TLG 0006 040 :: EURIPIDES :: Hecuba EURIPIDES Trag. Cf. et EURIPIDIS EPISTULAE (1367)
Hecuba Source: Diggle, J. (ed.), Euripidis fabulae, vol. 1. Oxford: Clarendon Press, 1984: 339–398. Citation: (Line) | ||
t | ΕΚΑΒΗ | |
---|---|---|
1 | ΠΟΛΥΔΩΡΟΥ ΕΙΔΩΛΟΝ | |
1 | Ἥκω νεκρῶν κευθμῶνα καὶ σκότου πύλας λιπών, ἵν’ Ἅιδης χωρὶς ὤικισται θεῶν, Πολύδωρος, Ἑκάβης παῖς γεγὼς τῆς Κισσέως Πριάμου τε πατρός, ὅς μ’, ἐπεὶ Φρυγῶν πόλιν | |
5 | κίνδυνος ἔσχε δορὶ πεσεῖν Ἑλληνικῶι, δείσας ὑπεξέπεμψε Τρωϊκῆς χθονὸς Πολυμήστορος πρὸς δῶμα Θρηικίου ξένου, ὃς τήνδ’ ἀρίστην Χερσονησίαν πλάκα σπείρει, φίλιππον λαὸν εὐθύνων δορί. | |
10 | πολὺν δὲ σὺν ἐμοὶ χρυσὸν ἐκπέμπει λάθραι πατήρ, ἵν’, εἴ ποτ’ Ἰλίου τείχη πέσοι, τοῖς ζῶσιν εἴη παισὶ μὴ σπάνις βίου. νεώτατος δ’ ἦ Πριαμιδῶν, ὃ καί με γῆς ὑπεξέπεμψεν· οὔτε γὰρ φέρειν ὅπλα | |
15 | οὔτ’ ἔγχος οἷός τ’ ἦ νέωι βραχίονι. ἕως μὲν οὖν γῆς ὄρθ’ ἔκειθ’ ὁρίσματα πύργοι τ’ ἄθραυστοι Τρωϊκῆς ἦσαν χθονὸς Ἕκτωρ τ’ ἀδελφὸς οὑμὸς εὐτύχει δορί, | |
καλῶς παρ’ ἀνδρὶ Θρηικὶ πατρώιωι ξένωι | 339 | |
20 | τροφαῖσιν ὥς τις πτόρθος ηὐξόμην τάλας· ἐπεὶ δὲ Τροία θ’ Ἕκτορός τ’ ἀπόλλυται ψυχὴ πατρώια θ’ ἑστία κατεσκάφη αὐτός τε βωμῶι πρὸς θεοδμήτωι πίτνει σφαγεὶς Ἀχιλλέως παιδὸς ἐκ μιαιφόνου, | |
25 | κτείνει με χρυσοῦ τὸν ταλαίπωρον χάριν ξένος πατρῶιος καὶ κτανὼν ἐς οἶδμ’ ἁλὸς μεθῆχ’, ἵν’ αὐτὸς χρυσὸν ἐν δόμοις ἔχηι. κεῖμαι δ’ ἐπ’ ἀκταῖς, ἄλλοτ’ ἐν πόντου σάλωι, πολλοῖς διαύλοις κυμάτων φορούμενος, | |
30 | ἄκλαυτος ἄταφος· νῦν δ’ ὑπὲρ μητρὸς φίλης Ἑκάβης ἀίσσω, σῶμ’ ἐρημώσας ἐμόν, τριταῖον ἤδη φέγγος αἰωρούμενος, ὅσονπερ ἐν γῆι τῆιδε Χερσονησίαι μήτηρ ἐμὴ δύστηνος ἐκ Τροίας πάρα. | |
35 | πάντες δ’ Ἀχαιοὶ ναῦς ἔχοντες ἥσυχοι θάσσους’ ἐπ’ ἀκταῖς τῆσδε Θρηικίας χθονός. ὁ Πηλέως γὰρ παῖς ὑπὲρ τύμβου φανεὶς κατέσχ’ Ἀχιλλεὺς πᾶν στράτευμ’ Ἑλληνικόν, πρὸς οἶκον εὐθύνοντας ἐναλίαν πλάτην· | |
40 | αἰτεῖ δ’ ἀδελφὴν τὴν ἐμὴν Πολυξένην τύμβωι φίλον πρόσφαγμα καὶ γέρας λαβεῖν. καὶ τεύξεται τοῦδ’ οὐδ’ ἀδώρητος φίλων | |
ἔσται πρὸς ἀνδρῶν· ἡ πεπρωμένη δ’ ἄγει θανεῖν ἀδελφὴν τῶιδ’ ἐμὴν ἐν ἤματι. | 340 | |
45 | δυοῖν δὲ παίδοιν δύο νεκρὼ κατόψεται μήτηρ, ἐμοῦ τε τῆς τε δυστήνου κόρης. φανήσομαι γάρ, ὡς τάφου τλήμων τύχω, δούλης ποδῶν πάροιθεν ἐν κλυδωνίωι. τοὺς γὰρ κάτω σθένοντας ἐξηιτησάμην | |
(50) | τύμβου κυρῆσαι κἀς χέρας μητρὸς πεσεῖν. τοὐμὸν μὲν οὖν ὅσονπερ ἤθελον τυχεῖν ἔσται· γεραιᾶι δ’ ἐκποδὼν χωρήσομαι Ἑκάβηι· περᾶι γὰρ ἥδ’ ὑπὸ σκηνῆς πόδα Ἀγαμέμνονος, φάντασμα δειμαίνους’ ἐμόν. | |
55 | φεῦ· | |
55 | ὦ μῆτερ, ἥτις ἐκ τυραννικῶν δόμων δούλειον ἦμαρ εἶδες, ὡς πράσσεις κακῶς ὅσονπερ εὖ ποτ’· ἀντισηκώσας δέ σε φθείρει θεῶν τις τῆς πάροιθ’ εὐπραξίας. ΕΚΑΒΗ | |
59 | ἄγετ’, ὦ παῖδες, τὴν γραῦν πρὸ δόμων, | |
60 | ἄγετ’ ὀρθοῦσαι τὴν ὁμόδουλον, | |
Τρωιάδες, ὑμῖν, πρόσθε δ’ ἄνασσαν, | 341 | |
62-63 | [λάβετε φέρετε πέμπετ’ ἀείρετέ μου] | |
64 | γεραιᾶς χειρὸς προσλαζύμεναι· | |
65 | κἀγὼ σκολιῶι σκίπωνι χερὸς διερειδομένη σπεύσω βραδύπουν ἤλυσιν ἄρθρων προτιθεῖσα. ὦ στεροπὰ Διός, ὦ σκοτία νύξ, τί ποτ’ αἴρομαι ἔννυχος οὕτω | |
70 | δείμασι φάσμασιν; ὦ πότνια Χθών, μελανοπτερύγων μᾶτερ ὀνείρων, ἀποπέμπομαι ἔννυχον ὄψιν | |
73-74 | [ἣν περὶ παιδὸς ἐμοῦ τοῦ σωιζομένου κατὰ Θρήικην | |
75 | ἀμφὶ Πολυξείνης τε φίλης θυγατρὸς δι’ ὀνείρων | |
77 | †εἶδον γὰρ φοβερὰν ὄψιν ἔμαθον ἐδάην†]. ὦ χθόνιοι θεοί, σώσατε παῖδ’ ἐμόν, | |
80 | ὃς μόνος οἴκων ἄγκυρ’ ἔτ’ ἐμῶν τὴν χιονώδη Θρήικην κατέχει | |
ξείνου πατρίου φυλακαῖσιν. ἔσται τι νέον· ἥξει τι μέλος γοερὸν γοεραῖς. | 342 | |
85 | οὔποτ’ ἐμὰ φρὴν ὧδ’ ἀλίαστον φρίσσει ταρβεῖ. ποῦ ποτε θείαν Ἑλένου ψυχὰν καὶ Κασσάνδραν ἐσίδω, Τρωιάδες, ὥς μοι κρίνωσιν ὀνείρους; | |
90 | [εἶδον γὰρ βαλιὰν ἔλαφον λύκου αἵμονι χαλᾶι σφαζομέναν, ἀπ’ ἐμῶν γονάτων σπασθεῖσαν ἀνοίκτως. καὶ τόδε δεῖμά μοι· ἧλθ’ ὑπὲρ ἄκρας τύμβου κορυφᾶς φάντασμ’ Ἀχιλέως· ἤιτει δὲ γέρας | |
95 | τῶν πολυμόχθων τινὰ Τρωϊάδων. ἀπ’ ἐμᾶς οὖν ἀπ’ ἐμᾶς τόδε παιδὸς πέμψατε, δαίμονες, ἱκετεύω.] ΧΟΡΟΣ | |
98 | Ἑκάβη, σπουδῆι πρὸς ς’ ἐλιάσθην | |
τὰς δεσποσύνους σκηνὰς προλιποῦς’, | 343 | |
(100) | ἵν’ ἐκληρώθην καὶ προσετάχθην δούλη, πόλεως ἀπελαυνομένη τῆς Ἰλιάδος, λόγχης αἰχμῆι δοριθήρατος πρὸς Ἀχαιῶν, οὐδὲν παθέων ἀποκουφίζους’ | |
105 | ἀλλ’ ἀγγελίας βάρος ἀραμένη μέγα σοί τε, γύναι, κῆρυξ ἀχέων. ἐν γὰρ Ἀχαιῶν πλήρει ξυνόδωι λέγεται δόξαι σὴν παῖδ’ Ἀχιλεῖ σφάγιον θέσθαι. τύμβου δ’ ἐπιβὰς | |
110 | οἶσθ’ ὅτε χρυσέοις ἐφάνη σὺν ὅπλοις, τὰς ποντοπόρους δ’ ἔσχε σχεδίας λαίφη προτόνοις ἐπερειδομένας, τάδε θωύσσων· Ποῖ δή, Δαναοί, τὸν ἐμὸν τύμβον | |
115 | στέλλεσθ’ ἀγέραστον ἀφέντες; πολλῆς δ’ ἔριδος συνέπαισε κλύδων, δόξα δ’ ἐχώρει δίχ’ ἀν’ Ἑλλήνων στρατὸν αἰχμητήν, τοῖς μὲν διδόναι τύμβωι σφάγιον, τοῖς δ’ οὐχὶ δοκοῦν. | |
120 | ἦν δὲ τὸ μὲν σὸν σπεύδων ἀγαθὸν τῆς μαντιπόλου Βάκχης ἀνέχων λέκτρ’ Ἀγαμέμνων· τὼ Θησείδα δ’, ὄζω Ἀθηνῶν, δισσῶν μύθων ῥήτορες ἦσαν, γνώμηι δὲ μιᾶι | |
125 | συνεχωρείτην τὸν Ἀχίλλειον τύμβον στεφανοῦν αἵματι χλωρῶι, | |
τὰ δὲ Κασσάνδρας λέκτρ’ οὐκ ἐφάτην τῆς Ἀχιλείας πρόσθεν θήσειν ποτὲ λόγχης. | 344 | |
130 | σπουδαὶ δὲ λόγων κατατεινομένων ἦσαν ἴσαι πως, πρὶν ὁ ποικιλόφρων κόπις ἡδυλόγος δημοχαριστὴς Λαερτιάδης πείθει στρατιὰν μὴ τὸν ἄριστον Δαναῶν πάντων | |
135 | δούλων σφαγίων οὕνεκ’ ἀπωθεῖν, μηδέ τιν’ εἰπεῖν παρὰ Φερσεφόνηι στάντα φθιμένων ὡς ἀχάριστοι Δαναοὶ Δαναοῖς τοῖς οἰχομένοις ὑπὲρ Ἑλλήνων | |
140 | Τροίας πεδίων ἀπέβησαν. ἥξει δ’ Ὀδυσεὺς ὅσον οὐκ ἤδη πῶλον ἀφέλξων σῶν ἀπὸ μαστῶν ἔκ τε γεραιᾶς χερὸς ὁρμήσων. ἀλλ’ ἴθι ναούς, ἴθι πρὸς βωμούς, | |
145 | [ἵζ’ Ἀγαμέμνονος ἱκέτις γονάτων,] κήρυσσε θεοὺς τούς τ’ οὐρανίδας τούς θ’ ὑπὸ γαίας. ἢ γάρ σε λιταὶ διακωλύσους’ ὀρφανὸν εἶναι παιδὸς μελέας ἢ δεῖ ς’ ἐπιδεῖν | |
(150) | τύμβωι προπετῆ φοινισσομένην αἵματι παρθένον ἐκ χρυσοφόρου | |
δειρῆς νασμῶι μελαναυγεῖ. | 345 | |
154 | Εκ. οἲ ἐγὼ μελέα, τί ποτ’ ἀπύσω; | |
155 | ποίαν ἀχώ, ποῖον ὀδυρμόν, δειλαία δειλαίου γήρως 〈καὶ〉 δουλείας τᾶς οὐ τλατᾶς, τᾶς οὐ φερτᾶς; ὤμοι μοι. τίς ἀμύνει μοι; ποία γενεά, | |
160 | ποία δὲ πόλις; φροῦδος πρέσβυς, φροῦδοι παῖδες. ποίαν ἢ ταύταν ἢ κείναν στείχω; ποῖ δὴ σωθῶ; ποῦ τις θεῶν ἢ δαίμων ἐπαρωγός; | |
165 | ὦ κάκ’ ἐνεγκοῦσαι Τρωιάδες, ὦ κάκ’ ἐνεγκοῦσαι | |
167-168 | πήματ’, ἀπωλέσατ’ ὠλέσατ’· οὐκέτι μοι βίος | |
169 | ἀγαστὸς ἐν φάει. | 346 |
170 | ὦ τλάμων ἅγησαί μοι πούς, ἅγησαι τᾶι γηραιᾶι πρὸς τάνδ’ αὐλάν. ὦ τέκνον, ὦ παῖ †δυστανοτάτας ματέρος, ἔξελθ’ ἔξελθ’ οἴκων, ἄιε ματέρος αὐδάν.† | |
