TLG 0006 024 :: EURIPIDES :: Fragmenta Antiopes EURIPIDES Trag. Cf. et EURIPIDIS EPISTULAE (1367)
Fragmenta Antiopes Source: Kambitsis, J. (ed.), L’Antiope d’Euripide. Athens: Hourzamanis, 1972: 1–19, 130, 134. frr. 1–48, 910N, 911N Citation: Fragment — (line) | |||
t | ΕΥΡΙΠΙΔΟΥ ΑΝΤΙΟΠΗ | ||
1 | (ΒΟΥΚΟΛΟΣ) | ||
1 | ἔχεις, εὖ μοι διδοίης δεσπότηι θ’ ὃς Οἰνόης σύγχορτα ναίει πεδία ταῖσδ’ Ἐλευθεραῖς | ||
---|---|---|---|
2 | τὸν μὲν κικλήσκω Ζῆθον· ἐζήτησε γὰρ τόκοισιν εὐμάρειαν ἡ τεκοῦσά νιν | ||
3 | Ἀμφίονα | 1 | |
4 | (ΑΜΦΙΩΝ) | ||
1 | λύρα βοῶν ... ῥύσι’ ἐξερρύσατο | ||
5 | χρόνος θεῶν τε πνεῦμ’ ἔρως θ’ ὑμνωιδίας | ||
6 | Αἰθέρα καὶ Γαῖαν πάντων γενέτειραν ἀείδω | ||
7 | (ΖΗΘΟΣ) | ||
1 | κακῶν κατάρχεις τήνδε μοῦσαν εἰσάγων | ||
ἀργόν, φίλοινον, χρημάτων ἀτημελῆ | 2 | ||
8 | ἀνὴρ γὰρ ὅστις εὖ βίον κεκτημένος τὰ μὲν κατ’ οἴκους ἀμελίαι παρεὶς ἐᾶι, μολπαῖσι δ’ ἡσθεὶς τοῦτ’ ἀεὶ θηρεύεται, ἀργὸς μὲν οἴκοις καὶ πόλει γενήσεται, | ||
5 | φίλοισι δ’ οὐδείς· ἡ φύσις γὰρ οἴχεται, ὅταν γλυκείας ἡδονῆς ἥσσων τις ἦι. | ||
9 | ἀμελεῖς ὧν 〈σε φροντίζειν ἐχρῆν·〉 ψυχῆς φύσιν 〈γὰρ〉 ὧδε γενναίαν 〈λαχὼν〉 | ||
γυναικομίμωι διαπρέπεις μορφώματι κοὔτ’ ἂν δίκης βουλαῖσι προσθεῖ’ ἂν λόγον, | 3 | ||
5 | οὔτ’ εἰκὸς ἂν καὶ πιθανὸν 〈οὐδὲν〉 ἂν λάκοις κοὔτ’ ἂν ἀσπίδος κύτει 〈καλῶσ〉 ὁμιλήσειας οὔτ’ ἄλλων ὕπερ νεανικὸν βούλευμα βουλεύσαιό 〈τι〉 | ||
10 | ἀλλ’ ἐμοὶ πιθοῦ· παῦσαι ματάιζων καὶ πόνων εὐμουσίαν ἄσκει· τοιαῦτ’ ἄειδε καὶ δόξεις φρονεῖν, σκάπτων, ἀρῶν γῆν, ποιμνίοις ἐπιστατῶν, | ||
5 | ἄλλοις τὰ κομψὰ ταῦτ’ ἀφεὶς σοφίσματα, | ||
ἐξ ὧν κενοῖσιν ἐγκατοικήσεις δόμοις. | 4 | ||
11 | (Ἀμφ.) .. κρεῖσσον ὄλβου κτῆμα ... | ||
12 | ἅπαντα τίκτει χθὼν πάλιν τε λαμβάνει | ||
13 | βροτοῖσιν εὐκρὰς οὐ γένοιτ’ ἂν ἡδονή. | 5 | |
14 | τοιόσδε θνητῶν τῶν ταλαιπώρων βίος· οὔτ’ εὐτυχεῖ τὸ πάμπαν οὔτε δυστυχεῖ, εὐδαιμονεῖ τε καὖθις οὐκ εὐδαιμονεῖ. τί δῆτ’ ἐν ὄλβωι μὴ σαφεῖ βεβηκότες | ||
