TLG 0006 036 :: EURIPIDES :: Medea

EURIPIDES Trag.
(Atheniensis: 5 B.C.)

Cf. et EURIPIDIS EPISTULAE (1367)
Vita et scholia: Cf. SCHOLIA IN EURIPIDEM (5023)

Medea

Source: Diggle, J. (ed.), Euripidis fabulae, vol. 1. Oxford: Clarendon Press, 1984: 93–155.

Citation: (Line)

tΜΗΔΕΙΑ
1ΤΡΟΦΟΣ
1Εἴθ’ ὤφελ’ Ἀργοῦς μὴ διαπτάσθαι σκάφος Κόλχων ἐς αἶαν κυανέας Συμπληγάδας, μηδ’ ἐν νάπαισι Πηλίου πεσεῖν ποτε τμηθεῖσα πεύκη, μηδ’ ἐρετμῶσαι χέρας
5ἀνδρῶν ἀριστέων οἳ τὸ πάγχρυσον δέρος Πελίαι μετῆλθον. οὐ γὰρ ἂν δέσποιν’ ἐμὴ Μήδεια πύργους γῆς ἔπλευς’ Ἰωλκίας ἔρωτι θυμὸν ἐκπλαγεῖς’ Ἰάσονος· οὐδ’ ἂν κτανεῖν πείσασα Πελιάδας κόρας
10πατέρα κατώικει τήνδε γῆν Κορινθίαν ξὺν ἀνδρὶ καὶ τέκνοισιν, ἁνδάνουσα μὲν †φυγῆι πολιτῶν† ὧν ἀφίκετο χθόνα αὐτῶι τε πάντα ξυμφέρους’ Ἰάσονι· ἥπερ μεγίστη γίγνεται σωτηρία,
15ὅταν γυνὴ πρὸς ἄνδρα μὴ διχοστατῆι. νῦν δ’ ἐχθρὰ πάντα καὶ νοσεῖ τὰ φίλτατα. προδοὺς γὰρ αὑτοῦ τέκνα δεσπότιν τ’ ἐμὴν γάμοις Ἰάσων βασιλικοῖς εὐνάζεται, γήμας Κρέοντος παῖδ’, ὃς αἰσυμνᾶι χθονός.
20Μήδεια δ’ ἡ δύστηνος ἠτιμασμένη βοᾶι μὲν ὅρκους, ἀνακαλεῖ δὲ δεξιᾶς πίστιν μεγίστην, καὶ θεοὺς μαρτύρεται οἵας ἀμοιβῆς ἐξ Ἰάσονος κυρεῖ. κεῖται δ’ ἄσιτος, σῶμ’ ὑφεῖς’ ἀλγηδόσιν,93
25τὸν πάντα συντήκουσα δακρύοις χρόνον ἐπεὶ πρὸς ἀνδρὸς ἤισθετ’ ἠδικημένη, οὔτ’ ὄμμ’ ἐπαίρους’ οὔτ’ ἀπαλλάσσουσα γῆς πρόσωπον· ὡς δὲ πέτρος ἢ θαλάσσιος κλύδων ἀκούει νουθετουμένη φίλων,
30ἢν μή ποτε στρέψασα πάλλευκον δέρην αὐτὴ πρὸς αὑτὴν πατέρ’ ἀποιμώξηι φίλον καὶ γαῖαν οἴκους θ’, οὓς προδοῦς’ ἀφίκετο μετ’ ἀνδρὸς ὅς σφε νῦν ἀτιμάσας ἔχει. ἔγνωκε δ’ ἡ τάλαινα συμφορᾶς ὕπο
35οἷον πατρώιας μὴ ἀπολείπεσθαι χθονός. στυγεῖ δὲ παῖδας οὐδ’ ὁρῶς’ εὐφραίνεται. δέδοικα δ’ αὐτὴν μή τι βουλεύσηι νέον· [βαρεῖα γὰρ φρήν, οὐδ’ ἀνέξεται κακῶς πάσχους’· ἐγὦιδα τήνδε, δειμαίνω τέ νιν
40μὴ θηκτὸν ὤσηι φάσγανον δι’ ἥπατος, σιγῆι δόμους ἐσβᾶς’ ἵν’ ἔστρωται λέχος,
ἢ καὶ τύραννον τόν τε γήμαντα κτάνηι κἄπειτα μείζω συμφορὰν λάβηι τινά.] δεινὴ γάρ· οὔτοι ῥαιδίως γε συμβαλὼν94
45 ἔχθραν τις αὐτῆι καλλίνικον ἄισεται. ἀλλ’ οἵδε παῖδες ἐκ τρόχων πεπαυμένοι στείχουσι, μητρὸς οὐδὲν ἐννοούμενοι κακῶν· νέα γὰρ φροντὶς οὐκ ἀλγεῖν φιλεῖ. ΠΑΙΔΑΓΩΓΟΣ
49παλαιὸν οἴκων κτῆμα δεσποίνης ἐμῆς,

(50)

τί πρὸς πύλαισι τήνδ’ ἄγους’ ἐρημίαν ἕστηκας, αὐτὴ θρεομένη σαυτῆι κακά; πῶς σοῦ μόνη Μήδεια λείπεσθαι θέλει; Τρ. τέκνων ὀπαδὲ πρέσβυ τῶν Ἰάσονος, χρηστοῖσι δούλοις ξυμφορὰ τὰ δεσποτῶν
55 κακῶς πίτνοντα καὶ φρενῶν ἀνθάπτεται. ἐγὼ γὰρ ἐς τοῦτ’ ἐκβέβηκ’ ἀλγηδόνος ὥσθ’ ἵμερός μ’ ὑπῆλθε γῆι τε κοὐρανῶι λέξαι μολούσηι δεῦρο δεσποίνης τύχας. Πα. οὔπω γὰρ ἡ τάλαινα παύεται γόων;
60Τρ. ζηλῶ ς’· ἐν ἀρχῆι πῆμα κοὐδέπω μεσοῖ. Πα. ὦ μῶρος, εἰ χρὴ δεσπότας εἰπεῖν τόδε· ὡς οὐδὲν οἶδε τῶν νεωτέρων κακῶν. Τρ. τί δ’ ἔστιν, ὦ γεραιέ; μὴ φθόνει φράσαι. Πα. οὐδέν· μετέγνων καὶ τὰ πρόσθ’ εἰρημένα.95
65Τρ. μή, πρὸς γενείου, κρύπτε σύνδουλον σέθεν· σιγὴν γάρ, εἰ χρή, τῶνδε θήσομαι πέρι. Πα. ἤκουσά του λέγοντος, οὐ δοκῶν κλύειν, πεσσοὺς προσελθών, ἔνθα δὴ παλαίτεροι θάσσουσι, σεμνὸν ἀμφὶ Πειρήνης ὕδωρ,
70 ὡς τούσδε παῖδας γῆς ἐλᾶν Κορινθίας σὺν μητρὶ μέλλοι τῆσδε κοίρανος χθονὸς Κρέων. ὁ μέντοι μῦθος εἰ σαφὴς ὅδε οὐκ οἶδα· βουλοίμην δ’ ἂν οὐκ εἶναι τόδε. Τρ. καὶ ταῦτ’ Ἰάσων παῖδας ἐξανέξεται
75 πάσχοντας, εἰ καὶ μητρὶ διαφορὰν ἔχει; Πα. παλαιὰ καινῶν λείπεται κηδευμάτων, κοὐκ ἔστ’ ἐκεῖνος τοῖσδε δώμασιν φίλος. Τρ. ἀπωλόμεσθ’ ἄρ’, εἰ κακὸν προσοίσομεν νέον παλαιῶι, πρὶν τόδ’ ἐξηντληκέναι.
80Πα. ἀτὰρ σύ γ’, οὐ γὰρ καιρὸς εἰδέναι τόδε δέσποιναν, ἡσύχαζε καὶ σίγα λόγον. Τρ. ὦ τέκν’, ἀκούεθ’ οἷος εἰς ὑμᾶς πατήρ; ὄλοιτο μὲν μή· δεσπότης γάρ ἐστ’ ἐμός·
ἀτὰρ κακός γ’ ὢν ἐς φίλους ἁλίσκεται.96
85Πα. τίς δ’ οὐχὶ θνητῶν; ἄρτι γιγνώσκεις τόδε, ὡς πᾶς τις αὑτὸν τοῦ πέλας μᾶλλον φιλεῖ, [οἱ μὲν δικαίως, οἱ δὲ καὶ κέρδους χάριν,] εἰ τούσδε γ’ εὐνῆς οὕνεκ’ οὐ στέργει πατήρ; Τρ. ἴτ’, εὖ γὰρ ἔσται, δωμάτων ἔσω, τέκνα.
90σὺ δ’ ὡς μάλιστα τούσδ’ ἐρημώσας ἔχε καὶ μὴ πέλαζε μητρὶ δυσθυμουμένηι. ἤδη γὰρ εἶδον ὄμμα νιν ταυρουμένην τοῖσδ’, ὥς τι δρασείουσαν· οὐδὲ παύσεται χόλου, σάφ’ οἶδα, πρὶν κατασκῆψαί τινι.
95 ἐχθρούς γε μέντοι, μὴ φίλους, δράσειέ τι. ΜΗΔΕΙΑ (ἔσωθεν)
96ἰώ,
96 δύστανος ἐγὼ μελέα τε πόνων, ἰώ μοί μοι, πῶς ἂν ὀλοίμαν; Τρ. τόδ’ ἐκεῖνο, φίλοι παῖδες· μήτηρ κινεῖ κραδίαν, κινεῖ δὲ χόλον.

(100)

σπεύδετε θᾶσσον δώματος εἴσω καὶ μὴ πελάσητ’ ὄμματος ἐγγὺς μηδὲ προσέλθητ’, ἀλλὰ φυλάσσεσθ’ ἄγριον ἦθος στυγεράν τε φύσιν
φρενὸς αὐθαδοῦς.97
105ἴτε νυν, χωρεῖθ’ ὡς τάχος εἴσω. δῆλον ἀπ’ ἀρχῆς ἐξαιρόμενον νέφος οἰμωγῆς ὡς τάχ’ ἀνάψει μείζονι θυμῶι· τί ποτ’ ἐργάσεται μεγαλόσπλαγχνος δυσκατάπαυστος
110 ψυχὴ δηχθεῖσα κακοῖσιν; Μη. αἰαῖ,
111ἔπαθον τλάμων ἔπαθον μεγάλων ἄξι’ ὀδυρμῶν. ὦ κατάρατοι παῖδες ὄλοισθε στυγερᾶς ματρὸς σὺν πατρί, καὶ πᾶς δόμος ἔρροι.
115Τρ. ἰώ μοί μοι, ἰὼ τλήμων. τί δέ σοι παῖδες πατρὸς ἀμπλακίας μετέχουσι; τί τούσδ’ ἔχθεις; οἴμοι, τέκνα, μή τι πάθηθ’ ὡς ὑπεραλγῶ. δεινὰ τυράννων λήματα καί πως
120ὀλίγ’ ἀρχόμενοι, πολλὰ κρατοῦντες χαλεπῶς ὀργὰς μεταβάλλουσιν. τὸ γὰρ εἰθίσθαι ζῆν ἐπ’ ἴσοισιν κρεῖσσον· ἐμοὶ γοῦν ἐπὶ μὴ μεγάλοις
ὀχυρῶς γ’ εἴη καταγηράσκειν.98
125τῶν γὰρ μετρίων πρῶτα μὲν εἰπεῖν τοὔνομα νικᾶι, χρῆσθαί τε μακρῶι λῶιστα βροτοῖσιν· τὰ δ’ ὑπερβάλλοντ’ οὐδένα καιρὸν δύναται θνητοῖς, μείζους δ’ ἄτας, ὅταν ὀργισθῆι
130 δαίμων οἴκοις, ἀπέδωκεν. ΧΟΡΟΣ
131ἔκλυον φωνάν, ἔκλυον δὲ βοὰν τᾶς δυστάνου Κολχίδος· οὐδέπω ἤπιος; ἀλλ’, ὦ γεραιά, λέξον.
135 ἀμφιπύλου γὰρ ἔσω μελάθρου γόον ἔκλυον, οὐδὲ συνήδομαι, ὦ γύναι, ἄλγεσι δώματος, ἐπεί μοι φιλία κέκραται. Τρ. οὐκ εἰσὶ δόμοι· φροῦδα τάδ’ ἤδη.
140τὸν μὲν γὰρ ἔχει λέκτρα τυράννων, ἡ δ’ ἐν θαλάμοις τήκει βιοτὴν δέσποινα, φίλων οὐδενὸς οὐδὲν
παραθαλπομένη φρένα μύθοις. Μη. αἰαῖ,99
144διά μου κεφαλᾶς φλὸξ οὐρανία
145 βαίη· τί δέ μοι ζῆν ἔτι κέρδος; φεῦ φεῦ· θανάτωι καταλυσαίμαν βιοτὰν στυγερὰν προλιποῦσα. Χο. ἄιες, ὦ Ζεῦ καὶ Γᾶ καὶ φῶς, ἀχὰν οἵαν ἁ δύστανος

(150)

μέλπει νύμφα; τίς σοί ποτε τᾶς ἀπλάτου κοίτας ἔρος, ὦ ματαία; σπεύσεις θανάτου τελευτάν; μηδὲν τόδε λίσσου.
155εἰ δὲ σὸς πόσις καινὰ λέχη σεβίζει,
157κείνωι τόδε μὴ χαράσσου· Ζεύς σοι τάδε συνδικήσει. μὴ λίαν τάκου δυρομένα σὸν εὐνέταν.
160Μη. ὦ μεγάλα Θέμι καὶ πότνι’ Ἄρτεμι, λεύσσεθ’ ἃ πάσχω, μεγάλοις ὅρκοις ἐνδησαμένα τὸν κατάρατον πόσιν; ὅν ποτ’ ἐγὼ νύμφαν τ’ ἐσίδοιμ’ αὐτοῖς μελάθροις διακναιομένους,
165 οἷ’ ἐμὲ πρόσθεν τολμῶς’ ἀδικεῖν. ὦ πάτερ, ὦ πόλις, ὧν ἀπενάσθην αἰσχρῶς τὸν ἐμὸν κτείνασα κάσιν. Τρ. κλύεθ’ οἷα λέγει κἀπιβοᾶται Θέμιν εὐκταίαν Ζῆνά θ’, ὃς ὅρκων100
170 θνητοῖς ταμίας νενόμισται; οὐκ ἔστιν ὅπως ἔν τινι μικρῶι δέσποινα χόλον καταπαύσει. Χο. πῶς ἂν ἐς ὄψιν τὰν ἁμετέραν ἔλθοι μύθων τ’ αὐδαθέντων
175δέξαιτ’ ὀμφάν, εἴ πως βαρύθυμον ὀργὰν καὶ λῆμα φρενῶν μεθείη; μήτοι τό γ’ ἐμὸν πρόθυμον φίλοισιν ἀπέστω.
180 ἀλλὰ βᾶσά νιν δεῦρο πόρευσον οἴκων ἔξω· φίλα καὶ τάδ’ αὔδα, σπεύσασά τι πρὶν κακῶσαι τοὺς ἔσω· πένθος γὰρ μεγάλως τόδ’ ὁρμᾶται. Τρ. δράσω τάδ’· ἀτὰρ φόβος εἰ πείσω
185δέσποιναν ἐμήν·
μόχθου δὲ χάριν τήνδ’ ἐπιδώσω. καίτοι τοκάδος δέργμα λεαίνης ἀποταυροῦται δμωσίν, ὅταν τις μῦθον προφέρων πέλας ὁρμηθῆι.101
190σκαιοὺς δὲ λέγων κοὐδέν τι σοφοὺς τοὺς πρόσθε βροτοὺς οὐκ ἂν ἁμάρτοις, οἵτινες ὕμνους ἐπὶ μὲν θαλίαις ἐπί τ’ εἰλαπίναις καὶ παρὰ δείπνοις ηὕροντο βίωι τερπνὰς ἀκοάς·
195στυγίους δὲ βροτῶν οὐδεὶς λύπας ηὕρετο μούσηι καὶ πολυχόρδοις ὠιδαῖς παύειν, ἐξ ὧν θάνατοι δειναί τε τύχαι σφάλλουσι δόμους. καίτοι τάδε μὲν κέρδος ἀκεῖσθαι

