TLG 0006 035 :: EURIPIDES :: Alcestis

EURIPIDES Trag.
(Atheniensis: 5 B.C.)

Cf. et EURIPIDIS EPISTULAE (1367)
Vita et scholia: Cf. SCHOLIA IN EURIPIDEM (5023)

Alcestis

Source: Diggle, J. (ed.), Euripidis fabulae, vol. 1. Oxford: Clarendon Press, 1984: 37–83.

Citation: (Line)

tΑΛΚΗΣΤΙΣ
1ΑΠΟΛΛΩΝ
1Ὦ δώματ’ Ἀδμήτει’, ἐν οἷς ἔτλην ἐγὼ θῆσσαν τράπεζαν αἰνέσαι θεός περ ὤν. Ζεὺς γὰρ κατακτὰς παῖδα τὸν ἐμὸν αἴτιος Ἀσκληπιόν, στέρνοισιν ἐμβαλὼν φλόγα·
5οὗ δὴ χολωθεὶς τέκτονας Δίου πυρὸς κτείνω Κύκλωπας· καί με θητεύειν πατὴρ θνητῶι παρ’ ἀνδρὶ τῶνδ’ ἄποιν’ ἠνάγκασεν. ἐλθὼν δὲ γαῖαν τήνδ’ ἐβουφόρβουν ξένωι καὶ τόνδ’ ἔσωιζον οἶκον ἐς τόδ’ ἡμέρας.
10ὁσίου γὰρ ἀνδρὸς ὅσιος ὢν ἐτύγχανον παιδὸς Φέρητος, ὃν θανεῖν ἐρρυσάμην, Μοίρας δολώσας· ἤινεσαν δέ μοι θεαὶ Ἄδμητον Ἅιδην τὸν παραυτίκ’ ἐκφυγεῖν, ἄλλον διαλλάξαντα τοῖς κάτω νεκρόν.
15πάντας δ’ ἐλέγξας καὶ διεξελθὼν φίλους, [πατέρα γεραιάν θ’ ἥ σφ’ ἔτικτε μητέρα,] οὐχ ηὗρε πλὴν γυναικὸς ὅστις ἤθελεν θανὼν πρὸ κείνου μηκέτ’ εἰσορᾶν φάος· ἣν νῦν κατ’ οἴκους ἐν χεροῖν βαστάζεται
20ψυχορραγοῦσαν· τῆιδε γάρ σφ’ ἐν ἡμέραι θανεῖν πέπρωται καὶ μεταστῆναι βίου. ἐγὼ δέ, μὴ μίασμά μ’ ἐν δόμοις κίχηι,
λείπω μελάθρων τῶνδε φιλτάτην στέγην. ἤδη δὲ τόνδε Θάνατον εἰσορῶ πέλας,37
25 ἱερέα θανόντων, ὅς νιν εἰς Ἅιδου δόμους μέλλει κατάξειν· συμμέτρως δ’ ἀφίκετο, φρουρῶν τόδ’ ἦμαρ ὧι θανεῖν αὐτὴν χρεών. ΘΑΝΑΤΟΣ
28ἆ ἆ· τί σὺ πρὸς μελάθροις; τί σὺ τῆιδε πολεῖς,
30Φοῖβ’; ἀδικεῖς αὖ τιμὰς ἐνέρων ἀφοριζόμενος καὶ καταπαύων; οὐκ ἤρκεσέ σοι μόρον Ἀδμήτου διακωλῦσαι, Μοίρας δολίωι σφήλαντι τέχνηι; νῦν δ’ ἐπὶ τῆιδ’ αὖ
35 χέρα τοξήρη φρουρεῖς ὁπλίσας, ἣ τόδ’ ὑπέστη, πόσιν ἐκλύσας’ αὐτὴ προθανεῖν Πελίου παῖς; Απ. θάρσει· δίκην τοι καὶ λόγους κεδνοὺς ἔχω. Θα. τί δῆτα τόξων ἔργον, εἰ δίκην ἔχεις;
40Απ. σύνηθες αἰεὶ ταῦτα βαστάζειν ἐμοί. Θα. καὶ τοῖσδέ γ’ οἴκοις ἐκδίκως προσωφελεῖν. Απ. φίλου γὰρ ἀνδρὸς συμφοραῖς βαρύνομαι. Θα. καὶ νοσφιεῖς με τοῦδε δευτέρου νεκροῦ; Απ. ἀλλ’ οὐδ’ ἐκεῖνον πρὸς βίαν ς’ ἀφειλόμην.
45Θα. πῶς οὖν ὑπὲρ γῆς ἐστι κοὐ κάτω χθονός; Απ. δάμαρτ’ ἀμείψας, ἣν σὺ νῦν ἥκεις μέτα. Θα. κἀπάξομαί γε νερτέραν ὑπὸ χθόνα. Απ. λαβὼν ἴθ’· οὐ γὰρ οἶδ’ ἂν εἰ πείσαιμί σε.
Θα. κτείνειν γ’ ὃν ἂν χρῆι; τοῦτο γὰρ τετάγμεθα.38

(50)

Απ. οὔκ, ἀλλὰ τοῖς μέλλουσι θάνατον ἀμβαλεῖν. Θα. ἔχω λόγον δὴ καὶ προθυμίαν σέθεν. Απ. ἔστ’ οὖν ὅπως Ἄλκηστις ἐς γῆρας μόλοι; Θα. οὐκ ἔστι· τιμαῖς κἀμὲ τέρπεσθαι δόκει. Απ. οὔτοι πλέον γ’ ἂν ἢ μίαν ψυχὴν λάβοις.
55Θα. νέων φθινόντων μεῖζον ἄρνυμαι γέρας. Απ. κἂν γραῦς ὄληται, πλουσίως ταφήσεται. Θα. πρὸς τῶν ἐχόντων, Φοῖβε, τὸν νόμον τίθης. Απ. πῶς εἶπας; ἀλλ’ ἦ καὶ σοφὸς λέληθας ὤν; Θα. ὠνοῖντ’ ἂν οἷς πάρεστι γηραιοὶ θανεῖν.
60Απ. οὔκουν δοκεῖ σοι τήνδε μοι δοῦναι χάριν; Θα. οὐ δῆτ’· ἐπίστασαι δὲ τοὺς ἐμοὺς τρόπους. Απ. ἐχθρούς γε θνητοῖς καὶ θεοῖς στυγουμένους. Θα. οὐκ ἂν δύναιο πάντ’ ἔχειν ἃ μή σε δεῖ. Απ. ἦ μὴν σὺ πείσηι καίπερ ὠμὸς ὢν ἄγαν·
65τοῖος Φέρητος εἶσι πρὸς δόμους ἀνὴρ Εὐρυσθέως πέμψαντος ἵππειον μετὰ ὄχημα Θρήικης ἐκ τόπων δυσχειμέρων, ὃς δὴ ξενωθεὶς τοῖσδ’ ἐν Ἀδμήτου δόμοις βίαι γυναῖκα τήνδε ς’ ἐξαιρήσεται.
70 κοὔθ’ ἡ παρ’ ἡμῶν σοι γενήσεται χάρις δράσεις θ’ ὁμοίως ταῦτ’ ἀπεχθήσηι τ’ ἐμοί. Θα. πόλλ’ ἂν σὺ λέξας οὐδὲν ἂν πλέον λάβοις· ἡ δ’ οὖν γυνὴ κάτεισιν εἰς Ἅιδου δόμους. στείχω δ’ ἐπ’ αὐτήν, ὡς κατάρξωμαι ξίφει·
75ἱερὸς γὰρ οὗτος τῶν κατὰ χθονὸς θεῶν
ὅτου τόδ’ ἔγχος κρατὸς ἁγνίσηι τρίχα. ΧΟΡΟΣ39
77τί ποθ’ ἡσυχία πρόσθεν μελάθρων; τί σεσίγηται δόμος Ἀδμήτου; —ἀλλ’ οὐδὲ φίλων πέλας 〈ἔστ’〉 οὐδείς,
80ὅστις ἂν εἴποι πότερον φθιμένην χρὴ βασίλειαν πενθεῖν ἢ ζῶς’ ἔτι φῶς λεύσσει Πελίου τόδε παῖς Ἄλκηστις, ἐμοὶ πᾶσί τ’ ἀρίστη δόξασα γυνὴ
85πόσιν εἰς αὑτῆς γεγενῆσθαι. —κλύει τις ἢ στεναγμὸν ἢ χειρῶν κτύπον κατὰ στέγας ἢ γόον ὡς πεπραγμένων; —οὐ μὰν οὐδέ τις ἀμφιπόλων
90στατίζεται ἀμφὶ πύλας. εἰ γὰρ μετακοίμιος ἄτας, ὦ Παιάν, φανείης. —οὔ τἂν φθιμένας γ’ ἐσιώπων.
—†οὐ γὰρ δὴ φροῦδός γ’ ἐξ οἴκων νέκυς ἤδη.†40
95—πόθεν; οὐκ αὐχῶ. τί σε θαρσύνει; —πῶς ἂν ἔρημον τάφον Ἄδμητος κεδνῆς ἂν ἔπραξε γυναικός; —πυλῶν πάροιθε δ’ οὐχ ὁρῶ πηγαῖον ὡς νομίζεται

(100)

χέρνιβ’ ἐπὶ φθιτῶν πύλαις. —χαίτα τ’ οὔτις ἐπὶ προθύροις τομαῖος, †ἃ δὴ νεκύων πένθει πίτνει, οὐδὲ νεολαία† δουπεῖ χεὶρ γυναικῶν.
105—καὶ μὴν τόδε κύριον ἦμαρ —†τί τόδ’ αὐδᾶις;† —ὧι χρή σφε μολεῖν κατὰ γαίας. —ἔθιγες ψυχᾶς, ἔθιγες δὲ φρενῶν. —χρὴ τῶν ἀγαθῶν διακναιομένων
110πενθεῖν ὅστις χρηστὸς ἀπ’ ἀρχῆς νενόμισται. ἀλλ’ οὐδὲ ναυκληρίαν ἔσθ’ ὅποι τις αἴας
στείλας, ἢ Λυκίαν41
115εἴτ’ ἐπὶ τὰς ἀνύδρους †Ἀμμωνιάδας ἕδρας†, δυστάνου παραλύσαι ψυχάν· μόρος γὰρ ἀπότομος πλάθει. θεῶν δ’ ἐπ’ ἐσχάραν
120οὐκέτ’ ἔχω τίνα μηλοθύταν πορευθῶ.
122μόνα δ’ ἄν, εἰ φῶς τόδ’ ἦν ὄμμασιν δεδορκὼς Φοίβου παῖς, προλιποῦς’
125ἦλθ’ ἂν ἕδρας σκοτίους Ἅιδα τε πύλας· δμαθέντας γὰρ ἀνίστη, πρὶν αὐτὸν εἷλε διόβολον πλῆκτρον πυρὸς κεραυνίου.
130-131νῦν δὲ βίου τίν’ ἔτ’ ἐλπίδα προσδέχωμαι;
132[πάντα γὰρ ἤδη †τετέλεσται βασιλεῦσιν†, πάντων δὲ θεῶν ἐπὶ βωμοῖς αἱμόρραντοι θυσίαι πλήρεις,
135οὐδ’ ἔστι κακῶν ἄκος οὐδέν.] —ἀλλ’ ἥδ’ ὀπαδῶν ἐκ δόμων τις ἔρχεται δακρυρροοῦσα· τίνα τύχην ἀκούσομαι; πενθεῖν μέν, εἴ τι δεσπόταισι τυγχάνει, συγγνωστόν· εἰ δ’ ἔτ’ ἐστὶν ἔμψυχος γυνὴ42
140 εἴτ’ οὖν ὄλωλεν εἰδέναι βουλοίμεθ’ ἄν. ΘΕΡΑΠΑΙΝΑ
141 καὶ ζῶσαν εἰπεῖν καὶ θανοῦσαν ἔστι σοι. Χο. καὶ πῶς ἂν αὑτὸς κατθάνοι τε καὶ βλέποι; Θε. ἤδη προνωπής ἐστι καὶ ψυχορραγεῖ.
146Χο. ἐλπὶς μὲν οὐκέτ’ ἐστὶ σώιζεσθαι βίον; Θε. πεπρωμένη γὰρ ἡμέρα βιάζεται. Χο. οὔκουν ἐπ’ αὐτῆι πράσσεται τὰ πρόσφορα; Θε. κόσμος γ’ ἕτοιμος, ὧι σφε συνθάψει πόσις.
144Χο. ὦ τλῆμον, οἵας οἷος ὢν ἁμαρτάνεις.
145Θε. οὔπω τόδ’ οἶδε δεσπότης, πρὶν ἂν πάθηι.

