἃ δ’ ἔστ’ ἄσημα κοὐ σαφῶς γιγνώσκομεν, ἐς πῦρ βλέποντες καὶ κατὰ σπλάγχνων πτυχὰς μάντεις προσημαίνουσιν οἰωνῶν τ’ ἄπο. ἆρ’ οὐ τρυφῶμεν, θεοῦ κατασκευὴν βίωι | |
215 | δόντος τοιαύτην, οἷσιν οὐκ ἀρκεῖ τάδε; ἀλλ’ ἡ φρόνησις τοῦ θεοῦ μεῖζον σθένειν ζητεῖ, τὸ γαῦρον δ’ ἐν φρεσὶν κεκτημένοι δοκοῦμεν εἶναι δαιμόνων σοφώτεροι. ἧς καὶ σὺ φαίνηι δεκάδος, οὐ σοφὸς γεγώς, | |
220 | ὅστις κόρας μὲν θεσφάτοις Φοίβου ζυγεὶς ξένοισιν ὧδ’ ἔδωκας ὡς δόντων θεῶν, λαμπρὸν δὲ θολερῶι δῶμα συμμείξας τὸ σὸν ἥλκωσας οἴκους· χρὴ γὰρ οὔτε σώματα ἄδικα δικαίοις τὸν σοφὸν συμμειγνύναι | |
225 | εὐδαιμονοῦντάς τ’ ἐς δόμους κτᾶσθαι φίλους. κοινὰς γὰρ ὁ θεὸς τὰς τύχας ἡγούμενος τοῖς τοῦ νοσοῦντος πήμασιν διώλεσεν τὸν οὐ νοσοῦντα κοὐδὲν ἠδικηκότα. ἐς δὲ στρατείαν πάντας Ἀργείους ἄγων, | |
230 | μάντεων λεγόντων θέσφατ’ εἶτ’ ἀτιμάσας, | |
βίαι παρελθὼν θεοὺς ἀπώλεσας πόλιν, νέοις παραχθεὶς οἵτινες τιμώμενοι χαίρουσι πολέμους τ’ αὐξάνους’ ἄνευ δίκης, φθείροντες ἀστούς, ὁ μὲν ὅπως στρατηλατῆι, | 11 | |
235 | ὁ δ’ ὡς ὑβρίζηι δύναμιν ἐς χεῖρας λαβών, ἄλλος δὲ κέρδους οὕνεκ’, οὐκ ἀποσκοπῶν τὸ πλῆθος εἴ τι βλάπτεται πάσχον τάδε. τρεῖς γὰρ πολιτῶν μερίδες· οἱ μὲν ὄλβιοι ἀνωφελεῖς τε πλειόνων τ’ ἐρῶς’ ἀεί· | |
240 | οἱ δ’ οὐκ ἔχοντες καὶ σπανίζοντες βίου δεινοί, νέμοντες τῶι φθόνωι πλέον μέρος, ἐς τούς 〈τ’〉 ἔχοντας κέντρ’ ἀφιᾶσιν κακά, γλώσσαις πονηρῶν προστατῶν φηλούμενοι· τριῶν δὲ μοιρῶν ἡ ’ν μέσωι σώιζει πόλεις, | |
245 | κόσμον φυλάσσους’ ὅντιν’ ἂν τάξηι πόλις. κἄπειτ’ ἐγώ σοι σύμμαχος γενήσομαι; τί πρὸς πολίτας τοὺς ἐμοὺς λέγων καλόν; χαίρων ἴθ’· εἰ γὰρ μὴ βεβούλευσαι καλῶς †αὐτὸς πιέζειν τὴν τύχην ἡμᾶς λίαν†. | |
(250) | Χο. ἥμαρτεν· ἐν νέοισι δ’ ἀνθρώπων τόδε ἔνεστι· συγγνώμην δὲ τῶιδ’ ἔχειν χρεών. [ἀλλ’ ὡς ἰατρὸν τῶνδ’, ἄναξ, ἀφίγμεθα.] Αδ. οὔτοι δικαστήν 〈σ’〉 εἱλόμην ἐμῶν κακῶν οὐδ’, εἴ τι πράξας μὴ καλῶς εὑρίσκομαι, | |
255 | τούτων κολαστὴν κἀπιτιμητήν, ἄναξ, | |
ἀλλ’ ὡς ὀναίμην. εἰ δὲ μὴ βούληι τάδε, στέργειν ἀνάγκη τοῖσι σοῖς· τί γὰρ πάθω; ἄγ’, ὦ γεραιαί, στείχετε, γλαυκὴν χλόην αὐτοῦ λιποῦσαι φυλλάδος καταστεφῆ, | 12 | |
260 | θεούς τε καὶ γῆν τήν τε πυρφόρον θεὰν Δήμητρα θέμεναι μάρτυρ’ ἡλίου τε φῶς ὡς οὐδὲν ἡμῖν ἤρκεσαν λιταὶ θεῶν. | |
post 262 | 〈Χο.〉 | |
263 | ὃς Πέλοπος ἦν παῖς, Πελοπίας δ’ ἡμεῖς χθονὸς ταὐτὸν πατρῶιον αἷμα σοὶ κεκτήμεθα. | |
265 | τί δρᾶις; προδώσεις ταῦτα κἀκβαλεῖς χθονὸς γραῦς οὐ τυχούσας οὐδὲν ὧν αὐτὰς ἐχρῆν; μὴ δῆτ’· ἔχει γὰρ καταφυγὴν θὴρ μὲν πέτραν, δοῦλος δὲ βωμοὺς θεῶν, πόλις δὲ πρὸς πόλιν ἔπτηξε χειμασθεῖσα· τῶν γὰρ ἐν βροτοῖς | |
270 | οὐκ ἔστιν οὐδὲν διὰ τέλους εὐδαιμονοῦν. βᾶθι, τάλαιν’, ἱερῶν δαπέδων ἄπο Περσεφονείας, βᾶθι καὶ ἀντίασον γονάτων ἔπι χεῖρα βαλοῦσα, τέκνων τεθνεώτων κομίσαι δέμας, ὦ μελέα ’γώ, οὓς ὑπὸ Καδμείοισιν ἀπώλεσα τείχεσι κούρους. | |
275 | [ἰώ μοι· λάβετε φέρετε πέμπετε †κρίνετε† ταλαίνας χέρας γεραιάς.] πρός 〈σε〉 γενειάδος, ὦ φίλος, ὦ δοκιμώτατος Ἑλλάδι, | |
278-279 | ἄντομαι ἀμφιπίτνουσα τὸ σὸν γόνυ καὶ χέρα δειλαία· | 13 |
280 | οἴκτισαι ἀμφὶ τέκνων †μ’ ἱκέταν ἤ τιν’ ἀλάταν† οἰκτρὸν ἰήλεμον οἰκτρὸν ἱεῖσαν. μηδ’ ἀτάφους, τέκνον, ἐν Κάδμου χθονὶ χάρματα θηρῶν παῖδας ἐν ἡλικίαι τᾶι σᾶι κατίδηις, ἱκετεύω. βλέψον ἐμῶν βλεφάρων ἔπι δάκρυον, ἃ περὶ σοῖσιν | |
285 | γούνασιν ὧδε πίτνω τέκνοις τάφον ἐξανύσασθαι. Θη. μῆτερ, τί κλαίεις λέπτ’ ἐπ’ ὀμμάτων φάρη βαλοῦσα τῶν σῶν; ἆρα δυστήνους γόους κλύουσα τῶνδε; κἀμὲ γὰρ διῆλθέ τι. ἔπαιρε λευκὸν κρᾶτα, μὴ δακρυρρόει | |
290 | σεμναῖσι Δηοῦς ἐσχάραις παρημένη. Αι. αἰαῖ. Θη. τὰ τούτων οὐχὶ σοὶ στενακτέον. Αι. ὦ τλήμονες γυναῖκες. Θη. οὐ σὺ τῶνδ’ ἔφυς. Αι. εἴπω τι, τέκνον, σοί τε καὶ πόλει καλόν; Θη. ὡς πολλά γ’ ἐστὶ κἀπὸ θηλειῶν σοφά. | |
295 | Αι. ἀλλ’ εἰς ὄκνον μοι μῦθος ὃν κεύθω φέρει. Θη. αἰσχρόν γ’ ἔλεξας, χρήστ’ ἔπη κρύπτειν φίλους. Αι. οὔτοι σιωπῶς’ εἶτα μέμψομαί ποτε τὴν νῦν σιωπὴν ὡς ἐσιγήθη κακῶς, οὐδ’ ὡς ἀχρεῖον τὰς γυναῖκας εὖ λέγειν | |
(300) | δείσας’ ἀφήσω τῶι φόβωι τοὐμὸν καλόν. ἐγὼ δέ ς’, ὦ παῖ, πρῶτα μὲν τὰ τῶν θεῶν σκοπεῖν κελεύω μὴ σφαλῆις ἀτιμάσας· | |
[σφαλῆς γὰρ ἐν τούτωι μόνωι τἄλλ’ εὖ φρονῶν.] πρὸς τοῖσδε δ’, εἰ μὲν μὴ ἀδικουμένοις ἐχρῆν | 14 | |
305 | τολμηρὸν εἶναι, κάρτ’ ἂν εἶχον ἡσύχως. νῦν δ’ ἴσθι σοί τε τοῦθ’ ὅσην τιμὴν φέρει κἀμοὶ παραινεῖν οὐ φόβον φέρει, τέκνον, ἄνδρας βιαίους καὶ κατείργοντας νεκροὺς τάφου τε μοῖραν καὶ κτερισμάτων λαχεῖν | |
310 | ἐς τήνδ’ ἀνάγκην σῆι καταστῆσαι χερὶ νόμιμά τε πάσης συγχέοντας Ἑλλάδος παῦσαι· τὸ γάρ τοι συνέχον ἀνθρώπων πόλεις τοῦθ’ ἔσθ’, ὅταν τις τοὺς νόμους σώιζηι καλῶς. ἐρεῖ δὲ δή τις ὡς ἀνανδρίαι χερῶν, | |
315 | πόλει παρόν σοι στέφανον εὐκλείας λαβεῖν, δείσας ἀπέστης, καὶ συὸς μὲν ἀγρίου ἀγῶνος ἥψω φαῦλον ἀθλήσας πόνον, οὗ δ’ ἐς κράνος βλέψαντα καὶ λόγχης ἀκμὴν χρῆν ἐκπονῆσαι δειλὸς ὢν ἐφηυρέθης. | |
320 | μὴ δῆτ’ ἐμός γ’ ὤν, ὦ τέκνον, δράσηις τάδε. ὁρᾶις ἄβουλος ὡς κεκερτομημένη τοῖς κερτομοῦσι γοργὸν ὄμμ’ ἀναβλέπει σὴ πατρίς; ἐν γὰρ τοῖς πόνοισιν αὔξεται· αἱ δ’ ἥσυχοι σκοτεινὰ πράσσουσαι πόλεις | |
325 | σκοτεινὰ καὶ βλέπουσιν εὐλαβούμεναι. οὐκ εἶ νεκροῖσι καὶ γυναιξὶν ἀθλίαις προσωφελήσων, ὦ τέκνον, κεχρημέναις; ὡς οὔτε ταρβῶ σὺν δίκηι ς’ ὁρμώμενον Κάδμου θ’ ὁρῶσα λαὸν εὖ πεπραγότα | |