(200)

μολπαῖσι βροτούς· ἵνα δ’ εὔδειπνοι δαῖτες, τί μάτην τείνουσι βοήν; τὸ παρὸν γὰρ ἔχει τέρψιν ἀφ’ αὑτοῦ δαιτὸς πλήρωμα βροτοῖσιν.
205Χο. ἀχὰν ἄιον πολύστονον γόων, λιγυρὰ δ’ ἄχεα μογερὰ βοᾶι τὸν ἐν λέχει προδόταν κακόνυμφον· θεοκλυτεῖ δ’ ἄδικα παθοῦσα τὰν Ζηνὸς ὁρκίαν Θέμιν, ἅ νιν ἔβασεν
210 Ἑλλάδ’ ἐς ἀντίπορον δι’ ἅλα νύχιον ἐφ’ ἁλμυρὰν Πόντου κλῆιδ’ ἀπεράντου. Μη. Κορίνθιαι γυναῖκες, ἐξῆλθον δόμων102
215μή μοί τι μέμψησθ’· οἶδα γὰρ πολλοὺς βροτῶν σεμνοὺς γεγῶτας, τοὺς μὲν ὀμμάτων ἄπο, τοὺς δ’ ἐν θυραίοις· οἱ δ’ ἀφ’ ἡσύχου ποδὸς δύσκλειαν ἐκτήσαντο καὶ ῥαιθυμίαν. δίκη γὰρ οὐκ ἔνεστ’ ἐν ὀφθαλμοῖς βροτῶν,
220ὅστις πρὶν ἀνδρὸς σπλάγχνον ἐκμαθεῖν σαφῶς στυγεῖ δεδορκώς, οὐδὲν ἠδικημένος. χρὴ δὲ ξένον μὲν κάρτα προσχωρεῖν πόλει· οὐδ’ ἀστὸν ἤινες’ ὅστις αὐθαδὴς γεγὼς πικρὸς πολίταις ἐστὶν ἀμαθίας ὕπο.
225ἐμοὶ δ’ ἄελπτον πρᾶγμα προσπεσὸν τόδε ψυχὴν διέφθαρκ’· οἴχομαι δὲ καὶ βίου χάριν μεθεῖσα κατθανεῖν χρήιζω, φίλαι. ἐν ὧι γὰρ ἦν μοι πάντα, γιγνώσκω καλῶς, κάκιστος ἀνδρῶν ἐκβέβηχ’ οὑμὸς πόσις.
230πάντων δ’ ὅς’ ἔστ’ ἔμψυχα καὶ γνώμην ἔχει
γυναῖκές ἐσμεν ἀθλιώτατον φυτόν· ἃς πρῶτα μὲν δεῖ χρημάτων ὑπερβολῆι πόσιν πρίασθαι δεσπότην τε σώματος λαβεῖν· κακοῦ γὰρ τοῦτ’ ἔτ’ ἄλγιον κακόν.103
235κἀν τῶιδ’ ἀγὼν μέγιστος, ἢ κακὸν λαβεῖν ἢ χρηστόν· οὐ γὰρ εὐκλεεῖς ἀπαλλαγαὶ γυναιξὶν οὐδ’ οἷόν τ’ ἀνήνασθαι πόσιν. ἐς καινὰ δ’ ἤθη καὶ νόμους ἀφιγμένην δεῖ μάντιν εἶναι, μὴ μαθοῦσαν οἴκοθεν,
240οἵωι μάλιστα χρήσεται ξυνευνέτηι. κἂν μὲν τάδ’ ἡμῖν ἐκπονουμέναισιν εὖ πόσις ξυνοικῆι μὴ βίαι φέρων ζυγόν, ζηλωτὸς αἰών· εἰ δὲ μή, θανεῖν χρεών. ἀνὴρ δ’, ὅταν τοῖς ἔνδον ἄχθηται ξυνών,
245ἔξω μολὼν ἔπαυσε καρδίαν ἄσης [ἢ πρὸς φίλον τιν’ ἢ πρὸς ἥλικα τραπείς]· ἡμῖν δ’ ἀνάγκη πρὸς μίαν ψυχὴν βλέπειν. λέγουσι δ’ ἡμᾶς ὡς ἀκίνδυνον βίον ζῶμεν κατ’ οἴκους, οἱ δὲ μάρνανται δορί,

(250)

κακῶς φρονοῦντες· ὡς τρὶς ἂν παρ’ ἀσπίδα στῆναι θέλοιμ’ ἂν μᾶλλον ἢ τεκεῖν ἅπαξ. ἀλλ’ οὐ γὰρ αὑτὸς πρὸς σὲ κἄμ’ ἥκει λόγος· σοὶ μὲν πόλις θ’ ἥδ’ ἐστὶ καὶ πατρὸς δόμοι
βίου τ’ ὄνησις καὶ φίλων συνουσία,104
255ἐγὼ δ’ ἔρημος ἄπολις οὖς’ ὑβρίζομαι πρὸς ἀνδρός, ἐκ γῆς βαρβάρου λεληισμένη, οὐ μητέρ’, οὐκ ἀδελφόν, οὐχὶ συγγενῆ μεθορμίσασθαι τῆσδ’ ἔχουσα συμφορᾶς. τοσοῦτον οὖν σου τυγχάνειν βουλήσομαι,
260ἤν μοι πόρος τις μηχανή τ’ ἐξευρεθῆι πόσιν δίκην τῶνδ’ ἀντιτείσασθαι κακῶν [τὸν δόντα τ’ αὐτῶι θυγατέρ’ ἥν τ’ ἐγήματο], σιγᾶν. γυνὴ γὰρ τἄλλα μὲν φόβου πλέα κακή τ’ ἐς ἀλκὴν καὶ σίδηρον εἰσορᾶν·
265 ὅταν δ’ ἐς εὐνὴν ἠδικημένη κυρῆι, οὐκ ἔστιν ἄλλη φρὴν μιαιφονωτέρα. Χο. δράσω τάδ’· ἐνδίκως γὰρ ἐκτείσηι πόσιν, Μήδεια. πενθεῖν δ’ οὔ σε θαυμάζω τύχας. ὁρῶ δὲ καὶ Κρέοντα, τῆσδ’ ἄνακτα γῆς,
270 στείχοντα, καινῶν ἄγγελον βουλευμάτων. ΚΡΕΩΝ
271σὲ τὴν σκυθρωπὸν καὶ πόσει θυμουμένην, Μήδει’, ἀνεῖπον τῆσδε γῆς ἔξω περᾶν φυγάδα, λαβοῦσαν δισσὰ σὺν σαυτῆι τέκνα, καὶ μή τι μέλλειν· ὡς ἐγὼ βραβεὺς λόγου
275 τοῦδ’ εἰμί, κοὐκ ἄπειμι πρὸς δόμους πάλιν πρὶν ἄν σε γαίας τερμόνων ἔξω βάλω. Μη. αἰαῖ· πανώλης ἡ τάλαιν’ ἀπόλλυμαι·
ἐχθροὶ γὰρ ἐξιᾶσι πάντα δὴ κάλων, κοὐκ ἔστιν ἄτης εὐπρόσοιστος ἔκβασις.105
280 ἐρήσομαι δὲ καὶ κακῶς πάσχους’ ὅμως· τίνος μ’ ἕκατι γῆς ἀποστέλλεις, Κρέον; Κρ. δέδοικά ς’, οὐδὲν δεῖ παραμπίσχειν λόγους, μή μοί τι δράσηις παῖδ’ ἀνήκεστον κακόν. συμβάλλεται δὲ πολλὰ τοῦδε δείγματα·
285σοφὴ πέφυκας καὶ κακῶν πολλῶν ἴδρις, λυπῆι δὲ λέκτρων ἀνδρὸς ἐστερημένη. κλύω δ’ ἀπειλεῖν ς’, ὡς ἀπαγγέλλουσί μοι, τὸν δόντα καὶ γήμαντα καὶ γαμουμένην δράσειν τι. ταῦτ’ οὖν πρὶν παθεῖν φυλάξομαι.
290 κρεῖσσον δέ μοι νῦν πρὸς ς’ ἀπεχθέσθαι, γύναι, ἢ μαλθακισθένθ’ ὕστερον μεταστένειν. Μη. φεῦ φεῦ.
292οὐ νῦν με πρῶτον ἀλλὰ πολλάκις, Κρέον, ἔβλαψε δόξα μεγάλα τ’ εἴργασται κακά. χρὴ δ’ οὔποθ’ ὅστις ἀρτίφρων πέφυκ’ ἀνὴρ
295παῖδας περισσῶς ἐκδιδάσκεσθαι σοφούς· χωρὶς γὰρ ἄλλης ἧς ἔχουσιν ἀργίας φθόνον πρὸς ἀστῶν ἀλφάνουσι δυσμενῆ.
σκαιοῖσι μὲν γὰρ καινὰ προσφέρων σοφὰ δόξεις ἀχρεῖος κοὐ σοφὸς πεφυκέναι·106

(300)

τῶν δ’ αὖ δοκούντων εἰδέναι τι ποικίλον κρείσσων νομισθεὶς ἐν πόλει λυπρὸς φανῆι. ἐγὼ δὲ καὐτὴ τῆσδε κοινωνῶ τύχης· σοφὴ γὰρ οὖσα, τοῖς μέν εἰμ’ ἐπίφθονος, [τοῖς δ’ ἡσυχαία, τοῖς δὲ θατέρου τρόπου,]
305τοῖς δ’ αὖ προσάντης· εἰμὶ δ’ οὐκ ἄγαν σοφή. σὺ δ’ οὖν φοβῆι με· μὴ τί πλημμελὲς πάθηις; οὐχ ὧδ’ ἔχει μοι, μὴ τρέσηις ἡμᾶς, Κρέον, ὥστ’ ἐς τυράννους ἄνδρας ἐξαμαρτάνειν. σὺ γὰρ τί μ’ ἠδίκηκας; ἐξέδου κόρην
310ὅτωι σε θυμὸς ἦγεν. ἀλλ’ ἐμὸν πόσιν μισῶ· σὺ δ’, οἶμαι, σωφρονῶν ἔδρας τάδε. καὶ νῦν τὸ μὲν σὸν οὐ φθονῶ καλῶς ἔχειν· νυμφεύετ’, εὖ πράσσοιτε· τήνδε δὲ χθόνα ἐᾶτέ μ’ οἰκεῖν. καὶ γὰρ ἠδικημένοι
315 σιγησόμεσθα, κρεισσόνων νικώμενοι. Κρ. λέγεις ἀκοῦσαι μαλθάκ’, ἀλλ’ ἔσω φρενῶν ὀρρωδία μοι μή τι βουλεύηις κακόν. τοσῶιδε δ’ ἧσσον ἢ πάρος πέποιθά σοι· γυνὴ γὰρ ὀξύθυμος, ὡς δ’ αὔτως ἀνήρ,
320 ῥάιων φυλάσσειν ἢ σιωπηλὸς σοφή. ἀλλ’ ἔξιθ’ ὡς τάχιστα, μὴ λόγους λέγε· ὡς ταῦτ’ ἄραρε κοὐκ ἔχεις τέχνην ὅπως μενεῖς παρ’ ἡμῖν οὖσα δυσμενὴς ἐμοί. Μη. μή, πρός σε γονάτων τῆς τε νεογάμου κόρης.107
325Κρ. λόγους ἀναλοῖς· οὐ γὰρ ἂν πείσαις ποτέ. Μη. ἀλλ’ ἐξελᾶις με κοὐδὲν αἰδέσηι λιτάς; Κρ. φιλῶ γὰρ οὐ σὲ μᾶλλον ἢ δόμους ἐμούς. Μη. ὦ πατρίς, ὥς σου κάρτα νῦν μνείαν ἔχω. Κρ. πλὴν γὰρ τέκνων ἔμοιγε φίλτατον πολύ.
330Μη. φεῦ φεῦ, βροτοῖς ἔρωτες ὡς κακὸν μέγα. Κρ. ὅπως ἄν, οἶμαι, καὶ παραστῶσιν τύχαι. Μη. Ζεῦ, μὴ λάθοι σε τῶνδ’ ὃς αἴτιος κακῶν. Κρ. ἕρπ’, ὦ ματαία, καί μ’ ἀπάλλαξον πόνων. Μη. †πονοῦμεν ἡμεῖς κοὐ πόνων κεχρήμεθα.†
335Κρ. τάχ’ ἐξ ὀπαδῶν χειρὸς ὠσθήσηι βίαι. Μη. μὴ δῆτα τοῦτό γ’, ἀλλά ς’ ἄντομαι, Κρέον. Κρ. ὄχλον παρέξεις, ὡς ἔοικας, ὦ γύναι. Μη. φευξούμεθ’· οὐ τοῦθ’ ἱκέτευσά σου τυχεῖν. Κρ. τί δ’ αὖ βιάζηι κοὐκ ἀπαλλάσσηι χερός;
340Μη. μίαν με μεῖναι τήνδ’ ἔασον ἡμέραν καὶ ξυμπερᾶναι φροντίδ’ ἧι φευξούμεθα παισίν τ’ ἀφορμὴν τοῖς ἐμοῖς, ἐπεὶ πατὴρ οὐδὲν προτιμᾶι μηχανήσασθαι τέκνοις.
οἴκτιρε δ’ αὐτούς· καὶ σύ τοι παίδων πατὴρ108
345 πέφυκας· εἰκὸς δέ σφιν εὔνοιάν ς’ ἔχειν. τοὐμοῦ γὰρ οὔ μοι φροντίς, εἰ φευξούμεθα, κείνους δὲ κλαίω συμφορᾶι κεχρημένους. Κρ. ἥκιστα τοὐμὸν λῆμ’ ἔφυ τυραννικόν, αἰδούμενος δὲ πολλὰ δὴ διέφθορα·

(350)