5 | οὐ ζῶμεν ὡς ἥδιστα μὴ λυπούμενοι; | ||
15 | ὅστις δὲ πράσσει πολλὰ μὴ πράσσειν παρόν, μῶρος, παρὸν ζῆν ἡδέως ἀπράγμονα. | ||
16 | εἰ δ’ εὐτυχῶν τις καὶ βίον κεκτημένος μηδὲν δόμοισι τῶν καλῶν θηράσεται, ἐγὼ μὲν αὐτὸν οὔποτ’ ὄλβιον καλῶ, φύλακα δὲ μᾶλλον χρημάτων εὐδαίμονα. | ||
17 | ὁ δ’ ἥσυχος φίλοισί τ’ ἀσφαλὴς φίλος πόλει τ’ ἄριστος· μὴ τὰ κινδυνεύματα αἰνεῖτ’· ἐγὼ γὰρ οὔτε ναυτίλον φιλῶ τολμῶντα λίαν οὔτε προστάτην χθονός. | 6 | |
18 | τὸ δ’ ἀσθενές μου καὶ τὸ θῆλυ σώματος κακῶς ἐμέμφθης· εἰ γὰρ εὖ φρονεῖν ἔχω, κρεῖσσον τόδ’ ἐστὶ καρτεροῦ βραχίονος. | ||
19 | γνώμαις γὰρ ἀνδρὸς εὖ μὲν οἰκοῦνται πόλεις, εὖ δ’ οἶκος, εἴς τ’ αὖ πόλεμον ἰσχύει μέγα· σοφὸν γὰρ ἓν βούλευμα τὰς πολλὰς χέρας νικᾶι, σὺν ὄχλωι δ’ ἀμαθία πλεῖστον κακόν. | ||
20 | καὶ μὴν ὅσοι μὲν σαρκὸς εἰς εὐεξίαν ἀσκοῦσι βίοτον, ἢν σφαλῶσι χρημάτων, κακοὶ πολῖται· δεῖ γὰρ ἄνδρ’ εἰθισμένον ἀκόλαστον ἦθος γαστρὸς ἐν ταὐτῶι μένειν. | 7 | |
21 | (ΧΟΡ.) ἐκ παντὸς ἄν τις πράγματος δισσῶν λόγων ἀγῶνα θεῖτ’ ἄν, εἰ λέγειν εἴη σοφός. | ||
22 | (Ζῆθ.) | ||
1 | πῶς γὰρ σοφὸν τοῦτ’ ἔστιν, ἥτις εὐφυῆ λαβοῦσα τέχνη φῶτ’ ἔθηκε χείρονα; | ||
23 | ἐν τούτωι 〈γέ τοι〉 | ||
λαμπρός θ’ ἕκαστος κἀπὶ τοῦτ’ ἐπείγεται, νέμων τὸ πλεῖστον ἡμέρας τούτωι μέρος, ἵν’ αὐτὸς αὑτοῦ τυγχάνει βέλτιστος ὤν. | 8 | ||
24 | κόσμος δὲ σιγῆς στέφανος ἀνδρὸς οὐ κακοῦ τὸ δ’ ἐκλαλοῦν τοῦθ’ ἡδονῆς μὲν ἅπτεται, κακὸν δ’ ὁμίλημ’, ἀσθενὲς δὲ καὶ πόλει. | ||
25 | πολλοὶ δὲ θνητῶν τοῦτο πάσχουσι κακόν· γνώμηι φρονοῦντες οὐ θέλους’ ὑπηρετεῖν ψυχῆι τὰ πολλὰ πρὸς φίλων νικώμενοι. | ||
26 | (Ἀμφ.) | ||
1 | ἐγὼ μὲν οὖν ἄιδοιμι καὶ λέγοιμί τι | ||
σοφόν, ταράσσων μηδὲν ὧν πόλις νοσεῖ. | 9 | ||
27 | (ΑΝΤΙΟΠΗ) | ||
1 | πόλλ’ ἔστιν ἀνθρώποισιν, ὦ ξένοι, κακά. | ||
28 | Ὑσιαὶ | ||