175 | ἰὼ τέκνον [ὡς εἰδῆις οἵαν οἵαν ἀίω φάμαν περὶ σᾶς ψυχᾶς]. ΠΟΛΥΞΕΝΗ | |
177 | μᾶτερ μᾶτερ, τί βοᾶις; τί νέον καρύξας’ οἴκων μ’ ὥστ’ ὄρνιν θάμβει τῶιδ’ ἐξέπταξας; | |
180 | Εκ. οἴμοι τέκνον. Πο. τί με δυσφημεῖς; φροίμιά μοι κακά. Εκ. αἰαῖ σᾶς ψυχᾶς. Πο. ἐξαύδα· μὴ κρύψηις δαρόν. δειμαίνω δειμαίνω, μᾶτερ, | |
185 | τί ποτ’ ἀναστένεις. Εκ. τέκνον τέκνον μελέας ματρός ... Πο. τί τόδ’ ἀγγέλλεις; Εκ. σφάξαι ς’ Ἀργείων κοινὰ συντείνει πρὸς τύμβον γνώμα | 347 |
190 | Πηλείαι γένναι. Πο. οἴμοι, μᾶτερ, πῶς φθέγγηι; ἀμέγαρτα κακῶν μάνυσόν μοι, μάνυσον, μᾶτερ. Εκ. αὐδῶ, παῖ, δυσφήμους φήμας, | |
195 | ἀγγέλλους’ Ἀργείων δόξαι ψήφωι τᾶς σᾶς περὶ μοίρας. Πο. ὦ δεινὰ παθοῦς’, ὦ παντλάμων, ὦ δυστάνου, μᾶτερ, βιοτᾶς, οἵαν οἵαν αὖ σοι λώβαν | |
(200) | †ἐχθίσταν ἀρρήταν τ’ ὦρσέν τις δαίμων†. | |
οὐκέτι σοι παῖς ἅδ’ οὐκέτι δὴ γήραι δειλαία δειλαίωι συνδουλεύσω. | 348 | |
205 | σκύμνον γάρ μ’ ὥστ’ οὐριθρέπταν μόσχον δειλαία δειλαίαν | |
206 | 〈 〉 ἐσόψηι χειρὸς ἀναρπαστὰν σᾶς ἄπο λαιμότομόν θ’ Ἅιδαι γᾶς ὑποπεμπομέναν σκότον, ἔνθα νεκρῶν μέτα | |
210 | τάλαινα κείσομαι. [καὶ σοῦ μέν, μᾶτερ, δυστάνου κλαίω πανδύρτοις θρήνοις, τὸν ἐμὸν δὲ βίον λώβαν λύμαν τ’ οὐ μετακλαίομαι, ἀλλὰ θανεῖν μοι | |
215 | ξυντυχία κρείσσων ἐκύρησεν.] Χο. καὶ μὴν Ὀδυσσεὺς ἔρχεται σπουδῆι ποδός, | |
Ἑκάβη, νέον τι πρὸς σὲ σημανῶν ἔπος. ΟΔΥΣΣΕΥΣ | 349 | |
218 | γύναι, δοκῶ μέν ς’ εἰδέναι γνώμην στρατοῦ ψῆφόν τε τὴν κρανθεῖσαν· ἀλλ’ ὅμως φράσω. | |
220 | ἔδοξ’ Ἀχαιοῖς παῖδα σὴν Πολυξένην σφάξαι πρὸς ὀρθὸν χῶμ’ Ἀχιλλείου τάφου. ἡμᾶς δὲ πομποὺς καὶ κομιστῆρας κόρης τάσσουσιν εἶναι· θύματος δ’ ἐπιστάτης ἱερεύς τ’ ἐπέσται τοῦδε παῖς Ἀχιλλέως. | |
225 | οἶσθ’ οὖν ὃ δρᾶσον· μήτ’ ἀποσπασθῆις βίαι μήτ’ ἐς χερῶν ἅμιλλαν ἐξέλθηις ἐμοί, γίγνωσκε δ’ ἀλκὴν καὶ παρουσίαν κακῶν τῶν σῶν· σοφόν τοι κἀν κακοῖς ἃ δεῖ φρονεῖν. Εκ. αἰαῖ· παρέστηχ’, ὡς ἔοικ’, ἀγὼν μέγας, | |
230 | πλήρης στεναγμῶν οὐδὲ δακρύων κενός. κἄγωγ’ ἄρ’ οὐκ ἔθνηισκον οὗ μ’ ἐχρῆν θανεῖν, οὐδ’ ὤλεσέν με Ζεύς, τρέφει δ’ ὅπως ὁρῶ κακῶν κάκ’ ἄλλα μείζον’ ἡ τάλαιν’ ἐγώ. εἰ δ’ ἔστι τοῖς δούλοισι τοὺς ἐλευθέρους | |
235 | μὴ λυπρὰ μηδὲ καρδίας δηκτήρια ἐξιστορῆσαι, †σοὶ μὲν εἰρῆσθαι† χρεών, ἡμᾶς δ’ ἀκοῦσαι τοὺς ἐρωτῶντας τάδε. Οδ. ἔξεστ’, ἐρώτα· τοῦ χρόνου γὰρ οὐ φθονῶ. Εκ. οἶσθ’ ἡνίκ’ ἦλθες Ἰλίου κατάσκοπος | |
240 | δυσχλαινίαι τ’ ἄμορφος ὀμμάτων τ’ ἄπο | |
φόνου σταλαγμοὶ σὴν κατέσταζον γένυν; Οδ. οἶδ’· οὐ γὰρ ἄκρας καρδίας ἔψαυσέ μου. Εκ. ἔγνω δέ ς’ Ἑλένη καὶ μόνηι κατεῖπ’ ἐμοί; Οδ. μεμνήμεθ’ ἐς κίνδυνον ἐλθόντες μέγαν. | 350 | |
245 | Εκ. ἥψω δὲ γονάτων τῶν ἐμῶν ταπεινὸς ὤν; Οδ. ὥστ’ ἐνθανεῖν γε σοῖς πέπλοισι χεῖρ’ ἐμήν. | |
249 | Εκ. τί δῆτ’ ἔλεξας δοῦλος ὢν ἐμὸς τότε; | |
(250) | Οδ. πολλῶν λόγων εὑρήμαθ’ ὥστε μὴ θανεῖν. | |
247 | Εκ. ἔσωσα δῆτά ς’ ἐξέπεμψά τε χθονός; Οδ. ὥστ’ εἰσορᾶν γε φέγγος ἡλίου τόδε. | |
251 | Εκ. οὔκουν κακύνηι τοῖσδε τοῖς βουλεύμασιν, ὃς ἐξ ἐμοῦ μὲν ἔπαθες οἶα φὴις παθεῖν, δρᾶις δ’ οὐδὲν ἡμᾶς εὖ, κακῶς δ’ ὅσον δύναι; ἀχάριστον ὑμῶν σπέρμ’, ὅσοι δημηγόρους | |
255 | ζηλοῦτε τιμάς· μηδὲ γιγνώσκοισθέ μοι, οἳ τοὺς φίλους βλάπτοντες οὐ φροντίζετε, ἢν τοῖσι πολλοῖς πρὸς χάριν λέγητέ τι. ἀτὰρ τί δὴ σόφισμα τοῦθ’ ἡγούμενοι ἐς τήνδε παῖδα ψῆφον ὥρισαν φόνου; | |
260 | πότερα τὸ χρή σφ’ ἐπήγαγ’ ἀνθρωποσφαγεῖν πρὸς τύμβον, ἔνθα βουθυτεῖν μᾶλλον πρέπει; ἢ τοὺς κτανόντας ἀνταποκτεῖναι θέλων | |
ἐς τήνδ’ Ἀχιλλεὺς ἐνδίκως τείνει φόνον; ἀλλ’ οὐδὲν αὐτὸν ἥδε γ’ εἴργασται κακόν. | 351 | |
265 | Ἑλένην νιν αἰτεῖν χρῆν τάφωι προσφάγματα· κείνη γὰρ ὤλεσέν νιν ἐς Τροίαν τ’ ἄγει. εἰ δ’ αἰχμαλώτων χρή τιν’ ἔκκριτον θανεῖν κάλλει θ’ ὑπερφέρουσαν, οὐχ ἡμῶν τόδε· ἡ Τυνδαρὶς γὰρ εἶδος ἐκπρεπεστάτη, | |
270 | ἀδικοῦσά θ’ ἡμῶν οὐδὲν ἧσσον ηὑρέθη. τῶι μὲν δικαίωι τόνδ’ ἁμιλλῶμαι λόγον· ἃ δ’ ἀντιδοῦναι δεῖ ς’ ἀπαιτούσης ἐμοῦ ἄκουσον. ἥψω τῆς ἐμῆς, ὡς φήις, χερὸς καὶ τῆσδε γραίας προσπίτνων παρηίδος· | |
275 | ἀνθάπτομαί σου τῶνδε τῶν αὐτῶν ἐγὼ χάριν τ’ ἀπαιτῶ τὴν τόθ’ ἱκετεύω τέ σε, μή μου τὸ τέκνον ἐκ χερῶν ἀποσπάσηις μηδὲ κτάνητε· τῶν τεθνηκότων ἅλις. ταύτηι γέγηθα κἀπιλήθομαι κακῶν· | |
280 | ἥδ’ ἀντὶ πολλῶν ἐστί μοι παραψυχή, πόλις, τιθήνη, βάκτρον, ἡγεμὼν ὁδοῦ. οὐ τοὺς κρατοῦντας χρὴ κρατεῖν ἃ μὴ χρεὼν οὐδ’ εὐτυχοῦντας εὖ δοκεῖν πράξειν ἀεί· | |
κἀγὼ γὰρ ἦ ποτ’ ἀλλὰ νῦν οὐκ εἴμ’ ἔτι, | 352 | |
285 | τὸν πάντα δ’ ὄλβον ἦμαρ ἕν μ’ ἀφείλετο. ἀλλ’, ὦ φίλον γένειον, αἰδέσθητί με, οἴκτιρον· ἐλθὼν δ’ εἰς Ἀχαιικὸν στρατὸν παρηγόρησον ὡς ἀποκτείνειν φθόνος γυναῖκας, ἃς τὸ πρῶτον οὐκ ἐκτείνατε | |
290 | βωμῶν ἀποσπάσαντες ἀλλ’ ὠικτίρατε. νόμος δ’ ἐν ὑμῖν τοῖς τ’ ἐλευθέροις ἴσος καὶ τοῖσι δούλοις αἵματος κεῖται πέρι. τὸ δ’ ἀξίωμα, κἂν κακῶς λέγηις, τὸ σὸν πείσει· λόγος γὰρ ἔκ τ’ ἀδοξούντων ἰὼν | |
295 | κἀκ τῶν δοκούντων αὑτὸς οὐ ταὐτὸν σθένει. Χο. οὐκ ἔστιν οὕτω στερρὸς ἀνθρώπου φύσις ἥτις γόων σῶν καὶ μακρῶν ὀδυρμάτων κλύουσα θρήνους οὐκ ἂν ἐκβάλοι δάκρυ. Οδ. Ἑκάβη, διδάσκου, μηδὲ τῶι θυμουμένωι | |
(300) | τὸν εὖ λέγοντα δυσμενῆ ποιοῦ φρενός. ἐγὼ τὸ μὲν σὸν σῶμ’ ὑφ’ οὗπερ εὐτύχουν | |
σώιζειν ἕτοιμός εἰμι κοὐκ ἄλλως λέγω· ἃ δ’ εἶπον εἰς ἅπαντας οὐκ ἀρνήσομαι, Τροίας ἁλούσης ἀνδρὶ τῶι πρώτωι στρατοῦ | 353 | |
305 | σὴν παῖδα δοῦναι σφάγιον ἐξαιτουμένωι. ἐν τῶιδε γὰρ κάμνουσιν αἱ πολλαὶ πόλεις, ὅταν τις ἐσθλὸς καὶ πρόθυμος ὢν ἀνὴρ μηδὲν φέρηται τῶν κακιόνων πλέον. ἡμῖν δ’ Ἀχιλλεὺς ἄξιος τιμῆς, γύναι, | |
310 | θανὼν ὑπὲρ γῆς Ἑλλάδος κάλλιστ’ ἀνήρ. οὔκουν τόδ’ αἰσχρόν, εἰ βλέποντι μὲν φίλωι χρώμεσθ’, ἐπεὶ δ’ ὄλωλε μὴ χρώμεσθ’ ἔτι; εἶἑν· τί δῆτ’ ἐρεῖ τις, ἤν τις αὖ φανῆι στρατοῦ τ’ ἄθροισις πολεμίων τ’ ἀγωνία; | |
315 | πότερα μαχούμεθ’ ἢ φιλοψυχήσομεν, τὸν κατθανόνθ’ ὁρῶντες οὐ τιμώμενον; καὶ μὴν ἔμοιγε ζῶντι μὲν καθ’ ἡμέραν κεἰ σμίκρ’ ἔχοιμι πάντ’ ἂν ἀρκούντως ἔχοι· τύμβον δὲ βουλοίμην ἂν ἀξιούμενον | |
320 | τὸν ἐμὸν ὁρᾶσθαι· διὰ μακροῦ γὰρ ἡ χάρις. εἰ δ’ οἰκτρὰ πάσχειν φήις, τάδ’ ἀντάκουέ μου· εἰσὶν παρ’ ἡμῖν οὐδὲν ἧσσον ἄθλιαι γραῖαι γυναῖκες ἠδὲ πρεσβῦται σέθεν, νύμφαι τ’ ἀρίστων νυμφίων τητώμεναι, | |
325 | ὧν ἥδε κεύθει σώματ’ Ἰδαία κόνις. τόλμα τάδ’. ἡμεῖς δ’, εἰ κακῶς νομίζομεν τιμᾶν τὸν ἐσθλόν, ἀμαθίαν ὀφλήσομεν· οἱ βάρβαροι δὲ μήτε τοὺς φίλους φίλους | |
ἡγεῖσθε μήτε τοὺς καλῶς τεθνηκότας | 354 | |
330 | θαυμάζεθ’, ὡς ἂν ἡ μὲν Ἑλλὰς εὐτυχῆι, ὑμεῖς δ’ ἔχηθ’ ὅμοια τοῖς βουλεύμασιν. Χο. αἰαῖ· τὸ δοῦλον ὡς κακὸν πέφυκ’ ἀεὶ τολμᾶι θ’ ἃ μὴ χρή, τῆι βίαι νικώμενον. Εκ. ὦ θύγατερ, οὑμοὶ μὲν λόγοι πρὸς αἰθέρα | |