καὶ νῦν ὁρῶ μὲν ἐξαμαρτάνων, γύναι, ὅμως δὲ τεύξηι τοῦδε. προυννέπω δέ σοι, εἴ ς’ ἡ ’πιοῦσα λαμπὰς ὄψεται θεοῦ καὶ παῖδας ἐντὸς τῆσδε τερμόνων χθονός, θανῆι· λέλεκται μῦθος ἀψευδὴς ὅδε.
355[νῦν δ’, εἰ μένειν δεῖ, μίμν’ ἐφ’ ἡμέραν μίαν· οὐ γάρ τι δράσεις δεινὸν ὧν φόβος μ’ ἔχει.]
358Χο. φεῦ φεῦ, μελέα τῶν σῶν ἀχέων,
357δύστηνε γύναι,
359ποῖ ποτε τρέψηι; τίνα πρὸς ξενίαν
360 ἢ δόμον ἢ χθόνα σωτῆρα κακῶν [ἐξευρήσεις]; ὡς εἰς ἄπορόν σε κλύδωνα θεός, Μήδεια, κακῶν ἐπόρευσεν. Μη. κακῶς πέπρακται πανταχῆι· τίς ἀντερεῖ;
365ἀλλ’ οὔτι ταύτηι ταῦτα, μὴ δοκεῖτέ πω. ἔτ’ εἴς’ ἀγῶνες τοῖς νεωστὶ νυμφίοις
καὶ τοῖσι κηδεύσασιν οὐ σμικροὶ πόνοι. δοκεῖς γὰρ ἄν με τόνδε θωπεῦσαί ποτε εἰ μή τι κερδαίνουσαν ἢ τεχνωμένην;109
370οὐδ’ ἂν προσεῖπον οὐδ’ ἂν ἡψάμην χεροῖν. ὁ δ’ ἐς τοσοῦτον μωρίας ἀφίκετο ὥστ’, ἐξὸν αὐτῶι τἄμ’ ἑλεῖν βουλεύματα γῆς ἐκβαλόντι, τήνδ’ ἐφῆκεν ἡμέραν μεῖναί μ’, ἐν ἧι τρεῖς τῶν ἐμῶν ἐχθρῶν νεκροὺς
375θήσω, πατέρα τε καὶ κόρην πόσιν τ’ ἐμόν. πολλὰς δ’ ἔχουσα θανασίμους αὐτοῖς ὁδούς, οὐκ οἶδ’ ὁποίαι πρῶτον ἐγχειρῶ, φίλαι· πότερον ὑφάψω δῶμα νυμφικὸν πυρί, ἢ θηκτὸν ὤσω φάσγανον δι’ ἥπατος,
380σιγῆι δόμους ἐσβᾶς’ ἵν’ ἔστρωται λέχος. ἀλλ’ ἕν τί μοι πρόσαντες· εἰ ληφθήσομαι δόμους ὑπερβαίνουσα καὶ τεχνωμένη, θανοῦσα θήσω τοῖς ἐμοῖς ἐχθροῖς γέλων. κράτιστα τὴν εὐθεῖαν, ἧι πεφύκαμεν
385σοφοὶ μάλιστα, φαρμάκοις αὐτοὺς ἑλεῖν. εἶἑν·
386καὶ δὴ τεθνᾶσι· τίς με δέξεται πόλις; τίς γῆν ἄσυλον καὶ δόμους ἐχεγγύους ξένος παρασχὼν ῥύσεται τοὐμὸν δέμας; οὐκ ἔστι. μείνας’ οὖν ἔτι σμικρὸν χρόνον,
390ἢν μέν τις ἡμῖν πύργος ἀσφαλὴς φανῆι, δόλωι μέτειμι τόνδε καὶ σιγῆι φόνον· ἢ δ’ ἐξελαύνηι ξυμφορά μ’ ἀμήχανος,
αὐτὴ ξίφος λαβοῦσα, κεἰ μέλλω θανεῖν, κτενῶ σφε, τόλμης δ’ εἶμι πρὸς τὸ καρτερόν.110
395οὐ γὰρ μὰ τὴν δέσποιναν ἣν ἐγὼ σέβω μάλιστα πάντων καὶ ξυνεργὸν εἱλόμην, Ἑκάτην, μυχοῖς ναίουσαν ἑστίας ἐμῆς, χαίρων τις αὐτῶν τοὐμὸν ἀλγυνεῖ κέαρ. πικροὺς δ’ ἐγώ σφιν καὶ λυγροὺς θήσω γάμους,

(400)

πικρὸν δὲ κῆδος καὶ φυγὰς ἐμὰς χθονός. ἀλλ’ εἶα φείδου μηδὲν ὧν ἐπίστασαι, Μήδεια, βουλεύουσα καὶ τεχνωμένη· ἕρπ’ ἐς τὸ δεινόν· νῦν ἀγὼν εὐψυχίας. ὁρᾶις ἃ πάσχεις; οὐ γέλωτα δεῖ ς’ ὀφλεῖν
405τοῖς Σισυφείοις τοῖσδ’ Ἰάσονος γάμοις, γεγῶσαν ἐσθλοῦ πατρὸς Ἡλίου τ’ ἄπο. ἐπίστασαι δέ· πρὸς δὲ καὶ πεφύκαμεν γυναῖκες, ἐς μὲν ἔσθλ’ ἀμηχανώταται, κακῶν δὲ πάντων τέκτονες σοφώταται.
410Χο. ἄνω ποταμῶν ἱερῶν χωροῦσι παγαί, καὶ δίκα καὶ πάντα πάλιν στρέφεται· ἀνδράσι μὲν δόλιαι βουλαί, θεῶν δ’ οὐκέτι πίστις ἄραρεν.
415-416τὰν δ’ ἐμὰν εὔκλειαν ἔχειν βιοτὰν στρέψουσι
416 φᾶμαι· ἔρχεται τιμὰ γυναικείωι γένει·
420οὐκέτι δυσκέλαδος φάμα γυναῖκας ἕξει. μοῦσαι δὲ παλαιγενέων λήξους’ ἀοιδῶν111
423τὰν ἐμὰν ὑμνεῦσαι ἀπιστοσύναν. οὐ γὰρ ἐν ἁμετέραι γνώμαι λύρας
425ὤπασε θέσπιν ἀοιδὰν
427Φοῖβος ἁγήτωρ μελέων· ἐπεὶ ἀντάχης’ ἂν ὕμνον ἀρσένων γένναι. μακρὸς δ’ αἰὼν ἔχει
430πολλὰ μὲν ἁμετέραν ἀνδρῶν τε μοῖραν εἰπεῖν.
432σὺ δ’ ἐκ μὲν οἴκων πατρίων ἔπλευσας μαινομέναι κραδίαι, διδύμους ὁρίσασα πόντου
435πέτρας· ἐπὶ δὲ ξέναι
435ναίεις χθονί, τᾶς ἀνάν‐ δρου κοίτας ὀλέσασα λέκ‐ τρον, τάλαινα, φυγὰς δὲ χώ‐ ρας ἄτιμος ἐλαύνηι. βέβακε δ’ ὅρκων χάρις, οὐδ’ ἔτ’ αἰδὼς
440Ἑλλάδι τᾶι μεγάλαι μένει, αἰθερία δ’ ἀνέπτα. σοὶ δ’ οὔτε πατρὸς δόμοι, δύστανε, μεθορμίσα‐
σθαι μόχθων πάρα, σῶν τε λέκ‐ τρων ἄλλα βασίλεια κρείσ‐112
445 σων δόμοισιν ἐπέστα. ΙΑΣΩΝ
446οὐ νῦν κατεῖδον πρῶτον ἀλλὰ πολλάκις τραχεῖαν ὀργὴν ὡς ἀμήχανον κακόν. σοὶ γὰρ παρὸν γῆν τήνδε καὶ δόμους ἔχειν κούφως φερούσηι κρεισσόνων βουλεύματα,

(450)

λόγων ματαίων οὕνεκ’ ἐκπεσῆι χθονός. κἀμοὶ μὲν οὐδὲν πρᾶγμα· μὴ παύσηι ποτὲ λέγους’ Ἰάσον’ ὡς κάκιστός ἐστ’ ἀνήρ. ἃ δ’ ἐς τυράννους ἐστί σοι λελεγμένα, πᾶν κέρδος ἡγοῦ ζημιουμένη φυγῆι.
455κἀγὼ μὲν αἰεὶ βασιλέων θυμουμένων ὀργὰς ἀφήιρουν καί ς’ ἐβουλόμην μένειν· σὺ δ’ οὐκ ἀνίεις μωρίας, λέγους’ ἀεὶ κακῶς τυράννους· τοιγὰρ ἐκπεσῆι χθονός. ὅμως δὲ κἀκ τῶνδ’ οὐκ ἀπειρηκὼς φίλοις
460ἥκω, τὸ σὸν δὲ προσκοπούμενος, γύναι, ὡς μήτ’ ἀχρήμων σὺν τέκνοισιν ἐκπέσηις μήτ’ ἐνδεής του· πόλλ’ ἐφέλκεται φυγὴ κακὰ ξὺν αὑτῆι. καὶ γὰρ εἰ σύ με στυγεῖς, οὐκ ἂν δυναίμην σοὶ κακῶς φρονεῖν ποτε.
465Μη. ὦ παγκάκιστε, τοῦτο γάρ ς’ εἰπεῖν ἔχω γλώσσηι μέγιστον εἰς ἀνανδρίαν κακόν· ἦλθες πρὸς ἡμᾶς, ἦλθες ἔχθιστος γεγώς
[θεοῖς τε κἀμοὶ παντί τ’ ἀνθρώπων γένει]; οὔτοι θράσος τόδ’ ἐστὶν οὐδ’ εὐτολμία,113
470φίλους κακῶς δράσαντ’ ἐναντίον βλέπειν, ἀλλ’ ἡ μεγίστη τῶν ἐν ἀνθρώποις νόσων πασῶν, ἀναίδει’. εὖ δ’ ἐποίησας μολών· ἐγώ τε γὰρ λέξασα κουφισθήσομαι ψυχὴν κακῶς σὲ καὶ σὺ λυπήσηι κλύων.
475ἐκ τῶν δὲ πρώτων πρῶτον ἄρξομαι λέγειν· ἔσωσά ς’, ὡς ἴσασιν Ἑλλήνων ὅσοι ταὐτὸν συνεισέβησαν Ἀργῶιον σκάφος, πεμφθέντα ταύρων πυρπνόων ἐπιστάτην ζεύγλαισι καὶ σπεροῦντα θανάσιμον γύην·
480δράκοντά θ’, ὃς πάγχρυσον ἀμπέχων δέρος σπείραις ἔσωιζε πολυπλόκοις ἄυπνος ὤν, κτείνας’ ἀνέσχον σοι φάος σωτήριον. αὐτὴ δὲ πατέρα καὶ δόμους προδοῦς’ ἐμοὺς τὴν Πηλιῶτιν εἰς Ἰωλκὸν ἱκόμην
485σὺν σοί, πρόθυμος μᾶλλον ἢ σοφωτέρα· Πελίαν τ’ ἀπέκτειν’, ὥσπερ ἄλγιστον θανεῖν, παίδων ὕπ’ αὐτοῦ, πάντα τ’ ἐξεῖλον δόμον. καὶ ταῦθ’ ὑφ’ ἡμῶν, ὦ κάκιστ’ ἀνδρῶν, παθὼν προύδωκας ἡμᾶς, καινὰ δ’ ἐκτήσω λέχη,
490παίδων γεγώτων· εἰ γὰρ ἦσθ’ ἄπαις ἔτι, συγγνώστ’ ἂν ἦν σοι τοῦδ’ ἐρασθῆναι λέχους. ὅρκων δὲ φρούδη πίστις, οὐδ’ ἔχω μαθεῖν
εἰ θεοὺς νομίζεις τοὺς τότ’ οὐκ ἄρχειν ἔτι ἢ καινὰ κεῖσθαι θέσμι’ ἀνθρώποις τὰ νῦν,114
495ἐπεὶ σύνοισθά γ’ εἰς ἔμ’ οὐκ εὔορκος ὤν. φεῦ δεξιὰ χείρ, ἧς σὺ πόλλ’ ἐλαμβάνου, καὶ τῶνδε γονάτων, ὡς μάτην κεχρώισμεθα κακοῦ πρὸς ἀνδρός, ἐλπίδων δ’ ἡμάρτομεν. ἄγ’, ὡς φίλωι γὰρ ὄντι σοι κοινώσομαι

(500)

(δοκοῦσα μὲν τί πρός γε σοῦ πράξειν καλῶς; ὅμως δ’, ἐρωτηθεὶς γὰρ αἰσχίων φανῆι)· νῦν ποῖ τράπωμαι; πότερα πρὸς πατρὸς δόμους, οὓς σοὶ προδοῦσα καὶ πάτραν ἀφικόμην; ἢ πρὸς ταλαίνας Πελιάδας; καλῶς γ’ ἂν οὖν
505δέξαιντό μ’ οἴκοις ὦν πατέρα κατέκτανον. ἔχει γὰρ οὕτω· τοῖς μὲν οἴκοθεν φίλοις ἐχθρὰ καθέστηχ’, οὓς δέ μ’ οὐκ ἐχρῆν κακῶς δρᾶν, σοὶ χάριν φέρουσα πολεμίους ἔχω. τοιγάρ με πολλαῖς μακαρίαν Ἑλληνίδων
510ἔθηκας ἀντὶ τῶνδε· θαυμαστὸν δέ σε ἔχω πόσιν καὶ πιστὸν ἡ τάλαιν’ ἐγώ, εἰ φεύξομαί γε γαῖαν ἐκβεβλημένη, φίλων ἔρημος, σὺν τέκνοις μόνη μόνοις· καλόν γ’ ὄνειδος τῶι νεωστὶ νυμφίωι,
515πτωχοὺς ἀλᾶσθαι παῖδας ἥ τ’ ἔσωσά σε. ὦ Ζεῦ, τί δὴ χρυσοῦ μὲν ὃς κίβδηλος ἦι τεκμήρι’ ἀνθρώποισιν ὤπασας σαφῆ, ἀνδρῶν δ’ ὅτωι χρὴ τὸν κακὸν διειδέναι οὐδεὶς χαρακτὴρ ἐμπέφυκε σώματι;115
520Χο. δεινή τις ὀργὴ καὶ δυσίατος πέλει, ὅταν φίλοι φίλοισι συμβάλως’ ἔριν. Ια. δεῖ μ’, ὡς ἔοικε, μὴ κακὸν φῦναι λέγειν, ἀλλ’ ὥστε ναὸς κεδνὸν οἰακοστρόφον ἄκροισι λαίφους κρασπέδοις ὑπεκδραμεῖν
525τὴν σὴν στόμαργον, ὦ γύναι, γλωσσαλγίαν. ἐγὼ δ’, ἐπειδὴ καὶ λίαν πυργοῖς χάριν, Κύπριν νομίζω τῆς ἐμῆς ναυκληρίας σώτειραν εἶναι θεῶν τε κἀνθρώπων μόνην. σοὶ δ’ ἔστι μὲν νοῦς λεπτός· ἀλλ’ ἐπίφθονος
530λόγος διελθεῖν ὡς Ἔρως ς’ ἠνάγκασεν. τόξοις ἀφύκτοις τοὐμὸν ἐκσῶσαι δέμας. ἀλλ’ οὐκ ἀκριβῶς αὐτὸ θήσομαι λίαν· ὅπηι γὰρ οὖν ὤνησας οὐ κακῶς ἔχει. μείζω γε μέντοι τῆς ἐμῆς σωτηρίας
535εἴληφας ἢ δέδωκας, ὡς ἐγὼ φράσω. πρῶτον μὲν Ἑλλάδ’ ἀντὶ βαρβάρου χθονὸς γαῖαν κατοικεῖς καὶ δίκην ἐπίστασαι νόμοις τε χρῆσθαι μὴ πρὸς ἰσχύος χάριν· πάντες δέ ς’ ἤισθοντ’ οὖσαν Ἕλληνες σοφὴν
540καὶ δόξαν ἔσχες· εἰ δὲ γῆς ἐπ’ ἐσχάτοις ὅροισιν ὤικεις, οὐκ ἂν ἦν λόγος σέθεν.
εἴη δ’ ἔμοιγε μήτε χρυσὸς ἐν δόμοις μήτ’ Ὀρφέως κάλλιον ὑμνῆσαι μέλος, εἰ μὴ ’πίσημος ἡ τύχη γένοιτό μοι.116
545τοσαῦτα μέν σοι τῶν ἐμῶν πόνων πέρι ἔλεξ’· ἅμιλλαν γὰρ σὺ προύθηκας λόγων. ἃ δ’ ἐς γάμους μοι βασιλικοὺς ὠνείδισας, ἐν τῶιδε δείξω πρῶτα μὲν σοφὸς γεγώς, ἔπειτα σώφρων, εἶτά σοι μέγας φίλος