29 | ἡνίκ’ ἠγόμην πάλιν κύουσα τίκτω | ||
30 | (Χορ.) | ||
1 | φεῦ φεῦ, βροτείων πημάτων ὅσαι τύχαι | ||
ὅσαι τε μορφαί· τέρμα δ’ οὐκ εἴποι τις ἄν. | 10 | ||
31 | (Ἀμφ.) | ||
1 | οὐδὲ γὰρ λάθραι δοκῶ θηρὸς κακούργου σχήματ’ ἐκμιμούμενον σοὶ Ζῆν’ ἐς εὐνὴν ὥσπερ ἄνθρωπον μολεῖν | ||
32 | (Ἀντ.) | ||
1 | ὦ παῖ, γένοιντ’ ἂν εὖ λελεγμένοι λόγοι ψευδεῖς, ἐπῶν δὲ κάλλεσιν νικῶιεν ἂν τἀληθές· ἀλλ’ οὐ τοῦτο τἀκριβέστατον, ἀλλ’ ἡ φύσις καὶ τοὐρθόν· ὃς δ’ εὐγλωσσίαι | ||
5 | νικᾶι, σοφὸς μέν, ἀλλ’ ἐγὼ τὰ πράγματα κρείσσω νομίζω τῶν λόγων ἀεί ποτε. | ||
33 | εἰ δ’ ἠμελήθην ἐκ θεῶν καὶ παῖδ’ ἐμώ, ἔχει λόγον καὶ τοῦτο· τῶν πολλῶν βροτῶν | ||
δεῖ τοὺς μὲν εἶναι δυστυχεῖς, τοὺς δ’ εὐτυχεῖς. | 11 | ||
34 | φρονῶ δ’ ἃ πάσχω, καὶ τόδ’ οὐ σμικρὸν κακόν· τὸ μὴ εἰδέναι γὰρ ἡδονὴν ἔχει τινὰ νοσοῦντα, κέρδος δ’ ἐν κακοῖς ἀγνωσία. | ||
35 | (Ἀμφ.) | ||
1 | τὸ δοῦλον οὐχ ὁρᾶις ὅσον κακόν; | ||
36 | (Χορ.) | ||
1 | φεῦ, φεῦ, τὸ δοῦλον ὡς ἁπανταχῆι γένος πρὸς τὴν ἐλάσσω μοῖραν ὥρισεν θεός. | ||
37 | εἶδον δὲ θαλάμοις ... βουκόλων κομῶντα κισσῶι στῦλον εὐίου θεοῦ | ||
38 | (Βουκ.) | ||
1 | οὐ σωφρονίζειν ἔμαθον· αἰδεῖσθαι δὲ χρή, | ||
γύναι, τὸ λίαν καὶ φυλάσσεσθαι φθόνον. | 12 | ||
39 | (ΑΓΓΕΛΟΣ) | ||
1 | εἰ δέ που τύχοι πέριξ ἑλίξας ... εἷλχ’ ὁμοῦ λαβὼν γυναῖκα πέτραν δρῦν μεταλλάσσων ἀεί. | ||
40 | τήν τοι Δίκην λέγουσι παῖδ’ εἶναι Χρόνου, δείκνυσι δ’ ἡμῶν ὅστις ἐστὶ μὴ κακός. | ||
41 | εἰ νοῦς ἔνεστιν· εἰ δὲ μή, τί δεῖ καλῆς γυναικός, εἰ μὴ τὰς φρένας χρηστὰς ἔχοι; | ||
42 | κόρος δὲ πάντων· καὶ γὰρ ἐκ καλλιόνων λέκτροις ἐπ’ αἰσχροῖς εἶδον ἐκπεπληγμένους, δαιτὸς δὲ πληρωθείς τις ἄσμενος πάλιν | ||
φαύληι διαίτηι προσβαλὼν ἥσθη στόμα. | 13 | ||
43 | κῆδος καθ’ αὑτὸν τὸν σοφὸν κτᾶσθαι χρεών. | ||
44 | πᾶσι δ’ ἀγγέλλω βροτοῖς ἐσθλῶν ἀπ’ ἀνδρῶν εὐγενῆ σπείρειν τέκνα. | ||
45 | οὐ χρή ποτ’ ἄνδρα δοῦλον ὄντ’ ἐλευθέρας γνώμας διώκειν οὐδ’ εἰς ἀργίαν βλέπειν. | ||