335 | φροῦδοι μάτην ῥιφθέντες ἀμφὶ σοῦ φόνου· σὺ δ’, εἴ τι μείζω δύναμιν ἢ μήτηρ ἔχεις, σπούδαζε πάσας ὥστ’ ἀηδόνος στόμα φθογγὰς ἱεῖσα, μὴ στερηθῆναι βίου. πρόσπιπτε δ’ οἰκτρῶς τοῦδ’ Ὀδυσσέως γόνυ | |
340 | καὶ πεῖθ’ (ἔχεις δὲ πρόφασιν· ἔστι γὰρ τέκνα καὶ τῶιδε) τὴν σὴν ὥστ’ ἐποικτῖραι τύχην. Πο. ὁρῶ ς’, Ὀδυσσεῦ, δεξιὰν ὑφ’ εἵματος κρύπτοντα χεῖρα καὶ πρόσωπον ἔμπαλιν στρέφοντα, μή σου προσθίγω γενειάδος. | |
345 | θάρσει· πέφευγας τὸν ἐμὸν Ἱκέσιον Δία· ὡς ἕψομαί γε τοῦ τ’ ἀναγκαίου χάριν θανεῖν τε χρήιζους’· εἰ δὲ μὴ βουλήσομαι, κακὴ φανοῦμαι καὶ φιλόψυχος γυνή. τί γάρ με δεῖ ζῆν; ἧι πατὴρ μὲν ἦν ἄναξ | |
(350) | Φρυγῶν ἁπάντων· τοῦτό μοι πρῶτον βίου. | |
ἔπειτ’ ἐθρέφθην ἐλπίδων καλῶν ὕπο βασιλεῦσι νύμφη, ζῆλον οὐ σμικρὸν γάμων ἔχους’, ὅτου δῶμ’ ἑστίαν τ’ ἀφίξομαι. δέσποινα δ’ ἡ δύστηνος Ἰδαίαισιν ἦ, | 355 | |
355 | γυναιξὶ παρθένοις τ’ ἀπόβλεπτος μέτα, ἴση θεοῖσι πλὴν τὸ κατθανεῖν μόνον. νῦν δ’ εἰμὶ δούλη. πρῶτα μέν με τοὔνομα θανεῖν ἐρᾶν τίθησιν οὐκ εἰωθὸς ὄν· ἔπειτ’ ἴσως ἂν δεσποτῶν ὠμῶν φρένας | |
360 | τύχοιμ’ ἄν, ὅστις ἀργύρου μ’ ὠνήσεται, τὴν Ἕκτορός τε χἀτέρων πολλῶν κάσιν, προσθεὶς δ’ ἀνάγκην σιτοποιὸν ἐν δόμοις σαίρειν τε δῶμα κερκίσιν τ’ ἐφεστάναι λυπρὰν ἄγουσαν ἡμέραν μ’ ἀναγκάσει· | |
365 | λέχη δὲ τἀμὰ δοῦλος ὠνητός ποθεν χρανεῖ, τυράννων πρόσθεν ἠξιωμένα. οὐ δῆτ’· ἀφίημ’ ὀμμάτων ἐλευθέρων φέγγος τόδ’, Ἅιδηι προστιθεῖς’ ἐμὸν δέμας. ἄγ’ οὖν μ’, Ὀδυσσεῦ, καὶ διέργασαί μ’ ἄγων· | |
370 | οὔτ’ ἐλπίδος γὰρ οὔτε του δόξης ὁρῶ θάρσος παρ’ ἡμῖν ὥς ποτ’ εὖ πρᾶξαί με χρή. μῆτερ, σὺ δ’ ἡμῖν μηδὲν ἐμποδὼν γένηι λέγουσα μηδὲ δρῶσα, συμβούλου δέ μοι | |
θανεῖν πρὶν αἰσχρῶν μὴ κατ’ ἀξίαν τυχεῖν. | 356 | |
375 | ὅστις γὰρ οὐκ εἴωθε γεύεσθαι κακῶν φέρει μέν, ἀλγεῖ δ’ αὐχέν’ ἐντιθεὶς ζυγῶι· θανὼν δ’ ἂν εἴη μᾶλλον εὐτυχέστερος ἢ ζῶν· τὸ γὰρ ζῆν μὴ καλῶς μέγας πόνος. Χο. δεινὸς χαρακτὴρ κἀπίσημος ἐν βροτοῖς | |
380 | ἐσθλῶν γενέσθαι, κἀπὶ μεῖζον ἔρχεται τῆς εὐγενείας ὄνομα τοῖσιν ἀξίοις. Εκ. καλῶς μὲν εἶπας, θύγατερ, ἀλλὰ τῶι καλῶι λύπη πρόσεστιν. εἰ δὲ δεῖ τῶι Πηλέως χάριν γενέσθαι παιδὶ καὶ ψόγον φυγεῖν | |
385 | ὑμᾶς, Ὀδυσσεῦ, τήνδε μὲν μὴ κτείνετε, ἡμᾶς δ’ ἄγοντες πρὸς πυρὰν Ἀχιλλέως κεντεῖτε, μὴ φείδεσθ’· ἐγὼ ’τεκον πάριν, ὃς παῖδα Θέτιδος ὤλεσεν τόξοις βαλών. Οδ. οὐ ς’, ὦ γεραιά, κατθανεῖν Ἀχιλλέως | |
390 | φάντασμ’ Ἀχαιοὺς ἀλλὰ τήνδ’ ἠιτήσατο. Εκ. ὑμεῖς δέ μ’ ἀλλὰ θυγατρὶ συμφονεύσατε, καὶ δὶς τόσον πῶμ’ αἵματος γενήσεται γαίαι νεκρῶι τε τῶι τάδ’ ἐξαιτουμένωι. Οδ. ἅλις κόρης σῆς θάνατος, οὐ προσοιστέος | |
395 | ἄλλος πρὸς ἄλλωι· μηδὲ τόνδ’ ὠφείλομεν. Εκ. πολλή γ’ ἀνάγκη θυγατρὶ συνθανεῖν ἐμέ. | |
Οδ. πῶς; οὐ γὰρ οἶδα δεσπότας κεκτημένος. Εκ. ὅμοια· κισσὸς δρυὸς ὅπως τῆσδ’ ἕξομαι. Οδ. οὔκ, ἤν γε πείθηι τοῖσι σοῦ σοφωτέροις. | 357 | |
(400) | Εκ. ὡς τῆσδ’ ἑκοῦσα παιδὸς οὐ μεθήσομαι. Οδ. ἀλλ’ οὐδ’ ἐγὼ μὴν τήνδ’ ἄπειμ’ αὐτοῦ λιπών. Πο. μῆτερ, πιθοῦ μοι· καὶ σύ, παῖ Λαερτίου, χάλα τοκεῦσιν εἰκότως θυμουμένοις, σύ τ’, ὦ τάλαινα, τοῖς κρατοῦσι μὴ μάχου. | |
405 | βούληι πεσεῖν πρὸς οὖδας ἑλκῶσαί τε σὸν γέροντα χρῶτα πρὸς βίαν ὠθουμένη ἀσχημονῆσαί τ’ ἐκ νέου βραχίονος σπασθεῖς’, ἃ πείσηι; μὴ σύ γ’· οὐ γὰρ ἄξιον. ἀλλ’, ὦ φίλη μοι μῆτερ, ἡδίστην χέρα | |
410 | δὸς καὶ παρειὰν προσβαλεῖν παρηίδι· ὡς οὔποτ’ αὖθις ἀλλὰ νῦν πανύστατον ἀκτῖνα κύκλον θ’ ἡλίου προσόψομαι. τέλος δέχηι δὴ τῶν ἐμῶν προσφθεγμάτων· ὦ μῆτερ ὦ τεκοῦς’, ἄπειμι δὴ κάτω. | |
417 | Εκ. οἰκτρὰ σύ, τέκνον, ἀθλία δ’ ἐγὼ γυνή. Πο. ἐκεῖ δ’ ἐν Ἅιδου κείσομαι χωρὶς σέθεν. Εκ. οἴμοι· τί δράσω; ποῖ τελευτήσω βίον; | |
420 | Πο. δούλη θανοῦμαι, πατρὸς οὖς’ ἐλευθέρου ... | |
415 | Εκ. ὦ θύγατερ, ἡμεῖς δ’ ἐν φάει δουλεύσομεν. Πο. ἄνυμφος ἀνυμέναιος ὧν μ’ ἐχρῆν τυχεῖν. | |
421 | Εκ. ἡμεῖς δὲ πεντήκοντά γ’ ἄμμοροι τέκνων. Πο. τί σοι πρὸς Ἕκτορ’ ἢ γέροντ’ εἴπω πόσιν; Εκ. ἄγγελλε πασῶν ἀθλιωτάτην ἐμέ. Πο. ὦ στέρνα μαστοί θ’, οἵ μ’ ἐθρέψαθ’ ἡδέως. | 358 |
425 | Εκ. ὦ τῆς ἀώρου θύγατερ ἀθλία τύχης. Πο. χαῖρ’, ὦ τεκοῦσα, χαῖρε Κασσάνδρα τέ μοι ... Εκ. χαίρουσιν ἄλλοι, μητρὶ δ’ οὐκ ἔστιν τόδε. Πο. ὅ τ’ ἐν φιλίπποις Θρηιξὶ Πολύδωρος κάσις. Εκ. εἰ ζῆι γ’· ἀπιστῶ δ’· ὧδε πάντα δυστυχῶ. | |
430 | Πο. ζῆι καὶ θανούσης ὄμμα συγκλήισει τὸ σόν. Εκ. τέθνηκ’ ἔγωγε πρὶν θανεῖν κακῶν ὕπο. Πο. κόμιζ’, Ὀδυσσεῦ, μ’ ἀμφιθεὶς κάραι πέπλους, ὡς πρὶν σφαγῆναί γ’ ἐκτέτηκα καρδίαν θρήνοισι μητρὸς τήνδε τ’ ἐκτήκω γόοις. | |
435 | ὦ φῶς· προσειπεῖν γὰρ σὸν ὄνομ’ ἔξεστί μοι, μέτεστι δ’ οὐδὲν πλὴν ὅσον χρόνον ξίφους βαίνω μεταξὺ καὶ πυρᾶς Ἀχιλλέως. Εκ. οἲ ’γώ, προλείπω, λύεται δέ μου μέλη. ὦ θύγατερ, ἅψαι μητρός, ἔκτεινον χέρα, | |
440 | δός, μὴ λίπηις μ’ ἄπαιδ’. ἀπωλόμην, φίλαι. [ὣς τὴν Λάκαιναν σύγγονον Διοσκόροιν Ἑλένην ἴδοιμι· διὰ καλῶν γὰρ ὀμμάτων | |
αἴσχιστα Τροίαν εἶλε τὴν εὐδαίμονα.] Χο. αὔρα, ποντιὰς αὔρα, | 359 | |
445 | ἅτε ποντοπόρους κομί‐ ζεις θοὰς ἀκάτους ἐπ’ οἶδμα λίμνας, ποῖ με τὰν μελέαν πορεύ‐ σεις; τῶι δουλόσυνος πρὸς οἶ‐ κον κτηθεῖς’ ἀφίξομαι; ἢ | |
(450) | Δωρίδος ὅρμον αἴας, ἢ Φθιάδος ἔνθα τὸν καλλίστων ὑδάτων πατέρα φασὶν Ἀπιδανὸν πεδία λιπαίνειν, | |
455 | ἢ νάσων, ἁλιήρει κώπαι πεμπομέναν τάλαι‐ ναν, οἰκτρὰν βιοτὰν ἔχουσαν οἴκοις, ἔνθα πρωτόγονός τε φοῖ‐ νιξ δάφνα θ’ ἱεροὺς ἀνέ‐ | |
460 | σχε πτόρθους Λατοῖ φίλον ὠ‐ δῖνος ἄγαλμα Δίας; σὺν Δηλιάσιν τε κού‐ | |
464 | ραισιν Ἀρτέμιδος θεᾶς | |
465 | χρυσέαν τ’ ἄμπυκα τόξα τ’ εὐλογήσω; ἢ Παλλάδος ἐν πόλει τὰς καλλιδίφρους Ἀθα‐ | |
ναίας ἐν κροκέωι πέπλωι ζεύξομαι ἆρα πώ‐ | 360 | |
470 | λους ἐν δαιδαλέαισι ποι‐ κίλλους’ ἀνθοκρόκοισι πή‐ ναις ἢ Τιτάνων γενεάν, τὰν Ζεὺς ἀμφιπύρωι κοιμί‐ ζει φλογμῶι Κρονίδας; | |
475 | ὤμοι τεκέων ἐμῶν, ὤμοι πατέρων χθονός θ’, ἃ καπνῶι κατερείπεται τυφομένα δορί‐ κτητος Ἀργεΐων· ἐγὼ | |
480 | δ’ ἐν ξείναι χθονὶ δὴ κέκλη‐ μαι δούλα, λιποῦς’ Ἀσίαν, Εὐρώπας θεραπνᾶν ἀλλά‐ ξας’ Ἅιδα θαλάμους. ΤΑΛΘΥΒΙΟΣ | |
484 | ποῦ τὴν ἄνασσαν δή ποτ’ οὖσαν Ἰλίου | |
485 | Ἑκάβην ἂν ἐξεύροιμι, Τρωιάδες κόραι; Χο. αὕτη πέλας σοῦ νῶτ’ ἔχους’ ἐπὶ χθονί, | |
Ταλθύβιε, κεῖται συγκεκληιμένη πέπλοις. Τα. ὦ Ζεῦ, τί λέξω; πότερά ς’ ἀνθρώπους ὁρᾶν ἢ δόξαν ἄλλως τήνδε κεκτῆσθαι μάτην | 361 | |
490 | [ψευδῆ, δοκοῦντας δαιμόνων εἶναι γένος], τύχην δὲ πάντα τἀν βροτοῖς ἐπισκοπεῖν; οὐχ ἥδ’ ἄνασσα τῶν πολυχρύσων Φρυγῶν, οὐχ ἥδε Πριάμου τοῦ μέγ’ ὀλβίου δάμαρ; καὶ νῦν πόλις μὲν πᾶς’ ἀνέστηκεν δορί, | |
495 | αὐτὴ δὲ δούλη γραῦς ἄπαις ἐπὶ χθονὶ κεῖται, κόνει φύρουσα δύστηνον κάρα. φεῦ φεῦ· γέρων μέν εἰμ’, ὅμως δέ μοι θανεῖν εἴη πρὶν αἰσχρᾶι περιπεσεῖν τύχηι τινί. ἀνίστας’, ὦ δύστηνε, καὶ μετάρσιον | |