330 | ἔτ’ αὐτὸν ἄλλα βλήματ’ ἐν κύβοις βαλεῖν πέποιθ’· ὁ γὰρ θεὸς πάντ’ ἀναστρέφει πάλιν. Χο. ὦ φιλτάτη μοι, τῶιδέ τ’ εἴρηκας καλῶς κἀμοί· διπλοῦν δὲ χάρμα γίγνεται τόδε. Θη. ἐμοὶ λόγοι μέν, μῆτερ, οἱ λελεγμένοι | 15 |
335 | ὀρθῶς ἔχους’ ἐς τόνδε κἀπεφηνάμην γνώμην ὑφ’ οἵων ἐσφάλη βουλευμάτων. ὁρῶ δὲ κἀγὼ ταῦθ’ ἅπερ με νουθετεῖς, ὡς τοῖς ἐμοῖσιν οὐχὶ πρόσφορον τρόποις φεύγειν τὰ δεινά. πολλὰ γὰρ δράσας καλὰ | |
340 | ἔθος τόδ’ εἰς Ἕλληνας ἐξεδειξάμην, ἀεὶ κολαστὴς τῶν κακῶν καθεστάναι. οὔκουν ἀπαυδᾶν δυνατόν ἐστί μοι πόνους. τί γάρ μ’ ἐροῦσιν οἵ γε δυσμενεῖς βροτῶν, ὅθ’ ἡ τεκοῦσα χὐπερορρωδοῦς’ ἐμοῦ | |
345 | πρώτη κελεύεις τόνδ’ ὑποστῆναι πόνον; δράσω τάδ’· εἶμι καὶ νεκροὺς ἐκλύσομαι λόγοισι πείθων· εἰ δὲ μή, βίαι δορὸς ἤδη τότ’ ἔσται κοὐχὶ σὺν φθόνωι θεῶν. δόξαι δὲ χρήιζω καὶ πόλει πάσηι τόδε, | |
(350) | δόξει δ’ ἐμοῦ θέλοντος· ἀλλὰ τοῦ λόγου προσδοὺς ἔχοιμ’ ἂν δῆμον εὐμενέστερον. καὶ γὰρ κατέστης’ αὐτὸν ἐς μοναρχίαν ἐλευθερώσας τήνδ’ ἰσόψηφον πόλιν. λαβὼν δ’ Ἄδραστον δεῖγμα τῶν ἐμῶν λόγων | |
355 | ἐς πλῆθος ἀστῶν εἶμι· καὶ πείσας τάδε, λεκτοὺς ἀθροίσας δεῦρ’ Ἀθηναίων κόρους ἥξω· παρ’ ὅπλοις θ’ ἥμενος πέμψω λόγους Κρέοντι νεκρῶν σώματ’ ἐξαιτούμενος. | |
ἀλλ’, ὦ γεραιαί, σέμν’ ἀφαιρεῖτε στέφη | 16 | |
360 | μητρός, πρὸς οἴκους ὥς νιν Αἰγέως ἄγω φίλην προσάψας χεῖρα· τοῖς τεκοῦσι γὰρ δύστηνος ὅστις μὴ ἀντιδουλεύει τέκνων, κάλλιστον ἔρανον· δοὺς γὰρ ἀντιλάζυται παίδων παρ’ αὑτοῦ τοιάδ’ ἃν τοκεῦσι δῶι. | |
365 | Χο. ἱππόβοτον Ἄργος, ὦ πάτριον ἐμὸν πέδον, 〈τάδ’〉 ἐκλύετε, τάδ’ ἐκλύετε ἄνακτος ὅσια περὶ θεοὺς καὶ μεγάλα Πελασγίαι καὶ κατ’ Ἄργος; | |
370 | εἰ γὰρ ἐπὶ τέρμα καὶ τὸ πλέον ἐμῶν κακῶν | |
370 | ἱκόμενος ἔτι ματέρος ἄμυγμα φόνιον ἐξέλοι, γᾶν δὲ φίλιον Ἰνάχου θεῖτ’ ὀνήσας. | |
373 | καλὸν 〈δ’〉 ἄγαλμα πόλεσιν εὐσεβὴς πόνος χάριν τ’ ἔχει τὰν ἐς αἰεί. τί μοι | |
375 | πόλις κρανεῖ ποτ’; ἆρα φίλιά μοι τεμεῖ καὶ τέκνοις ταφὰς ληψόμεσθα; ἄμυνε ματρί, πόλις, ἄμυνε, Παλλάδος, νόμους βροτῶν μὴ μιαίνειν. σύ τοι σέβεις δίκαν, τὸ δ’ ἧσσον ἀδικίαι νέμεις | |
380 | δυστυχῆ τ’ ἀεὶ πάντα ῥύηι. Θη. τέχνην μὲν αἰεὶ τήνδ’ ἔχων ὑπηρετεῖς πόλει τε κἀμοὶ διαφέρων κηρύγματα. ἐλθὼν δ’ ὑπέρ τ’ Ἀσωπὸν Ἰσμηνοῦ θ’ ὕδωρ σεμνῶι τυράννωι φράζε Καδμείων τάδε· | 17 |
385 | Θησεύς ς’ ἀπαιτεῖ πρὸς χάριν θάψαι νεκρούς, συγγείτον’ οἰκῶν γαῖαν, ἀξιῶν τυχεῖν, φίλον τε θέσθαι πάντ’ Ἐρεχθειδῶν λεών. κἂν μὲν θέλωσιν, αἰνέσας παλίσσυτος στεῖχ’· ἢν δ’ ἀπιστῶς’, οἵδε δεύτεροι λόγοι· | |
390 | Κῶμον δέχεσθαι τὸν ἐμὸν ἀσπιδηφόρον. στρατὸς δὲ θάσσει κἀξετάζεται παρὼν Καλλίχορον ἀμφὶ σεμνὸν εὐτρεπὴς ὅδε. καὶ μὴν ἑκοῦσά γ’ ἀσμένη τ’ ἐδέξατο πόλις πόνον τόνδ’ ὡς θέλοντά μ’ ἤισθετο. | |
395 | ἔα· λόγων τίς ἐμποδὼν ὅδ’ ἔρχεται; Καδμεῖος, ὡς ἔοικεν οὐ σάφ’ εἰδότι, κῆρυξ. ἐπίσχες, ἤν ς’ ἀπαλλάξηι πόνου μολὼν ὕπαντα τοῖς ἐμοῖς βουλεύμασιν. ΚΗΡΥΞ | |
399 | τίς γῆς τύραννος; πρὸς τίν’ ἀγγεῖλαί με χρὴ | |
(400) | λόγους Κρέοντος, ὃς κρατεῖ Κάδμου χθονὸς Ἐτεοκλέους θανόντος ἀμφ’ ἑπταστόμους πύλας ἀδελφῆι χειρὶ Πολυνείκους ὕπο; Θη. πρῶτον μὲν ἤρξω τοῦ λόγου ψευδῶς, ξένε, ζητῶν τύραννον ἐνθάδ’· οὐ γὰρ ἄρχεται | |
405 | ἑνὸς πρὸς ἀνδρὸς ἀλλ’ ἐλευθέρα πόλις. δῆμος δ’ ἀνάσσει διαδοχαῖσιν ἐν μέρει ἐνιαυσίαισιν, οὐχὶ τῶι πλούτωι διδοὺς τὸ πλεῖστον ἀλλὰ χὠ πένης ἔχων ἴσον. Κη. ἓν μὲν τόδ’ ἡμῖν ὥσπερ ἐν πεσσοῖς δίδως | 18 |
410 | κρεῖσσον· πόλις γὰρ ἧς ἐγὼ πάρειμ’ ἄπο ἑνὸς πρὸς ἀνδρὸς οὐκ ὄχλωι κρατύνεται· οὐδ’ ἔστιν αὐτὴν ὅστις ἐκχαυνῶν λόγοις πρὸς κέρδος ἴδιον ἄλλοτ’ ἄλλοσε στρέφει, τὸ δ’ αὐτίχ’ ἡδὺς καὶ διδοὺς πολλὴν χάριν | |
415 | ἐσαῦθις ἔβλαψ’, εἶτα διαβολαῖς νέαις κλέψας τὰ πρόσθε σφάλματ’ ἐξέδυ δίκης. ἄλλως τε πῶς ἂν μὴ διορθεύων λόγους ὀρθῶς δύναιτ’ ἂν δῆμος εὐθύνειν πόλιν; ὁ γὰρ χρόνος μάθησιν ἀντὶ τοῦ τάχους | |
420 | κρείσσω δίδωσι. γαπόνος δ’ ἀνὴρ πένης, εἰ καὶ γένοιτο μὴ ἀμαθής, ἔργων ὕπο οὐκ ἂν δύναιτο πρὸς τὰ κοίν’ ἀποβλέπειν. ἦ δὴ νοσῶδες τοῦτο τοῖς ἀμείνοσιν, ὅταν πονηρὸς ἀξίωμ’ ἀνὴρ ἔχηι | |
425 | γλώσσηι κατασχὼν δῆμον, οὐδὲν ὢν τὸ πρίν. Θη. κομψός γ’ ὁ κῆρυξ καὶ παρεργάτης λόγων. ἐπεὶ δ’ ἀγῶνα καὶ σὺ τόνδ’ ἠγωνίσω, ἄκου’· ἅμιλλαν γὰρ σὺ προύθηκας λόγων. οὐδὲν τυράννου δυσμενέστερον πόλει, | |
430 | ὅπου τὸ μὲν πρώτιστον οὐκ εἰσὶν νόμοι κοινοί, κρατεῖ δ’ εἷς τὸν νόμον κεκτημένος αὐτὸς παρ’ αὑτῶι· καὶ τόδ’ οὐκέτ’ ἔστ’ ἴσον. | |
γεγραμμένων δὲ τῶν νόμων ὅ τ’ ἀσθενὴς ὁ πλούσιός τε τὴν δίκην ἴσην ἔχει, | 19 | |
435 | ἔστιν δ’ ἐνισπεῖν τοῖσιν ἀσθενεστέροις τὸν εὐτυχοῦντα ταὔθ’ ὅταν κλύηι κακῶς, νικᾶι δ’ ὁ μείων τὸν μέγαν δίκαι’ ἔχων. τοὐλεύθερον δ’ ἐκεῖνο· Τίς θέλει πόλει χρηστόν τι βούλευμ’ ἐς μέσον φέρειν ἔχων; | |
440 | καὶ ταῦθ’ ὁ χρήιζων λαμπρός ἐσθ’, ὁ μὴ θέλων σιγᾶι. τί τούτων ἔστ’ ἰσαίτερον πόλει; καὶ μὴν ὅπου γε δῆμος εὐθυντὴς χθονὸς ὑποῦσιν ἀστοῖς ἥδεται νεανίαις· ἀνὴρ δὲ βασιλεὺς ἐχθρὸν ἡγεῖται τόδε, | |
445 | καὶ τοὺς ἀρίστους οὕς 〈τ’〉 ἂν ἡγῆται φρονεῖν κτείνει, δεδοικὼς τῆς τυραννίδος πέρι. πῶς οὖν ἔτ’ ἂν γένοιτ’ ἂν ἰσχυρὰ πόλις ὅταν τις ὡς λειμῶνος ἠρινοῦ στάχυν τομαῖς ἀφαιρῆι κἀπολωτίζηι νέους; | |
(450) | κτᾶσθαι δὲ πλοῦτον καὶ βίον τί δεῖ τέκνοις ὡς τῶι τυράννωι πλείον’ ἐκμοχθῆι βίον; ἢ παρθενεύειν παῖδας ἐν δόμοις καλῶς, τερπνὰς τυράννοις ἡδονὰς ὅταν θέληι, δάκρυα δ’ ἑτοιμάζουσι; μὴ ζώιην ἔτι | |