(150)

Χο. ἴστω νυν εὐκλεής γε κατθανουμένη γυνή τ’ ἀρίστη τῶν ὑφ’ ἡλίωι μακρῶι. Θε. πῶς δ’ οὐκ ἀρίστη; τίς δ’ ἐναντιώσεται; τί χρὴ λέγεσθαι τὴν ὑπερβεβλημένην γυναῖκα; πῶς δ’ ἂν μᾶλλον ἐνδείξαιτό τις
155πόσιν προτιμῶς’ ἢ θέλους’ ὑπερθανεῖν; καὶ ταῦτα μὲν δὴ πᾶς’ ἐπίσταται πόλις· ἃ δ’ ἐν δόμοις ἔδρασε θαυμάσηι κλύων.
ἐπεὶ γὰρ ἤισθεθ’ ἡμέραν τὴν κυρίαν ἥκουσαν, ὕδασι ποταμίοις λευκὸν χρόα43
160ἐλούσατ’, ἐκ δ’ ἑλοῦσα κεδρίνων δόμων ἐσθῆτα κόσμον τ’ εὐπρεπῶς ἠσκήσατο, καὶ στᾶσα πρόσθεν Ἑστίας κατηύξατο· Δέσποιν’, ἐγὼ γὰρ ἔρχομαι κατὰ χθονός, πανύστατόν σε προσπίτνους’ αἰτήσομαι
165τέκν’ ὀρφανεῦσαι τἀμά· καὶ τῶι μὲν φίλην σύζευξον ἄλοχον, τῆι δὲ γενναῖον πόσιν· μηδ’ ὥσπερ αὐτῶν ἡ τεκοῦς’ ἀπόλλυμαι θανεῖν ἀώρους παῖδας, ἀλλ’ εὐδαίμονας ἐν γῆι πατρώιαι τερπνὸν ἐκπλῆσαι βίον.
170πάντας δὲ βωμούς, οἳ κατ’ Ἀδμήτου δόμους, προσῆλθε κἀξέστεψε καὶ προσηύξατο, πτόρθων ἀποσχίζουσα μυρσίνης φόβην, ἄκλαυτος ἀστένακτος, οὐδὲ τοὐπιὸν κακὸν μεθίστη χρωτὸς εὐειδῆ φύσιν.
175κἄπειτα θάλαμον ἐσπεσοῦσα καὶ λέχος ἐνταῦθα δὴ ’δάκρυσε καὶ λέγει τάδε· Ὦ λέκτρον, ἔνθα παρθένει’ ἔλυς’ ἐγὼ κορεύματ’ ἐκ τοῦδ’ ἀνδρός, οὗ θνήισκω πάρος, χαῖρ’· οὐ γὰρ ἐχθαίρω ς’· ἀπώλεσας δέ με
180μόνον· προδοῦναι γάρ ς’ ὀκνοῦσα καὶ πόσιν θνήισκω. σὲ δ’ ἄλλη τις γυνὴ κεκτήσεται, σώφρων μὲν οὐκ ἂν μᾶλλον, εὐτυχὴς δ’ ἴσως. κυνεῖ δὲ προσπίτνουσα, πᾶν δὲ δέμνιον ὀφθαλμοτέγκτωι δεύεται πλημμυρίδι.
185ἐπεὶ δὲ πολλῶν δακρύων εἶχεν κόρον, στείχει προνωπὴς ἐκπεσοῦσα δεμνίων, καὶ πολλὰ θαλάμων ἐξιοῦς’ ἐπεστράφη κἄρριψεν αὑτὴν αὖθις ἐς κοίτην πάλιν. παῖδες δὲ πέπλων μητρὸς ἐξηρτημένοι44
190ἔκλαιον· ἡ δὲ λαμβάνους’ ἐς ἀγκάλας ἠσπάζετ’ ἄλλοτ’ ἄλλον ὡς θανουμένη. πάντες δ’ ἔκλαιον οἰκέται κατὰ στέγας δέσποιναν οἰκτίροντες· ἡ δὲ δεξιὰν προύτειν’ ἑκάστωι κοὔτις ἦν οὕτω κακὸς
195 ὃν οὐ προσεῖπε καὶ προσερρήθη πάλιν. τοιαῦτ’ ἐν οἴκοις ἐστὶν Ἀδμήτου κακά. καὶ κατθανών τἂν ὤιχετ’, ἐκφυγὼν δ’ ἔχει τοσοῦτον ἄλγος, οὔποθ’ οὗ λελήσεται. Χο. ἦ που στενάζει τοισίδ’ Ἄδμητος κακοῖς,

(200)

ἐσθλῆς γυναικὸς εἰ στερηθῆναί σφε χρή; Θε. κλαίει γ’ ἄκοιτιν ἐν χεροῖν φίλην ἔχων καὶ μὴ προδοῦναι λίσσεται, τἀμήχανα ζητῶν· φθίνει γὰρ καὶ μαραίνεται νόσωι. παρειμένη δέ, χειρὸς ἄθλιον βάρος,
205ὅμως δέ, καίπερ σμικρόν, ἐμπνέους’ ἔτι, βλέψαι πρὸς αὐγὰς βούλεται τὰς ἡλίου [ὡς οὔποτ’ αὖθις ἀλλὰ νῦν πανύστατον ἀκτῖνα κύκλον θ’ ἡλίου προσόψεται]. ἀλλ’ εἶμι καὶ σὴν ἀγγελῶ παρουσίαν·
210οὐ γάρ τι πάντες εὖ φρονοῦσι κοιράνοις, ὥστ’ ἐν κακοῖσιν εὐμενεῖς παρεστάναι·
σὺ δ’ εἶ παλαιὸς δεσπόταις ἐμοῖς φίλος. Χο.45
213—ἰὼ Ζεῦ, τίς ἂν πᾶι πόρος κακῶν γένοιτο καὶ λύσις τύχας
214ἃ πάρεστι κοιράνοις;
215—〈αἰαῖ〉·
215†ἔξεισί τις† ἢ τέμω τρίχα καὶ μέλανα στολμὸν πέπλων ἀμφιβαλώμεθ’ ἤδη; —δεινὰ μέν, φίλοι, δεινά γ’, ἀλλ’ ὅμως θεοῖσιν εὐξόμεσθα·
220θεῶν γὰρ δύναμις μεγίστα.
220—ὦναξ Παιάν, ἔξευρε μηχανάν τιν’ Ἀδμήτωι κακῶν. —πόριζε δὴ πόριζε· καὶ πάρος γὰρ †τοῦδ’ ἐφεῦρες† καὶ νῦν λυτήριος ἐκ θανάτου γενοῦ,
225φόνιον δ’ ἀπόπαυσον Ἅιδαν. —παπαῖ 〈 〉
226ὦ παῖ Φέρητος, οἷ’ ἔπρα‐ ξας δάμαρτος σᾶς στερείς. —αἰαῖ·
228ἄξια καὶ σφαγᾶς τάδε καὶ πλέον ἢ βρόχωι δέραν46
229οὐρανίωι πελάσσαι.
230—τὰν γὰρ οὐ φίλαν ἀλλὰ φιλτάταν γυναῖκα κατθανοῦσαν ἐν ἄματι τῶιδ’ ἐπόψηι. —ἰδοὺ ἰδού·
233ἥδ’ ἐκ δόμων δὴ καὶ πόσις πορεύεται. —βόασον ὦ στέναξον ὦ Φεραία
235χθὼν τὰν ἀρίσταν γυναῖκα μαραινομέναν νόσωι κατὰ γᾶς χθόνιον παρ’ Ἅιδαν. οὔποτε φήσω γάμον εὐφραίνειν πλέον ἢ λυπεῖν, τοῖς τε πάροιθεν
240 τεκμαιρόμενος καὶ τάσδε τύχας λεύσσων βασιλέως, ὅστις ἀρίστης ἀπλακὼν ἀλόχου τῆσδ’ ἀβίωτον τὸν ἔπειτα χρόνον βιοτεύσει. ΑΛΚΗΣΤΙΣ
244Ἅλιε καὶ φάος ἁμέρας
245οὐράνιαί τε δῖ‐
245
ναι νεφέλας δρομαίου. ΑΔΜΗΤΟΣ
246ὁρᾶι σε κἀμέ, δύο κακῶς πεπραγότας,
οὐδὲν θεοὺς δράσαντας ἀνθ’ ὅτου θανῆι. Αλ. γαῖά τε καὶ μελάθρων στέγαι νυμφίδιοί τε κοῖ‐47
249ται πατρίας Ἰωλκοῦ.

(250)

Αδ. ἔπαιρε σαυτήν, ὦ τάλαινα, μὴ προδῶις· λίσσου δὲ τοὺς κρατοῦντας οἰκτῖραι θεούς. Αλ. ὁρῶ δίκωπον ὁρῶ σκάφος ἐν λίμναι· νεκύων δὲ πορθμεὺς ἔχων χέρ’ ἐπὶ κοντῶι Χάρων
255μ’ ἤδη καλεῖ· Τί μέλλεις; ἐπείγου· σὺ κατείργεις. τάδε τοί με
256
σπερχόμενος ταχύνει. Αδ. οἴμοι· πικράν γε τήνδε μοι ναυκληρίαν ἔλεξας. ὦ δύσδαιμον, οἷα πάσχομεν. Αλ. ἄγει μ’ ἄγει τις, ἄγει μέ τις (οὐχ
260ὁρᾶις;) νεκύων ἐς αὐλάν, ὑπ’ ὀφρύσι κυαναυγέσι βλέπων πτερωτὸς Ἅιδας. τί ῥέξεις; ἄφες. οἵαν ὁδὸν ἁ δει‐
263
λαιοτάτα προβαίνω. Αδ. οἰκτρὰν φίλοισιν, ἐκ δὲ τῶν μάλιστ’ ἐμοὶ
265 καὶ παισίν, οἷς δὴ πένθος ἐν κοινῶι τόδε. Αλ. μέθετε μέθετέ μ’ ἤδη· κλίνατ’, οὐ σθένω ποσίν.
πλησίον Ἅιδας, σκοτία δ’ ἐπ’ ὄσσοισι νὺξ ἐφέρπει.48
270 τέκνα τέκν’, οὐκέτι δὴ οὐκέτι μάτηρ σφῶιν ἔστιν. χαίροντες, ὦ τέκνα, τόδε φάος ὁρῶιτον. Αδ. οἴμοι· τόδ’ ἔπος λυπρὸν ἀκούειν καὶ παντὸς ἐμοὶ θανάτου μεῖζον.
275μὴ πρός 〈σε〉 θεῶν τλῆις με προδοῦναι, μὴ πρὸς παίδων οὓς ὀρφανιεῖς,
276ἀλλ’ ἄνα, τόλμα. σοῦ γὰρ φθιμένης οὐκέτ’ ἂν εἴην, ἐν σοὶ δ’ ἐσμὲν καὶ ζῆν καὶ μή· σὴν γὰρ φιλίαν σεβόμεσθα.
280Αλ. Ἄδμηθ’, ὁρᾶις γὰρ τἀμὰ πράγμαθ’ ὡς ἔχει, λέξαι θέλω σοι πρὶν θανεῖν ἃ βούλομαι. ἐγώ σε πρεσβεύουσα κἀντὶ τῆς ἐμῆς ψυχῆς καταστήσασα φῶς τόδ’ εἰσορᾶν θνήισκω, παρόν μοι μὴ θανεῖν, ὑπὲρ σέθεν,
285ἀλλ’ ἄνδρα τε σχεῖν Θεσσαλῶν ὃν ἤθελον καὶ δῶμα ναίειν ὄλβιον τυραννίδι. οὐκ ἠθέλησα ζῆν ἀποσπασθεῖσα σοῦ σὺν παισὶν ὀρφανοῖσιν, οὐδ’ ἐφεισάμην ἥβης, ἔχους’ ἐν οἷς ἐτερπόμην ἐγώ.
290καίτοι ς’ ὁ φύσας χἠ τεκοῦσα προύδοσαν, καλῶς μὲν αὐτοῖς κατθανεῖν ἧκον βίου, καλῶς δὲ σῶσαι παῖδα κεὐκλεῶς θανεῖν.
μόνος γὰρ αὐτοῖς ἦσθα, κοὔτις ἐλπὶς ἦν σοῦ κατθανόντος ἄλλα φιτύσειν τέκνα.49
295κἀγώ τ’ ἂν ἔζων καὶ σὺ τὸν λοιπὸν χρόνον, κοὐκ ἂν μονωθεὶς σῆς δάμαρτος ἔστενες καὶ παῖδας ὠρφάνευες. ἀλλὰ ταῦτα μὲν θεῶν τις ἐξέπραξεν ὥσθ’ οὕτως ἔχειν. εἶἑν· σύ νύν μοι τῶνδ’ ἀπόμνησαι χάριν·

(300)