(500) | πλευρὰν ἔπαιρε καὶ τὸ πάλλευκον κάρα. Εκ. ἔα· τίς οὗτος σῶμα τοὐμὸν οὐκ ἐᾶι κεῖσθαι; τί κινεῖς μ’, ὅστις εἶ, λυπουμένην; Τα. Ταλθύβιος ἥκω, Δαναϊδῶν ὑπηρέτης [Ἀγαμέμνονος πέμψαντος, ὦ γύναι, μέτα]. | |
505 | Εκ. ὦ φίλτατ’, ἆρα κἄμ’ ἐπισφάξαι τάφωι δοκοῦν Ἀχαιοῖς ἦλθες; ὡς φίλ’ ἂν λέγοις. σπεύδωμεν, ἐγκονῶμεν· ἡγοῦ μοι, γέρον. Τα. σὴν παῖδα κατθανοῦσαν ὡς θάψηις, γύναι, ἥκω μεταστείχων σε· πέμπουσιν δέ με | |
510 | δισσοί τ’ Ἀτρεῖδαι καὶ λεὼς Ἀχαιικός. Εκ. οἴμοι, τί λέξεις; οὐκ ἄρ’ ὡς θανουμένους μετῆλθες ἡμᾶς ἀλλὰ σημανῶν κακά; ὄλωλας, ὦ παῖ, μητρὸς ἁρπασθεῖς’ ἄπο, ἡμεῖς δ’ ἄτεκνοι τοὐπὶ ς’· ὦ τάλαιν’ ἐγώ. | |
515 | πῶς καί νιν ἐξεπράξατ’; ἆρ’ αἰδούμενοι; ἢ πρὸς τὸ δεινὸν ἤλθεθ’ ὡς ἐχθράν, γέρον, κτείνοντες; εἰπέ, καίπερ οὐ λέξων φίλα. Τα. διπλᾶ με χρήιζεις δάκρυα κερδᾶναι, γύναι, σῆς παιδὸς οἴκτωι· νῦν τε γὰρ λέγων κακὰ | 362 |
520 | τέγξω τόδ’ ὄμμα πρὸς τάφωι θ’ ὅτ’ ὤλλυτο. παρῆν μὲν ὄχλος πᾶς Ἀχαιικοῦ στρατοῦ πλήρης πρὸ τύμβου σῆς κόρης ἐπὶ σφαγάς, λαβὼν δ’ Ἀχιλλέως παῖς Πολυξένην χερὸς ἔστης’ ἐπ’ ἄκρου χώματος, πέλας δ’ ἐγώ· | |
525 | λεκτοί τ’ Ἀχαιῶν ἔκκριτοι νεανίαι, σκίρτημα μόσχου σῆς καθέξοντες χεροῖν, ἕσποντο. πλῆρες δ’ ἐν χεροῖν λαβὼν δέπας πάγχρυσον αἴρει χειρὶ παῖς Ἀχιλλέως χοὰς θανόντι πατρί· σημαίνει δέ μοι | |
530 | σιγὴν Ἀχαιῶν παντὶ κηρῦξαι στρατῶι. κἀγὼ καταστὰς εἶπον ἐν μέσοις τάδε· Σιγᾶτ’, Ἀχαιοί, σῖγα πᾶς ἔστω λεώς, σίγα σιώπα. νήνεμον δ’ ἔστης’ ὄχλον. ὁ δ’ εἶπεν· Ὦ παῖ Πηλέως, πατὴρ δ’ ἐμός, | |
535 | δέξαι χοάς μοι τάσδε κηλητηρίους, νεκρῶν ἀρωγούς· ἐλθὲ δ’, ὡς πίηις μέλαν κόρης ἀκραιφνὲς αἶμ’ ὅ σοι δωρούμεθα στρατός τε κἀγώ· πρευμενὴς δ’ ἡμῖν γενοῦ λῦσαί τε πρύμνας καὶ χαλινωτήρια | |
540 | νεῶν δὸς ἡμῖν †πρευμενοῦς† τ’ ἀπ’ Ἰλίου νόστου τυχόντας πάντας ἐς πάτραν μολεῖν. τοσαῦτ’ ἔλεξε, πᾶς δ’ ἐπηύξατο στρατός. εἶτ’ ἀμφίχρυσον φάσγανον κώπης λαβὼν ἐξεῖλκε κολεοῦ, λογάσι δ’ Ἀργείων στρατοῦ | 363 |
545 | νεανίαις ἔνευσε παρθένον λαβεῖν. ἡ δ’, ὡς ἐφράσθη, τόνδ’ ἐσήμηνεν λόγον· Ὦ τὴν ἐμὴν πέρσαντες Ἀργεῖοι πόλιν, ἑκοῦσα θνήισκω· μή τις ἅψηται χροὸς τοὐμοῦ· παρέξω γὰρ δέρην εὐκαρδίως. | |
(550) | ἐλευθέραν δέ μ’, ὡς ἐλευθέρα θάνω, πρὸς θεῶν, μεθέντες κτείνατ’· ἐν νεκροῖσι γὰρ δούλη κεκλῆσθαι βασιλὶς οὖς’ αἰσχύνομαι. λαοὶ δ’ ἐπερρόθησαν Ἀγαμέμνων τ’ ἄναξ εἶπεν μεθεῖναι παρθένον νεανίαις. | |
555 | [οἱ δ’, ὡς τάχιστ’ ἤκουσαν ὑστάτην ὄπα, μεθῆκαν, οὗπερ καὶ μέγιστον ἦν κράτος.] κἀπεὶ τόδ’ εἰσήκουσε δεσποτῶν ἔπος, λαβοῦσα πέπλους ἐξ ἄκρας ἐπωμίδος ἔρρηξε λαγόνας ἐς μέσας παρ’ ὀμφαλὸν | |
560 | μαστούς τ’ ἔδειξε στέρνα θ’ ὡς ἀγάλματος κάλλιστα, καὶ καθεῖσα πρὸς γαῖαν γόνυ ἔλεξε πάντων τλημονέστατον λόγον· | |
Ἰδού, τόδ’, εἰ μὲν στέρνον, ὦ νεανία, παίειν προθυμῆι, παῖσον, εἰ δ’ ὑπ’ αὐχένα | 364 | |
565 | χρήιζεις πάρεστι λαιμὸς εὐτρεπὴς ὅδε. ὁ δ’ οὐ θέλων τε καὶ θέλων οἴκτωι κόρης τέμνει σιδήρωι πνεύματος διαρροάς· κρουνοὶ δ’ ἐχώρουν. ἡ δὲ καὶ θνήισκους’ ὅμως πολλὴν πρόνοιαν εἶχεν εὐσχήμων πεσεῖν, | |
570 | κρύπτους’ ἃ κρύπτειν ὄμματ’ ἀρσένων χρεών. ἐπεὶ δ’ ἀφῆκε πνεῦμα θανασίμωι σφαγῆι, οὐδεὶς τὸν αὐτὸν εἶχεν Ἀργείων πόνον, ἀλλ’ οἱ μὲν αὐτῶν τὴν θανοῦσαν ἐκ χερῶν φύλλοις ἔβαλλον, οἱ δὲ πληροῦσιν πυρὰν | |
575 | κορμοὺς φέροντες πευκίνους, ὁ δ’ οὐ φέρων πρὸς τοῦ φέροντος τοιάδ’ ἤκουεν κακά· Ἕστηκας, ὦ κάκιστε, τῆι νεάνιδι οὐ πέπλον οὐδὲ κόσμον ἐν χεροῖν ἔχων; οὐκ εἶ τι δώσων τῆι περίσς’ εὐκαρδίωι | |
580 | ψυχήν τ’ ἀρίστηι; τοιάδ’ ἀμφὶ σῆς λέγων | |
παιδὸς θανούσης εὐτεκνωτάτην τέ σε πασῶν γυναικῶν δυστυχεστάτην θ’ ὁρῶ. Χο. δεινόν τι πῆμα Πριαμίδαις ἐπέζεσεν πόλει τε τἠμῆι θεῶν ἀνάγκαισιν τόδε. | 365 | |
585 | Εκ. ὦ θύγατερ, οὐκ οἶδ’ εἰς ὅτι βλέψω κακῶν, πολλῶν παρόντων· ἢν γὰρ ἅψωμαί τινος, τόδ’ οὐκ ἐᾶι με, παρακαλεῖ δ’ ἐκεῖθεν αὖ λύπη τις ἄλλη διάδοχος κακῶν κακοῖς. καὶ νῦν τὸ μὲν σὸν ὥστε μὴ στένειν πάθος | |
590 | οὐκ ἂν δυναίμην ἐξαλείψασθαι φρενός· τὸ δ’ αὖ λίαν παρεῖλες ἀγγελθεῖσά μοι γενναῖος. οὔκουν δεινόν, εἰ γῆ μὲν κακὴ τυχοῦσα καιροῦ θεόθεν εὖ στάχυν φέρει, χρηστὴ δ’ ἁμαρτοῦς’ ὧν χρεὼν αὐτὴν τυχεῖν | |
595 | κακὸν δίδωσι καρπόν, ἄνθρωποι δ’ ἀεὶ ὁ μὲν πονηρὸς οὐδὲν ἄλλο πλὴν κακός, ὁ δ’ ἐσθλὸς ἐσθλὸς οὐδὲ συμφορᾶς ὕπο φύσιν διέφθειρ’ ἀλλὰ χρηστός ἐστ’ ἀεί; [ἆρ’ οἱ τεκόντες διαφέρουσιν ἢ τροφαί; | |
(600) | ἔχει γε μέντοι καὶ τὸ θρεφθῆναι καλῶς δίδαξιν ἐσθλοῦ· τοῦτο δ’ ἤν τις εὖ μάθηι, | |
οἶδεν τό γ’ αἰσχρὸν κανόνι τοῦ καλοῦ μαθών.] καὶ ταῦτα μὲν δὴ νοῦς ἐτόξευσεν μάτην· σὺ δ’ ἐλθὲ καὶ σήμηνον Ἀργείοις τάδε, | 366 | |
605 | μὴ θιγγάνειν μοι μηδέν’ ἀλλ’ εἴργειν ὄχλον τῆς παιδός. ἔν τοι μυρίωι στρατεύματι ἀκόλαστος ὄχλος ναυτική τ’ ἀναρχία κρείσσων πυρός, κακὸς δ’ ὁ μή τι δρῶν κακόν. σὺ δ’ αὖ λαβοῦσα τεῦχος, ἀρχαία λάτρι, | |
610 | βάψας’ ἔνεγκε δεῦρο ποντίας ἁλός, ὡς παῖδα λουτροῖς τοῖς πανυστάτοις ἐμήν, νύμφην τ’ ἄνυμφον παρθένον τ’ ἀπάρθενον, λούσω προθῶμαί θ’—ὡς μὲν ἀξία, πόθεν; οὐκ ἂν δυναίμην· ὡς δ’ ἔχω (τί γὰρ πάθω;), | |
615 | κόσμον γ’ ἀγείρας’ αἰχμαλωτίδων πάρα, αἵ μοι πάρεδροι τῶνδ’ ἔσω σκηνωμάτων ναίουσιν, εἴ τις τοὺς νεωστὶ δεσπότας λαθοῦς’ ἔχει τι κλέμμα τῶν αὑτῆς δόμων. ὦ σχήματ’ οἴκων, ὦ ποτ’ εὐτυχεῖς δόμοι, | |
620 | ὦ πλεῖστ’ ἔχων μάλιστά τ’ εὐτεκνώτατε Πρίαμε, γεραιά θ’ ἥδ’ ἐγὼ μήτηρ τέκνων, | |
ὡς ἐς τὸ μηδὲν ἥκομεν, φρονήματος τοῦ πρὶν στερέντες. εἶτα δῆτ’ ὀγκούμεθα, ὁ μέν τις ἡμῶν πλουσίοισι δώμασιν, | 367 | |
625 | ὁ δ’ ἐν πολίταις τίμιος κεκλημένος; τὰ δ’ οὐδέν, ἄλλως φροντίδων βουλεύματα γλώσσης τε κόμποι. κεῖνος ὀλβιώτατος ὅτωι κατ’ ἦμαρ τυγχάνει μηδὲν κακόν. Χο. ἐμοὶ χρῆν συμφοράν, | |
630 | ἐμοὶ χρῆν πημονὰν γενέσθαι, Ἰδαίαν ὅτε πρῶτον ὕλαν Ἀλέξανδρος εἰλατίναν ἐτάμεθ’, ἅλιον ἐπ’ οἶδμα ναυστολήσων | |
635 | Ἑλένας ἐπὶ λέκτρα, τὰν καλλίσταν ὁ χρυσοφαὴς Ἅλιος αὐγάζει. πόνοι γὰρ καὶ πόνων ἀνάγκαι κρείσσονες κυκλοῦνται· | |
640 | κοινὸν δ’ ἐξ ἰδίας ἀνοίας κακὸν τᾶι Σιμουντίδι γᾶι | |
643 | ὀλέθριον ἔμολε συμφορᾶι τ’ ἔπ’ ἄλλων, ἐκρίθη δ’ ἔρις, ἃν ἐν Ἴ‐ | |
645 | δαι κρίνει τρισσὰς μακάρων | |
παῖδας ἀνὴρ βούτας, ἐπὶ δορὶ καὶ φόνωι καὶ ἐμῶν μελάθρων λώβαι· | 368 | |
(650) | στένει δὲ καί τις ἀμφὶ τὸν εὔροον Εὐρώταν Λάκαινα πολυδάκρυτος ἐν δόμοις κόρα, | |
654 | πολιόν τ’ ἐπὶ κρᾶτα μάτηρ τέκνων θανόντων | |
655 | τίθεται χέρα δρύπτεταί τε 〈 〉 παρειάν, δίαιμον ὄνυχα τιθεμένα σπαραγμοῖς. ΘΕΡΑΠΑΙΝΑ | |
657 | γυναῖκες, Ἑκάβη ποῦ ποθ’ ἡ παναθλία, ἡ πάντα νικῶς’ ἄνδρα καὶ θῆλυν σπορὰν | |
660 | κακοῖσιν; οὐδεὶς στέφανον ἀνθαιρήσεται. Χο. τί δ’, ὦ τάλαινα σῆς κακογλώσσου βοῆς; ὡς οὔποθ’ εὕδει λυπρά μοι κηρύγματα. Θε. Ἑκάβηι φέρω τόδ’ ἄλγος· ἐν κακοῖσι δὲ οὐ ῥάιδιον βροτοῖσιν εὐφημεῖν στόμα. | |