455 | εἰ τἀμὰ τέκνα πρὸς βίαν νυμφεύσεται. καὶ ταῦτα μὲν δὴ πρὸς τὰ ς’ ἐξηκόντισα. ἥκεις δὲ δὴ τί τῆσδε γῆς κεχρημένος; κλαίων γ’ ἂν ἦλθες, εἴ σε μὴ ’πεμψεν πόλις, | |
περισσὰ φωνῶν· τὸν γὰρ ἄγγελον χρεὼν | 20 | |
460 | λέξανθ’ ὅς’ ἂν τάξηι τις ὡς τάχος πάλιν χωρεῖν. τὸ λοιπὸν δ’ εἰς ἐμὴν πόλιν Κρέων ἧσσον λάλον σου πεμπέτω τιν’ ἄγγελον. Χο. φεῦ φεῦ· κακοῖσιν ὡς ὅταν δαίμων διδῶι καλῶς, ὑβρίζους’ ὡς ἀεὶ πράξοντες εὖ. | |
465 | Κη λέγοιμ’ ἂν ἤδη. τῶν μὲν ἠγωνισμένων σοὶ μὲν δοκείτω ταῦτ’, ἐμοὶ δὲ τἀντία. ἐγὼ δ’ ἀπαυδῶ πᾶς τε Καδμεῖος λεὼς Ἄδραστον ἐς γῆν τήνδε μὴ παριέναι· εἰ δ’ ἔστιν ἐν γῆι, πρὶν θεοῦ δῦναι σέλας | |
470 | λύσαντα σεμνὰ στεμμάτων μυστήρια τῆσδ’ ἐξελαύνειν, μηδ’ ἀναιρεῖσθαι νεκροὺς βίαι, προσήκοντ’ οὐδὲν Ἀργείων πόλει. κἂν μὲν πίθηι μοι, κυμάτων ἄτερ πόλιν σὴν ναυστολήσεις· εἰ δὲ μή, πολὺς κλύδων | |
475 | ἡμῖν τε καὶ σοὶ συμμάχοις τ’ ἔσται δορός. σκέψαι δὲ καὶ μὴ τοῖς ἐμοῖς θυμούμενος λόγοισιν, ὡς δὴ πόλιν ἐλευθέραν ἔχων, σφριγῶντ’ ἀμείψηι μῦθον ἐκ βραχιόνων. ἐλπὶς γάρ ἐστ’ ἄπιστον, ἣ πολλὰς πόλεις | |
480 | συνῆψ’ ἄγουσα θυμὸν εἰς ὑπερβολάς. ὅταν γὰρ ἔλθηι πόλεμος ἐς ψῆφον λεώ, οὐδεὶς ἔθ’ αὑτοῦ θάνατον ἐκλογίζεται, τὸ δυστυχὲς δὲ τοῦτ’ ἐς ἄλλον ἐκτρέπει. εἰ δ’ ἦν παρ’ ὄμμα θάνατος ἐν ψήφου φορᾶι, | |
485 | οὐκ ἄν ποθ’ Ἑλλὰς δοριμανὴς ἀπώλλυτο. | |
καίτοι δυοῖν γε πάντες ἄνθρωποι λόγοιν τὸν κρείσσον’ ἴσμεν καὶ τὰ χρηστὰ καὶ κακὰ ὅσωι τε πολέμου κρεῖσσον εἰρήνη βροτοῖς· ἣ πρῶτα μὲν Μούσαισι προσφιλεστάτη | 21 | |
490 | Ποιναῖσι δ’ ἐχθρά, τέρπεταί τ’ εὐπαιδίαι χαίρει δὲ πλούτωι. ταῦτ’ ἀφέντες οἱ κακοὶ πολέμους ἀναιρούμεσθα καὶ τὸν ἥσσονα δουλούμεθ’, ἄνδρες ἄνδρα καὶ πόλις πόλιν. σὺ δ’ ἄνδρας ἐχθροὺς καὶ θανόντας ὠφελεῖς, | |
495 | θάπτων κομίζων θ’ ὕβρις οὓς ἀπώλεσεν; οὔ τἄρ’ ἔτ’ ὀρθῶς Καπανέως κεραύνιον δέμας καπνοῦται, κλιμάκων ὀρθοστάτας ὃς προσβαλὼν πύλαισιν ὤμοσεν πόλιν πέρσειν θεοῦ θέλοντος ἤν τε μὴ θέληι, | |
(500) | οὐδ’ ἥρπασεν χάρυβδις οἰωνοσκόπον τέθριππον ἅρμα περιβαλοῦσα χάσματι, ἄλλοι τε κεῖνται πρὸς πύλαις λοχαγέται πέτροις καταξανθέντες ὀστέων ῥαφάς. ἤ νυν φρονεῖν ἄμεινον ἐξαύχει Διὸς | |
505 | ἢ θεοὺς δικαίως τοὺς κακοὺς ἀπολλύναι. φιλεῖν μὲν οὖν χρὴ τοὺς σοφοὺς πρῶτον τέκνα, ἔπειτα τοκέας πατρίδα θ’, ἣν αὔξειν χρεὼν καὶ μὴ κατᾶξαι. σφαλερὸν ἡγεμὼν θρασὺς νεώς τε ναύτης· ἥσυχος καιρῶι, σοφός. | |
510 | καὶ τοῦτό τοι τἀνδρεῖον, ἡ προμηθία. Χο. ἐξαρκέσας ἦν Ζεὺς ὁ τιμωρούμενος, | |
ὑμᾶς δ’ ὑβρίζειν οὐκ ἐχρῆν τοιάνδ’ ὕβριν. Αδ. ὦ παγκάκιστε Θη. σῖγ’, Ἄδραστ’, ἔχε στόμα καὶ μὴ ’πίπροσθεν τῶν ἐμῶν τοὺς σοὺς λόγους | 22 | |
515 | θῆις. οὐ γὰρ ἥκει πρὸς σὲ κηρύσσων ὅδε ἀλλ’ ὡς ἔμ’· ἡμᾶς κἀποκρίνασθαι χρεών. καὶ πρῶτα μέν σε πρὸς τὰ πρῶτ’ ἀμείψομαι. οὐκ οἶδ’ ἐγὼ Κρέοντα δεσπόζοντ’ ἐμοῦ οὐδὲ σθένοντα μεῖζον, ὥστ’ ἀναγκάσαι | |
520 | δρᾶν τὰς Ἀθήνας ταῦτ’· ἄνω γὰρ ἂν ῥέοι τὰ πράγμαθ’, οὕτως εἰ ’πιταξόμεσθα δή. πόλεμον δὲ τοῦτον οὐκ ἐγὼ καθίσταμαι, ὃς οὐδὲ σὺν τοῖσδ’ ἦλθον ἐς Κάδμου χθόνα· νεκροὺς δὲ τοὺς θανόντας, οὐ βλάπτων πόλιν | |
525 | οὐδ’ ἀνδροκμῆτας προσφέρων ἀγωνίας, θάψαι δικαιῶ, τὸν Πανελλήνων νόμον σώιζων. τί τούτων ἐστὶν οὐ καλῶς ἔχον; εἰ γάρ τι καὶ πεπόνθατ’ Ἀργείων ὕπο, τεθνᾶσιν, ἠμύνασθε πολεμίους καλῶς, | |
530 | αἰσχρῶς δ’ ἐκείνοις, χἠ δίκη διοίχεται. ἐάσατ’ ἤδη γῆι καλυφθῆναι νεκρούς, ὅθεν δ’ ἕκαστον ἐς τὸ φῶς ἀφίκετο ἐνταῦθ’ ἀπελθεῖν, πνεῦμα μὲν πρὸς αἰθέρα, τὸ σῶμα δ’ ἐς γῆν· οὔτι γὰρ κεκτήμεθα | |
535 | ἡμέτερον αὐτὸ πλὴν ἐνοικῆσαι βίον, κἄπειτα τὴν θρέψασαν αὐτὸ δεῖ λαβεῖν. δοκεῖς κακουργεῖν Ἄργος οὐ θάπτων νεκρούς; ἥκιστα· πάσης Ἑλλάδος κοινὸν τόδε, εἰ τοὺς θανόντας νοσφίσας ὧν χρῆν λαχεῖν | |
540 | ἀτάφους τις ἕξει· δειλίαν γὰρ ἐσφέρει | |
τοῖς ἀλκίμοισιν οὗτος ἢν τεθῆι νόμος. κἀμοὶ μὲν ἦλθες δείν’ ἀπειλήσων ἔπη, νεκροὺς δὲ ταρβεῖτ’ εἰ κρυφήσονται χθονί; τί μὴ γένηται; μὴ κατασκάψωσι γῆν | 23 | |
545 | ταφέντες ὑμῶν; ἢ τέκν’ ἐν μυχοῖς χθονὸς φύσωσιν, ἐξ ὧν εἶσί τις τιμωρία; σκαιόν γε τἀνάλωμα τῆς γλώσσης τόδε, φόβους πονηροὺς καὶ κενοὺς δεδοικέναι. ἀλλ’, ὦ μάταιοι, γνῶτε τἀνθρώπων κακά· | |
(550) | παλαίσμαθ’ ἡμῶν ὁ βίος· εὐτυχοῦσι δὲ οἱ μὲν τάχ’, οἱ δ’ ἐσαῦθις, οἱ δ’ ἤδη βροτῶν· τρυφᾶι δ’ ὁ δαίμων· πρός τε γὰρ τοῦ δυστυχοῦς, ὡς εὐτυχήσηι, τίμιος γεραίρεται, ὅ τ’ ὄλβιός νιν πνεῦμα δειμαίνων λιπεῖν | |
555 | ὑψηλὸν αἴρει. γνόντας οὖν χρεὼν τάδε ἀδικουμένους τε μέτρια μὴ θυμῶι φέρειν ἀδικεῖν τε τοιαῦθ’ οἷα μὴ βλάψει πάλιν. πῶς οὖν ἂν εἴη; τοὺς ὀλωλότας νεκροὺς θάψαι δόθ’ ἡμῖν τοῖς θέλουσιν εὐσεβεῖν. | |
560 | ἢ δῆλα τἀνθένδ’· εἶμι καὶ θάψω βίαι. οὐ γάρ ποτ’ εἰς Ἕλληνας ἐξοισθήσεται ὡς εἰς ἔμ’ ἐλθὼν καὶ πόλιν Πανδίονος νόμος παλαιὸς δαιμόνων διεφθάρη. Χο. θάρσει· τὸ γάρ τοι τῆς Δίκης σώιζων φάος | |
565 | πολλοὺς ὑπεκφύγοις ἂν ἀνθρώπων ψόγους. Κη. βούληι συνάψω μῦθον ἐν βραχεῖ τιθείς; Θη. λέγ’ εἴ τι βούληι· καὶ γὰρ οὐ σιγηλὸς εἶ. Κη. οὐκ ἄν ποτ’ ἐκ γῆς παῖδας Ἀργείων λάβοις. Θη. κἀμοῦ νυν ἀντάκουσον, εἰ βούληι, πάλιν. | |
570 | Κη. κλύοιμ’ ἄν· οὐ γὰρ ἀλλὰ δεῖ δοῦναι μέρος. Θη. θάψω νεκροὺς γῆς ἐξελὼν Ἀσωπίας. Κη. ἐν ἀσπίσιν σοι πρῶτα κινδυνευτέον. Θη. πολλοὺς ἔτλην δὴ χἀτέροις ἄλλους πόνους. Κη. ἦ πᾶσιν οὖν 〈σ’〉 ἔφυσεν ἐξαρκεῖν πατήρ; | 24 |