αἰτήσομαι γάρ ς’ ἀξίαν μὲν οὔποτε (ψυχῆς γὰρ οὐδέν ἐστι τιμιώτερον), δίκαια δ’, ὡς φήσεις σύ· τούσδε γὰρ φιλεῖς οὐχ ἧσσον ἢ ’γὼ παῖδας, εἴπερ εὖ φρονεῖς. τούτους ἀνάσχου δεσπότας ἐμῶν δόμων
305καὶ μὴ ’πιγήμηις τοῖσδε μητρυιὰν τέκνοις, ἥτις κακίων οὖς’ ἐμοῦ γυνὴ φθόνωι τοῖς σοῖσι κἀμοῖς παισὶ χεῖρα προσβαλεῖ. μὴ δῆτα δράσηις ταῦτά γ’, αἰτοῦμαί ς’ ἐγώ· ἐχθρὰ γὰρ ἡ ’πιοῦσα μητρυιὰ τέκνοις
310τοῖς πρόσθ’, ἐχίδνης οὐδὲν ἠπιωτέρα. καὶ παῖς μὲν ἄρσην πατέρ’ ἔχει πύργον μέγαν [ὃν καὶ προσεῖπε καὶ προσερρήθη πάλιν]· σὺ δ’, ὦ τέκνον μοι, πῶς κορευθήσηι καλῶς; ποίας τυχοῦσα συζύγου τῶι σῶι πατρί;
315μή σοί τιν’ αἰσχρὰν προσβαλοῦσα κληδόνα ἥβης ἐν ἀκμῆι σοὺς διαφθείρηι γάμους. οὐ γάρ σε μήτηρ οὔτε νυμφεύσει ποτὲ οὔτ’ ἐν τόκοισι σοῖσι θαρσυνεῖ, τέκνον, παροῦς’, ἵν’ οὐδὲν μητρὸς εὐμενέστερον.
320δεῖ γὰρ θανεῖν με· καὶ τόδ’ οὐκ ἐς αὔριον
οὐδ’ ἐς τρίτην μοι †μηνὸς† ἔρχεται κακόν, ἀλλ’ αὐτίκ’ ἐν τοῖς οὐκέτ’ οὖσι λέξομαι. χαίροντες εὐφραίνοισθε· καὶ σοὶ μέν, πόσι, γυναῖκ’ ἀρίστην ἔστι κομπάσαι λαβεῖν,50
325 ὑμῖν δέ, παῖδες, μητρὸς ἐκπεφυκέναι. Χο. θάρσει· πρὸ τούτου γὰρ λέγειν οὐχ ἅζομαι· δράσει τάδ’, εἴπερ μὴ φρενῶν ἁμαρτάνει. Αδ. ἔσται τάδ’, ἔσται, μὴ τρέσηις· ἐπεί ς’ ἐγὼ καὶ ζῶσαν εἶχον καὶ θανοῦς’ ἐμὴ γυνὴ
330μόνη κεκλήσηι, κοὔτις ἀντὶ σοῦ ποτε τόνδ’ ἄνδρα νύμφη Θεσσαλὶς προσφθέγξεται. οὐκ ἔστιν οὕτως οὔτε πατρὸς εὐγενοῦς οὔτ’ εἶδος ἄλλως ἐκπρεπεστάτη γυνή. ἅλις δὲ παίδων· τῶνδ’ ὄνησιν εὔχομαι
335θεοῖς γενέσθαι· σοῦ γὰρ οὐκ ὠνήμεθα. οἴσω δὲ πένθος οὐκ ἐτήσιον τὸ σὸν ἀλλ’ ἔστ’ ἂν αἰὼν οὑμὸς ἀντέχηι, γύναι, στυγῶν μὲν ἥ μ’ ἔτικτεν, ἐχθαίρων δ’ ἐμὸν πατέρα· λόγωι γὰρ ἦσαν οὐκ ἔργωι φίλοι.
340σὺ δ’ ἀντιδοῦσα τῆς ἐμῆς τὰ φίλτατα ψυχῆς ἔσωσας. ἆρά μοι στένειν πάρα τοιᾶσδ’ ἁμαρτάνοντι συζύγου σέθεν; παύσω δὲ κώμους συμποτῶν θ’ ὁμιλίας στεφάνους τε μοῦσάν θ’ ἣ κατεῖχ’ ἐμοὺς δόμους.
345οὐ γάρ ποτ’ οὔτ’ ἂν βαρβίτου θίγοιμ’ ἔτι οὔτ’ ἂν φρέν’ ἐξάραιμι πρὸς Λίβυν λακεῖν αὐλόν· σὺ γάρ μου τέρψιν ἐξείλου βίου. σοφῆι δὲ χειρὶ τεκτόνων δέμας τὸ σὸν εἰκασθὲν ἐν λέκτροισιν ἐκταθήσεται,

(350)

ὧι προσπεσοῦμαι καὶ περιπτύσσων χέρας ὄνομα καλῶν σὸν τὴν φίλην ἐν ἀγκάλαις δόξω γυναῖκα καίπερ οὐκ ἔχων ἔχειν· ψυχρὰν μέν, οἶμαι, τέρψιν, ἀλλ’ ὅμως βάρος ψυχῆς ἀπαντλοίην ἄν. ἐν δ’ ὀνείρασιν51
355φοιτῶσά μ’ εὐφραίνοις ἄν· ἡδὺ γὰρ φίλους κἀν νυκτὶ λεύσσειν, ὅντιν’ ἂν παρῆι χρόνον. εἰ δ’ Ὀρφέως μοι γλῶσσα καὶ μέλος παρῆν, ὥστ’ ἢ κόρην Δήμητρος ἢ κείνης πόσιν ὕμνοισι κηλήσαντά ς’ ἐξ Ἅιδου λαβεῖν,
360κατῆλθον ἄν, καί μ’ οὔθ’ ὁ Πλούτωνος κύων οὔθ’ οὑπὶ κώπηι ψυχοπομπὸς ἂν Χάρων ἔσχ’ ἄν, πρὶν ἐς φῶς σὸν καταστῆσαι βίον. ἀλλ’ οὖν ἐκεῖσε προσδόκα μ’, ὅταν θάνω, καὶ δῶμ’ ἑτοίμαζ’, ὡς συνοικήσουσά μοι.
365 ἐν ταῖσιν αὐταῖς γάρ μ’ ἐπισκήψω κέδροις σοὶ τούσδε θεῖναι πλευρά τ’ ἐκτεῖναι πέλας πλευροῖσι τοῖς σοῖς· μηδὲ γὰρ θανών ποτε σοῦ χωρὶς εἴην τῆς μόνης πιστῆς ἐμοί. Χο. καὶ μὴν ἐγώ σοι πένθος ὡς φίλος φίλωι
370 λυπρὸν συνοίσω τῆσδε· καὶ γὰρ ἀξία. Αλ. ὦ παῖδες, αὐτοὶ δὴ τάδ’ εἰσηκούσατε πατρὸς λέγοντος μὴ γαμεῖν ἄλλην ποτὲ γυναῖκ’ ἐφ’ ὑμῖν μηδ’ ἀτιμάσειν ἐμέ. Αδ. καὶ νῦν γέ φημι καὶ τελευτήσω τάδε.
375Αλ. ἐπὶ τοῖσδε παῖδας χειρὸς ἐξ ἐμῆς δέχου. Αδ. δέχομαι, φίλον γε δῶρον ἐκ φίλης χερός. Αλ. σύ νυν γενοῦ τοῖσδ’ ἀντ’ ἐμοῦ μήτηρ τέκνοις. Αδ. πολλή μ’ ἀνάγκη, σοῦ γ’ ἀπεστερημένοις.
Αλ. ὦ τέκν’, ὅτε ζῆν χρῆν μ’, ἀπέρχομαι κάτω.52
380Αδ. οἴμοι, τί δράσω δῆτα σοῦ μονούμενος; Αλ. χρόνος μαλάξει ς’· οὐδέν ἐσθ’ ὁ κατθανών. Αδ. ἄγου με σὺν σοί, πρὸς θεῶν, ἄγου κάτω. Αλ. ἀρκοῦμεν ἡμεῖς οἱ προθνήισκοντες σέθεν. Αδ. ὦ δαῖμον, οἵας συζύγου μ’ ἀποστερεῖς.
385Αλ. καὶ μὴν σκοτεινὸν ὄμμα μου βαρύνεται. Αδ. ἀπωλόμην ἄρ’, εἴ με δὴ λείψεις, γύναι. Αλ. ὡς οὐκέτ’ οὖσαν οὐδὲν ἂν λέγοις ἐμέ. Αδ. ὄρθου πρόσωπον, μὴ λίπηις παῖδας σέθεν. Αλ. οὐ δῆθ’ ἑκοῦσά γ’· ἀλλὰ χαίρετ’, ὦ τέκνα.
390Αδ. βλέψον πρὸς αὐτούς, βλέψον. Αλ. οὐδέν εἰμ’ ἔτι. Αδ. τί δρᾶις; προλείπεις; Αλ. χαῖρ’. Αδ. ἀπωλόμην
391
τάλας. Χο. βέβηκεν, οὐκέτ’ ἔστιν Ἀδμήτου γυνή. ΠΑΙΣ
393ἰώ μοι τύχας. μαῖα δὴ κάτω βέβακεν, οὐκέτ’ ἔστιν, ὦ
395πάτερ, ὑφ’ ἁλίωι,
396-397προλιποῦσα δ’ ἐμὸν βίον ὠρφάνισεν τλάμων.
398†ἴδε γὰρ ἴδε βλέφαρον καὶ† παρατόνους χέρας.

(400)

ὑπάκουσον ἄκουσον, ὦ μᾶτερ, ἀντιάζω. ἐγώ ς’ ἐγώ, μᾶτερ, †καλοῦμαι ὁ σὸς ποτὶ σοῖσι πίτ‐
νων† στόμασιν νεοσσός. Αδ. τὴν οὐ κλύουσαν οὐδ’ ὁρῶσαν· ὥστ’ ἐγὼ
53
405 καὶ σφὼ βαρείαι συμφορᾶι πεπλήγμεθα. Πα. νέος ἐγώ, πάτερ, λείπομαι φίλας μονόστολός τε ματρός· ὦ σχέτλια δὴ παθὼν
409-410ἐγὼ ἔργ’, ἃ σὺ σύγκασί μοι συνέτλας κούρα.
post 410
411
〉 ὦ πάτερ, ἀνόνατ’ ἀνόνατ’ ἐνύμφευσας οὐδὲ γήρως ἔβας τέλος σὺν τᾶιδ’· ἔφθιτο γὰρ πάρος· οἰχομένας δὲ σοῦ,
415
μᾶτερ, ὄλωλεν οἶκος. Χο. Ἄδμητ’, ἀνάγκη τάσδε συμφορὰς φέρειν· οὐ γάρ τι πρῶτος οὐδὲ λοίσθιος βροτῶν γυναικὸς ἐσθλῆς ἤμπλακες· γίγνωσκε δὲ ὡς πᾶσιν ἡμῖν κατθανεῖν ὀφείλεται.
420Αδ. ἐπίσταμαί τοι, κοὐκ ἄφνω κακὸν τόδε προσέπτατ’· εἰδὼς δ’ αὔτ’ ἐτειρόμην πάλαι. ἀλλ’, ἐκφορὰν γὰρ τοῦδε θήσομαι νεκροῦ, πάρεστε καὶ μένοντες ἀντηχήσατε παιᾶνα τῶι κάτωθεν ἄσπονδον θεῶι.
425πᾶσιν δὲ Θεσσαλοῖσιν ὧν ἐγὼ κρατῶ πένθους γυναικὸς τῆσδε κοινοῦσθαι λέγω κουρᾶι ξυρήκει καὶ μελαμπέπλωι στολῆι· τέθριππά θ’ οἳ ζεύγνυσθε καὶ μονάμπυκας
πώλους, σιδήρωι τέμνετ’ αὐχένων φόβην.54
430αὐλῶν δὲ μὴ κατ’ ἄστυ, μὴ λύρας κτύπος ἔστω σελήνας δώδεκ’ ἐκπληρουμένας. οὐ γάρ τιν’ ἄλλον φίλτερον θάψω νεκρὸν τοῦδ’ οὐδ’ ἀμείνον’ εἰς ἔμ’· ἀξία δέ μοι τιμῆς, ἐπεὶ τέθνηκεν ἀντ’ ἐμοῦ μόνη.
435Χο. ὦ Πελίου θύγατερ, χαίρουσά μοι εἰν Ἀίδα δόμοισιν τὸν ἀνάλιον οἶκον οἰκετεύοις. ἴστω δ’ Ἀίδας ὁ μελαγχαί‐
τας θεὸς ὅς τ’ ἐπὶ κώπαι
440πηδαλίωι τε γέρων νεκροπομπὸς ἵζει πολὺ δὴ πολὺ δὴ γυναῖκ’ ἀρίσταν λίμναν Ἀχεροντίαν πορεύ‐ σας ἐλάται δικώπωι.
445πολλά σε μουσοπόλοι μέλψουσι καθ’ ἑπτάτονόν τ’ ὀρείαν χέλυν ἔν τ’ ἀλύροις κλέοντες ὕμνοις, Σπάρται κυκλὰς ἁνίκα Καρνεί‐ ου περινίσεται ὥρα