665 | Χο. καὶ μὴν περῶσα τυγχάνει δόμων ὕπο ἥδ’, ἐς δὲ καιρὸν σοῖσι φαίνεται λόγοις. Θε. ὦ παντάλαινα κἄτι μᾶλλον ἢ λέγω, δέσποιν’, ὄλωλας κοὐκέτ’ εἶ, βλέπουσα φῶς, ἄπαις ἄνανδρος ἄπολις ἐξεφθαρμένη. | |
670 | Εκ. οὐ καινὸν εἶπας, εἰδόσιν δ’ ὠνείδισας. ἀτὰρ τί νεκρὸν τόνδε μοι Πολυξένης ἥκεις κομίζους’, ἧς ἀπηγγέλθη τάφος πάντων Ἀχαιῶν διὰ χερὸς σπουδὴν ἔχειν; Θε. ἥδ’ οὐδὲν οἶδεν, ἀλλά μοι Πολυξένην | 369 |
675 | θρηνεῖ, νέων δὲ πημάτων οὐχ ἅπτεται. Εκ. οἲ ’γὼ τάλαινα· μῶν τὸ βακχεῖον κάρα τῆς θεσπιωιδοῦ δεῦρο Κασσάνδρας φέρεις; Θε. ζῶσαν λέλακας, τὸν θανόντα δ’ οὐ στένεις τόνδ’· ἀλλ’ ἄθρησον σῶμα γυμνωθὲν νεκροῦ, | |
680 | εἴ σοι φανεῖται θαῦμα καὶ παρ’ ἐλπίδας. Εκ. οἴμοι, βλέπω δὴ παῖδ’ ἐμὸν τεθνηκότα, Πολύδωρον, ὅν μοι Θρὴιξ ἔσωιζ’ οἴκοις ἀνήρ. ἀπωλόμην δύστηνος, οὐκέτ’ εἰμὶ δή. ὦ τέκνον τέκνον, | |
685 | αἰαῖ, κατάρχομαι νόμον βακχεῖον, ἐξ ἀλάστορος ἀρτιμαθὴς κακῶν. Χο. ἔγνως γὰρ ἄτην παιδός, ὦ δύστηνε σύ; Εκ. ἄπιστ’ ἄπιστα, καινὰ καινὰ δέρκομαι. | |
690 | ἕτερα δ’ ἀφ’ ἑτέρων κακὰ κακῶν κυρεῖ, οὐδέ ποτ’ ἀστένακτος ἀδάκρυτος ἁ‐ | |
μέρα ’πισχήσει. Χο. δείν’, ὦ τάλαινα, δεινὰ πάσχομεν κακά. Εκ. ὦ τέκνον τέκνον ταλαίνας ματρός, | 370 | |
695 | τίνι μόρωι θνήισκεις, τίνι πότμωι κεῖσαι, | |
697 | πρὸς τίνος ἀνθρώπων; Θε. οὐκ οἶδ’· ἐπ’ ἀκταῖς νιν κυρῶ θαλασσίαις. Εκ. ἔκβλητον ἢ πέσημα φοινίου δορὸς | |
(700) | ἐν ψαμάθωι λευρᾶι; Θε. πόντου νιν ἐξήνεγκε πελάγιος κλύδων. Εκ. ὤμοι αἰαῖ, ἔμαθον ἐνύπνιον ὀμμάτων ἐμῶν ὄψιν (οὔ με παρέβα φάντα‐ | |
705 | σμα μελανόπτερον), ἃν ἐσεῖδον ἀμφὶ σοῦ, ὦ τέκνον, οὐκέτ’ ὄντος Διὸς ἐν φάει. Χο. τίς γάρ νιν ἔκτειν’; οἶσθ’ ὀνειρόφρων φράσαι; | |
709-710 | Εκ. ἐμὸς ἐμὸς ξένος, Θρήικιος ἱππότας, | |
711 | ἵν’ ὁ γέρων πατὴρ ἔθετό νιν κρύψας. | 371 |
713 | Χο. οἴμοι, τί λέξεις; χρυσὸν ὡς ἔχοι κτανών; Εκ. ἄρρητ’ ἀνωνόμαστα, θαυμάτων πέρα, | |
715 | οὐχ ὅσι’ οὐδ’ ἀνεκτά. ποῦ δίκα ξένων; ὦ κατάρατ’ ἀνδρῶν, ὡς διεμοιράσω | |
718 | χρόα, σιδαρέωι τεμὼν φασγάνωι | |
720 | μέλεα τοῦδε παιδὸς οὐδ’ ὤικτισας. Χο. ὦ τλῆμον, ὥς σε πολυπονωτάτην βροτῶν δαίμων ἔθηκεν ὅστις ἐστί σοι βαρύς. | |
724 | ἀλλ’ εἰσορῶ γὰρ τοῦδε δεσπότου δέμας | |
725 | Ἀγαμέμνονος, τοὐνθένδε σιγῶμεν, φίλαι. ΑΓΑΜΕΜΝΩΝ | |
726 | Ἑκάβη, τί μέλλεις παῖδα σὴν κρύπτειν τάφωι ἐλθοῦς’ ἐφ’ οἷσπερ Ταλθύβιος ἤγγειλέ μοι μὴ θιγγάνειν σῆς μηδέν’ Ἀργείων κόρης; ἡμεῖς μὲν οὖν εἰῶμεν οὐδ’ ἐψαύομεν· | |
730 | σὺ δὲ σχολάζεις, ὥστε θαυμάζειν ἐμέ. ἥκω δ’ ἀποστελῶν σε· τἀκεῖθεν γὰρ εὖ πεπραγμέν’ ἐστίν, εἴ τι τῶνδ’ ἐστὶν καλῶς. ἔα· τίν’ ἄνδρα τόνδ’ ἐπὶ σκηναῖς ὁρῶ θανόντα Τρώων; οὐ γὰρ Ἀργεῖον πέπλοι | |
735 | δέμας περιπτύσσοντες ἀγγέλλουσί μοι. Εκ. δύστην’, ἐμαυτὴν γὰρ λέγω λέγουσα σέ, Ἑκάβη, τί δράσω; πότερα προσπέσω γόνυ Ἀγαμέμνονος τοῦδ’ ἢ φέρω σιγῆι κακά; Αγ. τί μοι προσώπωι νῶτον ἐγκλίνασα σὸν | 372 |
740 | δύρηι, τὸ πραχθὲν δ’ οὐ λέγεις; τίς ἔσθ’ ὅδε; Εκ. ἀλλ’ εἴ με δούλην πολεμίαν θ’ ἡγούμενος γονάτων ἀπώσαιτ’, ἄλγος ἂν προσθείμεθ’ ἄν. Αγ. οὔτοι πέφυκα μάντις, ὥστε μὴ κλύων ἐξιστορῆσαι σῶν ὁδὸν βουλευμάτων. | |
745 | Εκ. ἆρ’ ἐκλογίζομαί γε πρὸς τὸ δυσμενὲς μᾶλλον φρένας τοῦδ’, ὄντος οὐχὶ δυσμενοῦς Αγ. εἴ τοί με βούληι τῶνδε μηδὲν εἰδέναι, ἐς ταὐτὸν ἥκεις· καὶ γὰρ οὐδ’ ἐγὼ κλύειν. Εκ. οὐκ ἂν δυναίμην τοῦδε τιμωρεῖν ἄτερ | |
(750) | τέκνοισι τοῖς ἐμοῖσι. τί στρέφω τάδε; τολμᾶν ἀνάγκη, κἂν τύχω κἂν μὴ τύχω. Ἀγάμεμνον, ἱκετεύω σε τῶνδε γουνάτων καὶ σοῦ γενείου δεξιᾶς τ’ εὐδαίμονος. Αγ. τί χρῆμα μαστεύουσα; μῶν ἐλεύθερον | |
755 | αἰῶνα θέσθαι; ῥάιδιον γάρ ἐστί σοι. | |
[Εκ. οὐ δῆτα· τοὺς κακοὺς δὲ τιμωρουμένη αἰῶνα τὸν σύμπαντα δουλεύειν θέλω.] | 373 | |
759 | Εκ. οὐδέν τι τούτων ὧν σὺ δοξάζεις, ἄναξ. | |
758 | Αγ. καὶ δὴ τίν’ ἡμᾶς εἰς ἐπάρκεσιν καλεῖς; | |
760 | Εκ. ὁρᾶις νεκρὸν τόνδ’ οὗ καταστάζω δάκρυ; Αγ. ὁρῶ· τὸ μέντοι μέλλον οὐκ ἔχω μαθεῖν. Εκ. τοῦτόν ποτ’ ἔτεκον κἄφερον ζώνης ὕπο. Αγ. ἔστιν δὲ τίς σῶν οὗτος, ὦ τλῆμον, τέκνων; Εκ. οὐ τῶν θανόντων Πριαμιδῶν ὑπ’ Ἰλίωι. | |
765 | Αγ. ἦ γάρ τιν’ ἄλλον ἔτεκες ἢ κείνους, γύναι; Εκ. ἀνόνητά γ’, ὡς ἔοικε, τόνδ’ ὃν εἰσορᾶις. Αγ. ποῦ δ’ ὢν ἐτύγχαν’, ἡνίκ’ ὤλλυτο πτόλις; Εκ. πατήρ νιν ἐξέπεμψεν ὀρρωδῶν θανεῖν. Αγ. ποῖ τῶν τότ’ ὄντων χωρίσας τέκνων μόνον; | |
770 | Εκ. ἐς τήνδε χώραν, οὗπερ ηὑρέθη θανών. Αγ. πρὸς ἄνδρ’ ὃς ἄρχει τῆσδε Πολυμήστωρ χθονός; Εκ. ἐνταῦθ’ ἐπέμφθη πικροτάτου χρυσοῦ φύλαξ. Αγ. θνήισκει δὲ πρὸς τοῦ καὶ τίνος πότμου τυχών; Εκ. τίνος γ’ ὑπ’ ἄλλου; Θρήιξ νιν ὤλεσε ξένος. | |
775 | Αγ. ὦ τλῆμον· ἦ που χρυσὸν ἠράσθη λαβεῖν; Εκ. τοιαῦτ’, ἐπειδὴ συμφορὰν ἔγνω Φρυγῶν. Αγ. ηὗρες δὲ ποῦ νιν; ἢ τίς ἤνεγκεν νεκρόν; Εκ. ἥδ’, ἐντυχοῦσα ποντίας ἀκτῆς ἔπι. | |
Αγ. τοῦτον ματεύους’ ἢ πονοῦς’ ἄλλον πόνον; | 374 | |
780 | Εκ. λούτρ’ ὤιχετ’ οἴσους’ ἐξ ἁλὸς Πολυξένηι. Αγ. κτανών νιν, ὡς ἔοικεν, ἐκβάλλει ξένος. Εκ. θαλασσόπλαγκτόν γ’, ὦδε διατεμὼν χρόα. Αγ. ὦ σχετλία σὺ τῶν ἀμετρήτων πόνων. Εκ. ὄλωλα κοὐδὲν λοιπόν, Ἀγάμεμνον, κακῶν. | |
785 | Αγ. φεῦ φεῦ· τίς οὕτω δυστυχὴς ἔφυ γυνή; Εκ. οὐκ ἔστιν, εἰ μὴ τὴν Τύχην αὐτὴν λέγοις. ἀλλ’ ὧνπερ οὕνεκ’ ἀμφὶ σὸν πίπτω γόνυ ἄκουσον. εἰ μὲν ὅσιά σοι παθεῖν δοκῶ, στέργοιμ’ ἄν· εἰ δὲ τοὔμπαλιν, σύ μοι γενοῦ | |
790 | τιμωρὸς ἀνδρός, ἀνοσιωτάτου ξένου, ὃς οὔτε τοὺς γῆς νέρθεν οὔτε τοὺς ἄνω δείσας δέδρακεν ἔργον ἀνοσιώτατον [κοινῆς τραπέζης πολλάκις τυχὼν ἐμοὶ ξενίας τ’ ἀριθμῶι πρῶτα τῶν ἐμῶν φίλων· | |
795 | τυχὼν δ’ ὅσων δεῖ καὶ λαβὼν προμηθίαν ἔκτεινε· τύμβου δ’, εἰ κτανεῖν ἐβούλετο, οὐκ ἠξίωσεν ἀλλ’ ἀφῆκε πόντιον]. ἡμεῖς μὲν οὖν δοῦλοί τε κἀσθενεῖς ἴσως· ἀλλ’ οἱ θεοὶ σθένουσι χὠ κείνων κρατῶν | |
(800) | νόμος· νόμωι γὰρ τοὺς θεοὺς ἡγούμεθα καὶ ζῶμεν ἄδικα καὶ δίκαι’ ὡρισμένοι· ὃς ἐς ς’ ἀνελθὼν εἰ διαφθαρήσεται καὶ μὴ δίκην δώσουσιν οἵτινες ξένους κτείνουσιν ἢ θεῶν ἱερὰ τολμῶσιν φέρειν, | 375 |
805 | οὐκ ἔστιν οὐδὲν τῶν ἐν ἀνθρώποισι σῶν. ταῦτ’ οὖν ἐν αἰσχρῶι θέμενος αἰδέσθητί με, οἴκτιρον ἡμᾶς, ὡς γραφεύς τ’ ἀποσταθεὶς ἰδοῦ με κἀνάθρησον οἷ’ ἔχω κακά. τύραννος ἦ ποτ’ ἀλλὰ νῦν δούλη σέθεν, | |
810 | εὔπαις ποτ’ οὖσα, νῦν δὲ γραῦς ἄπαις θ’ ἅμα, ἄπολις ἔρημος ἀθλιωτάτη βροτῶν. οἴμοι τάλαινα, ποῖ μ’ ὑπεξάγεις πόδα; ἔοικα πράξειν οὐδέν· ὦ τάλαιν’ ἐγώ. τί δῆτα θνητοὶ τἄλλα μὲν μαθήματα | |
815 | μοχθοῦμεν ὡς χρὴ πάντα καὶ ματεύομεν, πειθὼ δὲ τὴν τύραννον ἀνθρώποις μόνην οὐδέν τι μᾶλλον ἐς τέλος σπουδάζομεν μισθοὺς διδόντες μανθάνειν, ἵν’ ἦν ποτε πείθειν ἅ τις βούλοιτο τυγχάνειν θ’ ἅμα; | |
820 | τί οὖν ἔτ’ ἄν τις ἐλπίσαι πράξειν καλῶς; οἱ μὲν γὰρ ὄντες παῖδες οὐκέτ’ εἰσί μοι, αὐτὴ δ’ ἐπ’ αἰσχροῖς αἰχμάλωτος οἴχομαι, | |