575 | Θη. ὅσοι γ’ ὑβρισταί· χρηστὰ δ’ οὐ κολάζομεν. Κη. πράσσειν σὺ πόλλ’ εἴωθας ἥ τε σὴ πόλις. Θη. τοιγὰρ πονοῦσα πολλὰ πόλλ’ εὐδαιμονεῖ. Κη. ἔλθ’, ὥς σε λόγχη σπαρτὸς ἐν κόνει βάληι. Θη. τίς δ’ ἐκ δράκοντος θοῦρος ἂν γένοιτ’ Ἄρης; | |
580 | Κη. γνώσηι σὺ πάσχων· νῦν δ’ ἔτ’ εἶ νεανίας. Θη. οὔτοι μ’ ἐπαρεῖς ὥστε θυμοῦσθαι φρένας τοῖς σοῖσι κόμποις· ἀλλ’ ἀποστέλλου χθονὸς λόγους ματαίους οὕσπερ ἠνέγκω λαβών· περαίνομεν γὰρ οὐδέν. ὁρμᾶσθαι χρεὼν | |
585 | πάντ’ ἄνδρ’ ὁπλίτην ἁρμάτων τ’ ἐπεμβάτην μοναμπύκων τε φάλαρα κινεῖσθαι †στόμα† ἀφρῶι καταστάζοντα Καδμείων χθόνα. χωρήσομαι γὰρ ἑπτὰ πρὸς Κάδμου πύλας | |
590 | αὐτὸς σίδηρον ὀξὺν ἐν χεροῖν ἔχων | |
589 | αὐτός τε κῆρυξ. σοὶ δὲ προστάσσω μένειν, | |
591 | Ἄδραστε, κἀμοὶ μὴ ἀναμείγνυσθαι τύχας τὰς σάς. ἐγὼ γὰρ δαίμονος τοὐμοῦ μέτα στρατηλατήσω καινὸς ἐν καινῶι δορί. ἓν δεῖ μόνον μοι· τοὺς θεοὺς ἔχειν ὅσοι | |
595 | δίκην σέβονται. ταῦτα γὰρ ξυνόνθ’ ὁμοῦ | |
νίκην δίδωσιν· ἁρετὴ δ’ οὐδὲν φέρει βροτοῖσιν ἢν μὴ τὸν θεὸν χρήιζοντ’ ἔχηι. Χο. ὦ μέλεαι μελέων ματέρες λοχαγῶν, ὥς μοι ὑφ’ ἥπατι †χλωρὸν δεῖμα ταράσσει† | 25 | |
(600) | — τίν’ αὐδὰν τάνδε προσφέρεις νέαν; — στράτευμα πᾶι Παλλάδος κριθήσεται. — διὰ δορὸς εἶπας ἢ λόγων ξυναλλαγαῖς; — γένοιτ’ ἂν κέρδος· εἰ δ’ ἀρείφατοι φόνοι μάχαι στερνοτυπεῖς τ’ ἀνὰ πτόλιν | |
605 | κτύποι φανήσονται, τάλαινα τίνα λόγον, τίν’ ἂν τῶνδ’ αἰτίαν λάβοιμι; | |
608 | — ἀλλὰ τὸν εὐτυχίαι λαμπρὸν ἄν τις αἱροῖ μοῖρα πάλιν· τόδε μοι θράσος ἀμφιβαίνει. | |
610 | — δικαίους δαίμονας σύ γ’ ἐννέπεις. — τίνες γὰρ ἄλλοι νέμουσι συμφοράς; — διάφορα πολλὰ θεῶν βροτοῖσιν εἰσορῶ. — φόβωι γὰρ τῶι πάρος διόλλυσαι. δίκα δίκαν δ’ ἐκάλεσε καὶ φόνος φόνον· | |
615 | κακῶν δ’ ἀναψυχὰς θεοὶ βροτοῖς νέμου‐ | |
617 | σι, πάντων τέρμ’ ἔχοντες αὐτοί. | |
— τὰ καλλίπυργα πεδία πῶς ἱκοίμεθ’ ἄν, Καλλίχορον θεᾶς ὕδωρ λιποῦσαι; | 26 | |
620 | — ποτανὰν εἴ σέ τις θεῶν κτίσαι, διπόταμον ἵνα πόλιν μόλοις, εἰδείης ἂν φίλων | |
622 | εἰδείης ἂν τύχας. — τίς ποτ’ αἶσα, τίς ἄρα πότμος ἐπιμένει τὸν ἄλκιμον | |
625 | τᾶσδε γᾶς ἄνακτα; — κεκλημένους μὲν ἀνακαλούμεθ’ αὖ θεούς· ἀλλὰ φόβων πίστις ἅδε πρώτα. — ἰὼ Ζεῦ, τᾶς παλαιομάτορος παιδογόνε πόριος Ἰνάχου, | |
630 | πόλει μοι ξύμμαχος γενοῦ τᾶιδ’ εὐμενής. — τὸ σὸν ἄγαλμα, τὸ σὸν ἵδρυμα | |
632 | πόλεος ἐκκόμιζέ μοι πρὸς πυρὰν ὑβρισθέν. ΑΓΓΕΛΟΣ | |
634 | γυναῖκες, ἥκω πόλλ’ ἔχων λέγειν φίλα, | |
635 | αὐτός τε σωθείς (ἡιρέθην γὰρ ἐν μάχηι ἣν οἱ θανόντες ἑπτὰ δεσπόται λόχων ἠγωνίσαντο ῥεῦμα Διρκαῖον πάρα) νίκην τε Θησέως ἀγγελῶν. λόγου δέ σε | |
μακροῦ ἀπολύσω· Καπανέως γὰρ ἦ λάτρις, | 27 | |
640 | ὃν Ζεὺς κεραυνῶι πυρπόλωι καταιθαλοῖ. Χο. ὦ φίλτατ’, εὖ μὲν νόστον ἀγγέλλεις σέθεν τήν τ’ ἀμφὶ Θησέως βάξιν· εἰ δὲ καὶ στρατὸς σῶς ἐστ’ Ἀθηνῶν, πάντ’ ἂν ἀγγέλλοις φίλα. Αγ. σῶς καὶ πέπραγεν ὡς Ἄδραστος ὤφελεν | |
645 | πρᾶξαι ξὺν Ἀργείοισιν οὓς ἀπ’ Ἰνάχου στείλας ἐπεστράτευσε Καδμείων πόλιν. Χο. πῶς γὰρ τροπαῖα Ζηνὸς Αἰγέως τόκος ἔστησεν οἵ τε συμμετασχόντες δορός; λέξον· παρὼν γὰρ οὐ παρόντας εὐφρανεῖς. | |
(650) | Αγ. λαμπρὰ μὲν ἀκτὶς ἡλίου, κανὼν σαφής, ἔβαλλε γαῖαν· ἀμφὶ δ’ Ἠλέκτρας πύλας ἔστην θεατὴς πύργον εὐαγῆ λαβών. ὁρῶ δὲ φῦλα τρία τριῶν στρατευμάτων· τευχεσφόρον μὲν λαὸν ἐκτείνοντ’ ἄνω | |
655 | Ἰσμήνιον πρὸς ὄχθον, ὡς μὲν ἦν λόγος, αὐτόν τ’ ἄνακτα, παῖδα κλεινὸν Αἰγέως, καὶ τοὺς σὺν αὐτῶι δεξιὸν τεταγμένους κέρας, παλαιᾶς Κεκροπίας οἰκήτορας, †αὐτὸν† δὲ Πάραλον ἐστολισμένον δορὶ | |
660 | κρήνην παρ’ αὐτὴν Ἄρεος· ἱππότην 〈δ’〉 ὄχλον πρὸς κρασπέδοισι στρατοπέδου τεταγμένον, ἴσους ἀριθμόν· ἁρμάτων δ’ ὀχήματα ἔνερθε σεμνῶν μνημάτων Ἀμφίονος. Κάδμου δὲ λαὸς ἧστο πρόσθε τειχέων | |
665 | νεκροὺς ὄπισθε θέμενος, ὧν ἔκειτ’ ἀγών. ἱππεῦσι δ’ ἱππῆς ἦσαν ἀνθωπλισμένοι τετραόροισί τ’ ἀντί’ ἅρμαθ’ ἅρμασιν. κῆρυξ δὲ Θησέως εἶπεν ἐς πάντας τάδε· Σιγᾶτε, λαοί, σῖγα, Καδμείων στίχες, | 28 |
670 | ἀκούσαθ’· ἡμεῖς ἥκομεν νεκροὺς μέτα, θάψαι θέλοντες, τὸν Πανελλήνων νόμον σώιζοντες, οὐδὲν δεόμενοι τεῖναι φόνον. κοὐδὲν Κρέων τοῖσδ’ ἀντεκήρυξεν λόγοις, ἀλλ’ ἧστ’ ἐφ’ ὅπλοις σῖγα. ποιμένες δ’ ὄχων | |
675 | τετραόρων κατῆρχον ἐντεῦθεν μάχης· πέραν δὲ διελάσαντες ἀλλήλων ὄχους παραιβάτας ἔστησαν ἐς τάξιν δορός. χοἰ μὲν σιδήρωι διεμάχονθ’, οἱ δ’ ἔστρεφον πώλους ἐς ἀλκὴν αὖθις ἐς παραιβάτας. | |
680 | ἰδὼν δὲ Φόρβας, ὃς μοναμπύκων ἄναξ ἦν τοῖς Ἐρεχθείδαισιν, ἁρμάτων ὄχλον οἵ τ’ αὖ τὸ Κάδμου διεφύλασσον ἱππικὸν συνῆψαν ἀλκὴν κἀκράτουν ἡσσῶντό τε. λεύσσων δὲ ταῦτα κοὐ κλύων (ἐκεῖ γὰρ ἦ | |
685 | ἔνθ’ ἅρματ’ ἠγωνίζεθ’ οἵ τ’ ἐπεμβάται) τἀκεῖ παρόντα πολλὰ πήματ’ οὐκ ἔχω τί πρῶτον εἴπω, πότερα τὴν ἐς οὐρανὸν κόνιν προσαντέλλουσαν, ὡς πολλὴ παρῆν, ἢ τοὺς ἄνω τε καὶ κάτω φορουμένους | |
690 | ἱμᾶσιν, αἵματός τε φοινίου ῥοὰς τῶν μὲν πιτνόντων, τῶν δὲ θραυσθέντων δίφρων ἐς κρᾶτα πρὸς γῆν ἐκκυβιστώντων βίαι | |
πρὸς ἁρμάτων τ’ ἀγαῖσι λειπόντων βίον. νικῶντα δ’ ἵπποις ὡς ὑπείδετο στρατὸν | 29 | |
695 | Κρέων τὸν ἐνθένδ’, ἰτέαν λαβὼν χερὶ χωρεῖ πρὶν ἐλθεῖν ξυμμάχοις δυσθυμίαν. καὶ μὴν τὰ Θησέως γ’ οὐκ ὄκνωι διεφθάρη, ἀλλ’ ἵετ’ εὐθὺς λάμπρ’ ἀναρπάσας ὅπλα. κἀς μέσον ἅπαντα συμπατάξαντες στρατὸν | |
(700) | ἔκτεινον ἐκτείνοντο καὶ παρηγγύων κελευσμὸν ἀλλήλοισι σὺν πολλῆι βοῆι· Θεῖν’· Ἀντέρειδε τοῖς Ἐρεχθείδαις δόρυ. λόχος δ’ ὀδόντων ὄφεος ἐξηνδρωμένος δεινὸς παλαιστὴς ἦν· ἔκλινε γὰρ κέρας | |