(450)

μηνός, ἀειρομένας παννύχου σελάνας,
λιπαραῖσί τ’ ἐν ὀλβίαις Ἀθάναις. τοίαν ἔλιπες θανοῦσα μολ‐ πὰν μελέων ἀοιδοῖς.55
455εἴθ’ ἐπ’ ἐμοὶ μὲν εἴη, δυναίμαν δέ σε πέμψαι φάος ἐξ Ἀίδα τεράμνων καὶ Κωκυτοῖο ῥεέθρων ποταμίαι νερτέραι τε κώπαι.
460σὺ γάρ, ὦ μόνα ὦ φίλα γυναικῶν, σὺ τὸν αὑτᾶς
461ἔτλας 〈ἔτλασ〉 πόσιν ἀντὶ σᾶς ἀμεῖψαι ψυχᾶς ἐξ Ἅιδα. κούφα σοι χθὼν ἐπάνωθε πέσοι, γύναι. εἰ δέ τι καινὸν ἕλοιτο πόσις λέχος, ἦ μάλ’ ἂν
465ἔμοιγ’ ἂν εἴη στυγη‐
465 θεὶς τέκνοις τε τοῖς σοῖς. ματέρος οὐ θελούσας πρὸ παιδὸς χθονὶ κρύψαι δέμας οὐδὲ πατρὸς γεραιοῦ
post 468
469ὃν ἔτεκον δ’, οὐκ ἔτλαν ῥύεσθαι,
470σχετλίω, πολιὰν ἔχοντε χαίταν. σὺ δ’ ἐν ἥβαι
471νέαι νέου προθανοῦσα φωτὸς οἴχηι.
τοιαύτας εἴη μοι κῦρσαι συνδυάδος φιλίας ἀλόχου· τὸ γὰρ ἐν βιότωι σπάνιον μέρος· ἦ γὰρ ἂν56
475ἔμοιγ’ ἄλυπος δι’ αἰ‐
475
ῶνος ἂν ξυνείη. ΗΡΑΚΛΗΣ
476 ξένοι, Φεραίας τῆσδε κωμῆται χθονός, Ἄδμητον ἐν δόμοισιν ἆρα κιγχάνω; Χο. ἔστ’ ἐν δόμοισι παῖς Φέρητος, Ἡράκλεις. ἀλλ’ εἰπὲ χρεία τίς σε Θεσσαλῶν χθόνα
480 πέμπει, Φεραῖον ἄστυ προσβῆναι τόδε. Ηρ. Τιρυνθίωι πράσσω τιν’ Εὐρυσθεῖ πόνον. Χο. καὶ ποῖ πορεύηι; τῶι συνέζευξαι πλάνωι; Ηρ. Θρηικὸς τέτρωρον ἅρμα Διομήδους μέτα. Χο. πῶς οὖν δυνήσηι; μῶν ἄπειρος εἶ ξένου;
485Ηρ. ἄπειρος· οὔπω Βιστόνων ἦλθον χθόνα. Χο. οὐκ ἔστιν ἵππων δεσπόσαι ς’ ἄνευ μάχης. Ηρ. ἀλλ’ οὐδ’ ἀπειπεῖν μὴν πόνους οἷόν τ’ ἐμοί. Χο. κτανὼν ἄρ’ ἥξεις ἢ θανὼν αὐτοῦ μενεῖς. Ηρ. οὐ τόνδ’ ἀγῶνα πρῶτον ἂν δράμοιμ’ ἐγώ.
490Χο. τί δ’ ἂν κρατήσας δεσπότην πλέον λάβοις; Ηρ. πώλους ἀπάξω κοιράνωι Τιρυνθίωι. Χο. οὐκ εὐμαρὲς χαλινὸν ἐμβαλεῖν γνάθοις. Ηρ. εἰ μή γε πῦρ πνέουσι μυκτήρων ἄπο. Χο. ἀλλ’ ἄνδρας ἀρταμοῦσι λαιψηραῖς γνάθοις.
495Ηρ. θηρῶν ὀρείων χόρτον, οὐχ ἵππων, λέγεις. Χο. φάτνας ἴδοις ἂν αἵμασιν πεφυρμένας.
Ηρ. τίνος δ’ ὁ θρέψας παῖς πατρὸς κομπάζεται; Χο. Ἄρεος, ζαχρύσου Θρηικίας πέλτης ἄναξ. Ηρ. καὶ τόνδε τοὐμοῦ δαίμονος πόνον λέγεις57

(500)

(σκληρὸς γὰρ αἰεὶ καὶ πρὸς αἶπος ἔρχεται), εἰ χρή με παισὶν οἷς Ἄρης ἐγείνατο μάχην συνάψαι, πρῶτα μὲν Λυκάονι αὖθις δὲ Κύκνωι, τόνδε δ’ ἔρχομαι τρίτον ἀγῶνα πώλοις δεσπότηι τε συμβαλῶν.
505 ἀλλ’ οὔτις ἔστιν ὃς τὸν Ἀλκμήνης γόνον τρέσαντα χεῖρα πολεμίαν ποτ’ ὄψεται. Χο. καὶ μὴν ὅδ’ αὐτὸς τῆσδε κοίρανος χθονὸς Ἄδμητος ἔξω δωμάτων πορεύεται. Αδ. χαῖρ’, ὦ Διὸς παῖ Περσέως τ’ ἀφ’ αἵματος.
510Ηρ. Ἄδμητε, καὶ σὺ χαῖρε, Θεσσαλῶν ἄναξ. Αδ. θέλοιμ’ ἄν· εὔνουν δ’ ὄντα ς’ ἐξεπίσταμαι. Ηρ. τί χρῆμα κουρᾶι τῆιδε πενθίμωι πρέπεις; Αδ. θάπτειν τιν’ ἐν τῆιδ’ ἡμέραι μέλλω νεκρόν. Ηρ. ἀπ’ οὖν τέκνων σῶν πημονὴν εἴργοι θεός.
515Αδ. ζῶσιν κατ’ οἴκους παῖδες οὓς ἔφυς’ ἐγώ. Ηρ. πατήρ γε μὴν ὡραῖος, εἴπερ οἴχεται. Αδ. κἀκεῖνος ἔστι χἠ τεκοῦσά μ’, Ἡράκλεις. Ηρ. οὐ μὴν γυνή γ’ ὄλωλεν Ἄλκηστις σέθεν; Αδ. διπλοῦς ἐπ’ αὐτῆι μῦθος ἔστι μοι λέγειν.
520Ηρ. πότερα θανούσης εἶπας ἢ ζώσης ἔτι; Αδ. ἔστιν τε κοὐκέτ’ ἔστιν, ἀλγύνει δέ με. Ηρ. οὐδέν τι μᾶλλον οἶδ’· ἄσημα γὰρ λέγεις. Αδ. οὐκ οἶσθα μοίρας ἧς τυχεῖν αὐτὴν χρεών; Ηρ. οἶδ’, ἀντὶ σοῦ γε κατθανεῖν ὑφειμένην.
525Αδ. πῶς οὖν ἔτ’ ἔστιν, εἴπερ ἤινεσεν τάδε; Ηρ. ἆ, μὴ πρόκλαι’ ἄκοιτιν, ἐς τότ’ ἀμβαλοῦ. Αδ. τέθνηχ’ ὁ μέλλων κἀνθάδ’ ὢν οὐκ ἔστ’ ἔτι. Ηρ. χωρὶς τό τ’ εἶναι καὶ τὸ μὴ νομίζεται. Αδ. σὺ τῆιδε κρίνεις, Ἡράκλεις, κείνηι δ’ ἐγώ.58
530Ηρ. τί δῆτα κλαίεις; τίς φίλων ὁ κατθανών; Αδ. γυνή· γυναικὸς ἀρτίως μεμνήμεθα. Ηρ. ὀθνεῖος ἢ σοὶ συγγενὴς γεγῶσά τις; Αδ. ὀθνεῖος, ἄλλως δ’ ἦν ἀναγκαία δόμοις. Ηρ. πῶς οὖν ἐν οἴκοις σοῖσιν ὤλεσεν βίον;
535Αδ. πατρὸς θανόντος ἐνθάδ’ ὠρφανεύετο. Ηρ. φεῦ.
536 εἴθ’ ηὕρομέν ς’, Ἄδμητε, μὴ λυπούμενον. Αδ. ὡς δὴ τί δράσων τόνδ’ ὑπορράπτεις λόγον; Ηρ. ξένων πρὸς ἄλλων ἑστίαν πορεύσομαι. Αδ. οὐκ ἔστιν, ὦναξ· μὴ τοσόνδ’ ἔλθοι κακόν.
540Ηρ. λυπουμένοις ὀχληρός, εἰ μόλοι, ξένος. Αδ. τεθνᾶσιν οἱ θανόντες· ἀλλ’ ἴθ’ ἐς δόμους. Ηρ. αἰσχρόν 〈γε〉 παρὰ κλαίουσι θοινᾶσθαι ξένους. Αδ. χωρὶς ξενῶνές εἰσιν οἷ ς’ ἐσάξομεν. Ηρ. μέθες με καί σοι μυρίαν ἕξω χάριν.
545Αδ. οὐκ ἔστιν ἄλλου ς’ ἀνδρὸς ἑστίαν μολεῖν. ἡγοῦ σὺ τῶιδε δωμάτων ἐξωπίους
ξενῶνας οἴξας τοῖς τ’ ἐφεστῶσιν φράσον σίτων παρεῖναι πλῆθος, εὖ δὲ κλήισατε θύρας μεταύλους· οὐ πρέπει θοινωμένους59

(550)

κλύειν στεναγμῶν οὐδὲ λυπεῖσθαι ξένους. Χο. τί δρᾶις; τοσαύτης συμφορᾶς προσκειμένης, Ἄδμητε, τολμᾶις ξενοδοκεῖν; τί μῶρος εἶ; Αδ. ἀλλ’ εἰ δόμων σφε καὶ πόλεως ἀπήλασα ξένον μολόντα, μᾶλλον ἄν μ’ ἐπήινεσας;
555οὐ δῆτ’, ἐπεί μοι συμφορὰ μὲν οὐδὲν ἂν μείων ἐγίγνετ’, ἀξενώτερος δ’ ἐγώ. καὶ πρὸς κακοῖσιν ἄλλο τοῦτ’ ἂν ἦν κακόν, δόμους καλεῖσθαι τοὺς ἐμοὺς ἐχθροξένους. αὐτὸς δ’ ἀρίστου τοῦδε τυγχάνω ξένου,
560 ὅταν ποτ’ Ἄργους διψίαν ἔλθω χθόνα. Χο. πῶς οὖν ἔκρυπτες τὸν παρόντα δαίμονα, φίλου μολόντος ἀνδρὸς ὡς αὐτὸς λέγεις; Αδ. οὐκ ἄν ποτ’ ἠθέλησεν εἰσελθεῖν δόμους, εἰ τῶν ἐμῶν τι πημάτων ἐγνώρισεν.
565 καὶ τῶι μέν, οἶμαι, δρῶν τάδ’ οὐ φρονεῖν δοκῶ οὐδ’ αἰνέσει με· τἀμὰ δ’ οὐκ ἐπίσταται μέλαθρ’ ἀπωθεῖν οὐδ’ ἀτιμάζειν ξένους. Χο. ὦ πολύξεινος καὶ ἐλευθέρου ἀνδρὸς ἀεί ποτ’
οἶκος,
570σέ τοι καὶ ὁ Πύθιος εὐλύρας Ἀπόλλων ἠξίωσε ναίειν,
573ἔτλα δὲ σοῖσι μηλονόμας ἐν νομοῖς γενέσθαι,
575δοχμιᾶν διὰ κλειτύων βοσκήμασι σοῖσι συρίζων ποιμνίτας ὑμεναίους. σὺν δ’ ἐποιμαίνοντο χαρᾶι μελέων βαλιαί τε λύγκες,60
580ἔβα δὲ λιποῦς’ Ὄθρυος νάπαν λεόντων ἁ δαφοινὸς ἴλα·
583χόρευσε δ’ ἀμφὶ σὰν κιθάραν, Φοῖβε, ποικιλόθριξ
585νεβρὸς ὑψικόμων πέραν βαίνους’ ἐλατᾶν σφυρῶι κούφωι, χαίρους’ εὔφρονι μολπᾶι. τοιγὰρ πολυμηλοτάταν ἑστίαν οἰκεῖ παρὰ καλλίναον
590Βοιβίαν λίμναν. ἀρότοις δὲ γυᾶν καὶ πεδίων δαπέδοις ὅρον ἀμφὶ μὲν ἀελίου κνεφαίαν ἱππόστασιν †αἰθέρα τὰν† Μολοσ‐ σῶν 〈 〉 τίθεται,
595πόντιον δ’ Αἰγαῖον ἐπ’ ἀκτὰν ἀλίμενον Πηλίου κρατύνει. καὶ νῦν δόμον ἀμπετάσας δέξατο ξεῖνον νοτερῶι βλεφάρωι, τᾶς φίλας κλαίων ἀλόχου νέκυν ἐν