46 | νόσον ἔχειν | ||
47 | εὐθύδημον | 14 | |
48 | (ΑΜΦΙΩΝ) | ||
1 | [ το]ύ̣σδε μηδ’ ὅπως φευξούμεθα. [ ἡμ]ᾶς [Ζεὺ]ς ἐγέννησεν πατήρ, σώσ]ει μεθ’ ἡμῶν τ’ ἐχθρὸν ἄνδρα τείσεται. ἷ]κται δὲ πάντως εἰς τοσόνδε συμφορᾶς | ||
5 | ὥσ]τ’ οὐδ’ ἂν ἐκφύγοιμεν εἰ βουλοίμεθα Δί]ρ̣[κ]η̣ς νεῶρες αἷμα μὴ δοῦναι δίκην. [ ]σι δ’ ἡμῖν εἰς τόδ’ ἔρχεται τύχη [ ]θανεῖν δεῖ τῶιδ’ ἐν ἡμέρας φάει [ ]τροπαῖα πολεμίων στῆσαι χερί· | ||
10 | [ μ]εν οὕτω, μῆτερ, ἐξαυδῶ τάδε, [ ὃς τ]ὸ λαμπρὸν αἰθέρος ναίεις πέδον, [ τ]οσοῦτον μὴ γαμεῖν μὲν ἡδέως, [ ]τα δ’ εἶναι σοῖς τέκνοις [ἀνω]φελῆ· [ κ]αλὸν τόδ’, ἀλλὰ συμμαχεῖν φίλοις. | ||
15 | [ ]πρὸς ἄγραν τ’ εὐτυχῆ θείης [μολ]εῖν, ὅπως ἕ]λωμεν ἄνδρα δυσσεβέστατον. | ||
(ΧΟΡΟΣ) | ὅδ’] αὐ[τό]ς, εἰ χρὴ δοξάσαι τυραννικῶι σ]κ[ή]πτρωι, Λύκος πάρεστι· σιγῶμεν, φίλοι. | ||
(ΛΥΚΟΣ) | ποὔστ’ Ἀντιόπη....[............]αι πέτραν | ||
20 | δρασμοῖς επ[.........] δε [....]κην τίνες δὲ χοἰ συνδρῶντες; ἐκ ποίας χ̣θ̣ο̣[νός; σημήνατ’, εἴπαθ’ ὡ[ς ἔ]ν[εστ’] αὐτοὺς ἑλε[ῖν. δεινὸν νομίζων αὐτὸς οὐκ ἀτιμάσας | ||
ἦλθ[ον] θ[ | 15 | ||
25 | .]αλαιτισ[ ..]ανκατε [........]ω πειρω[ ...] αιπο[.......]αφ[...]σ̣το φθεγμ[ Desunt versus triginta [ ]σας ἥδομαι κα[κ]ῶν ἑκά[ς. | ||
30 | (Λύκ.) | οὐκ ἀσφαλὲς τόδ’ εἶπας, ἄνθρωπε, στέγος. | |
30 | Ἄνθρ. | δρᾶν δεῖ τι· κείνους δ’ οἶδ’ ἐγὼ τεθνηκό[τας. | |
(Λύκ.) | καλῶς ἄρ’, εἴπερ οἶσθα, ταξώμεσθα νῦν. | ||
(Ἄνθρ.) | [ ]ἄλλην ἢ δόμων στείχειν [ἔ]σω [ ]καὶ πρὶν οἰκοῦμεν[ | ||
(Λύκ.) | [ ]τοὺς ξένους ἐῶν μ[ | ||
35 | (Ἄνθρ.) | [ ]δορυφόρου[ς] ἔξω θύρ[ας. | |
(Λύκ.) | [ πά]νθ’ ἵν’ αἴ[ρω]σιν φό[βον. | ||
(Ἄνθρ.) | [ ἡμ]εῖς καὶ σὺ θήσομεν καλῶς. | ||
(Λύκ.) | [ πλ]ῆθός εἰσιν οἱ ξένοι; | ||
(Ἄνθρ.) | [ ]δ’ οὐκ ἔχουσιν ἐν χεροῖν. | ||
40 | (Λύκ.) | [ φ]ρουρεῖτε περίβολον πέτρας [ ]ντες, κἄν τις ἐκπίπτηι δόμων, [ ]δὲ παῖδα Νυκ̣τέως̣ ἐμῆι [ ]σαι χειρὶ καὶ τάχ’ εἴσεται [ ]ντας ὡς μάτην λόγωι | |