(550)

καὶ παισὶ τοῖς ἐμοῖσιν· ἀλλ’ ἔχ’ ἥσυχος. ἐπεὶ μετέστην δεῦρ’ Ἰωλκίας χθονὸς πολλὰς ἐφέλκων συμφορὰς ἀμηχάνους, τί τοῦδ’ ἂν εὕρημ’ ηὗρον εὐτυχέστερον ἢ παῖδα γῆμαι βασιλέως φυγὰς γεγώς;
555οὐχ, ἧι σὺ κνίζηι, σὸν μὲν ἐχθαίρων λέχος καινῆς δὲ νύμφης ἱμέρωι πεπληγμένος οὐδ’ εἰς ἅμιλλαν πολύτεκνον σπουδὴν ἔχων· ἅλις γὰρ οἱ γεγῶτες οὐδὲ μέμφομαι· ἀλλ’ ὡς, τὸ μὲν μέγιστον, οἰκοῖμεν καλῶς
560καὶ μὴ σπανιζοίμεσθα, γιγνώσκων ὅτι πένητα φεύγει πᾶς τις ἐκποδὼν φίλον, παῖδας δὲ θρέψαιμ’ ἀξίως δόμων ἐμῶν σπείρας τ’ ἀδελφοὺς τοῖσιν ἐκ σέθεν τέκνοις ἐς ταὐτὸ θείην καὶ ξυναρτήσας γένος
565εὐδαιμονοίην· σοί τε γὰρ παίδων τί δεῖ;
ἐμοί τε λύει τοῖσι μέλλουσιν τέκνοις τὰ ζῶντ’ ὀνῆσαι. μῶν βεβούλευμαι κακῶς; οὐδ’ ἂν σὺ φαίης, εἴ σε μὴ κνίζοι λέχος. ἀλλ’ ἐς τοσοῦτον ἥκεθ’ ὥστ’ ὀρθουμένης117
570εὐνῆς γυναῖκες πάντ’ ἔχειν νομίζετε, ἢν δ’ αὖ γένηται ξυμφορά τις ἐς λέχος, τὰ λῶιστα καὶ κάλλιστα πολεμιώτατα τίθεσθε. χρῆν γὰρ ἄλλοθέν ποθεν βροτοὺς παῖδας τεκνοῦσθαι, θῆλυ δ’ οὐκ εἶναι γένος·
575 χοὔτως ἂν οὐκ ἦν οὐδὲν ἀνθρώποις κακόν. Χο. Ἰᾶσον, εὖ μὲν τούσδ’ ἐκόσμησας λόγους· ὅμως δ’ ἔμοιγε, κεἰ παρὰ γνώμην ἐρῶ, δοκεῖ προδοὺς σὴν ἄλοχον οὐ δίκαια δρᾶν. Μη. ἦ πολλὰ πολλοῖς εἰμι διάφορος βροτῶν.
580ἐμοὶ γὰρ ὅστις ἄδικος ὢν σοφὸς λέγειν πέφυκε, πλείστην ζημίαν ὀφλισκάνει· γλώσσηι γὰρ αὐχῶν τἄδικ’ εὖ περιστελεῖν τολμᾶι πανουργεῖν· ἔστι δ’ οὐκ ἄγαν σοφός. ὡς καὶ σύ· μή νυν εἰς ἔμ’ εὐσχήμων γένηι
585 λέγειν τε δεινός· ἓν γὰρ ἐκτενεῖ ς’ ἔπος. χρῆν ς’, εἴπερ ἦσθα μὴ κακός, πείσαντά με γαμεῖν γάμον τόνδ’, ἀλλὰ μὴ σιγῆι φίλων. Ια. καλῶς γ’ ἄν, οἶμαι, τῶιδ’ ὑπηρέτεις λόγωι,
εἴ σοι γάμον κατεῖπον, ἥτις οὐδὲ νῦν118
590 τολμᾶις μεθεῖναι καρδίας μέγαν χόλον. Μη. οὐ τοῦτό ς’ εἶχεν, ἀλλὰ βάρβαρον λέχος πρὸς γῆρας οὐκ εὔδοξον ἐξέβαινέ σοι. Ια. εὖ νυν τόδ’ ἴσθι, μὴ γυναικὸς οὕνεκα γῆμαί με λέκτρα βασιλέων ἃ νῦν ἔχω,
595 ἀλλ’, ὥσπερ εἶπον καὶ πάρος, σῶσαι θέλων σέ, καὶ τέκνοισι τοῖς ἐμοῖς ὁμοσπόρους φῦσαι τυράννους παῖδας, ἔρυμα δώμασιν. Μη. μή μοι γένοιτο λυπρὸς εὐδαίμων βίος μηδ’ ὄλβος ὅστις τὴν ἐμὴν κνίζοι φρένα.

(600)

Ια. οἶσθ’ ὡς μέτευξαι καὶ σοφωτέρα φανῆι· τὰ χρηστὰ μή σοι λυπρὰ φαίνεσθαί ποτε, μηδ’ εὐτυχοῦσα δυστυχὴς εἶναι δοκεῖν. Μη. ὕβριζ’, ἐπειδὴ σοὶ μὲν ἔστ’ ἀποστροφή, ἐγὼ δ’ ἔρημος τήνδε φευξοῦμαι χθόνα.
605Ια. αὐτὴ τάδ’ εἵλου· μηδέν’ ἄλλον αἰτιῶ. Μη. τί δρῶσα; μῶν γαμοῦσα καὶ προδοῦσά σε; Ια. ἀρὰς τυράννοις ἀνοσίους ἀρωμένη. Μη. καὶ σοῖς ἀραία γ’ οὖσα τυγχάνω δόμοις. Ια. ὡς οὐ κρινοῦμαι τῶνδέ σοι τὰ πλείονα.
610ἀλλ’, εἴ τι βούληι παισὶν ἢ σαυτῆι φυγῆς προσωφέλημα χρημάτων ἐμῶν λαβεῖν, λέγ’· ὡς ἕτοιμος ἀφθόνωι δοῦναι χερὶ ξένοις τε πέμπειν σύμβολ’, οἳ δράσουσί ς’ εὖ. καὶ ταῦτα μὴ θέλουσα μωρανεῖς, γύναι·
615 λήξασα δ’ ὀργῆς κερδανεῖς ἀμείνονα. Μη. οὔτ’ ἂν ξένοισι τοῖσι σοῖς χρησαίμεθ’ ἂν οὔτ’ ἄν τι δεξαίμεσθα, μηδ’ ἡμῖν δίδου· κακοῦ γὰρ ἀνδρὸς δῶρ’ ὄνησιν οὐκ ἔχει. Ια. ἀλλ’ οὖν ἐγὼ μὲν δαίμονας μαρτύρομαι119
620 ὡς πάνθ’ ὑπουργεῖν σοί τε καὶ τέκνοις θέλω· σοὶ δ’ οὐκ ἀρέσκει τἀγάθ’, ἀλλ’ αὐθαδίαι φίλους ἀπωθῆι· τοιγὰρ ἀλγυνῆι πλέον. Μη. χώρει· πόθωι γὰρ τῆς νεοδμήτου κόρης αἱρῆι χρονίζων δωμάτων ἐξώπιος.
625 νύμφευ’· ἴσως γάρ, σὺν θεῶι δ’ εἰρήσεται, γαμεῖς τοιοῦτον ὥστε θρηνεῖσθαι γάμον. Χο. ἔρωτες ὑπὲρ μὲν ἄγαν ἐλθόντες οὐκ εὐδοξίαν οὐδ’ ἀρετὰν παρέδωκαν ἀνδράσιν· εἰ δ’ ἅλις
630ἔλθοι
632Κύπρις, οὐκ ἄλλα θεὸς εὔχαρις οὕτω.
633-634μήποτ’, ὦ δέσποιν’, ἐπ’ ἐμοὶ χρυσέων τόξων ἀφείης
635ἱμέρωι χρίσας’ ἄφυκτον οἰστόν. στέργοι δέ με σωφροσύνα, δώρημα κάλλιστον θεῶν· μηδέ ποτ’ ἀμφιλόγους ὀργὰς ἀκόρεστά τε νείκη
640θυμὸν ἐκπλήξας’ ἑτέροις ἐπὶ λέκτροις
642-643προσβάλοι δεινὰ Κύπρις, ἀπτολέμους δ’ εὐνὰς σεβίζους’120
644ὀξύφρων κρίνοι λέχη γυναικῶν.
645ὦ πατρίς, ὦ δώματα, μὴ δῆτ’ ἄπολις γενοίμαν
648τὸν ἀμηχανίας ἔχουσα δυσπέρατον αἰῶν’, οἰκτρότατον ἀχέων.

(650)

θανάτωι θανάτωι πάρος δαμείην ἁμέραν τάνδ’ ἐξανύσα‐ σα· μόχθων δ’ οὐκ ἄλλος ὕπερ‐ θεν ἢ γᾶς πατρίας στέρεσθαι. εἴδομεν, οὐκ ἐξ ἑτέρων
655μῦθον ἔχω φράσασθαι·
656-657σὲ γὰρ οὐ πόλις, οὐ φίλων τις οἰκτιρεῖ παθοῦσαν
658δεινότατα παθέων. ἀχάριστος ὄλοιθ’ ὅτωι πάρεστιν
660 μὴ φίλους τιμᾶν καθαρᾶν
ἀνοίξαντα κλῆιδα φρενῶν·
ἐμοὶ μὲν φίλος οὔποτ’ ἔσται. ΑΙΓΕΥΣ
663Μήδεια, χαῖρε· τοῦδε γὰρ προοίμιον κάλλιον οὐδεὶς οἶδε προσφωνεῖν φίλους.
665Μη. ὦ χαῖρε καὶ σύ, παῖ σοφοῦ Πανδίονος,
Αἰγεῦ. πόθεν γῆς τῆσδ’ ἐπιστρωφᾶι πέδον; Αι. Φοίβου παλαιὸν ἐκλιπὼν χρηστήριον. Μη. τί δ’ ὀμφαλὸν γῆς θεσπιωιδὸν ἐστάλης; Αι. παίδων ἐρευνῶν σπέρμ’ ὅπως γένοιτό μοι.121
670Μη. πρὸς θεῶν, ἄπαις γὰρ δεῦρ’ ἀεὶ τείνεις βίον; Αι. ἄπαιδές ἐσμεν δαίμονός τινος τύχηι. Μη. δάμαρτος οὔσης ἢ λέχους ἄπειρος ὤν; Αι. οὐκ ἐσμὲν εὐνῆς ἄζυγες γαμηλίου. Μη. τί δῆτα Φοῖβος εἶπέ σοι παίδων πέρι;
675Αι. σοφώτερ’ ἢ κατ’ ἄνδρα συμβαλεῖν ἔπη. Μη. θέμις μὲν ἡμᾶς χρησμὸν εἰδέναι θεοῦ; Αι. μάλιστ’, ἐπεί τοι καὶ σοφῆς δεῖται φρενός. Μη. τί δῆτ’ ἔχρησε; λέξον, εἰ θέμις κλύειν. Αι. ἀσκοῦ με τὸν προύχοντα μὴ λῦσαι πόδα ...
680Μη. πρὶν ἂν τί δράσηις ἢ τίν’ ἐξίκηι χθόνα; Αι. πρὶν ἂν πατρώιαν αὖθις ἑστίαν μόλω. Μη. σὺ δ’ ὡς τί χρήιζων τήνδε ναυστολεῖς χθόνα; Αι. Πιτθεύς τις ἔστι, γῆς ἄναξ Τροζηνίας. Μη. παῖς, ὡς λέγουσι, Πέλοπος, εὐσεβέστατος.
685Αι. τούτωι θεοῦ μάντευμα κοινῶσαι θέλω. Μη. σοφὸς γὰρ ἁνὴρ καὶ τρίβων τὰ τοιάδε. Αι. κἀμοί γε πάντων φίλτατος δορυξένων. Μη. ἀλλ’ εὐτυχοίης καὶ τύχοις ὅσων ἐρᾶις. Αι. τί γὰρ σὸν ὄμμα χρώς τε συντέτηχ’ ὅδε;
690Μη. Αἰγεῦ, κάκιστός ἐστί μοι πάντων πόσις. Αι. τί φήις; σαφῶς μοι σὰς φράσον δυσθυμίας. Μη. ἀδικεῖ μ’ Ἰάσων οὐδὲν ἐξ ἐμοῦ παθών. Αι. τί χρῆμα δράσας; φράζε μοι σαφέστερον.
Μη. γυναῖκ’ ἐφ’ ἡμῖν δεσπότιν δόμων ἔχει.122
695Αι. οὔ που τετόλμηκ’ ἔργον αἴσχιστον τόδε; Μη. σάφ’ ἴσθ’· ἄτιμοι δ’ ἐσμὲν οἱ πρὸ τοῦ φίλοι. Αι. πότερον ἐρασθεὶς ἢ σὸν ἐχθαίρων λέχος; Μη. μέγαν γ’ ἔρωτα· πιστὸς οὐκ ἔφυ φίλοις. Αι. ἴτω νυν, εἴπερ, ὡς λέγεις, ἐστὶν κακός.