(600)

δώμασιν ἀρτιθανῆ· τὸ γὰρ εὐγενὲς
ἐκφέρεται πρὸς αἰδῶ. ἐν τοῖς ἀγαθοῖσι δὲ πάντ’ ἔνε‐ στιν· σοφίας ἄγαμαι. πρὸς δ’ ἐμᾶι ψυχᾶι θράσος ἧσται61
605 θεοσεβῆ φῶτα κεδνὰ πράξειν. Αδ. ἀνδρῶν Φεραίων εὐμενὴς παρουσία, νέκυν μὲν ἤδη πάντ’ ἔχοντα πρόσπολοι φέρουσιν ἄρδην πρὸς τάφον τε καὶ πυράν· ὑμεῖς δὲ τὴν θανοῦσαν, ὡς νομίζεται,
610 προσείπατ’ ἐξιοῦσαν ὑστάτην ὁδόν. Χο. καὶ μὴν ὁρῶ σὸν πατέρα γηραιῶι ποδὶ στείχοντ’, ὀπαδούς τ’ ἐν χεροῖν δάμαρτι σῆι κόσμον φέροντας, νερτέρων ἀγάλματα. ΦΕΡΗΣ
614ἥκω κακοῖσι σοῖσι συγκάμνων, τέκνον·
615ἐσθλῆς γάρ, οὐδεὶς ἀντερεῖ, καὶ σώφρονος γυναικὸς ἡμάρτηκας. ἀλλὰ ταῦτα μὲν φέρειν ἀνάγκη καίπερ ὄντα δύσφορα. δέχου δὲ κόσμον τόνδε καὶ κατὰ χθονὸς ἴτω. τὸ ταύτης σῶμα τιμᾶσθαι χρεών,
620ἥτις γε τῆς σῆς προύθανε ψυχῆς, τέκνον, καί μ’ οὐκ ἄπαιδ’ ἔθηκεν οὐδ’ εἴασε σοῦ στερέντα γήραι πενθίμωι καταφθίνειν, πάσαις δ’ ἔθηκεν εὐκλεέστερον βίον γυναιξίν, ἔργον τλᾶσα γενναῖον τόδε.
625ὦ τόνδε μὲν σώσας’, ἀναστήσασα δὲ ἡμᾶς πίτνοντας, χαῖρε, κἀν Ἅιδου δόμοις
εὖ σοι γένοιτο. φημὶ τοιούτους γάμους λύειν βροτοῖσιν, ἢ γαμεῖν οὐκ ἄξιον. Αδ. οὔτ’ ἦλθες ἐς τόνδ’ ἐξ ἐμοῦ κληθεὶς τάφον62
630οὔτ’ ἐν φίλοισι σὴν παρουσίαν λέγω. κόσμον δὲ τὸν σὸν οὔποθ’ ἥδ’ ἐνδύσεται· οὐ γάρ τι τῶν σῶν ἐνδεὴς ταφήσεται. τότε ξυναλγεῖν χρῆν ς’ ὅτ’ ὠλλύμην ἐγώ· σὺ δ’ ἐκποδὼν στὰς καὶ παρεὶς ἄλλωι θανεῖν
635νέωι γέρων ὢν τόνδ’ ἀποιμώξηι νεκρόν; οὐκ ἦσθ’ ἄρ’ ὀρθῶς τοῦδε σώματος πατήρ, οὐδ’ ἡ τεκεῖν φάσκουσα καὶ κεκλημένη μήτηρ μ’ ἔτικτε, δουλίου δ’ ἀφ’ αἵματος μαστῶι γυναικὸς σῆς ὑπεβλήθην λάθραι.
640ἔδειξας εἰς ἔλεγχον ἐξελθὼν ὃς εἶ, καί μ’ οὐ νομίζω παῖδα σὸν πεφυκέναι. ἦ τἄρα πάντων διαπρέπεις ἀψυχίαι, ὃς τηλικόσδ’ ὢν κἀπὶ τέρμ’ ἥκων βίου οὐκ ἠθέλησας οὐδ’ ἐτόλμησας θανεῖν
645τοῦ σοῦ πρὸ παιδός, ἀλλὰ τήνδ’ εἰάσατε γυναῖκ’ ὀθνείαν, ἣν ἐγὼ καὶ μητέρα καὶ πατέρ’ ἂν ἐνδίκως ἂν ἡγοίμην μόνην. καίτοι καλόν γ’ ἂν τόνδ’ ἀγῶν’ ἠγωνίσω τοῦ σοῦ πρὸ παιδὸς κατθανών, βραχὺς δέ σοι

(650)

πάντως ὁ λοιπὸς ἦν βιώσιμος χρόνος. [κἀγώ τ’ ἂν ἔζων χἤδε τὸν λοιπὸν χρόνον, κοὐκ ἂν μονωθεὶς ἔστενον κακοῖς ἐμοῖς.] καὶ μὴν ὅς’ ἄνδρα χρὴ παθεῖν εὐδαίμονα πέπονθας· ἥβησας μὲν ἐν τυραννίδι,
655παῖς δ’ ἦν ἐγώ σοι τῶνδε διάδοχος δόμων, ὥστ’ οὐκ ἄτεκνος κατθανὼν ἄλλοις δόμον
λείψειν ἔμελλες ὀρφανὸν διαρπάσαι. οὐ μὴν ἐρεῖς γέ μ’ ὡς ἀτιμάζοντα σὸν γῆρας θανεῖν προύδωκας, ὅστις αἰδόφρων63
660πρὸς ς’ ἦ μάλιστα· κἀντὶ τῶνδέ μοι χάριν τοιάνδε καὶ σὺ χἠ τεκοῦς’ ἠλλαξάτην. τοιγὰρ φυτεύων παῖδας οὐκέτ’ ἂν φθάνοις, οἳ γηροβοσκήσουσι καὶ θανόντα σε περιστελοῦσι καὶ προθήσονται νεκρόν.
665οὐ γάρ ς’ ἔγωγε τῆιδ’ ἐμῆι θάψω χερί· τέθνηκα γὰρ δὴ τοὐπὶ ς’. εἰ δ’ ἄλλου τυχὼν σωτῆρος αὐγὰς εἰσορῶ, κείνου λέγω καὶ παῖδά μ’ εἶναι καὶ φίλον γηροτρόφον. μάτην ἄρ’ οἱ γέροντες εὔχονται θανεῖν,
670 γῆρας ψέγοντες καὶ μακρὸν χρόνον βίου· ἢν δ’ ἐγγὺς ἔλθηι θάνατος, οὐδεὶς βούλεται θνήισκειν, τὸ γῆρας δ’ οὐκέτ’ ἔστ’ αὐτοῖς βαρύ. Χο. παύσασθ’, ἅλις γὰρ ἡ παροῦσα συμφορά· ὦ παῖ, πατρὸς δὲ μὴ παροξύνηις φρένας.
675Φε. ὦ παῖ, τίν’ αὐχεῖς, πότερα Λυδὸν ἢ Φρύγα κακοῖς ἐλαύνειν ἀργυρώνητον σέθεν; οὐκ οἶσθα Θεσσαλόν με κἀπὸ Θεσσαλοῦ πατρὸς γεγῶτα γνησίως ἐλεύθερον; ἄγαν ὑβρίζεις καὶ νεανίας λόγους
680ῥίπτων ἐς ἡμᾶς οὐ βαλὼν οὕτως ἄπει. ἐγὼ δέ ς’ οἴκων δεσπότην ἐγεινάμην κἄθρεψ’, ὀφείλω δ’ οὐχ ὑπερθνήισκειν σέθεν· οὐ γὰρ πατρῶιον τόνδ’ ἐδεξάμην νόμον, παίδων προθνήισκειν πατέρας, οὐδ’ Ἑλληνικόν.
685σαυτῶι γὰρ εἴτε δυστυχὴς εἴτ’ εὐτυχὴς ἔφυς· ἃ δ’ ἡμῶν χρῆν σε τυγχάνειν ἔχεις. πολλῶν μὲν ἄρχεις, πολυπλέθρους δέ σοι γύας λείψω· πατρὸς γὰρ ταὔτ’ ἐδεξάμην πάρα. τί δῆτά ς’ ἠδίκηκα; τοῦ ς’ ἀποστερῶ;64
690μὴ θνῆισχ’ ὑπὲρ τοῦδ’ ἀνδρός, οὐδ’ ἐγὼ πρὸ σοῦ. χαίρεις ὁρῶν φῶς· πατέρα δ’ οὐ χαίρειν δοκεῖς; ἦ μὴν πολύν γε τὸν κάτω λογίζομαι χρόνον, τὸ δὲ ζῆν σμικρὸν ἀλλ’ ὅμως γλυκύ. σὺ γοῦν ἀναιδῶς διεμάχου τὸ μὴ θανεῖν
695καὶ ζῆις παρελθὼν τὴν πεπρωμένην τύχην, ταύτην κατακτάς· εἶτ’ ἐμὴν ἀψυχίαν λέγεις, γυναικός, ὦ κάκισθ’, ἡσσημένος, ἣ τοῦ καλοῦ σοῦ προύθανεν νεανίου; σοφῶς δ’ ἐφηῦρες ὥστε μὴ θανεῖν ποτε,

(700)

εἰ τὴν παροῦσαν κατθανεῖν πείσεις ἀεὶ γυναῖχ’ ὑπὲρ σοῦ· κἆιτ’ ὀνειδίζεις φίλοις τοῖς μὴ θέλουσι δρᾶν τάδ’, αὐτὸς ὢν κακός; σίγα· νόμιζε δ’, εἰ σὺ τὴν σαυτοῦ φιλεῖς ψυχήν, φιλεῖν ἅπαντας· εἰ δ’ ἡμᾶς κακῶς
705 ἐρεῖς, ἀκούσηι πολλὰ κοὐ ψευδῆ κακά. Χο. πλείω λέλεκται νῦν τε καὶ τὸ πρὶν κακά· παῦσαι δέ, πρέσβυ, παῖδα σὸν κακορροθῶν. Αδ. λέγ’, ὡς ἐμοῦ λέξαντος· εἰ δ’ ἀλγεῖς κλύων τἀληθές, οὐ χρῆν ς’ εἰς ἔμ’ ἐξαμαρτάνειν.
710Φε. σοῦ δ’ ἂν προθνήισκων μᾶλλον ἐξημάρτανον. Αδ. ταὐτὸν γὰρ ἡβῶντ’ ἄνδρα καὶ πρέσβυν θανεῖν;
Φε. ψυχῆι μιᾶι ζῆν, οὐ δυοῖν, ὀφείλομεν. Αδ. καὶ μὴν Διός γε μείζονα ζώηις χρόνον. Φε. ἀρᾶι γονεῦσιν οὐδὲν ἔκδικον παθών;65
715Αδ. μακροῦ βίου γὰρ ἠισθόμην ἐρῶντά σε. Φε. ἀλλ’ οὐ σὺ νεκρὸν ἀντὶ σοῦ τόνδ’ ἐκφέρεις; Αδ. σημεῖα τῆς σῆς γ’, ὦ κάκιστ’, ἀψυχίας. Φε. οὔτοι πρὸς ἡμῶν γ’ ὤλετ’· οὐκ ἐρεῖς τόδε. Αδ. φεῦ·
719εἴθ’ ἀνδρὸς ἔλθοις τοῦδέ γ’ ἐς χρείαν ποτέ.
720Φε. μνήστευε πολλάς, ὡς θάνωσι πλείονες. Αδ. σοὶ τοῦτ’ ὄνειδος· οὐ γὰρ ἤθελες θανεῖν. Φε. φίλον τὸ φέγγος τοῦτο τοῦ θεοῦ, φίλον. Αδ. κακὸν τὸ λῆμα κοὐκ ἐν ἀνδράσιν τὸ σόν. Φε. οὐκ ἐγγελᾶις γέροντα βαστάζων νεκρόν.
725Αδ. θανῆι γε μέντοι δυσκλεής, ὅταν θάνηις. Φε. κακῶς ἀκούειν οὐ μέλει θανόντι μοι. Αδ. φεῦ φεῦ· τὸ γῆρας ὡς ἀναιδείας πλέων. Φε. ἥδ’ οὐκ ἀναιδής· τήνδ’ ἐφηῦρες ἄφρονα. Αδ. ἄπελθε κἀμὲ τόνδ’ ἔα θάψαι νεκρόν.
730Φε. ἄπειμι· θάψεις δ’ αὐτὸς ὢν αὐτῆς φονεύς, δίκας δὲ δώσεις σοῖσι κηδεσταῖς ἔτι· ἦ τἄρ’ Ἄκαστος οὐκέτ’ ἔστ’ ἐν ἀνδράσιν, εἰ μή ς’ ἀδελφῆς αἷμα τιμωρήσεται. Αδ. ἔρρων νυν αὐτὸς χἠ ξυνοικήσασά σοι,
735ἄπαιδε παιδὸς ὄντος, ὥσπερ ἄξιοι, γηράσκετ’· οὐ γὰρ τῶιδ’ ἔτ’ ἐς ταὐτὸν στέγος νεῖσθ’· εἰ δ’ ἀπειπεῖν χρῆν με κηρύκων ὕπο τὴν σὴν πατρώιαν ἑστίαν, ἀπεῖπον ἄν. ἡμεῖς δέ, τοὐν ποσὶν γὰρ οἰστέον κακόν.66
740 στείχωμεν, ὡς ἂν ἐν πυρᾶι θῶμεν νεκρόν. Χο. ἰὼ ἰώ. σχετλία τόλμης, ὦ γενναία καὶ μέγ’ ἀρίστη, χαῖρε· πρόφρων σε χθόνιός θ’ Ἑρμῆς Ἅιδης τε δέχοιτ’. εἰ δέ τι κἀκεῖ
745 πλέον ἔστ’ ἀγαθοῖς, τούτων μετέχους’ Ἅιδου νύμφηι παρεδρεύοις. ΘΕΡΑΠΩΝ
747πολλοὺς μὲν ἤδη κἀπὸ παντοίας χθονὸς ξένους μολόντας οἶδ’ ἐς Ἀδμήτου δόμους, οἷς δεῖπνα προύθηκ’· ἀλλὰ τοῦδ’ οὔπω ξένου