45 | [ συ]μμάχους ἀνωφελεῖς. | 16 | |
(Χορ.) | [ ]ις, ἂν θεὸς θέληι, [ ]τήνδ’ ἀνὰ στέγην τάχα. [ μακα]ρίων σθένος βρόχοισι κατα‐ [δεῖ ]βροτῶν δ’ αὖ τέχναις | ||
48(50) | []ι[ θε]όν; (Λύκ.) ἰώ μοί μοι. | ||
(Χορ.) | ἔ]α ἔα καὶ δὴ [πρὸς ἔργω]ι τῶν νεανιῶν χέρες. | ||
(Λύκ.) | ὦ] πρόσπ[ολοι δραμό]ντες οὐκ ἀρήξετε; | ||
(Χορ.) | ἀλαλάζετα[ι στέ]γα· βοᾶι...[..]..ον μέλος. | ||
55 | Λύκ. | ὦ] γαῖα Κάδ[μου κ]αὶ πόλ[ισ]μ’ Ἀσωπικόν. | |
(Χορ.) | κλύεις; ὁρᾶι〈σ〉; π[αρα]καλεῖ πόλιν φοβερὸς αἵματος· δίκ[α τοι δί]κα χρόνιος, ἀλλ’ ὅμως ἔλαβεν, ὅταν ἴ[δ]η[ι τ]ιν’ ἀσεβῆ βροτῶν. | ||
Λύκ. | οἴμοι θανοῦμαι πρὸς δυοῖν ἀσύμμαχος. | ||
60 | Ἀμφ. | τὴν δ’ ἐν νεκροῖσιν οὐ στένεις δάμαρτα σήν; | |
Λύκ. | ἦ γὰρ τέθνηκεν; καινὸν αὖ λέγεις κακόν. | ||
Ἀμφ. | ὁλκοῖς γε ταυρείοισι διαφορουμένη. | ||
Λύκ. | πρὸς τοῦ; πρὸς ὑμῶν; τοῦτο γὰρ θέλω μαθεῖν. | ||
Ἀμφ. | ἐκμανθάνοις ἂν ὡς ὄλωλ’ ἡμῶν ὕπο. | ||
65 | Λύκ. | ἀλλ’ ἦ τιν[ων π]εφύκαθ’ ὧν οὐκ οἶδ’ ἐγώ; | |
(Ἀμφ.) | τί τοῦτ’ ἐρευν[ᾶ]ις; ἐν νεκροῖς πεύσει θανών. | ||
(ΕΡΜΗΣ) | παῦσαι κελ]εύω [φόν]ιον ἐξορμ[ωμ]ένους ὁρμήν, ἄνα]ξ Ἀμφῖον· [ἐ]ντολὰς δὲ σοὶ Ἑρμῆς ὁ Μ]αίας τ[ ]ενωι | ||
70 | [ Διὸ]ς κήρυγ[μ’ ἀφικόμη]ν φέρων· | ||
καὶ πρ[ῶ]τα μέν σφ[ιν μητρὸ]ς ἐξερῶ πέ̣ρι̣ ὡς Ζεὺς ἐμείχθη κ[οὐκ ἀ]παρνεῖται τάδε· τί δῆτ’ ἂν ει ....[....]αλλο ...ετο Ζηνὸς μολοῦσα λέ[κτρ....]μασα[ | 17 | ||
75 | ἐπεὶ δ’ ὁρίζει καὶ δ[.........κ]ακά, αὐτή τε δεινῆς [συμφορᾶς ἀπη]λλάγη παῖδάς τε τούσδ’ [ἀνηῦρε]ν ὄντας ἐκ Διός. ὧν χρή ς’ ἀκούειν [καὶ χθ]ονὸς μοναρχίαν ἑκόντα δοῦνα[ι ]ε Καδμείας, ἄναξ. | ||
80 | ὅταν δὲ θάπτηις ἄλοχον εἰς πυρὰν τιθεὶς σαρκῶν ἀθροίσας τῆς ταλαιπώρου φύσιν ὀστᾶ πυρώσας Ἄρεος εἰς κρήνην βαλεῖν, ὡς ἂν τὸ Δίρκης ὄνομ’ ἐπώνυμον λάβηι κρήνης [ἀπό]ρρους ὃς δίεισιν ἄστεως | ||