(700)

Μη. ἀνδρῶν τυράννων κῆδος ἠράσθη λαβεῖν. Αι. δίδωσι δ’ αὐτῶι τίς; πέραινέ μοι λόγον. Μη. Κρέων, ὃς ἄρχει τῆσδε γῆς Κορινθίας. Αι. συγγνωστὰ μέν τἄρ’ ἦν σε λυπεῖσθαι, γύναι. Μη. ὄλωλα· καὶ πρός γ’ ἐξελαύνομαι χθονός.
705Αι. πρὸς τοῦ; τόδ’ ἄλλο καινὸν αὖ λέγεις κακόν. Μη. Κρέων μ’ ἐλαύνει φυγάδα γῆς Κορινθίας. Αι. ἐᾶι δ’ Ἰάσων; οὐδὲ ταῦτ’ ἐπήινεσα. Μη. λόγωι μὲν οὐχί. καρτερεῖν δὲ βούλεται. ἀλλ’ ἄντομαί σε τῆσδε πρὸς γενειάδος
710γονάτων τε τῶν σῶν ἱκεσία τε γίνομαι, οἴκτιρον οἴκτιρόν με τὴν δυσδαίμονα καὶ μή μ’ ἔρημον ἐκπεσοῦσαν εἰσίδηις, δέξαι δὲ χώραι καὶ δόμοις ἐφέστιον. οὕτως ἔρως σοι πρὸς θεῶν τελεσφόρος
715γένοιτο παίδων καὐτὸς ὄλβιος θάνοις. εὕρημα δ’ οὐκ οἶσθ’ οἷον ηὕρηκας τόδε· παύσω γέ ς’ ὄντ’ ἄπαιδα καὶ παίδων γονὰς σπεῖραί σε θήσω· τοιάδ’ οἶδα φάρμακα.
Αι. πολλῶν ἕκατι τήνδε σοι δοῦναι χάριν,123
720γύναι, πρόθυμός εἰμι, πρῶτα μὲν θεῶν, ἔπειτα παίδων ὧν ἐπαγγέλληι γονάς· ἐς τοῦτο γὰρ δὴ φροῦδός εἰμι πᾶς ἐγώ. οὕτω δ’ ἔχει μοι· σοῦ μὲν ἐλθούσης χθόνα, πειράσομαί σου προξενεῖν δίκαιος ὤν.
725[τοσόνδε μέντοι σοι προσημαίνω, γύναι· ἐκ τῆσδε μὲν γῆς οὔ ς’ ἄγειν βουλήσομαι.]
729ἐκ τῆσδε δ’ αὐτὴ γῆς ἀπαλλάσσου πόδα·
727αὐτὴ δ’ ἐάνπερ εἰς ἐμοὺς ἔλθηις δόμους, μενεῖς ἄσυλος κοὔ σε μὴ μεθῶ τινι·
730 ἀναίτιος γὰρ καὶ ξένοις εἶναι θέλω. Μη. ἔσται τάδ’· ἀλλὰ πίστις εἰ γένοιτό μοι τούτων, ἔχοιμ’ ἂν πάντα πρὸς σέθεν καλῶς. Αι. μῶν οὐ πέποιθας; ἢ τί σοι τὸ δυσχερές; Μη. πέποιθα· Πελίου δ’ ἐχθρός ἐστί μοι δόμος
735Κρέων τε. τούτοις δ’ ὁρκίοισι μὲν ζυγεὶς ἄγουσιν οὐ μεθεῖ’ ἂν ἐκ γαίας ἐμέ· λόγοις δὲ συμβὰς καὶ θεῶν ἀνώμοτος φίλος γένοι’ ἂν κἀπικηρυκεύμασιν
τάχ’ ἂν πίθοιο· τἀμὰ μὲν γὰρ ἀσθενῆ,124
740 τοῖς δ’ ὄλβος ἐστὶ καὶ δόμος τυραννικός. Αι. πολλὴν ἔδειξας ἐν λόγοις προμηθίαν· ἀλλ’, εἰ δοκεῖ σοι, δρᾶν τάδ’ οὐκ ἀφίσταμαι. ἐμοί τε γὰρ τάδ’ ἐστὶν ἀσφαλέστερα, σκῆψίν τιν’ ἐχθροῖς σοῖς ἔχοντα δεικνύναι,
745 τὸ σόν τ’ ἄραρε μᾶλλον. ἐξηγοῦ θεούς. Μη. ὄμνυ πέδον Γῆς πατέρα θ’ Ἥλιον πατρὸς τοὐμοῦ θεῶν τε συντιθεὶς ἅπαν γένος. Αι. τί χρῆμα δράσειν ἢ τί μὴ δράσειν; λέγε. Μη. μήτ’ αὐτὸς ἐκ γῆς σῆς ἔμ’ ἐκβαλεῖν ποτε,

(750)

μήτ’ ἄλλος ἤν τις τῶν ἐμῶν ἐχθρῶν ἄγειν χρήιζηι μεθήσειν ζῶν ἑκουσίωι τρόπωι. Αι. ὄμνυμι Γαῖαν φῶς τε λαμπρὸν Ἡλίου θεούς τε πάντας ἐμμενεῖν ἅ σου κλύω. Μη. ἀρκεῖ· τί δ’ ὅρκωι τῶιδε μὴ ’μμένων πάθοις;
755Αι. ἃ τοῖσι δυσσεβοῦσι γίγνεται βροτῶν. Μη. χαίρων πορεύου· πάντα γὰρ καλῶς ἔχει. κἀγὼ πόλιν σὴν ὡς τάχιστ’ ἀφίξομαι, πράξας’ ἃ μέλλω καὶ τυχοῦς’ ἃ βούλομαι. Χο. ἀλλά ς’ ὁ Μαίας πομπαῖος ἄναξ
760πελάσειε δόμοις ὧν τ’ ἐπίνοιαν
σπεύδεις κατέχων πράξειας, ἐπεὶ γενναῖος ἀνήρ, Αἰγεῦ, παρ’ ἐμοὶ δεδόκησαι. Μη. ὦ Ζεῦ Δίκη τε Ζηνὸς Ἡλίου τε φῶς,125
765νῦν καλλίνικοι τῶν ἐμῶν ἐχθρῶν, φίλαι, γενησόμεσθα κἀς ὁδὸν βεβήκαμεν, νῦν ἐλπὶς ἐχθροὺς τοὺς ἐμοὺς τείσειν δίκην. οὗτος γὰρ ἁνὴρ ἧι μάλιστ’ ἐκάμνομεν λιμὴν πέφανται τῶν ἐμῶν βουλευμάτων·
770ἐκ τοῦδ’ ἀναψόμεσθα πρυμνήτην κάλων, μολόντες ἄστυ καὶ πόλισμα Παλλάδος. ἤδη δὲ πάντα τἀμά σοι βουλεύματα λέξω· δέχου δὲ μὴ πρὸς ἡδονὴν λόγους. πέμψας’ ἐμῶν τιν’ οἰκετῶν Ἰάσονα
775ἐς ὄψιν ἐλθεῖν τὴν ἐμὴν αἰτήσομαι. μολόντι δ’ αὐτῶι μαλθακοὺς λέξω λόγους, †ὡς καὶ δοκεῖ μοι ταῦτα καὶ καλῶς ἔχει† γάμους τυράννων οὓς προδοὺς ἡμᾶς ἔχει, καὶ ξύμφορ’ εἶναι καὶ καλῶς ἐγνωσμένα.
780παῖδας δὲ μεῖναι τοὺς ἐμοὺς αἰτήσομαι, οὐχ ὡς λιποῦς’ ἂν πολεμίας ἐπὶ χθονὸς [ἐχθροῖσι παῖδας τοὺς ἐμοὺς καθυβρίσαι], ἀλλ’ ὡς δόλοισι παῖδα βασιλέως κτάνω. πέμψω γὰρ αὐτοὺς δῶρ’ ἔχοντας ἐν χεροῖν,
785[νύμφηι φέροντας, τήνδε μὴ φεύγειν χθόνα,]
λεπτόν τε πέπλον καὶ πλόκον χρυσήλατον· κἄνπερ λαβοῦσα κόσμον ἀμφιθῆι χροΐ, κακῶς ὀλεῖται πᾶς θ’ ὃς ἂν θίγηι κόρης· τοιοῖσδε χρίσω φαρμάκοις δωρήματα.126
790ἐνταῦθα μέντοι τόνδ’ ἀπαλλάσσω λόγον. ὤιμωξα δ’ οἷον ἔργον ἔστ’ ἐργαστέον τοὐντεῦθεν ἡμῖν· τέκνα γὰρ κατακτενῶ τἄμ’· οὔτις ἔστιν ὅστις ἐξαιρήσεται· δόμον τε πάντα συγχέας’ Ἰάσονος
795ἔξειμι γαίας, φιλτάτων παίδων φόνον φεύγουσα καὶ τλᾶς’ ἔργον ἀνοσιώτατον. οὐ γὰρ γελᾶσθαι τλητὸν ἐξ ἐχθρῶν, φίλαι. [ἴτω· τί μοι ζῆν κέρδος; οὔτε μοι πατρὶς οὔτ’ οἶκος ἔστιν οὔτ’ ἀποστροφὴ κακῶν.]

(800)

ἡμάρτανον τόθ’ ἡνίκ’ ἐξελίμπανον δόμους πατρώιους, ἀνδρὸς Ἕλληνος λόγοις πεισθεῖς’, ὃς ἡμῖν σὺν θεῶι τείσει δίκην. οὔτ’ ἐξ ἐμοῦ γὰρ παῖδας ὄψεταί ποτε ζῶντας τὸ λοιπὸν οὔτε τῆς νεοζύγου
805νύμφης τεκνώσει παῖδ’, ἐπεὶ κακὴν κακῶς θανεῖν σφ’ ἀνάγκη τοῖς ἐμοῖσι φαρμάκοις. μηδείς με φαύλην κἀσθενῆ νομιζέτω μηδ’ ἡσυχαίαν ἀλλὰ θατέρου τρόπου, βαρεῖαν ἐχθροῖς καὶ φίλοισιν εὐμενῆ·
810 τῶν γὰρ τοιούτων εὐκλεέστατος βίος. Χο. ἐπείπερ ἡμῖν τόνδ’ ἐκοίνωσας λόγον, σέ τ’ ὠφελεῖν θέλουσα καὶ νόμοις βροτῶν
ξυλλαμβάνουσα δρᾶν ς’ ἀπεννέπω τάδε. Μη. οὐκ ἔστιν ἄλλως· σοὶ δὲ συγγνώμη λέγειν127
815 τάδ’ ἐστί, μὴ πάσχουσαν, ὡς ἐγώ, κακῶς. Χο. ἀλλὰ κτανεῖν σὸν σπέρμα τολμήσεις, γύναι; Μη. οὕτω γὰρ ἂν μάλιστα δηχθείη πόσις. Χο. σὺ δ’ ἂν γένοιό γ’ ἀθλιωτάτη γυνή. Μη. ἴτω· περισσοὶ πάντες οὑν μέσωι λόγοι.
820 ἀλλ’ εἶα χώρει καὶ κόμιζ’ Ἰάσονα· ἐς πάντα γὰρ δὴ σοὶ τὰ πιστὰ χρώμεθα. λέξηις δὲ μηδὲν τῶν ἐμοὶ δεδογμένων, εἴπερ φρονεῖς εὖ δεσπόταις γυνή τ’ ἔφυς. Χο. Ἐρεχθεΐδαι τὸ παλαιὸν ὄλβιοι
825καὶ θεῶν παῖδες μακάρων, ἱερᾶς
827χώρας ἀπορθήτου τ’ ἄπο, φερβόμενοι
829κλεινοτάταν σοφίαν, αἰεὶ διὰ λαμπροτάτου
830βαίνοντες ἁβρῶς αἰθέρος, ἔνθα ποθ’ ἁγνὰς
833ἐννέα Πιερίδας Μούσας λέγουσι ξανθὰν Ἁρμονίαν φυτεῦσαι·
835τοῦ καλλινάου τ’ ἐπὶ Κηφισοῦ ῥοαῖς τὰν Κύπριν κλήιζουσιν ἀφυσσαμέναν
838-839χώρας καταπνεῦσαι μετρίας ἀνέμων128
840ἡδυπνόους αὔρας· αἰεὶ δ’ ἐπιβαλλομέναν χαίταισιν εὐώδη ῥοδέων πλόκον ἀνθέων
843τᾶι Σοφίαι παρέδρους πέμπειν Ἔρωτας,
845παντοίας ἀρετᾶς ξυνεργούς. πῶς οὖν ἱερῶν ποταμῶν ἢ πόλις ἢ φίλων πόμπιμός σε χώρα τὰ παιδολέτειραν ἕξει,

(850)

τὰν οὐχ ὁσίαν μέταυλον; σκέψαι τεκέων πλαγάν, σκέψαι φόνον οἶον αἴρηι. μή, πρὸς γονάτων σε πάνται πάντως ἱκετεύομεν,
855τέκνα φονεύσηις. πόθεν θράσος †ἢ φρενὸς ἢ χειρὶ τέκνων σέθεν† καρδίαι τε λήψηι δεινὰν προσάγουσα τόλμαν;
860πῶς δ’ ὄμματα προσβαλοῦσα
τέκνοις ἄδακρυν μοῖραν σχήσεις φόνου; οὐ δυνάσηι παίδων ἱκετᾶν πιτνόντων τέγξαι χέρα φοινίαν129
865 τλάμονι θυμῶι. Ια. ἥκω κελευσθείς· καὶ γὰρ οὖσα δυσμενὴς οὔ τἂν ἁμάρτοις τοῦδέ γ’, ἀλλ’ ἀκούσομαι· τί χρῆμα βούληι καινὸν ἐξ ἐμοῦ, γύναι; Μη. Ἰᾶσον, αἰτοῦμαί σε τῶν εἰρημένων
870συγγνώμον’ εἶναι· τὰς δ’ ἐμὰς ὀργὰς φέρειν εἰκός ς’, ἐπεὶ νῶιν πόλλ’ ὑπείργασται φίλα. ἐγὼ δ’ ἐμαυτῆι διὰ λόγων ἀφικόμην κἀλοιδόρησα· Σχετλία, τί μαίνομαι καὶ δυσμεναίνω τοῖσι βουλεύουσιν εὖ,
875ἐχθρὰ δὲ γαίας κοιράνοις καθίσταμαι πόσει θ’, ὃς ἡμῖν δρᾶι τὰ συμφορώτατα, γήμας τύραννον καὶ κασιγνήτους τέκνοις ἐμοῖς φυτεύων; οὐκ ἀπαλλαχθήσομαι θυμοῦ; τί πάσχω, θεῶν ποριζόντων καλῶς;
880οὐκ εἰσὶ μέν μοι παῖδες, οἶδα δὲ χθόνα φεύγοντας ἡμᾶς καὶ σπανίζοντας φίλων;
ταῦτ’ ἐννοηθεῖς’ ἠισθόμην ἀβουλίαν πολλὴν ἔχουσα καὶ μάτην θυμουμένη. νῦν οὖν ἐπαινῶ σωφρονεῖν τέ μοι δοκεῖς130
885κῆδος τόδ’ ἡμῖν προσλαβών, ἐγὼ δ’ ἄφρων, ἧι χρῆν μετεῖναι τῶνδε τῶν βουλευμάτων καὶ ξυμπεραίνειν καὶ παρεστάναι λέχει νύμφην τε κηδεύουσαν ἥδεσθαι σέθεν. ἀλλ’ ἐσμὲν οἷόν ἐσμεν, οὐκ ἐρῶ κακόν,
890γυναῖκες· οὔκουν χρῆν ς’ ὁμοιοῦσθαι κακοῖς, οὐδ’ ἀντιτείνειν νήπι’ ἀντὶ νηπίων. παριέμεσθα καί φαμεν κακῶς φρονεῖν τότ’, ἀλλ’ ἄμεινον νῦν βεβούλευμαι τάδε. ὦ τέκνα τέκνα, δεῦρο, λείπετε στέγας,
895ἐξέλθετ’, ἀσπάσασθε καὶ προσείπατε πατέρα μεθ’ ἡμῶν καὶ διαλλάχθηθ’ ἅμα τῆς πρόσθεν ἔχθρας ἐς φίλους μητρὸς μέτα· σπονδαὶ γὰρ ἡμῖν καὶ μεθέστηκεν χόλος. λάβεσθε χειρὸς δεξιᾶς· οἴμοι, κακῶν