(750)

κακίον’ ἐς τήνδ’ ἑστίαν ἐδεξάμην. ὃς πρῶτα μὲν πενθοῦντα δεσπότην ὁρῶν ἐσῆλθε κἀτόλμης’ ἀμείψασθαι πύλας. ἔπειτα δ’ οὔτι σωφρόνως ἐδέξατο τὰ προστυχόντα ξένια, συμφορὰν μαθών,
755ἀλλ’, εἴ τι μὴ φέροιμεν, ὤτρυνεν φέρειν. ποτῆρα δ’ †ἐν χείρεσσι† κίσσινον λαβὼν πίνει μελαίνης μητρὸς εὔζωρον μέθυ, ἕως ἐθέρμην’ αὐτὸν ἀμφιβᾶσα φλὸξ οἴνου. στέφει δὲ κρᾶτα μυρσίνης κλάδοις,
760ἄμους’ ὑλακτῶν· δισσὰ δ’ ἦν μέλη κλύειν·
ὁ μὲν γὰρ ἦιδε, τῶν ἐν Ἀδμήτου κακῶν οὐδὲν προτιμῶν, οἰκέται δ’ ἐκλαίομεν δέσποιναν, ὄμμα δ’ οὐκ ἐδείκνυμεν ξένωι τέγγοντες· Ἄδμητος γὰρ ὧδ’ ἐφίετο.67
765καὶ νῦν ἐγὼ μὲν ἐν δόμοισιν ἑστιῶ ξένον, πανοῦργον κλῶπα καὶ ληιστήν τινα, ἡ δ’ ἐκ δόμων βέβηκεν, οὐδ’ ἐφεσπόμην οὐδ’ ἐξέτεινα χεῖρ’ ἀποιμώζων ἐμὴν δέσποιναν, ἣ ’μοὶ πᾶσί τ’ οἰκέταισιν ἦν
770 μήτηρ· κακῶν γὰρ μυρίων ἐρρύετο, ὀργὰς μαλάσσους’ ἀνδρός. ἆρα τὸν ξένον στυγῶ δικαίως, ἐν κακοῖς ἀφιγμένον; Ηρ. οὗτος, τί σεμνὸν καὶ πεφροντικὸς βλέπεις; οὐ χρὴ σκυθρωπὸν τοῖς ξένοις τὸν πρόσπολον
775εἶναι, δέχεσθαι δ’ εὐπροσηγόρωι φρενί. σὺ δ’ ἄνδρ’ ἑταῖρον δεσπότου παρόνθ’ ὁρῶν στυγνῶι προσώπωι καὶ συνωφρυωμένωι δέχηι, θυραίου πήματος σπουδὴν ἔχων. δεῦρ’ ἔλθ’, ὅπως ἂν καὶ σοφώτερος γένηι.
780τὰ θνητὰ πράγματ’ †οἶδας† ἣν ἔχει φύσιν; οἶμαι μὲν οὔ· πόθεν γάρ; ἀλλ’ ἄκουέ μου. βροτοῖς ἅπασι κατθανεῖν ὀφείλεται, κοὐκ ἔστι θνητῶν ὅστις ἐξεπίσταται τὴν αὔριον μέλλουσαν εἰ βιώσεται·
785τὸ τῆς τύχης γὰρ ἀφανὲς οἷ προβήσεται, κἄστ’ οὐ διδακτὸν οὐδ’ ἁλίσκεται τέχνηι.
ταῦτ’ οὖν ἀκούσας καὶ μαθὼν ἐμοῦ πάρα εὔφραινε σαυτόν, πῖνε, τὸν καθ’ ἡμέραν βίον λογίζου σόν, τὰ δ’ ἄλλα τῆς τύχης.68
790τίμα δὲ καὶ τὴν πλεῖστον ἡδίστην θεῶν Κύπριν βροτοῖσιν· εὐμενὴς γὰρ ἡ θεός. τὰ δ’ ἄλλ’ ἔασον πάντα καὶ πιθοῦ λόγοις ἐμοῖσιν, εἴπερ ὀρθά σοι δοκῶ λέγειν. οἶμαι μέν. οὔκουν τὴν ἄγαν λύπην ἀφεὶς
795πίηι μεθ’ ἡμῶν [τάσδ’ ὑπερβαλὼν τύχας, στεφάνοις πυκασθείς]; καὶ σάφ’ οἶδ’ ὁθούνεκα τοῦ νῦν σκυθρωποῦ καὶ ξυνεστῶτος φρενῶν μεθορμιεῖ σε πίτυλος ἐμπεσὼν σκύφου. ὄντας δὲ θνητοὺς θνητὰ καὶ φρονεῖν χρεών·

(800)

ὡς τοῖς γε σεμνοῖς καὶ συνωφρυωμένοις ἅπασίν ἐστιν, ὥς γ’ ἐμοὶ χρῆσθαι κριτῆι, οὐ βίος ἀληθῶς ὁ βίος ἀλλὰ συμφορά. Θε. ἐπιστάμεσθα ταῦτα· νῦν δὲ πράσσομεν οὐχ οἷα κώμου καὶ γέλωτος ἄξια.
805Ηρ. γυνὴ θυραῖος ἡ θανοῦσα· μὴ λίαν πένθει· δόμων γὰρ ζῶσι τῶνδε δεσπόται. Θε. τί ζῶσιν; οὐ κάτοισθα τἀν δόμοις κακά; Ηρ. εἰ μή τι σός με δεσπότης ἐψεύσατο. Θε. ἄγαν ἐκεῖνός ἐστ’ ἄγαν φιλόξενος.
810Ηρ. οὐ χρῆν μ’ ὀθνείου γ’ οὕνεκ’ εὖ πάσχειν νεκροῦ; Θε. ἦ κάρτα μέντοι καὶ λίαν ὀθνεῖος ἦν. Ηρ. μῶν ξυμφοράν τιν’ οὖσαν οὐκ ἔφραζέ μοι; Θε. χαίρων ἴθ’· ἡμῖν δεσποτῶν μέλει κακά. Ηρ. ὅδ’ οὐ θυραίων πημάτων ἄρχει λόγος.
815Θε. οὐ γάρ τι κωμάζοντ’ ἂν ἠχθόμην ς’ ὁρῶν. Ηρ. ἀλλ’ ἦ πέπονθα δείν’ ὑπὸ ξένων ἐμῶν; Θε. οὐκ ἦλθες ἐν δέοντι δέξασθαι δόμοις. [πένθος γὰρ ἡμῖν ἐστι· καὶ κουρὰν βλέπεις μελαμπέπλους στολμούς τε. Ηρ. τίς δ’ ὁ κατθανών;]69
820〈Ηρ.〉 μῶν ἢ τέκνων τι φροῦδον ἢ γέρων πατήρ; Θε. γυνὴ μὲν οὖν ὄλωλεν Ἀδμήτου, ξένε. Ηρ. τί φήις; ἔπειτα δῆτά μ’ ἐξενίζετε; Θε. ἠιδεῖτο γάρ σε τῶνδ’ ἀπώσασθαι δόμων. Ηρ. ὦ σχέτλι’, οἵας ἤμπλακες ξυναόρου.
825Θε. ἀπωλόμεσθα πάντες, οὐ κείνη μόνη. Ηρ. ἀλλ’ ἠισθόμην μὲν ὄμμ’ ἰδὼν δακρυρροοῦν κουράν τε καὶ πρόσωπον· ἀλλ’ ἔπειθέ με λέγων θυραῖον κῆδος ἐς τάφον φέρειν. βίαι δὲ θυμοῦ τάσδ’ ὑπερβαλὼν πύλας
830ἔπινον ἀνδρὸς ἐν φιλοξένου δόμοις, πράσσοντος οὕτω. κἆιτα κωμάζω κάρα στεφάνοις πυκασθείς; ἀλλὰ σοῦ τὸ μὴ φράσαι, κακοῦ τοσούτου δώμασιν προσκειμένου. ποῦ καί σφε θάπτει; ποῖ νιν εὑρήσω μολών;
835Θε. ὀρθὴν παρ’ οἶμον ἣ ’πὶ Λαρίσαν φέρει τύμβον κατόψηι ξεστὸν ἐκ προαστίου. Ηρ. ὦ πολλὰ τλᾶσα καρδία καὶ χεὶρ ἐμή, νῦν δεῖξον οἷον παῖδά ς’ ἡ Τιρυνθία
ἐγείνατ’ Ἠλεκτρύωνος Ἀλκμήνη Διί.70
840δεῖ γάρ με σῶσαι τὴν θανοῦσαν ἀρτίως γυναῖκα κἀς τόνδ’ αὖθις ἱδρῦσαι δόμον Ἄλκηστιν Ἀδμήτωι θ’ ὑπουργῆσαι χάριν. ἐλθὼν δ’ ἄνακτα τὸν μελάμπτερον νεκρῶν Θάνατον φυλάξω, καί νιν εὑρήσειν δοκῶ
845πίνοντα τύμβου πλησίον προσφαγμάτων. κἄνπερ λοχαίας αὐτὸν ἐξ ἕδρας συθεὶς μάρψω, κύκλον γε περιβαλὼν χεροῖν ἐμαῖν, οὐκ ἔστιν ὅστις αὐτὸν ἐξαιρήσεται μογοῦντα πλευρά, πρὶν γυναῖκ’ ἐμοὶ μεθῆι.