705 | τὸ λαιὸν ἡμῶν· δεξιοῦ δ’ ἡσσώμενον φεύγει τὸ κείνων· ἦν δ’ ἀγὼν ἰσόρροπος. κἀν τῶιδε τὸν στρατηγὸν αἰνέσαι παρῆν· οὐ γὰρ τὸ νικῶν τοῦτ’ ἐκέρδαινεν μόνον ἀλλ’ ὤιχετ’ ἐς τὸ κάμνον οἰκείου στρατοῦ. | |
710 | ἔρρηξε δ’ αὐδὴν ὥσθ’ ὑπηχῆσαι χθόνα· Ὦ παῖδες, εἰ μὴ σχήσετε στερρὸν δόρυ σπαρτῶν τόδ’ ἀνδρῶν, οἴχεται τὰ Παλλάδος. θάρσος δ’ ἐνῶρσε παντὶ Κραναϊδῶν στρατῶι. αὐτός θ’ ὅπλισμα τοὐπιδαύριον λαβὼν | |
715 | δεινῆς κορύνης διαφέρων ἐσφενδόνα ὁμοῦ τραχήλους κἀπικειμένας κάραι κυνέας θερίζων κἀποκαυλίζων ξύλωι. μόλις δέ πως ἔτρεψαν ἐς φυγὴν πόδα. ἐγὼ δ’ ἀνηλάλαξα κἀνωρχησάμην | |
720 | κἄκρουσα χεῖρας. οἱ δ’ ἔτεινον ἐς πύλας. βοὴ δὲ καὶ κωκυτὸς ἦν ἀνὰ πτόλιν νέων γερόντων ἱερά τ’ ἐξεπίμπλασαν φόβωι. παρὸν δὲ τειχέων ἔσω μολεῖν Θησεὺς ἐπέσχεν· οὐ γὰρ ὡς πέρσων πόλιν | 30 |
725 | μολεῖν ἔφασκεν ἀλλ’ ἀπαιτήσων νεκρούς. τοιόνδε τοι στρατηγὸν αἱρεῖσθαι χρεών, ὃς ἔν τε τοῖς δεινοῖσίν ἐστιν ἄλκιμος μισεῖ θ’ ὑβριστὴν λαόν, ὃς πράσσων καλῶς ἐς ἄκρα βῆναι κλιμάκων ἐνήλατα | |
730 | ζητῶν ἀπώλες’ ὄλβον ὧι χρῆσθαι παρῆν. Χο. νῦν τήνδ’ ἄελπτον ἡμέραν ἰδοῦς’ ἐγὼ θεοὺς νομίζω καὶ δοκῶ τὰς συμφορὰς ἔχειν ἐλάσσους τῶνδε τεισάντων δίκην. Αδ. ὦ Ζεῦ, τί δῆτα τοὺς ταλαιπώρους βροτοὺς | |
735 | φρονεῖν λέγουσι; σοῦ γὰρ ἐξηρτήμεθα δρῶμέν τε τοιαῦθ’ ἃν σὺ τυγχάνηις θέλων. ἡμῖν γὰρ ἦν τό τ’ Ἄργος οὐχ ὑποστατὸν αὐτοί τε πολλοὶ καὶ νέοι βραχίοσιν. Ἐτεοκλέους δὲ σύμβασιν ποιουμένου, | |
740 | μέτρια θέλοντος, οὐκ ἐχρήιζομεν λαβεῖν, κἄπειτ’ ἀπωλόμεσθ’· ὁ δ’ αὖ τότ’ εὐτυχής, λαβὼν πένης ὣς ἀρτίπλουτα χρήματα, ὕβριζ’, ὑβρίζων τ’ αὖθις ἀνταπώλετο Κάδμου κακόφρων λαός. ὦ κενοὶ βροτῶν, | |
745 | †οἳ τόξον ἐντείνοντες τοῦ καιροῦ πέρα† καὶ πρὸς δίκης γε πολλὰ πάσχοντες κακὰ φίλοις μὲν οὐ πείθεσθε, τοῖς δὲ πράγμασιν· πόλεις τ’, ἔχουσαι διὰ λόγου κάμψαι κακά, φόνωι καθαιρεῖσθ’ οὐ λόγωι τὰ πράγματα. | 31 |
(750) | ἀτὰρ τί ταῦτα; κεῖνο βούλομαι μαθεῖν, πῶς ἐξεσώθης· εἶτα τἄλλ’ ἐρήσομαι. Αγ. ἐπεὶ ταραγμὸς πόλιν ἐκίνησεν δορός, πύλας διῆλθον ἧιπερ εἰσήιει στρατός. Αδ. ὧν δ’ οὕνεχ’ ἁγὼν ἦν νεκροὺς κομίζετε; | |
755 | Αγ. ὅσοι γε κλεινοῖς ἕπτ’ ἐφέστασαν λόχοις. Αδ. πῶς φήις; ὁ δ’ ἄλλος ποῦ κεκμηκότων ὄχλος; Αγ. τάφωι δέδονται πρὸς Κιθαιρῶνος πτυχαῖς. Αδ. τοὐκεῖθεν ἢ τοὐνθένδε; τίς δ’ ἔθαψέ νιν; Αγ. Θησεύς, σκιώδης ἔνθ’ Ἐλευθερὶς πέτρα. | |
760 | Αδ. οὓς δ’ οὐκ ἔθαψε ποῦ νεκροὺς ἥκεις λιπών; Αγ. ἐγγύς· πέλας γὰρ πᾶν ὅτι σπουδάζεται. Αδ. ἦ που πικρῶς νιν θέραπες ἦγον ἐκ φόνου; Αγ. οὐδεὶς ἐπέστη τῶιδε δοῦλος ὢν πόνωι. | |
post 763 | 〈Αδ.〉 | |
764 | Αγ. φαίης ἂν εἰ παρῆσθ’ ὅτ’ ἠγάπα νεκρούς. | |
765 | Αδ. ἔνιψεν αὐτὸς τῶν ταλαιπώρων σφαγάς; Αγ. κἄστρωσέ γ’ εὐνὰς κἀκάλυψε σώματα. Αδ. δεινὸν μὲν ἦν βάσταγμα κἀισχύνην ἔχον. Αγ. τί δ’ αἰσχρὸν ἀνθρώποισι τἀλλήλων κακά; | |
Αδ. οἴμοι· πόσωι σφιν συνθανεῖν ἂν ἤθελον. | 32 | |
770 | Αγ. ἄκραντ’ ὀδύρηι ταῖσδέ τ’ ἐξάγεις δάκρυ. Αδ. δοκῶ μέν, αὐταί γ’ εἰσὶν αἱ διδάσκαλοι. ἀλλ’ εἶμ’ ἵν’ αἴρω χεῖρ’ ἀπαντήσας νεκροῖς Ἅιδου τε μολπὰς ἐκχέω δακρυρρόους, φίλους προσαυδῶν ὧν λελειμμένος τάλας | |
775 | ἔρημα κλαίω. τοῦτο γὰρ μόνον βροτοῖς οὐκ ἔστι τἀνάλωμ’ ἀναλωθὲν λαβεῖν, ψυχὴν βροτείαν· χρημάτων δ’ εἰσὶν πόροι. Χο. τὰ μὲν εὖ, τὰ δὲ δυστυχῆ. πόλει μὲν εὐδοξία | |
780 | καὶ στρατηλάταις δορὸς διπλάζεται τιμά· ἐμοὶ δὲ παίδων μὲν εἰσιδεῖν μέλη πικρόν, καλὸν θέαμα δ’ εἴπερ ὄψομαι, τὰν ἄελπτον ἁμέραν | |
785 | ἰδοῦσα, πάντων μέγιστον ἄλγος. ἄγαμόν μ’ ἔτι δεῦρ’ ἀεὶ Χρόνος παλαιὸς πατὴρ ὤφελ’ ἁμερᾶν κτίσαι. τί γάρ μ’ ἔδει παίδων; | |
790 | τί μὲν γὰρ ἤλπιζον ἂν πεπονθέναι πάθος περισσὸν εἰ γάμων ἀπεζύγην; νῦν δ’ ὁρῶ σαφέστατον κακόν, τέκνων φιλτάτων στερεῖσα. ἀλλὰ τάδ’ ἤδη σώματα λεύσσω | |
795 | τῶν οἰχομένων παίδων· μελέα πῶς ἂν ὀλοίμην σὺν τοῖσδε τέκνοις κοινὸν ἐς Ἅιδην καταβᾶσα; Αδ. στεναγμόν, ὦ ματέρες, τῶν κατὰ χθονὸς νεκρῶν | 33 |
(800) | ἀπύσατ’ ἀπύσατ’ ἀντίφων’ ἐμῶν στεναγμάτων κλύουσαι. Χο. ὦ παῖδες, ὦ πικρὸν φίλων προσηγόρημα ματέρων, προσαυδῶ σε τὸν θανόντα. | |
805 | Αδ. ἰὼ ἰώ. 〈Χο.〉 τῶν γ’ ἐμῶν κακῶν ἐγώ. 〈Αδ.〉 αἰαῖ. 〈Χο.〉 Αδ. ἐπάθομεν ὤ 〈Χο.〉 τὰ κύντατ’ ἄλγη κακῶν. Αδ. ὦ πόλις Ἀργεία, τὸν ἐμὸν πότμον οὐκ ἐσορᾶτε; Χο. ὁρῶσι κἀμὲ τὰν τάλαι‐ | |
810 | ναν τέκνων ἄπαιδα. 〈Αδ.〉 προσάγετ’ 〈ἄγετε〉 δυσπότμων σώμαθ’ αἱματοσταγῆ, σφαγέντας οὐκ ἄξι’ οὐδ’ ὑπ’ ἀξίων, ἐν οἷς ἀγὼν ἐκράνθη. | |
815 | Χο. δόθ’ ὡς περιπτυχαῖσι δὴ χέρας προσαρμόσας’ ἐμοῖς | |
ἐν ἀγκῶσι τέκνα θῶμαι. Αδ. ἔχεις ἔχεις Χο. πημάτων γ’ ἅλις βάρος. Αδ. αἰαῖ. 〈Χο.〉 τοῖς τεκοῦσι δ’ οὐ λέγεις; | 34 | |
820 | Αδ. ἀίετέ μου. Χο. στένεις ἐπ’ ἀμφοῖν ἄχη. Αδ. εἴθε με Καδμείων ἔναρον στίχες ἐν κονίαισιν. Χο. ἐμὸν δὲ μήποτ’ ἐζύγη δέμας ἐς ἀνδρὸς εὐνάν. Αδ. ἴδετε κακῶν πέλαγος, ὦ ματέρες | |
825 | τάλαιναι τέκνων. Χο. κατὰ μὲν ὄνυξιν ἠλοκίσμεθ’, ἀμφὶ δὲ σποδὸν κάραι κεχύμεθα. Αδ. ἰὼ ἰώ μοί μοι· κατά με πέδον γᾶς ἕλοι, | |
830 | διὰ δὲ θύελλα σπάσαι, πυρός τε φλογμὸς ὁ Διὸς ἐν κάραι πέσοι. Χο. πικροὺς ἐσεῖδες γάμους, πικρὰν δὲ Φοίβου φάτιν· | |
835 | ἐς ἡμᾶς ἁ πολύστονος λιποῦς’ Οἰδιπόδα δώματ’ ἦλθ’ Ἐρινύς. | |
838 | Θη. μέλλων ς’ ἐρωτᾶν †ἡνίκ’ ἐξήντλεις στρατῶι γόους ἀφήσω† τοὺς ἐκεῖ μὲν ἐκλιπὼν | |