(900)

ὡς ἐννοοῦμαι δή τι τῶν κεκρυμμένων. ἆρ’, ὦ τέκν’, οὕτω καὶ πολὺν ζῶντες χρόνον φίλην ὀρέξετ’ ὠλένην; τάλαιν’ ἐγώ, ὡς ἀρτίδακρύς εἰμι καὶ φόβου πλέα. χρόνωι δὲ νεῖκος πατρὸς ἐξαιρουμένη
905 ὄψιν τέρειναν τήνδ’ ἔπλησα δακρύων. Χο. κἀμοὶ κατ’ ὄσσων χλωρὸν ὡρμήθη δάκρυ· καὶ μὴ προβαίη μεῖζον ἢ τὸ νῦν κακόν. Ια. αἰνῶ, γύναι, τάδ’, οὐδ’ ἐκεῖνα μέμφομαι· εἰκὸς γὰρ ὀργὰς θῆλυ ποιεῖσθαι γένος131
910†γάμους παρεμπολῶντος ἀλλοίους πόσει†. ἀλλ’ ἐς τὸ λῶιον σὸν μεθέστηκεν κέαρ, ἔγνως δὲ τὴν νικῶσαν, ἀλλὰ τῶι χρόνωι, βουλήν· γυναικὸς ἔργα ταῦτα σώφρονος. ὑμῖν δέ, παῖδες, οὐκ ἀφροντίστως πατὴρ
915πολλὴν ἔθηκε σὺν θεοῖς σωτηρίαν· οἶμαι γὰρ ὑμᾶς τῆσδε γῆς Κορινθίας τὰ πρῶτ’ ἔσεσθαι σὺν κασιγνήτοις ἔτι. ἀλλ’ αὐξάνεσθε· τἄλλα δ’ ἐξεργάζεται πατήρ τε καὶ θεῶν ὅστις ἐστὶν εὐμενής.
920ἴδοιμι δ’ ὑμᾶς εὐτραφεῖς ἥβης τέλος μολόντας, ἐχθρῶν τῶν ἐμῶν ὑπερτέρους. αὕτη, τί χλωροῖς δακρύοις τέγγεις κόρας, στρέψασα λευκὴν ἔμπαλιν παρηίδα, κοὐκ ἀσμένη τόνδ’ ἐξ ἐμοῦ δέχηι λόγον;
925Μη. οὐδέν· τέκνων τῶνδ’ ἐννοουμένη πέρι.
Ια. θάρσει νυν· εὖ γὰρ τῶνδ’ ἐγὼ θήσω πέρι. Μη. δράσω τάδ’· οὔτοι σοῖς ἀπιστήσω λόγοις. γυνὴ δὲ θῆλυ κἀπὶ δακρύοις ἔφυ. Ια. τί δῆτα λίαν τοῖσδ’ ἐπιστένεις τέκνοις;132
930Μη. ἔτικτον αὐτούς· ζῆν δ’ ὅτ’ ἐξηύχου τέκνα, ἐσῆλθέ μ’ οἶκτος εἰ γενήσεται τάδε. ἀλλ’ ὧνπερ οὕνεκ’ εἰς ἐμοὺς ἥκεις λόγους, τὰ μὲν λέλεκται, τῶν δ’ ἐγὼ μνησθήσομαι. ἐπεὶ τυράννοις γῆς μ’ ἀποστεῖλαι δοκεῖ
935(κἀμοὶ τάδ’ ἐστὶ λῶιστα, γιγνώσκω καλῶς, μήτ’ ἐμποδών σοι μήτε κοιράνοις χθονὸς ναίειν· δοκῶ γὰρ δυσμενὴς εἶναι δόμοις) ἡμεῖς μὲν ἐκ γῆς τῆσδ’ ἀπαροῦμεν φυγῆι, παῖδες δ’ ὅπως ἂν ἐκτραφῶσι σῆι χερὶ
940 αἰτοῦ Κρέοντα τήνδε μὴ φεύγειν χθόνα. Ια. οὐκ οἶδ’ ἂν εἰ πείσαιμι, πειρᾶσθαι δὲ χρή. Μη. σὺ δ’ ἀλλὰ σὴν κέλευσον ἄντεσθαι πατρὸς γυναῖκα παῖδας τήνδε μὴ φεύγειν χθόνα. Ια. μάλιστα· καὶ πείσειν γε δοξάζω σφ’ ἐγώ,
945 εἴπερ γυναικῶν ἐστι τῶν ἄλλων μία. Μη. συλλήψομαι δὲ τοῦδέ σοι κἀγὼ πόνου· πέμψω γὰρ αὐτῆι δῶρ’ ἃ καλλιστεύεται τῶν νῦν ἐν ἀνθρώποισιν, οἶδ’ ἐγώ, πολὺ [λεπτόν τε πέπλον καὶ πλόκον χρυσήλατον]

(950)

παῖδας φέροντας. ἀλλ’ ὅσον τάχος χρεὼν
κόσμον κομίζειν δεῦρο προσπόλων τινά. εὐδαιμονήσει δ’ οὐχ ἓν ἀλλὰ μυρία, ἀνδρός τ’ ἀρίστου σοῦ τυχοῦς’ ὁμευνέτου κεκτημένη τε κόσμον ὅν ποθ’ Ἥλιος133
955 πατρὸς πατὴρ δίδωσιν ἐκγόνοισιν οἷς. λάζυσθε φερνὰς τάσδε, παῖδες, ἐς χέρας καὶ τῆι τυράννωι μακαρίαι νύμφηι δότε φέροντες· οὔτοι δῶρα μεμπτὰ δέξεται. Ια. τί δ’, ὦ ματαία, τῶνδε σὰς κενοῖς χέρας;
960 δοκεῖς σπανίζειν δῶμα βασίλειον πέπλων, δοκεῖς δὲ χρυσοῦ; σῶιζε, μὴ δίδου τάδε. εἴπερ γὰρ ἡμᾶς ἀξιοῖ λόγου τινὸς γυνή, προθήσει χρημάτων, σάφ’ οἶδ’ ἐγώ. Μη. μή μοι σύ· πείθειν δῶρα καὶ θεοὺς λόγος·
965χρυσὸς δὲ κρείσσων μυρίων λόγων βροτοῖς. κείνης ὁ δαίμων, κεῖνα νῦν αὔξει θεός, νέα τυραννεῖ· τῶν δ’ ἐμῶν παίδων φυγὰς ψυχῆς ἂν ἀλλαξαίμεθ’, οὐ χρυσοῦ μόνον. ἀλλ’, ὦ τέκν’, εἰσελθόντε πλουσίους δόμους
970πατρὸς νέαν γυναῖκα, δεσπότιν δ’ ἐμήν, ἱκετεύετ’, ἐξαιτεῖσθε μὴ φεύγειν χθόνα, κόσμον διδόντες· τοῦδε γὰρ μάλιστα δεῖ, ἐς χεῖρ’ ἐκείνην δῶρα δέξασθαι τάδε. ἴθ’ ὡς τάχιστα· μητρὶ δ’ ὧν ἐρᾶι τυχεῖν
975εὐάγγελοι γένοισθε πράξαντες καλῶς.
Χο. νῦν ἐλπίδες οὐκέτι μοι παίδων ζόας, οὐκέτι· στείχουσι γὰρ ἐς φόνον ἤδη. δέξεται νύμφα χρυσέων ἀναδεσμᾶν δέξεται δύστανος ἄταν·134
980ξανθᾶι δ’ ἀμφὶ κόμαι θήσει τὸν Ἅιδα
982κόσμον αὐτὰ χεροῖν. πείσει χάρις ἀμβρόσιός τ’ αὐγὰ πέπλον χρυσότευκτόν 〈τε〉 στέφανον περιθέσθαι·
985νερτέροις δ’ ἤδη πάρα νυμφοκομήσει. τοῖον εἰς ἕρκος πεσεῖται καὶ μοῖραν θανάτου δύστανος· ἄταν δ’ οὐχ ὑπεκφεύξεται. σὺ δ’, ὦ τάλαν ὦ κακόνυμφε κηδεμὼν
990τυράννων,
992παισὶν οὐ κατειδὼς ὄλεθρον βιοτᾶι προσάγεις ἀλόχωι τε σᾶι στυγερὸν θάνατον.
995δύστανε, μοίρας ὅσον παροίχηι. μεταστένομαι δὲ σὸν ἄλγος, ὦ τάλαινα παίδων135
998μᾶτερ, ἃ φονεύσεις τέκνα νυμφιδίων ἕνεκεν λεχέων,

(1000)

ἅ σοι προλιπὼν ἀνόμως ἄλλαι ξυνοικεῖ πόσις συνεύνωι. Πα. δέσποιν’, ἀφεῖνται παῖδες οἵδε σοι φυγῆς, καὶ δῶρα νύμφη βασιλὶς ἀσμένη χεροῖν ἐδέξατ’· εἰρήνη δὲ τἀκεῖθεν τέκνοις.
1005ἔα·
1005 τί συγχυθεῖς’ ἕστηκας ἡνίκ’ εὐτυχεῖς; [τί σὴν ἔτρεψας ἔμπαλιν παρηίδα κοὐκ ἀσμένη τόνδ’ ἐξ ἐμοῦ δέχηι λόγον;] Μη. αἰαῖ.
1008Πα. τάδ’ οὐ ξυνωιδὰ τοῖσιν ἐξηγγελμένοις. Μη. αἰαῖ μάλ’ αὖθις. Πα. μῶν τιν’ ἀγγέλλων τύχην
1010 οὐκ οἶδα, δόξης δ’ ἐσφάλην εὐαγγέλου; Μη. ἤγγειλας οἷ’ ἤγγειλας· οὐ σὲ μέμφομαι. Πα. τί δαὶ κατηφὲς ὄμμα καὶ δακρυρροεῖς; Μη. πολλή μ’ ἀνάγκη, πρέσβυ· ταῦτα γὰρ θεοὶ κἀγὼ κακῶς φρονοῦς’ ἐμηχανησάμην.
1015Πα. θάρσει· κάτει τοι καὶ σὺ πρὸς τέκνων ἔτι. Μη. ἄλλους κατάξω πρόσθεν ἡ τάλαιν’ ἐγώ. Πα. οὔτοι μόνη σὺ σῶν ἀπεζύγης τέκνων· κούφως φέρειν χρὴ θνητὸν ὄντα συμφοράς. Μη. δράσω τάδ’· ἀλλὰ βαῖνε δωμάτων ἔσω136
1020καὶ παισὶ πόρσυν’ οἶα χρὴ καθ’ ἡμέραν. ὦ τέκνα τέκνα, σφῶιν μὲν ἔστι δὴ πόλις καὶ δῶμ’, ἐν ὧι λιπόντες ἀθλίαν ἐμὲ οἰκήσετ’ αἰεὶ μητρὸς ἐστερημένοι· ἐγὼ δ’ ἐς ἄλλην γαῖαν εἶμι δὴ φυγάς,
1025πρὶν σφῶιν ὀνάσθαι κἀπιδεῖν εὐδαίμονας, πρὶν λουτρὰ καὶ γυναῖκα καὶ γαμηλίους εὐνὰς ἀγῆλαι λαμπάδας τ’ ἀνασχεθεῖν. ὦ δυστάλαινα τῆς ἐμῆς αὐθαδίας. ἄλλως ἄρ’ ὑμᾶς, ὦ τέκν’, ἐξεθρεψάμην,
1030ἄλλως δ’ ἐμόχθουν καὶ κατεξάνθην πόνοις, στερρὰς ἐνεγκοῦς’ ἐν τόκοις ἀλγηδόνας. ἦ μήν ποθ’ ἡ δύστηνος εἶχον ἐλπίδας πολλὰς ἐν ὑμῖν, γηροβοσκήσειν τ’ ἐμὲ καὶ κατθανοῦσαν χερσὶν εὖ περιστελεῖν,
1035ζηλωτὸν ἀνθρώποισι· νῦν δ’ ὄλωλε δὴ γλυκεῖα φροντίς. σφῶιν γὰρ ἐστερημένη λυπρὸν διάξω βίοτον ἀλγεινόν τ’ ἐμοί· ὑμεῖς δὲ μητέρ’ οὐκέτ’ ὄμμασιν φίλοις ὄψεσθ’, ἐς ἄλλο σχῆμ’ ἀποστάντες βίου.
1040φεῦ φεῦ· τί προσδέρκεσθέ μ’ ὄμμασιν, τέκνα; τί προσγελᾶτε τὸν πανύστατον γέλων;
αἰαῖ· τί δράσω; καρδία γὰρ οἴχεται, γυναῖκες, ὄμμα φαιδρὸν ὡς εἶδον τέκνων. οὐκ ἂν δυναίμην· χαιρέτω βουλεύματα137
1045τὰ πρόσθεν· ἄξω παῖδας ἐκ γαίας ἐμούς. τί δεῖ με πατέρα τῶνδε τοῖς τούτων κακοῖς λυποῦσαν αὐτὴν δὶς τόσα κτᾶσθαι κακά; οὐ δῆτ’ ἔγωγε· χαιρέτω βουλεύματα. καίτοι τί πάσχω; βούλομαι γέλωτ’ ὀφλεῖν

(1050)