(850)

ἢν δ’ οὖν ἁμάρτω τῆσδ’ ἄγρας καὶ μὴ μόληι πρὸς αἱματηρὸν πελανόν, εἶμι τῶν κάτω Κόρης ἄνακτός τ’ εἰς ἀνηλίους δόμους, αἰτήσομαί τε καὶ πέποιθ’ ἄξειν ἄνω Ἄλκηστιν, ὥστε χερσὶν ἐνθεῖναι ξένου,
855ὅς μ’ ἐς δόμους ἐδέξατ’ οὐδ’ ἀπήλασεν, καίπερ βαρείαι συμφορᾶι πεπληγμένος, ἔκρυπτε δ’ ὢν γενναῖος, αἰδεσθεὶς ἐμέ. τίς τοῦδε μᾶλλον Θεσσαλῶν φιλόξενος, τίς Ἑλλάδ’ οἰκῶν; τοιγὰρ οὐκ ἐρεῖ κακὸν
860 εὐεργετῆσαι φῶτα γενναῖος γεγώς. Αδ. ἰώ,
861στυγναὶ πρόσοδοι, στυγναὶ δ’ ὄψεις
861χήρων μελάθρων. ἰώ μοί μοι, αἰαῖ 〈αἰαῖ〉. ποῖ βῶ; ποῖ στῶ; τί λέγω; τί δὲ μή;
πῶς ἂν ὀλοίμην;71
865ἦ βαρυδαίμονα μήτηρ μ’ ἔτεκεν. ζηλῶ φθιμένους, κείνων ἔραμαι, κεῖν’ ἐπιθυμῶ δώματα ναίειν. οὔτε γὰρ αὐγὰς χαίρω προσορῶν οὔτ’ ἐπὶ γαίας πόδα πεζεύων·
870 τοῖον ὅμηρόν μ’ ἀποσυλήσας Ἅιδηι Θάνατος παρέδωκεν. Χο. πρόβα πρόβα, βᾶθι κεῦθος οἴκων.
872Αδ. αἰαῖ. Χο. πέπονθας ἄξι’ αἰαγμάτων.
873Αδ. ἒ ἔ. Χο. δι’ ὀδύνας ἔβας, σάφ’ οἶδα.
874Αδ. φεῦ φεῦ.
875Χο. τὰν νέρθε δ’ οὐδὲν ὠφελεῖς ...
875Αδ. ἰώ μοί μοι. Χο. τὸ μήποτ’ εἰσιδεῖν φιλίας ἀλόχου πρόσωπόν ς’ ἔσαντα λυπρόν. Αδ. ἔμνησας ὅ μου φρένας ἥλκωσεν· τί γὰρ ἀνδρὶ κακὸν μεῖζον ἁμαρτεῖν
880πιστῆς ἀλόχου; μήποτε γήμας ὤφελον οἰκεῖν μετὰ τῆσδε δόμους. ζηλῶ δ’ ἀγάμους ἀτέκνους τε βροτῶν· μία γὰρ ψυχή, τῆς ὑπεραλγεῖν μέτριον ἄχθος.
885 παίδων δὲ νόσους καὶ νυμφιδίους εὐνὰς θανάτοις κεραϊζομένας οὐ τλητὸν ὁρᾶν, ἐξὸν ἀτέκνους ἀγάμους τ’ εἶναι διὰ παντός. Χο. τύχα τύχα δυσπάλαιστος ἥκει.72
889Αδ. αἰαῖ.
890Χο. πέρας δέ γ’ οὐδὲν ἀλγέων τίθης.
890Αδ. ἒ ἔ. Χο. βαρέα μὲν φέρειν, ὅμως δὲ ...
891Αδ. φεῦ φεῦ. Χο. τλᾶθ’· οὐ σὺ πρῶτος ὤλεσας ...
892Αδ. ἰώ μοί μοι. Χο. γυναῖκα· συμφορὰ δ’ ἑτέρους ἑτέρα πιέζει φανεῖσα θνατῶν.
895Αδ. ὦ μακρὰ πένθη λῦπαί τε φίλων τῶν ὑπὸ γαίας. τί μ’ ἐκώλυσας ῥῖψαι τύμβου τάφρον ἐς κοίλην καὶ μετ’ ἐκείνης τῆς μέγ’ ἀρίστης κεῖσθαι φθίμενον;

(900)

δύο δ’ ἀντὶ μιᾶς Ἅιδης ψυχὰς τὰς πιστοτάτας σὺν ἂν ἔσχεν, ὁμοῦ χθονίαν λίμνην διαβάντε. Χο. ἐμοί τις ἦν ἐν γένει, ὧι κόρος ἀξιόθρη‐
905νος ὤλετ’ ἐν δόμοισιν
μονόπαις· ἀλλ’ ἔμπας ἔφερε κακὸν ἅλις, ἄτεκνος ὤν,73
909πολιὰς ἐπὶ χαίτας
910 ἤδη προπετὴς ὢν βιότου τε πόρσω. Αδ. ὦ σχῆμα δόμων, πῶς εἰσέλθω, πῶς δ’ οἰκήσω, μεταπίπτοντος δαίμονος; οἴμοι. πολὺ γὰρ τὸ μέσον·
915τότε μὲν πεύκαις σὺν Πηλιάσιν σύν θ’ ὑμεναίοις ἔστειχον ἔσω φιλίας ἀλόχου χέρα βαστάζων, πολυάχητος δ’ εἵπετο κῶμος τήν τε θανοῦσαν κἄμ’ ὀλβίζων
920ὡς εὐπατρίδαι κἀπ’ ἀμφοτέρων ὄντες ἀριστέων σύζυγες εἶμεν· νῦν δ’ ὑμεναίων γόος ἀντίπαλος λευκῶν τε πέπλων μέλανες στολμοὶ πέμπουσί μ’ ἔσω
925 λέκτρων κοίτας ἐς ἐρήμους. Χο. παρ’ εὐτυχῆ σοι πότμον ἦλθεν ἀπειροκάκωι
τόδ’ ἄλγος· ἀλλ’ ἔσωσας βίοτον καὶ ψυχάν.
930ἔθανε δάμαρ, ἔλιπε φιλίαν·
932τί νέον τόδε; πολλοὺς ἤδη παρέλυσεν
θάνατος δάμαρτος.74
935Αδ. φίλοι, γυναικὸς δαίμον’ εὐτυχέστερον τοὐμοῦ νομίζω, καίπερ οὐ δοκοῦνθ’ ὅμως. τῆς μὲν γὰρ οὐδὲν ἄλγος ἅψεταί ποτε, πολλῶν δὲ μόχθων εὐκλεὴς ἐπαύσατο. ἐγὼ δ’, ὃν οὐ χρῆν ζῆν, παρεὶς τὸ μόρσιμον
940λυπρὸν διάξω βίοτον· ἄρτι μανθάνω. πῶς γὰρ δόμων τῶνδ’ εἰσόδους ἀνέξομαι; τίν’ ἂν προσειπών, τοῦ δὲ προσρηθεὶς ὕπο τερπνῆς τύχοιμ’ ἂν εἰσόδου; ποῖ τρέψομαι; ἡ μὲν γὰρ ἔνδον ἐξελᾶι μ’ ἐρημία,
945γυναικὸς εὐνὰς εὖτ’ ἂν εἰσίδω κενὰς θρόνους τ’ ἐν οἷσιν ἷζε καὶ κατὰ στέγας αὐχμηρὸν οὖδας, τέκνα δ’ ἀμφὶ γούνασιν πίπτοντα κλαίηι μητέρ’, οἱ δὲ δεσπότιν στένωσιν οἵαν ἐκ δόμων ἀπώλεσαν.

(950)

τὰ μὲν κατ’ οἴκους τοιάδ’· ἔξωθεν δέ με γάμοι τ’ ἐλῶσι Θεσσαλῶν καὶ ξύλλογοι γυναικοπληθεῖς· οὐ γὰρ ἐξανέξομαι λεύσσων δάμαρτος τῆς ἐμῆς ὁμήλικας. ἐρεῖ δέ μ’ ὅστις ἐχθρὸς ὢν κυρεῖ τάδε·
955Ἰδοῦ τὸν αἰσχρῶς ζῶνθ’, ὃς οὐκ ἔτλη θανεῖν ἀλλ’ ἣν ἔγημεν ἀντιδοὺς ἀψυχίαι πέφευγεν Ἅιδην· κἆιτ’ ἀνὴρ εἶναι δοκεῖ; στυγεῖ δὲ τοὺς τεκόντας, αὐτὸς οὐ θέλων θανεῖν. τοιάνδε πρὸς κακοῖσι κληδόνα
960 ἕξω. τί μοι ζῆν δῆτα κύδιον, φίλοι, κακῶς κλύοντι καὶ κακῶς πεπραγότι; Χο. ἐγὼ καὶ διὰ μούσας
καὶ μετάρσιος ἦιξα, καὶ πλείστων ἁψάμενος λόγων75
965κρεῖσσον οὐδὲν Ἀνάγκας ηὗρον οὐδέ τι φάρμακον Θρήισσαις ἐν σανίσιν, τὰς Ὀρφεία κατέγραψεν γῆρυς, οὐδ’ ὅσα Φοῖβος Ἀ‐
970 σκληπιάδαις ἔδωκε φάρμακα πολυπόνοις ἀντιτεμὼν βροτοῖσιν. μόνας δ’ οὔτ’ ἐπὶ βωμοὺς ἐλθεῖν οὔτε βρέτας θεᾶς
975ἔστιν, οὐ σφαγίων κλύει. μή μοι, πότνια, μείζων ἔλθοις ἢ τὸ πρὶν ἐν βίωι. καὶ γὰρ Ζεὺς ὅτι νεύσηι σὺν σοὶ τοῦτο τελευτᾶι.
980καὶ τὸν ἐν Χαλύβοις δαμά‐ ζεις σὺ βίαι σίδαρον, οὐδέ τις ἀποτόμου λήματός ἐστιν αἰδώς. καί ς’ ἐν ἀφύκτοισι χερῶν εἷλε θεὰ δεσμοῖς.
986τόλμα δ’· οὐ γὰρ ἀνάξεις ποτ’ ἔνερθεν
988κλαίων τοὺς φθιμένους ἄνω. καὶ θεῶν σκότιοι φθίνου‐
990σι παῖδες ἐν θανάτωι.
φίλα μὲν ὅτ’ ἦν μεθ’ ἡμῶν, φίλα δὲ θανοῦς’ ἔτ’ ἔσται, γενναιοτάταν δὲ πασᾶν ἐζεύξω κλισίαις ἄκοιτιν.76
995μηδὲ νεκρῶν ὡς φθιμένων χῶμα νομιζέσθω
997τύμβος σᾶς ἀλόχου, θεοῖσι δ’ ὁμοίως τιμάσθω, σέβας ἐμπόρων.

(1000)

καί τις δοχμίαν κέλευ‐ θον ἐμβαίνων τόδ’ ἐρεῖ· Αὕτα ποτὲ προύθαν’ ἀνδρός, νῦν δ’ ἔστι μάκαιρα δαίμων· χαῖρ’, ὦ πότνι’, εὖ δὲ δοίης.
1005 τοῖαί νιν προσεροῦσι φῆμαι. —καὶ μὴν ὅδ’, ὡς ἔοικεν, Ἀλκμήνης γόνος, Ἄδμητε, πρὸς σὴν ἑστίαν πορεύεται. Ηρ. φίλον πρὸς ἄνδρα χρὴ λέγειν ἐλευθέρως, Ἄδμητε, μομφὰς δ’ οὐχ ὑπὸ σπλάγχνοις ἔχειν
1010σιγῶντ’. ἐγὼ δὲ σοῖς κακοῖσιν ἠξίουν ἐγγὺς παρεστὼς ἐξετάζεσθαι φίλος· σὺ δ’ οὐκ ἔφραζες σῆς προκείμενον νέκυν γυναικός, ἀλλά μ’ ἐξένιζες ἐν δόμοις, ὡς δὴ θυραίου πήματος σπουδὴν ἔχων.
1015κἄστεψα κρᾶτα καὶ θεοῖς ἐλειψάμην σπονδὰς ἐν οἴκοις δυστυχοῦσι τοῖσι σοῖς. καὶ μέμφομαι μέν, μέμφομαι, παθὼν τάδε· οὐ μήν σε λυπεῖν ἐν κακοῖσι βούλομαι.
ὧν δ’ οὕνεχ’ ἥκω δεῦρ’ ὑποστρέψας πάλιν77
1020λέξω· γυναῖκα τήνδε μοι σῶσον λαβών, ἕως ἂν ἵππους δεῦρο Θρηικίας ἄγων ἔλθω, τύραννον Βιστόνων κατακτανών. πράξας δ’ ὃ μὴ τύχοιμι (νοστήσαιμι γάρ) δίδωμι τήνδε σοῖσι προσπολεῖν δόμοις.
1025πολλῶι δὲ μόχθωι χεῖρας ἦλθεν εἰς ἐμάς· ἀγῶνα γὰρ πάνδημον εὑρίσκω τινὰς τιθέντας, ἀθληταῖσιν ἄξιον πόνον, ὅθεν κομίζω τήνδε νικητήρια λαβών. τὰ μὲν γὰρ κοῦφα τοῖς νικῶσιν ἦν
1030ἵππους ἄγεσθαι, τοῖσι δ’ αὖ τὰ μείζονα νικῶσι, πυγμὴν καὶ πάλην, βουφόρβια· γυνὴ δ’ ἐπ’ αὐτοῖς εἵπετ’· ἐντυχόντι δὲ αἰσχρὸν παρεῖναι κέρδος ἦν τόδ’ εὐκλεές. ἀλλ’, ὥσπερ εἶπον, σοὶ μέλειν γυναῖκα χρή·
1035 οὐ γὰρ κλοπαίαν ἀλλὰ σὺν πόνωι λαβὼν ἥκω· χρόνωι δὲ καὶ σύ μ’ αἰνέσεις ἴσως. Αδ. οὔτοι ς’ ἀτίζων οὐδ’ ἐν αἰσχροῖσιν τιθεὶς ἔκρυψ’ ἐμῆς γυναικὸς ἀθλίους τύχας. ἀλλ’ ἄλγος ἄλγει τοῦτ’ ἂν ἦν προσκείμενον,
1040εἴ του πρὸς ἄλλου δώμαθ’ ὡρμήθης ξένου· ἅλις δὲ κλαίειν τοὐμὸν ἦν ἐμοὶ κακόν. γυναῖκα δ’, εἴ πως ἔστιν, αἰτοῦμαί ς’, ἄναξ, ἄλλον τιν’ ὅστις μὴ πέπονθεν οἷ’ ἐγὼ σώιζειν ἄνωχθι Θεσσαλῶν· πολλοὶ δέ σοι
1045ξένοι Φεραίων· μή μ’ ἀναμνήσηις κακῶν. οὐκ ἂν δυναίμην τήνδ’ ὁρῶν ἐν δώμασιν
ἄδακρυς εἶναι· μὴ νοσοῦντί μοι νόσον προσθῆις· ἅλις γὰρ συμφορᾶι βαρύνομαι. ποῦ καὶ τρέφοιτ’ ἂν δωμάτων νέα γυνή;78