85 | πεδία τ[ὰ Θήβ]ης ὕδασιν ἐξάρδων ἀεί. ὑμεῖς δ’, [ἐπε]ιδὰν ὅσιος ἦι Κάδμου πόλις, χωρεῖτε, [παῖδε]ς, ἄστυ δ’ Ἰσμηνὸν πάρα ἑπτάσ[τομ]ον πύλαισιν ἐξαρτύετε. σὺ μεν.[....]ντο πνεῦμα πολεμίων λαβὼν | ||
89 | . . . . . . . . . . . . . . . . . . . . . . . . | ||
90 | Ζήθωι [τάδ’ εἶ]πον· δεύτερον δ’ Ἀμφίονα λύραν ἄ[νωγ]α διὰ χερῶν ὡπλισμένον μέλπειν θεοὺ[ς ὠι]δαῖσιν· ἕψονται δέ σοι πέτραι τ’ [ἐ]ρυμναὶ μουσικῆι κηλούμεναι δένδρη τε μητρὸς ἐκλιπόνθ’ ἑδώλια, | ||
95 | ὥστ’ εὐμ[ά]ρειαν τεκτόνων θήσει χερί. Ζεὺς τήνδε τιμὴν σὺν δ’ ἐγὼ δίδωμί σοι, οὗπερ τόδ’ εὕρημ’ ἔσχες, Ἀμφίων ἄναξ. λευκὼ δὲ πώλω τὼ Διὸς κεκλημένοι | ||
τιμὰς μεγίστας ἕξετ’ ἐν Κάδμου πόλει. | 18 | ||
48(100) | καὶ λέκτρ’ ὁ μὲν Θηβαῖα λ[ήψ]εται γάμων, ὁ δ’ ἐκ Φρυγῶν κάλλιστον ε[ὐ]ναστήριον, τὴν Ταντάλου παῖδ’· ἀλλ’ ὅσον τάχιστα χρὴ σπεύδειν θεοῦ πέμψαντος οἷα βούλεται. | ||
Λύκ. | ὦ πόλλ’ ἄελπτα, Ζεῦ, τιθεὶς καθ’ ἡμέραν | ||
105 | ἔδειξας [εἰς φῶς] τάσδ’ ἀβουλίας ἐμὰς εσσφρα[....] δοκοῦντας οὐκ εἶναι Διός. πάρεστε καὶ ζῆθ’· ηὗρε μηνυτὴς χρόνος ψευδεῖς μὲν ἡμᾶς, σφῶιν δὲ μητέρ’ εὐτυχῆ. ἴτε νυν, κρατύνετ’ ἀντ’ ἐμοῦ τῆσδε χθονὸς | ||
110 | λαβόντε Κάδμου σκῆπτρα· τὴν γὰρ ἀξίαν σφῶιν προστίθησιν Ζεὺς ἐγώ τε σὺν Διί. Ἑρμῆ[ι..]..[..]... Ἄ̣ρ̣εο̣ς εἰς κρήνην [β]αλῶ γυναῖκα θάψας, τῆς [δ’ ὅπως] θανοῦσα γῆς νασμοῖσι τέγγηι πεδία Θηβαίας χθονός, | ||
115 | Δίρκη παρ’ ἀνδρῶν ὑστέρων κεκλημένη. | ||
λύω δὲ νείκη καὶ τὰ πρὶν πεπραγμένα. | 19 | ||
910N | ὄλβιος ὅστις τῆς ἱστορίας ἔσχε μάθησιν, μήτε πολιτῶν ἐπὶ πημοσύνην μήτ’ εἰς ἀδίκους πράξεις ὁρμῶν, | ||
5 | ἀλλ’ ἀθανάτου καθορῶν φύσεως κόσμον ἀγήρων, πῆι τε συνέστη χὤθεν χὤπως· τοῖς δὲ τοιούτοις οὐδέποτ’ αἰσχρῶν | ||
ἔργων μελέδημα προσίζει. | 130 | ||
911N | Χρύσεαι δή μοι πτέρυγες περὶ νώτωι καὶ τὰ Σειρήνων πτερόεντα πέδιλ’ ἁρμόζεται· βάσομαι δ’ εἰς αἰθέρα πουλὺν ἀερθεὶς | ||
Ζηνὶ προσμείξων | 134 |