ἐχθροὺς μεθεῖσα τοὺς ἐμοὺς ἀζημίους; τολμητέον τάδ’· ἀλλὰ τῆς ἐμῆς κάκης, τὸ καὶ προσέσθαι μαλθακοὺς λόγους φρενί. χωρεῖτε, παῖδες, ἐς δόμους. ὅτωι δὲ μὴ θέμις παρεῖναι τοῖς ἐμοῖσι θύμασιν,
1055αὐτῶι μελήσει· χεῖρα δ’ οὐ διαφθερῶ. [ἆ ἆ·
1056μὴ δῆτα, θυμέ, μὴ σύ γ’ ἐργάσηι τάδε· ἔασον αὐτούς, ὦ τάλαν, φεῖσαι τέκνων· ἐκεῖ μεθ’ ἡμῶν ζῶντες εὐφρανοῦσί σε. μὰ τοὺς παρ’ Ἅιδηι νερτέρους ἀλάστορας,
1060οὔτοι ποτ’ ἔσται τοῦθ’ ὅπως ἐχθροῖς ἐγὼ παῖδας παρήσω τοὺς ἐμοὺς καθυβρίσαι. πάντως σφ’ ἀνάγκη κατθανεῖν· ἐπεὶ δὲ χρή, ἡμεῖς κτενοῦμεν οἵπερ ἐξεφύσαμεν.
πάντως πέπρακται ταῦτα κοὐκ ἐκφεύξεται·138
1065καὶ δὴ ’πὶ κρατὶ στέφανος, ἐν πέπλοισι δὲ νύμφη τύραννος ὄλλυται, σάφ’ οἶδ’ ἐγώ. ἀλλ’, εἶμι γὰρ δὴ τλημονεστάτην ὁδὸν καὶ τούσδε πέμψω τλημονεστέραν ἔτι, παῖδας προσειπεῖν βούλομαι· δότ’, ὦ τέκνα,
1070δότ’ ἀσπάσασθαι μητρὶ δεξιὰν χέρα. ὦ φιλτάτη χείρ, φίλτατον δέ μοι στόμα καὶ σχῆμα καὶ πρόσωπον εὐγενὲς τέκνων. εὐδαιμονοῖτον, ἀλλ’ ἐκεῖ· τὰ δ’ ἐνθάδε πατὴρ ἀφείλετ’· ὦ γλυκεῖα προσβολή,
1075ὦ μαλθακὸς χρὼς πνεῦμά θ’ ἥδιστον τέκνων. χωρεῖτε χωρεῖτ’· οὐκέτ’ εἰμὶ προσβλέπειν οἵα τε †πρὸς ὑμᾶς† ἀλλὰ νικῶμαι κακοῖς. καὶ μανθάνω μὲν οἷα δρᾶν μέλλω κακά, θυμὸς δὲ κρείσσων τῶν ἐμῶν βουλευμάτων,
1080 ὅσπερ μεγίστων αἴτιος κακῶν βροτοῖς.] Χο. πολλάκις ἤδη διὰ λεπτοτέρων μύθων ἔμολον καὶ πρὸς ἁμίλλας ἦλθον μείζους ἢ χρὴ γενεὰν
θῆλυν ἐρευνᾶν.139
1085ἀλλὰ γὰρ ἔστιν μοῦσα καὶ ἡμῖν, ἣ προσομιλεῖ σοφίας ἕνεκεν, πάσαισι μὲν οὔ, παῦρον δὲ γένος (〈μίαν〉 ἐν πολλαῖς εὕροις ἂν ἴσως) οὐκ ἀπόμουσον τὸ γυναικῶν.
1090καί φημι βροτῶν οἵτινές εἰσιν πάμπαν ἄπειροι μηδ’ ἐφύτευσαν παῖδας προφέρειν εἰς εὐτυχίαν τῶν γειναμένων. οἱ μὲν ἄτεκνοι, δι’ ἀπειροσύνην
1095εἴθ’ ἡδὺ βροτοῖς εἴτ’ ἀνιαρὸν παῖδες τελέθους’ οὐχὶ τυχόντες, πολλῶν μόχθων ἀπέχονται· οἷσι δὲ τέκνων ἔστιν ἐν οἴκοις γλυκερὸν βλάστημ’, ἐσορῶ μελέτηι

(1100)

κατατρυχομένους τὸν ἅπαντα χρόνον, πρῶτον μὲν ὅπως θρέψουσι καλῶς βίοτόν θ’ ὁπόθεν λείψουσι τέκνοις· ἔτι δ’ ἐκ τούτων εἴτ’ ἐπὶ φλαύροις
1103εἴτ’ ἐπὶ χρηστοῖς μοχθοῦσι, τόδ’ ἐστὶν ἄδηλον.
1105ἓν δὲ τὸ πάντων λοίσθιον ἤδη
πᾶσιν κατερῶ θνητοῖσι κακόν· καὶ δὴ γὰρ ἅλις βίοτόν θ’ ηὗρον σῶμά τ’ ἐς ἥβην ἤλυθε τέκνων χρηστοί τ’ ἐγένοντ’· εἰ δὲ κυρήσαι140
1110δαίμων οὕτω, φροῦδος ἐς Ἅιδου θάνατος προφέρων σώματα τέκνων. πῶς οὖν λύει πρὸς τοῖς ἄλλοις τήνδ’ ἔτι λύπην ἀνιαροτάτην παίδων ἕνεκεν
1115 θνητοῖσι θεοὺς ἐπιβάλλειν; Μη. φίλαι, πάλαι τοι προσμένουσα τὴν τύχην καραδοκῶ τἀκεῖθεν οἷ προβήσεται. καὶ δὴ δέδορκα τόνδε τῶν Ἰάσονος στείχοντ’ ὀπαδῶν· πνεῦμα δ’ ἠρεθισμένον
1120 δείκνυσιν ὥς τι καινὸν ἀγγελεῖ κακόν. ΑΓΓΕΛΟΣ
1121 [ὦ δεινὸν ἔργον παρανόμως εἰργασμένη,] Μήδεια, φεῦγε φεῦγε, μήτε ναΐαν λιποῦς’ ἀπήνην μήτ’ ὄχον πεδοστιβῆ. Μη. τί δ’ ἄξιόν μοι τῆσδε τυγχάνει φυγῆς;141
1125Αγ. ὄλωλεν ἡ τύραννος ἀρτίως κόρη Κρέων θ’ ὁ φύσας φαρμάκων τῶν σῶν ὕπο. Μη. κάλλιστον εἶπας μῦθον, ἐν δ’ εὐεργέταις τὸ λοιπὸν ἤδη καὶ φίλοις ἐμοῖς ἔσηι. Αγ. τί φήις; φρονεῖς μὲν ὀρθὰ κοὐ μαίνηι, γύναι,
1130 ἥτις, τυράννων ἑστίαν ἠικισμένη, χαίρεις κλύουσα κοὐ φοβῆι τὰ τοιάδε; Μη. ἔχω τι κἀγὼ τοῖσι σοῖς ἐναντίον λόγοισιν εἰπεῖν. ἀλλὰ μὴ σπέρχου, φίλος, λέξον δέ· πῶς ὤλοντο; δὶς τόσον γὰρ ἂν
1135 τέρψειας ἡμᾶς, εἰ τεθνᾶσι παγκάκως. Αγ. ἐπεὶ τέκνων σῶν ἦλθε δίπτυχος γονὴ σὺν πατρὶ καὶ παρῆλθε νυμφικοὺς δόμους, ἥσθημεν οἵπερ σοῖς ἐκάμνομεν κακοῖς δμῶες· δι’ ὤτων δ’ εὐθὺς ἦν πολὺς λόγος
1140σὲ καὶ πόσιν σὸν νεῖκος ἐσπεῖσθαι τὸ πρίν. κυνεῖ δ’ ὁ μέν τις χεῖρ’, ὁ δὲ ξανθὸν κάρα παίδων· ἐγὼ δὲ καὐτὸς ἡδονῆς ὕπο στέγας γυναικῶν σὺν τέκνοις ἅμ’ ἑσπόμην. δέσποινα δ’ ἣν νῦν ἀντὶ σοῦ θαυμάζομεν,
1145πρὶν μὲν τέκνων σῶν εἰσιδεῖν ξυνωρίδα, πρόθυμον εἶχ’ ὀφθαλμὸν εἰς Ἰάσονα· ἔπειτα μέντοι προυκαλύψατ’ ὄμματα
λευκήν τ’ ἀπέστρεψ’ ἔμπαλιν παρηίδα, παίδων μυσαχθεῖς’ εἰσόδους. πόσις δὲ σὸς142

(1150)

ὀργάς τ’ ἀφήιρει καὶ χόλον νεάνιδος, λέγων τάδ’· Οὐ μὴ δυσμενὴς ἔσηι φίλοις, παύσηι δὲ θυμοῦ καὶ πάλιν στρέψεις κάρα, φίλους νομίζους’ οὕσπερ ἂν πόσις σέθεν, δέξηι δὲ δῶρα καὶ παραιτήσηι πατρὸς
1155φυγὰς ἀφεῖναι παισὶ τοῖσδ’ ἐμὴν χάριν; ἡ δ’, ὡς ἐσεῖδε κόσμον, οὐκ ἠνέσχετο, ἀλλ’ ἤινες’ ἀνδρὶ πάντα, καὶ πρὶν ἐκ δόμων μακρὰν ἀπεῖναι πατέρα καὶ παῖδας σέθεν λαβοῦσα πέπλους ποικίλους ἠμπέσχετο,
1160χρυσοῦν τε θεῖσα στέφανον ἀμφὶ βοστρύχοις λαμπρῶι κατόπτρωι σχηματίζεται κόμην, ἄψυχον εἰκὼ προσγελῶσα σώματος. κἄπειτ’ ἀναστᾶς’ ἐκ θρόνων διέρχεται στέγας, ἁβρὸν βαίνουσα παλλεύκωι ποδί,
1165δώροις ὑπερχαίρουσα, πολλὰ πολλάκις τένοντ’ ἐς ὀρθὸν ὄμμασι σκοπουμένη. τοὐνθένδε μέντοι δεινὸν ἦν θέαμ’ ἰδεῖν· χροιὰν γὰρ ἀλλάξασα λεχρία πάλιν χωρεῖ τρέμουσα κῶλα καὶ μόλις φθάνει
1170θρόνοισιν ἐμπεσοῦσα μὴ χαμαὶ πεσεῖν. καί τις γεραιὰ προσπόλων, δόξασά που ἢ Πανὸς ὀργὰς ἤ τινος θεῶν μολεῖν,
ἀνωλόλυξε, πρίν γ’ ὁρᾶι διὰ στόμα χωροῦντα λευκὸν ἀφρόν, ὀμμάτων τ’ ἄπο143
1175κόρας στρέφουσαν, αἷμά τ’ οὐκ ἐνὸν χροΐ· εἶτ’ ἀντίμολπον ἧκεν ὀλολυγῆς μέγαν κωκυτόν. εὐθὺς δ’ ἡ μὲν ἐς πατρὸς δόμους ὥρμησεν, ἡ δὲ πρὸς τὸν ἀρτίως πόσιν, φράσουσα νύμφης συμφοράν· ἅπασα δὲ
1180στέγη πυκνοῖσιν ἐκτύπει δραμήμασιν. ἤδη δ’ ἀνελθὼν κῶλον ἕκπλεθρον δρόμου ταχὺς βαδιστὴς τερμόνων ἂν ἥπτετο· ἡ δ’ ἐξ ἀναύδου καὶ μύσαντος ὄμματος δεινὸν στενάξας’ ἡ τάλαιν’ ἠγείρετο.
1185διπλοῦν γὰρ αὐτῆι πῆμ’ ἐπεστρατεύετο· χρυσοῦς μὲν ἀμφὶ κρατὶ κείμενος πλόκος θαυμαστὸν ἵει νᾶμα παμφάγου πυρός, πέπλοι δὲ λεπτοί, σῶν τέκνων δωρήματα, λευκὴν ἔδαπτον σάρκα τῆς δυσδαίμονος.
1190φεύγει δ’ ἀναστᾶς’ ἐκ θρόνων πυρουμένη, σείουσα χαίτην κρᾶτά τ’ ἄλλοτ’ ἄλλοσε, ῥῖψαι θέλουσα στέφανον· ἀλλ’ ἀραρότως σύνδεσμα χρυσὸς εἶχε, πῦρ δ’, ἐπεὶ κόμην
ἔσεισε, μᾶλλον δὶς τόσως ἐλάμπετο.144
1195πίτνει δ’ ἐς οὖδας συμφορᾶι νικωμένη, πλὴν τῶι τεκόντι κάρτα δυσμαθὴς ἰδεῖν· οὔτ’ ὀμμάτων γὰρ δῆλος ἦν κατάστασις οὔτ’ εὐφυὲς πρόσωπον, αἷμα δ’ ἐξ ἄκρου ἔσταζε κρατὸς συμπεφυρμένον πυρί,

(1200)

σάρκες δ’ ἀπ’ ὀστέων ὥστε πεύκινον δάκρυ γνάθοις ἀδήλοις φαρμάκων ἀπέρρεον, δεινὸν θέαμα. πᾶσι δ’ ἦν φόβος θιγεῖν νεκροῦ· τύχην γὰρ εἴχομεν διδάσκαλον. πατὴρ δ’ ὁ τλήμων συμφορᾶς ἀγνωσίαι
1205ἄφνω παρελθὼν δῶμα προσπίτνει νεκρῶι. ὤιμωξε δ’ εὐθὺς καὶ περιπτύξας χέρας κυνεῖ προσαυδῶν τοιάδ’. Ὦ δύστηνε παῖ, τίς ς’ ὧδ’ ἀτίμως δαιμόνων ἀπώλεσεν; τίς τὸν γέροντα τύμβον ὀρφανὸν σέθεν
1210τίθησιν; οἴμοι, συνθάνοιμί σοι, τέκνον. ἐπεὶ δὲ θρήνων καὶ γόων ἐπαύσατο, χρήιζων γεραιὸν ἐξαναστῆσαι δέμας προσείχεθ’ ὥστε κισσὸς ἔρνεσιν δάφνης λεπτοῖσι πέπλοις, δεινὰ δ’ ἦν παλαίσματα.
1215ὁ μὲν γὰρ ἤθελ’ ἐξαναστῆσαι γόνυ, ἡ δ’ ἀντελάζυτ’· εἰ δὲ πρὸς βίαν ἄγοι,
σάρκας γεραιὰς ἐσπάρασς’ ἀπ’ ὀστέων. χρόνωι δ’ ἀπέσβη καὶ μεθῆχ’ ὁ δύσμορος ψυχήν· κακοῦ γὰρ οὐκέτ’ ἦν ὑπέρτερος.145
1220κεῖνται δὲ νεκροὶ παῖς τε καὶ γέρων πατήρ [πέλας, ποθεινὴ δακρύοισι συμφορά]. καί μοι τὸ μὲν σὸν ἐκποδὼν ἔστω λόγου· γνώσηι γὰρ αὐτὴ ζημίας ἐπιστροφήν. τὰ θνητὰ δ’ οὐ νῦν πρῶτον ἡγοῦμαι σκιάν,
1225οὐδ’ ἂν τρέσας εἴποιμι τοὺς σοφοὺς βροτῶν δοκοῦντας εἶναι καὶ μεριμνητὰς λόγων τούτους μεγίστην μωρίαν ὀφλισκάνειν. θνητῶν γὰρ οὐδείς ἐστιν εὐδαίμων ἀνήρ· ὄλβου δ’ ἐπιρρυέντος εὐτυχέστερος
1230 ἄλλου γένοιτ’ ἂν ἄλλος, εὐδαίμων δ’ ἂν οὔ. Χο. ἔοιχ’ ὁ δαίμων πολλὰ τῆιδ’ ἐν ἡμέραι κακὰ ξυνάπτειν ἐνδίκως Ἰάσονι. [ὦ τλῆμον, ὥς σου συμφορὰς οἰκτίρομεν, κόρη Κρέοντος, ἥτις εἰς Ἅιδου δόμους
1235 οἴχηι γάμων ἕκατι τῶν Ἰάσονος.] Μη. φίλαι, δέδοκται τοὔργον ὡς τάχιστά μοι παῖδας κτανούσηι τῆσδ’ ἀφορμᾶσθαι χθονός, καὶ μὴ σχολὴν ἄγουσαν ἐκδοῦναι τέκνα
ἄλληι φονεῦσαι δυσμενεστέραι χερί.146
1240πάντως σφ’ ἀνάγκη κατθανεῖν· ἐπεὶ δὲ χρή, ἡμεῖς κτενοῦμεν οἵπερ ἐξεφύσαμεν. ἀλλ’ εἶ’ ὁπλίζου, καρδία· τί μέλλομεν τὰ δεινὰ κἀναγκαῖα μὴ πράσσειν κακά; ἄγ’, ὦ τάλαινα χεὶρ ἐμή, λαβὲ ξίφος,
1245λάβ’, ἕρπε πρὸς βαλβῖδα λυπηρὰν βίου, καὶ μὴ κακισθῆις μηδ’ ἀναμνησθῆις τέκνων, ὡς φίλταθ’, ὡς ἔτικτες, ἀλλὰ τήνδε γε λαθοῦ βραχεῖαν ἡμέραν παίδων σέθεν κἄπειτα θρήνει· καὶ γὰρ εἰ κτενεῖς σφ’, ὅμως