840 | εἴασα μύθους, νῦν δ’, Ἄδραστ’, ἀνιστορῶ· | |
πόθεν ποθ’ οἵδε διαπρεπεῖς εὐψυχίαι θνητῶν ἔφυσαν; εἰπὲ δ’ ὡς σοφώτερος νέοισιν ἀστῶν τῶνδ’· ἐπιστήμων γὰρ εἶ. εἶδον γὰρ αὐτῶν κρείσσον’ ἢ λέξαι λόγωι | 35 | |
845 | τολμήμαθ’ οἷς ἤλπιζον αἱρήσειν πόλιν. ἓν δ’ οὐκ ἐρήσομαί σε, μὴ γέλωτ’ ὄφλω, ὅτωι ξυνέστη τῶνδ’ ἕκαστος ἐν μάχηι ἢ τραῦμα λόγχης πολεμίων ἐδέξατο. κενοὶ γὰρ οὗτοι τῶν τ’ ἀκουόντων λόγοι | |
(850) | καὶ τοῦ λέγοντος, ὅστις ἐν μάχηι βεβὼς λόγχης ἰούσης πρόσθεν ὀμμάτων πυκνῆς σαφῶς ἀπήγγειλ’ ὅστις ἐστὶν ἁγαθός. οὐκ ἂν δυναίμην οὔτ’ ἐρωτῆσαι τάδε οὔτ’ αὖ πιθέσθαι τοῖσι τολμῶσιν λέγειν· | |
855 | μόλις γὰρ ἄν τις αὐτὰ τἀναγκαῖ’ ὁρᾶν δύναιτ’ ἂν ἑστὼς πολεμίοις ἐναντίος. Αδ. ἄκουε δή νυν· καὶ γὰρ οὐκ ἄκοντί μοι δίδως ἔπαινον ὧν ἔγωγε βούλομαι φίλων ἀληθῆ καὶ δίκαι’ εἰπεῖν πέρι. | |
860 | ὁρᾶις τὸ λάβρον οὗ βέλος διέπτατο; Καπανεὺς ὅδ’ ἐστίν· ὧι βίος μὲν ἦν πολύς, ἥκιστα δ’ ὄλβωι γαῦρος ἦν· φρόνημα δὲ οὐδέν τι μεῖζον εἶχεν ἢ πένης ἀνήρ, φεύγων τραπέζαις ὅστις ἐξογκοῖτ’ ἄγαν | |
865 | τἀρκοῦντ’ ἀτίζων· οὐ γὰρ ἐν γαστρὸς βορᾶι | |
τὸ χρηστὸν εἶναι, μέτρια δ’ ἐξαρκεῖν ἔφη. φίλοις τ’ ἀληθὴς ἦν φίλος παροῦσί τε καὶ μὴ παροῦσιν· ὧν ἀριθμὸς οὐ πολύς. ἀψευδὲς ἦθος, εὐπροσήγορον στόμα, | 36 | |
870 | ἄκρατον οὐδὲν οὔτ’ ἐς οἰκέτας ἔχων οὔτ’ ἐς πολίτας. τὸν δὲ δεύτερον λέγω Ἐτέοκλον, ἄλλην χρηστότητ’ ἠσκηκότα. νεανίας ἦν τῶι βίωι μὲν ἐνδεής, πλείστας δὲ τιμὰς ἔσχ’ ἐν Ἀργείαι χθονί. | |
875 | φίλων δὲ χρυσὸν πολλάκις δωρουμένων οὐκ εἰσεδέξατ’ οἶκον ὥστε τοὺς τρόπους δούλους παρασχεῖν χρημάτων ζευχθεὶς ὕπο. τοὺς δ’ ἐξαμαρτάνοντας οὐχὶ τὴν πόλιν ἤχθαιρ’· ἐπεί τοι κοὐδὲν αἰτία πόλις | |
880 | κακῶς κλύουσα διὰ κυβερνήτην κακόν. ὁ δ’ αὖ τρίτος τῶνδ’ Ἱππομέδων τοιόσδ’ ἔφυ· παῖς ὢν ἐτόλμης’ εὐθὺς οὐ πρὸς ἡδονὰς Μουσῶν τραπέσθαι πρὸς τὸ μαλθακὸν βίου, ἀγροὺς δὲ ναίων σκληρὰ τῆι φύσει διδοὺς | |
885 | ἔχαιρε πρὸς τἀνδρεῖον, ἔς τ’ ἄγρας ἰὼν ἵπποις τε χαίρων τόξα τ’ ἐντείνων χεροῖν, πόλει παρασχεῖν σῶμα χρήσιμον θέλων. ὁ τῆς κυναγοῦ δ’ ἄλλος Ἀταλάντης γόνος παῖς Παρθενοπαῖος, εἶδος ἐξοχώτατος, | |
890 | Ἀρκὰς μὲν ἦν, ἐλθὼν δ’ ἐπ’ Ἰνάχου ῥοὰς παιδεύεται κατ’ Ἄργος. ἐκτραφεὶς δ’ ἐκεῖ πρῶτον μέν, ὡς χρὴ τοὺς μετοικοῦντας ξένους, λυπηρὸς οὐκ ἦν οὐδ’ ἐπίφθονος πόλει οὐδ’ ἐξεριστὴς τῶν λόγων, ὅθεν βαρὺς | 37 |
895 | μάλιστ’ ἂν εἴη δημότης τε καὶ ξένος. λόχοις δ’ ἐνεστὼς ὥσπερ Ἀργεῖος γεγὼς ἤμυνε χώραι, χὠπότ’ εὖ πράσσοι πόλις ἔχαιρε, λυπρῶς δ’ ἔφερεν εἴ τι δυστυχοῖ. πολλοὺς δ’ ἐραστὰς κἀπὸ θηλειῶν †ὅσας† | |
(900) | ἔχων ἐφρούρει μηδὲν ἐξαμαρτάνειν. Τυδέως δ’ ἔπαινον ἐν βραχεῖ θήσω μέγαν· [οὐκ ἐν λόγοις ἦν λαμπρὸς ἀλλ’ ἐν ἀσπίδι δεινὸς σοφιστὴς πολλά τ’ ἐξευρεῖν σοφά. γνώμηι δ’ ἀδελφοῦ Μελεάγρου λελειμμένος | |
905 | ἴσον παρέσχεν ὄνομα διὰ τέχνης δορός, εὑρὼν ἀκριβῆ μουσικὴν ἐν ἀσπίδι.] | |
φιλότιμον ἦθος πλούσιον, φρόνημα δὲ ἐν τοῖσιν ἔργοις οὐχὶ τοῖς λόγοις ἴσον. ἐκ τῶνδε μὴ θαύμαζε τῶν εἰρημένων, | 38 | |
910 | Θησεῦ, πρὸ πύργων τούσδε τολμῆσαι θανεῖν. τὸ γὰρ τραφῆναι μὴ κακῶς αἰδῶ φέρει· αἰσχύνεται δὲ τἀγάθ’ ἀσκήσας ἀνὴρ κακὸς γενέσθαι πᾶς τις. ἡ δ’ εὐανδρία διδακτόν, εἴπερ καὶ βρέφος διδάσκεται | |
915 | λέγειν ἀκούειν θ’ ὧν μάθησιν οὐκ ἔχει. ἃ δ’ ἂν μάθηι τις, ταῦτα σώιζεσθαι φιλεῖ πρὸς γῆρας. οὕτω παῖδας εὖ παιδεύετε. Χο. ἰὼ τέκνον, δυστυχῆ ς’ ἔτρεφον ἔφερον ὑφ’ ἥπατος | |
920 | πόνους ἐνεγκοῦς’ ἐν ὠδῖσι· καὶ νῦν τὸν ἐμὸν Ἀίδας ἔχει μόχθον ἀθλίας, ἐγὼ δὲ γηροβοσκὸν οὐκ ἔχω, τεκοῦς’ ἁ τάλαινα παῖδα. | |
925 | Θη. καὶ μὴν τὸν Οἰκλέους γε γενναῖον τόκον θεοὶ ζῶντ’ ἀναρπάσαντες ἐς μυχοὺς χθονὸς | |
αὐτοῖς τεθρίπποις εὐλογοῦσιν ἐμφανῶς. τὸν Οἰδίπου δὲ παῖδα, Πολυνείκη λέγω, ἡμεῖς ἐπαινέσαντες οὐ ψευδοίμεθ’ ἄν. | 39 | |
930 | ξένος γὰρ ἦν μοι πρὶν λιπὼν Κάδμου πόλιν φυγῆι πρὸς Ἄργος διαβαλεῖν αὐθαιρέτωι. ἀλλ’ οἶσθ’ ὃ δρᾶν σε βούλομαι τούτων πέρι; Αδ. οὐκ οἶδα πλὴν ἕν, σοῖσι πείθεσθαι λόγοις. Θη. τὸν μὲν Διὸς πληγέντα Καπανέα πυρὶ | |
935 | Αδ. ἦ χωρὶς ἱερὸν ὡς νεκρὸν θάψαι θέλεις; Θη. ναί· τοὺς δέ γ’ ἄλλους πάντας ἐν μιᾶι πυρᾶι. Αδ. ποῦ δῆτα θήσεις μνῆμα τῶιδε χωρίσας; Θη. αὐτοῦ παρ’ οἴκους τούσδε συμπήξας τάφον. Αδ. οὗτος μὲν ἤδη δμωσὶν ἂν μέλοι πόνος. | |
940 | Θη. ἡμῖν δέ γ’ οἵδε· στειχέτω δ’ ἄχθη νεκρῶν. Αδ. ἴτ’, ὦ τάλαιναι μητέρες, τέκνων πέλας. Θη. ἥκιστ’, Ἄδραστε, τοῦτο πρόσφορον λέγεις. Αδ. πῶς; τὰς τεκούσας οὐ χρεὼν ψαῦσαι τέκνων; Θη. ὄλοιντ’ ἰδοῦσαι τούσδ’ ἂν ἠλλοιωμένους. | |
945 | Αδ. πικρὰ γὰρ ὄψις αἷμα κὠτειλαὶ νεκρῶν. Θη. τί δῆτα λύπην ταῖσδε προσθεῖναι θέλεις; Αδ. νικᾶις. μένειν χρὴ τλημόνως· λέγει γὰρ εὖ Θησεύς. ὅταν δὲ τούσδε προσθῶμεν πυρί, ὀστᾶ προσάξεσθ’. ὦ ταλαίπωροι βροτῶν, | |
(950) | τί κτᾶσθε λόγχας καὶ κατ’ ἀλλήλων φόνους τίθεσθε; παύσασθ’, ἀλλὰ λήξαντες πόνων | |
ἄστη φυλάσσεθ’ ἥσυχοι μεθ’ ἡσύχων. σμικρὸν τὸ χρῆμα τοῦ βίου· τοῦτον δὲ χρὴ ὡς ῥᾶιστα καὶ μὴ σὺν πόνοις διεκπερᾶν. | 40 | |
955 | Χο. οὐκέτ’ εὔτεκνος, οὐκέτ’ εὔ‐ παις, οὐδ’ εὐτυχίας μέτε‐ στίν μοι κουροτόκοις ἐν Ἀργείαις· οὐδ’ Ἄρτεμις λοχία προσφθέγξαιτ’ ἂν τὰς ἀτέκνους. | |
960 | δυσαίων δ’ ὁ βίος, πλαγκτὰ δ’ ὡσεί τις νεφέλα πνευμάτων ὕπο δυσχίμων ἀίσσω. ἑπτὰ ματέρες ἑπτὰ κού‐ ρους ἐγεινάμεθ’ αἱ ταλαί‐ | |
965 | πωροι κλεινοτάτους ἐν Ἀργείοις· καὶ νῦν ἄπαις ἄτεκνος γηράσκω δυστανοτάτως, †οὔτ’ ἐν φθιμένοισιν οὔτ’ ἐν ζωοῖσιν ἀριθμουμένη†, | |