καπνὸν δὲ πόλεως τόνδ’ ὑπερθρώισκονθ’ ὁρῶ. καὶ μήν (ἴσως μὲν τοῦ λόγου ξένον τόδε, | 376 | |
825 | Κύπριν προβάλλειν, ἀλλ’ ὅμως εἰρήσεται) πρὸς σοῖσι πλευροῖς παῖς ἐμὴ κοιμίζεται ἡ φοιβάς, ἣν καλοῦσι Κασσάνδραν Φρύγες. ποῦ τὰς φίλας δῆτ’ εὐφρόνας λέξεις, ἄναξ; ἦ τῶν ἐν εὐνῆι φιλτάτων ἀσπασμάτων | |
830 | χάριν τιν’ ἕξει παῖς ἐμή, κείνης δ’ ἐγώ; [ἐκ τοῦ σκότου τε τῶν τε νυκτερησίων φίλτρων μεγίστη γίγνεται βροτοῖς χάρις.] ἄκουε δή νυν. τὸν θανόντα τόνδ’ ὁρᾶις; τοῦτον καλῶς δρῶν ὄντα κηδεστὴν σέθεν | |
835 | δράσεις. ἑνός μοι μῦθος ἐνδεὴς ἔτι. εἴ μοι γένοιτο φθόγγος ἐν βραχίοσιν καὶ χερσὶ καὶ κόμαισι καὶ ποδῶν βάσει ἢ Δαιδάλου τέχναισιν ἢ θεῶν τινος, ὡς πάνθ’ ἁμαρτῆι σῶν ἔχοιτο γουνάτων | |
840 | κλαίοντ’, ἐπισκήπτοντα παντοίους λόγους. ὦ δέσποτ’, ὦ μέγιστον Ἕλλησιν φάος, πιθοῦ, παράσχες χεῖρα τῆι πρεσβύτιδι τιμωρόν, εἰ καὶ μηδέν ἐστιν ἀλλ’ ὅμως. ἐσθλοῦ γὰρ ἀνδρὸς τῆι δίκηι θ’ ὑπηρετεῖν | 377 |
845 | καὶ τοὺς κακοὺς δρᾶν πανταχοῦ κακῶς ἀεί. Χο. δεινόν γε, θνητοῖς ὡς ἅπαντα συμπίτνει καὶ τῆς ἀνάγκης οἱ νόμοι διώρισαν, φίλους τιθέντες τούς γε πολεμιωτάτους ἐχθρούς τε τοὺς πρὶν εὐμενεῖς ποιούμενοι. | |
(850) | Αγ. ἐγώ σε καὶ σὸν παῖδα καὶ τύχας σέθεν, Ἑκάβη, δι’ οἴκτου χεῖρά θ’ ἱκεσίαν ἔχω, καὶ βούλομαι θεῶν θ’ οὕνεκ’ ἀνόσιον ξένον καὶ τοῦ δικαίου τήνδε σοι δοῦναι δίκην, εἴ πως φανείη γ’ ὥστε σοί τ’ ἔχειν καλῶς | |
855 | στρατῶι τε μὴ δόξαιμι Κασσάνδρας χάριν Θρήικης ἄνακτι τόνδε βουλεῦσαι φόνον. ἔστιν γὰρ ἧι ταραγμὸς ἐμπέπτωκέ μοι· τὸν ἄνδρα τοῦτον φίλιον ἡγεῖται στρατός, τὸν κατθανόντα δ’ ἐχθρόν· εἰ δὲ σοὶ φίλος | |
860 | ὅδ’ ἐστί, χωρὶς τοῦτο κοὐ κοινὸν στρατῶι. πρὸς ταῦτα φρόντιζ’· ὡς θέλοντα μέν μ’ ἔχεις σοὶ ξυμπονῆσαι καὶ ταχὺν προσαρκέσαι, | |
βραδὺν δ’, Ἀχαιοῖς εἰ διαβληθήσομαι. Εκ. φεῦ. | 378 | |
864 | οὐκ ἔστι θνητῶν ὅστις ἔστ’ ἐλεύθερος· | |
865 | ἢ χρημάτων γὰρ δοῦλός ἐστιν ἢ τύχης ἢ πλῆθος αὐτὸν πόλεος ἢ νόμων γραφαὶ εἴργουσι χρῆσθαι μὴ κατὰ γνώμην τρόποις. ἐπεὶ δὲ ταρβεῖς τῶι τ’ ὄχλωι πλέον νέμεις, ἐγώ σε θήσω τοῦδ’ ἐλεύθερον φόβου. | |
870 | σύνισθι μὲν γάρ, ἤν τι βουλεύσω κακὸν τῶι τόνδ’ ἀποκτείναντι, συνδράσηις δὲ μή. ἢν δ’ ἐξ Ἀχαιῶν θόρυβος ἢ ’πικουρία πάσχοντος ἀνδρὸς Θρηικὸς οἷα πείσεται φανῆι τις, εἶργε μὴ δοκῶν ἐμὴν χάριν. | |
875 | τὰ δ’ ἄλλα—θάρσει—πάντ’ ἐγὼ θήσω καλῶς. Αγ. πῶς οὖν; τί δράσεις; πότερα φάσγανον χερὶ λαβοῦσα γραίαι φῶτα βάρβαρον κτενεῖς ἢ φαρμάκοισιν ἢ ’πικουρίαι τίνι; τίς σοι ξυνέσται χείρ’ πόθεν κτήσηι φίλους; | |
880 | Εκ. στέγαι κεκεύθας’ αἵδε Τρωιάδων ὄχλον. Αγ. τὰς αἰχμαλώτους εἶπας, Ἑλλήνων ἄγραν; | |
Εκ. σὺν ταῖσδε τὸν ἐμῶν φονέα τιμωρήσομαι. Αγ. καὶ πῶς γυναιξὶν ἀρσένων ἔσται κράτος; Εκ. δεινὸν τὸ πλῆθος σὺν δόλωι τε δύσμαχον. | 379 | |
885 | Αγ. δεινόν· τὸ μέντοι θῆλυ μέμφομαι σθένος. Εκ. τί δ’; οὐ γυναῖκες εἷλον Αἰγύπτου τέκνα καὶ Λῆμνον ἄρδην ἀρσένων ἐξώικισαν; ἀλλ’ ὣς γενέσθω· τόνδε μὲν μέθες λόγον, πέμψον δέ μοι τήνδ’ ἀσφαλῶς διὰ στρατοῦ | |
890 | γυναῖκα. καὶ σὺ Θρηικὶ πλαθεῖσα ξένωι λέξον· Καλεῖ ς’ ἄνασσα δή ποτ’ Ἰλίου Ἑκάβη, σὸν οὐκ ἔλασσον ἢ κείνης χρέος, καὶ παῖδας, ὡς δεῖ καὶ τέκν’ εἰδέναι λόγους τοὺς ἐξ ἐκείνης. τὸν δὲ τῆς νεοσφαγοῦς | |
895 | Πολυξένης ἐπίσχες, Ἀγάμεμνον, τάφον, ὡς τώδ’ ἀδελφὼ πλησίον μιᾶι φλογί, δισσὴ μέριμνα μητρί, κρυφθῆτον χθονί. Αγ. ἔσται τάδ’ οὕτω· καὶ γὰρ εἰ μὲν ἦν στρατῶι πλοῦς, οὐκ ἂν εἶχον τήνδε σοι δοῦναι χάριν· | |
(900) | νῦν δ’, οὐ γὰρ ἵης’ οὐρίους πνοὰς θεός, μένειν ἀνάγκη πλοῦν ὁρῶντας ἡσύχους. γένοιτο δ’ εὖ πως· πᾶσι γὰρ κοινὸν τόδε, ἰδίαι θ’ ἑκάστωι καὶ πόλει, τὸν μὲν κακὸν | |
κακόν τι πάσχειν, τὸν δὲ χρηστὸν εὐτυχεῖν. | 380 | |
905 | Χο. σὺ μέν, ὦ πατρὶς Ἰλιάς, τῶν ἀπορθήτων πόλις οὐκέτι λέξηι· | |
908 | τοῖον Ἑλλάνων νέφος ἀμφί σε κρύπτει δορὶ δὴ δορὶ πέρσαν. | |
910 | ἀπὸ δὲ στεφάναν κέκαρ‐ σαι πύργων, κατὰ δ’ αἰθάλου κηλῖδ’ οἰκτροτάταν κέχρωσαι. τάλαιν’, οὐκέτι ς’ ἐμβατεύσω. μεσονύκτιος ὠλλύμαν, | |
915 | ἦμος ἐκ δείπνων ὕπνος ἡδὺς ἐπ’ ὄσσοις | |
917 | σκίδναται, μολπᾶν δ’ ἄπο καὶ χοροποιὸν θυσίαν καταπαύσας πόσις ἐν θαλάμοις ἔκει‐ | |
920 | το, ξυστὸν δ’ ἐπὶ πασσάλωι, ναύταν οὐκέθ’ ὁρῶν ὅμιλον | |
Τροίαν Ἰλιάδ’ ἐμβεβῶτα. ἐγὼ δὲ πλόκαμον ἀναδέτοις μίτραισιν ἐρρυθμιζόμαν | 381 | |
925 | χρυσέων ἐνόπτρων λεύσσους’ ἀτέρμονας εἰς αὐγάς, ἐπιδέμνιος ὡς πέσοιμ’ ἐς εὐνάν. ἀνὰ δὲ κέλαδος ἔμολε πόλιν· κέλευσμα δ’ ἦν κατ’ ἄστυ Τροίας τόδ’· Ὦ | |
930 | παῖδες Ἑλλάνων, πότε δὴ πότε τὰν Ἰλιάδα σκοπιὰν πέρσαντες ἥξετ’ οἴκους; λέχη δὲ φίλια μονόπεπλος λιποῦσα, Δωρὶς ὡς κόρα, | |
935 | σεμνὰν προσίζους’ οὐκ ἤνυς’ Ἄρτεμιν ἁ τλάμων· | |
937 | ἄγομαι δὲ θανόντ’ ἰδοῦς’ ἀκοίταν τὸν ἐμὸν ἅλιον ἐπὶ πέλαγος· πόλιν τ’ ἀποσκοποῦς’, ἐπεὶ νόστιμον | |
940 | ναῦς ἐκίνησεν πόδα καί μ’ ἀπὸ γᾶς ὥρισεν Ἰλιάδος, τάλαιν’ ἀπεῖπον ἄλγει, τὰν τοῖν Διοσκούροιν Ἑλέναν κάσιν Ἰδαῖόν τε βούταν | |
945 | αἰνόπαριν κατάραι | |
διδοῦς’, ἐπεί με γαίας ἐκ πατρίας ἀπώλεσεν ἐξώικισέν τ’ οἴκων γάμος οὐ γάμος ἀλλ’ ἀλάστορός τις οἰζύς· | 382 | |
(950) | ἃν μήτε πέλαγος ἅλιον ἀπαγάγοι πάλιν | |
952 | μήτε πατρῶιον ἵκοιτ’ ἐς οἶκον. ΠΟΛΥΜΗΣΤΩΡ | |
953 | ὦ φίλτατ’ ἀνδρῶν Πρίαμε, φιλτάτη δὲ σύ, Ἑκάβη, δακρύω ς’ εἰσορῶν πόλιν τε σὴν | |
955 | τήν τ’ ἀρτίως θανοῦσαν ἔκγονον σέθεν. φεῦ· | |
956 | οὐκ ἔστιν οὐδὲν πιστόν, οὔτ’ εὐδοξία οὔτ’ αὖ καλῶς πράσσοντα μὴ πράξειν κακῶς. φύρουσι δ’ αὐτὰ θεοὶ πάλιν τε καὶ πρόσω ταραγμὸν ἐντιθέντες, ὡς ἀγνωσίαι | |
960 | σέβωμεν αὐτούς. ἀλλὰ ταῦτα μὲν τί δεῖ θρηνεῖν, προκόπτοντ’ οὐδὲν ἐς πρόσθεν κακῶν; σὺ δ’, εἴ τι μέμφηι τῆς ἐμῆς ἀπουσίας, σχές· τυγχάνω γὰρ ἐν μέσοις Θρήικης ὅροις | |
ἀπών, ὅτ’ ἦλθες δεῦρ’· ἐπεὶ δ’ ἀφικόμην, | 383 | |
965 | ἤδη πόδ’ ἔξω δωμάτων αἴροντί μοι ἐς ταὐτὸν ἥδε συμπίτνει δμωὶς σέθεν, λέγουσα μύθους ὧν κλύων ἀφικόμην. Εκ. αἰσχύνομαί σε προσβλέπειν ἐναντίον, Πολυμῆστορ, ἐν τοιοῖσδε κειμένη κακοῖς. | |
970 | ὅτωι γὰρ ὤφθην εὐτυχοῦς’, αἰδώς μ’ ἔχει ἐν τῶιδε πότμωι τυγχάνους’ ἵν’ εἰμὶ νῦν, κοὐκ ἂν δυναίμην προσβλέπειν ὀρθαῖς κόραις· ἀλλ’ αὐτὸ μὴ δύσνοιαν ἡγήσηι σέθεν [Πολυμῆστορ· ἄλλως δ’ αἴτιόν τι καὶ νόμος, | |
975 | γυναῖκας ἀνδρῶν μὴ βλέπειν ἐναντίον]. Πο. καὶ θαῦμά γ’ οὐδέν. ἀλλὰ τίς χρεία ς’ ἐμοῦ; τί χρῆμ’ ἐπέμψω τὸν ἐμὸν ἐκ δόμων πόδα; Εκ. ἴδιον ἐμαυτῆς δή τι πρὸς σὲ βούλομαι καὶ παῖδας εἰπεῖν σούς· ὀπάονας δέ μοι | |
980 | χωρὶς κέλευσον τῶνδ’ ἀποστῆναι δόμων. Πο. χωρεῖτ’· ἐν ἀσφαλεῖ γὰρ ἥδ’ ἐρημία. φίλη μὲν εἶ σύ, προσφιλὲς δέ μοι τόδε στράτευμ’ Ἀχαιῶν. ἀλλὰ σημαίνειν σε χρή· τί χρὴ τὸν εὖ πράσσοντα μὴ πράσσουσιν εὖ | |