(1250)

φίλοι γ’ ἔφυσαν· δυστυχὴς δ’ ἐγὼ γυνή. Χο. ἰὼ Γᾶ τε καὶ παμφαὴς ἀκτὶς Ἁλίου, κατίδετ’ ἴδετε τὰν ὀλομέναν γυναῖκα, πρὶν φοινίαν τέκνοις προσβαλεῖν χέρ’ αὐτοκτόνον·
1255σᾶς γὰρ χρυσέας ἀπὸ γονᾶς ἔβλαστεν, θεοῦ δ’ αἷμα 〈χαμαὶ〉 πίτνειν
φόβος ὑπ’ ἀνέρων. ἀλλά νιν, ὦ φάος διογενές, κάτειρ‐ γε κατάπαυσον ἔξελ’ οἴκων τάλαι‐147
1260 ναν φονίαν τ’ Ἐρινὺν †ὑπ’ ἀλαστόρων†. μάταν μόχθος ἔρρει τέκνων, μάταν ἄρα γένος φίλιον ἔτεκες, ὦ κυανεᾶν λιποῦσα Συμπληγάδων πετρᾶν ἀξενωτάταν ἐσβολάν.
1265δειλαία, τί σοι φρενοβαρὴς χόλος προσπίτνει καὶ ζαμενὴς 〈φόνου〉 φόνος ἀμείβεται; χαλεπὰ γὰρ βροτοῖς ὁμογενῆ μιά‐ σματ’ †ἐπὶ γαῖαν† αὐτοφόνταις ξυνωι‐
1270δὰ θεόθεν πίτνοντ’ ἐπὶ δόμοις ἄχη.148
1270a〈ΠΑΙΣ〉 (ἔσωθεν)
1270aἰώ μοι.
1273Χο. ἀκούεις βοὰν ἀκούεις τέκνων; ἰὼ τλᾶμον, ὦ κακοτυχὲς γύναι.
1271Πα.α οἴμοι, τί δράσω; ποῖ φύγω μητρὸς χέρας; Πα.β οὐκ οἶδ’, ἀδελφὲ φίλτατ’· ὀλλύμεσθα γάρ.
1275Χο. παρέλθω δόμους; ἀρῆξαι φόνον. δοκεῖ μοι τέκνοις. Πα.α ναί, πρὸς θεῶν, ἀρήξατ’· ἐν δέοντι γάρ. Πα.β ὡς ἐγγὺς ἤδη γ’ ἐσμὲν ἀρκύων ξίφους. Χο. τάλαιν’, ὡς ἄρ’ ἦσθα πέτρος ἢ σίδα‐
1280 ρος ἅτις τέκνων ὃν ἔτεκες ἄροτον αὐτόχει‐
1281 ρι μοίραι κτενεῖς. μίαν δὴ κλύω μίαν τῶν πάρος
γυναῖκ’ ἐν φίλοις χέρα βαλεῖν τέκνοις, Ἰνὼ μανεῖσαν ἐκ θεῶν, ὅθ’ ἡ Διὸς149
1285δάμαρ νιν ἐξέπεμπε δωμάτων ἄλαις· πίτνει δ’ ἁ τάλαιν’ ἐς ἅλμαν φόνωι τέκνων δυσσεβεῖ, ἀκτῆς ὑπερτείνασα ποντίας πόδα, δυοῖν τε παίδοιν ξυνθανοῦς’ ἀπόλλυται.
1290τί δῆτ’ οὐ γένοιτ’ ἂν ἔτι δεινόν; ὦ γυναικῶν λέχος πολύπονον, ὅσα βροτοῖς ἔρε‐
1292
ξας ἤδη κακά. Ια. γυναῖκες, αἳ τῆσδ’ ἐγγὺς ἕστατε στέγης, ἆρ’ ἐν δόμοισιν ἡ τὰ δείν’ εἰργασμένη
1295Μήδεια τοισίδ’ ἢ μεθέστηκεν φυγῆι; δεῖ γάρ νιν ἤτοι γῆς γε κρυφθῆναι κάτω ἢ πτηνὸν ἆραι σῶμ’ ἐς αἰθέρος βάθος, εἰ μὴ τυράννων δώμασιν δώσει δίκην. πέποιθ’ ἀποκτείνασα κοιράνους χθονὸς

(1300)

ἀθῶιος αὐτὴ τῶνδε φεύξεσθαι δόμων; ἀλλ’ οὐ γὰρ αὐτῆς φροντίδ’ ὡς τέκνων ἔχω· κείνην μὲν οὓς ἔδρασεν ἔρξουσιν κακῶς, ἐμῶν δὲ παίδων ἦλθον ἐκσώσων βίον, μή μοί τι δράσως’ οἱ προσήκοντες γένει,150
1305 μητρῶιον ἐκπράσσοντες ἀνόσιον φόνον. Χο. ὦ τλῆμον, οὐκ οἶσθ’ οἷ κακῶν ἐλήλυθας, Ἰᾶσον· οὐ γὰρ τούσδ’ ἂν ἐφθέγξω λόγους. Ια. τί δ’ ἔστιν; ἦ που κἄμ’ ἀποκτεῖναι θέλει; Χο. παῖδες τεθνᾶσι χειρὶ μητρώιαι σέθεν.
1310Ια. οἴμοι, τί λέξεις; ὥς μ’ ἀπώλεσας, γύναι. Χο. ὡς οὐκέτ’ ὄντων σῶν τέκνων φρόντιζε δή. Ια. ποῦ γάρ νιν ἔκτειν’; ἐντὸς ἢ ’ξωθεν δόμων; Χο. πύλας ἀνοίξας σῶν τέκνων ὄψηι φόνον. Ια. χαλᾶτε κλῆιδας ὡς τάχιστα, πρόσπολοι,
1315 ἐκλύεθ’ ἁρμούς, ὡς ἴδω διπλοῦν κακόν [τοὺς μὲν θανόντας, τὴν δὲ τείσωμαι δίκην]. Μη. τί τάσδε κινεῖς κἀναμοχλεύεις πύλας, νεκροὺς ἐρευνῶν κἀμὲ τὴν εἰργασμένην; παῦσαι πόνου τοῦδ’. εἰ δ’ ἐμοῦ χρείαν ἔχεις,
1320 λέγ’ εἴ τι βούληι, χειρὶ δ’ οὐ ψαύσεις ποτέ· τοιόνδ’ ὄχημα πατρὸς Ἥλιος πατὴρ δίδωσιν ἡμῖν, ἔρυμα πολεμίας χερός. Ια. ὦ μῖσος, ὦ μέγιστον ἐχθίστη γύναι θεοῖς τε κἀμοὶ παντί τ’ ἀνθρώπων γένει,
1325ἥτις τέκνοισι σοῖσιν ἐμβαλεῖν ξίφος
ἔτλης τεκοῦσα κἄμ’ ἄπαιδ’ ἀπώλεσας. καὶ ταῦτα δράσας’ ἥλιόν τε προσβλέπεις καὶ γαῖαν, ἔργον τλᾶσα δυσσεβέστατον; ὄλοι’. ἐγὼ δὲ νῦν φρονῶ, τότ’ οὐ φρονῶν,151
1330ὅτ’ ἐκ δόμων σε βαρβάρου τ’ ἀπὸ χθονὸς Ἕλλην’ ἐς οἶκον ἠγόμην, κακὸν μέγα, πατρός τε καὶ γῆς προδότιν ἥ ς’ ἐθρέψατο. τὸν σὸν δ’ ἀλάστορ’ εἰς ἔμ’ ἔσκηψαν θεοί· κτανοῦσα γὰρ δὴ σὸν κάσιν παρέστιον
1335τὸ καλλίπρωιρον εἰσέβης Ἀργοῦς σκάφος. ἤρξω μὲν ἐκ τοιῶνδε· νυμφευθεῖσα δὲ παρ’ ἀνδρὶ τῶιδε καὶ τεκοῦσά μοι τέκνα, εὐνῆς ἕκατι καὶ λέχους σφ’ ἀπώλεσας. οὐκ ἔστιν ἥτις τοῦτ’ ἂν Ἑλληνὶς γυνὴ
1340ἔτλη ποθ’, ὧν γε πρόσθεν ἠξίουν ἐγὼ γῆμαι σέ, κῆδος ἐχθρὸν ὀλέθριόν τ’ ἐμοί, λέαιναν, οὐ γυναῖκα, τῆς Τυρσηνίδος Σκύλλης ἔχουσαν ἀγριωτέραν φύσιν. ἀλλ’ οὐ γὰρ ἄν σε μυρίοις ὀνείδεσιν
1345δάκοιμι· τοιόνδ’ ἐμπέφυκέ σοι θράσος; ἔρρ’, αἰσχροποιὲ καὶ τέκνων μιαιφόνε. ἐμοὶ δὲ τὸν ἐμὸν δαίμον’ αἰάζειν πάρα, ὃς οὔτε λέκτρων νεογάμων ὀνήσομαι, οὐ παῖδας οὓς ἔφυσα κἀξεθρεψάμην

(1350)

ἕξω προσειπεῖν ζῶντας ἀλλ’ ἀπώλεσα. Μη. μακρὰν ἂν ἐξέτεινα τοῖσδ’ ἐναντίον λόγοισιν, εἰ μὴ Ζεὺς πατὴρ ἠπίστατο οἷ’ ἐξ ἐμοῦ πέπονθας οἷά τ’ εἰργάσω.
σὺ δ’ οὐκ ἔμελλες τἄμ’ ἀτιμάσας λέχη152
1355τερπνὸν διάξειν βίοτον ἐγγελῶν ἐμοὶ οὐδ’ ἡ τύραννος, οὐδ’ ὅ σοι προσθεὶς γάμους Κρέων ἀνατεὶ τῆσδέ μ’ ἐκβαλεῖν χθονός. πρὸς ταῦτα καὶ λέαιναν, εἰ βούληι, κάλει [καὶ Σκύλλαν ἣ Τυρσηνὸν ὤικησεν πέδον]·
1360 τῆς σῆς γὰρ ὡς χρῆν καρδίας ἀνθηψάμην. Ια. καὐτή γε λυπῆι καὶ κακῶν κοινωνὸς εἶ. Μη. σάφ’ ἴσθι· λύει δ’ ἄλγος, ἢν σὺ μὴ ’γγελᾶις. Ια. ὦ τέκνα, μητρὸς ὡς κακῆς ἐκύρσατε. Μη. ὦ παῖδες, ὡς ὤλεσθε πατρώιαι νόσωι.
1365Ια. οὔτοι νιν ἡμὴ δεξιά γ’ ἀπώλεσεν. Μη. ἀλλ’ ὕβρις οἵ τε σοὶ νεοδμῆτες γάμοι. Ια. λέχους σφε κἠξίωσας οὕνεκα κτανεῖν; Μη. σμικρὸν γυναικὶ πῆμα τοῦτ’ εἶναι δοκεῖς; Ια. ἥτις γε σώφρων· σοὶ δὲ πάντ’ ἐστὶν κακά.
1370Μη. οἵδ’ οὐκέτ’ εἰσί· τοῦτο γάρ σε δήξεται. Ια. οἵδ’ εἰσίν, οἴμοι, σῶι κάραι μιάστορες. Μη. ἴσασιν ὅστις ἦρξε πημονῆς θεοί. Ια. ἴσασι δῆτα σήν γ’ ἀπόπτυστον φρένα. Μη. στύγει· πικρὰν δὲ βάξιν ἐχθαίρω σέθεν.
1375Ια. καὶ μὴν ἐγὼ σήν· ῥάιδιοι δ’ ἀπαλλαγαί. Μη. πῶς οὖν; τί δράσω; κάρτα γὰρ κἀγὼ θέλω. Ια. θάψαι νεκρούς μοι τούσδε καὶ κλαῦσαι πάρες.
Μη. οὐ δῆτ’, ἐπεί σφας τῆιδ’ ἐγὼ θάψω χερί, φέρους’ ἐς Ἥρας τέμενος Ἀκραίας θεοῦ,153
1380ὡς μή τις αὐτοὺς πολεμίων καθυβρίσηι τυμβοὺς ἀνασπῶν· γῆι δὲ τῆιδε Σισύφου σεμνὴν ἑορτὴν καὶ τέλη προσάψομεν τὸ λοιπὸν ἀντὶ τοῦδε δυσσεβοῦς φόνου. αὐτὴ δὲ γαῖαν εἶμι τὴν Ἐρεχθέως,
1385 Αἰγεῖ συνοικήσουσα τῶι Πανδίονος. σὺ δ’, ὥσπερ εἰκός, κατθανῆι κακὸς κακῶς, Ἀργοῦς κάρα σὸν λειψάνωι πεπληγμένος, πικρὰς τελευτὰς τῶν ἐμῶν γάμων ἰδών. Ια. ἀλλά ς’ Ἐρινὺς ὀλέσειε τέκνων
1390 φονία τε Δίκη. Μη. τίς δὲ κλύει σοῦ θεὸς ἢ δαίμων, τοῦ ψευδόρκου καὶ ξειναπάτου; Ια. φεῦ φεῦ, μυσαρὰ καὶ παιδολέτορ. Μη. στεῖχε πρὸς οἴκους καὶ θάπτ’ ἄλοχον.
1395Ια. στείχω, δισσῶν γ’ ἄμορος τέκνων. Μη. οὔπω θρηνεῖς· μένε καὶ γῆρας. Ια. ὦ τέκνα φίλτατα. Μη. μητρί γε, σοὶ δ’ οὔ. Ια. κἄπειτ’ ἔκανες; Μη. σέ γε πημαίνους’. Ια. ὤμοι, φιλίου χρήιζω στόματος

(1400)

παίδων ὁ τάλας προσπτύξασθαι. Μη. νῦν σφε προσαυδᾶις, νῦν ἀσπάζηι, τότ’ ἀπωσάμενος. Ια. δός μοι πρὸς θεῶν μαλακοῦ χρωτὸς ψαῦσαι τέκνων.
Μη. οὐκ ἔστι· μάτην ἔπος ἔρριπται.154
1405Ια. Ζεῦ, τάδ’ ἀκούεις ὡς ἀπελαυνόμεθ’ οἷά τε πάσχομεν ἐκ τῆς μυσαρᾶς καὶ παιδοφόνου τῆσδε λεαίνης; ἀλλ’ ὁπόσον γοῦν πάρα καὶ δύναμαι τάδε καὶ θρηνῶ κἀπιθεάζω,
1410μαρτυρόμενος δαίμονας ὥς μοι τέκνα κτείνας’ ἀποκωλύεις ψαῦσαί τε χεροῖν θάψαι τε νεκρούς, οὓς μήποτ’ ἐγὼ φύσας ὄφελον πρὸς σοῦ φθιμένους ἐπιδέσθαι.
1415[Χο. πολλῶν ταμίας Ζεὺς ἐν Ὀλύμπωι, πολλὰ δ’ ἀέλπτως κραίνουσι θεοί· καὶ τὰ δοκηθέντ’ οὐκ ἐτελέσθη, τῶν δ’ ἀδοκήτων πόρον ηὗρε θεός.
τοιόνδ’ ἀπέβη τόδε πρᾶγμα.]155