970 | χωρὶς δή τινα τῶνδ’ ἔχουσα μοῖραν. ὑπολελειμμένα μοι δάκρυα· μέλεα παιδὸς ἐν οἴκοις κεῖται μνήματα, πένθιμοι | |
κουραὶ κἀστέφανοι κόμαι | 41 | |
974b | 〈λοιβαί τε νεκύων φθιμένων〉 | |
975 | ἀοιδαί θ’ ἃς χρυσοκόμας Ἀπόλλων οὐκ ἐνδέχεται· γόοισι δ’ ὀρθρευομένα δάκρυσι νοτερὸν ἀεὶ πέπλων πρὸς στέρνωι πτύχα τέγξω. | |
980 | καὶ μὴν θαλάμας τάσδ’ ἐσορῶ δὴ Καπανέως ἤδη τύμβον θ’ ἱερὸν μελάθρων τ’ ἐκτὸς Θησέως ἀναθήματα νεκροῖς, κλεινήν τ’ ἄλοχον τοῦ καπφθιμένου | |
985 | τοῦδε κεραυνῶι πέλας Εὐάδνην, ἣν Ἶφις ἄναξ παῖδα φυτεύει. τί ποτ’ αἰθερίαν ἕστηκε πέτραν ἣ τῶνδε δόμων ὑπερακρίζει, τήνδ’ ἐμβαίνουσα κέλευθον; | |
990 | ΕΥΑΔΝΗ | |
990 | τί φέγγος, τίν’ αἴγλαν ἐδίφρευε τόθ’ ἅλιος σελάνα τε κατ’ αἰθέρα †λαμπάδ’ ἵν’ ὠκυθόαι νύμφαι | |
ἱππεύουσι δι’ ὀρφναίας†, | 42 | |
995 | ἁνίκα 〈 〉 γάμων τῶν ἐμῶν πόλις Ἄργους ἀοιδαῖς εὐδαιμονίας ἐπύργωσε καὶ γαμέτα χαλκεοτευχέος Καπανέως; | |
(1000) | πρὸς δ’ ἔβαν δρομὰς ἐξ ἐμῶν οἴκων ἐκβακχευσαμένα πυρᾶς φῶς τάφον τε ματεύουσα τὸν αὐτόν, ἔμμοχθον καταλύσους’ | |
1004 | ἐς Ἅιδαν | |
1005 | βίοτον αἰῶνός τε πόνους· ἥδιστος γάρ τοι θάνατος συνθνήισκειν θνήισκουσι φίλοις, εἰ δαίμων τάδε κραίνοι. Χο. καὶ μὴν ὁρᾶις τήνδ’ ἧς ἐφέστηκας πέλας | |
1010 | πυράν, Διὸς θησαυρόν, ἔνθ’ ἔνεστι σὸς πόσις, δαμασθεὶς λαμπάσιν κεραυνίοις. Ευ. ὁρῶ δὴ τελευτὰν ἵν’ ἕστακα· τύχα δέ μοι | |
ξυνάπτοι ποδὸς ἅλματι | 43 | |
1015 | †εὐκλείας χάριν ἔνθεν ὁρ‐ μάσω τᾶσδ’ ἀπὸ πέτρας | |
1018 | πηδήσασα πυρὸς ἔσω† σῶμά τ’ αἴθοπι φλογμῶι | |
1020 | πόσει συμμείξασα φίλωι, χρῶτα χροῒ πέλας θεμένα, Φερσεφόνας ἥξω θαλάμους, σὲ τὸν θανόντ’ οὔποτ’ ἐμᾶι προδοῦσα ψυχᾶι κατὰ γᾶς. | |
1025 | ἴτω φῶς γάμοι τε· †εἴθε τινὲς εὐναὶ† δικαίων ὑμεναίων ἐν Ἄργει | |
1028 | †φανῶσι τέκνοισιν | |
1028 | ὁ σὸς δ’† εὐναῖος γαμέτας συντηχθεὶς αὔραις ἀδόλοις | |
1030 | γενναίας ἀλόχοιο. Χο. καὶ μὴν ὅδ’ αὐτὸς σὸς πατὴρ βαίνει πέλας γεραιὸς Ἶφις ἐς νεωτέρους λόγους, οὓς οὐ κατειδὼς πρόσθεν ἀλγήσει κλύων. ΙΦΙΣ | |
1034 | ὦ δυστάλαιναι, δυστάλας δ’ ἐγὼ γέρων, | 44 |
1035 | ἥκω διπλοῦν πένθημ’ ὁμαιμόνων ἔχων, τὸν μὲν θανόντα παῖδα Καδμείων δορὶ Ἐτέοκλον ἐς γῆν πατρίδα ναυσθλώσων νεκρὸν ζητῶν τ’ ἐμὴν παῖδ’, ἣ δόμων ἐξώπιος βέβηκε πηδήσασα Καπανέως δάμαρ, | |
1040 | θανεῖν ἐρῶσα σὺν πόσει. χρόνον μὲν οὖν τὸν πρόσθ’ ἐφρουρεῖτ’ ἐν δόμοις· ἐπεὶ δ’ ἐγὼ φυλακὰς ἀνῆκα τοῖς παρεστῶσιν κακοῖς, βέβηκεν. ἀλλὰ τῆιδέ νιν δοξάζομεν μάλιστ’ ἂν εἶναι. φράζετ’ εἰ κατείδετε. | |
1045 | Ευ. τί τάσδ’ ἐρωτᾶις; ἥδ’ ἐγὼ πέτρας ἔπι ὄρνις τις ὡσεὶ Καπανέως ὑπὲρ πυρᾶς δύστηνον αἰώρημα κουφίζω, πάτερ. Ιφ. τέκνον, τίς αὔρα; τίς στόλος; τίνος χάριν δόμων ὑπεκβᾶς’ ἦλθες ἐς τήνδε χθόνα; | |
(1050) | Ευ. ὀργὴν λάβοις ἂν τῶν ἐμῶν βουλευμάτων κλύων· ἀκοῦσαι δ’ οὔ σε βούλομαι, πάτερ. Ιφ. τί δ’; οὐ δίκαιον πατέρα τὸν σὸν εἰδέναι; Ευ. κριτὴς ἂν εἴης οὐ σοφὸς γνώμης ἐμῆς. Ιφ. σκευῆι δὲ τῆιδε τοῦ χάριν κοσμεῖς δέμας; | |
1055 | Ευ. θέλει τι κλεινὸν οὗτος ὁ στολμός, πάτερ. Ιφ. ὡς οὐκ ἐπ’ ἀνδρὶ πένθιμος πρέπεις ὁρᾶν. Ευ. ἐς γάρ τι πρᾶγμα νεοχμὸν ἐσκευάσμεθα. Ιφ. κἄπειτα τύμβωι καὶ πυρᾶι φαίνηι πέλας; Ευ. ἐνταῦθα γὰρ δὴ καλλίνικος ἔρχομαι. | |
1060 | Ιφ. νικῶσα νίκην τίνα; μαθεῖν χρήιζω σέθεν. Ευ. πάσας γυναῖκας ἃς δέδορκεν ἥλιος. Ιφ. ἔργοις Ἀθάνας ἢ φρενῶν εὐβουλίαι; Ευ. ἀρετῆι· πόσει γὰρ συνθανοῦσα κείσομαι. Ιφ. τί φήις; τί τοῦτ’ αἴνιγμα σημαίνει σαθρόν; | 45 |
1065 | Ευ. ἄισσω θανόντος Καπανέως τήνδ’ ἐς πυράν. Ιφ. ὦ θύγατερ, οὐ μὴ μῦθον ἐς πολλοὺς ἐρεῖς; Ευ. τοῦτ’ αὐτὸ χρήιζω, πάντας Ἀργείους μαθεῖν. Ιφ. ἀλλ’ οὐδέ τοι σοὶ πείσομαι δρώσηι τάδε. Ευ. ὅμοιον· οὐ γὰρ μὴ κίχηις μ’ ἑλὼν χερί. | |
1070 | καὶ δὴ παρεῖται σῶμα, σοὶ μὲν οὐ φίλον, ἡμῖν δὲ καὶ τῶι συμπυρουμένωι πόσει. Χο. ἰώ, | |
1072 | γύναι, δεινὸν ἔργον ἐξειργάσω. Ιφ. ἀπωλόμην δύστηνος, Ἀργείων κόραι. Χο. ἒ ἔ, | |
1074 | σχέτλια τάδε παθών, | |
1075 | τὸ πάντολμον ἔργον ὄψηι τάλας; Ιφ. οὐκ ἄν τιν’ εὕροιτ’ ἄλλον ἀθλιώτερον. Χο. ἰὼ τάλας· μετέλαχες τύχας Οἰδιπόδα, γέρον, μέρος καὶ σὺ 〈καὶ〉 πόλις ἐμὰ τλάμων. | |
1080 | Ιφ. οἴμοι· τί δὴ βροτοῖσιν οὐκ ἔστιν τόδε, νέους δὶς εἶναι καὶ γέροντας αὖ πάλιν; ἀλλ’ ἐν δόμοις μὲν ἤν τι μὴ καλῶς ἔχηι γνώμαισιν ὑστέραισιν ἐξορθούμεθα, αἰῶνα δ’ οὐκ ἔξεστιν. εἰ δ’ ἦμεν νέοι | |
1085 | δὶς καὶ γέροντες, εἴ τις ἐξημάρτανεν διπλοῦ βίου λαχόντες ἐξωρθούμεθ’ ἄν. ἐγὼ γὰρ ἄλλους εἰσορῶν τεκνουμένους παίδων ἐραστὴς ἦ πόθωι τ’ ἀπωλλύμην. εἰ δ’ ἐς τόδ’ ἦλθον κἀξεπειράθην †τέκνων† | 46 |
1090 | οἷον στέρεσθαι πατέρα γίγνεται τέκνων, οὐκ ἄν ποτ’ ἐς τόδ’ ἦλθον εἰς ὃ νῦν κακόν. [ὅστις φυτεύσας καὶ νεανίαν τεκὼν ἄριστον εἶτα τοῦδε νῦν στερίσκομαι.] εἶἑν· τί δὴ χρὴ τὸν ταλαίπωρόν με δρᾶν; | |
1095 | στείχειν πρὸς οἴκους; κἆιτ’ ἐρημίαν ἴδω πολλὴν μελάθρων ἀπορίαν τ’ ἐμῶι βίωι; ἢ πρὸς μέλαθρα τοῦδε Καπανέως μόλω; ἥδιστα πρίν γε δῆθ’ ὅτ’ ἦν παῖς ἥδε μοι. ἀλλ’ οὐκέτ’ ἔστιν, ἥ γ’ ἐμὴν γενειάδα | |
(1100) | προσήγετ’ αἰεὶ στόματι καὶ κάρα τόδε κατεῖχε χερσίν. οὐδὲν ἥδιον πατρὶ γέροντι θυγατρός· ἀρσένων δὲ μείζονες ψυχαί, γλυκεῖαι δ’ ἧσσον ἐς θωπεύματα. οὐχ ὡς τάχιστα δῆτά μ’ ἄξετ’ ἐς δόμους | |