(1050)

νέα γάρ, ὡς ἐσθῆτι καὶ κόσμωι πρέπει. πότερα κατ’ ἀνδρῶν δῆτ’ ἐνοικήσει στέγην; καὶ πῶς ἀκραιφνὴς ἐν νέοις στρωφωμένη ἔσται; τὸν ἡβῶνθ’, Ἡράκλεις, οὐ ῥάιδιον εἴργειν· ἐγὼ δὲ σοῦ προμηθίαν ἔχω.
1055ἢ τῆς θανούσης θάλαμον ἐσβήσας τρέφω; καὶ πῶς ἐπεσφρῶ τήνδε τῶι κείνης λέχει; διπλῆν φοβοῦμαι μέμψιν, ἔκ τε δημοτῶν, μή τίς μ’ ἐλέγξηι τὴν ἐμὴν εὐεργέτιν προδόντ’ ἐν ἄλλης δεμνίοις πίτνειν νέας,
1060καὶ τῆς θανούσης (ἀξία δέ μοι σέβειν) πολλὴν πρόνοιαν δεῖ μ’ ἔχειν. σὺ δ’, ὦ γύναι, ἥτις ποτ’ εἶ σύ, ταὔτ’ ἔχους’ Ἀλκήστιδι μορφῆς μέτρ’ ἴσθι, καὶ προσήϊξαι δέμας. οἴμοι. κόμιζε πρὸς θεῶν ἐξ ὀμμάτων
1065γυναῖκα τήνδε, μή μ’ ἕληις ἡιρημένον. δοκῶ γὰρ αὐτὴν εἰσορῶν γυναῖχ’ ὁρᾶν ἐμήν· θολοῖ δὲ καρδίαν, ἐκ δ’ ὀμμάτων πηγαὶ κατερρώγασιν. ὦ τλήμων ἐγώ, ὡς ἄρτι πένθους τοῦδε γεύομαι πικροῦ.
1070Χο. ἐγὼ μὲν οὐκ ἔχοιμ’ ἂν εὖ λέγειν τύχην· χρὴ δ’, ἥτις ἐστί, καρτερεῖν θεοῦ δόσιν.
Ηρ. εἰ γὰρ τοσαύτην δύναμιν εἶχον ὥστε σὴν ἐς φῶς πορεῦσαι νερτέρων ἐκ δωμάτων γυναῖκα καί σοι τήνδε πορσῦναι χάριν.79
1075Αδ. σάφ’ οἶδα βούλεσθαί ς’ ἄν. ἀλλὰ ποῦ τόδε; οὐκ ἔστι τοὺς θανόντας ἐς φάος μολεῖν. Ηρ. μή νυν ὑπέρβαλλ’ ἀλλ’ ἐναισίμως φέρε. Αδ. ῥᾶιον παραινεῖν ἢ παθόντα καρτερεῖν. Ηρ. τί δ’ ἂν προκόπτοις, εἰ θέλεις ἀεὶ στένειν;
1080Αδ. ἔγνωκα καὐτός, ἀλλ’ ἔρως τις ἐξάγει. Ηρ. τὸ γὰρ φιλῆσαι τὸν θανόντ’ ἄγει δάκρυ. Αδ. ἀπώλεσέν με κἄτι μᾶλλον ἢ λέγω. Ηρ. γυναικὸς ἐσθλῆς ἤμπλακες· τίς ἀντερεῖ; Αδ. ὥστ’ ἄνδρα τόνδε μηκέθ’ ἥδεσθαι βίωι.
1085Ηρ. χρόνος μαλάξει, νῦν δ’ ἔθ’ ἡβάσκει, κακόν. Αδ. χρόνον λέγοις ἄν, εἰ χρόνος τὸ κατθανεῖν. Ηρ. γυνή σε παύσει καὶ νέοι γάμοι πόθου. Αδ. σίγησον· οἷον εἶπας. οὐκ ἂν ὠιόμην. Ηρ. τί δ’; οὐ γαμεῖς γὰρ ἀλλὰ χηρεύσηι λέχος;
1090Αδ. οὐκ ἔστιν ἥτις τῶιδε συγκλιθήσεται. Ηρ. μῶν τὴν θανοῦσαν ὠφελεῖν τι προσδοκᾶις; Αδ. κείνην ὅπουπερ ἔστι τιμᾶσθαι χρεών. Ηρ. αἰνῶ μὲν αἰνῶ· μωρίαν δ’ ὀφλισκάνεις. [Αδ. ὡς μήποτ’ ἄνδρα τόνδε νυμφίον καλῶν.
1095Ηρ. ἐπήινες’ ἀλόχωι πιστὸς οὕνεκ’ εἶ φίλος.] Αδ. θάνοιμ’ ἐκείνην καίπερ οὐκ οὖσαν προδούς. Ηρ. δέχου νυν εἴσω τήνδε γενναίως δόμων. Αδ. μή, πρός σε τοῦ σπείραντος ἄντομαι Διός. Ηρ. καὶ μὴν ἁμαρτήσηι γε μὴ δράσας τάδε.80

(1100)

Αδ. καὶ δρῶν γε λύπηι καρδίαν δηχθήσομαι. Ηρ πιθοῦ· τάχ’ ἂν γὰρ ἐς δέον πέσοι χάρις. Αδ. φεῦ·
1102 εἴθ’ ἐξ ἀγῶνος τήνδε μὴ ’λαβές ποτε. Ηρ. νικῶντι μέντοι καὶ σὺ συννικᾶις ἐμοί. Αδ. καλῶς ἔλεξας· ἡ γυνὴ δ’ ἀπελθέτω.
1105Ηρ. ἄπεισιν, εἰ χρή· πρῶτα δ’ εἰ χρεὼν ἄθρει. Αδ. χρή, σοῦ γε μὴ μέλλοντος ὀργαίνειν ἐμοί. Ηρ. εἰδώς τι κἀγὼ τήνδ’ ἔχω προθυμίαν. Αδ. νίκα νυν· οὐ μὴν ἁνδάνοντά μοι ποιεῖς. Ηρ. ἀλλ’ ἔσθ’ ὅθ’ ἡμᾶς αἰνέσεις· πιθοῦ μόνον.
1110Αδ. κομίζετ’, εἰ χρὴ τήνδε δέξασθαι δόμοις. Ηρ. οὐκ ἂν μεθείην σοῖς γυναῖκα προσπόλοις. Αδ. σὺ δ’ αὐτὸς αὐτὴν εἴσαγ’, εἰ δοκεῖ, δόμους. Ηρ. ἐς σὰς μὲν οὖν ἔγωγε θήσομαι χέρας. Αδ. οὐκ ἂν θίγοιμι· δῶμα δ’ εἰσελθεῖν πάρα.
1115Ηρ. τῆι σῆι πέποιθα χειρὶ δεξιᾶι μόνηι. Αδ. ἄναξ, βιάζηι μ’ οὐ θέλοντα δρᾶν τάδε. Ηρ. τόλμα προτεῖναι χεῖρα καὶ θιγεῖν ξένης.
Αδ. καὶ δὴ προτείνω, Γοργόν’ ὡς καρατομῶν. [Ηρ. ἔχεις; Αδ. ἔχω, ναί. Ηρ. σῶιζέ νυν καὶ τὸν Διὸς81
1120 φήσεις ποτ’ εἶναι παῖδα γενναῖον ξένον.] βλέψον πρὸς αὐτήν, εἴ τι σῆι δοκεῖ πρέπειν γυναικί· λύπης δ’ εὐτυχῶν μεθίστασο. Αδ. ὦ θεοί, τί λέξω; θαῦμ’ ἀνέλπιστον τόδε· γυναῖκα λεύσσω τὴν ἐμὴν ἐτητύμως,
1125 ἢ κέρτομός μ’ ἐκ θεοῦ τις ἐκπλήσσει χαρά; Ηρ. οὐκ ἔστιν, ἀλλὰ τήνδ’ ὁρᾶις δάμαρτα σήν. Αδ. ὅρα δὲ μή τι φάσμα νερτέρων τόδ’ ἧι. Ηρ. οὐ ψυχαγωγὸν τόνδ’ ἐποιήσω ξένον. Αδ. ἀλλ’ ἣν ἔθαπτον εἰσορῶ δάμαρτ’ ἐμήν;
1130Ηρ. σάφ’ ἴσθ’· ἀπιστεῖν δ’ οὔ σε θαυμάζω τύχηι. Αδ. θίγω, προσείπω ζῶσαν ὡς δάμαρτ’ ἐμήν; Ηρ. πρόσειπ’· ἔχεις γὰρ πᾶν ὅσονπερ ἤθελες. Αδ. ὦ φιλτάτης γυναικὸς ὄμμα καὶ δέμας, ἔχω ς’ ἀέλπτως, οὔποτ’ ὄψεσθαι δοκῶν.
1135Ηρ. ἔχεις· φθόνος δὲ μὴ γένοιτό τις θεῶν. Αδ. ὦ τοῦ μεγίστου Ζηνὸς εὐγενὲς τέκνον, εὐδαιμονοίης καί ς’ ὁ φιτύσας πατὴρ σώιζοι· σὺ γὰρ δὴ τἄμ’ ἀνώρθωσας μόνος. πῶς τήνδ’ ἔπεμψας νέρθεν ἐς φάος τόδε;
1140Ηρ. μάχην συνάψας δαιμόνων τῶι κυρίωι. Αδ. ποῦ τόνδε Θανάτωι φὴις ἀγῶνα συμβαλεῖν; Ηρ. τύμβον παρ’ αὐτόν, ἐκ λόχου μάρψας χεροῖν.
Αδ. τί γάρ ποθ’ ἥδ’ ἄναυδος ἕστηκεν γυνή; Ηρ. οὔπω θέμις σοι τῆσδε προσφωνημάτων82
1145κλύειν, πρὶν ἂν θεοῖσι τοῖσι νερτέροις ἀφαγνίσηται καὶ τρίτον μόληι φάος. ἀλλ’ εἴσαγ’ εἴσω τήνδε· καὶ δίκαιος ὢν τὸ λοιπόν, Ἄδμητ’, εὐσέβει περὶ ξένους. καὶ χαῖρ’· ἐγὼ δὲ τὸν προκείμενον πόνον

(1150)

Σθενέλου τυράννωι παιδὶ πορσυνῶ μολών. Αδ. μεῖνον παρ’ ἡμῖν καὶ ξυνέστιος γενοῦ. Ηρ. αὖθις τόδ’ ἔσται, νῦν δ’ ἐπείγεσθαί με δεῖ. Αδ. ἀλλ’ εὐτυχοίης, νόστιμον δ’ ἔλθοις δρόμον. ἀστοῖς δὲ πάσηι τ’ ἐννέπω τετραρχίαι
1155 χοροὺς ἐπ’ ἐσθλαῖς συμφοραῖσιν ἱστάναι βωμούς τε κνισᾶν βουθύτοισι προστροπαῖς. νῦν γὰρ μεθηρμόσμεσθα βελτίω βίον τοῦ πρόσθεν· οὐ γὰρ εὐτυχῶν ἀρνήσομαι. Χο. πολλαὶ μορφαὶ τῶν δαιμονίων,
1160πολλὰ δ’ ἀέλπτως κραίνουσι θεοί· καὶ τὰ δοκηθέντ’ οὐκ ἐτελέσθη, τῶν δ’ ἀδοκήτων πόρον ηὗρε θεός.
τοιόνδ’ ἀπέβη τόδε πρᾶγμα.83