985 | φίλοις ἐπαρκεῖν; ὡς ἕτοιμός εἰμ’ ἐγώ. Εκ. πρῶτον μὲν εἰπὲ παῖδ’ ὃν ἐξ ἐμῆς χερὸς Πολύδωρον ἔκ τε πατρὸς ἐν δόμοις ἔχεις, εἰ ζῆι· τὰ δ’ ἄλλα δεύτερόν ς’ ἐρήσομαι. Πο. μάλιστα· τοὐκείνου μὲν εὐτυχεῖς μέρος. | |
990 | Εκ. ὦ φίλταθ’, ὡς εὖ κἀξίως λέγεις σέθεν. | |
Πο. τί δῆτα βούληι δεύτερον μαθεῖν ἐμοῦ; Εκ. εἰ τῆς τεκούσης τῆσδε μέμνηταί τί που. Πο. καὶ δεῦρό γ’ ὡς σὲ κρύφιος ἐζήτει μολεῖν. Εκ. χρυσὸς δὲ σῶς ὃν ἦλθεν ἐκ Τροίας ἔχων; | 384 | |
995 | Πο. σῶς, ἐν δόμοις γε τοῖς ἐμοῖς φρουρούμενος. Εκ. σῶσόν νυν αὐτὸν μηδ’ ἔρα τῶν πλησίον. Πο. ἥκιστ’· ὀναίμην τοῦ παρόντος, ὦ γύναι. Εκ. οἶσθ’ οὖν ἃ λέξαι σοί τε καὶ παισὶν θέλω; Πο. οὐκ οἶδα· τῶι σῶι τοῦτο σημανεῖς λόγωι. | |
(1000) | Εκ. ἔστ’, ὦ φιληθεὶς ὡς σὺ νῦν ἐμοὶ φιλῆι ... Πο. τί χρῆμ’ ὃ κἀμὲ καὶ τέκν’ εἰδέναι χρεών; Εκ. χρυσοῦ παλαιαὶ Πριαμιδῶν κατώρυχες. Πο. ταῦτ’ ἔσθ’ ἃ βούληι παιδὶ σημῆναι σέθεν; Εκ. μάλιστα, διὰ σοῦ γ’· εἶ γὰρ εὐσεβὴς ἀνήρ. | |
1005 | Πο. τί δῆτα τέκνων τῶνδε δεῖ παρουσίας; Εκ. ἄμεινον, ἢν σὺ κατθάνηις, τούσδ’ εἰδέναι. Πο. καλῶς ἔλεξας· τῆιδε καὶ σοφώτερον. Εκ. οἶσθ’ οὖν Ἀθάνας Ἰλιάδος ἵνα στέγαι; Πο. ἐνταῦθ’ ὁ χρυσός ἐστι; σημεῖον δὲ τί; | |
1010 | Εκ. μέλαινα πέτρα γῆς ὑπερτέλλους’ ἄνω. Πο. ἔτ’ οὖν τι βούληι τῶν ἐκεῖ φράζειν ἐμοί; Εκ. σῶσαί σε χρήμαθ’ οἷς συνεξῆλθον θέλω. Πο. ποῦ δῆτα; πέπλων ἐντὸς ἢ κρύψας’ ἔχεις; Εκ. σκύλων ἐν ὄχλωι ταῖσδε σώιζεται στέγαις. | |
1015 | Πο. ποῦ δ’; αἵδ’ Ἀχαιῶν ναύλοχοι περιπτυχαί. Εκ. ἴδιαι γυναικῶν αἰχμαλωτίδων στέγαι. Πο. τἄνδον δὲ πιστὰ κἀρσένων ἐρημία; Εκ. οὐδεὶς Ἀχαιῶν ἔνδον ἀλλ’ ἡμεῖς μόναι. ἀλλ’ ἕρπ’ ἐς οἴκους· καὶ γὰρ Ἀργεῖοι νεῶν | 385 |
1020 | λῦσαι ποθοῦσιν οἴκαδ’ ἐκ Τροίας πόδα· ὡς πάντα πράξας ὧν σε δεῖ στείχηις πάλιν ξὺν παισὶν οὗπερ τὸν ἐμὸν ὤικισας γόνον. Χο. οὔπω δέδωκας ἀλλ’ ἴσως δώσεις δίκην· | |
1025 | ἀλίμενόν τις ὡς ἐς ἄντλον πεσὼν λέχριος ἐκπεσῆι φίλας καρδίας, | |
1028 | ἀμέρσας βίον. τὸ γὰρ ὑπέγγυον | |
1030 | Δίκαι καὶ θεοῖσιν οὗ ξυμπίτνει, ὀλέθριον ὀλέθριον κακόν. ψεύσει ς’ ὁδοῦ τῆσδ’ ἐλπὶς ἥ ς’ ἐπήγαγεν θανάσιμον πρὸς Ἀίδαν, ὦ τάλας, ἀπολέμωι δὲ χειρὶ λείψεις βίον. | |
1035 | Πο. (ἔνδοθεν) | |
1035 | ὤμοι, τυφλοῦμαι φέγγος ὀμμάτων τάλας. Χο. ἠκούσατ’ ἀνδρὸς Θρηικὸς οἰμωγήν, φίλαι; | |
Πο. ὤμοι μάλ’ αὖθις, τέκνα, δυστήνου σφαγῆς. Χο. φίλαι, πέπρακται καίν’ ἔσω δόμων κακά. Πο. ἀλλ’ οὔτι μὴ φύγητε λαιψηρῶι ποδί· | 386 | |
1040 | βάλλων γὰρ οἴκων τῶνδ’ ἀναρρήξω μυχούς. ἰδού, βαρείας χειρὸς ὁρμᾶται βέλος. Χο. βούλεσθ’ ἐπεσπέσωμεν; ὡς ἀκμὴ καλεῖ Ἑκάβηι παρεῖναι Τρωιάσιν τε συμμάχους. Εκ. ἄρασσε, φείδου μηδέν, ἐκβάλλων πύλας· | |
1045 | οὐ γάρ ποτ’ ὄμμα λαμπρὸν ἐνθήσεις κόραις, οὐ παῖδας ὄψηι ζῶντας οὓς ἔκτειν’ ἐγώ. Χο. ἦ γὰρ καθεῖλες Θρῆικα καὶ κρατεῖς ξένον, δέσποινα, καὶ δέδρακας οἷάπερ λέγεις; Εκ. ὄψηι νιν αὐτίκ’ ὄντα δωμάτων πάρος | |
(1050) | τυφλὸν τυφλῶι στείχοντα παραφόρωι ποδί, παίδων τε δισσῶν σώμαθ’, οὓς ἔκτειν’ ἐγὼ σὺν ταῖσδ’ ἀρίσταις Τρωιάσιν· δίκην δέ μοι δέδωκε. χωρεῖ δ’, ὡς ὁρᾶις, ὅδ’ ἐκ δόμων. ἀλλ’ ἐκποδὼν ἄπειμι κἀποστήσομαι | |
1055 | θυμῶι ζέοντι Θρηικὶ δυσμαχωτάτωι. Πο. ὤμοι ἐγώ, πᾶι βῶ, πᾶι στῶ, πᾶι κέλσω, τετράποδος βάσιν θηρὸς ὀρεστέρου | |
1059 | τιθέμενος ἐπὶ χεῖρα καὶ ἴχνος; ποίαν | |
1060 | ἢ ταύταν ἢ τάνδ’ ἐξαλλάξω, τὰς ἀνδροφόνους μάρψαι χρήιζων Ἰλιάδας, αἵ με διώλεσαν; τάλαιναι κόραι τάλαιναι Φρυγῶν, ὦ κατάρατοι, | 387 |
1065 | ποῖ καί με φυγᾶι πτώσσουσι μυχῶν; εἴθε μοι ὀμμάτων αἱματόεν βλέφαρον ἀκέσαι’ ἀκέσαιο, τυφλόν, Ἅλιε, φέγγος ἀπαλλάξας. ἆ ἆ, | |
1069 | σίγα· κρυπτὰν βάσιν αἰσθάνομαι | |
1070 | τάνδε γυναικῶν. πᾶι πόδ’ ἐπάιξας σαρκῶν ὀστέων τ’ ἐμπλησθῶ, θοίναν ἀγρίων τιθέμενος θηρῶν, ἀρνύμενος λώβας λύμας τ’ ἀντίποιν’ ἐμᾶς, ὦ τάλας; | |
1075 | ποῖ πᾶι φέρομαι τέκν’ ἔρημα λιπὼν Βάκχαις Ἅιδα διαμοιρᾶσαι σφακτά, κυσίν τε φοινίαν δαῖτ’ ἀνή‐ | |
μερόν τ’ ὄρειον ἐκβολάν; πᾶι στῶ, πᾶι κάμψω, [πᾶι βῶ] | 388 | |
1080 | ναῦς ὅπως ποντίοις πείσμασιν λινόκροκον φᾶρος στέλλων, ἐπὶ τάνδε συθεὶς | |
1083 | τέκνων ἐμῶν φύλαξ ὀλέθριον κοίταν; | |
1085 | Χο. ὦ τλῆμον, ὥς σοι δύσφορ’ εἴργασται κακά· δράσαντι δ’ αἰσχρὰ δεινὰ τἀπιτίμια [δαίμων ἔδωκεν ὅστις ἐστί σοι βαρύς]. | |
1088-1089 | Πο. αἰαῖ ἰὼ Θρήικης λογχοφόρον ἔνο‐ | |
1090 | πλον εὔιππον Ἄρει κάτοχον γένος. ἰὼ Ἀχαιοί, ἰὼ Ἀτρεῖδαι· βοὰν βοάν, ἀυτῶ βοάν· ὦ ἴτε μόλετε πρὸς θεῶν. κλύει τις ἢ οὐδεὶς ἀρκέσει; τί μέλλετε; | |
1095 | γυναῖκες ὤλεσάν με, γυναῖκες αἰχμαλωτίδες· δεινὰ δεινὰ πεπόνθαμεν. ὤμοι ἐμᾶς λώβας. ποῖ τράπωμαι, ποῖ πορευθῶ; | |
(1100) | ἀμπτάμενος οὐράνιον ὑψιπετὲς ἐς μέλαθρον, | |
Ὠαρίων ἢ Σείριος ἔνθα πυρὸς φλογέας ἀφίησιν | 389 | |
1105 | ὄσσων αὐγάς, ἢ τὸν ἐς Ἅιδα μελάγχρωτα πορθμὸν ἄιξω τάλας; Χο. συγγνώσθ’, ὅταν τις κρείσσον’ ἢ φέρειν κακὰ πάθηι, ταλαίνης ἐξαπαλλάξαι ζόης. Αγ. κραυγῆς ἀκούσας ἦλθον· οὐ γὰρ ἥσυχος | |
1110 | πέτρας ὀρείας παῖς λέλακ’ ἀνὰ στρατὸν Ἠχὼ διδοῦσα θόρυβον· εἰ δὲ μὴ Φρυγῶν πύργους πεσόντας ἦισμεν Ἑλλήνων δορί, φόβον παρέσχ’ ἂν οὐ μέσως ὅδε κτύπος. Πο. ὦ φίλτατ’, ἠισθόμην γάρ, Ἀγάμεμνον, σέθεν | |
1115 | φωνῆς ἀκούσας, εἰσορᾶις ἃ πάσχομεν; Αγ. ἔα· | |
1116 | Πολυμῆστορ ὦ δύστηνε, τίς ς’ ἀπώλεσεν; τίς ὄμμ’ ἔθηκε τυφλὸν αἱμάξας κόρας παῖδάς τε τούσδ’ ἔκτεινεν; ἦ μέγαν χόλον σοὶ καὶ τέκνοισιν εἶχεν ὅστις ἦν ἄρα. | |
1120 | Πο. Ἑκάβη με σὺν γυναιξὶν αἰχμαλωτίσιν ἀπώλεσ’—οὐκ ἀπώλες’ ἀλλὰ μειζόνως. Αγ. τί φήις; σὺ τοὔργον εἴργασαι τόδ’, ὡς λέγει; σὺ τόλμαν, Ἑκάβη, τήνδ’ ἔτλης ἀμήχανον; Πο. ὤμοι, τί λέξεις; ἦ γὰρ ἐγγύς ἐστί που; | |
1125 | σήμηνον, εἰπὲ ποῦ ’σθ’, ἵν’ ἁρπάσας χεροῖν | |
διασπάσωμαι καὶ καθαιμάξω χρόα. Αγ. οὗτος, τί πάσχεις; Πο. πρὸς θεῶν σε λίσσομαι, μέθες μ’ ἐφεῖναι τῆιδε μαργῶσαν χέρα. Αγ. ἴσχ’· ἐκβαλὼν δὲ καρδίας τὸ βάρβαρον | 390 | |
1130 | λέγ’, ὡς ἀκούσας σοῦ τε τῆσδέ τ’ ἐν μέρει κρίνω δικαίως ἄνθ’ ὅτου πάσχεις τάδε. Πο. λέγοιμ’ ἄν. ἦν τις Πριαμιδῶν νεώτατος, Πολύδωρος, Ἑκάβης παῖς, ὃν ἐκ Τροίας ἐμοὶ πατὴρ δίδωσι Πρίαμος ἐν δόμοις τρέφειν, | |
1135 | ὕποπτος ὢν δὴ Τρωϊκῆς ἁλώσεως. τοῦτον κατέκτειν’· ἄνθ’ ὅτου δ’ ἔκτεινά νιν ἄκουσον, ὡς εὖ καὶ σοφῆι προμηθίαι. ἔδεισα μή σοι πολέμιος λειφθεὶς ὁ παῖς Τροίαν ἀθροίσηι καὶ ξυνοικίσηι πάλιν, | |
1140 | γνόντες δ’ Ἀχαιοὶ ζῶντα Πριαμιδῶν τινα Φρυγῶν ἐς αἶαν αὖθις ἄρειαν στόλον, κἄπειτα Θρήικης πεδία τρίβοιεν τάδε λεηλατοῦντες, γείτοσιν δ’ εἴη κακὸν Τρώων, ἐν ὧιπερ νῦν, ἄναξ, ἐκάμνομεν. | |
1145 | Ἑκάβη δὲ παιδὸς γνοῦσα θανάσιμον μόρον λόγωι με τοιῶιδ’ ἤγαγ’, ὡς κεκρυμμένας θήκας φράσουσα Πριαμιδῶν ἐν Ἰλίωι χρυσοῦ· μόνον δὲ σὺν τέκνοισί μ’ εἰσάγει δόμους, ἵν’ ἄλλος μή τις εἰδείη τάδε. | |