1105 | σκότωι τε δώσετ’, ἔνθ’ ἀσιτίαις ἐμὸν δέμας γεραιὸν συντακεὶς ἀποφθερῶ; τί μ’ ὠφελήσει παιδὸς ὀστέων θιγεῖν; ὦ δυσπάλαιστον γῆρας, ὡς μισῶ ς’ ἔχων, μισῶ δ’ ὅσοι χρήιζουσιν ἐκτείνειν βίον | |
1110 | βρωτοῖσι καὶ ποτοῖσι καὶ μαγεύμασιν | |
παρεκτρέποντες ὀχετὸν ὥστε μὴ θανεῖν· οὓς χρῆν, ἐπειδὰν μηδὲν ὠφελῶσι γῆν, θανόντας ἔρρειν κἀκποδὼν εἶναι νέοις. Χο. ἰώ· | 47 | |
1114 | τάδε δὴ παίδων ἤδη φθιμένων | |
1115 | ὀστᾶ φέρεται. λάβετ’, ἀμφίπολοι, γραίας ἀμενοῦς (οὐ γὰρ ἔνεστιν ῥώμη παίδων ὑπὸ πένθους) πολλοῦ τε χρόνου ζώσης μέτρα δὴ καταλειβομένης τ’ ἄλγεσι πολλοῖς. | |
1120 | τί γὰρ ἂν μεῖζον τοῦδ’ ἔτι θνητοῖς πάθος ἐξεύροις ἢ τέκνα θανόντ’ ἐσιδέσθαι; ΠΑΙΔΕΣ | |
1123 | φέρω φέρω, τάλαινα μᾶτερ, ἐκ πυρᾶς πατρὸς μέλη, | |
1125 | βάρος μὲν οὐκ ἀβριθὲς ἀλγέων ὕπο, ἐν δ’ ὀλίγωι τἀμὰ πάντα συνθείς. Χο. ἰὼ ἰώ, | |
1127 | παῖ, δάκρυα φέρεις φίλαι ματρὶ τῶν ὀλωλότων σποδοῦ τε πλῆθος ὀλίγον ἀντὶ σωμάτων | 48 |
1130 | εὐδοκίμων δή ποτ’ ἐν Μυκήναις. Πα. ἄπαις ἄπαις· | |
1131 | ἐγὼ δ’ ἔρημος ἀθλίου πατρὸς τάλας ἔρημον οἶκον ὀρφανεύσομαι λαβών, οὐ πατρὸς ἐν χερσὶ τοῦ τεκόντος. Χο. ἰὼ ἰώ· | |
1134 | ποῦ δὲ πόνος ἐμῶν τέκνων, | |
1135 | ποῦ λοχευμάτων χάρις τροφαί τε ματρὸς ἄυπνά τ’ ὀμμάτων τέλη· καὶ φίλιαι προσβολαὶ προσώπων; Πα. βεβᾶσιν, οὐκέτ’ εἰσίν· οἴμοι πάτερ· βεβᾶσιν. 〈Χο.〉 αἰθὴρ ἔχει νιν ἤδη, | |
1140 | πυρὸς τετακότας σποδῶι· ποτανοὶ δ’ ἤνυσαν τὸν Ἅιδαν. 〈Πα.〉 πάτερ, †σὺ μὲν σῶν† κλύεις τέκνων γόους; ἆρ’ ἀσπιδοῦχος ἔτι ποτ’ ἀντιτείσομαι σὸν φόνον; εἰ γὰρ γένοιτο †τέκνον†. | |
1145 | 〈Πα.〉 ἔτ’ ἂν θεοῦ θέλοντος ἔλθοι δίκα πατρῶιος. 〈Χο.〉 οὔπω κακὸν τόδ’ εὕδει; αἰαῖ τύχας· ἅλις γόων, ἅλις 〈δ’〉 ἀλγέων ἐμοὶ πάρεστιν. 〈Πα.〉 ἔτ’ Ἀσωποῦ με δέξεται γάνος | 49 |
(1150) | χαλκέοις 〈ἐν〉 ὅπλοις Δαναϊδᾶν στρατηλάταν, τοῦ φθιμένου πατρὸς ἐκδικαστάν. 〈Πα.〉 ἔτ’ εἰσορᾶν σε, πάτερ, ἐπ’ ὀμμάτων δοκῶ 〈Χο.〉 φίλαν φίλημα παρὰ γένυν τιθέντα σοί. 〈Πα.〉 λόγων δὲ παρακέλευσμα σῶν | |
1155 | ἀέρι φερόμενον οἴχεται. Χο. δυοῖν δ’ ἄχη, ματρί τ’ ἔλιπεν, σέ τ’ οὔποτ’ ἄλγη πατρῶια λείψει. 〈Πα.〉 ἔχω τοσόνδε βάρος ὅσον μ’ ἀπώλεσεν. 〈Χο.〉 φέρ’, ἀμφὶ μαστὸν ὑποβάλω σποδὸν 〈 〉. | |
1160 | Πα. ἔκλαυσα τόδε κλύων ἔπος στυγνότατον· ἔθιγέ μου φρενῶν. | |
Χο. ὦ τέκνον, ἔβας· οὐκέτι φίλον | 50 | |
1164 | φίλας ἄγαλμ’ ὄψομαί σε ματρός. | |
1165 | Θη. Ἄδραστε καὶ γυναῖκες Ἀργεῖαι γένος, ὁρᾶτε παῖδας τούσδ’ ἔχοντας ἐν χεροῖν πατέρων ἀρίστων σώμαθ’ ὧν ἀνειλόμην· τούτοις ἐγώ σφε καὶ πόλις δωρούμεθα. ὑμᾶς δὲ τῶνδε χρὴ χάριν μεμνημένους | |
1170 | σώιζειν, ὁρῶντας ὧν ἐκύρσατ’ ἐξ ἐμοῦ, παισίν θ’ ὑπειπεῖν τοῖσδε τοὺς αὐτοὺς λόγους, τιμᾶν πόλιν τήνδ’, ἐκ τέκνων ἀεὶ τέκνοις μνήμην παραγγέλλοντας ὧν ἐκύρσατε. Ζεὺς δὲ ξυνίστωρ οἵ τ’ ἐν οὐρανῶι θεοὶ | |
1175 | οἵων ὑφ’ ἡμῶν στείχετ’ ἠξιωμένοι. Αδ. Θησεῦ, ξύνισμεν πάνθ’ ὅς’ Ἀργείαν χθόνα δέδρακας ἐσθλὰ δεομένην εὐεργετῶν χάριν τ’ ἀγήρων ἕξομεν· γενναῖα γὰρ παθόντες ὑμᾶς ἀντιδρᾶν ὀφείλομεν. | |
1180 | Θη. τί δῆτ’ ἔθ’ ὑμῖν ἄλλ’ ὑπουργῆσαί με χρή; Αδ. χαῖρ’· ἄξιος γὰρ καὶ σὺ καὶ πόλις σέθεν. Θη. ἔσται τάδ’· ἀλλὰ καὶ σὺ τῶν αὐτῶν τύχοις. ΑΘΗΝΑ | |
1183 | ἄκουε, Θησεῦ, τούσδ’ Ἀθηναίας λόγους, ἃ χρή σε δρᾶσαι, δρῶντα δ’ ὠφελεῖν †τάδε†. | |
1185 | μὴ δῶις τάδ’ ὀστᾶ τοῖσδ’ ἐς Ἀργείαν χθόνα παισὶν κομίζειν ῥαιδίως οὕτω μεθείς, | |
ἀλλ’ ἀντὶ τῶν σῶν καὶ πόλεως μοχθημάτων πρῶτον λάβ’ ὅρκον. τόνδε δ’ ὀμνύναι χρεὼν Ἄδραστον· οὗτος κύριος, τύραννος ὤν, | 51 | |
1190 | πάσης ὑπὲρ γῆς Δαναϊδῶν ὁρκωμοτεῖν. ὁ δ’ ὅρκος ἔσται μήποτ’ Ἀργείους χθόνα ἐς τήνδ’ ἐποίσειν πολέμιον παντευχίαν ἄλλων τ’ ἰόντων ἐμποδὼν θήσειν δόρυ. ἢν δ’ ὅρκον ἐκλιπόντες ἔλθωσιν πόλιν, | |
1195 | κακῶς ὀλέσθαι πρόστρεπ’ Ἀργείων χθόνα. ἐν ὧι δὲ τέμνειν σφάγια χρή ς’ ἄκουέ μου. ἔστιν τρίπους σοι χαλκόπους ἔσω δόμων, ὃν Ἰλίου ποτ’ ἐξαναστήσας βάθρα σπουδὴν ἐπ’ ἄλλην Ἡρακλῆς ὁρμώμενος | |
(1200) | στῆσαί ς’ ἐφεῖτο Πυθικὴν πρὸς ἐσχάραν. ἐν τῶιδε λαιμοὺς τρεῖς τριῶν μήλων τεμὼν ἔγγραψον ὅρκους τρίποδος ἐν κοίλωι κύτει κἄπειτα σώιζειν θεῶι δὸς ὧι Δελφῶν μέλει, μνημεῖά θ’ ὅρκων μαρτύρημά θ’ Ἑλλάδι. | |
1205 | ἧι δ’ ἂν διοίξηις σφάγια καὶ τρώσηις φόνον ὀξύστομον μάχαιραν ἐς γαίας μυχοὺς κρύψον παρ’ αὐτὰς ἑπτὰ πυρκαιὰς νεκρῶν. φόβον γὰρ αὐτοῖς, ἤν ποτ’ ἔλθωσιν πόλιν, δειχθεῖσα θήσει καὶ κακὸν νόστον πάλιν. | |
1210 | δράσας δὲ ταῦτα πέμπε γῆς ἔξω νεκρούς. τεμένη δ’, ἵν’ αὐτῶν σώμαθ’ ἡγνίσθη πυρί, μέθες παρ’ αὐτὴν τρίοδον Ἰσθμίαν θεῶι. σοὶ μὲν τάδ’ εἶπον· παισὶ δ’ Ἀργείων λέγω· | |
πορθήσεθ’ ἡβήσαντες Ἰσμηνοῦ πόλιν | 52 | |
1215 | πατέρων θανόντων ἐκδικάζοντες φόνον, σύ τ’ ἀντὶ πατρός, Αἰγιαλεῦ, στρατηλάτης νέος κατάστας παῖς τ’ ἀπ’ Αἰτωλῶν μολὼν Τυδέως, ὃν ὠνόμαζε Διομήδη πατήρ. ἀλλ’ οὐ φθάνειν χρὴ συσκιάζοντας γένυν | |
1220 | καὶ χαλκοπληθῆ Δαναϊδῶν ὁρμᾶν στρατὸν ἑπτάστομον πύργωμα Καδμείων ἔπι. πικροὶ γὰρ αὐτοῖς ἥξετ’ ἐκτεθραμμένοι σκύμνοι λεόντων, πόλεος ἐκπορθήτορες. κοὐκ ἔστιν ἄλλως. Ἐπίγονοι δ’ ἀν’ Ἑλλάδα | |
1225 | κληθέντες ὠιδὰς ὑστέροισι θήσετε· τοῖον στράτευμα σὺν θεῶι πορεύσετε. Θη. δέσποιν’ Ἀθάνα, πείσομαι λόγοισι σοῖς· σὺ γάρ μ’ ἀπορθοῖς ὥστε μὴ ’ξαμαρτάνειν. καὶ τόνδ’ ἐν ὅρκοις ζεύξομαι. μόνον σύ με | |
1230 | ἐς ὀρθὸν ἵστη· σοῦ γὰρ εὐμενοῦς πόλει οὔσης τὸ λοιπὸν ἀσφαλῶς οἰκήσομεν. Χο. στείχωμεν, Ἄδρασθ’, ὅρκια δῶμεν τῶιδ’ ἀνδρὶ πόλει τ’· ἄξια δ’ ἡμῖν | |
προμεμοχθήκασι σέβεσθαι. | 53 |