(1150) | ἵζω δὲ κλίνης ἐν μέσωι κάμψας γόνυ· πολλαὶ δέ, χειρὸς αἱ μὲν ἐξ ἀριστερᾶς, αἱ δ’ ἔνθεν, ὡς δὴ παρὰ φίλωι Τρώων κόραι θάκους ἔχουσαι κερκίδ’ Ἠδωνῆς χερὸς ἤινουν, ὑπ’ αὐγὰς τούσδε λεύσσουσαι πέπλους· | 391 |
1155 | ἄλλαι δὲ κάμακε Θρηικίω θεώμεναι γυμνόν μ’ ἔθηκαν διπτύχου στολίσματος. ὅσαι δὲ τοκάδες ἦσαν, ἐκπαγλούμεναι τέκν’ ἐν χεροῖν ἔπαλλον, ὡς πρόσω πατρὸς γένοιντο, διαδοχαῖς’ ἀμείβουσαι χερῶν. | |
1160 | κἆιτ’ ἐκ γαληνῶν πῶς δοκεῖς προσφθεγμάτων εὐθὺς λαβοῦσαι φάσγαν’ ἐκ πέπλων ποθὲν κεντοῦσι παῖδας, αἱ δὲ πολυπόδων δίκην ξυναρπάσασαι τὰς ἐμὰς εἶχον χέρας καὶ κῶλα· παισὶ δ’ ἀρκέσαι χρήιζων ἐμοῖς, | |
1165 | εἰ μὲν πρόσωπον ἐξανισταίην ἐμὸν κόμης κατεῖχον, εἰ δὲ κινοίην χέρας πλήθει γυναικῶν οὐδὲν ἤνυτον τάλας. τὸ λοίσθιον δέ, πῆμα πήματος πλέον, ἐξειργάσαντο δείν’· ἐμῶν γὰρ ὀμμάτων | |
1170 | πόρπας λαβοῦσαι τὰς ταλαιπώρους κόρας | |
κεντοῦσιν αἱμάσσουσιν· εἶτ’ ἀνὰ στέγας φυγάδες ἔβησαν. ἐκ δὲ πηδήσας ἐγὼ θὴρ ὣς διώκω τὰς μιαιφόνους κύνας, ἅπαντ’ ἐρευνῶν τοῖχον, ὡς κυνηγέτης | 392 | |
1175 | βάλλων ἀράσσων. τοιάδε σπεύδων χάριν πέπονθα τὴν σήν, πολέμιόν γε σὸν κτανών, Ἀγάμεμνον. ὡς δὲ μὴ μακροὺς τείνω λόγους, εἴ τις γυναῖκας τῶν πρὶν εἴρηκεν κακῶς ἢ νῦν λέγων ἔστιν τις ἢ μέλλει λέγειν, | |
1180 | ἅπαντα ταῦτα συντεμὼν ἐγὼ φράσω· γένος γὰρ οὔτε πόντος οὔτε γῆ τρέφει τοιόνδ’· ὁ δ’ αἰεὶ ξυντυχὼν ἐπίσταται. Χο. μηδὲν θρασύνου μηδὲ τοῖς σαυτοῦ κακοῖς τὸ θῆλυ συνθεὶς ὧδε πᾶν μέμψηι γένος. | |
1185 | [πολλαὶ γὰρ ἡμῶν· αἱ μέν εἰς’ ἐπίφθονοι, αἱ δ’ εἰς ἀριθμὸν τῶν κακῶν πεφύκαμεν.] Εκ. Ἀγάμεμνον, ἀνθρώποισιν οὐκ ἐχρῆν ποτε τῶν πραγμάτων τὴν γλῶσσαν ἰσχύειν πλέον· ἀλλ’ εἴτε χρήστ’ ἔδρασε χρήστ’ ἔδει λέγειν, | |
1190 | εἴτ’ αὖ πονηρὰ τοὺς λόγους εἶναι σαθρούς, καὶ μὴ δύνασθαι τἄδικ’ εὖ λέγειν ποτέ. σοφοὶ μὲν οὖν εἰς’ οἱ τάδ’ ἠκριβωκότες, ἀλλ’ οὐ δύνανται διὰ τέλους εἶναι σοφοί, κακῶς δ’ ἀπώλοντ’· οὔτις ἐξήλυξέ πω. | 393 |
1195 | καί μοι τὸ μὲν σὸν ὧδε φροιμίοις ἔχει· πρὸς τόνδε δ’ εἶμι καὶ λόγοις ἀμείψομαι· ὃς φὴις Ἀχαιῶν πόνον ἀπαλλάσσων διπλοῦν Ἀγαμέμνονός θ’ ἕκατι παῖδ’ ἐμὸν κτανεῖν. ἀλλ’, ὦ κάκιστε, πρῶτον οὔποτ’ ἂν φίλον | |
(1200) | τὸ βάρβαρον γένοιτ’ ἂν Ἕλλησιν γένος οὐδ’ ἂν δύναιτο. τίνα δὲ καὶ σπεύδων χάριν πρόθυμος ἦσθα; πότερα κηδεύσων τινὰ ἢ συγγενὴς ὢν ἢ τίν’ αἰτίαν ἔχων; ἢ σῆς ἔμελλον γῆς τεμεῖν βλαστήματα | |
1205 | πλεύσαντες αὖθις; τίνα δοκεῖς πείσειν τάδε; ὁ χρυσός, εἰ βούλοιο τἀληθῆ λέγειν, ἔκτεινε τὸν ἐμὸν παῖδα καὶ κέρδη τὰ σά. ἐπεὶ δίδαξον τοῦτο· πῶς, ὅτ’ εὐτύχει Τροία, πέριξ δὲ πύργος εἶχ’ ἔτι πτόλιν, | |
1210 | ἔζη τε Πρίαμος Ἕκτορός τ’ ἤνθει δόρυ, τί οὐ τότ’, εἴπερ τῶιδ’ ἐβουλήθης χάριν θέσθαι, τρέφων τὸν παῖδα κἀν δόμοις ἔχων ἔκτεινας ἢ ζῶντ’ ἦλθες Ἀργείοις ἄγων; | |
ἀλλ’ ἡνίχ’ ἡμεῖς οὐκέτ’ ἦμεν ἐν φάει, | 394 | |
1215 | καπνὸς δ’ ἐσήμην’ ἄστυ πολεμίοις ὕπο, ξένον κατέκτας σὴν μολόντ’ ἐφ’ ἑστίαν. πρὸς τοῖσδε νῦν ἄκουσον ὡς φαίνηι κακός· χρῆν ς’, εἴπερ ἦσθα τοῖς Ἀχαιοῖσιν φίλος, τὸν χρυσὸν ὃν φὴις οὐ σὸν ἀλλὰ τοῦδ’ ἔχειν | |
1220 | δοῦναι φέροντα πενομένοις τε καὶ χρόνον πολὺν πατρώιας γῆς ἀπεξενωμένοις· σὺ δ’ οὐδὲ νῦν πω σῆς ἀπαλλάξαι χερὸς τολμᾶις, ἔχων δὲ καρτερεῖς ἔτ’ ἐν δόμοις. καὶ μὴν τρέφων μὲν ὥς σε παῖδ’ ἐχρῆν τρέφειν | |
1225 | σώσας τε τὸν ἐμόν, εἶχες ἂν καλὸν κλέος· ἐν τοῖς κακοῖς γὰρ ἁγαθοὶ σαφέστατοι φίλοι· τὰ χρηστὰ δ’ αὔθ’ ἕκαστ’ ἔχει φίλους. εἰ δ’ ἐσπάνιζες χρημάτων, ὁ δ’ εὐτύχει, θησαυρὸς ἄν σοι παῖς ὑπῆρχ’ οὑμὸς μέγας· | |
1230 | νῦν δ’ οὔτ’ ἐκεῖνον ἄνδρ’ ἔχεις σαυτῶι φίλον χρυσοῦ τ’ ὄνησις οἴχεται παῖδές τε σοὶ αὐτός τε πράσσεις ὧδε. σοὶ δ’ ἐγὼ λέγω, Ἀγάμεμνον· εἰ τῶιδ’ ἀρκέσεις, κακὸς φανῆι· οὔτ’ εὐσεβῆ γὰρ οὔτε πιστὸν οἷς ἐχρῆν, | |
1235 | οὐχ ὅσιον, οὐ δίκαιον εὖ δράσεις ξένον· αὐτὸν δὲ χαίρειν τοῖς κακοῖς σε φήσομεν | |
τοιοῦτον ὄντα· δεσπότας δ’ οὐ λοιδορῶ. Χο. φεῦ φεῦ· βροτοῖσιν ὡς τὰ χρηστὰ πράγματα χρηστῶν ἀφορμὰς ἐνδίδως’ ἀεὶ λόγων. | 395 | |
1240 | Αγ. ἀχθεινὰ μέν μοι τἀλλότρια κρίνειν κακά, ὅμως δ’ ἀνάγκη· καὶ γὰρ αἰσχύνην φέρει πρᾶγμ’ ἐς χέρας λαβόντ’ ἀπώσασθαι τόδε. ἐμοὶ δ’, ἵν’ εἰδῆις, οὔτ’ ἐμὴν δοκεῖς χάριν οὔτ’ οὖν Ἀχαιῶν ἄνδρ’ ἀποκτεῖναι ξένον, | |
1245 | ἀλλ’ ὡς ἔχηις τὸν χρυσὸν ἐν δόμοισι σοῖς. λέγεις δὲ σαυτῶι πρόσφορ’ ἐν κακοῖσιν ὤν. τάχ’ οὖν παρ’ ὑμῖν ῥάιδιον ξενοκτονεῖν· ἡμῖν δέ γ’ αἰσχρὸν τοῖσιν Ἕλλησιν τόδε. πῶς οὖν σε κρίνας μὴ ἀδικεῖν φύγω ψόγον; | |
(1250) | οὐκ ἂν δυναίμην. ἀλλ’ ἐπεὶ τὰ μὴ καλὰ πράσσειν ἐτόλμας, τλῆθι καὶ τὰ μὴ φίλα. Πο. οἴμοι, γυναικός, ὡς ἔοιχ’, ἡσσώμενος δούλης ὑφέξω τοῖς κακίοσιν δίκην. Εκ. οὔκουν δικαίως, εἴπερ εἰργάσω κακά; | |
1255 | Πο. οἴμοι τέκνων τῶνδ’ ὀμμάτων τ’ ἐμῶν τάλας. Εκ. ἀλγεῖς; τί δ’; ἦ ’μὲ παιδὸς οὐκ ἀλγεῖν δοκεῖς; Πο. χαίρεις ὑβρίζους’ εἰς ἔμ’, ὦ πανοῦργε σύ. Εκ. οὐ γάρ με χαίρειν χρή σε τιμωρουμένην; Πο. ἀλλ’ οὐ τάχ’, ἡνίκ’ ἄν σε ποντία νοτίς ... | |
1260 | Εκ. μῶν ναυστολήσηι γῆς ὅρους Ἑλληνίδος; Πο. κρύψηι μὲν οὖν πεσοῦσαν ἐκ καρχησίων. Εκ. πρὸς τοῦ βιαίων τυγχάνουσαν ἁλμάτων; Πο. αὐτὴ πρὸς ἱστὸν ναὸς ἀμβήσηι ποδί. Εκ. ὑποπτέροις νώτοισιν ἢ ποίωι τρόπωι; | 396 |
1265 | Πο. κύων γενήσηι πύρς’ ἔχουσα δέργματα. Εκ. πῶς δ’ οἶσθα μορφῆς τῆς ἐμῆς μετάστασιν; Πο. ὁ Θρηιξὶ μάντις εἶπε Διόνυσος τάδε. Εκ. σοὶ δ’ οὐκ ἔχρησεν οὐδὲν ὧν ἔχεις κακῶν; Πο. οὐ γάρ ποτ’ ἂν σύ μ’ εἷλες ὧδε σὺν δόλωι. | |
1270 | Εκ. θανοῦσα δ’ ἢ ζῶς’ ἐνθάδ’ ἐκπλήσω †βιον†; Πο. θανοῦσα· τύμβωι δ’ ὄνομα σῶι κεκλήσεται ... Εκ. μορφῆς ἐπωιδὸν μή τι τῆς ἐμῆς ἐρεῖς; Πο. κυνὸς ταλαίνης σῆμα, ναυτίλοις τέκμαρ. Εκ. οὐδὲν μέλει μοι, σοῦ γέ μοι δόντος δίκην. | |
1275 | Πο. καὶ σήν γ’ ἀνάγκη παῖδα Κασσάνδραν θανεῖν. Εκ. ἀπέπτυς’· αὐτῶι ταῦτα σοὶ δίδωμ’ ἔχειν. Πο. κτενεῖ νιν ἡ τοῦδ’ ἄλοχος, οἰκουρὸς πικρά. Εκ. μήπω μανείη Τυνδαρὶς τοσόνδε παῖς. Πο. καὐτόν γε τοῦτον, πέλεκυν ἐξάρας’ ἄνω. | |
1280 | Αγ. οὗτος σύ, μαίνηι καὶ κακῶν ἐρᾶις τυχεῖν; | |
Πο. κτεῖν’, ὡς ἐν Ἄργει φόνια λουτρά ς’ ἀμμένει. Αγ. οὐχ ἕλξετ’ αὐτόν, δμῶες, ἐκποδὼν βίαι; Πο. ἀλγεῖς ἀκούων; Αγ. οὐκ ἐφέξετε στόμα; Πο. ἐγκλήιετ’· εἴρηται γάρ. Αγ. οὐχ ὅσον τάχος | 397 | |
1285 | νήσων ἐρήμων αὐτὸν ἐκβαλεῖτέ ποι, ἐπείπερ οὕτω καὶ λίαν θρασυστομεῖ; Ἑκάβη, σὺ δ’, ὦ τάλαινα, διπτύχους νεκροὺς στείχουσα θάπτε· δεσποτῶν δ’ ὑμᾶς χρεὼν σκηναῖς πελάζειν, Τρωιάδες· καὶ γὰρ πνοὰς | |
1290 | πρὸς οἶκον ἤδη τάσδε πομπίμους ὁρῶ. εὖ δ’ ἐς πάτραν πλεύσαιμεν, εὖ δὲ τἀν δόμοις ἔχοντ’ ἴδοιμεν τῶνδ’ ἀφειμένοι πόνων. Χο. ἴτε πρὸς λιμένας σκηνάς τε, φίλαι, τῶν δεσποσύνων πειρασόμεναι | |
1295 | μόχθων· στερρὰ γὰρ ἀνάγκη. | 398 |